In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Προοίμιον. Ἐν τῷ περὶ διαίτης τὰ μετὰ τὸν περὶ λουτρῶν λόγον εἰρημένα προσηκόντως ὑπώπτευσαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ὡς οὐχ Ἱπποκράτους ὄντα· καὶ γὰρ τῇ τῆς ἑρμηνείας δυνάμει καὶ τῇ τῶν θεωρημάτων ἀκριβείᾳ λείπεται πολὺ τῶν ἔμπροσθεν. οὐ μὴν οὐδ᾿ ἀλόγως ἐκινήθησαν οἱ νομίσαντες Ἱπποκράτους εἶναι καὶ ταῦτα· κατὰ γὰρ τὴν ἐκείνου προαίρεσιν ἡ διάνοια τῶν γεγραμμένων

733
ἐστὶν, ὡς ὑπονοῆσαι μαθητὴν αὐτοῦ τινα γεγραφέναι. πολλὰ δὲ ἐν αὐτοῖς καὶ τὴν λέξιν ἄμεμπτον ἔχει μετὰ τῆς διανοίας, ὡς ὑπονοῆσαι πάλιν ὑπ᾿ αὐτοῦ τοῦ Ἱπποκράτους αὐτὰ γεγράφθαι, παρασκευαζομένου συνθεῖναι βιβλίον, ὡς ὑπέσχετο κατὰ αὐτὸ τὸ περὶ διαίτης ὀξέων, ἐν ᾧ κατὰ μέρος ἑκάστου τῶν ὀξέων νοσημάτων τὴν θεραπείαν διδάξει. καὶ μὲν δὴ καὶ ἄλλας ἔστι ῥήσεις εὑρεῖν ἐν τῷ προκειμένῳ βιβλίῳ, φανερῶς οὐκ οὔσας ἀξίας Ἱπποκράτους, ὡς ὑπονοῆσαι παρεγγεγράφθαι τοῖς γνησίοις, ὥσπερ καὶ κατὰ τοὺς ἀφορισμοὺς ἐφάνησαν ἔνιοι τοιοῦτοι πρὸς τοῖς τελευταίοις μέρεσι τοῦ βιβλίου. τῷ γὰρ ἐν μνήμῃ πολλοῖς εἶναι τὰ πρῶτα τῶν συγγραμμάτων, οἱ παρεγγράφοντες εἰς τὰ τελευταῖα παρεγγράφουσι· τοῦτο γοῦν αὐτὸ καὶ κατὰ τὸ περὶ τῶν ἐν τῇ κεφαλῇ τρωμάτων ἐφάνη γεγονὸς, ἔτι δὲ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν. ὁμοίως δὲ καὶ κατὰ τὸ νῦν ἡμῖν προκείμενον βιβλίον ἔστιν εὑρεῖν παρεγκείμενα καὶ μᾶλλον ἔτι πρὸς τοῖς τελευταίοις. τεσσάρων οὖν ὡς εἴποι τις εἰδῶν ὄντων ἐν αὐτῷ, τοῦ μὲν ἀξίου καὶ
734
κατὰ τὴν λέξιν καὶ κατὰ τὴν διάνοιαν Ἱπποκράτους, τοῦ δὲ καθ᾿ ἕτερον μόνον, ἤτοι τὴν λέξιν ἢ τὴν διάνοιαν, ἐνίων δὲ κατ᾿ οὐδέτερον, σημανοῦμεν τοῦτ᾿ αὐτὸ καθ᾿ ἑκάστην τῶν προχειριζομένων εἰς τὴν ἐξήγησιν λέξεων.

Καῦσος δὲ γίνεται, ὁκόταν ἀναξηρανθέντα τὰ φλεβία ἐν θερινῇ ὥρῃ ἐπισπάσηται δριμέας καὶ χολώδεας ἰχῶρας ἐς ἑαυτά.

Θερινὴν ὥραν εἴρηκε τὴν θερμὴν καὶ ξηρὰν, ἄν τ᾿ ἐπὶ τῇ τελευτῇ τοῦ ἔαρος ἄν τε ἐν ἀρχῇ τοῦ θέρους ἤν τ᾿ ἐν τοῖς μέσοις ἢ τοῖς τελευταίοις ἄν τε κατὰ τὴν ἀρχὴν τοῦ φθινοπώρου ᾖ. δέδεικται δ᾿ ἐν τοῖς ὑπομνήμασι τῶν ἐπιδημιῶν ἡ τοῦ περιέχοντος ἀέρος κρᾶσις ἑαυτῇ συμμεταβάλλουσα τὴν τοῦ σώματος διάθεσιν, ἡ μὲν ξηρὰ πρὸς τὸ ξηρότερον, ἡ δ᾿ ὑγρὰ πρὸς τὸ ὑγρότερον· ἐπιδέδεικται δὲ καὶ ὅτι τὴν κατὰ

735
φύσιν κρᾶσιν σύμμετρος ὥρα φυλάττει, τῶν ἄλλων δηλονότι πάντων ὡσαύτως ἐχόντων, ὅσα κατὰ τὴν ὅλην δίαιταν οἱ ἄνθρωποι πράττουσιν. ἐπιδέδεικται δὲ καὶ ὅτι τῆς κατὰ φύσιν τε καὶ συμμέτρου καταστάσεως ἐξιστάμενον τὸ σῶμα, καθότι ἂν ἐξίστηταί τε καὶ μεταβέβληται, κατὰ τοῦτο καὶ τῆς οἰκείας ἐπικουρίας δεῖται, ξηραινόμενον μὲν ὑγραίνεσθαι, ὑγραινόμενον δὲ ξηραίνεσθαι, θερμαινόμενον δὲ ψύχεσθαι, ψυχόμενον δὲ θερμαίνεσθαι. ὅτε οὖν κατά τινα περίστασιν πραγμάτων, ὧν αὐτὸς ἐρεῖ παραδείγματα, συμβῇ τινα ξηρανθῆναι φλεβία καθ᾿ ὁτιοῦν μέρος τοῦ σώματος, ἐπισπᾶται ταῦτα τὰς ἐκ τῶν πλησιαζόντων μορίων ὑγρότητας. ἐὰν μὲν οὖν ὡς τῇ συστάσει φύσιν ὑγρὰν ἔχωσιν οὕτω καὶ τὴν δύναμιν ὑγραντικὴν αἱ εἰς τὰς ξηρανθείσας φλέβας ὑγρότητες ἐνεχθεῖσαι, τὴν κατὰ φύσιν εὐκρασίαν ἀναλαμβάνει τὸ μόριον· ἐὰν δὲ δριμεῖα μὲν ᾖ κατὰ τὴν ποιότητα, ξηραντικὴ δὲ κατὰ τὴν δύναμιν ἡ ὑγρότης, ἐκπυροῦται τὸ σῶμα, καθάπερ εἰ καὶ ἡμῶν τις αὐτῶν διψήσας ἐκπίῃ χανδὸν ἢ οἶνον τεθαλασσωμένον ἄκρατον ἢ
736
ὕδωρ ἁλμυρόν. ἐγὼ γοῦν οἶδα καὶ αὐτός ποτε ἐξ ὁδοιπορίας θερινῆς διψώδης γενόμενος, εἶτα πιὼν οἴνου παλαιοῦ κύλικα μίαν ἀκρατεστέρου βραχὺ, παραυξήσας μᾶλλον, οὐ παύσας ἐπ᾿ αὐτῇ τὸ δίψος. ὥσπερ οὖν ἡμεῖς καίτοι τὸν λογισμὸν ἔχοντες ἐπιστατοῦντα ταῖς ὀρέξεσιν ἐνίοτε μὲν ἀμελέστερον, ἐνίοτε δὲ προπετέστερον, ἔστι δ᾿ ὅτε τῷ μὴ παρεῖναι βέλτιον, ἠναγκάσθημεν ἐπί τι τῶν ἁλμυρῶν καὶ δριμέων ἀφικέσθαι ποτῶν, οὕτως καὶ ἡ ἐν ταῖς φλεψὶ δύναμις ἑλκτικὴ διὰ παντὸς ἐπισπᾶται τὴν ἐκ τῶν πλησιαζόντων ὑγρότητα, μὴ διακρίνουσα τὴν οὐσίαν αὐτῆς ὁποία τίς ἐστιν· οὐ γὰρ ἔχει λογισμὸν ὡς σκέψασθαί τι περὶ τοῦ βελτίονος, ἀλλ᾿ ὥσπερ τὰ παιδία καὶ τὰ βοσκήματα τὸ προστυχὸν ὑγρὸν αἱρεῖται διψῶντα, κατὰ τὸν αὐτὸν τρόπον κᾀκείνη. ἐὰν μὲν οὖν καθ᾿ ἕν τι μέρος τοῦ σώματος ἡ διάθεσις αὕτη γένηται, κατὰ τοῦτο μόνον ἐρυσιπελατῶδές τι πάθος ἔσται. αἱ δὲ καὶ καθ᾿ ὅλον τὸ σῶμα φλέβες ὑπερξηρανθεῖσαι τὰς ἐκ τῶν σαρκῶν ὑγρότητας εἰ ἐπισπάσωνται θερμὰς οὔσας, ἐν ὅλῳ τῷ σώματι γίγνεται καυσώδης
737
διάθεσις. ἀλλ᾿ ὅ γε καῦσος ἰδίως καλούμενος οὐ μόνον τῇ σφοδρότητι τῆς καθ᾿ ὅλον τὸ σῶμα γιγνομένης θερμασίας διαφέρει, ἀλλὰ καὶ τῷ δίψει· βίαιόν τε γάρ ἐστιν ἐν τούτῳ καὶ ἄπαυστον. ἐλλείπει τοίνυν τῇ προκειμένῃ ῥήσει περὶ τῆς τοῦ καύσου γενέσεως ὁ περὶ τῶν μορίων λόγος, ὃν ἡμεῖς ἀρτίως προσεθήκαμεν. ἐνίοτε μὲν γὰρ καθ᾿ ἓν ὁτιοῦν, ἐνίοτε δὲ καὶ καθ᾿ ὅλον τὸ σῶμα καῦσος γίγνεται· ἐπὶ μὲν τοῦ καθ᾿ ὅλον τὸ σῶμα γενομένου, ἐξ ἅπαντος δίψαν ἐργάζεται· ἐπὶ δὲ τῶν καθ᾿ ἕν τι μέρος, οὐκ ἐξ ἀνάγκης εἰ μὴ αὐτὸ τὸ μέρος τὴν δίψαν ἐργάζεται, πάντων μὲν πρῶτον καὶ μάλιστα τὸ στόμα τῆς γαστρὸς, ἐφεξῆς δὲ ἡ γαστὴρ καὶ μετὰ ταύτην ὁ στόμαχος, εἶτα πνεύμων, εἶτα νῆστις. ἆρ᾿ οὖν οὕτως μόνον γίγνεται καῦσος, ὡς εἶπεν, ὅταν ἐπισπάσηται τὰ φλεβία δριμεῖς καὶ χολώδεις ἰχῶρας ἐς ἑαυτά; ἢ καὶ τῆς σαρκὸς ταὐτὸ τοῦτο παθούσης ἔσται καῦσος, εἶτ᾿ οὖν καθ᾿ ἓν μόριον, εἴτε καθ᾿ ὅλον τὸ σῶμα συμβῇ παθεῖν αὐτήν; ἐδείχθη γὰρ καὶ αὕτη δύναμιν ἑλκτικὴν ἔχουσα τῶν ἐνδεόντων αὐτῇ. καὶ μέντοι καὶ καθ᾿ ἕτερον τρόπον ἐγχωρεῖ
738
γενέσθαι τὴν ὁμοίαν διάθεσιν· ἕτερον δὲ τρόπον λέγω, ὅταν πέμπηται πρός τι μόριον ἀσθενέστερον ἐκ τῶν ἰσχυροτέρων τὰ περιττώματα. δέδεικται γὰρ, ὥσπερ ἑλκτικὴ δύναμις ἐν ἑκάστῳ τῶν μορίων ἐστὶν, οὕτω καὶ ἀποκριτική· οὐκ ἀδύνατον οὖν ἐστιν ἐνίοτε μὲν ἐξ ἑνὸς μέρους, ἐνίοτε δὲ ἐκ πλειόνων δριμεῖς καὶ χολώδεις ἰχῶρας ἀποκριθέντας ἐπιχυθῆναι τῶν εἰρημένων μορίων, ὅ τί περ ἂν αὐτῶν ἀσθενέστερον ᾖ· ὅτι δὲ ἰχῶρας ὀνομάζει τὰς λεπτὰς ὑγρότητας, εὔδηλον.

Καὶ πυρετὸς πολὺς ἴσχει, τό τε σῶμα ὥσπερ ὑπ᾿ ὀστεοκόπου ἐχόμενον κοπιᾷ καὶ ἀλγέει.

Πυρετὸς μὲν οὖν πολὺς ἴσχει διὰ τὴν τῶν ἰχώρων φύσιν, οὓς δριμεῖς ἔφη καὶ χολώδεις· τοῖς τοιούτοις γὰρ οἱ σφοδρότατοι τῶν πυρετῶν ἐπιγίνονται, τουτέστιν οἱ πολλήν τε καὶ δριμυτάτην ἔχοντες τὴν θερμασίαν, ὥσπερ γε καὶ οἱ

739
τὴν ἐλάττονά τε καὶ ἧττον δριμεῖαν, τοῖς φλεγματώδεσιν ἑπόμενοι χυμοῖς. κοπιᾷ δὲ τὸ σῶμα σύμπαν διὰ τὴν δριμύτητα τῶν ἰχώρων τὸν ἑλκώδη κόπον· εἴρηται δὲ τελέως περὶ τῆς πάντων τῶν κόπων διαφορᾶς ἐν τοῖς ὑγιεινοῖς.

Γίγνεται δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐκ πορίης μακρῆς καὶ δίψεος μακροῦ, ὁκόταν ἀναξηρανθέντα τὰ φλεβία, δριμέα καὶ θερμὰ ῥεύματα ἐπισπάσηται πρὸς ἑαυτά.

Καὶ κατὰ τὴν ἀρχὴν εἴρητο καὶ νυνὶ δ᾿ αὖ τὸ ἀναξηρανθῆναι προσέθηκε, τὰς προκαταρκτικὰς καλουμένας αἰτίας δηλῶν, ὡς ἐν παραδείγματι· πᾶσαι μὲν γὰρ αἱ θερμαὶ καὶ ξηραὶ τοὺς καύσους ἐργάζεσθαι δύνανται. τινὰς γοῦν οἶδα διὰ πόσιν οἴνου τεθαλασσωμένου πλείονος ἁλόντας καύσῳ, καθάπερ ἄλλους διὰ ταρίχων καὶ ταριχηρῶν κρεῶν καὶ τινων ἄλλων ἁλικῶν ἐδωδὴν ἄμετρον. ἕτερος δέ τις ἐξ ὁδοιπορίας τε καὶ καύματος ἥκων ἐλούσατο μὲν πρῶτον, ἀφικόμενος δ᾿

740
οἴκαδε καὶ πιὼν οἴνου κατὰ τὴν κρᾶσιν ἔχοντος τὸ πλεῖον, ἤρξατο πυρέττειν αὐτίκα καυσώδη πυρετόν· καὶ ἄλλος δέ τις σφοδρῶς ὀργισθεὶς καὶ ἄλλος ἀγρυπνήσας.

Γίγνεται δὲ ἡ γλῶσσα τραχείη καὶ ξηρὴ καὶ μέλαινα κάρτα, καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενος ἀλγέει, τά θ᾿ ὑποχωρήματα ἔξυγρα καὶ ὠχρὰ γίγνεται καὶ δίψαι σφοδραὶ ἔνεισι καὶ ἀγρυπνίαι, ἐνίοτε δὲ καὶ παραλλάξεις φρενῶν.

Τὰ παρακολουθοῦντα τοῖς καύσοις ἐν τῷδε τῷ λόγῳ διῆλθεν, ἃ δὴ καὶ συνεδρεύοντα καλοῦσιν· ἔστι δὲ ταῦτα γλῶσσα ξηρὰ καὶ τραχεῖα καὶ μέλαινα, δῆξίς τε ἐπὶ τῆς γαστρὸς, ὑποχωρήματα ὠχρὰ καὶ δίψαι σφοδραὶ καὶ ἀγρυπνία, ποτὲ δὲ καὶ παραφροσύνη. ἡ μὲν οὖν γλῶσσα ξηρὰ γίγνεται, διότι καὶ ἡ διάθεσις ὅλη τοῦ σώματος ξηρά ἐστι καὶ θερμὴ καὶ ὁ πυρετὸς αὐτὸς τοιοῦτος. ἡ δὲ δῆξις τῶν κατὰ τὴν γαστέρα διὰ τὴν τῶν εἰς αὐτὴν συῤῥεόντων ἰχώρων

741
δριμύτητα. τὰ δὲ διαχωρούμενα κατὰ τὸν πλεονάζοντα χυμόν· ἔξυγρα δὲ εἶπεν αὐτὰ, τὸ μηδὲ ὅλως πεπέφθαι δηλῶν, ἡ γάρτοι πέψις ἅπαντα συνάγει τε καὶ παχύνει. τὸ δὲ ἀγρυπνεῖν τοῖς οὕτω πάσχουσι συμβαίνει διὰ τὴν ξηρότητα· δέδεικται γὰρ ἡ μὲν ἄμετρος ὑγρότης τὰς καταφορὰς, τὰς δὲ ἀγρυπνίας ἡ πολλὴ ξηρότης ἐργαζομένη· προσέρχεται δὲ καὶ ἀπὸ τῶν ἄλλων συμπτωμάτων ταλαιπωρία, τῆς ἀγρυπνίας αἰτία γιγνομένη. παραφροσύνην δὲ ἐμάθομεν γίγνεσθαι διά τε χολὴν ἀναδραμοῦσαν ἐπὶ κεφαλὴν καὶ διὰ ξηρότητα καὶ θερμότητα κράσεως. ὅτι δὲ, ὅταν εἴπῃ τις ἁπλῶς χολὴν, ἡ πικρὰ δηλοῦται προείρηται, καὶ ὅτι γε τὴν αὐτὴν χολὴν ὠχράν τε καὶ ξανθὴν ὀνομάζουσιν. ὥσπερ οὖν οὐδὲν παραλέλειπται τῶν κατὰ τὸν χολώδη καῦσον, ὅτι γε μὴ καὶ κατὰ τὴν ἐπιῤῥοὴν τῶν ἰχώρων αὐτῶν, οὐ μόνον διὰ τὴν ὁλκὴν γίγνεσθαι· οὕτως ἀτάκτως γέγραπταί τινα. τῶν γάρτοι λελεγμένων ἔνια μέν ἐστι παθογνωμονικὰ συμπτώματα τῶν καύσων, ἔνια δὲ συνεδρεύοντα· τῶν γεννώντων δὲ αὐτοὺς τὰ μέν ἐστι προηγούμενα, τὰ δὲ προκατάρχοντά
742
γε καλούμενα ὑπὸ τῶν ἰατρῶν. πάντων γοῦν ὧν εἶπον προηγουμένων συμπτωμάτων ἔξεστί σοι τὸν κατάλογον ὡς ἂν ἐθέλοις ποιεῖσθαι· ἀλλ᾿ ὅ γε γράψας τὸ βιβλίον ἤρξατο μὲν ἀπὸ τῶν προηγουμένων (τὸ γὰρ ἀναξηρανθῆναι τὰ φλεβία προηγούμενον αἴτιόν ἐστιν), ἐφεξῆς δὲ δέον εἰπεῖν τὰ προκαταρκτικὰ, οἷον ὁδοιπορίαν μακρὰν καὶ δίψος, οὐ ταῦτ᾿ εἶπεν, ἀλλὰ τῶν παθογνωμονικῶν τι, τὸν πολὺν πυρετόν· ἐχρῆν δὲ ἐνταῦθα προσθεῖναι καὶ τὸ σφοδρὸν δίψος, ὃ μετὰ ταῦτα ἅμα τοῖς ἄλλοις εἶπε συμπτώμασι τοῖς συνεδρεύουσιν ὀνομαζομένοις, ὧν τὰ μὲν ἐνίοτε, τὰ δὲ ἀεὶ ὑπάρχει τοῖς καύσοις. τοῦτο δὲ καὶ αὐτὸς ἐδήλωσεν εἰπών· ἐνίοτε δὲ καὶ παραλλάξιες φρενῶν· τὸ γὰρ ἐνίοτε τῷ διὰ παντὸς ἀντίκειται. ἐγὼ δέ φημι καὶ τὸ τὰ περὶ τὴν νηδὺν δάκνεσθαι καὶ διαχωρεῖν χολώδη οὐ τῶν διὰ παντὸς συνόντων τοῖς καύσοις εἶναι, διὰ γὰρ τὸ μέγεθος τοῦ νοσήματος καὶ τὴν ἔσω ῥοπὴν τῶν δριμέων ἰχώρων ταῦτα συμβαίνει τοῖς κατὰ γαστέρα καὶ ἧπαρ ἔχουσι τὴν οἷον ἑστίαν τοῦ καύσου· τοῖς δὲ κατὰ πνεύμονα ταῦτα μὲν οὐ
743
πάνυ συμπίπτει, τὰ δὲ κατὰ τὰς γλώσσας εἰρημένα καὶ τὰς παραφροσύνας μᾶλλον. ἀλλὰ καὶ δυσπνοοῦσιν οὗτοι τὴν κατὰ τὸ πυκνὸν καὶ μέγα πνεῦμα δύσπνοιαν, ἐκφυσῶσί τε συνεχῶς ἀνοιγνύντες τὸ στόμα καὶ τῇ τοῦ πυρώδους πνεύματος ἀποχύσει κουφιζόμενοι. τὸ μὲν οὖν τῆς δυσπνοίας ὅλον παραλέλειπται, καίτοι γε ἐν προγνωστικῷ λελεγμένον ἡμεῖς ἐδείκνυμεν. ἀτάκτως δ᾿ εἴρηται τὰ κατὰ τὴν γλῶσσαν συμπτώματα· προτέραν μὲν γὰρ ἐχρῆν γεγράφθαι τὴν ξηρὰν, δευτέραν δὲ τὴν τραχεῖαν· διὰ γὰρ τὴν ἄμετρον ξηρότητα τραχεῖαν συμβαίνει γίγνεσθαι τὴν γλῶσσαν, ὥστε τὴν τραχεῖαν οὖσαν πάντως καὶ ξηράν. ὅτι δὲ καὶ μελαίνεται διὰ τὴν ἄμετρον θερμασίαν, ὥσπερ τοῖς ἡλιθεροῦσι τὸ δέρμα, προμεμαθήκαμεν ἤδη.

Τῷ τοιῷδε πίνειν ὕδωρ τε καὶ μελίκρητον ἑφθὸν δίδου ὑδαρὲς, ὁκόσον ἐθέλει.
744

Τοῦτο τὸ βιβλίον εἰ καὶ μὴ Ἱπποκράτους ἐστὶ σύγγραμμα, παλαιὸν γοῦν ἐστιν, ὡς κατὰ τοὺς Ἐρασιστράτου χρόνους ἤδη προσκεῖσθαι τῷ γνησίῳ. θαυμαστὸν οὖν ὅπως ἐτόλμησεν εἰς Ἀπολλώνιον καὶ Δέξιππον ἀποσκῶψαι τὰ περὶ τῶν κηρίνων κυλίκων ὁ Ἐρασίστρατος. ὁ γὰρ ταῦτα γράψας, τὴν Ἱπποκράτους γνώμην ἄμεινον Ἐρασιστράτου γινώσκων, ὁπόσον ἐθέλουσι πίνειν ἐπιτρέπει καὶ τοῖς καυσουμένοις· ἔδειξα δὲ καὶ κατὰ τὸ γνήσιον μέρος τοῦ συγγράμματος οὕτω γινώσκοντα τὸν Ἱπποκράτην. περὶ μὲν οὖν τῆς τοῦ Ἐρασιστράτου κακοηθείας ἱκανὰ καὶ ταῦτα· σκοπῶμεν δὲ ἤδη τὰ κατὰ τὴν ῥῆσιν εἰρημένα. κελεύει γὰρ μήτε ἐφ᾿ ὕδατος μόνου διαιτᾷν τοὺς καυσουμένους μήτ᾿ ἐπὶ μελικράτου μόνου. τὸ μὲν γὰρ ὕδωρ ἔμαθες, ὡς τῇ φύσει ψυχρὸν ὂν, βραδύπορον εἶναι καὶ μένον ἐν ὑποχονδρίῳ πλεῖστον χρόνον, διαφθείρεσθαι κατὰ τοὺς ὀξεῖς πυρετούς· τὸ δὲ μέλι ῥᾳδίως ἐκχολοῦσθαι. διὰ τοῦτο ἀξιοῖ ὑδαρὲς διδόναι τὸ μελίκρατον, ἵνα τὸ ὕδωρ μὴ μηκύνῃ κατὰ τὴν ἄνω γαστέρα, ποδηγούμενον ὑπὸ τοῦ μιγνυμένου μέλιτος εἰς τὴν

745
ἀνάδοσιν· διὰ δὲ ταῦτα αὐτὰ καὶ ἑφθὸν αὐτὸ δίδωσιν, ἀδιψότερον γὰρ καὶ ἀφυσότερον τοῦτο τοῦ ὠμοῦ καὶ τὴν οὔρησιν μᾶλλον κινοῦν, ὥσπερ γε τὴν διαχώρησιν τὸ ὠμόν ἧττον γὰρ γίνεται δριμὺ τὸ ἑψημένον, οὐ μόνον τῷ πέττεσθαι κατὰ τὴν ἕψησιν, ἀλλὰ καὶ τῷ τὸ ἀφρῶδες αὐτοῦ πᾶν ἀφαιρεῖσθαι, καθότι τὸ δριμὺ καὶ φυσῶδές ἐστιν ἐν τῇ τοῦ μέλιτος οὐσίᾳ. τὸ δ᾿ ἑψημένον ἄδηκτόν τε καὶ ἄφυσον γιγνόμενον ἀναδίδοται μᾶλλον ἢ ὑπέρχεται κατ᾿ ἔντερα, ὥστε καὶ διὰ τοῦτο τρέφει μᾶλλον τοῦ ὠμοῦ· χρῄζουσι δ᾿ οὕτω νοσοῦντες, ὡς ἂν μὴ λαμβάνοντες τὸν χυλὸν τῆς πτισάνης ἐκ τοῦ μελικράτου τρέφεσθαι. προείρηται δὲ ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου περὶ τοῦ χρῆναι διαιτᾷν ἐν τοῖς ὀξυτάτοις νοσήμασιν ἐπὶ μόνων τῶν πομάτων, καὶ ταῦτά μοι πάντα τὰ κατὰ τὴν ἐξήγησιν τοῦδε τοῦ νῦν προκειμένου γράμματος τοῖς προανεγνωκόσι τε καὶ μεμνημένοις τὰς ἐν ἐκείνοις γεγονυίας ἐξηγήσεις, οὕτω λέλεκταί τε καὶ λεχθήσεται.

746
Καὶ ἢν πικρὸν τὸ στόμα γίγνηται, ἐμέειν ξυμφέρει καὶ τὴν κοιλίην ὑποκλύσαι.

Ἡ πικρία τῆς χολῆς πικρὸν ἐργάζεται τὸ στόμα· κοινὸς γὰρ καὶ εἷς χιτών ἐστιν, ὅ τ᾿ ἔνδον τῆς γαστρὸς καὶ ἅπας ὁ ὑπαλείφων τὸ στόμα. κατὰ λόγον οὖν ὁ συγγραφεὺς ἐκκενοῖ τὴν χολὴν δι᾿ ἐμέτων τε καὶ κλύσματος.

Ἤν δὲ πρὸς ταῦτα μὴ λύηται, γάλα ὄνου ἑψήσας κάθαρε.

Ἐπειδὴ πάντως μὲν ἐκκενῶσαι βούλεται τὴν εἰς τὴν γαστέρα χολὴν, εὐλαβεῖται δὲ τὰ καθαίροντα φάρμακα, διότι δριμέα καὶ θερμὰ παντελῶς ἐστι, διὰ τοῦτ᾿ ἐπὶ τὸ τῆς ὄνου γάλα παραγίνεται, δριμύτητα μὲν οὐδεμίαν ἔχον ὥσπερ οὐδ᾿ ἄλλο οὐδὲν, ἀλλὰ πλεονεκτοῦν τῇ ὑγρότητι μόνον τῶν ἄλλων ἁπάντων καὶ διὰ τοῦτο μόνον ὑπέρχεται· προεφθὼς

747
δὲ αὐτὸ διὰ τὸ φυσῶδες. ἀλλὰ σύ γε καὶ μόνῳ τῷ ὀῤῥῷ δυνήσῃ χρῆσθαι, χωρίζων αὐτὸν, ὅταν τὸ γάλα προαφεψήσῃς διὰ ὀξυμέλιτος, ἐγκαθεὶς ἀγγεῖον χαλκοῦν ὕδατος πλῆρες ψυχροῦ συνεχῶς εἰς τὸ γάλα· καὶ γὰρ αὕτη καλῶς ἡ κάθεσις γιγνομένη χωρίζει τὸν ὀῤῥὸν τοῦ τυρώδους.

Ἁλμυρὸν δὲ μηδὲν μήτε δριμὺ προσφέρειν· οὐ γὰρ ὑποίσει.

Ὁ μὲν ἁλμυρὸς χυμὸς ὁποῖός τίς ἐστιν ἐν τοῖς ἁλσὶ φαίνεται· περὶ δὲ τῆς τοῦ δριμέος οὐσίας τε καὶ δυνάμεως εἴρηται κατὰ τὸ τέταρτον βιβλίον τῶν ἁπλῶν φαρμάκων, ὅτι πέπερι καὶ νᾶπυ καὶ πύρεθρον, ὅσα τ᾿ ἄλλα θερμὰ ταῖς δυνάμεσίν ἐστι καὶ δριμέα γευομένοις φαίνεται. ὡς οὖν συναυξάνοντα τὴν διάθεσιν τῶν καυσωδῶν, φεύγειν κελεύει τὰ δριμέα καὶ τὰ ἁλμυρά· ταῦτα δὲ καὶ ξηραίνει μᾶλλον τῶν δριμέων, εἰ καὶ μὴ παραπλησίως ἐκείνοις θερμαίνει, ἀλλ᾿ ἧττον.

748
Ῥόφημα δὲ ἔστ᾿ ἂν ἔξω τῶν κρίσεων γένηται, μὴ δίδου.

Ὡς προσυπακουσθησομένου τοῦ τὴν δύναμιν ἐῤῥῶσθαι, τὸν λόγον ἄκουε· ποιεῖται γὰρ οὕτω τὴν διδασκαλίαν καὶ αὐτὸς ὁ Ἱπποκράτης, ὡς τὰ πολλὰ τὰ καθ᾿ ἕκαστον σκοπὸν ὑπαγορευόμενα γράφων, εἶθ᾿ οὕτως ἅπαξ εἰπὼν ἀλλήλοις χρῆναι παραβάλλειν τὰ δεδειγμένα, τὰς δυνάμεις αὐτῶν ἐπισκοπούμενον. ὅτι δὲ οὐ προσήκει διδόναι ῥόφημα πρὸ τῆς κρίσεως, ἐὰν ἡ δύναμις ἐξαρκῇ, κατὰ τὸ πρῶτον μέρος τοῦ βιβλίου δεδήλωται τὸ γνήσιον.

Καὶ ἢν αἷμα ἐκ τῶν ῥινῶν ῥέῃ, λύεται τὸ πάθος, καὶ ἢν ἱδρῶτες ἐπιγίγνωνται κριτικοὶ γνήσιοι μετ᾿ οὔρων λευκῶν καὶ παχέων καὶ λείων ὑφισταμένων.

Ἐν τοῖς ὀξέσι πυρετοῖς ἐπὶ τὴν κεφαλὴν φέρεται τὸ

749
ζέον τοῦ αἵματος· ὅταν οὖν ἀναῤῥήξασα τὰς φλέβας ἡ φύσις ἀποχέῃ τοῦτο μετὰ τῶν συναχθέντων ἀτμῶν, ἑτοιμότερον κρατεῖν τῶν λοιπῶν· κατὰ δὲ τὸν αὐτὸν λόγον ὅταν καὶ διὰ τῶν ἱδρώτων ἀποχέῃ τοὺς ζέοντας ἰχῶρας, ἰᾶται τὴν νόσον, ὅταν γε πεπεμμένου τοῦ νοσήματος ἐπιγίγνωνται. λέλεκται γὰρ ἤδη περὶ τούτου πολλάκις ἐν ἄλλοις τέ τισιν ὑπομνήμασιν ἐξηγητικοῖς καὶ ἐν τοῖς περὶ κρίσεων. ὥσπερ οὖν ἐν τῷ πρώτῳ μέρει τοῦδε τοῦ βιβλίου, τῷ κατὰ πάντας ὡμολογημένῳ γνησίῳ, τὸν ἀπὸ τῆς πέψεως τοῦ νοσήματος σκοπὸν ὡς χρήσιμον εἰς δίαιταν παρέλαβεν, οὕτω καὶ νῦν εἰς πρόῤῥησιν· αὐτὸ μὲν οὐκ ἔγραψε τὸ τῆς πέψεως ὄνομα, τὸ δὲ βεβαιότατον αὐτοῦ σημεῖον ἐν τοῖς οὔροις ἔγραψεν. ἄριστον μὲν οὖν ἐστι τὸ λευκήν τε καὶ λείαν ἔχον τὴν ὑπόστασιν οὖρον, ὡς ἐν τῷ προγνωστικῷ δεδήλωται· οὐ μὴν ἀξιώσεις γε ἀεὶ φαίνεσθαι, ἀλλ᾿ ἀρκέσει σοι πολλάκις ἐπὶ τῇ κατὰ φύσιν χροιᾷ τε καὶ συστάσει χρηστὸν ἐναιώρημα φανὲν εἰς τὴν τῆς σωτηρίας ἐλπίδα. καὶ δὴ τούτων οὕτως ἐχόντων πεπλεόνασται κατὰ τὴν ἑρμηνείαν ἡ
750
λέξις· ὑπὸ γὰρ τῶν εἰρημένων οὔρων δηλοῦται καὶ τὸ κριτικοὺς εἶναι τοὺς ἱδρῶτας, ὥστε ἐκ περιττοῦ πρόσκειται· τὸ δὲ γνήσιοι οὐ κυρίως ἐπ᾿ αὐτῶν λέγοιτο· κατὰ γὰρ τὰς τῶν νοσημάτων ἰδέας ἐπιφέρειν εἰώθασι τὴν τοιαύτην προσηγορίαν οἵ τ᾿ ἄλλοι τῶν ἀρίστων ἰατρῶν καὶ αὐτὸς ὁ Ἱπποκράτης.

Ἢν ἀπόστημά τι γένηται.

Σπανιώτατόν ἐστι τὸ δι᾿ ἀποστήματος κριθῆναι καῦσον, ἔτι δὲ μᾶλλον εἰ χωρὶς τοῦ μόριόν τι τοῦ σώματος προσθεῖναι, τὴν ἀπόφασίν τις ποιοῖτο. παρωτίσι μὲν γὰρ οἶδά τινας καύσους κριθέντας, ἀλλ᾿ οὐ τοὺς γνησίους· τοῦτο δ᾿ ὀλίγον ὕστερον μαθήσῃ μετὰ τὴν ἐξήγησιν.

Ἢν δ᾿ ἄνευ τούτων λυθῇ, ὑποστροφὴ πάλιν ἔσται τῆς ἀῤῥωστίης
751
ἢ ἰσχίων ἢ σκελέων ἄλγημα ξυμβήσεται, καὶ πτύσεται παχέα, ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι.

Αἱμοῤῥαγίας καὶ ἱδρῶτος μνημονεύσας, ἂν χωρὶς τούτων ὁ καῦσος παύσηται, φησὶν ἄπιστον εἶναι τὴν λύσιν· ὑποστρέψει γὰρ ὀλίγον ὕστερον· ἔσται γὰρ, φησὶ, κατὰ τὴν ὑποστροφὴν ἄλγημα σκελέων ἢ ἰσχίου καὶ πτύσει παχέα. τὸ μὲν γὰρ αἱμοῤῥαγίας ἢ ἱδρῶτος ἢ ἀποστήματος δεῖσθαι τὸν μέλλοντα κριθῆναι, δύναιτ᾿ ἄν τις εἰρῆσθαι δοκεῖν ὑγιῶς, ἐάν τε προστεθῇ τοῖς εἰρημένοις ἃ θεραπεύων αὐτὸς ἔγραψε, ἐμεῖν τε κελεύων καὶ τὴν κοιλίαν ὑπάγειν, διδούς τε ποτὸν ὕδωρ καὶ μελίκρατον ὑδαρὲς ἑφθόν· ὥστε ἐὰν μετὰ τούτων τις λέγῃ, τὴν αἱμοῤῥαγίαν καὶ τὸν ἱδρῶτα καὶ τὸ ἀπόστημα λύειν τὸν καῦσον, ἄλλως δὲ μὴ δύνασθαι λυθῆναι, τάχα δόξει λόγον τινὰ ἐπιεικῆ λέγειν· ἐπιεικῆ δὲ εἶπον, ὡς μετρίως ἀληθεύοντα καὶ μᾶλλον τοῦ πρόσθεν, οὐ μὴν ἄμεμπτόν γε παντάπασιν· οὐ γὰρ ἀληθής ἐστιν ὁ λόγος. τὸ γὰρ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένον, ὑπὸ καύσου

752
ἐχομένῳ, ῥίγεος ἐπιγενομένου λύσις, ἀληθέστατόν ἐστιν· ἕπεται δ᾿ ἐξ ἀνάγκης τῷ ῥίγει τούτῳ ποτὲ μὲν ἱδρὼς μόνος, ἐνίοτε δὲ ἔμετος χολωδῶν μόνος ἢ κάτω διαχώρησις μόνη· πολλάκις δὲ τῶν εἰρημένων τριῶν γίγνεται τὰ δύο καί ποτε πάλιν τὰ τρία. τῶν γὰρ δύο τούτων ἀναγκαῖόν ἐστιν ἐπὶ τοῦ καύσου γίνεσθαι θάτερον, εἰ μέλλοι λυθήσεσθαι τελέως ἢ ἐκκριθῆναι τοὺς τελέως χολώδεις χυμοὺς ἢ σβεσθῆναι· διὸ καὶ παραλελεῖφθαι δόξει τὸ κυριώτατον ἴαμα τῶν καύσων ἡ τοῦ ψυχροῦ πόσις, ᾗ διὰ παντὸς ἡμεῖς ἐθεραπεύσαμεν τοὺς καύσους, οὐδενὸς ἀποθανόντος, ᾧ ψυχρὸν ὕδωρ ἐδώκαμεν ἐν τῷ προσήκοντι καιρῷ, περὶ οὗ κατὰ τὴν ἐξήγησιν τοῦ προτέρου μέρους τοῦδε τοῦ βιβλίου διῆλθον ἐπ᾿ ὀλίγον, ἐν ἄλλοις δὲ ὑπομνήμασί τε καὶ συγγράμμασιν ἐπὶ πλέον. ἴσως οὖν οἰήσεταί μέ τις λέγειν μηδένα τῶν καυσουμένων τεθνήξεσθαι, πιόντα ψυχρὸν ὕδωρ ἐν τῷ προσήκοντι καιρῷ· καίτοι οὐ τοῦτο αὐτὸς εἶπον, ἀλλ᾿ ὅτι πᾶσιν οἷς ἔδωκα παμπόλλοις οὖσιν ὡς μηδὲ μεμνῆσθαι τὸν ἀριθμὸν αὐτῶν, ἠκολούθησεν ὠφέλειά τε καὶ σωτηρία.
753
τοῦτο δ᾿ οὐ ταὐτόν ἐστι τῷ πάντως τοὺς καυσουμένους, ἂν πίωσι ψυχρὸν ὕδωρ, σωθήσεσθαι· οὕς γὰρ ὀλεθρίως τε καὶ ἀσώστως ἔχοντας οὕτε δι᾿ ἄλλου τινὸς οὔτε δι᾿ ὕδατος σῶσαι δυνατόν ἐστιν, τούτοις οὐδ᾿ ἐπεχείρησα δοῦναι. τὸ δ᾿ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, καὶ πτύσεται παχέα ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι, παραφυλακτέον ἐστί σοι κατ᾿ ἐκείνους μόνους τοὺς καύσους, ὁπόσοι πεπονθότος τοῦ πνεύμονος γίγνονται.

Καύσου γένος ἄλλο. ἡ κοιλίη ὑπάγουσα δίψης ἐστὶ μεστή. γλῶσσα τρηχεῖα, ξηρὴ, ἁλικώδης.

Τὸ τοῦ γένους ὅνομα τοὺς παλαιοὺς Ἕλληνας εὑρίσκω καὶ κατὰ τῶν ὁμωνύμως λεγομένων ἐνίοτε φέροντας, τῶν μὲν ἕν ἐχόντων τὸ σημαινόμενον, ἐκ δὲ τῆς κατ᾿ αὐτὸ τομῆς εἰς διαφορὰς πλείους ἀφικνουμένων· ἐφ᾿ ᾧ πολλάκις εἰώθαμεν λέγειν γενικὰς εἶναι διαφορὰς τοῦδε τοῦ πράγματος

754
δύο ἢ τρεῖς ἢ τέσσαρας ἢ ὅσας δυνατόν. ὄντων δὲ καὶ τῶν ὁμωνύμων διττῶν, τινῶν μὲν μηδ᾿ ὅλως ἀλλήλοις κοινωνούντων, ὡς ὅταν κύνα τὸν ἐπίπεδόν τε καὶ τὸν ἐνάλιον λέγωμεν· ἐνίων δὲ κοινωνούντων κατά τι τοῖς συνωνύμοις, ὅταν ἀφ᾿ ἑνὸς ἔχωσι τὴν προσηγορίαν γεγενημένην· ποῦ ποτ᾿ ἀναφέρωνται, προσεπισκεπτέον, ὡς εἴρηται, τὰ δύο γένη τῶν καύσων· γνωσθήσεται δ᾿ ἀκριβῶς τοῦτο τοῦ κατὰ τοὔνομα λόγου, τῆς οὐσίας ἑκατέρου δηλωθείσης. ἐπεὶ δ᾿ ὁ λόγος ὑπὸ τῆς ἐννοίας κρίνεται, σκεπτέον εἰ τὴν ἔννοιαν ἔχομεν τοῦ καύσου πυρετοῦ σύμφωνον οὕτως, ὥσπερ ἀνθρώπου καὶ βοὸς καὶ ἵππου· ἐκπίπτειν δὲ τοῦ λόγου μέλλοντος εἰς μῆκος μεῖζον ἢ καθ᾿ ὑπόμνημα, συνελεῖν αὐτὸν ὥσπερ καὶ τοὺς ἄλλους, εἰς βραχὺ κεφάλαιον σπεύσομεν ἀρχὴν τῷ λόγῳ τήνδε ποιησάμενοι. τὸν καῦσον πυρετὸν εὑρίσκω τοὺς ἰατροὺς λέγοντας, ὅταν ἡ θερμασία διακαίῃ τὸν ἄνθρωπον, ἄπαυστόν τε τὸ δίψος ἔχῃ· καὶ εἴπερ οὕτως ἔχει τοῦτο, τὸν μὲν ἄνευ τοῦ διακαίειν τὸ σῶμα δίψαν παρηγορουμένην ἔχοντα καῦσον μὲν ἁπλῶς, ἀκριβῆ δὲ καὶ
755
γνήσιον οὐκ ἐροῦμεν· ἐξ ἡμίσεος δ᾿ ὄντα τοιοῦτον οὐ χεῖρον ὀνομάσαι συντόμου διδασκαλίας ἕνεκα νόθον καῦσον, ὥσπερ ἐπὶ τῶν τριταίων πυρετῶν εἰώθαμεν χρῆσθαι ταῖς προσηγορίαις. οὕτως ἀκουσόμεθα τοῦ δύο εἶναι γένη καύσων πυρετῶν, ὡς εἴ γε καὶ γένη τριταίων τις εἴποι δύο, τὸν μὲν ἀκριβῆ τε καὶ γνήσιον, ἕτερον δὲ νόθον, ᾧ τινὰ μὲν πάρεστι τῶν τούτου συμπτωμάτων, ἔνια δ᾿ οὔ. ὅτι δ᾿ ὁ δεύτερος καῦσος, ὑπὲρ οὗ νῦν πρόκειται λέγειν, οἷον ἐλλιπής τίς ἐστι καὶ οὐ τελέως διηκριβωμένος εἴσῃ σαφῶς προσέχων τὸν νοῦν τοῖς ὑπ᾿ αὐτοῦ συγγραφέως εἰρημένοις συμπτώμασιν ὑπ᾿ αὐτοῦ γίνεσθαι. κατὰ μὲν γὰρ τὴν ἀρχὴν ἔφη, κοιλίη ὑπάγουσα, δίψης μεστὴ, γλῶσσα τρηχείη, ξηρὴ, ἁλικώδης, μὴ προσθεὶς ὃ προσέθηκεν ἐπὶ τοῦ προτέρου· ὁ γὰρ νόθος τῶν τοῦ γνησίου καύσου συμπτωμάτων τὸ μὲν ἕτερον ἔχει, τὸ δ᾿ ἕτερον οὐκ ἔχει. πάλιν ἐφεξῆς εἰπὼν τὴν γλῶτταν εἶναι τραχεῖαν καὶ ξηρὰν οὐ προσέθηκε τὸ μέλαιναν, ὥσπερ ἐπὶ τοῦ προτέρου, ἀλλὰ ἀντὶ τούτου τοῦ συμπτώματος εἶπεν ἁλικώδη. ὥσπερ γὰρ ὅταν ἡ γλῶττα
756
γένηται πικρὰ, τὴν ξανθὴν ἐνδείκνυται πλεονάζειν χολὴν, οὕτως ὅταν ἁλικὴ, τὸν ἁλικόν τε καὶ ἁλμυρὸν ὀνομαζόμενον χυμὸν, ὅστις ἕν τι τῶν τοῦ φλέγματός ἐστιν εἰδῶν, τριῶν ὄντων, ὡς ἔμαθες, ὀξέος, ἁλμυροῦ, γλυκέος· ὥσπερ οὖν ὁ πρότερος καῦσος ἐπὶ τῇ πικρᾷ χολῇ συνιστάμενος ἐκκρίσεις ὠχρὰς εἰργάζετο κατὰ διττὴν αἰτίαν, ὅτι τε λεπτὸς ἦν ὅτι τε κατ᾿ αὐτὸν ὁ διακαὴς πυρετὸς ηὐξάνετο, προσεγγενομένης ἐν αὐτῷ τῆς ξανθῆς χολῆς, οὕτω γοῦν ὁ φλεγματώδης χυμὸς οὔτ᾿ εὔκριτος ὣν οὔτε αὐξάνει τοὺς πυρετοὺς οὔτε φλογώδη τὴν δίψαν ἔχει οὔτε ἐμπνευματοῦται. καὶ διὰ τοῦτο εἴρηκεν ἐπ᾿ αὐτοῦ, κοιλίη ὑπάγουσα, διαχωρεῖν αὐτὴν μόνην δηλώσας, ἐναντίον ὂν τῷ μὴ διαχωρεῖν· ὑπέρχεται μὲν γὰρ τούτοις ἡ γαστὴρ, οὐ μὴν κατὰ χυμοῦ τινος ἰδέαν, ἀλλ᾿ αὐτῶν τῶν προσφερομένων ἐν τροφῆς μοίρᾳ διαφθειρομένων. οὐ γὰρ ἐπὶ πομάτων οὗτοι διαιτῶνται, καθάπερ οἱ πλεῖστοι τῶν τὸν πρότερον καῦσον νοσούντων· ἐπειδὴ σύντομον ἐκεῖνοι τὴν ἔκκρισιν ἔχουσιν, ἐπὶ λεπτῷ καὶ ζέοντι χυμῷ συνιστάμενοι, βραδεῖαν δ᾿ οὗτος διὰ τὸ
757
ψυχρὸν καὶ γλίσχρον καὶ παχὺ τῆς τοῦ φλέγματος οὐσίας. οὔκουν ἐνδέχεται ποτῷ μόνῳ χρῆσθαι τοὺς οὕτως νοσοῦντας· τοῦτο γὰρ ἐμάθομεν ἐπὶ τῶν μελλόντων πέττεσθαι περὶ τὴν ε΄ ἢ τὴν ζ΄ ἡμέραν, ἰσχυρᾶς οὔσης δηλονότι τῆς δυνάμεως· εἰ δ᾿ εἰς τὴν θ΄ ἢ ιδ΄ ἢ κ΄ ἐμπίπτειν μέλλει τὸ νόσημα, χυλῷ πτισάνης ἐξ ἀρχῆς ἐπ᾿ αὐτοῦ χρώμεθα.

Οὔρων ἀπόληψις, ἀγρυπνίη, ἀκρωτήρια ἐψυγμένα.

Οὔρων ἀπόληψις. εἴωθε λέγεσθαι παρ᾿ αὐτοῦ ὅταν ἢ οὐκ ἀξιολόγως, ἢ μηδ᾿ ὅλως φέρηται· γίγνεται δὲ τοῦτο κατὰ τὸν προκείμενον ἐν τῷ λόγῳ καῦσον, ἐπὶ τῷ πάχει τοῦ χυμοῦ. ἀγρυπνίη. τοῦτο κοινὸν ἀμφοτέρων τῶν καύσων καὶ διὰ τοῦτο κατὰ τὸν πρότερον ἐμνημόνευσεν αὐτοῦ, καὶ γὰρ γίγνεται μᾶλλον ἐπ᾿ ἐκείνου, διότι ἡ κεφαλὴ μᾶλλον ἐκπυροῦται. ἀκρωτήρια ἐψυγμένα. τοῦτο τὸ σύμπτωμα τοῦ

758
δευτέρου ἐστὶ καύσου· οὐ δεῖ δὲ ἁπλῶς εἰρῆσθαι τὸν λόγον, ἀλλὰ μετὰ διορισμοῦ τινος· οὐ γὰρ ἀεὶ τοιοῦτός ἐστιν, ἀλλ᾿ ὅταν κακοήθης ᾖ. κατὰ μὲν γὰρ τοὺς χολώδεις καὶ διακαεῖς πυρετοὺς, ἄχρι τῶν περάτων τοῦ σώματος ἐκτείνει τὴν θερμασίαν, κᾂν μὴ κακοήθης ὁ καῦσος ᾖ, κατὰ δὲ τοὺς φλεγματικοὺς ἡ καπνώδης τῆς θερμασίας οὐσία, ὅταν ἐν τοῖς κατὰ γαστέρα χωρίοις ἢ τὸ ἧπαρ ἢ τὸν πνεύμονα γένηται σῆψις ἁλικοῦ χυμοῦ, δι᾿ ἐκείνην μὲν ἡ πυρώδης θερμασία γίγνεται· κακοηθευσαμένου δὲ τοῦ νοσήματος, ἀκρωτήρια ψύχεται διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, καὶ τὸ μέγεθος τῆς φλεγμονῆς ἐφ᾿ ἑαυτὴν ἑλκούσης πᾶν τὸ αἷμα· χωρὶς γὰρ τούτων οὐκ ἂν ὀλέθριον γένηταί ποτε τὸ νόσημα

Τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ ῥινὸς ῥυῇ, ἢ ἀπόστημα περὶ τὸν τράχηλον γένηται, ἢ σκελέων ἄλγημα, καὶ πτύσματα παχέα πτύσῃ (ταῦτα δὲ ξυστάσης τῆς κοιλίης γίνεται)
759
ἢ ἰσχίων ὀδύνη, ἢ αἰδοίου πελίωμα, οὐ κρίνεται, καὶ ὄρχις ἐνταθεὶς, κριτικόν.

Ὅτι δι᾿ ἀποστημάτων μᾶλλον ἢ ἐκκρίσεων οἱ ἐπὶ φλέγματι σηπομένῳ γινόμενοι πυρετοὶ τὴν λύσιν ἔχουσι πολλάκις δέδεικται· κατὰ δὲ τὸν προκείμενον καῦσον, οὐκ ἀποστημάτων μόνον ἐμνημόνευσεν, ἀλλὰ καὶ προσέθηκε καὶ αἱμοῤῥαγίαν, γινομένην ἐπ᾿ ἐκείνων μᾶλλον τῶν καύσων, ἐφ᾿ ὧν ἡ τοῦ πάθους σύστασις ἐν τῷ πνεύμονι γίγνεται· θερμαινομένη γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ κεφαλὴ πληροῦται τοῦ αἵματος, ἀποχεῖ τε τὸ πλεονάζον αὐτοῦ, ῥηγνυμένων ἢ ἀναστομουμένων τῶν φλεβῶν, διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ περὶ τὸν τράχηλον ἀποστήματα καὶ παρωτίδες γίνονται τοῖς οὕτω πάσχουσιν. ὅσοις δὲ τοῦ πάθους ἡ σύστασις ἐν τοῖς κατὰ τὴν νῆστιν ἢ τὸ ἧπαρ ἐγένετο μέρεσι, κάτω μᾶλλον αἱ ἀποστάσεις τούτοις συμπίπτουσιν, ὥστε καὶ ἡ τῶν ἰσχίων ὀδύνη καὶ τὸ τοῦ αἰδοίου πελίωμα καὶ ἡ τοῦ ὄρχεως ἔντασις τοῖς οὕτω κάμνουσι μᾶλλον συμβαίνει. γίνεται δ᾿ ἔντασις

760
ὄρχεως ἐνίοτε μὲν ὑπὸ τῆς καθ᾿ ἑαυτὸν φλεγμονῆς, ἐνίοτε δὲ ὑπό τινος τῶν ἄνω φλεγμαινόντων ἑλκομένου. τὸ δὲ καὶ πτύσματα παχέα πτύειν ἐνίους αὐτῶν ἐπὶ τῶν κατὰ τὸν πνεύμονα πάθος ἐχόντων εἴρηται, πέψεως ἤδη γεγονυίας. εὔδηλον οὖν ἐκ τούτου τὸ συγκεχυμένον καὶ ἄτακτον καὶ ἀδιόριστον τῆς διδασκαλίας, ὅπερ ὑποτυπώσει μὲν ἕνεκα συγγραμμάτων γιγνομένῃ πρέπει, συγγράμματι δ᾿ οὐδαμῶς ἐστιν οἰκεῖον· ἐπὶ γὰρ πολλοῖς μέρεσι πεπονθόσι γιγνομένων τοιούτων πυρετῶν ἐχρῆν ἐφεξῆς συμπτωμάτων γεγράφθαι τὸν κατάλογον καὶ μὴ ἀδιορίστως τε καὶ ἀτάκτως, ἀλλ᾿ ἢ κατὰ τὸ οἰκεῖον προκείμενον νόσημα ποιεῖν. καὶ τὸ, κοιλίη ὑπάγουσα, κατὰ τὸν αὐτὸν εἴρηται τρόπον, οὐχ ὡς ἀεὶ τοῖς καύσοις ὑπάρχοντος τοῦ συμπτώματος, ἀλλ᾿ ὡς ἐνίοτε, τοῖς γὰρ ἐν τῇ γαστρὶ τὴν εἰρημένην διάθεσιν ἔχουσι διαφθειρομένων τῶν σιτίων αἱ διαχωρήσεις ὑγραὶ, τοῖς δ᾿ ἐν τῷ πνεύμονι ἔχουσι τῆς γαστρὸς ἀπαθοῦς ὑπαρχούσης οὐκ ἀνάγκη τὰ διαχωρούμενα τοιαῦτα εἶναι, τοὐναντίον γὰρ ἐνίοτε τοῖς οὕτω διακειμένοις συμβαίνει σκληρὰν καὶ δυσδιαχώρητον
761
εἶναι τὴν γαστέρα. καὶ μὴν δὴ καὶ οἷς κατὰ τὸ ἧπάρ ἐστιν ἡ οἷον ῥίζα τοῦ καύσου καὶ τοῖς διὰ τὸ ἧπαρ καυσουμένοις, ποτὲ μὲν ἔκκρισις ὑγρὰ, ποτὲ δὲ ξηρὰ τὰ διαχωρήματα αὐτῶν ἐκκρίνεται, οἷον τὰ καλούμενα σπυραθώδη, κατωπτημένων δηλονότι τῶν σκυβάλων ὑπὸ τῆς ἐν τῷ σπλάγχνῳ φλεγμονῆς. ὅταν μὲν οὖν φλεγμαίνῃ μόνον, τοῦτο ἐργάζεται· ὅταν δὲ σὺν τῇ φλεγμονῇ ᾖ καὶ ἡ ἀτονία, ὑγρὰ διαχωροῦσι μὴ δυναμένου τοῦ σπλάγχνου πρὸς ἑαυτὸ τὴν τροφὴν ἕλκειν. διορίζεται δὲ τὰ τοιαῦτα διαχωρήματα τῶν ἀπὸ τῆς γαστρὸς πεπονθυίας γενομένων τῷ κεχυλῶσθαι.

Ῥοφήματα ἐπισπαστικὰ δίδου.

Ὃ πολλάκις εἴωθα λέγειν, ὡς ἀσαφὴς λέξις οὐδὲν διδάσκει, τοῦτο καὶ νῦν ἐρῶ. τοῖς γὰρ διὰ φαυλότητα φλέγματος νοσοῦσι ποτὸν μὲν ὀξύμελι χρησιμώτατόν ἐστι, τροφὴ

762
δὲ χυλὸς πτισάνης· ἀλλ᾿ ὅμως ἐγὼ, καίτοι γινώσκων ταῦτα καὶ παρ᾿ ἑτέρου μαθὼν οὐδενὸς, οὐκ ἔχω μαντεύεσθαι τίνα ποτὲ λέγει τὰ ἐπισπαστικὰ ῥοφήματα. τὸ γὰρ ὀξύμελι τμητικόν τε καὶ διαιρετικὸν καὶ ῥυπτικὸν ἐγχωρεῖ λέγειν, ἐπισπαστικὸν δ᾿ οὐδαμῶς, ὅτι γε οὐ δυνάμεθα δεῖξαι τὸ ἐπισπώμενον ὑπ᾿ αὐτοῦ· οὕτως οὐδὲ τὸν τῆς πτισάνης χυλὸν ἐπισπαστικὸν εἶναι φαίημεν. ἴσως οὖν ἐρεῖ τις κελεύειν αὐτὸν τὴν γαστέρα ὑπάγειν τοῖς ἐπισπαστικοῖς, τουτέστι τοῖς ἐπισπωμένοις τὸν παχὺν χυμὸν, ὁποῖός ἐστι καὶ ὁ τοῦ φλέγματος· ἀλλ᾿ οὐκ ἂν εἶπε ῥοφήματα· φαρμάκων γὰρ τὸ τοιοῦτον ἔργον, οὐ ῥοφημάτων ἐστὶν, ὥσπερ οὐδὲ πομάτων. πρόδηλον οὖν γέγονεν, ὡς ἐν ταῖς ἀσαφέσι λέξεσιν οὐδὲν γινώσκομεν βέβαιον, καὶ διὰ τοῦτο οὐδὲ ταύτῃ τῇ λέξει ἐπιχειροῦμεν, οὐδὲν γὰρ ὡρισμένον οὐδὲ βέβαιον παρ᾿ αὐτῆς ἐστιν εὑρεῖν· ἀλλ᾿ οὐκ οἶδ᾿ ὅπως ἄνθρωποι, καθάπερ καὶ ἄλλα πολλὰ φανερῶς ἁμαρτάνουσιν, οὕτω καὶ τὸ χαίρειν τοῖς ἀσαφῶς εἰρημένοις· καίτοι πάντες ὥσπερ ἐξ ἑνὸς
763
στόματος τὴν μὲν σαφήνειαν ἀρετὴν εἶναι ἑρμηνείας λέγουσι, τὴν δὲ ἀσάφειαν κακίαν.

Τὰ δὲ ὀξέα πάθεα φλεβοτομήσεις, ἢν ἰσχυρὸν φαίνηται τὸ νόσημα καὶ οἱ ἔχοντες ἀκμάζωσι τῇ ἡλικίῃ καὶ ῥώμη παρῇ αὐτέοισιν.

Οὗτος ὁ λόγος ἄξιός ἐστιν Ἱπποκράτους· θαυμάζω δὲ πῶς οὐκ ἔγραψεν αὐτὸν ἐν ἀφορισμοῖς· ἐν ὀλίγῃ γὰρ τῇ λέξει δύναμίς ἐστι μεγάλη, καθάπερ ἐν τοῖς ἀφορισμοῖς. περὶ γοῦν τῶν φλεβοτομίας χρῃζόντων εἴρηται πολλάκις τοῖς ἰατροῖς, ὧν τὰ δοκοῦντα πιθανώτατα περὶ φλεβοτομίας ἀσφαλῶς εἴρηται διὰ δυοῖν βιβλίων ὑπ᾿ ἐμοῦ γεγραμμένων· τὸ μὲν οὖν ἕτερον αὐτῶν ἐπιγέγραπται περὶ φλεβοτομίας, ἐν ᾧ τὰ πάντα χρήσιμα διδάσκεται· τὸ δ᾿ ἕτερον γέγραπται, ὡς ἔφην, τοῖς ἰατροῖς τοῖς τε ἐμπειρικοῖς καὶ δογματικοῖς. οἱ δ᾿ ἀμέθοδοι Θεσσάλειοι καθάπερ καὶ τἄλλα

764
χωρὶς ἀποδείξεως ἁπλῶς λέγουσιν, οὕτω καὶ τὴν φλεβοτομίαν ἀπεφήναντο χαλαστικὸν εἶναι βοήθημα· τὸ χαλαστικὸν δ᾿ αὐτὸ διαφόρως ἐξηγοῦνται, καθὼς δέδεικταί μοι διὰ τῶν ἐμῶν ὑπομνημάτων περὶ τῆς μεθοδικῆς αἱρέσεως ἐπισκεπτομένῳ. τῷ μὲν οὖν ἅπασαν ἀναλέξασθαι τὴν περὶ τῆς φλεβοτομίας ἱστορίαν βουλομένῳ πάρεστιν ἀναγινώσκειν τά θ᾿ ἡμέτερα καὶ τὰ τῶν ἄλλων ἰατρῶν βιβλία· νυνὶ δὲ αὐτὸ τὸ κεφάλαιον αὐτῆς ἄκουσον, εἰς ὀλίγους τέως ἀνηνεγμένον σκοπούς. φλεβοτομήσεις γὰρ πρῶτον, εἴ σοι φαίνοιτο μέγα τὸ νόσημα· φανερῶς ἀπὸ τοῦ νοουμένου πηλίκου τῷ βοηθήματι χρῆται διὰ τὰ ἰσχυρὰ πάθη· οὐ διαφέρει γε μὴν ἰσχυρὸν ἢ μέγα νόσημα φάναι. δεύτερος σκοπὸς τῆς φλεβοτομίας ἐστὶν, εἰ ἀκμάζει κατὰ τὴν ἡλικίαν ὁ κάμνων· οὔτε γὰρ παῖς οὔτε γέρων φέρουσι τὴν φλεβοτομίαν, οὐδ᾿ ἂν μέγα νόσημα νοσῶσιν. ὁ δὲ δὴ τρίτος σκοπὸς εἴρηται τῷ συγγραφεῖ τῆς ζωτικῆς δυνάμεως ἡ ῥώμη· καὶ γὰρ καὶ τῶν ἀκμαζόντων ἐν ταῖς νόσοις οὐ διὰ πάντος ἡ ῥώμη ἐμφανεῖται. ἴσως οὖν τινι δόξει τὰ δύο ἀρκεῖν μόνα σκοποὺς
765
ὑποθέσθαι φλεβοτομίας, μέγεθος νοσήματος καὶ ῥώμην δυνάμεως· ὁ γάρτοι γέρων οὐ διὰ τὴν πολυετίαν αὐτὴν καθ᾿ ἑαυτὴν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως οὐ φέρει τὴν φλεβοτομίαν. ἀλλ᾿ οἵ γε παῖδες ἰσχυροὶ τὴν ζωτικὴν δύναμιν ὄντες, ὅμως οὐδ᾿ αὐτοὶ τὴν φλεβοτομίαν ἀνέχονται· διαφορεῖται γὰρ αὐτῶν ἑτοίμως ἡ οὐσία, διά τε τὴν ὑγρότητα καὶ διὰ τὴν θερμότητα τῆς κράσεως· οὔκουν δέονται φλεβοτομίας, σύμφυτον ἔχοντες τὴν ἐκ τῆς κράσεως κένωσιν. διὰ ταῦτα γὰρ οὖν οὐκ ἀρκεῖ μέγεθος νοσήματος καὶ ῥώμην δυνάμεως σκοποὺς εἶναι φλεβοτομίας, ἀλλ᾿ ἄμεινον εἶναι προστιθέναι καὶ τὴν τῶν ἀκμαζόντων ἡλικίαν. τό γε μὴν ἐν ἀρχῇ τῆς ῥήσεως ἄξιον ἐπισκέψασθαι, ὅπως εἴρηται, τὰ ὀξέα πάθεα φλεβοτομήσεις· τῶν δὲ χρονίων πῶς οὐκ ἐμνημόνευσεν. ἐπειδὴ περὶ τῶν ὀξέων αὐτῷ νῦν ἐστιν ἡ διδασκαλία καὶ διὰ τοῦτο περὶ τούτων μόνον ἐμνημόνευσε· δέονται γὰρ καὶ τῶν χρονίων πολλὰ φλεβοτομίας, ὅταν καὶ αὐτὰ τοῖς εἰρημένοις τρισὶν ὑπάγηται σκοποῖς. ὀρθῶς δὲ
766
πάντων τούτων εἰρημένων, οὐκ ὀρθῶς ὑποληπτέον κεκρίσθαι πρός τινων, ὧν ἐστι καὶ Μηνόδοτος ὁ ἐμπειρικὸς, ἐπὶ μόνῃ τῇ πληθωρικῇ καλουμένῃ συνδρομῇ φάσκων τετηρῆσθαι φλεβοτομίαν· ἡμεῖς δὲ καὶ μὴ παρούσης αὐτῆς φλεβοτομοῦμεν, ὅταν ὀδύνη σφοδρὰ καταλαμβάνῃ τὸν ἄνθρωπον ἐξαίφνης ἢ θλασθῇ τι μόριον ἢ ὀστοῦν ἐξωσθῇ κατὰ ἄρθρον ἢ ἄλλο τι ἄρθρον συναρθῇ· οὐ φλεβοτομοῦμεν δὲ ἀεὶ, καίτοι τῆς πληθωρικῆς συνδρομῆς γενομένης, διὰ δὲ τρίψεως καὶ λουτρῶν πλειόνων καὶ διαίτης ἐνδεοῦς, ἡμέραις δύο ἢ καὶ τρισὶν εἰς τὸ κατὰ φύσιν ἄγομεν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τῷ περὶ πλήθους καὶ ἐν τῷ περὶ φλεβοτομίας, ἔτι δὲ ἐν τῷ τῆς θεραπευτικῆς μεθόδου βιβλίῳ. ἱκανὰ μὲν οὖν καὶ ταῦτα εἰς τὸ παρὸν, ὡς ἐν ὑπομνήματι, περὶ φλεβοτομίας εἰρῆσθαι· προσθήσω δὲ, ἕνεκα τοῦ μηδὲν λείπειν, τὸν ἀπὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος σκοπὸν, ὅταν ᾖ θερμὸς ἱκανῶς καὶ ξηρὸς, ὡς διαφορεῖσθαι ταχέως ὑπὸ τούτου τὸ σῶμα· τηνικαῦτα γὰρ ἀφιστάμεθα τῆς φλεβοτομίας,
767
εἰ καὶ μέγα τὸ νόσημα καὶ ἀκμάζων ὁ ἄνθρωπος εἴη. τοῦτ᾿ οὖν ὁ συγγραφεὺς τοῦ βιβλίου παρέλειψε μόνον, γράψας τὰ λοιπὰ καὶ τὴν ἕξιν αὐτοῦ πάσχοντος σώματος· ἀλλ᾿ ἐπὶ προήκοντί γε τῷ γράμματι καὶ τῆς ἕξεως ἐμνημόνευσε, δυναμένης καὶ τὰς τῆς ἡλικίας διαφορὰς ἐν ἑαυτῇ περιλαβεῖν, ὡς δείξω.

Ἢν μὲν οὖν σύναγχος ᾖ, ἐκλεικτοῖσιν ἀνακάθαιρε, ἤν τ᾿ ἄλλο τι τῶν πλευριτικῶν· ἢν δὲ ἀσθενέστεροι φαίνωνται, ἢν καὶ πλέον τοῦ αἵματος ἀφέλῃς, κλυσμῷ κατὰ κοιλίην χρέεσθαι διὰ τρίτης ἡμέρας, ἕως ἂν ἐν ἀσφαλείῃ γένηται ὁ νοσέων ἢ καὶ λιμοῦ χρῄζοι.

Ἡ συνάγχη τῶν κατὰ τὸν φάρυγγα μερῶν ἐστι φλεγμονὴ, δυναμένη μετὰ τὴν φλεβοτομίαν ἐκλεικτοῖς ἀνακαθαίρεσθαι, τουτέστιν αὐτὰ τὰ περιεχόμενα κατὰ τὰ φλεγμαίνοντα μόρια, κενοῦσθαι διὰ τῶν πτυσμάτων· τὸ γὰρ ἀκάθαρτον

768
σῶμα καὶ περιττωματικὸν, ἐκκενούμενον, εἰκότως ἄν τις καθαίρεσθαι λέγοι. τὰ δ᾿ ἄλλα νοσήματα τὰ ὀξέα παραλείψας περὶ τοῦ πλευρίτου εἴρηκεν, ὡς κᾀν τῷ πρώτῳ μέρει τοῦ βιβλίου πεποίηκεν· ἢν δὲ ἀσθενέστεροι, φησὶν, εἶναί σοι δοκῶσιν ἢ διὰ τὸ πλῆθος τοῦ κατὰ τὴν φλεβοτομίαν ἀφαιρεθέντος αἵματος ἢ καὶ ἄλλως, ἀντὶ τοῦ καθαίρεσθαι κλυστῆρι χρῶ διὰ τρίτης ἡμέρας. χαλασθέντος γὰρ τοῦ σώματος ὑπὸ τῆς φλεβοτομίας, ὅσον ὑπολείπεται κατὰ ποιότητα μοχθηρὸν τῶν νοσαζόντων χυμῶν, τοῦτο διὰ τῶν κλυστήρων ἐκκενῶσαι βούλεται. πρόδηλον δέ ἐστιν ὅτι σκοπὸν ἔχει οὐ μόνον ὑπάγειν τὰ περιττώματα τῆς τροφῆς, ἀλλὰ καὶ τὸν πεπονθότα τόπον ἐκκαθαίρειν. τὸ δὲ προσκείμενον ἐπὶ τῇ τελευτῇ τοῦ λόγου, τὸ ἢ καὶ λιμοῦ χρῄζοι, δῆλον τοῖς μεμνημένοις τῶν ἐν τῷ πρώτῳ μοι βιβλίῳ διδαχθέντων.

Φλεγμαίνοντα ὑποχόνδρια μὴ πνευμάτων ἀπολήψει, φρενῶν ἐντάσιες ἢ πνευμάτων προτάσιες, ὀρθοπνοίης ξηρῆς, οἷσι
769
μὴ πῦον ὕπεισιν, ἀλλὰ ὑπὸ πνευμάτων ἀπολήψιος τὰ παθήματα ταῦτα ἐπιγίνεται· μάλιστα δὲ καὶ ἥπατος περιωδυνίαι καὶ σπληνὸς βάρεα καὶ ἄλλαι φλεγμασίαι τε καὶ ὑπὲρ φρενῶν περιωδυνίαι τε καὶ ξυστροφαὶ νοσημάτων, οὐ δύνανται λύεσθαι, ἤν τις πρότερον ἐπιχειρέῃ φαρμακεύειν, ἀλλὰ φλεβοτομίη τῶν τοιῶνδε ἡγεμονικόν ἐστιν· ἔπειτα δὲ ἐπὶ κλυσμῶν, ἢν μὴ μέγα καὶ ἰσχυρὸν τὸ νόσημα ᾖ· εἰ δὲ μὴ καὶ ὕστερον φαρμακείης δεῖ. δέεται δὲ καὶ ἀσφαλείης καὶ μετριότητος μετὰ φλεβοτομίην φαρμακείη.

Κατάλογός ἐστι νοσημάτων φλεβοτομίας μὲν πρότερον, ἐπ᾿ αὐτῆς δὲ καθάρσεως δεομένων, ὧν πρῶτον ἁπάντων γέγραπται φλεγμαίνοντα ὑποχόνδρια· οὐ κατὰ τὸ τοῦ Ἱπποκράτους ἔθος ἄκουε τῆς φλεγμαίνοντα φωνῆς. καὶ γὰρ πάντα τὰ φλογώδη καὶ θερμὰ δηλοῦνται τῶν νοσημάτων, ἐρυσιπέλατα, ἕρπητες, ἄνθρακες, αὐταὶ αἱ ἰδίως ὀνομαζόμεναι

770
φλεγμοναί· ἅπαντες δὲ οἱ νεώτεροι τῶν ἰατρῶν καθ᾿ ἑνὸς εἴδους τῶν φλεγμαινόντων σωμάτων ἐπιφέρουσι τὸ πάλαι ἁπάντων κοινὸν ὄνομα καὶ καλοῦσιν οὕτως μόνον ἐκεῖνον τὸν ὄγκον, ὃς ἀντίτυπός τε καὶ ὀδυνηρὸς ᾖ μετὰ θερμασίας πολλῆς. ὄντων δὲ καὶ ἄλλων ὄγκων παρὰ φύσιν, οἷον τοῦ τε σκίῤῥου καὶ τοῦ καλουμένου παρὰ τοῖς νεωτέροις ἰατροῖς οἰδήματος (ἦν γὰρ καὶ τοῦτο πάλαι κοινὸν ὄνομα πάντων τῶν παρὰ φύσιν ὄγκων, ἔτι δὲ καὶ τῆς ἐμπνευματώσεως) εἴρηται μὲν ἡμῖν ἑτέρωθι δι᾿ ἑνὸς βιβλίου περὶ τῶν παρὰ φύσιν ὄγκων· ἐν δὲ τῷ νῦν ἐνεστῶτι λόγῳ καθάπερ τὰ ἄλλα, διὰ κεφαλαίων καὶ τοῦτο εἴρηται. σκίῤῥος μὲν ὁ ἀντίτυπος ὄγκος καὶ ἀνώδυνος, ἡ δὲ πνευμάτωσις γίνεται διττῶς, ἤτοι κατά τινας αἰσθητὰς κοιλότητας ἀθροιζομένου πνεύματος φυσώδους ἢ λόγῳ θεωρητάς· ἐνίοτε γοῦν τινες ὄγκους παρὰ φύσιν ἐν μυσὶν ἔτεμον, ὡς ἐν βάθει πῦον εὑρήσοντες, εἶθ᾿ εὗρον οὐδὲν ἄλλο πλὴν πνεύματος ἐν ἁπάσῃ τῇ σαρκὶ κατὰ μικρὰ παρεσπαρμένου. καὶ μέντοι καὶ θρόμβους ἐνίοτε μόνους οἱ
771
οὕτω τέμνοντες, ἢ γλίσχρον ὑγρὸν εὗρον ἢ μυξῶδες. ἀλλ᾿ ἐπὶ τῶν τοιούτων ὁ ὄγκος κατὰ τὸν θρόμβον ἢ τὴν μύξαν ἦν, ὡσαύτως φαινομένης διακεῖσθαι τῆς σαρκός· τὸ δὲ πνεῦμα κατὰ βραχύ ἐστι διεσπαρμένον ἐν ταύτῃ. κατὰ τοίνυν τὴν προκειμένην ἐν τῷ λόγῳ ῥῆσιν τὰ φλεγμαίνοντα ὑποχόνδρια φαίνεταί μοι μὴ κατὰ τὸ σύνηθες Ἱπποκράτει σημαινόμενον εἰρῆσθαι· τίνα γὰρ ἕξει νοῦν τὸ προσκείμενον αὐτῇ, μὴ πνευμάτων ἀπολήψει, τῆς φλογώδους θερμασίας ἐν ὑποχονδρίοις, ἄν τε μετὰ πνεύματος ᾖ, ἄν τε μὴ, τὴν αὐτὴν ἔνδειξιν ἐχούσης; οὐ μὴν οὐδ᾿ οὕτως ἔοικεν εἰπεῖν, ὡς ἐπὶ συνόδου λέγεσθαι φλογώσεως τε καὶ πνευμάτων ἀπολήψεως γιγνομένων, ὅπερ ἐστὶ ψεῦδος· οὐδέποτε γὰρ ἡ τοῦ πνεύματος ἀπόληψις ἐπιφέρει φλογώδη διάθεσιν ἐν ὑποχονδρίῳ. ἔοικεν οὖν ὁ γράψας ταῦτα φλεγμαίνοντα λέγειν ὑποχόνδρια τὰ εἰς ὄγκον ᾐρμένα. τούτοις ἐφεξῆς ἐμνημόνευσε φρενῶν ἐντάσεως, εἶτα πνευμάτων προτάσεως. ἡ μὲν οὖν τῶν φρενῶν ἔντασις εὔδηλός ἐστι, τὰ δὲ προστεταμένα πνεύματα ἔοικε λέγειν, τὰ
772
οἷον ἐγκοπτόμενα περὶ ὧν ἐν τῷ προτέρῳ μέρει τοῦ βιβλίου τοῦδε γέγραπται, πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ, καὶ λέλεκται περὶ αὐτοῦ κατὰ τὴν ἐξήγησιν ἐκείνης τῆς λέξεως. ξηρὰν δὲ ὀρθόπνοια εἴρηκε τὴν χωρὶς πτυσμάτων ἢ ἄνευ βήξεως ἰσχυρὰν οὕτω δύσπνοιαν, ὡς μὴ φέρειν τὴν κατάκλισιν, ἀλλὰ πνίγεσθαι, περὶ ἧς ἔμαθες ὡς ὑπὸ στενοχωρίας γίγνοιτο τῶν κατὰ τὸν πνεύμονα κοιλιῶν τοῦ πνεύματος, αἵτινες τοῦτο πάσχουσι κατακειμένων μὲν μᾶλλον, ἑστώτων δ᾿ ἧττον, ἀνακαθημένων γε δηλονότι πάντων ὀρθῶς τῶν κατὰ τὸν θώρακα, διὸ καὶ καλεῖται ὀρθόπνοια· γιγνομένης δ᾿ αὐτῆς ἐνίοτε μὲν διὰ φλεγμονὴν τοῦ σπλάγχνου, καθάπερ ἐν περιπνευμονίαις, ἐνίοτε δὲ τῶν βρόγχων πεπληρωμένων, φλεβοτομίας δεῖσθαί φησι τοὺς ὀρθόπνοιαν πάσχοντας, οἷς μὴ πῦον ἤθροισται (πρόδηλον γὰρ ὡς ἐκεῖνοι κενωθῆναι χρῄζουσι τὸ πῦον), τοὺς δ᾿ ὑπὸ πνεύματος ἀπολήψεως, ὅπερ ἐστὶ στενοχωρουμένου τοῦ πνεύμονος, ταῦτα πάσχοντας, φλεβοτομητέον ἐστί σοι. ὡσαύτως δὲ καὶ ἥπατος περιωδυνίας καὶ σπληνὸς καὶ τὰς ἄλλας ἁπάσας
773
φλεγμασίας ὀνίνησιν ἡ φλεβοτομία καὶ συμπάσας τὰς συστροφὰς τῶν νοσημάτων. εἰκὸς δ᾿ ἐστὶ συστροφὰς εἰρῆσθαι νοσημάτων ὑπ᾿ αὐτοῦ, τὰς ὑπὸ τοῖς ὀγκουμένοις μορίοις γιγνομένας· ἀκούω γὰρ καὶ νῦν πολλῶν ὀνομαζόντων οὕτως ἐπὶ τῆς ἡμετέρας Ἀσίας πάντας τοὺς παρὰ φύσιν ὄγκους. ἐπὶ τούτων γὰρ ἀπαγορεύεσθαι δεῖ καθαίρειν, πρὸ τοῦ φλεβοτομῆσαι, καίτοι τοῦτον τὸν λογισμὸν ἐφεξῆς αὐτὸς ἐρεῖ κατὰ τήνδε τὴν ῥῆσιν.