In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Σκόροδον φῦσαν καὶ θέρμην περὶ τὸν θώρηκα καὶ κεφαλῆς βάρος καὶ ἄσην καὶ εἴ τι ἄλλο ἄλγημα εἴη μεμαθηκὸς πρόσθεν, παροξύνειεν ἄν· οὐρητικὸν δὲ καὶ τοῦτο ἔχει ἀγαθόν. ἄριστον δ᾿ αὐτοῦ φαγέειν ἢ μέλλοντι ἐς πόσιν ἰέναι ἢ μεθύοντι.

Εἰ τῇ πείρᾳ χρὴ κρίνειν ἓν ἕκαστον τῶν ἐσθιομένων, οὐκ ἂν ὀρθῶς λέγοιτο φυσῶδες εἶναι τὸ σκόροδον, οὐδὲ θέρμης πλείονος ἢ κατὰ κρόμμυον, αἴσθησιν φέρον τοῖς φαγοῦσιν, οὔτ᾿ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος οὔτ᾿ ἐν τῷ

872
θώρακι· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ᾿ ἄσης, καὶ μάλιστα, ἄν τις αὐτὸ βραχὺ προαποζέσας προσάρηται. τὰ δὲ πολλὰ τῶν ἐδεσμάτων, ὅταν μὲν πληθωρικὸν ᾖ τὸ σῶμα, θερμαίνει, ὅταν δὲ προκεκενωμένον ᾖ, ξηραίνει γε ἱκανῶς. ἡμάρτηκεν οὖν ὁ συγγραφεὺς τοῦ βιβλίου, χωρὶς διορισμοῦ τὴν ἀπόφασιν ποιησάμενος· ἄμεινον γὰρ ἦν διορίσαι, καθὸ λέλεκται, νυνὶ δὲ ἁπλῶς εἰπὼν ἀπεφήνατο περὶ σκορόδου· βέλτιον δ᾿ ἦν εἰπεῖν ξηραίνειν καὶ θερμαίνειν αὐτὸ καὶ ἄφυσον εἶναι· οὐ κατὰ γὰρ ἀδιορίστου ἀποφαίνεσθαι ἔθος ἐστίν. προσυπακούειν δ᾿ ὅταν ἐν καιρῷ δοθῇ, ὃ τῷ προπαρεσκευασμένῳ τῷ σώματι δηλοῖ· προπαρασκευάζεται δὲ μήτε πληθωρικὸν μήτε κακόχυμον ὄν. οὐκ ὀρθῶς οὖν οὐδὲ κεφαλῆς βάρος ὑπ᾿ αὐτοῦ γίνεσθαί φησιν· ἐὰν γὰρ προκενώσας τὸ σῶμα προσενέγκῃ σκόροδον καὶ κεφαλῆς βάρος ἰάσῃ καὶ παντὸς ἄλλου μορίου. θαυμάζω δὲ πῶς ἃ μέχρι τοῦ νῦν διῆλθεν ἐπ᾿ αὐτοῦ προειπὼν ἐφεξῆς φησιν· ἄριστον δ᾿ αὐτὸ φαγεῖν μέλλοντι ἐπὶ πόσιν ἰέναι ἢ μεθύοντι. φαίνεται δὲ
873
ἐκ τούτων οὔτε κραιπάλην οὔτε μέθην ἐργαζόμενον, ἀλλὰ καὶ προφυλακτικὸν αὐτῶν ὑπάρχον, ὡς καὶ βάρος ὦσαι δύνασθαι καὶ θεραπευτικὸν γενέσθαι φυσῶν. ἀληθῆ μὲν ταῦτα εἶπε καὶ προσέτι τῶν οὐρητικῶν εἶναι φαρμάκων αὐτό· ψευδῶς δὲ τἄλλα προσέθηκεν, ἅμα καὶ τῷ μαχόμενα λέγειν αὐτά.

Τυρὸς δὲ φῦσαν καὶ στεγνότητα καὶ σιτίων ἔξαψιν ποιέει, ὠμὸν καὶ ἄπεπτον· κάκιστον δ᾿ ἐν τῷ ποτῷ φαγεῖν πεπληρωμένοισιν.

Φυσώδης μᾶλλόν ἐστι τοῦ ξηροῦ ὁ μαλακὸς καὶ νέος τυρὸς καὶ ἧττον στεγνοῖ, τουτέστιν ἵστησι τὴν γαστέρα τοῦ ξηροῦ· τούτῳ γὰρ ὑπάρχει φυσώδει μὲν ἧττον εἶναι, μᾶλλον δ᾿ ἱστάναι τὴν γαστέρα· καὶ μέντοι καὶ διψώδης μᾶλλόν ἐστιν, ὅπερ ἐδήλωσεν εἰπὼν, σιτίων ἔξαψιν ποιεῖ. τὸ δὲ ὠμὸν καὶ ἄπεπτον μεταξὺ παρέγκειται κατὰ τὴν ῥῆσιν οὐκ

874
ἐπιμελῶς ἑρμηνευόμενον· ἐμφαίνει γοῦν ὅτι τὸ κατὰ τὸ σῶμα συνιστάμενον πᾶν ὠμὸν καὶ ἄπεπτον ἐν χυμοῖς, ἐκ τοιούτων ἐδεσμάτων πέφυκε γίνεσθαι, ὁποῖός ἐστι καὶ ὁ τυρὸς, ὠμὸν καὶ ἄπεπτον ἔδεσμα, ὡς εἰ καὶ οὕτως ἔλεγε· τυρὸς δὲ καὶ φῦσαν καὶ στεγνότητα τῆς γαστρὸς ἐργάζεται καὶ καυσώδης ἐστὶν, ἔτι δ᾿ ὠμὸν καὶ ἄπεπτόν ἐστιν ἔδεσμα καὶ χυμῶν τοιούτων γεννητικόν. κάκιστον δὲ, φησὶ, καὶ πεπληρωμένον μετὰ πόματος φαγεῖν αὐτὸ, ὅπερ εὔδηλόν ἐστι καὶ τοῖς ἰδιώταις· ἔστι μὲν γὰρ καὶ ἄλλως οὐκ ἀγαθὸν ἔδεσμα τυρὸς, ὡς ἂν παχύχυμος καὶ δύσπεπτος ὑπάρχων· εἰ δ᾿ ἐν τῷ πίνειν αὐτῷ τις χρήσαιτο πεπληρωμένος ὢν, χείριστος ἁπάντων τῶν ἐδεσμάτων γίνεται, βαρύνων τε τὸ στόμα τῆς γαστρὸς, αὐτός τε πρῶτος διαφθειρόμενος, εἶθ᾿ ἑαυτῷ συνδιαφθείρων καὶ τἄλλα.

Ὄσπρια δὲ πάντα φυσώδεα καὶ ὠμὰ καὶ ἑφθὰ καὶ πεφρυγμένα, ἥκιστα δὲ βεβρεγμένα ἢ χλωρά· τουτέοισι δὲ
875
μὴ χρέεσθαι, εἰ μὴ μετὰ σιτίων. ἔχει δὲ καὶ ἰδίας μοχθηρίας ἕκαστον αὐτέων.

Ἐμπίπλησι τὴν κοιλίαν πάντα τὰ ὄσπρια, πρὸς τούτοις δὲ καὶ δυσπεπτότατα αὐτῶν ἐστι τὰ ὠμά· τὰ δὲ πεφρυγμένα φυσώδη μὲν ἧττον, ἄπεπτα δ᾿ οὐδὲν ἧττον· ὅσα δὲ πλεῖστον ἥψηται, μετριώτερα. τὸ δ᾿ ἐφεξῆς ἔν τισι μὲν τῶν ἀντιγράφων γέγραπται καὶ βεβρεγμένα καὶ χλωρὰ, ὡς καὶ τῶν τοιούτων τὰς προειρημένας κακίας ἐχόντων· ἐν τοῖς πλείστοις δὲ οὐχ οὕτως, ἀλλ᾿ ἐφ᾿ ἑτέρας ἀρχῆς· ἥκιστα δὲ βεβρεγμένα ἢ χλωρά. χλωρὰ μὲν οὖν λέγεται τὰ μὴ ξηρὰ μηδὲ ἀκριβῶς ἤδη τέλεα· βεβρεγμένα δὲ τὰ ὕδατι βρεχθέντα. συμβουλεύει τοίνυν ἄνευ σιτίων ὀσπρίοις μὴ χρέεσθαι· σιτία δηλονότι μάλιστα μὲν τοὺς ἐκ πυρῶν ἄρτους λέγων ἢ ἁπλῶς ἅπαντα τὰ ὁπωσοῦν σκευαζόμενα, τάχα δὲ καὶ τἄλλα πάντα ἐξ ὅσων ἄρτοι γίνονται, ζειὰς καὶ

876
τίφας καὶ κριθάς· οἱ δ᾿ ἀγροῖκοι καὶ ἀπὸ τῶν κέγχρων ἄρτους ποιοῦνται.

Ἐρέβινθος φῦσαν μὲν ὠμὸς καὶ πεφρυγμένος καὶ πόνον ἐμποιέει.

Τινὲς γράφουσι διὰ τοῦτ᾿ αὐτὸν φυσώδη, ὡς ἐντείνοντα τὰ αἰδοῖα, τὸν ἐρέβινθον· διὰ μέντοι τὸν ὑπογεγραμμένον τῆς λέξεως τὸν πόνον φέρομεν ἐπὶ τὴν διὰ τὴν ἐμφύσησιν ὀδύνην.

Φακὸς δὲ στύφει καὶ ἄραδον ἐμποιέει, ἢν μετὰ τοῦ φλοιοῦ ᾖ.

Τὴν ἄραδον φωνὴν ἔφην σημαίνειν ταραχήν τινα καὶ οἷον μάχην ἐν τῇ γαστρὶ γινομένην ἐκ τῶν διαφόρων ταῖς

877
δυνάμεσι σιτίων· ὥσπερ καὶ νῦν ὅταν μετὰ τοῦ φλοιοῦ προσενέγκηται, πολὺ τῆς σαρκὸς αὐτῆς ἐστι δυσπεπτοτέρα.

Θέρμος δὲ ἥκιστα τουτέων κακὰ ἔχει.

Τὸ ἥκιστα τοὐναντίον ἐνταῦθα σημαίνει τῷ μάλιστα· δηλονότι τὸν θέρμον ἐλάχιστα τῶν προειρημένων ἔχειν φησὶ τὰ κακά.

Σιλφίου δὲ καυλὸς καὶ ὀπὸς ἔστι μὲν οἷσι μάλιστα, τοῖσι δὲ ἀπείροισιν οὐ διέρχεται τῇ κοιλίῃ· ἀλλὰ καλέεται ξηρὴ χολέρη, μάλιστα δὲ γίνεται, ἢν μετὰ πολλοῦ τυροῦ μιχθῇ ἢ κρεηφαγίης βοείων κρεῶν.

Τὴν ῥίζαν τοῦ σιλφίου καλεῖν ἔθος ἐστὶ τοῖς ἀνθρώποις ὁμωνύμως ὅλῃ τῇ βοτάνῃ. ταύτην δέ φησι καὶ προσέτι

878
τὸν ὀπὸν τῆς πόας τοῖς ἀπείροις, τουτέστι τοῖς ἀήθεσι, ξηρὰν ἐργάζεσθαι χολέραν· ἥτις δ᾿ ἐστὶν αὕτη μετ᾿ ὀλίγον αὐτὸς διδάξει γράφων ὡδί· χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται καὶ ψόφοι ἔνεισιν. εὔδηλον οὖν ὅτι πνεῦμα φυσῶδες ἀθροίζεται κατὰ τὴν κοιλίην ἐκ τῆς τοῦ σιλφίου προσφορᾶς, ἔστι δὲ δριμὺ καὶ καυσῶδες τοῦτο. τί δὴ οὖν σημαίνει τὸ ἔστι μὲν οἷσιν, οὐδὲν ἐκ τῆς λέξεως σαφὲς καὶ διὰ τοῦτο ἐξηγούμενός τις ἕκαστον τούτων ἐρεῖ τὸ πιθανώτατον ἑαυτῷ φαινόμενον· ἄπορον γὰρ τὸ κατὰ λόγον ἐρεῖν ἐν τοῖς τοιούτοις. μάλιστα δὲ γίγνεται, ἢν μετὰ πολλοῦ τυροῦ μιχθείη ἢ κρεηφαγίης βοείων κρεῶν. τὴν ξηρὰν χολέρην αὐτῷ κεκλημένην μάλιστα γίγνεσθαί φησι τοῖς τὸ σίλφιον ἅμα τῷ τυρῷ πλέον προσενεγκαμένοις ἢ βοείοις κρέασιν ἡ γὰρ ἐκ τοῦ σιλφίου γεννωμένη φῦσα τοῖς ἐμπλαστικοῖς καὶ βραδυπόροις ἐδέσμασι μιχθεῖσα μένει κατὰ τὴν γαστέρα μὴ διεξερχομένη.

879
Τὰ μὲν γὰρ μελαγχολικὰ καὶ παροξυνθείη ἂν παθήματα ὑπὸ βοείων κρεῶν ἐδωδῆς· ἀνυπέρβλητος γὰρ ἡ φύσις αὐτέων καὶ οὐ τῆς τυχούσης κοιλίης καταπέψαι· βέλτιστα δὲ ἂν ἀπαλλάσσοιεν, εἰ διέφθοισί τε χρέοιντο καὶ ὡς παλαιοτάτοισι.

Ἦν μὲν αὐτῷ περὶ σιλφίου δυνάμεως ὁ λόγος, ἐπέμιξε δὲ τούτῳ τὴν τῶν βοείων κρεῶν ἐδωδὴν καὶ μετὰ ταῦτα ἑξῆς ἐπ᾿ αὐτὰ μεταβὰς τὰ μελαγχολικὰ πάθη παροξυνθήσεσθαί φησιν ὑπ᾿ αὐτῶν· εἶθ᾿ ἑξῆς ὡς ἂν ἐπαναδιπλοῦς αἰτίας ἀποδιδοὺς τοῦτό φησιν· ἀνυπέρβλητος γὰρ ἡ φύσις αὐτῶν. ἐχρήσατο μὲν οὖν τῷ γὰρ συνδέσμῳ, καθάπερ οἱ τὰς αἰτίας ὧνπερ εἰρήκασι λέγοντες· οὐ μὴν αὐτοῦ γε τοῦ παροξύνεσθαι τὰ μελαγχολικὰ πρὸς τῶν βοείων κρεῶν εἶπεν αἰτίαν, τινὰ δὲ ἄλλην κοινοτέραν τὴν κατὰ τὸ δυσκατέργαστον τῆς φύσεως καὶ ἰσχυρόν· ἡ γὰρ ἀνυπέρβλητος φύσις ἐστὶν, ἣν οὐκ ἄν τις ὑπερβάλλοιτο. βέλτιστα δὲ ἂν ἀπαλλάσσοιεν,

880
εἰ διέφθοισί τε χρέοιντο καὶ ὡς παλαιοτάτοισι. καὶ τοῦτο καθολικωτέραν ἔχει τὴν συμβουλὴν, οὐ κατὰ τὰ μελαγχολικά· τοῖς γὰρ βοείοις κρέασιν ἄμεινον χρῆσθαι διέφθοις τε καὶ παλαιοῖς, ὥσπερ τοῖς ἄλλοις ἅπασι δυσπέπτοις. οὐ κυρίως δὲ ἐχρήσατο τῇ βέλτιστα λέξει· οὔτε γὰρ οἱ μελαγχολικῶς νοσοῦντες οὔτ᾿ ἄλλος τις ἄνθρωπος ὑγιαίνων ἢ νοσῶν βέλτιστα ἂν ἀπαλλάσσοι βόεια δίεφθα καὶ παλαιὰ προσφερόμενος, τῶν γὰρ ἐσθιόντων εἰσὶν αὐτὰ πάντων οὐκ ἀγαθὴ τροφή· ἀλλ᾿ ἧττον τῶν ἄλλων οἱ τὰ τοιαῦτα προσφερόμενοι βλάπτονται. μεταθεὶς οὖν τὸ βέλτιστα καὶ ποιήσας ἥκιστα τὸν λόγον ἄμεμπτον ἐργάσῃ.

Αἴγεια δὲ κρέα ὅσα τε ἐν βοείοισιν ἔνι κακὰ, ἅπαντ᾿ ἔχει τήν τε ἀπεψίην· καὶ φυσωδέστερα καὶ ἐρευγματωδέστερα καὶ χολέρην ποιέει. ἔστι δὲ τὰ εὐωδέστατα στερεὰ καὶ ἥδιστα, ταῦτ᾿ ἄριστα δίεφθα καὶ ψυχρά· τὰ δ᾿ ἀηδέστατα
881
καὶ δυσώδεα καὶ σκληρὰ, ταῦτα κάκιστα καὶ τὰ πρόσφατα. βέλτιστα δὲ ἐπὶ τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα.

Κἀνταῦθα πάλιν εἶπε τὴν αἰτίαν τοῦ τῶν βοείων κρεῶν εἶναι φαυλότερα τὰ αἴγεια· δύσπεπτα γὰρ ὁμοίως ὄντα τὰ αἴγεια, φυσωδέστερα τῶν βοείων εἰσὶν, ἐρυγάς τε πολλάκις ποιεῖ μοχθηρὰν ἐχούσας ποιότητα. δριμύτερα δ᾿ ὄντα καὶ θερμότερα τῶν βοείων, εἰ ἀπεπτηθῇ καὶ χολέραν ἐργάζεται· διὸ καὶ ψυχρὰ μᾶλλον ἢ θερμὰ δεῖ ἐσθίειν αὐτά. βέλτιστα δ᾿ ἐστὶ τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα. βέλτιστα δ᾿ εἶναί φησι σφῶν αὐτῶν τὰ κρέα τῶν αἰγῶν, οὐ γὰρ δὴ τῶν ἄλλων γε κρεῶν. ἐχρῆν μὲν οὖν ὅσον ἐπὶ τῇ ὥρᾳ φαυλότατα διὰ τὴν κρᾶσιν εἶναι συμβαίνει δὲ βελτίονα τὴν τροφὴν αὐταῖς κατὰ τὸ θέρος εἶναι καθάπερ τὰ ποηφάγα τῶν ζώων μοχθηρὰ, διὰ τὸ μηκέτι ἔχειν τὴν πόαν χλωράν· ταῖς δ᾿ αἰξὶν ἐπιτηδειοτάτη τροφή τῶν δένδρων οἱ βλαστοὶ καὶ καυλοί ἐστιν, οὓς ἐπὶ τῇ τελευτῇ τοῦ ἦρος ἔχει δαψιλεῖς κατὰ τὸ θέρος. ὅτι δὲ τροφὴ

882
πλεῖστον δύναται πρὸς τὴν τῶν κρεῶν ἐπιτηδειότητα κᾀκ τῶν ἀλωπέκων ἔνεστί σοι μαθεῖν ἐν φθινοπώρῳ μάλιστα καλλίστην ἐχουσῶν διὰ τὰς σταφυλὰς σάρκα· οὕτως δὲ καὶ τὸ στρουθίον ἡ συκαλὶς καλλίστην ἔχει τὴν σάρκα. φθινοπώρου τοίνυν αἱ αἶγες ἀποροῦσαι τροφῆς ἐπιτηδείου χειρίστην καὶ ἰσχνοτάτην ἔχουσι τὴν σάρκα· κατὰ δὲ τὸν χειμῶνα πάλιν ἀμείνω τὴν τοῦ σώματος ἕξιν ἴσχουσι, τὴν φυσικὴν δυσκρασίαν ὑπὸ τῆς κατὰ τὴν ὥραν κράσεως ἐπανορθούμεναι.

Χοίρου δὲ πονηρὰ, ὁκόταν ᾖ ἐνωμότερα καὶ περικαῆ· χολερώτερα δ᾿ ἂν εἴη καὶ ἐκταρακτικά. ὕεια βέλτιστα τῶν κρεῶν ἁπάντων· κράτιστα δὲ τὰ μήτ᾿ ἰσχυρῶς πίονα μήτε πάλιν ἰσχυρῶς λεπτὰ, μήθ᾿ ἡλικίην φέροντα ἱερείου παλαιοῦ. ἐσθίειν δὲ ἄνευ τῆς φορίνης ἢ καὶ ὑπόψυχρα.
883

Χοῖρον ἐξαιρέτως ὠνόμαζον οἱ παλαιοὶ τὸν μικρὸν λίαν, ὥσπερ παρὰ τῷ ποιητῇ ἔστιν εὑρεῖν·

  • Ἔσθιε νῦν ὦ ξεῖνε, τὰ δὴ δμώεσσι πάρεστι
  • Χοίρε᾿, ἀτὰρ συάλους γε σύας μνηστῆρες ἔδουσιν.
  • οἱ δὴ μνηστῆρες οὐκ οἶδ᾿ ὅπως τοὺς συάλους ἤσθιον (τοὺς γὰρ ὑπὲρ τοὺς τελείους οὕτως ὠνόμαζον) ἀναισθητότατοι πάντων ἦσαν οἱ μνηστῆρες εἰς διάγνωσιν εὐπέπτων τε ἅμα καὶ ἡδέων ἐδεσμάτων, ὥσπερ κᾀν τῷ τὰς γαστέρας τῶν αἰγῶν ἐσθίειν, τὰς ἐμπλησθείσας αἵματος καὶ λίπους, οὗ δυσπεπτότερον τί ἂν εὕροις ἔδεσμα; κάλλιστον δὲ κρέας εἰς ἡδονὴν καὶ πέψιν ἐστὶ τὸ τῶν μέσων κατὰ τὴν ἡλικίαν, τὸ δὲ καὶ γεννητικόν ἐστιν αἵματος χρηστοῦ· χείριστον δέ ἐστι τὸ τοῦ παλαιοτάτου καὶ τὸ τοῦ μετὰ τὴν ἀποκύησιν εὐθέως ἐσθιομένου. τοῦτο γὰρ σχεδὸν ἁπάντων ὧν ἄνθρωπος ἐσθίει ζώων χερσαίων ὑγροτάτην ἔχει τὴν σάρκα καὶ διὰ τοῦτο ὑπερβαλλόντως ὑγρὰ ἡ σὰρξ τῶν ἀρτιγενῶν οὖσα φλέγμα γεννᾷ πλεῖστον· ἐὰν δὲ καὶ ἐνωμοτέρα τύχῃ,

    884
    πολὺ μᾶλλον. τῷ δ᾿ αὐτῷ τούτῳ λόγῳ καὶ τὴν τῶν ὑῶν λιπαρωτάτην οὖσαν σάρκα χείρονα νομίζει τῆς τῶν μέσων εὐσάρκων, ὑποπτεύων αὐτῆς τὴν ὑγρότητα, δι᾿ ἣν καὶ πᾶσα πιμελὴ τῆς ὁμογενοῦς σαρκὸς χείρων ἐστὶν, εἰς πέψιν τε καὶ θρέψιν. καὶ τὰ περικεκαυμένα δὲ κατὰ τὴν ὄπτησιν ἀνεπιτήδεια πρὸς εὐχυμίαν τε καὶ πέψιν ἐστὶ καὶ χολέρας ποιητικὰ, διὰ τὴν προσελθοῦσαν αὐτοῖς δριμύτητα· κοινὴ γὰρ αὕτη κακία τῶν χολερωδῶν ἐδεσμάτων ἐστὶν, ὅταν ὑγρά τε εἴη καὶ δριμέα. διαφθείρεται γὰρ ὁμοίως τὰ τοιαῦτα καὶ τῇ δριμύτητι τὰ στόματα τῶν καθηκόντων εἰς τὴν κοιλίαν ἀγγείων ἀναδάκνοντα, τῶν ἐξ ὅλου τοῦ σώματος εἰς αὐτὴν ῥευμάτων αἴτια γίνεται. τὸ δ᾿ ἄνευ τῆς φορίνης δεῖν ἐσθίειν τὰ χοίρεια, τουτέστιν ἄνευ τοῦ δέρματος, πρόδηλον· οὐ γὰρ ὁμοίως τῇ σαρκὶ τοῦ ζώου τὸ δέρμα πέττεσθαι πέφυκεν, ὡς ἂν ψυχρότερον ὑπάρχον. ὑπόψυχρα δὲ καὶ ταῦτα ἀξιῶν ἐσθίειν δῆλός ἐστι τὰ θερμὰ πάντα εὐλαβούμενος κρέα. νομίζων ἴσως αὐτὰ καυσωδέστερα καὶ φυσωδέστερα
    885
    τῶν ὑποψύχρων εἶναι. ἐγὼ δ᾿ ἐπὶ μὲν τῶν αἰγείων κρεῶν, ὅσα τε ἄλλα φύσει θερμὰ, προσίεμαι τὸν λόγον· ἐπὶ δὲ τῶν εὐκράτων κατὰ θερμότητα καὶ ψύξιν, οἷα τῶν ὑῶν ἐστιν, ἁπλῶς οὕτως λεγόμενον ἀδιορίστως, οὐ προσίεμαι· διορισαμένῳ γὰρ ἐπιτηδειότερα γένοιτο τὰ θερμὰ τῶν ψυχρῶν.

    Χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται καὶ ψόφοι ἔνεισι καὶ ὀδύνη πλευρέων καὶ ὀσφύος· διαχωρέει δὲ οὐδὲν κάτω, ἀλλ᾿ ἀπεστέγνωται.

    Τὴν ἁπλῶς ὀνομαζομένην ὑπὸ τῶν ἀνθρώπων χολέραν ὑγρότητι διορίζει τῆς ξηρᾶς· ὀνόματι δὲ κοινῷ κατ᾿ ἄμφω κέχρηται, πρὸς τὸν τῆς γενέσεως τρόπον ἀποβλέπων ὄντα κοινόν. ὡς γὰρ ὑγρὴ χολέρα γίνεται δριμέων χυμῶν ἐκ τῆς διαφθορᾶς τῶν ἐδηδεσμένων γεννηθέντων, οὕτως ἡ ξηρὰ πνεύματος φυσώδους δριμέος· διὸ καὶ τὰ πλησιάζοντα τῇ

    886
    γαστρὶ νευρώδη σώματα δακνόμενά τε καὶ τεινόμενα πόνον ποιοῦσι. δυναμένων δὲ τῶν πνευμάτων τούτων ποτὲ μὲν ἴσχεσθαι, ποτὲ δὲ διεξιέναι, διὰ τὰ ἰσχόμενα πνεύματα τὴν ξηρὰν χολέραν ἐπιγεννᾶσθαι, οὐκ ἔχω φάναι· πιθανώτερον γὰρ ἦν οὕτως ὀνομάσαι τὰ διεξερχόμενα.

    Τὸν τοιόνδε διαφύλαξον, ὅκως μὴ ἐμέσηται, ἀλλὰ κοιλίη ὑπελεύσηται. κλύσον οὖν ὅτι τάχος θερμῷ καὶ ὡς λιπαρωτάτῳ καὶ ἐς ὕδωρ ἀλείφων ὡς πλεῖστον κάθιζε θερμὸν, ἐν σκάφῃ κατακλίνων καὶ τοῦ θερμοῦ κατὰ μικρὸν παράχεε· καὶ ἢν θερμαινομένῳ αὐτέῳ ἡ κοιλίη ὑπίῃ, λέλυται. ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε· καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον· καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ ἡ κοιλίη ὑπίῃ καὶ λέλυται· σιτίων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθωσαν. ἢν δὲ μὴ ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν, ἕως καθαρθῇ.
    887

    Τὸ μὲν ὅτι τάχιστα κλύζειν καὶ κωλύειν ἐμεῖν, κοινὰ παραγγέλματα πάντων τῶν ἐν κοιλίᾳ περιεχομένων παρὰ φύσιν, ἃ σπουδάζομεν ἐκκριθῆναι κάτω· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ θερμῷ κλύζειν κλύσματι, προκλητικὸν γὰρ τὸ θερμὸν, ὥσπερ ἀποκρουστικὸν τὸ ψυχρόν· τὸ δὲ λιπαρὸν εἶναι τὸ κλύσμα τῆς ξηρᾶς ἴδιον ἴαμα, διότι καὶ τὴν δύναμιν ἐναντίον ἐστὶν, ὑγραῖνον τὴν ξηρότητα, παρηγοροῦν τε τὴν δῆξιν. τῶν αὐτῶν ἔχεται σκοπῶν καὶ τὸ δι᾿ ὕδατος καὶ δι᾿ ἐλαίου θερμαίνειν τε καὶ παρηγορεῖν, ἐν τῇ σκάφῃ πυριῶντα. ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε. ἄδηλον πότερον ἐν τῇ σκάφῃ πυριώμενον αὐτὸν ἢ καὶ χωρὶς ἐκείνης κοιμᾶσθαι κελεύει· αὐτὸ δὲ καθ᾿ ἑαυτὸ σκοπουμένῳ πρόδηλον, ὅτι πᾶσι τοῖς ἐξ ἀπεψίας ὠφελιμώτατόν ἐστιν. καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον. οἶνον μὲν ὡς τῇ πέψει συντελοῦντα δίδωσι· λεπτὸν δὲ ὡς μὴ μένοι κατὰ τὴν γαστέρα· παλαιὸν δὲ καὶ ἀκρατέστερον ἕνεκα τοῦ θερμαίνειν μᾶλλον· ἅπας γὰρ οἶνος θερμαίνει τὴν ἕξιν, μᾶλλον δὲ ὁ παλαιός. καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ

    888
    ἡ κοιλίη ὑπίῃ καὶ λέλυται. τῶν δριμέων δὲ πραϋντικὸν τὸ ἔλαιον καὶ τῆς ξηρότητος ἐπανορθωτικὸν, ὑπάγει δὲ μετρίως τὴν κοιλίην· ὧν ἁπάντων δεῖ τῷ θεραπευομένῳ. σιτίων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθωσαν. οἷς ἔνδεια μὲν οὐδεμία ἐστὶ κατὰ τὸ σῶμα, οὐδὲ χρεία προσθέσεως, ἄπεπτα δὲ τινα περιέχεται πέψεως δεόμενα, τούτοις ἡσυχίας μέν ἐστι χρεία, σιτίων δὲ οὒ, πρὶν πεφθῆναι μετρίως τὰ περιεχόμενα. ἢν δὲ μὴν ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν ἕως καθαρθῇ. εἰ δὲ τὸ προειρημένον ποιοῦντός σου ὁ πόνος μὴ λύοι, πλείων ἐστὶν ἡ δριμύτης τοῦ λυποῦντος αἰτίου καὶ διὰ τοῦτο καθᾶραι προσήκει τὸ σῶμα. ὄνου δὲ χρῆσθαι γάλακτι προστάττει, τῶν μὲν καθαιρόντων ἁπάντων φαρμάκων ὄντι πραϋτέρῳ καὶ ἀπρακτοτέρῳ· τοῦτο δὲ τῶν ἄλλων γαλάκτων ὑγρότερόν τ᾿ ἐστὶ καὶ ὑπακτικώτερον.

    Ἢν δὲ ὑγρὴ ἡ κοιλίη ᾖ καὶ χολὴ ὑποχωρέῃ καὶ στρόφοι
    889
    καὶ ἔμετοι καὶ πνιγμοὶ, τούτοισι κράτιστον ἀτρεμίζειν, πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν.

    Ἄδηλον εἴτε περὶ τῆς ξηρᾶς χολέρας ἔτι καὶ νῦν ἐστιν ὁ λόγος ἢ τούτων ἀκούειν χρὴ καθ᾿ ἑαυτά· ὁποτέρως δ᾿ ἂν ἔχῃ, φαίνεται δὴ χολὴ δριμεῖα δυσεκνιπτοτέρα περιέχεσθαι κατὰ τὴν γαστέρα· ταύτην δὲ ὑπάγειν πειρᾶται μετρίως, ἅμα τῷ συμπέττειν τὰ περιεχόμενα κατ᾿ αὐτήν· ὑπαχθήσεται μὲν οὖν μετρίως τῷ μελικράτῳ, πεφθήσεται δὲ τῇ ἡσυχίῃ. πολλάκις δὲ ἐπὶ τῶν τοιούτων διαθέσεων ἀγωνιστικῶς βοηθῶν ἀθρόως ἐκκαθαίρει τὴν κακοχυμίαν ἰσχυρῷ φαρμάκῳ, προσεπισκεψάμενος τὴν δύναμιν καὶ τὴν ἕξιν τοῦ νοσοῦντος καὶ τὴν ὥραν καὶ τὴν ἡλικίαν καὶ τὴν κατάστασιν. τὸ δ᾿ ἐπὶ τέλει τῆς ῥήσεως εἰρημένον, πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν, ὡς βουλομένου τοῦ συγγραφέως ἐκκαθᾶραι τὴν ἄνω κοιλίαν εἴρηται ἀμείνων δὲ ἡ ἑτέρα γραφὴ ἡ μετὰ τοῦ μή. ῥυπτικὸν γὰρ ὂν τὸ μελίκρατον ἐπὶ τὴν κατὰ φύσιν

    890
    ὁδὸν προτρέπεται τὰ διεφθαρμένα χωρὶς τοῦ βλαβῆναι καὶ κινδυνεῦσαι τὸ στόμα τῆς κοιλίας κατὰ τοὺς ἐμέτους.

    Ὑδρώπων δύο φύσιες, ὧν ὁ μὲν ὑποσαρκίδιος ἐγχειρέων γίνεσθαι ἄφυκτος, ὁ δὲ μετ᾿ ἐμφυσημάτων, πολλῆς εὐτυχίης δεόμενος, μάλιστα δὲ ὑπὸ ταλαιπωρίης καὶ πυρίης καὶ ἐγκρατείης· ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω, οὕτω γὰρ ἂν οὐρητικώτατος εἴη καὶ ἰσχύοι μάλιστα. ἢν δὲ δύσπνοος εἴη καὶ ἡ ὥρη θερινὴ ἐοῦσα τύχῃ καὶ ἡ ἡλικίη ἀκμάζῃ καὶ ῥώμη ᾖ, ἀπὸ τοῦ βραχίονος αἷμα ἀφαιρέειν, εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων ἐσθιέτω καὶ ὡς ἐλάχιστα πίνων ὡς πλεῖστα πονεέτω καὶ κρέα ὕεια σαρκώδεα ἐσθιέτω μετὰ ὄξους ἑφθὰ, ὅκως πρὸς τοὺς προσάντεας περιπάτους ἀντέχῃ.
    891

    Τινὲς οὐχ ὑποσαρκίδιον, ἀλλ᾿ ἐπισαρκίδιον γράφουσιν, οὐ μὴν ἀνὰ σάρκα τε καὶ κατὰ σάρκα γεγραμμένον εὗρόν που, καίτοι καὶ τῶν νεωτέρων οὕτως ὀνομαζόντων· εἰπόντος δ᾿ αὐτοῦ δύο φύσιας εἶναι ὑδρώπων καὶ περὶ μὲν τοῦ δευτέρου τὰ ἐμφυσήματα γράψαντος, ἄλλο δ᾿ οὐδὲν σύμπτωμα προσθέντος, ἐπὶ δὲ τοῦ προτέρου οὐδὲν παντάπασιν εἰπόντος, δῆλόν ἐστιν ὅτι κατά τι συγκέχυται καὶ σφάλλεται κατὰ τὴν τῶν ὑδέρων διαφοράν. ἔνιοι μὲν οὖν τῶν ἰατρῶν τέτταρας λέγουσιν εἶναι διαφορὰς τῶν ὑδέρων, ὑπερβαίνοντες τὸ προσῆκον, ἀλλ᾿ οὐ νῦν καιρὸς ἐλέγχειν αὐτούς· ὁ δὲ ταῦτα γράψας ἐλλείπει φανερῶς. ἔστι γὰρ τῶν ὑδέρων ὁ μέν τις ὑγροῦ λεπτοῦ κατὰ τὴν σύστασιν ἀθροίζων πλῆθος ἐν τῷ κάτω τοῦ θώρακος χωρίῳ παντὶ, ὃ παρακεντοῦντες ἐνίοτε τὸ ὑγρὸν ἐκκενοῦμεν· ἄλλος δ᾿ οὐχ ὕδατος, ἀλλὰ πνεύματος ἔχει τὸ χωρίον τοῦτο μεστὸν καὶ σχεδὸν τὰ ἄνω πάντα διοιδισκόμενα, τοῦτον τυμπανίαν προσαγορεύουσιν· ὁ δὲ τις φλέγματος ἔχει τὴν ὅλην ἕξιν μεστὴν, τοῦτον ὑποσαρκίδιον ἔνιοι προσαγορεύουσιν. ὥστε ἐλλιπῶς εἶπε τῶν

    892
    ὑδέρων εἶναι δύο φύσεις· οὐ μὴν οὐδ᾿ ὀρθῶς εἶπε, τὸ ἐγχειρέων γίγνεσθαι, ἀληθέστερον γὰρ ἂν εἶπεν, οὕτω γράψας· ἀποκτείνει δ᾿ εὐθὺς ὁ ὕδερος, ἐπὴν γένηται· γέγραπται δ᾿ ἡ λέξις οὕτω, κακῶς γεγραμμένη παρὰ τοῦ πρῶτον γράψαντος. τοῦ γε μὴν ἑτέρου τῶν ὑδρώπων, ὃν μετ᾿ ἐμφυσημάτων φησὶ γίγνεσθαι, θεραπείαν γράφει, τὸ μέν τι κοινὸν ἔχουσαν πάντων ὑδέρων, ὡς κατὰ τὴν ἀρχὴν ἔγραψε ταλαιπωρίαν καὶ πυρίαν καὶ ἐγκράτειαν, συμβουλεύων ἐσθίειν θερμὰ καὶ ξηρά· τὸ δέ τι μόνου τοῦ ἀνὰ σάρκα, ὃν ὡς ἀθεράπευτον ἀπέλιπεν· οὗτος γὰρ μόνος ἀρχόμενος, ἐνίοτε δεῖται φλεβοτομίας, ὅταν γ᾿ ἐξ αἱμοῤῥοΐδος ἐπισχέσεως ἢ καταμηνίων ταῖς γυναιξὶν ἤ τινος οὕτω πληθωρικῆς αἰτίας ἀρξάμενος συνίσταται· τὸν δὲ τυμπανίαν ἢ τὸν ἀσκίτην ὕδερον, οὐδεὶς ἐτόλμησε διὰ φλεβοτομίας ἰάσασθαι· ἐπὶ γοῦν τοῦ δεομένου τῆς φλεβοτομίας ἡ ἐφεξῆς θεραπεία θερμαίνουσα καὶ ξηραίνουσα γίγνοιτ᾿ ἄν. ταῦτα μὲν οὖν γράψας τοῦ προσήκοντος ἐστοχάσθαι φαίνεται καὶ ὁ ταῦτα γράψας·
    893
    οὐ μὴν ὀρθῶς γε εἶπεν, ἢν δὲ δύσπνοος ᾖ ὁ κάμνων, φλεβοτομίας χρῄζει, μὴ διὰ πληθώραν ὄντως ἰσχυρὰν εἰς τὸν ὕδερον ἐμπίπτων, κινδυνευούσης δηλονότι σβεσθῆναι τῆς ἐμφύτου θερμασίας ὥσπερ τὸ πῦρ. ὡς γὰρ τὸ πῦρ κινδυνεύει σβεσθῆναι, ἐπιβληθέντων αὐτῷ ξύλων ὑγρῶν πολλῶν, εἰ μή τις τοῦ πλήθους ὑφέλοιτο, οὕτω καὶ ἐπὶ τοῦ διὰ πλῆθος αἵματος ψυχροτέρου σβεσθῆναι κινδυνεύοντος ἐμφύτου θερμοῦ μέγιστόν ἐστιν ἴαμα ἡ φλεβοτομία, καθ᾿ ἣν ὥραν ὁ κίνδυνος οὕτως καταλάβῃ. κακῶς οὖν πρόσκειται τῷ λόγῳ καὶ ὥρα θερινὴ ἐοῦσα. τοῦ μὲν γὰρ πλέον ἢ ἔλασσον ἀφελεῖν, ἄλλα τέ τινα εἴρητ᾿ ἂν ὥσπερ καὶ ἡ ὥρα σκοπὸς, αὐτοῦ δὲ τοῦ βοηθήματος ἡ τοῦ πάθους φύσις σκοπός ἐστιν. ἔνιοι δὲ ὥσπερ καὶ Διοσκορίδης οὐ θερινὴν ὥραν, ἀλλ᾿ ἐαρινὴν ἔγραψαν, ὑποπτεύοντες τῆς μὲν θερινῆς τὴν διάλυσιν τῆς δυνάμεως, τῆς δὲ χειμερινῆς τὴν προσγενησομένην τῷ πάθει ψύξιν. ἰδιωτικῶς δὲ καὶ ἀρχαίως πάνυ θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου δίδωσιν ἐσθίειν τῷ φλεβοτομηθέντι, σκοπὸν μὲν ἔχων ἀληθῆ ῥωννύναι τὴν δύναμιν,
    894
    ὅπως ἐξαρκέσῃ ταῖς κατὰ τὰ γυμνάσια ταλαιπωρίαις, οὐχ εὑρὼν δὲ τὴν ὕλην ἀξίαν τοῦ σκοποῦ. μέλας γὰρ οἶνος πλεῖστον αἷμα γεννᾷ, τοσοῦτον δὲ ὡς περιττὸν καὶ μελαγχολικὸν γενέσθαι ἐκείνῳ· βέλτιον δ᾿ ἐστὶ κιῤῥὸν οἶνον διδόναι, λεπτὸν μὲν τὴν σύστασιν, ὅπως καὶ τὴν οὔρησιν κινῇ, τὴν δ᾿ ἡλικίαν μὴ νέον, ὥσπερ οὖν καὶ τὰ πολλὰ συμβαίνει· τῶν νέων γὰρ οἴνων οὐδεὶς ἔσται κιῤῥὸς, ἀλλ᾿ ἤτοι λευκὸς ἢ ἐρυθρὸς ἢ μέλας, παλαιούμενοι δὲ κιῤῥοί τε γίνονται καὶ ξανθοί. τό γε μὴν ὡς ἐλάχιστον πίνοντα πλεῖστον πονεῖν ὀρθότατα εἴρηται· ξηραίνει γὰρ ἡ τοιαύτη δίαιτα καὶ θερμαίνει. τὰ δ᾿ ὕεια κρέα καθ᾿ ὃν εἴρηται τρόπον ἐσθιόμενα, ἀκμάζουσι καὶ ἰσχυροῖς οὐ κακῶς ἂν δοθείη· τῶν δ᾿ ἄλλων οὐδεὶς ἂν δύναιτο πέψαι καλῶς αὐτὰ, ἤδη κινδυνεύων σβεσθῆναι τὴν ἔμφυτον θερμασίαν· ἄμεινον οὖν ὅσα καλῶς πέψουσι, διδόναι τοῖς ἔχουσιν οὕτως.

    895
    Ὁκόσοι κοιλίας τὰς κάτω θερμὰς ἔχουσι καὶ δριμέα τὰ ὑποχωρήματα καὶ ἀνώμαλα διέρχεται ὑπὸ συντήξεως αὐτέοισιν· ἢν μὲν δυνατοὶ ἔωσιν, ἐλλεβόρῳ τῷ λευκῷ ἀντισπάσαι· ἢν δὲ μὴ, ὁ χυλὸς τῶν σιτανείων πυρῶν παχὺς, ψυχρὸς καὶ τὸ φάκινον ἔτνος καὶ ἄρτοι ἐγκρυφίαι καὶ ἰχθύες, πυρέσσοντι μὲν ἑφθοὶ, ἀπυρέτῳ δ᾿ ἐόντι ὀπτοί· καὶ οἶνος μέλας ἀπυρέτῳ. ἢν δὲ μὴ, ὕδωρ ἀπὸ μεσπίλων ἢ μύρτων ἢ μήλων ἢ οὔων ἢ φοινικοβαλάνων ἢ οἰνάνθης ἀμπέλων.

    Κυριώτερον ἂν εἰρήκει, τὰ διαχωρήματα τούτοις ὑπὸ συγκαύσεως, οὐχ ὑπὸ συντήξεως διέρχεσθαι· σύντηξις μὲν γὰρ ἐν αὐτῷ γίνεται διὰ πυρετὸν κακοήθη τηκομένης τῆς πιμελῆς ἢ καὶ σαρκὸς τῆς ἁπαλῆς· σύγκαυσις δὲ ἐν τῇ γαστρὶ τῶν ἐδηδεσμένων, ὑπὸ θερμασίας δριμείας, δι᾿ ἣν καὶ πυρέττειν συμβαίνει. τούτῳ οὖν ἐλλέβορον διδόναι κελεύει λευκὸν, ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ

    896
    ἀντισπάσαι ῥήματος, ἐπειδὴ διὰ τῆς ἄνω γαστρός. ἢν δὲ μὴ δύναιτο δι᾿ ἡντιναοῦν αἰτίαν ἐλλέβορον λαμβάνειν δριμύτητος ἐπικρατούσης ὁ ἄνθρωπος, ἐδέσματα κελεύει διδόναι καὶ πόματα στύφοντα καὶ ψύχοντα· προστίθησι δὲ τοῖς ἐδέσμασι καὶ τὰ ξηραίνειν δυνάμενα, καθάπερ τοὺς ἐγκρυφίας ἄρτους καὶ τοὺς ὀπτοὺς ἰχθύς. τούτων οὕτως εὐλόγως εἰρημένων ἐπισκεπτέον τίνα λέγει τὴν ἄνω κοιλίαν· ἐνίοτε μὲν γὰρ οἱ παλαιοὶ τὸν θώρακα τὴν ἄνω κοιλίαν ὀνομάζοντες, τὸ μετὰ τὸ διάφραγμα πᾶν τῆς τροφῆς ἀγγεῖον κάτω κοιλίαν προσαγορεύουσιν· ἐνίοτε δ᾿ ἄνω κοιλίαν ὀνομάζοντες, εἰς ἣν καταπίνομεν τὰ σιτία, ποτὲ μὲν τὰ μετ᾿ αὐτὴν ἅπαντα, κοιλίαν μὲν οὖν καλοῦσι κάτω, ἐνίοτε δὲ μόνα τὰ παχέα τῶν ἐντέρων· εἰσὶ δ᾿ οἳ τὸ κῶλον μόνον ὀνομάζουσι τὴν κάτω κοιλίαν. ἴσως μὲν οὖν ἂν ἐζητήσαμεν, τί τῶν εἰρημένων μορίων ἢ τίνα, πιθανώτερον καὶ νῦν ἀκοῦσαι ἐλπίζομεν, εἰ μέγα τι κερδαίνειν ἐμέλλομεν· ἐπεὶ δ᾿ ἡ τῶν τοιούτων εὕρεσις οὐδὲν μὲν ἡμᾶς διδάσκει πλέον ὧν
    897
    ἴσμεν τε καὶ κρίνομεν αὐτοὶ περὶ τοῦ τίνα μὲν ὀρθῶς εἴρηται, τίνα δ᾿ οὒ, περιεργίαν δὲ ἔχει μᾶλλον γνώσεως ἤπερ ὠφέλειαν, ἄμεινον ἀπολιπεῖν διὰ ταχέων καὶ μάλιστα ὅπου μηδὲ γνήσιον αὐτοῦ ἐστι τὸ σύγγραμμα.

    Ἢν δὲ πυρετὸς μὴ ἔχῃ καὶ στρόφοι ἔωσι, γάλα ὄνειον θερμὸν ὀλίγον τὸ πρῶτον, ἔπειτα ἐκ προσαγωγῆς πλεῖον καὶ λινόσπερμον καὶ πύρινα ἄλφιτα καὶ τῶν Αἰγυπτίων κυάμων ἐξελὼν τὰ πικρὰ, καταλεπίσας, ἐπιπάσσων πινέτω· ἢ ὠὰ ἡμιπάγεα ἐσθιέτω ὀπτὰ καὶ σεμίδαλιν καὶ κέγχρον καὶ χόνδρον ἑφθὸν ἐν γάλακτι, ἑφθὰ ψυχρὰ ἐσθίειν· καὶ τὰ τούτοισιν ὅμοια καὶ ποτὰ καὶ ἐδέσματα προσφερέσθω.

    Οἱ μὲν πλεῖστοι τῶν ἐξηγουμένων βέλτιον τοῖς προειρημένοις συντάττουσι ταῦτα, περὶ τῶν θερμὴν ἐχόντων τὴν κάτω κοιλίην ἡγούμενοι καὶ νῦν ἔτι γίγνεσθαι τὸν λόγον·

    898
    ὀλίγοι δέ τινες ἀποχωρίσαντες ἰδίᾳ ταῦτα ἐξηγοῦνται· σκοπὸς δέ ἐστιν αὐτοῖς τὸ μέν τι καθᾶραι τῆς κακοχυμίας, τὸ δ᾿ ἐπικεράσαι, τὸ δ᾿ ἐπιξηρᾶναι, τὸ δ᾿ ἐμψῦξαι. τὸ μὲν οὖν γάλα τὸ ὄνειον καθαίρειν δύναται καὶ ἐπικεραννύναι, τὸ δὲ τοῦ λίνου σπέρμα ξηραίνειν τε καὶ ψύχειν· τὰ δ᾿ ἐκ τῶν πυρῶν ἄλφιτα τὸ ἐπικεραστικὸν ἔχει· καλῶς δ᾿ αὐτοῖς ἀναμέμικται καὶ τὰ κρίθινα, ξηραίνοντά τε καὶ ψύχοντα. οἱ δὲ Αἰγύπτιοι κύαμοι μετρίως ψῦξαι δύνανται· τὰ δὲ ὠὰ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος παχύχυμα καὶ εὔχυμα καὶ ἐπικρατητικά· καὶ ξηραίνει δὲ ἱκανῶς ὡς ἐν ἐδέσμασιν ἡ κέγχρος, ὥσπερ γε καὶ ψύχει. ταῦτα δὲ πάντα δίδωσι ψυχρὰ, διὰ τὴν δριμύτητα καὶ θερμότητα τῶν τὸ πάθος ἐργαζομένων χυμῶν.

    Τῆς διαιτητικῆς ἐστι μέγιστον παρατηρεῖν καὶ φυλάσσειν, ὥσπερ ἐν τοῖς ὀξέσι καὶ ἐν τοῖσι μακροῖσιν ἀῤῥωστήμασι καὶ τὰς ἐπιτάσιας τῶν πυρετῶν καὶ τὰς
    899
    ἀνέσιας, ὥστε τοὺς καιροὺς διαφυλάττειν, ὁκότε μὴ δεῖ τὰ σιτία προσενεγκεῖν καὶ ἀσφαλέως, ὁκότε δέῃ προσενεγκεῖν εἰδέναι· ἔτι δὲ| ὁκότε πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσεως.

    Τῆς διαιτητικῆς τέχνης μέγιστον εἶναί φησι τὸ τὸν κατὰ μέρος καιρὸν γνῶναι τῆς τροφῆς· αὐτὸς οὖν ἕνα σκοπόν φησι πλεῖστον ἀπέχειν τὸν καιρὸν ἐκεῖνον, ἐν ᾧ τὴν τροφὴν δεῖ διδόναι τῆς ἐπιτάσεως· εἴη δ᾿ ἂν ἐπίτασιν λέγων τὴν ἀρχὴν τοῦ παροξυσμοῦ. τοῦτο δ᾿ οὐ μόνον ἐπὶ τῶν χρονιζόντων, ἀλλὰ καὶ τῶν ὀξέων ἀληθὲς εἶναι δοκεῖ· διὰ τί οὖν προσέθηκε τοῖς μακροῖς ἀῤῥωστήμασιν; ὅτι μᾶλλον ἐπὶ τούτων ἐναργὴς ὁ σκοπὸς ἢ τάχα καὶ μόνον. ἐπὶ γὰρ τῶν ὀξέων αὔταρκες ἦν γνώρισμα καιροῦ τροφῆς καταλαβεῖν τὴν θέρμην εἰς τοὺς πόδας, οὐ μὴν ἐπὶ τῶν χρονίων γε θρεπτέον οὕτως, ἀλλὰ περιμένειν προσήκει τὰ βέλτιστα τῆς ἀνέσεως· κατὰ γὰρ τὰς ὀξείας νόσους ἀναμένειν οὐκ ἐγχωρεῖ, φόβῳ τῆς μελλούσης διὰ ταχέων ἐπιτάσεως ἔσεσθαι. ἔνιοι δὲ τὴν λέξιν γράφουσιν οὕτω· τῆς διαιτητικῆς

    900
    ἐστι μέγιστον τὸ παρατηρεῖν καὶ παραφυλάσσειν ὥσπερ ἐν τοῖς ὀξέσιν, οὕτω καὶ ἐν τοῖς χρονίοις, τὸ ἐπίστασθαι ὁπηνίκα χρὴ τρέφειν. ἔνιοι δὲ τὴν τελευτὴν ταύτης τῆς ῥήσεως οὕτω γράφουσιν· ἔτι δὲ ὅταν πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσεως εἰδέναι· ὡς πρὸς τοῖς ἄλλοις οἷς ἐκέλευσεν ἡμᾶς ἐπισκέψασθαι περὶ τὸν ἄῤῥωστον καὶ τοῦτο συμβουλεύοντος αὐτοῦ. φαίνεται δὲ, εἰ αὐτό τις ἐξετάζει τοῦτο, μὴ συνάπτων τῇ κατὰ μέρος εὑρέσει τοῦ καιροῦ τῆς τροφῆς ἄκαιρον τὸ περὶ τῆς τροφῆς παράγγελμα καὶ οὐδενὸς ἄξιον.

    Εἰδέναι δὲ τοὺς κεφαλαλγικοὺς ἐκ γυμνασίων ἢ δρόμων ἢ πορειῶν ἢ κυνηγεσιῶν ἢ ἄλλου τινὸς πόνου ἀκαίρου ἢ ἐξ ἀφροδισίων· τοὺς ἀχρόους, τοὺς βραγχαλέους, τοὺς σπληνώδεας, τοὺς λειφαίμους, τοὺς πνευματώδεας καὶ ξηρὰ βήσσοντας καὶ διψώδεας, τοὺς φυσώδεας καὶ φλεβῶν ἀπολήψιας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον καὶ τοὺς ἀπονεναρκωμένους καὶ ἀμαυρὰ βλέποντας
    901
    καὶ οἷς ἦχοι τῶν οὐάτων ἐμπίπτουσι καὶ τὰς οὐρήθρας ἀκρατῶς διακειμένους, τοὺς ἰκτερώδεας καὶ ὧν αἱ κοιλίαι ὠμὰ ἐκβάλλουσιν, αἱμοῤῥαγέοντας ἐκ ῥινῶν ἢ καθ᾿ ἕδρην σφοδρῶς ἢ ἐν ἐμφυσήμασιν ἐόντας, ἢν πόνος αὐτοῖς ἐπιτρέχει σφοδρὸς καὶ μὴ ἐπικρατέωσι· τῶν τοιούτων μηδένα φαρμακεύειν· κίνδυνόν τε γὰρ ἕξεις καὶ οὐδὲν ὀνήσεις, τάς τε ἀπὸ ταυτομάτου ἀπαλλάξιας καὶ κρίσιας ἀφαιρήσεις.

    Ὅτι μὲν ἀτάκτως καὶ τρόπον ὑπομνήσεως παρασκευῆς ἅπαντα τὰ κατὰ τὸ βιβλίον τοῦτο γέγραπται πρόδηλον οἶμαι παντί· πολλὰ δ᾿ οὖν, ὡς ἔφην, ἐν αὐτῷ καλῶς εἴρηται, δι᾿ ἃ καὶ τοῖς εἰρημένοις οὐκ ὀρθῶς ἐπείσθησαν ἔνιοι καὶ μᾶλλον ὅσοι συνῄδεσαν ἑαυτοῖς, ὡς οὐκ ἔχουσιν ἐπιστήμην κριτικὴν τῶν γεγραμμένων. τὰ δ᾿ οὖν ἐν τῇδε τῇ ῥήσει λεγόμενα κατάλογον ἔχει τῶν ἀνεπιτηδείων φαρμακεύεσθαι· τὸ καθαίρεσθαι δὲ τῷ φαρμακεύεσθαι συμβαίνει ἐς ταὐτὸν, ὥσπερ γε καὶ φαρμακεύειν ἐν τῷ καθαίρειν.

    902
    ἴδωμεν οὖν τίνας ἀπ᾿ ἀρχῆς ἀπαγορεύει καθαίρειν· τοὺς κεφαλαλγικούς φησιν ἐκ γυμνασίων ἢ ἄλλου τινὸς πόνου ἀκαίρου· συντόμως οὖν ἀκούσας τοὺς ἐξ ἀκαίρων πόνων κεφαλαλγικοὺς γενομένους μὴ κάθαιρε· ἄκαιροι πόνοι πάντως εἰσὶν οὓς ἡ παροῦσα κατ᾿ ἐκεῖνον τὸν χρόνον διάθεσις τοῦ σώματος οὐ δύναται φέρειν. ἀναμνήσω δέ σε νῦν εἰς πολλὰ χρησίμου πράγματος, οὗ διὰ παντὸς ἀξιῶ μεμνῆσθαι· τοῦ σώματος ἡμῶν παρασκευῆς μετέχοντος, ἐγγὺς τοῦ συμπληρωθῆναι, τῶν ἔξωθέν τι προσιὸν ἐξήλεγξε τὴν διάθεσιν αὐτοῦ, πυρετὸν ἀνάψαν ἢ κεφαλαλγίαν ἢ κατάῤῥουν ἢ βῆχα κινῆσαν, ἤ τι τοιοῦτον ἄλλο· κᾄπειτα ἐκ τούτου κατὰ τὸ συνεχὲς ἐπὶ τὴν παρασκευὴν τῆς νοσώδους διαθέσεως ἀσθενοῦσιν ἐπικινδύνως, οὔτε δρόμου τὴν νόσον γεννήσαντος ἢ ὅλως τῆς ἰσχυρᾶς κινήσεως, ὥσπερ οὐδὲ τῆς ἀκρασίας ἢ τῆς ψύξεως ἤ τινος ἄλλου τῶν τοιούτων. οὐδὲν γὰρ αὐτῶν ἱκανόν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν ἀσθένειαν ἐργάζεσθαι σφοδρὰν, ἀλλ᾿ εἴτε πυρετὸς ὑπὸ τίνος αὐτῶν γένοιτο, τῶν ἐφημέρων ὀνομαζομένων ὁ τοιοῦτός ἐστι πυρετὸς, εἴτ᾿
    903
    ἄλλο τι σύμπτωμα, ὀλιγοχρόνιον ἔσται πολλάκις· καὶ τοῦτό γε, ὡς ἔφην, διὰ τὴν τοῦ σώματος διάθεσιν ἕκαστον τῶν τοιούτων οὐκ αἴτιον τοῦ νοσήματος, ἀλλὰ πρόφασις γίγνεται. κυρίως γὰρ ἄν τις μάλιστα τὰς τοιαύτας αἰτίας ὀνομάζοι προφάσεις, οὐχ ἁπλῶς φανερὰς, ὡς πολλάκις εἰώθασιν αὐτοὶ καλεῖν, ὅταν ὑπό τινος τῶν φανερῶν αἰτίων βλάβη γένηται σαφὴς ἐν τῷ σώματι· μηδεμιᾶς γὰρ ἑτέρας διαθέσεως νοσώδους ὑποκειμένης οὔτε νόσος ἀξιόλογος ἀκολουθήσει καὶ τῆς γινομένης ἐν τῷ σώματι βλάβης τὸ ποιῆσαν αὐτὴν αἴτιόν ἐστι. ἴσθι τοίνυν αὐτῷ τὸν ἐνεστῶτα λόγον ἐπὶ τοῖς τοιούτοις αἰτίοις γενόμενον, ἃ μὴ κατὰ τὸν ἑαυτῶν λόγον βλάπτει τὸ σῶμα· κεφάλαιον δ᾿ αὐτῶν ἐστιν ἓν μὲν καὶ πρῶτον οἱ πόνοι, πολυειδεῖς κατὰ μέρος ὄντες, δρόμοι καὶ πάλαι καὶ παγκράτια, ἀφροδίσια, τρίψεις, ἔγκαυσις, ψύξις, ἀγρυπνία, θυμοὶ, λῦπαι, φόβοι. τῶν μὲν οὖν ἀφροδισίων ἐμνημόνευσε, τὰ δ᾿ ἄλλα παρέλιπε, καίτοι τὴν αὐτὴν δύναμιν ἔχοντα· τὰ γὰρ, ὡς εἴρηται, τὸ πνεῦμα ταράττοντα
    904
    καθάρσεως οὐ δεῖται διὰ τὸ μηδ᾿ ὑπὸ κακοχυμίας γεγονέναι τὴν νόσον ταύτην. μεταβὰς δὲ ἀπὸ τούτων τῶν γνωρισμάτων αὐτὸς ἐδήλωσεν οὓς πρότερον εἶπεν· ἰδίως δὲ καλοῦσιν ἀχρόους τοὺς λειφαίμους, ἔτι τε δι᾿ ἄλλην διάθεσιν οὐ κατὰ τὴν φύσιν ἔχοντας τὸ σῶμα κακοχρόους ὀνομάζουσιν· οὗτοι τοίνυν οἱ ἄχροοι θερμαίνεσθαι δέονται διὰ τε γυμνασίων καὶ πόσεων οἴνου θερμοῦ τῇ δυνάμει καὶ σιτίων παραπλησίων. ἀλλὰ καὶ τοὺς βραγχαλέους φησί· καὶ γὰρ καὶ τούτων τὴν ὑγρότητα καὶ ψύξιν τοῦ κατασκήψαντος εἰς τὸν λάρυγγα ῥεύματος, ἰάσασθαι προσήκει τὴν κεφαλὴν ξηραίνοντας καὶ τὰ πεπονθότα μόρια διὰ τῶν τοπικῶν βοηθημάτων. ἀλλὰ καὶ τοὺς σπληνώδεάς φησιν οὐ δεῖσθαι καθάρσεως· τοῦτό μοι δοκεῖ μὴ λέγειν ὀρθῶς, δέονται γὰρ, εἴπερ τινὲς ἄλλοι καὶ οὗτοι καθαίρεσθαι μέλανα. τούτοις ἐφεξῆς τῶν λειφαίμων μνημονεύει, τουτέστι τῶν ἐνδεὲς ἐχόντων αἷμα, κᾂν μηδέπω σαφῶς ὦσιν ἄχροοι. μετ᾿ αὐτοὺς δ᾿ ἐμνημόνευσε τῶν πνευματωδῶν καὶ ξηρὰ βησσόντων καὶ διψωδῶν, ἀσαφῶς ἑρμηνεύσας, ὡς μὴ
    905
    δηλῶσαι πότερον ἑκάστου κατὰ μόνας ἀκουστέον ἐστὶν ἢ τῶν τριῶν ἅμα γενομένων. ἔστι δ᾿ οὐδὲ καθ᾿ ἓν ἕκαστον αὐτῶν λεγόμενον σαφὲς, ὡς καὶ πρόσθεν ἤδη λέλεκται· πνευματώδεις γὰρ ὡς πολὺ μόνον ὀνομάζουσι τοὺς κατὰ τὴν εἰσπνοὴν ἀέρος δεομένους, ἔστι δ᾿ ὅτε καὶ τοὺς ἐμπνευματουμένους· ἀλλ᾿ ἑκάτερον αὐτῶν πολλὰς αἰτίας ἔχει, καὶ εἰ πάσας ἐπεξίω, μακρότερος ὁ λόγος ἔσται πρὸς τῷ καὶ φανῆναί τινας μὲν αὐτῶν φλεβοτομίας δεομένους, τινὰς δὲ καθάρσεως, τινὰς δ᾿ ἄλλου βοηθήματος. οὕτω δὲ καὶ οἱ ξηρὰ βήσσοντες οὐ κατὰ μίαν γίγνονται διάθεσιν, οὐδ᾿ οἱ διψώδεις αὐτῶν. οὕτως δὲ οὐδ᾿ εἰ περὶ τῶν πυρεσσόντων διψωδῶν ὁ λόγος ἐστὶν αὐτῷ, ἐπίστασθαι νῦν ἡμᾶς ἢ περὶ τῶν ἀπυρέτων ἢ ἀμφοτέρων· κᾂν γὰρ ἑνὸς αὐτῶν μνημονεύσω κατὰ τοὺς ἀφορισμοὺς εἰρημένου, τὸ καθόλου διαβεβλήσεται· λέλεκται δὲ ἐν ἀφορισμοῖς ὧδε· ἀπυρέτῳ ἐόντι ἀποσιτίη καὶ καρδιωγμὸς καὶ σκοτόδινος καὶ στόμα ἐκπικρούμενον, ἄνω φαρμακείης
    906
    δεῖσθαι σημαίνει· ἐὰν δὲ ἐκπικροῦται τὸ στόμα, διψώδεις εἰσίν. οὕτως δὲ καὶ οἱ φυσώδεις πρῶτον μὲν οἵτινες ὑπ᾿ αὐτοῦ λέγονται ἀγνοῶ, εἰ σὺν τῷ φλεβῶν ἀπολήψιας τοὺς γεγονότας φυσώδεις ἀκούωμεν, ἐνίων ἀναγιγνωσκόντων καθ᾿ ἑαυτό· κᾂν μεταβάλλειν εἶχον τῆς λέξεως ταύτης ἕκαστον, ἐδυνάμην ἂν ἅπαντα, ὅσα γιγνώσκειν χρήσιμόν ἐστι, διδάξαι μὴ πολλὰ πληρῶν βιβλία, καθάπερ καὶ περὶ τῶν ἑξῆς λεγομένων. φησὶ γὰρ ἐκτεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον καὶ ἀμαυρὰ βλέποντας καὶ οἶς ἦχοι τῶν ὤτων εἰσὶ καὶ ὅσοι τὰς οὐρήθρας ἀκρατῶς διάκεινται· καθ᾿ ἕκαστον γὰρ τούτων τῶν παθημάτων αἰτίαι τε καὶ διαθέσεις εἰσὶ πολλαὶ καὶ θεραπειῶν διαφερουσῶν δεόμεναι· αὐτῶν γοῦν ἐσθ᾿ ὅτε καὶ καθάρσεως δεηθήσονταί τινες τῆς διὰ χολαγωγοῦ φαρμάκου. περὶ πάντων οὖν τούτων, ἔτι τε τῶν ἐφεξῆς εἰρημένων, οὐκ ἀποφάσεις ἀδιορίστους, ἀλλὰ διορισμούς τε καὶ σαφεῖς διδασκαλίας τῇ τε μακρᾷ πείρᾳ κεκριμένας ἐν ταῖς ἡμετέραις ἔχεις πραγματείαις, ἃς ἀναλεξάμενος ἱκανὸς ἔσῃ κρίνειν ἅπαντα τὰ
    907
    τούτῳ λεγόμενα, μετὰ τοῦ μεμνῆσθαι τοῦ μέρους, ὃ γνήσιον ὡμολόγητο καὶ παρ᾿ ἡμῶν, διδασκαλίας ἔχον ὠφελούσας· ἅπαντα γὰρ ἐν αὐτῷ γέγραπται σὺν ἀποδείξει τε καὶ σαφηνείᾳ καὶ διορισμοῖς τοῖς προσήκουσι. τὰ δ᾿ οὕτως ἐσπαρμένα, καθάπερ ἡ νῦν ὑποκειμένη ῥῆσις, οὐδὲν ὀνίνησιν. ἐὰν μὲν γὰρ νῦν ἀκούῃ τις ἁπλῶς ἑκάστου τούτων ἄνευ τοῦ διορίσασθαι, πολλὰ κακῶς πράξει κατὰ τὴν τέχνην· ἐὰν δὲ ἕκαστον ὡς χρὴ διορίσηται, γνώσεται πρῶτον μὲν οὐδὲν ἐντεῦθεν εἰς τὴν εὕρεσιν αὐτῶν ὠφελούμενος, εἶτα πολλῶν βιβλίων δεόμενος εἰς τὴν περὶ τῶν προκειμένων σκέψιν. ἀλλὰ γὰρ οὐκ ἔστι πεῖσαι τοὺς πολλοὺς τῶν ἀνθρώπων ἐπέρχεσθαι μὲν τὰ σαφῆ τῶν γραμμάτων μόνα, καταλιπεῖν δὲ τοῖς γράψασι τὰ μὴ τοιαῦτα· καὶ γὰρ δίκαιόν ἐστιν, εἰ μηδεμίαν ἐκεῖνοι φροντίδα τοῦ γινώσκειν ἡμᾶς ἃ γεγράφασιν ἐποιήσαντο, μηδ᾿ ἡμᾶς λιπαρῶς προσκεῖσθαι, ζητοῦντάς τε καὶ καταμαντευομένους ὧν λέγουσιν.

    908
    Ἢν δὲ αἷμά τινι ξυμφέρῃ ἀφαιρέειν, στερεὴν πρότερον ποιέειν τὴν κοιλίην καὶ οὕτως. ἀφαιρέειν· καὶ λιμοκτονέειν καὶ οἶνον ἀφαιρέειν αὐτῷ, ἔπειτα τῇ διαίτῃ τῇ προσηκούσῃ τὰ ἐπίλοιπα αὐτέων καὶ πυρίῃσιν ἐνίκμοισι θεράπευε.

    Μὴ ῥεούσης τῆς κοιλίης ἀφελεῖν τοῦ αἵματος· ἐὰν γὰρ ἐπιμένῃ μετὰ τὴν ἀφαίρεσιν ἀποῤῥέουσα, καταλύει τὴν δύναμιν. τό τε λιμοκτονεῖν ὧν ἀφέλῃς τοῦ αἵματος, οἴνου τε ἀπέχειν, ὀρθῶς εἴρηται, καθάπερ καὶ τὸ τῇ διαίτῃ τῇ προσηκούσῃ χρῆσθαι. τὸ δὲ καὶ ταῖς πυρίαις ταῖς ἐνίκμοις θεραπεύειν, εἰ μὲν ἐπὶ πάντων λέγοιτο τῶν ἀφαιρουμένων αἷμα, ψεῦδός ἐστιν· εἰ δ᾿ ἐπί τινων, ἐχρῆν εἰπεῖν.

    909
    Ἢν δέ σοι κατάπυκνος ἡ κοιλίη δοκῇ εἶναι, μαλθακῷ κλύσματι ὑπόκλυζε.

    Οὐκ ἄξιον συγγράμματος τοῦτο, πρόδηλον γάρ ἐστιν ἅπασιν.