In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἐν Θάσῳ φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος ὕδατα πολλὰ ξυνεχέα, μαλθακὰ, ὡς ἐν νοτίοισι.

Ὅτι μὲν καὶ ἡ τοῦ χωρίου γνῶσις εἰς τὴν τῶν ἐπιδημίων νοσημάτων διδασκαλίαν ὠφέλιμός ἐστιν ὕστερον λέξω. νυνὶ δὲ τὴν λέξιν αὐτὴν πρότερον ἐξηγήσομαι, τοῦ συγγραφέως εἰπόντος περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος. δυοῖν γὰρ οὐσῶν ἰσημεριῶν καὶ δυοῖν πλειάδων ἐπισημασιῶν, οὗτος ἐδήλωσεν ὁποίαν αὐτῶν λέγει, προσθεὶς τῷ λόγῳ τὸ φθινόπωρον. κατὰ μὲν γὰρ τὸ ἔαρ ἡ ἑτέρα γίνεται καὶ ἡ ἀρχὴ αὐτοῦ κατὰ τὴν ἡμετέραν οἴκησίν ἐστιν αὕτη, καθάπερ καὶ τελευτὴ πᾶσα ὑπὸ τῶν πλειάδων ἐπιτολήν. κατὰ δὲ τὸ φθινόπωρον ἡ ὑπόλοιπος ἰσημερία γίνεται καὶ ἡ τῶν πλειάδων δύσις. οὐδὲν δὲ διοίσει λέγειν ἤτοι κατὰ τὸν πληθυντικὸν ὀνομαζόμενον ἀριθμὸν τὰς πλειάδας ἢ κατὰ τὸν ἑνικὸν τὴν πλειάδα. γίνεται δὲ ἡ τῆς πλειάδος δύσις ὡς με- 

16
τὰ πεντήκοντα ἡμέρας τῆς φθινοπωρινῆς ἰσημερίας, εἰδότων ἡμῶν τὰς μὲν ἰσημερίας καὶ τροπὰς ἑνὶ καιρῷ γινομένας ἐν ἁπάσαις ταῖς οἰκήσεσιν, τὰς δὲ ἐπιτολὰς καὶ δύσεις τῶν ἀστέρων ὑπαλλασσομένας, ὡς καθ’ ἑκάστην οἴκησιν ἰδίαν εἶναι. μόνοις γὰρ τοῖς ὑπὸ τὸν αὐτὸν οἰκοῦσι πόλον κοιναὶ τῶν ἄστρων αἵ τ’ ἐπιτολαὶ καὶ δύσεις γίνονται. καλοῦσι μὲν οἱ Ἕλληνες ὡς τὰ πολλὰ τὸ συγκείμενον ἐκ πολλῶν ἀστέρων ἄστρον οἷον τὸν ταῦρον ὅλον, ἤ τι μέρος αὐτῶν, τὰς ὑάδας ἢ τὰς πλειάδας. ὅμως μήν ἐστιν ὅτε καὶ τῶν ἀστέρων ἕκαστον ὀνομάζουσιν ἄστρον, οὐ μὴν τόν γε συγκείμενον ἐκ πολλῶν ἀστέρα καλοῦσιν, ἀλλ’ ἄστρον ἀεὶ μόνως οὕτως. ἕνα δὲ ἕκαστον οὐκέτι ἀστέρα μόνον, ὡς εἶπον, ἀλλὰ καὶ ἄστρον, οἷον τὸν ἀρκτοῦρον, τὸν σείριον, τὸν ἑωσφόρον, τὸν ἑσπέριον. ἀναγκαιότατόν δὲ ἐστιν εἰς ὅλην τὴν ἐνεστῶσαν πραγματείαν ἐπίστασθαι τὰς καθ’ ἑκάστην χώραν, ἐν αἷς ἂν ἰατρεύειν μέλλωμεν, ἑκάστου τῶν ἄστρων ἐπιτολάς τε καὶ δύσεις, ἐπειδὴ περιγράφουσιν αὗται τὰς ὥρας, αὐτίκα γέ τοι κατὰ τὸν τῆς Ἑλλησπόντου παράλληλον
17
ἀρχὴ μὲν τοῦ ἦρός ἐστιν ἡ κατ’ ἐκεῖνον τὸν καιρὸν ἰσημερία, τελευτὴ δὲ τῶν πλειάδων ἡ ἐπιτολή. αὕτη δὲ καὶ θέρους ἐστὶν ἀρχὴ, καθάπερ γε καὶ τελευτὴ μὲν τοῦ θέρους, ἀρχὴ δὲ τοῦ φθινοπώρου ἡ ἐπιτολὴ τοῦ ἀρκτούρου, προλαμβάνουσα τὴν φθινοπωρινὴν ἰσημερίαν ἡμέραις ὡς δώδεκα. καὶ μέν γε καὶ ἡ δύσις τῆς πλειάδος ἀρχὴ μὲν τοῦ χειμῶνός ἐστι, τελευτὴ δὲ τοῦ φθινοπώρου. θαυμάζειν δ’, οἶμαι, δεῖ καὶ ζητεῖν τὴν αἰτίαν τοῦ παραλελεῖφθαι κατὰ τὸν λόγον ἐπιτολὴν ἀστέρος τοῦ ἐπισημοτάτου, γινομένην ἐν θέρει τοῦ καλουμένου σειρίου· ὀνομάζουσι δὲ αὐτὸν ἔνιοι καὶ κύνα, καταχρώμενοι τῇ τοῦ παντὸς ἄστρου προσηγορίᾳ· κύων μὲν γὰρ τὸ σύμπαν ἄστρον, ὁ δ’ ἐπὶ τῆς γένυος αὐτοῦ σείριος, ὃν ὀρθῶς ἄν τις ὀνομάζοι τὸν προκύνα, οὐ τὸν κύνα, καὶ ἀρχή γε τῆς καλουμένης ὀπώρας ἡ ἐπιτολὴ τούτου τοῦ ἀστέρος ἐστί. καὶ ὅσοι τὸν ἐνιαυτὸν εἰς ζ΄ τέμνουσιν ὥρας, ἄχρι μὲν ἐπιτολῆς τοῦ κυνὸς ἐκτείνουσι τὸ θέρος, ἐντεῦθεν δὲ μέχρις ἀρκτούρου τὴν ὀπώραν. οἱ δ’ αὐτοὶ καὶ τὸν χειμῶνα τριχῇ τέμνουσι, μέσον μὲν
18
αὐτοῦ ποιοῦντες τὸν περὶ τὰς τροπὰς χρόνον, τοὺς δ’ ἑκατέρωθεν τοῦδε σπορητὸν μὲν πρόσθεν, φυταλιὰν δὲ τὸν ἕτερον, αὐτοὶ γὰρ οὕτως ὀνομάζουσι. καὶ μέντοι κἀν τῷ περὶ ἑβδομάδων Ἱπποκράτους ἐπιγραφομένῳ βιβλίῳ διῃρημένον ἔστιν εὑρεῖν τὸν ἐνιαυτὸν εἰς ἑπτὰ, τοῦ μὲν φθινοπώρου καὶ τοῦ ἦρος ἀτμήτων πεφυλαγμένων, τετμημένων δὲ τοῦ μὲν χειμῶνος εἰς τρία μέρη, τοῦ δὲ θέρους εἰς δύο. χρησίμη μὲν οὖν ἐστι καὶ ἡ τοιαύτη διαίρεσις, ὡς προϊὼν ὁ λόγος δείξει, χρησίμη δὲ καὶ εἰς τέσσαρας ὥρας, ὡς καὶ τοῦτο δέδεικται πρότερον ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους ἐν οἷς τάς τε τῶν χυμῶν ἐπικρατείας διδάσκει καὶ τὰς τῶν νοσημάτων ἰδέας καὶ τὰς ἀμφοτέρας τούτων ἡγουμένως κράσεις τοῦ περιέχοντος, τέτταρας ἐχούσας διαφοράς. εἰ γὰρ καὶ ὅτι μάλιστα δίχα τις τέμνῃ τὸν μεταξὺ πλειάδων ἐπιτολῆς καὶ ἀρκτούρου χρόνον, ἀλλά τοι κοινόν ἐστιν αὐτὸ παντὶ, τῷ ξηροτέρῳ τοῦ συμμέτρου εἶναι, καθάπερ γε καὶ τῷ χειμῶνι, τῷ ψυχροτέρῳ τε καὶ ὑγροτέρῳ, κὰν τριχῇ τέμνηται. αἱ μὲν οὖν μεγάλαι διαφοραὶ τῆς κράσεως, ἃς καὶ γενικὰς ἄν τις εἴποι προσηκόντως, εἰς τέσσαρας διαιροῦσιν
19
ὥρας τὸν ἐνιαυτὸν, ἤτοι γ’ ἑτερογενεῖς ἢ ἑτεροειδεῖς ἀλλήλων, ὡς ἂν ἐθέλῃ τις ὀνομάζειν. αἱ δὲ καθ’ ἑκάστην τῶν διαφορῶν τούτων, εἰς τὸ μᾶλλόν τε καὶ ἧττον τομαὶ, τὸ θέρος μὲν εἰς δύο, τὸν χειμῶνα δ’ εἰς τρεῖς μοίρας τέμνουσιν. ἡ δὲ τῶν ὡρῶν τούτων τομὴ ἐκ τοῦ κατὰ ταύτας χρόνου, τεσσάρων γὰρ μηνῶν ὁ μεταξὺ πλειάδος τε καὶ ἀρκτούρου χρόνος ἐστί. πλειόνων δὴ καὶ τεσσάρων ὁ μεταξὺ πλειάδος δύσεως καὶ τῆς ἐαρινῆς ἰσημερίας. ὁ δὲ τοῦ ἦρος, οὐδ’ ὅλων δύο μηνῶν, ὥστ’ ἄτμητος εἰκότως ἐφυλάχθη. διὰ ταῦτα δὲ καὶ τοῦ φθινοπώρου μείζων μὲν ἦν ἢ παρὰ τὸ ἔαρ· ἐκτείνεται γὰρ εἰς δύο μῆνας, ἀπολειπόμενος δὲ τῷ μεγέθει πάμπολυ κατὰ τὸ θέρος τε καὶ τὸν χειμῶνα χρόνου. ταῦτα οὖν ὡς ἅπαξ μὲν εἰρήσθω μοι νῦν· εἰς δὲ τὸν ἑξῆς ἅπαντα λόγον μνημονευέσθω πρὸς τὸ μετάγεσθαι ῥᾳδίως εἰς τοὺς ἐν ἑκάστῳ τῶν ἐθνῶν μῆνας, ἄλλους παρ’ ἄλλοις ὄντας, ὡς εἰ πάντες εἶχον τοὺς αὐτοὺς, οὐκ ἂν ἀρκτούρου καὶ πλειάδος καὶ κυνὸς ἰσημεριῶν τε καὶ
20
τροπῶν ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἀλλ’ ἤρκεσεν ἂν εἰπεῖν αὐτῷ κατὰ Μακεδόνας, εἰ οὕτως ἔτυχεν, ὀνομάζοντι τοῦ Δίου μηνὸς ἀρχομένου, τοιάνδε τινα γενέσθαι κατάστασιν ἐν τῇ τοῦ περιέχοντος κράσει. νυνὶ δ’ ἐπειδὴ τὸ Δίον Μακεδόσι μὲν μόνοις σαφὲς, Ἀθηναίοις δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις οὐ σαφὲς, Ἱπποκράτης δ’ ἐβούλετο τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν ὠφελεῖν, ἄμεινον ἦν αὐτῷ γράψαι μόνην τὴν ἰσημερίαν, ἄνευ τοῦ μνημονεῦσαι τινὸς μηνός. ἡ μὲν γὰρ ἰσημερία κοσμικόν ἐστι πρᾶγμα, οἱ δὲ μῆνες ἐπιχώριοι καθ’ ἕκαστον ἔθνος. ὅστις γοῦν ἀστρονομίας ἀπείρως ἔχει μάλιστα μὲν ἔστω μὴ πειθόμενος Ἱπποκράτους, προτρέποντος πρὸς αὐτὴν, ἕνεκα τῆς τῶν εἰρημένων χρήσεως. ἐπεὶ δὲ φιλάνθρωπον εἶναι δοκεῖ καὶ τοὺς τοιούτους ὠφελεῖν, ἐγὼ πειράσομαι τὴν ἐνδεχομένην ὑπογράψαι βοήθειαν, ᾗ εἰ προσέχοιεν τὸν νοῦν, ἁπάντων ὧν Ἱπποκράτης λέγει καρπώσονται τὴν χρῆσιν. τεμνομένου δὴ τοῦ παντὸς ἔτους ἐκ τεσσάρων καιρῶν κατ’ ἰσημερίαν τε καὶ τροπὰς, ἅπαξ τις ἐρωτήσας ἀστρονομικὸν ἄνδρα, τὰ τέσσαρα μέρη 
21
ταῦτα ἐν τίσι γίνονται μησὶν, εἶτα εἰδὼς αὐτὰ δυνήσεται καὶ περὶ τῶν ἄλλων ἐπισημασιῶν τῶν καθ’ ἕκαστον ἄστρων ἀκούων ἕπεσθαι. οἷον εἰ οὕτως ἔτυχεν, ἐὰν προμάθη τὸ κατὰ τὴν ἀρχὴν τοῦ Δίου μηνὸς καὶ φθινοπώρου γίνεσθαι ἰσημερίαν, εἴσεται τὴν μὲν χειμερινὴν τροπὴν ὡς μετὰ τρεῖς μῆνας ἐσομένην ἐν ἀρχῇ τοῦ κατ’ ἐνιαυτὸν πέρατος μηνός. τοῦτο γὰρ σημαίνει κατὰ Μακεδόνας, τὴν δὲ ἐαρινὴν ἰσημερίαν Ἀρτεμισίου, καθάπερ γε καὶ τὴν θερινὴν τοῦ Λώου. κατὰ γὰρ τὰς ἀρχὰς τῶν εἰρημένων μηνῶν αἵ τ’ ἰσημερίαι καὶ αἱ τροπαὶ γίνονται κατὰ Μακεδόνας, ἀριθμούντων τε καὶ ὀνομαζόντων τοὺς μῆνας. ὁ τοίνυν ταῦτα μαθὼν εἰ προσεπιμάθῃ τὸν μὲν ἀρκτοῦρον ἐπιτέλλοντα πρὸ ἡμερῶν ὡς ιβ΄. τῆς φθινοπωρινῆς ἰσημερίας, πλειάδας δὲ δῦναι ὡς μετὰ ἡμέρας πεντήκοντα, γνώσεται πόση τοῦ καθ’ ἕκαστον αὐτῶν μηνὸς ἑκάτερον τῶν ἄστρων ἐπιτέλλει, παραφυλάξει τε βουλόμενος ἀκολουθεῖν Ἱπποκράτει τὴν μεταβολὴν τῆς περὶ τὸν ἀέρα κράσεως ὁποία τις ἐγένετο. χρὴ δὲ δηλονότι τοὺς μῆνας οὐ πρὸς σελήνην ἀριθμεῖσθαι, καθάπερ ἐν ταῖς πλείσταις νῦν τῶν Ἑλληνίδων πόλεως, ἀλλὰ πρὸς ἥλιον καὶ
22
ἐν ἁπάσαις τε τῶν ἀρχαίων καὶ ἐν πολλοῖς τῶν ἐθνῶν ἀριθμεῖται καὶ παρὰ Ῥωμαίων ὁ σύμπας ἐνιαυτὸς εἰς ιβ΄ διαιρούμενος. ἑνὸς μὲν αὐτῶν ὀκτὼ καὶ εἴκοσιν ἡμερῶν ὄντος, ὃν δεύτερον λέγουσι μετὰ τὰς τροπὰς χειμερινάς. αὐτοῦ δὲ τοῦ πρώτου μετὰ τὰς τροπὰς, ὃν καὶ πρῶτον ὅλου τοῦ ἔτους ἀριθμοῦσιν, μίαν ἐπὶ ταῖς λ΄ προσειληφότος, ὥσπερ γε καὶ τοῦ γ΄ μετὰ τὰς τροπάς. καὶ γὰρ καὶ οὗτος αὐτός ἐστι μιᾶς καὶ λ΄ ἡμερῶν, ὁ δὲ τέταρτος τριακονθήμερος, ὁ δὲ πέμπτος μίαν ἐπὶ ταῖς λ΄ προσείληφεν, ὁ δ’ ἕκτος τριακονθήμερος, μετὰ δὲ τὸν ἕκτον μῆνες δύο, μιᾶς καὶ τριάκοντα, ὁ δὲ μετὰ τούτους τριάκονθ’ ἡμερῶν, ὁ δ’ ἐφεξῆς τῷδε μιᾶς καὶ τριάκοντα, δέκατος ὢν τὸν ἀριθμὸν ὅλου τοῦ ἔτους. καὶ ὁ μὲν ια΄ τριάκονθ’ ἡμερῶν, ὁ δὲ ιβ΄ μιᾶς ἐπὶ ταῖς λ΄. συναριθμοῦντι δέ σοι τὰς καθ’ ἕκαστον τῶν μηνῶν γενομένας ἡμέρας αἱ πᾶσαι γίνονται ε΄ καὶ ξ΄ καὶ τ΄ καὶ τεσσάρων δ’ οὕτως ἀριθμηθέντων τῶν ἐτῶν, ἐν δὲ τῷ δ’ ἔτει τὸν τρίτον ἀπὸ τοῦ δ΄ ποιοῦσι δυοῖν καὶ
23
λ΄ ἡμερῶν, ἵν’ ἕκαστος τῶν ἐνιαυτῶν γένηται τξε΄ ἡμερῶν καὶ ποσέτι τετάρτης, ἡμέρας μιᾶς. τοῖς δὲ κατὰ Παλαιστίνην ἀριθμοῦσιν οἱ δώδεκα μῆνες ἀριθμὸς ἡμερῶν γίνονται τνδ΄. ἐπειδὴ γὰρ ὁ ἀπὸ συνόδου τῆς πρὸς ἥλιον αὐτῆς χρόνος ἄχρι πάσης ἄλλης συνόδου πρὸς τὰς θ΄ καὶ εἴκοσιν ἡμέρας ἔτι καὶ ἄλλο μέρος ἥμισυ προσλαμβάνει, διὰ τοῦτο τοὺς δύο μῆνας ἡμερῶν γινομένους θ΄ καὶ ν΄ τέμνουσιν εἰς ἄνισα μέρη, τὸν μὲν ἕτερον αὐτῶν λθ΄ ἡμερῶν ἐργαζόμενοι, τὸν δ’ ἕτερον θ΄ καὶ κ΄. ἀναγκάζονται τοιγαροῦν οἱ οὕτως ἄγοντες τοὺς μῆνας ἐμβόλιμόν τινα ποιεῖν, ὅταν πρῶτον ἀθροισθῇ τὸ τῶν ἔμπροσθεν ἐνιαυτῶν ἔλλειμα καὶ γίνηται χρόνος ἑνὸς μηνός. καὶ γέγραπταί γε τῶν ἀστρονόμων καὶ ἄλλοις τισὶ καὶ Ἱππάρχῳ ὁπηνίκα χρὴ τοὺς ἐμβολίμους μῆνας ἐμβάλλεσθαι. διόπερ, ὡς ἔφην, οὕτως ἐπὶ τούτων ἀριθμούντων τοὺς μῆνας οὐκ ἔστιν ὁρίσαι τὰς ἡμέρας, ἐν αἷς αἱ ἰσημερίαι τε καὶ τροπαὶ καὶ τῶν ἐπιφανῶν ἄστρων αἱ ἐπιτολαὶ γίνονται. κατὰ δὲ τοὺς ἥλιον ἄγοντας,
24
ὁρίσαι δυνατὸν, ὥσπερ ἔφην, ὑπό τε Ῥωμαίων καὶ Μακεδόνων Ἀσιανῶν τε τῶν ἡμετέρων καὶ πολλῶν ἄλλων ἐθνῶν. ὁπότ’ οὖν εἴρηταί μοι ταῦτα κοινὰ τῶν ἐφεξῆς λόγων ἁπάντων, πάλιν ἐπὶ τὴν προκειμένην ἀνάξω ῥῆσιν, ἐν ᾗ τῆς γενομένης ἐν Θάσῳ καταστάσεως ἀρχόμενος ἔφη φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος πολὺν ὑετὸν γενέσθαι. ὄντος γὰρ τοῦ φθινοπώρου περὶ ἰσημερίην καὶ δυοῖν μηνῶν, οὐκ εὐθέως ἀπ’ ἀρχῆς συνεισέβαλεν ἡ εἰρημένη κατάστασις, ἀλλὰ περὶ τὴν ἰσημερίαν ἤρξατο καὶ παρέτεινεν ἄχρι πλειάδος δύσεως ἡμέραις ὡς πεντήκοντα, ἐν Θάσῳ φθινοπώρου. κατὰ μὲν τὸν Κόϊντον οὔθ’ ἡ χώρα συνενδείκνυταί τι πρὸς τὴν τῶν νοσημάτων πρόγνωσιν οὔθ’ ὅλως δυνατόν ἐστι τὰ γενησόμενα προγνῶναι, μόνον δὲ τὸ γεγενῆσθαί τινα νοσήματα, διεφθαρμένης τῆς κατὰ φύσιν ἐν ταῖς ὥραις κράσεως. ἐνίοτε δὲ καὶ τὴν ἰδέαν αὐτῶν οὐκ ἐκ μεθόδου λογικῆς, ἀλλ’ ἐκ πείρας μόνης φησὶν ἐγνῶσθαι καὶ τάς τε τῶν δυσκρασιῶν ἐπιπλοκὰς, ἃς συνδρομὰς ὀνομάζουσιν οἱ ἐμπειρικοὶ τῶν ἰατρῶν, ἐξηγούμενοι, τοὺς ἀφορισμοὺς, ἐκ
25
πείρας ἔλεγον εὑρῆσθαι τῶνδε τινῶν νοσημάτων αἰτίας γινομένας, οἷον ὅταν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, κατὰ τὸ θέρος ἔσονται πυρετοὶ ὀξεῖς καὶ ὀφθαλμίαι καὶ δυσεντερίαι. καὶ πάλιν· εἰ μὲν ὁ χειμὼν ἔπομβρος καὶ νότιος γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ χειμέριον, αἱ μὲν γυναῖκες ᾗσιν οἱ τόκοι πρὸς τὸ ἔαρ ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσι καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς κατέλεξε, τέσσαρας μόνας διαφορὰς καταστάσεων γράψας, καίτοι παμπόλλων οὐσῶν, ὅπερ ἐχρῆν ἐνθυμηθέντα τὸν Κόϊντον ἐπισκέψασθαί τε καὶ ζητῆσαι, πρῶτον μὲν αὐτὸ δὴ τοῦτο παρὰ φύσιν ἐκτρεπομένων τῶν ὡρῶν, εἶθ’ εὑρόντα πλείους ζητῆσαι τὸν ἀριθμὸν ἁπασῶν, εἶτα σκέψασθαι διὰ τί τῶν τεττάρων ἐμνημόνευσε μόνων ὁ Ἱπποκράτης, ἐφ’ οἷς ἅπασιν εὑρεθεῖσι ζητῆσαί τινα μέθοδον, ᾖ χρώμενοι τὰς τῶν ἄλλων ἁπασῶν καταστάσεων γνωρισόμεθα δυνάμεις. μόνος γὰρ ἂν οὗτος ἱκανῶς προγινώσκειν γινόμενα καὶ τὰς μελλούσας ἐπιδημήσειν νόσους, 
26
ἀλλὰ καὶ προφυλάσσεσθαι καθ’ ὅσον οἷόν τε πρὸς τὸ μηδ’ ὅλως αὐταῖς περιπεσεῖν διὰ τῆς εἰρημένης ὁδοῦ προελθὼν, ἱκανῶς ἔσται μόνος, ἢ εἰ τοῦτ’ ἀδύνατον εἴη, διὰ τὸ μέγεθος τῆς αἰτίας ὡς μετριωτάταις γοῦν ταύταις ἁλῶναι. ὅτι δὲ τὴν θεραπείαν τῶν νοσημάτων ὁ γυμνασθεὶς τὸν λογισμὸν οἷς εἶπον ἅπασιν ἄμεινον εὑρίσκει τῶν μηδὲν προεσκεμμένων οὐδὲ τοὺς ἐπιτυχόντας ἀγνοεῖν ἠγοῦμαι, μήτοι γε τοὺς νομίμως πεπαιδευμένους. ὅτι μὲν αὐτὸς ὁ Ἱπποκράτης οἶδε πλείους τῶν ἐν ἀφορισμοῖς γεγραμμένων τεσσάρων καταστάσεων ἐξ αὐτῶν τῶνδε τῶν βιβλίων, ἃ νῦν ἡμῖν ἐξηγεῖσθαι πρόκειται, γένοιτ’ ἂν ἱκανῶς σαφές. ἐν μὲν γὰρ τῷ πρώτῳ τῶνδε τὴν πρώτην ἔγραψε κατάστασιν, ὑπὲρ ἧς αὐτὸς εἶπεν ἐπὶ τῇ τελευτῇ· γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετὰ αὐχμῶν. δευτέραν δὲ, ἐν ᾗ πάλιν ἔφη· γενομένου δὲ τοῦ ἔτεος ὅλου ψυχροῦ καὶ ὑγροῦ καὶ βορείου. τρίτην δὲ ἀνώμαλόν τε καὶ ποικίλην, ἀρξαμένην μὲν ὀλίγου πρὸ ἀρκτούρου, ψυχρὰν καὶ ὑγράν. ἐφεξῆς δὲ γενομένην ἀπὸ τῆς φθινοπωρινῆς ἰσημερίας ἄχρι πλειάδων
27
δύσεως, ἅπασι νότιον ἅμ’ ἀμετρίαις ὑγρότησιν. εἶτ’ ἐφεξῆς ψυχρὰν καὶ ξηρὰν ἅμα πνεύμασι βορείοις μεγίστοις, ὅλῳ σχεδόν τι τῷ χειμῶνι· κἄπειτα ψυχρὰν καὶ ξηρὰν ἄχρι κυνὸς ἐπιτολὴν, ἐντεῦθεν ἀθρόως καύματα μεγάλα μέχρις ἀρκτούρου, καθ’ ὃν ὕδατα νότια μέχρι τῆς ἰσημερίας. ταύτης οὖν τῆς καταστάσεως ἀνωμάλου γενομένης ὅμως ἐπεκράτει τὸ ψυχρὸν καὶ ξηρόν. ἐν δὲ τῷ τρίτῳ τῶν βιβλίων τούτων ἔγραψε κατάστασιν, ἣν εἰς ἓν πάλιν ἀναγαγὼν κεφάλαιον ἔφησεν· ἔτος νότιον ἔπομβρον, ἄπνοια διὰ τέλεος. ἄλλην δ’ ἐν τῷ δευτέρῳ κατάστασιν ἐν ἀρχῇ γράφων εἶπεν· ἄνθρακες ἐν Κρανῶνι θερινοὶ, ὗεν καύμασιν ὕδατι λάβρῳ διόλου, ἐγένοντο μᾶλλον νότῳ. ὥσπερ καὶ αὐτὴ θερμοτάτη ἐστὶ καὶ μετρίως ὑγρὰ, ὡς κατὰ μίαν ὥραν γενομένη τὸ θέρος, ὥσπερ καὶ ἡ κατὰ τὸ τρίτον βιβλίον ἐν ὅλῳ τῷ ἔτει. γεγραμμέναι δ’ εἰσὶ καὶ ἄλλαι καταστάσεις ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις, ἃς οὐκ εἶπ’ ἐν ἀφορισμοῖς. ἀλλ’ ὡς συνεχέστερόν τε τῶν ἄλλων γινομένας τὰς τέσσαρας, ἀκούσας τε παράδειγμα γίγνεσθαι,
28
μετὰ τῆς ἐν τῷ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων αἰτιολογίας ἠξίωσε τοῖς ἀφορισμοῖς γραφῆναι. ἀλλὰ καὶ εἰ μὴ παραλέλοιπε τελέως τὴν αἰτιολογίαν, ἡμεῖς ἂν αὐτὴν εὕρωμεν ἐκ τῶν ἐν τοῖς ἀφορισμοῖς ὑπ’ αὐτοῦ γεγραμμένων, ἱκανῶν ὄντων ἀνδρὶ λογικῷ πρὸς τὴν τῶν εἰρημένων εὕρεσιν. ἐπίστασθαι γάρ σε χρὴ τοῦτο δεδειγμένον μὲν ὑφ’ ἡμῶν ἤδη πολλάκις ἐν πολλοῖς αὐτάρκως, εἰρησόμενον δὲ καὶ νῦν εἰς ὅσον ἀναγκαῖόν ἐστιν αὐτοῦ μνημονεῦσαι, ὡς τὰς κατὰ μέρος ἐν ἁπάσαις τέχναις συμπλοκὰς τῶν ἁπλῶν φαρμάκων ἀδύνατον εἶναι δι’ ἐμπειρίας γνωσθῆναι, διὰ τὸ πλῆθος, ἀλλ’ ἐπὶ πάσαις αὐταῖς ὁδὸς μία τῆς εὑρήσεώς ἐστιν, ἡ διὰ τῶν οἰκείων στοιχείων, ὥσπερ καὶ ἐπὶ γραμματικῇ. τίνα τοίνυν οἰκεῖα στοιχεῖα τῶν καταστάσεών ἐστιν, ἴδωμεν ἀπὸ τοῦ πράγματος τῆς οὐσίας ὁρμηθέντες, ὡς ἐν τοῖς περὶ ἀποδείξεως ἐδιδάχθημεν. ἀναλαβὼν οὖν ἀπ’ ἀρχῆς τὸν λόγον ἤδη σοι δίειμι ἅπαντα κατὰ τὸ συνεχὲς, μηδὲν παραλιπών. αἰῶραι τοῦ ἔτους διαφέρουσιν ὑγρότητι καὶ θερμότητι καὶ ψυχρότητι καὶ ξηρότητι, τοῦ μὲν χειμῶνος ὑγρότητι καὶ ψυχρότητι τὰς ἄλλας ὑπερβάλλοντος, ὥσπερ γε τοῦ θέρους
29
θερμότητι καὶ ξηρότητι, τοῦ δ’ ἦρος ἀκριβῶς ἀμφοῖν ὄντος ἐν τῷ μεταξύ. κρατεῖ γὰρ οὐδέτερον ἐν αὐτῷ κατ’ οὐδετέραν ἀντίθεσιν, οὔτε τοῦ ξηροῦ τὸ ὑγρὸν οὔτε τοῦ θερμοῦ τὸ ψυχρὸν, ἀλλ’ οἷον ἰσομοιρία τις ἀμφοτέρων ἐστὶ τῶν ἀντιθέσεων, ὁμοιότης τε τῶν ὡρῶν ἁπασῶν ὅλης τῆς ἡμέρας, ὡς ἔγγιστα καὶ τῆς νυκτὸς, μηδεμιᾶς μεγάλης μεταλλαγῆς ἢ ὑπεροχῆς ἐν αὐτοῖς γινομένης, ὁποία κατὰ φθινόπωρον ὁρᾶται, κρύους μὲν ἕωθεν ὄντος, ἀμφὶ δὲ τὸ μέσον τῆς ἡμέρας θάλους ἰσχυροῦ μεταπίπτοντος αὖ πάλιν εἰς κρύος καὶ τοῦδε, δείλης ὀψίας. ἐπικρατεῖ δ’ ὅμως αὐτῶν τὸ μὲν ξηρὸν τοῦ ὑγροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ. τοιαύτη μὲν ἡ κρᾶσίς ἐστι τῶν ὡρῶν τοῦ ἔτους, ὡς ἐπὶ τὸ πολὺ μεταβολῆς γινομένης κατὰ βραχὺ μὲν, ὡς μηδ’ αἰσθάνεσθαί τινα διὰ παντὸς τοῦ χρότου, κατὰ μείζονα δὲ αἰσθητῶς, οὐ μὴν ἀθρόως γε οὐδ’ ἀμέτρως ἐν ταῖς τῶν ὑγρῶν ὡρῶν καὶ κατὰ φύσιν μεταβολαῖς. ἀρκτούρου γοῦν ἐπιτέλλοντος ὡς τὸ πολὺ σὺν ἀνέμοις ψυχροῖς ὑετὸς γίνεται. κᾀντεῦθεν ἤδη φθινόπωρον μὲν ἄρχεται, παύεται δὲ τὸ θέρος. εἶτ’ ἐν τῷ μετὰ ταῦτα
30
χρόνῳ κατὰ βραχὺ καὶ ἀνεπαισθήτως γινομένης τῆς ἐπὶ τὸ ψυχρότερον μεταβολῆς ἡ τῆς πλειάδος δύσις αἰσθητὴν ἐργάζεται τὴν τροπήν. ἐντεῦθέν τε πᾶσιν ὁμοίως ἐπὶ τὴν ἐαρινὴν ἰσημερίαν ἀφικνεῖται, καὶ ποτὲ μὲν ὁμοία προσθήκη μέχρι πλειάδος ἐπιτολῆς γίνεται, πολλάκις δ’ αἰσθητὴ μέν τις ἐν τῷ περὶ τὴν ἰσημερίαν χρόνῳ, σύμμετρος δέ. καὶ μέντοι μετὰ τὴν πλειάδος ἐπιτολὴν αὐξάνεται τὸ θερμὸν καὶ τὸ ξηρὸν ἄχρι κυνὸς ἐπιτολῆς συμμέτρως καὶ κατὰ βραχὺ, ἐλθόντος τε τούτου γενήσεται νότιον μὲν ὀλίγον, ἐπ’ αὐτοῖς δ’ ὑετοὶ ἐπίσης τοῖς ἐτησίοις πνεύμασιν ἄχρι τῆς κατὰ τὸν ἀρκτοῦρον ἐπιτολῆς. καὶ τοίνυν ἤ γε πεῖρα καὶ ὁ λόγος ἡμᾶς ἐδίδαξεν, ὅταν οὕτως αἱ ὧραι τοῦ ἔτους προέρχονταί τε καὶ εἰς ἄλληλα μεταβάλλουσι, μήτε λοιμόν τινα μήθ’ ὅλως ἐπιδήμια νοσήματα γινόμενα, μόνας δὲ τὰς ὀνομαζομένας ὑπ’ αὐτοῦ σποράδας νόσους, τὰς κατὰ τὴν δίαιταν ἑπομένας. ἐπειδὴ καθ’ ἑκάστην τῶν ὡρῶν ἴδιος μὲν ἐπικρατεῖ χυμὸς, ὡς αὐτὸς ἐδίδαξε τοῦ μὲν χειμῶνος τὸ φλέγμα, τοῦ δὲ ἦρος τὸ αἷμα, τοῦ δὲ θέρους χολὴ, φθινοπώρου δὲ ἡ ὀξεῖα· διὰ τοῦτο τοῖς κακῶς διαιτωμένοις οὐ 
31
τὰ αὐτὰ πλεονάζουσι νοσήματα κατὰ πάσας τὰς ὥρας, ἀλλὰ ὡς αὐτὸς ἐδίδαξε, τοῦ μὲν ἦρος τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ ἐπιληπτικὰ καὶ αἵματος ῥύσιες καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς καταλέγει. τοῦ δὲ θέρους ἔτους, ὁμοίως καὶ τοῦ φθινοπώρου, χειμῶνος δ’ ἄλλα γινόμενα μὲν ἐκ τῶν κατὰ τὴν δίαιταν ἁμαρτημάτων, ὑπαλλασσόμενα δὲ ταῖς ἰδέαις διά τε τὴν ὥραν τοῦ ἐνιαυτοῦ καὶ τὴν ἡλικίαν τε καὶ φύσιν. ἐπειδὴ γὰρ καὶ κατὰ τὰς φύσεις καὶ κατὰ τὰς ἡλικίας αἵ τε κράσεις τῶν σωμάτων ἕτεραι γίνονται καὶ αἱ τῶν χυμῶν ἐπικράτειαι διαφέρουσι, διὰ τοῦτο καὶ κατὰ ταύτας νῦν ὑπαλλάσσεται τῶν νοσημάτων ἡ ἰδέα. περὶ μὲν οὖν τῶν ἐν ταῖς ἡλικίαις διαφορῶν ὡδί πως ἔγραψεν· ἐν δὲ ταῖς ἡλικίαις συμβαίνει τοῖσι μὲν σμικροῖς καὶ νεογενέσι παιδίοισιν ἄφθαι, ἔμετοι καὶ τἄλλα τὰ τούτων ἐφεξῆς γεγραμμένα κατὰ πᾶσαν ἡλικίαν. περὶ δὲ τῶν φύσεων ὡδί πως· τῶν φύσεων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ καὶ κακῶς πεφύκασι. γίνεται τοίνυν καὶ ἴσον μὲν ἔχον λόγον τὸ σῶμα τοῦ κάμνοντος αἰτίου ποιητικὸν πρὸς τὸ
32
περιέχον. ἐξ ἀμφοῖν δὲ συνελθόντων ἡ ἐπίκτητος ἐπιτελεῖται κρᾶσις, ἐφ’ ᾗ τῶν ἐπιδημησάντων νοσημάτων ἡ γένεσις. ἐὰν οὖν ἴδωμεν οἷόν τι πέφυκεν εἰς τὸ σῶμα δρᾶν τῶν ἀνθρώπων ἡ τοῦ περιέχοντος θερμότης, ὁποῖον δὲ ἡ ψυχρότης τε καὶ ξηρότης καὶ ὑγρότης, ἴδωμεν δὲ καὶ τὴν ὕλην αὐτὴν τὴν πάσχουσαν ὁποία τίς ἐστιν, οὐδὲν ἔτι χαλεπὸν εὑρεῖν καὶ προγνῶναι τὰ γενησόμενα νοσήματα. καὶ τούτων αὐτῶν ἔτι πρότερον εἰσόμεθα καλῶς εἰρημένον τὸ ἐν τοῖσι καθεστῶσι καιροῖσιν, ἢν αἱ ὧραι τὰ ὡραῖα ἀποδιδῶσι, εὐσταθέσταται καὶ εὐκρινέσταται αἱ νοῦσοι γίνονται, ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκρατοι. τίνες οὖν αἱ δυνάμεις εἰσὶ τῶν εἰρημένων ποιοτήτων ὑγρότητος καὶ ξηρότητος, θερμότητος καὶ ψυχρότητος, ἀκούσωμεν αὐτοῦ τοῦ Ἱπποκράτους ἐν ἀφορισμοῖς λέγοντος· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεις. νοσήματα δ’ ἐν ταῖς ἐπομβρίαις ὡς τὰ πολλὰ γίνονται, πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες, ἐπίληπτοι
33
καὶ ἀπόπληκτοι καὶ κυνάγχαι, ἐν δὲ τοῖς αὐχμοῖσι φθινώδεις, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι. ταῦτα μὲν οὖν ἐν αὐτῷ λέλεκται περὶ τῶν εἰς πλείονα χρόνον ἐκτεταμένων καταστάσεων. ὥσπερ δὲ καὶ περὶ τῆς καθ’ ὑγρότητα καὶ ξηρότητα διαφορᾶς ἐν τούτοις ἐδίδασκεν, οὕτως περὶ τῆς κατὰ θερμότητα καὶ ψυχρότητα δι’ ὧν ἔγραψε περὶ τῶν βορείων τε καὶ νοτίων καταστάσεων. ἐπὶ γὰρ τῆς ἡμετέρας οἰκήσεως ὁ μὲν βοῤῥᾶς ψυχρὸς, ὁ δὲ νότος θερμός ἐστι, πλὴν ὁ που σπανίως ἐν ἀρχῇ τοῦ ἦρος ψυχρὸς, ἢ κατ’ ἄλλην τινὰ ὥραν ἐπὶ βραχὺ πνεύσειε τοιοῦτος, οὐδὲ τότε τοῦ βοῤῥᾶ ψυχρότερος. ἄκουσον οὖν ἑξῆς καὶ ὡς περὶ τούτων ἐν ἀφορισμοῖς ἔγραψεν ἀρξάμενος ὧδε· νότοι βαρυήκοοι, ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοὶ, ὅταν οὕτως δυναστεύῃ τοιαῦτα ἐν ταῖς ἀῤῥωστίαις πάσχουσιν, ἢν δὲ βόρειον ᾖ, βῆχες φάρυγγος, κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεις, ὀδύναι πλευρέων, στηθέων. ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι προσδέχεσθαι. ταῦτα μὲν οὖν αὐτῷ λέλεκται περὶ τῶν ἰσχυρῶν νοτίων καὶ βορείων
34
καταστάσεων τῶν ἐπὶ πλέον ἐν χρόνῳ γινομένων. ἐνδείκνυται γὰρ διὰ τοῦ δυναστεύειν περὶ πνεύματος οὐκ ἂν ἐπὶ τοῦ ἦρος, οὔτε βραχεῖ χρόνῳ πνεύσαντος οὔτ’ ἐπὶ πλείοσιν ἡμέραις, ἀλλ’ ἀσθενοῦς, εἰπὼν τοῦτο τοὔνομα. περὶ δὲ τῶν ἐφημέρων νοτίων τε καὶ βορείων πνευμάτων ἄκουσον αὖθις ἃ λέγει· αἱ μὲν καθημεριναὶ καταστάσιες αἱ μὲν βόρειοι τά τε σώματα συνιστῶσι καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὐδύνατα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουσι καὶ τὰς κοιλίας ξηραίνουσι καὶ τὰ ὄμματα δάκνουσι καὶ περὶ τὸν θώρακα ἄλγημα, ἤν τι προϋπάρχῃ, μᾶλλον πονέουσι. αἱ δὲ νότιοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι καὶ βαρυκοΐας καὶ καρηβαρίας καὶ ἰλίγγους ἐμποιέουσιν ἔτι τοῖς ὀφθαλμιῶσι καὶ ἐν τῷ σώματι δυσκινησίαν, καὶ τὰς κοιλίας ὑγραίνουσιν. εἴρηται δὲ ἐν ἀφορισμοῖς ὑπ’ αὐτοῦ καὶ ἄλλα γέ τινα περί τε φύσεως ὡρῶν καὶ τῆς ἀθρόας εἰς ἄλληλα μεταβολῆς, ὧν ἕκαστον κατὰ τὸν προσήκοντα καιρὸν μνημονεύσομεν. ἐν τῷ παρόντι τοῦτο μόνον ἀρκεῖ, διδαχθέντας τὰς πρώτας στοιχεώδεις δυνάμεις τῶν καταστάσεων ὑπ’ αὐτοῦ
35
τοῦ Ἱπποκράτους εἰρῆσθαι, καθ’ ἃς χρὴ περὶ πασῶν τῶν ὁπωσοῦν καταστάσεων τῶν γενομένων ὁδῷ καὶ τάξει προϊόντας ἡμᾶς ἐξευρίσκειν, ὁποῖά τέ τινα γενήσεται νοσήματα καὶ ὅπως αὐτὰ κωλυτέον ἐστὶν ἢ συστάντα θεραπευτέον, οὗτος γὰρ μέγιστος καρπὸς τῆς ἐνεστώσης πραγματείας. ἐν δὲ τοῖς στοιχειώδεσι τούτων ἔστι καὶ ἡ χώρα συνενδεικνυμένη καὶ αὐτή τι πρὸς τὴν τῶν νοσημάτων πρόγνωσιν, ὥσπερ ἥ τε φύσις ἑκάστου καὶ ἡ ἡλικία καὶ τὸ ἐπιτήδευμα καὶ ἡ δίαιτα. δέδεικται δ’ ὑπ’ αὐτοῦ σαφῶς ἐν τῷ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ὁποῖα τὰ καθ’ ἑκάστην χώραν πλεονάζει νοσήματα. δυνήσῃ τοιγαροῦν ὅθεν ἡ τοῦ περιέχοντος ἡμᾶς κατάστασις ἀμέτρως ψυχρὰ καὶ ὑγρὰ γινομένη, κατὰ τὴν ἑαυτῆς φύσιν ἐργάζεσθαι μέλλει τὰ ὑπ’ αὐτοῦ δεδειγμένα νοσήματα καὶ τὴν παρὰ τῆς οἰκήσεως ἔνδειξιν λαβεῖν ὁμοίαν τῇ παρὰ τῆς ἡλικίας καὶ τῆς φύσεως καὶ τῶν ἐπιτηδευμάτων καὶ τῆς ὅλης διαίτης. τὰ μὲν γὰρ ὑγρὰ καὶ ψυχρὰ τῆς φύσεώς τε καὶ κατὰ τὰς ἔξωθεν περιστάσεις ῥᾷον ἁλώσεται τοῖς ὑπὸ τῆς 
36
ὑγρᾶς καὶ ψυχρᾶς καταστάσεως ἐσομένοις νοσήμασι, τὰ δὲ ἐναντία δυσχερέστερον. ἐὰν οὖν οἴκησις ὑγρὰ καὶ ψυχρὰ κατὰ τὸν ἑαυτοῦ λόγον καὶ τὴν κατάστασιν ἔχοι τοιαύτην, ἕτοιμον τῶν οἰκείων τῇ καταστάσει νοσημάτων ἡ γένησις ἔσται, συντελούσης τι καὶ τῆς οἰκήσεως. ὥσπερ γε πᾶσα ἡ ἀμέτρως θερμή ποτε γένοιτο καὶ ὑγρὰ κατάστασις, οἵαν ἐν τῇ β΄ τῶν ἐπιδημιῶν ἔγραψεν ἐν ἀρχῇ λέγων, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου. συντελὲς δέ τι πρὸς τὴν τῶν εἰρημένων σηπεδόνων νοσημάτων γένεσιν ἡ χώρα, μάλιστα μὲν εἰ κατ’ ἄμφω δύσκρατος εἴη θερμοτέρα καὶ ὑγροτέρα καταστῶσα, συντελέσει δὲ καὶ κατὰ τὸ ἕτερον τούτων εἰ ἀμέτρως ᾖ κεκραμένη, καθάπερ ἡ Κρανὼν ἐν κοίλῳ καὶ μεσημβρινῷ χωρίῳ κειμένη. καὶ διὰ τοῦτο μάλιστα σηπεδονώδεσι νοσήμασι, τοῖς ἄνθραξιν ἁλοῦσα πρὸς τοῖς ἄλλοις ἀτόποις, ἔτι καὶ διὰ τὸ τὰ βόρεια τῶν πνευμάτων ἀπεστράφθαι, πνεύσεσι καὶ ταῖς καλουμέναις νηνεμίαις κατεχομένη. Κρανὼν μὲν οὖν τοιαύτη, Θάσος δὲ τοὔμπαλιν. ἔστραπται γὰρ πρὸς τὰ βόρεια καὶ ψυχρὰ πνεύματα κατάντικρυ τῆς
37
Θρᾴκης κειμένη. γενομένης οὖν τῆς καταστάσεως ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν οὐκ ἦν εὐάλωτον τὸ χωρίον, ὅσον ἐφ’ ἑαυτῷ τῇ καταστάσει. εἰ γὰρ μεσημβρινὸν ἦν ἔτι καὶ κοῖλον, ἐσχάτως ἂν ἡ εἰρημένη κατάστασις ἐγεγόνει λοιμώδης αὐτῇ.

Ὕδατα πολλὰ, ξυνεχέα μαλθακῶς, ὡς ἐν νοτίοισι.

Τρισσῶς ὕδατα γίνεται πολλὰ, ποτὲ μὲν διὰ τὸν ὑετὸν αὐτὸν ἀθρόον ἐκρηγνύμενον, ἐνίοτε δὲ τῷ μήκει τοῦ χρόνου, κἂν ψεκάδες ὦσι μόναι καθ’ ἑκάστην ἡμέραν γινόμεναι, καί ποτ’ ἀμφοῖν ἅμα συνελθόντων. ἔχεις δὲ αὐτῶν πάντων παραδείγματα γεγραμμένα, κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία, τοῦ μὲν πρώτου τρόπου τὴν κατάστασιν, ἧς ἄρχεται τόνδε τὸν τρόπον· ἐν Θάσῳ πρὸ ἀρκτούρου ὕδατα πολλά. δηλοῖ γὰρ ταῦτα τὰ μεγάλα, πλῆθος ὕδατος ἀθρόου. τοῦ δὲ δευτέρου τρόπου παράδειγμα τὸ νῦν εἰρημένον ἐστίν· ὕδατα

38
πολλὰ, ξυνεχέα μαλθακῶς. τὸ γὰρ πλῆθος αὐτῶν ἠθροίσθη, διὰ τὸ συνεχὲς ἐν χρόνῳ πλέονι γενέσθαι καὶ μὴ καθάπαξ λάβρως ἐν ἑνὶ καιρῷ. τοῦ δὲ τρίτου τρόπου παράδειγμά ἐστι τὸ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ἐν ἀρχῇ γεγραμμένον, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου. τὸ μὲν γὰρ λάβρον πρὸς τὸν προειρημένον τρόπον κοινόν ἐστι, τὸ δὲ διόλου πρὸς τὸν δεύτερον. περὶ μὲν οὖν ἐκείνων τῶν καταστάσεων αὖθις ἐροῦμεν κατὰ τὸν οἰκεῖον ἑκάτερον, ἣν προκείμενον ἦν ἐν τῷ λόγῳ μεταξὺ τῆς φθινοπωρινῆς ἰσημερίας καὶ τῆς ἀρχῆς τοῦ χειμῶνος γενομένης ὕδατος καθ’ ὅλην αὐτὴν ἔσχε μαλθακῶς, ὡς αὐτὸς ἔφην, ὅπερ ἀντίκειται τῷ ἀθρόως καὶ λάβρως καὶ σφοδρῶς.

Χειμὼν νότιος.

Ὅτι φθινοπώρου πέρας οἶδε καὶ αὐτὸς τὴν τῆς πλειάδος δύσιν, ἣν διὰ συντόμου φωνῆς ὀνομάζει καὶ πλειάδα, σαφῶς

39
ἐδήλωσεν εἰπὼν, μετὰ τὸ προειπεῖν περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος, γράψας τε ἐφεξῆς, χειμὼν νότιος, ὡς οὐδενὸς ὄντος μεταξὺ χρόνου διηγήσεως ἰδίας δεομένου, συνάπτοντος δὲ χειμῶνος τῇ δύσει τῆς πλειάδος.

Μικρὰ πνεύματα βόρεια.

Μικρά φησι πνεύματα γίνεσθαι τοῦ χειμῶνος. εἰ δέ γε κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ χειμὼν ἐπεραίνετο, πάντως ἂν ἐγένετο μεγάλα. καὶ κατὰ διττὸν τρόπον ὑπῆρξεν ἂν αὐτοῖς τοῦτο, καθάπερ καὶ νῦν ἔοικε γεγονέναι σμικρὰ, κατά τε τὸ ἴδιον μέγεθος αὐτῶν καὶ κατὰ τὸ μῆκος τοῦ χρόνου. καὶ γὰρ ὀλίγαις ἡμέραις ἐγένετο βόρεια καὶ οὐκ ἰσχυρὰ, τοῦ χειμῶνος εἰθισμένου μέγαν ἔχειν βοῤῥᾶν ἐν χρόνῳ πολλῷ.

40
Αὐχμοί.

Τὴν ξηροτέραν τοῦ προσήκοντος κατάστασιν αὐχμὸν ὠνόμασεν οὐ πάνυ τι συνήθως. εἰώθαμεν γὰρ οὐ τὴν ἁπλῶς ξηροτέραν, ἀλλὰ τὴν ἄκρως ξηρὰν ὀνομάζειν οὕτως. ἀμήχανον δέ ἐστι καὶ ἄπιστον εἰς τοσοῦτον γενέσθαι τὸν χειμῶνα ξηρὸν, ὡς αὐχμηρὰν ἀπεργάζεσθαι τὴν γῆν ὥσπερ ἐν θέρει. οὐ γὰρ ἐν ἦρι τοιαύτη γίνεται κατάστασις, ᾗ νῦν ὅμοιον γεγονέναι φησὶ τὸν χειμῶνα τὸ σύνολον.

Τὸ σύνολον εἴς γε χειμῶνα ὁκοῖον ἔαρ γίνεται.

Ξηρότερον μὲν ἑαυτοῦ φησὶ γεγονέναι τὸν χειμῶνα, οὐ μὴν ὡσαύτως τῷ θέρει ξηρὸν, ὥστε καὶ τὸν αὐχμὸν ὃν ὀλίγον ἔμπροσθεν ἔφαμεν οὐ πάνυ τι κυρίως εἰρῆσθαι. δεκτέον 

41
οὖν ἐστιν οὐχ ἁπλῶς ὑπ’ αὐτῶν εἰρῆσθαι νῦν, ἀλλ’ ἐν τῇ πρός τι, καθάπερ μύρμηκα μέγαν ἢ ὄρος μικρόν. ὡς γὰρ ὁ χειμὼν ἐγένετο νῦν, οὐχ ἁπλῶς αὐχμηρὸς, ὥσπερ οὐδὲ μέγας μύρμηξ ἁπλῶς μέγας, ἀλλ’ ὡς μέγας μύρμηξ, οὗτός τε οὖν τοῦ ὄρους τοῦ σμικροῦ σμικρότερός ἐστιν, ὅ τε χειμὼν ὁ αὐχμηρὸς ὑγρότερος τοῦ θέρους, ὥσπερ καὶ τὸν νῦν γεγενημένον χειμῶνα παραβάλλων εἶπε, τὸ ξύνολον εἰς χειμῶνα ὁκοῖον ἔαρ γίνεται.

Ἦρ δὲ νότιον, ψυχινὸν, μικρὰ ὕσματα.

Ἔοικεν οὖν εἰρηκέναι τὸ ἔαρ νότιον οὐχ ὡς οὐδ’ ὅλως ἐν αὐτῷ γενομένων τῶν βορείων, ἀλλ’ ὡς ὀλιγίστων ἐν ἀρχῇ καὶ οὕτως ὀλίγον ὥστε τὴν ὅλην κατάστασιν τῆς ὥρας ἐκείνης νότιον εἰπεῖν.

42
Θέρος ὡς τοπολὺ ἐπινέφελον, ἀνυδρίαι, ἐτησίαι ὀλίγαι, σμικραὶ διεσπαρμένως ἔπνευσαν.

Εἴ τις ἅπαντα τὰ περὶ τοῦ θέρους εἰρημένα συνθείη, φαίη ἂν καὶ τοῦτο νότιόν τε καὶ αὐχμηρὸν ἅμα γεγονέναι.

Γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετὰ αὐχμῶν.

Οὐχ ὡς οὐδέποτε γενομένης ἐκδοχῆς ὑδάτων ἐν ὅλῳ τῷ ἔτει τὸ μετ’ αὐχμῶν εἶπεν, ἀλλ’ ὡς ὀλιγίστων παντάπασιν. πλὴν γὰρ τοῦ πρώτου χρόνου τοῦ μετὰ τὴν φθινοπωρινὴν ἰσημερίαν ἄχρι πλειάδος, πᾶς ὁ λοιπὸς ἐπικρατοῦσαν ἔσχηκεν ἱκανῶς τὴν ἀνυδρίαν. ἀγωγὴν δὲ δηλονότι τὴν κατάστασιν ὠνόμασε τοῦ περιέχοντος. εἴπερ οὖν ἀληθές ἐστιν ὡσαύτως τῷ περιέχοντι συνεξαλλοιοῦσθαι τὰ τῶν

43
ζώων σώματα, κατὰ μὲν τοὺς ὄμβρους ὑγρότερα γενήσονται, κατὰ δὲ τοὺς αὐχμοὺς ξηρότερα. καὶ κατὰ μὲν τὰς θερμότητας ἐπικρατούσας ἡ κεφαλὴ ῥωστικὴ, κατὰ δὲ τὰς ψυχρότητας, αὐτὴ μὲν ἔσται κουφοτάτη, τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα μόρια πονέσει. τῇ τοίνυν εἰρημένῃ καταστάσει, περὶ ἦς πρόκειται σκοπεῖσθαι, μεταξὺ τὴν φύσιν ἐχούσῃ τῆς τε αἰθρίου καὶ καθαρᾶς ἀκριβῶς καὶ τῆς μετ’ ὄμβρων, ὁμοιούμενα τὰ σώματα μέσην ἕξει κατάστασιν κράσεως, ἣν ἐπίτρεψόν μοι καλέσαι νεφελώδη. τοιούτου γὰρ ὄντος τοῦ περιέχοντος, ὑποκειμένης δὲ καὶ τοῦ συναλλοιοῦσθαί τε καὶ συνεξομοιοῦσθαι τούτῳ τὰ σώματα, σαφηνείας ἕνεκεν οὐδὲν ἂν εἴη χεῖρον ὠνομάσθαι τὴν ἐν αὐτοῖς γενομένην κατάστασιν οἶον νεφελώδη τινά. καθάπερ οὖν ὅταν ὁ χειμὼν φυλάττῃ τὴν οἰκείαν κρᾶσιν, ἀναγκαῖόν ἐστιν ὑγρὸν καὶ ψυχρὸν χυμὸν γεγενῆσθαι τὸ φλέγμα, τοῦ θέρους δ’ ἔμπαλιν τὸ θερμὸν καὶ ξηρὸν τὴν ὠχρὰν χολὴν, οὕτως ὁπότε νεφελῶδές ἐστι τὸ περιέχον, ἐπικρατεῖ τις τῶν χυμῶν ἐν μὲν ταῖς φλεγματικαῖς φύσεσι ὁμιχλῶδές τε καὶ
44
νεφελῶδες, ὡς ἂν εἴποι τις, φλέγμα. κατὰ δὲ τὰς πικροχόλους αὖ πάλιν ἡ ὁμιχλώδης τε καὶ νεφελώδης χολή. διὰ παντὸς μὲν γὰρ ἀποῤῥεῖ τι τοῦ σώματος ἡμῶν ἀτμῶδες, ἀλλ’ ἐν μὲν ταῖς ξηραῖς καταστάσεσι πλεῖστον, ἐν δὲ ταῖς ὑγραῖς ὀλίγιστον. ἀθροιζόμενον οὖν ἔνδον τοῦτο παραπλήσιον ὁμίχλῃ καὶ ἀχλύϊ τὸ σύμφυτον ἡμῶν ἐργάζεται πνεῦμα· ὅμοιος γάρ ἐστιν ἐν τῷ περιέχοντι τὰ ζῶα πνεύματι ὁ ἀτμὸς, ὥστε κᾀνταῦθα θαρσήσας ἄν τις εἶπεν ἐν τοιαύτῃ καταστάσει γίνεσθαι τὸ ἐν ἡμῖν πνεῦμα. καὶ μὴν ὅταν ὁμίχλη τις ἢ ἀχλὺς ἐν ἑνὶ χρόνῳ ᾖ, πάσχουσα δύο ταυτὶ παθήματα, τό τ’ ἀναφέρεσθαι καὶ τὸ πιλοῦσθαι, νεφέλη γίνεται λευκή. ἄνευ μὲν γὰρ ὑγρότητος βορείου τοῦ ἀέρος ἀκριβῶς ὄντος οὐκ ἄν ποτε γένοιτο νέφος. ἤτοι δὲ λαμπρὸν ἢ μέλαν ἀποτελεῖται τοῦτο δι’ ἀραίωσιν ἢ πίλησιν. ἀραιούμενον οὖν τὸ νέφος εἰς ἑαυτὸ καταδέχεται τὸ τοῦ ἡλίου φῶς καὶ κατὰ τοῦτο φαίνεται λαμπρὸν ὡς ἂν ἐκλαμπούσης αὐτῷ τῆς
45
ἡλιακῆς αὐγῆς ὥσπερ ἐν τοῖς διαφανέσι σώμασιν. πιληθέντος δὲ καὶ πυκνωθέντος τοῦ νέφους οὐ διεισέρχεται μὲν αὐτὸ τὸ ἡλιακὸν φῶς, μέλαν δὲ εἰκότως φαίνεται τὸ τοιοῦτον, ὥσπερ καὶ αὐτὸς ὁ ἀὴρ τῆς νυκτὸς, ἀπολιπόντος αὐτὸν τοῦ παρ’ ἡλίου φωτός. καὶ φαίνεται σαφῶς ὁμίχλη πολλάκις μὲν ἐπὶ τὴν γῆν καταῤῥέουσα καὶ καλεῖται τὸ τοιοῦτον δρόσος, ἐνίοτε δὲ εἰς ὕψος αἰρομένη καὶ προφανῶς γινομένη νέφος, ἤτοι λευκὸν ἢ μέλαν, λευκὸν μὲν ὅταν, ὡς εἶπον, εἰς ὅλον αὐτὸν δέξηται τὴν ἡλιακὴν αὐγὴν, μέλαν δὲ ἐπειδὰν μηδ’ ὅλως ὑποδέχηται. τὰ δὲ ἄλλα τὰ μεταξὺ τούτων χρώματα κατὰ τὸ ποσὸν τῆς κεραννυμένης αὐγῆς τὰ νέφη λαμβάνει, καί σοι τάχα δόξει διαφέρεσθαι πρὸς ἑαυτὸν ὁ λόγος, ἀναφέρεσθαί τε λέγων εἰς ὕψος τὴν ὑγρότητα καὶ πιλοῦσθαι. τὸ μὲν γὰρ ἀναφέρεσθαι θερμότητος ἔργον ἐστὶ, τὸ δὲ πιλοῦσθαι ψυχρότητος. οὐ δυνατὸν δέ ἐστι ταὐτὸν ἅμα θερμὸν εἶναι καὶ ψυχρόν. ἀλλ’ ἐὰν ἐννοήσῃς αὐτὴν μὲν τὴν ἀναφερομένην ἀτμίδα θερμὴν εἶναι καὶ διὰ τοῦτο πρὸς τὸ μετέωρον αἴρεσθαι, τὸν δὲ ὑποδεχόμενον αὐτὴν ἀέρα ψυχρὸν, οὐκέτι ἀπορήσεις ὅπως ἀναφέρεταί τε ἅμα καὶ πιλεῖται. τὸ μὲν 
46
γὰρ ἀναφέρεσθαι παρ’ ἑαυτῆς ἕξει, τὸ δὲ συνάγεσθαι καὶ σφίγγεσθαι διὰ τὸν ὑποδεχόμενον ἀέρα, καὶ ὅσῳ δ’ ἂν ᾖ ψυχρότερος οὗτος, τοσοῦτον μᾶλλον πιλήσει τε καὶ συνάξει τὴν ἀναφερομένην ὁμίχλην. ὅταν οὖν ὁ ἀὴρ μήτε θερμαίνῃ ἐναργῶς μήτε ψυκταλίδα ἔχῃ τοιαύτην, ἀναγκαῖόν ἐστιν ἐν αὐτῷ διαμένειν τὴν ὑψωθεῖσαν ὁμίχλην οἵαπερ ἦν ἐξ ἀρχῆς καὶ γίγνεσθαι λευκὸν μὲν ἀκριβῶς ἐξ αὐτῆς νέφος, ἐπειδὰν ὑπὸ τῆς ἡλιακῆς αὐγῆς κινηθῆ. μεταξὺ δὲ λευκοῦ τε καὶ μέλανος, ὅταν μὴ τελέως αὐτὴν ὁ ἥλιος καταλάμπῃ. μὴ τοίνυν θαύμαζε διὰ τί τὰ σώματα τῶν ζώων ὁμοίαν ἴσχει ποτὲ τοιᾷδε καταστάσει τὴν ἐν αὐτοῖς διάθεσιν, ἀλλὰ πείθου λέγοντος Ἱπποκράτους, νότοι βαρυήκοοι, ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. διηγεῖται γὰρ ἐν τῷ λόγῳ τῷδε τὰ παθήματα τοῦ σώματος, ἃ πάσχει μὲν ἐν ταῖς νοτίοις καταστάσεσιν, ὥστε ὥσπερ τὸ βαρυήκοοι καὶ διαλυτικοὶ καὶ νωθροὶ κατὰ τῶν ὑπὸ τοῦ νότου γινομένων ἐν τοῖς ἡμετέροις σώμασιν εἴρηται, προδήλως οὕτως ἡγεῖσθαι
47
χρὴ καὶ τὸ ἀχλυῶδες λελέχθαι τῆς ἐν ἡμῖν ἀθροιζομένης ἀχλύος δι’ αὐτὸν δηλωτικὸν ὂν, οὐ τοῦ περιέχοντος.

Πρωῒ μὲν τοῦ ἦρος ἐκ τῆς πρόσθεν καταστάσιος ὑπεναντίης καὶ βορείου γενομένης ὀλίγοισιν ἐγένοντο καῦσοι, καὶ τουτέοισι πάνυ εὐσταθεῖς, καὶ ὀλίγοις ᾑμοῤῥάγησαν, οὐδ’ ἀπέθνησκον ἐκ τουτέων.

Ὅτι μὲν ὀλιγοχρόνιος ἡ βόρειος κατάστασις ἐγίνετο πρωῒ τοῦ ἦρος εὔδηλόν ἐστιν ἐκ τοῦ τὴν ὅλην κρᾶσιν προειρῆσθαι πρὸς αὐτοῦ νότιον, οὐκ ἂν οὕτως εἰπόντος, εἰ ἐπὶ πολλὰς ἡμέρας ἔπνευσεν ὁ βοῤῥᾶς. ὅμως δὲ καὶ πρὸς ὀλίγας ἡμέρας γινομένου βορείου τοῦ περιέχοντος, καυσώδη τινὰ νοσήματα συνέπεσεν ὀλίγοις, ἐπιεικῆ πάνυ καὶ ταχέως καθιστάμενα. φησὶ γὰρ καὶ τούτοισι πάνυ εὐσταθεῖς. γράφουσι δ’ ἔνιοι πάνυ εὐσταθῆ, τινὲς δὲ εὐσταθέα, κατὰ τὴν Ἰωνικὴν γλῶτταν, ἐν ἴσῳ τῷ μέτρῳ καὶ οὐδὲν ὀλέθριον

48
ἔχοντα. καὶ μέντοι καὶ ὀλίγοις αἱμοῤῥαγῆσαί φησιν, ὅπερ ἦν ἴδιον τῶν σφοδρῶν καύσων, ὥσπερ καὶ τὸ παραληρεῖν καὶ τὸ ἀποθνήσκειν, ἅπερ οὐδ’ αὐτοῖς τοῖς τότε γενομένοις συνέπεσεν, ἀλλὰ μετριώτατοί τε καὶ ὀλιγίστοις ἐγένοντο, τοῦ σφοδροῦ καὶ ὡς ἂν εἴποι τις γνησίου καύσου τὴν γένναν ἐπὶ τῇ ξανθῇ χολῇ λαμβάνοντος, ἣν δὴ καὶ ὠχρὰν χολὴν ὀνομάζουσι. ταύτην δ’, ὡς ἐδείκνυμεν, ἐν τῇ προκειμένῃ καταστάσει μόνον κατὰ τὸ προγεγονὸς θέρος ἔσχον οἱ φύσει χολώδεις οὐ πολλὴν, οὐκ ἐν τῷ μετὰ ταῦτα χρόνῳ διὰ τὸ τὴν εἰρημένην κατάστασιν ὑγρὰν οὖσαν, ἔτι καὶ μᾶλλον ἀχλυώδη τε καὶ ὁμιχλώδη γίνεσθαι. εἰκότως οὖν ὀλίγοις τε συνέπεσεν ὁ καῦσος, οἳ πάνυ χολώδεις ἦσαν, καὶ τούτοις οὐκ ἀκριβὴς οὐδὲ σφοδρὸς, ἀλλ’ ἐπιεικὴς καὶ λυθῆναι ῥᾳδίως. οἷς δ’ οὖν συνέβη, διὰ τήνδε τὴν αἰτίαν ἐγένετο. προηγεῖται μὲν δὴ τὸ θέρος τοῦ φθινοπώρου κατὰ φύσιν ἔχον. ἄρχεται γὰρ ὁ Ἱπποκράτης τῆς τῶν καταστάσεων δηγήσεως, ὅταν πρῶτον εἰς τὸ παρὰ φύσιν ἐκτραπῇ τὸ περιέχον
49
ἀναγκαῖον δ’ ἦν ἐν τῷ κατὰ φύσιν θέρει τοῖς πάνυ χολώδεσιν ἠθροῖσθαι πλέονα τὸν χυμὸν τοῦτον. ἐφεξῆς οὖν ἡ γενομένη κατάστασις ἐν ἅπαντι τῷ χειμῶνι μέχρι τοῦ ἦρος, οὔτ’ ηὔξησέ τι τὸν χυμὸν τοῦτον· οὐ γὰρ ἦν θερμὴ σφοδρῶς καὶ ξηρὰ καθάπερ τὸ θέρος· οὔτ’ ἐμείωσέ τι· τὸ γὰρ οὐχ ἱκανῶς ψυχρὰ, καθάπερ ὁ κατὰ φύσιν ἔχων χειμὼν, ἀλλ’ οὐδὲ διεφόρησεν, οὐ γὰρ ἦν ἀκριβῶς ξηρά. λείπεται τοίνυν αὐτὸν διαφυλαχθῆναι προσλαβόντα τὴν οἷον ἀχλυώδη τε καὶ ὁμιχλώδη, διὰ τὴν τοῦ περιέχοντος ὀλίγην ὑγρότητά τε καὶ θερμότητα συντραφεῖσαν ἀτμίδι. πρωῒ δὲ τοῦ ἦρος ἐξαίφνης ἀήθως γενομένου τοῦ βοῤῥᾶ, πρὸς τὸ βάθος τοῦ σώματος ὠθουμένων ὑπ’ αὐτοῦ τῶν χυμῶν, ὁ λεπτότατος πρῶτος ἐῤῥύει καὶ οὕτως εἰργάσατο τὸν καῦσον. οὐ γὰρ ἐν οἷς ἔτυχε μορίοις ἀθροιζόμενος τοῦ σώματος ὁ χυμὸς οὗτος ἐργάζεται καῦσον, ἀλλὰ περί τε τὴν γαστέρα καὶ ταύτης μάλιστα τὸ στόμα καὶ τοῦ ἥπατος τὰ σιμὰ καὶ ὁμοίως οὐχ ᾑμοῤῥάγει, ἴδιον εἴπερ τι ἄλλο τῶν ἀκριβῶν
50
καύσων ἐστὶ τὸ δι’ αἱμοῤῥαγίας κρίνεσθαι. καλεῖ δ’ αἱμοῤῥαγίαν ὁ Ἱπποκράτης ἄνευ τοῦ προσθεῖναι τὸ μέρος ἐξ οὗ κενοῦται τὸ αἷμα, τὰς ἐκ τῶν μυκτήρων ἀποτελουμένας. οὐδὲν δὲ θαυμαστὸν ἀναστομοῦσθαί τε καὶ ἀναῤῥήγνυσθαι τὰς ἐνταῦθα φλέβας ὑπὸ τοῦ αἵματος ἐπὶ τὸ μετέωρον ἀναφερομένου διὰ τὴν θερμασίαν, ὑφ’ ἧς ἀναγκαῖόν ἐστιν αὐτὸ καὶ πνευματοῦσθαι καὶ τότε τὰς φλέβας ἀναστομοῦσθαί τε καὶ ἀναῤῥήγνυσθαι, διὰ τὸ τοῦ πνεύματος πλῆθος, ὃ καὶ τοὺς ἀσκούς τε καὶ τοὺς πίθους ῥήγνυσιν ἀθροιζόμενον ἐν τῷ γλεύκει ζέοντι. τοῦτ’ οὖν τὸ σύμπτωμα τοῖς τότε γενομένοις καύσοις οὐκ ἠκολούθησεν, οὖσί γε μετρίοις, ὡς προείρηται.

Ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόῤῥοπα ἦν καὶ ἐξ ἀμφοτέρων τοῖσι πλείστοισιν, ἀπύροισιν ὀρθοστάδην, ἔστι δ’ οἷς καὶ σμικρὰ ἐπεθερμαίνοντο, κατέσβη πᾶσιν ἀσινέως, οὐδ’ ἐξεπύησεν οὐδενὶ ὥσπερ τὰ ἐξ 
51
ἄλλων προφασίων. ἦν δ’ ὁ τρόπος αὐτέων χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆς ἀνώδυνα, πᾶσιν ἀσήμως ἠφανίσθη.

Τὰ εἰρημένα πάντα διὰ τὴν πλεονεξίαν ἐγένετο τῆς ἀχλυώδους οὐσίας, ὑφ’ ἧς τὰ μὲν ἅμα τῷ φλέγματι πέφυκε γίνεσθαι, τὰ δὲ ἅμα τῇ ξανθῇ χολῇ, τὰ ἐρυσιπελατώδη. ὅταν δ’ ἅμα τῷ αἵματι, τὰ φλεγμονώδη. καθίσταται δὲ ἅπαντα ῥᾳδίως, διαφορουμένης τῆς τοιαύτης οὐσίας ἑτοίμως. ἔμπαλιν δ’ αὐτῆς ὅσα διὰ παχὺν καὶ γλίσχρον γίνεται χυμὸν, δυσδιαφόρητα δεινῶς ὑπάρχει. τὰ δ’ ἐν τῇ προκειμένῃ καταστάσει γεγενημένα χαῦνά τε ἦν, τουτέστι μαλακὰ καὶ ὑπείκοντα τοῖς δακτύλοις καὶ κατὰ τὴν ἐπίθροισιν αὐτῶν βοθρούμενα καὶ μετὰ φλεγμονῆς, ὅπερ ἐστιν οὐ μετὰ φλογώσεως, ἀνώδυνά τε διὰ τὸ μηδέτερον αὐτοῖς συνεῖναι τῶν τὰς ὀδύνας ἐργαζομένων· ἔστι δὲ ταῦτα τάσις τῶν σωμάτων καὶ δυσκρασία σφοδρά. τάσις μὲν οὖν γίνεται

52
διὰ τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς ἐμφρασσομένους δυσλύτως τοῖς πάσχουσι μέρεσι· δυσκρασία δ’ ἰσχυρὰ, διὰ τὸ θερμοὺς ἄγαν ἢ ψυχροὺς ὑπάρχειν αὐτοὺς, ὥστ’ εἰκότως ἀνώδυνα τὰ χαῦνα καὶ χωρὶς ἑλκώσεώς ἐστιν οἰδήματα, διότι δὲ τοιαῦτ’ ἦν καὶ ῥᾳδίως ἐλύετο, διὰ ταῦτ’ οὐκ ἐξεπύησεν, ὥσπερ τὰ ἐπ’ ἄλλαις προφάσεσιν. ὀνομάζει δὲ προφάσεις ὁ Ἱπποκράτης ἐνίοτε μὲν ὡς ἔθος ἐστὶ τοῖς πολλοῖς, ἐπὶ τῶν ψευδῶς λεγομένων αἰτίων φέρων τοὔνομα, πολλάκις δὲ τὰς φανερὰς αἰτίας οὕτως καλεῖ, καί ποτε καὶ πάσας τὰς ἁπλῶς, ἀλλὰ νῦν γε τὰς ἐπὶ ἄλλαις προφάσεσιν ἐκπυήσεις εἴρηκεν, ὅσας ἐδίδαξεν αὐτὸς ἐν πυρετοῖς γινομένας, ἐν οἷς μὲν ἠθροισμένοι εἰσὶ χυμοὶ πολλοὶ παχεῖς καὶ ὠμοὶ, διὰ δὲ τὴν σφοδρότητα καὶ τὴν ὀξύτητα καὶ τὸ πλῆθος τῆς θερμασίας τῆς πυρετώδους ἀναφέρονται πρὸς τὴν κεφαλὴν, εἶτ’ ἀποτιθεμένης αὐτοὺς τῆς φύσεως εἰς τοὺς ἐπὶ τοῖς ὠσὶν ἀδένας αἱ καλούμεναι γίνονται παρωτίδες. οὔτ’ οὖν τοιαύτη τις ἦν περιουσία χυμῶν εἰς τὴν νῦν γενομένην κατάστασιν καὶ φθάσαντα διεφορήθη τὰ συστάντα
53
παρὰ τοῖς ὠσὶν οἰδήματα, διὰ τὸ πνευματώδες τῆς οὐσίας. εὔδηλον οὖν ὅτι τὰ μὲν καυσώδη κατὰ τὴν ἀρχὴν τοῦ ἦρος ἐγένετο τῶν βορείων πνευσάντων, αἱ δ’ εἰρημέναι παρωτίδες ἐν τῷ λοιπῷ παντί. μετριώταται δ’ ἦσαν εἰκότως δι’ ἃς εἶπον αἰτίας, ὥστε καὶ ὀρθοστάδην ὑπ’ αὐτῶν ἐνοχλεῖσθαι τοὺς ἀνθρώπους, ὅπερ ἐστὶ φέρειν αὐτὰς ἀλύπως περιερχομένους καὶ πράσσοντας τὰ συνήθη καὶ μὴ καταναγκαζομένους κλινήρεις γίνεσθαι, καθάπερ ἐν τοῖς σφοδροτέροις νοσήμασι. τά τε γὰρ ἄλλα καὶ οὐδ’ ἐπύρεσσον ἀξιολόγως, ἀλλ’ εἰ καὶ πού τις ἐξ αὐτῶν ἐγένετο θερμότερος, ἐπὶ βραχὺ τοῦτ’ ἔπασχε, διὰ τὴν τοῦ πλεονάσοντος, ὡς εἴρηται, χυμοῦ φύσιν, ἀερώδους τοῦ πλέονος ὄντος καὶ ψυχροῦ.

Ἐγίνετο δὲ ταῦτα μειρακίοισι, νέοισιν, ἀκμάζουσι καὶ τουτέων τοῖσι περὶ παλαίστραν καὶ γυμνάσια πλείστοισι, γυναιξὶ δ’ ὀλίγῃσιν ἐγένετο.
54

Κοινὸν τοῦτο αἴτιον ἐπὶ πάντων τῶν ἀποσκημμάτων ἐπίστασθαι χρὴ λελεγμένον ὑπ’ αὐτοῦ δι’ ἄλλων, ὡς οἱ μὲν θερμότεροι τῶν χυμῶν εἰς τὰ μετέωρα τοῦ σώματος ἀποσκήπτουσιν, οἱ δὲ ψυχρότεροι κάτω. ἐπεὶ τοίνυν ὁ πλεονάσας ἐν τῇ καταστάσει χυμὸς ὑπόψυχρός τε καὶ ἀερώδης ἦν ἐν τῷ μέσῳ τὴν φύσιν καθεστὼς τῶν τ’ ἄνω ῥᾳδίως φερομένων καὶ τῶν κάτω ῥεπόντων, διὰ τοῦτο μόνοις τοῖς θερμοτέροις τὴν κρᾶσιν ἢ διὰ τὴν ἡλικίαν ἢ διὰ τὸ ἐπιτήδευμα τὴν ὁρμὴν ἔσχε τὴν κεφαλήν. ἴσμεν δ’ ὅτι τὰ μειράκια διὰ τὴν ἡλικίαν, οὐ διὰ τὸ ἐπιτήδευμα θερμὰ, καθάπερ γε καὶ ἀκμάζοντες. οἱ δὲ περὶ παλαίστραν καὶ γυμνάσια διατρίβοντες ἐκ τῶν ἐπιτηδευμάτων. εἰκότως γοῦν ὀλίγαις γυναιξὶν ἐγένετο, ταῖς δηλονότι νέαις τε καὶ φύσει θερμοτέραις καὶ μὴ πάνυ τι βίον ἀργὸν ἐζηκυίαις.

55
Πολλοῖσι δὲ βῆχες ξηραὶ, βήσσουσι καὶ οὐδὲν ἀνάγουσι, καὶ φωναὶ βραγχώδεες οὐ μετὰ πολύ.

Τίνες μὲν αἱ ξηραὶ βῆχές εἰσιν αὐτὸς ἐδήλωσεν εἰπὼν, οὐδὲν ἀνάγουσι. γίνονται δ’ αὖται ποτὲ μὲν τραχύτητος μόνης τῶν κατὰ τὴν φάρυγγα καὶ λάρυγγα μορίων οὐδεμιᾶς ἐν τῷ πνεύμονι περιουσίας ὑγρῶν οὔσης. οὗτοι μὲν οὖν οὐδὲν ἀναπτύουσι τῷ μηδ’ ὅλως ἔχειν τι περισσὸν ἀναγωγῆς τε καὶ κενώσεως δεόμενον. ἕτεραι δὲ βῆχες γίνονται ξηραὶ διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν ὀργάνων, ἐφ’ ὧν οὐδ’ αὐτῶν ἐστί τι ἀναπτυσθῆναι δεόμενον, ἄλλαι δ’ αὖ γίνονται μὲν ὑγρῶν περιεχομένων αὐτοῖς ἐκκριθῆναι δεομένων, ἀλλ’ οὐκ ἐκκρίνεται ταῦτα διὰ διττὴν αἰτίαν, ἢ τῷ γλίσχρα τ’ εἶναι καὶ παχέα καὶ δυσαπολύτως ἐμπεπλάσθαι τοῖς κατὰ τὸν πνεύμονα βρόγχοις, ὅπερ ἐπὶ τῶν ἀπτύστων ὀνομαζομένων γίνεται πλευριτίδων, ἢ τῷ τὸ καταφερόμενον 

56
ὑγρὸν ἀπὸ τῆς κεφαλῆς λεπτὸν εἶναι κατὰ τὴν σύστασιν, οἷόν περ τὸ ὕδωρ. φθάνει γὰρ τὸ τοιοῦτον ἐν τῷ καταφερέσθαι διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας ἐν τῷ πνεύμονι χεῖσθαι πρὶν ὑπὸ τοῦ κατὰ τὰς βῆχας ἀνενεχθῆναι πνεύματος, ὅπερ καὶ τότε τοῖς Θασίοις ἔοικεν εἶναι, πεπληρωμένης μὲν ὑπὸ τῆς νοτίου καταστάσεως τῆς κεφαλῆς αὐτῶν, ἐπιπεμπούσης δὲ ῥεῦμα τοῖς κατὰ θώρακα πᾶσι χωρίοις. ὅτι δὲ τοιαύτη ἦν ἡ βὴξ μαρτυρεῖ καὶ τὸ συνεδρεῦον αὐτῇ σύμπτωμα. βραγχώδεις γὰρ, φησὶν, οὕτω βήσσοντες ἐγένοντο, διαβρεχομένων δηλονότι τῶν ὀργάνων τῶν φωνητικῶν πρὸς τῆς καταφερομένης ὑγρότητος, ὡς ἐν τοῖς περὶ φωνῆς ἐπιδέδεικται.

Τοῖσι δὲ καὶ μετὰ χρόνον φλεγμοναὶ μετ’ ὀδύνης εἰς ὄρχιν ἑτερόῤῥοπον, τοῖσι δ’ ἐς ἀμφοτέρους.
57

Τοῦ κατενεχθέντος ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα μέρος τι κατὰ τὴν κοινωνίαν τῶν ὀργάνων εἰς τοὺς ὄρχεις ἀφίκετο. λέλεκται δ’ αὐτῷ περὶ τῆς κοινωνίας τῶν γεννητικῶν μορίων πρὸς τὰ κατὰ θώρακα δι’ ἑτέρων γραμμάτων. ἀλλὰ τοῦτό γε τὸ κατασκῆψαν εἰς τοὺς ὄρχεις κακοηθέστερον ἦν ἤδη, οὐκέθ’ ὁμοῖον τῷ ἐξ ἀρχῆς, ὡς ἂν ἐν χρόνῳ πλείονι διασεσηπὸς ἐν τοῖς κατὰ πνεύμονα χωρίοις. εἰκότως τοιγαροῦν αἱ κατὰ τοὺς ὄρχεις φλεγμοναὶ μετ’ ὀδύνης ἐγίνοντο καὶ οὐχ ὥσπερ αἱ παρωτίδες ἀνώδυνοι. τοῦ δ’ ἤτοι τὸν ἕτερον ὄρχιν ἢ ἀμφοτέρους δέξασθαι τὴν περιουσίαν τῶν ὑγρῶν αἴτιον ἦν τὸ ποσόν. ἐν αὐτοῖς γὰρ ὀλίγον ἀφίκετο, κατὰ τὸν ἕτερον ὄρχιν ἐστηρίζετο· οἷς δὲ πλέον, κατ’ ἀμφοτέρους.

Πυρετοὶ τοῖσι μὲν, τοῖσι δ’ οὔ.

Τοὺς πλεονάσαντας χυμοὺς ἔφαμεν οὔτε θερμοὺς

58
ἰσχυρῶς οὔτε ψυχροὺς ἅγαν εἷναι, μεταξὺ δ’ ἀμφοῖν τῇ φύσει καὶ μέσους τῇ κράσει, ὥστε παρά τε τὰς ἡλικίας καὶ τὰς φυσικὰς κράσεις καὶ τὰ ἐπιτηδεύματα τῶν νοσούντων, τοῖς ἐπὶ τὸ θερμότερον ἔῤῥεπε καὶ κατὰ τοῦτ’ ἐπύρεξαν, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐφύλαξαν κρᾶσιν, οὐχ ἱκανὴν οὖσαν ἐγεῖραι πυρετούς.

Ἐπιπόνως ταῦτα τοῖσι πλείστοισι.

Κατὰ πάντων ὦν εἶπεν ἐπιπεφώνηκε τοῦτο. προειρήκει δὲ βῆχάς τε καὶ φωνὰς βραγχώδεις καὶ ἀποστάσεις εἰς ὄρχιν καί τισιν αὐτῶν καὶ πυρετούς. ταῦτ’ οὖν φησι τὰ συμπτώματα τοῖς πλείστοις τῶν καμνόντων ἐπιπόνως συμβῆναι, τουτέστιν οὐκ εὐφόρως, οὐδ’ ὥστε ῥᾳδίως ἀνέχεσθαι περιιόντας ὀρθοστάδην, ἀλλὰ τοὺς πλείστους αὐτῶν γενέσθαι κλινήρεις, ὡς ἂν ἀεὶ καὶ μᾶλλον ἐν χρόνῳ προϊόντι τῶν ἠθροισμένων περιττωμάτων δριμυτέρων τε καὶ κακοηθεστέρων γινομένων. αἱ γάρ τοι νότιοι καταστάσεις χρονίζουσαι

59
σηπεδόνας ἐργάζονται, καὶ μάλισθ’ ὅταν ὦσιν ὑγραί. τῆς δὲ νῦν καταστάσεως οὐ γενομένης ὑγρᾶς μέχρι πλείστου μὲν οὐδὲν ἀνιαρὸν ἔπασχον τὰ σώματα, τῷ χρόνῳ δ’ εἰς τὸ πάσχειν ἀφίκετο, καὶ τοιαῦτα συνέβη τισὶν αὐτῶν ὕστερον, οἷα κατ’ ἀρχὰς εὐθέως πᾶσιν ἦσαν, εἰ νότιος κατάστασις ὑγρὰ ἐγένετο.

Τὰ δὲ ἄλλα, ὁκόσα κατ’ ἰητρεῖον, ἀνόσως διῆγον.

Διχῶς ἐστὶν ἐν τοῖς ἀντιγράμμασιν εὑρεῖν τὴν κατ’ ἰητρεῖον φωνήν· ἐν τισὶ μὲν, ὡς εἴρηται νῦν, τῆς ἐσχάτης συλλαβῆς διὰ τοῦ ο γραφομένης, ἐν τισὶ δὲ διὰ τοῦ η σημαινούσης, τῆς μὲν προτέρας γραφῆς τὰ κατὰ τὸ ἰητρεῖον πραττόμενα, τῆς δὲ δευτέρας γραφῆς τὰ κατὰ τὴν ἰατρικὴν ὅλην, ὡς ἤτοι τῶν κατὰ τὸ ἰητρεῖον ἔργον ἐπὶ τοῖς κάμνουσι γινομένων ἔξω καθεστηκέναι τοὺς Θασίους, ἢ τῶν καθ’ ὅλην τὴν ἰατρικὴν τὰ προειρημένα

60
πασχόντων τῶν καμνόντων. καθ’ ἑκατέραν δὲ τήν τε γραφὴν καὶ τὴν διάνοιαν φαίνεται τὸ μετρίως ἐνοχληθῆναι τοὺς ἀνθρώπους ἐν τῷ χρόνῳ τοῦ ἦρος, ὡς ἂν τῆς τὰς νόσους ἐργαζομένης αἰτίας οὐδέπω τι κακόηθες ἐχούσης, ὃ προϊόντος ἔσχε τοῦ χρόνου.

Πρωῒ δὲ τοῦ θέρεος ἀρξαμένου καὶ διὰ θέρεος καὶ κατὰ τὸν χειμῶνα, πολλοὶ τῶν ἤδη πολὺν, χρόνον ὑποφθειρομένων φθινωδῶς κατεκλίθησαν, ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε.

Οὓς ἔμπροσθεν εἶπον βήσσειν μὲν, ἀνάγειν δὲ οὐδὲν ἐν τῷ ἦρι, τούτους ἐν τῷ θέρει φησὶ καὶ τῷ μετὰ θέρος χρόνῳ φθινώδεις γίνεσθαι, συμφωνοῦν τι τοῦτο ἀεὶ τοῖς ὁρωμένοις διηγούμενος. ὅσα γὰρ ἀπὸ κεφαλῆς ῥεύματα, βηχώδεις μὲν καὶ βραγχώδεις κατ’ ἀρχὰς ἐργάζεται τοὺς ἀνθρώπους, ἐν δὲ τῷ χρόνῳ προϊόντι μὴ καθίσταται, ταῦτα 

61
τὴν ἑτέραν διαφορὰν τῶν φθίσεων ἐργάζεται. δύο γὰρ αὐτῶν εἰσὶν αἱ μέγισται διαφοραὶ, μία μὲν ἐκ τῶν ἀπὸ τῆς κεφαλῆς ῥευμάτων συνισταμένη, ἑτέρα δὲ ἡ ἐκ τῶν κατ’ αὐτὸν τὸν πνεύμονα παθῶν ὁρμωμένη, τοὐπίπαν μὲν ἐπὶ ταῖς τοῦ αἵματος πτύσεσι, μάλισθ’ ὅταν ἀγγεῖον ῥαγῇ, πολλάκις δὲ καὶ ῥευματισθέντος τοῦ σπλάγχνου, διά τινα ἄλλην αἰτίαν ἐκ μορίων ἑτέρων, οὐκ ἐκ τῶν ἐκ τῆς κεφαλῆς. εἰ μὲν οὖν ἐπὶ τῷ ἦρι νοτίῳ γινομένῳ, τὸ θέρος εἰς βόρειον μετέπεσι κατάστασιν, οὐκ ἂν ἐξηλέγχθησαν οἱ φθινωδῶς ὑποφθειρόμενοι καὶ τελέως ἐγένοντο φθινώδεις. ἐπεὶ δ’ οὐ μόνον οὐ μετέπεσεν ἡ νότιος κατάστασις ἐπὶ τὸ βόρειον, ἀλλὰ καὶ τὸ πλεῖστον τοῦ θέρους ἐπινέφελον ἐγένετο, διὰ τοῦτο τὰ ἀπὸ τῆς κεφαλῆς ῥεύματα παρέμενον, οἵ τ’ ἐν τῷ ῥεύματι χυμοὶ πάντες καὶ μάλιστα κατὰ τὸν πνεύμονα διεσάπησαν, ὥστε μηδὲν ἐλλείπειν εἰς ἀκριβοῦς φθίσεως γένεσιν.

62
Ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον, τουτέοισιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες.

Φθινώδεις ὀνομάζουσιν οἱ παλαιοὶ τῶν ἰατρῶν ὅσοι καὶ φθινώδη νόσον, ἣν καὶ φθόην τινὲς ὀνομάζουσιν, ἐπιτήδειοι παθεῖν. τοιοῦτοι δ’ ὑπάρχουσι φανερώτατον, ὅταν ὁ θώραξ στενὸς καὶ ἀβαθὴς εἰς τοιοῦτον, ὡς τοὺς ὠμοπλάτας ἐξέχειν ὀπίσω δίκην πτερύγων, ἐντεῦθεν δὲ καὶ πτερυγώδεις ὀνομάζουσι τοὺς τοιούτους. ἀλλὰ καὶ ὅσοι τὴν κεφαλὴν εὐπλήρωτοί τέ εἰσι καὶ ῥεύματα πολλὰ τοῖς ἀναπνευστικοῖς μορίοις ἐπιπέμπουσαν ἔχουσι καὶ οὗτοι φθινώδεις ῥᾷστα γίνονται. συνελθόντων δ’ εἰς ταυτὸν ἀμφοῖν, τῆς τε κατὰ τὸν θώρακα διαπλάσεως καὶ τῆς κατὰ τὴν κεφαλὴν ἀσθενείας, ἀκριβῶς αἱ τοιαῦται φύσεις φθινώδεις εἰσὶ κατ’ ἀμφοτέρας τῆς φύσεως τὰς αἰτίας. καὶ γὰρ οἱ ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα ῥευματιζόμενοι τῷ χρόνῳ φθινώδεις γίνονται καὶ ἀναῤῥήγνυτα πολλάκις αὐτοῖς ἀγγεῖον ἐν τῷ πνεύμονι διά τε τὴν στενότητα

63
τοῦ σπλάγχνου καὶ τὴν ἀσθένειαν. τοιοῦτοι μέν τινες οἱ φθινώδεις. εἰρηκότος δὲ τοῦ Ἱπποκράτους, ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι, πολλοῖσιν ἐβεβαίωσε τότε, τουτέστι κατὰ τὸ θέρος, εἶτ’ ἐπιφέροντος, ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον, τουτέοισιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, ἤ μοι δοκεῖ τὸ εἰρημένον εὔλογον εἶναι. πολὺ γὰρ οὖν πιθανώτερον ἐν τῷ ἦρι τοὺς τοιούτους ἄρχεσθαι μᾶλλον ἢ κατὰ τὸ θέρος. οἱ γὰρ ἐπιτήδειοι πάθεσιν ἁλίσκεσθαί τισιν ἑτοιμότερον τῶν ἀνεπιτηδείων αὐτοῖς περιπίπτουσιν. ἔοικεν οὖν ὥσπερ καὶ ἄλλα τινὰ κατὰ τῶν ἐπιδημιῶν τὰ βιβλία ταυτὶ τὴν τάξιν ἠλλαγμένην ἔχειν, τοῦ γράψαντος αὐτὰ πρώτου σφαλέντος, εἶτα φυλαχθείσης τῆς ἁμαρτίας, οὕτως καὶ ταύτῃ τῇ ῥήσει συμβεβηκέναι καὶ εἶναι τὸ συνεχὲς τῇ λέξει τοιόνδε. ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε, οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες. εἶτ’ ἐφεξῆς, ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον τότε. καὶ μετὰ τοῦτο ἐφεξῆς·