In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων, αἵματος ἀπόσταξις ἐξαπίνης, συντονίην καὶ πολλὴν φλεγμασίην κατὰ τὰς φλέβας δηλοῖ καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας· καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ ἢ μελαγχολικὸς ἢ ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ σπασμόν.

Καὶ αὕτη πάλιν ἡ ῥῆσις ἐπιπλοκὴν ἔχει συμπτωμάτων πολλῶν οὐ συγγινομένων ἐν ἅπαντι ἀνθρώπῳ νοσοῦντι, διὸ καὶ ἄχρηστα τὰ οὕτως γραφόμενα, τῆς χρησίμου διδασκαλίας διὰ τῶν καθόλου γινομένης, ὡς Ἱπποκράτης εἴωθε ποιεῖν. εἴρηται δ᾿ ὅτι τῶν καθόλου τὰ μὲν διηνεκῆ τὴν πρώτην

842
ἔχει δύναμίν τε καὶ χρείαν, τὰ δ᾿ ὡς τὸ πολὺ τὴν δευτέραν· εἴ τι δ᾿ ἀμφίδοξον ἢ σπάνιόν ἐστιν, ἄχρηστον ἐς τὴν διδασκαλίαν. ἃ γοῦν εἶπεν, ἐπισκεψώμεθα κατὰ μέρος· καὶ πρῶτόν γε τὸ πρῶτον εἰρημένον. θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων αἵματος ἀπόσταξις ἐξαπίνης συντονίην καὶ πολλὴν φλεγμασίην κατὰ τὰς φλέβας δηλοῖ καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας· καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ ἢ μελαγχολικὸς ἢ ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ σπασμόν. βέλτιον οὖν ἦν εἰπεῖν τὴν συντονίαν ἐνδείκνυσθαι, θεραπείας χρῄζειν τὰς φλέβας· ἐπιστάμεθα δ᾿ ὅτι τὰς στάξεις τοῦ αἵματος ἐκ τῶν μυκτήρων μοχθηρὸν ἀεί τί φησιν εἶναι, διὰ τὸ τὴν φύσιν μὲν ἐφίεσθαι ἐκκρίνειν τὸ περιττὸν, ἀδυνατεῖν δὲ δι᾿ οἰκείαν ἀῤῥωστίαν ἢ πάχος τοῦ αἵματος ἢ πύκνωσιν τῶν μορίων, ἤ τινα τούτων ἢ πάντα συνελθόντα. μοχθηροῦ δ᾿ ὄντος ἀεὶ τοῦ σημείου, μᾶλλον δὲ τι καὶ κατὰ θέρους καὶ φθινοπώρου
843
τὰ πρῶτα, τὴν δύναμιν αὐτοῦ συμβέβηκεν ἐπιτείνεσθαι· ἐν ταύταις γὰρ ταῖς ἡμέραις ἤ τε ξανθὴ πλεονάζει χολὴ καὶ τὸ περιέχον θερμόν ἐστιν, ὥστε εὔρουν ἐχρῆν δι᾿ ἄμφω εἶναι τὸ αἷμα· μέγεθος οὖν αἰτίας δηλοῦται, δι᾿ ἣν κωλύεται ῥεῖν, ἣν τὴν συντονίαν εἶναί φησιν, ἴσως τὴν πύκνωσιν οὕτως ὀνομάζων. τό γε μὴν θεραπείας δεῖσθαι κατὰ φλέβας τοὺς οὕτως ἔχοντας οὐδὲν οὐδέπω διδάσκει, πρὶν εἰπεῖν ἥντινα λέγει θεραπείαν· οὐ μὴν εἶπε, πρόῤῥησιν δὲ μόνην πρώτην ἔγραψε, λεπτῶν οὔρων ἐπιφάσιας γίνεσθαι κατὰ τὴν ὑστεραίαν, οὐ κατὰ μόνην ταύτην ἐξ ἀνάγκης φαινομένων αὐτῶν ἀπέπτων, ἀλλὰ καὶ κατὰ τὰς ἔμπροσθεν αὐτῆς. καὶ σπασμόν φησι καὶ παραφροσύνην ἔσεσθαι τοῦ κάμνοντος ἀκμάζοντος κατὰ τὴν ἡλικίαν οὕτως· ἔτι πρὸς τούτοις καὶ γυμναστικοῦ καὶ τῆς εὐσαρκίας αὐτοῦ μέμνηται καὶ τῆς κράσεως (οἱ γὰρ μελαγχολικοὶ κράσεως ὄνομα) καὶ μέντοι καὶ ἐκ πόσεως φησὶν αὐτὸν χεῖρας ἴσχειν τρομεράς. τὰ μὲν οὖν συμπτώματα ταῦτα δυνατά ἐστιν ἀλλήλοις ἐπιπλακῆναι,
844
οὐ μὴν ἐξ ἀνάγκης γε ἢ ὡς τὸ πολὺ τούτοις ἐπακολουθήσει παραφροσύνη καὶ σπασμός.

Κᾒν μὲν ἐν ἀρτίῃσιν ἐπιγένηται, βέλτιον· ἐν κρισίμῃσι δὲ, ὀλέθριον, ἢν μὴ πολὺ ἅλις ἀποσσυθὲν αἷμα ἐξόδους ποιήσηται τῆς πλεονεξίης κατὰ ῥῖνας ἢ καθ᾿ ἕδρην ἐμπυήσεις ἢ μεταστάσεις ἢ ἀποστάσεις ἢ πόνους τῶν ὑποχονδρίων ἢ ἐς ὄρχιας ἢ ἐς σκέλεα· πεφθέντων δὲ τουτέων ἔξοδοι γίγνονται πτυσμῶν, παχέων οὔρων ἢ λείων λευκῶν.

Δύο γραφαί εἰσι τῆς ἐπιγίνεσθαι λέξεως· μία μὲν διὰ τοῦ τ στοιχείου τῆς τρίτης συλλαβῆς γεγραμμένης, ἄλλη δὲ διὰ τοῦ γ. ἀλλ᾿ ἐάν τε κατὰ τὴν προτέραν ἐπιτείνεσθαι λέγῃ τοὺς κάμνοντας ἐν ἀρτίαις ἡμέραις, ἐάν τε κατὰ τὴν δευτέραν ἐπιγίνεσθαι τὰ εἰρημένα συμπτώματα κατὰ τὰς ἀρτίας ἡμέρας, οὐκ εὐθέως ἐστὶ καὶ βέλτιον (τοῦτο δ᾿ αὐτὸς

845
εἶπεν) οὐδὲ γὰρ εἰ ἄρτιοι προσήκει σκοπεῖν, ἀλλ᾿ εἰ καὶ κρίσιμοι· τὴν γοῦν τετάρτην ἡμέραν ἀρτίαν οὖσαν καὶ αὐτὸς ἑξῆς ὀλίγον ἔμπροσθεν εἶπεν, ὅτι μεγίστην δύναμιν ἔχει. τό γε μὴν ἐφεξῆς εἰρημένον ἀληθές· ἐὰν γὰρ αἷμα πολὺ καθ᾿ ὁντιναοῦν τρόπον ἐκκριθῇ, σωτηρίας ἔχειν ἐλπίδα. καὶ δι᾿ ἀποστάσεως αὐτοὺς καὶ μεταστάσεως φησὶ σώζεσθαι, τὴν μὲν ἀπόστασιν ἄντικρυς διὰ τῆς ἰδίας προσηγορίας δηλώσας, τὴν δὲ μετάστασιν διὰ τοῦ φάναι πόνους ἐν ὑποχονδρίῳ ἢ ἐς ὄρχιν ἢ σκέλεα. διαφέρει δ᾿ ἀλλήλων τῷ τὴν μὲν ἀπόστασιν αὐτὴν τὴν κρίσιν ἐπιφέρειν καὶ ἀπαλλάττειν ἁπάντων τῶν ὀχληρῶν τὸν κάμνοντα, τὴν δὲ μετάστασιν ἑτέρων ἴσχειν ἀρχὴν παροξυσμῶν τε καὶ πόνων, ὡς δεῖσθαι πάλιν ἄλλου χρόνου πρὸς τὴν πέψιν τὸν τόπον τοῦ σώματος, εἰς ὃν ἡ μετάστασις ἐγένετο τῶν λυπούντων χυμῶν· διὸ καὶ προσέθηκε, πεφθέντων δὲ τούτων, αἱ διέξοδοι γίγνονται πτυσμῶν ἢ παχέων οὔρων, λείων, λευκῶν· σημεῖα διδάσκων τοῦ πεπέφθαι τὴν μετάστασιν ἐκ τῶν πεπεμμένων πτυσμάτων τε καὶ οὔρων.

846
Πυρετῷ λυγγώδει ὀπὸν σιλφίου, ὀξύμελι, δαῦκον τρίψας, πιεῖν δίδου καὶ χαλβάνην ἐν μέλιτι καὶ κύμινον ἐκλεικτικὸν καὶ χυλὸν πτισάνης ἐπὶ τουτέοισι ῥοφέειν. ἄφυκτος δ᾿ ὁ τοιοῦτος, ἢν μὴ ἱδρῶτες κριτικοὶ καὶ ὕπνοι ὁμαλοὶ ἐπιγένωνται καὶ οὖρα παχέα καὶ δριμέα καταδράμῃ ἢ εἰς ἀπόστασιν στηρίζῃ.

Τὰς λύγγας εἰώθασι καὶ λυγμοὺς ὀνομάζειν· εἰσὶ δὲ κινήσεις τινὲς τοῦ στομάχου σπασμώδεις· γίνεσθαι δέ φασι δι᾿ ἄμετρον κένωσιν ἢ πλήρωσιν. οἱ μὲν οὖν διὰ κένωσιν γιγνόμενοι σχεδὸν ἀνίατοι τυγχάνουσιν ὄντες· οἱ δὲ διὰ πλήρωσιν ὑπὸ τῶν τεμνόντων καὶ ῥυπτόντων τὰ ἐμπεπλασμένα βοηθημάτων θεραπεύονται· τοιαῦτα δέ εἰσι καὶ τὰ νῦν γεγραμμένα. φαίνεται δὲ νῦν ἡ δῆξις αὕτη γιγνομένη καὶ διὰ δριμύτητα δάκνουσαν τὸν στόμαχον, ὡς ἐπειδάν τις πέπερι πλέον ἤ τι τοιοῦτον καταπίῃ· καὶ μέντοι καὶ τῶν πυρεσσόντων ἔνιοι λύγξαντες ἤμεσαν

847
διαβρωτικὸν καὶ δριμύτατον χυμὸν, ἐφ᾿ ᾧ τελέως ἐπαύσαντο τοῦ συμπτώματος· ἀλλ᾿ ὅ γε τοιοῦτος πυρετὸς οὐ καλεῖται λυγγώδης, ἐπὶ πλέον γὰρ δεῖ παραμένειν τὸν λυγμὸν ἢ καὶ δι᾿ ὅλου τοῦ νοσήματος εἶναι συμπαροξυνόμενον τοῖς πυρετοῖς, ἵνα λυγγώδης ὀνομασθῇ. τὸν τοιοῦτον πυρετὸν ὑφ᾿ ἱδρώτων κρισίμων καὶ ὕπνων ὁμαλῶν καὶ οὔρων δριμέων καὶ παχέων ἐκκενωθέντων θεραπεύεσθαί φησιν, ἤτοι γε ἐκκριθέντων τῶν τοιούτων ἢ εἰ εἰς ἀπόστημα στηριχθῇ.

Κόκκαλος καὶ σμύρνα ἐκλικτόν· πίνειν δὲ τοῖσι τοιουτέοισιν ὀξύμελι δίδου ὡς ἐλάχιστον· ἢν δὲ διψώδεες ἔωσι σφόδρα, τοῦ κριθίνου ὕδατος.

Ἀτάκτως τοῦτο γέγραπται· βέλτιον γὰρ ἦν αὐτὸ μικρῷ πρόσθεν γεγραφέναι κατ᾿ ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἔνθα ἐθεράπευσε τοὺς δεομένους τὸν θώρακα καὶ πνεύμονα διὰ πτυσμάτων ἐκκαθαίρεσθαι, οὐ πρὸς τὸν λυγγώδη πυρετόν·

848
ἀλλὰ καὶ αὐτὸ τὸ εἰρημένον ἀσαφές. ὁ μὲν γὰρ κόκκαλος ὑπ᾿ αὐτοῦ λελεγμένος οὐχ οὕτως, ἀλλὰ κῶνος μᾶλλον ὑπὸ τῶν παλαιῶν Ἑλλήνων ὠνομάζετο, καθάπερ ὑπὸ τῶν νεωτέρων ἰατρῶν σχεδὸν ἁπάντων στρόβιλος· εἴωθε δὲ ἐξ αὐτοῦ σκευάζειν ἐκλικτὸν, ὅταν ᾖ λιπαρὸς μάλιστα, τουτέστι πολλὴν ἐκ κύκλῳ περικεχυμένην ἔχῃ τὴν ἰδίαν ῥητίνην. ἑψόμενοι δ᾿ αὐτὸν ἐν ὕδατι μετὰ πρασίου πρόσφατον, εἶτα τῷ ἀφεψήματι μιγνύντες μέλι σύμμετρον, ἕψοντές τε πάλιν τοῦτο μέχρι μελιτώδους συστάσεως, οὕτω τῷ γενομένῳ φαρμάκῳ χρώμεθα πρὸς τὰς ἐκ θώρακος καὶ πνεύμονος πτύσεις. ὥσπερ δὲ καὶ ἄλλα τινὰ προσεπεμβάλλομεν τούτῳ τῷ φαρμάκῳ πολλάκις, οὕτως ἐστὶν εἰκὸς καὶ τὸν ταῦτα γράψαντα σμύρναν ἐπεμβάλλειν, εἶτα διὰ συντόμων ἐδήλωσε καὶ τοῦτο, κόκκαλον καὶ σμύρναν ἐκλικτὸν εἰπών. δύναται δὲ καὶ αὐτοὺς τοὺς ἐσθιομένους κώνους μετὰ σμύρνης διδόναι, τάχα κᾀνταῦθα πάλιν ὑπακουσάντων ἡμῶν οὐ κακῶς μίγνυσθαι μέλι τῷ φαρμάκῳ. τινὲς μὲν οὖν χωρίσαντες τῆς
849
προγεγραμμένης ῥήσεως ταύτην, αὐτὴν καθ᾿ ἑαυτὴν γράφουσι· τινὲς δὲ τὸ πέρας αὐτῆς ἀρχὴν ποιοῦσι κατὰ τόνδε τὸν τρόπον· ἢν δὲ ἀποστήματα στηρίζῃ, κόκκαλος καὶ σμύρνα ἐκλικτόν· ἵνα τῶν εἰς ἀπόστημα στηριζόντων νοσημάτων ἀκούωμεν αὐτὸ φάρμακον ὑπάρχειν. ἔστι δὲ ἄλογον τοῦτο καὶ μάλιστα διὰ τὸ ἐπιφερόμενον, ἐν ᾧ φησι, πίνειν δὲ τοῖσι τοιουτέοισιν ὀξύμελι δίδου ὡς ἐλάχιστον· ἐπὶ μὲν γὰρ τοῦ λυγγώδους πυρετοῦ λόγον ἔχει δεδιέναι τὸ ὄξος, ἐπὶ δὲ τῶν εἰς ἀπόστημα στηριζόντων, οὐδένα. καὶ διὰ τοῦτό τινες ἄλλοι κατὰ τὶ μὲν συνάπτουσι τὴν ῥῆσιν ταύτην τῇ προγεγραμμένῃ, κατὰ τὶ δὲ διαζευγνούουσι, προστιθέντες τὸν δέ σύνδεσμον καὶ γράφοντες οὕτως· ἢν δὲ εἰς ἀπόστημα στηρίζῃ. περὶ τοῦ λυγγώδους πυρετοῦ τοῦ προειρημένου καὶ τοῦτ᾿ ἔστι λεγόμενον, συμβουλεύσαντος τοῦ γράψαντος τὸ βιβλίον, ἐὰν εἰς ἀπόστημά ποτε συμβῇ στηρίξαι τὸν λυγγώδη πυρετὸν, κόκκαλον μετὰ σμύρνης διδόναι καὶ φυλάττεσθαι τὴν δαψιλῆ πόσιν τοῦ ὀξυμέλιτος. τὸ δ᾿ εἴτε διὰ τοῦ ζ γράμματος ἡ τελευταία συλλαβὴ τοῦ στηρίζῃ γράφοιτο,
850
εἴτε διὰ τοῦ ξ, μεγάλην οὐδεμίαν ἐξαλλαγὴν ὁ λόγος ἕξει. ἢν δὲ διψώδεες σφόδρα ἔωσι, τοῦ κριθίνου ὕδατος. ὅτι μὲν ὡς ἄδιψον πόμα εὔδηλόν ἐστιν· ἄμεινον δ᾿ ἦν εἰρῆσθαι πρὸς αὐτοῦ πῶς χρὴ σκευάσαι τὰς κριθὰς, πότερον ἀποβρέξαντας ἁπλῶς ἢ ὡς οἱ νῦν ἐξ αὐτῶν τὸν ζυθὸν ποιοῦντες ἢ κατ᾿ ἄλλον τινὰ τρόπον.

Τὰ δὲ περιπνευμονικὰ καὶ πλευριτικὰ ὧδε χρὴ σκέπτεσθαι· ἢν ὀξύς τε ὁ πυρετὸς ᾖ καὶ τὰ ὀδυνήματα τοῦ πλευροῦ τοῦ ἑτέρου ἢ καὶ ἀμφοῖν καὶ τοῦ πνεύματος ἄνω φερομένου, ἢν πονέῃ καὶ βῆχες ἐνέωσι καὶ πτύσματα ἀνείη πυῤῥὰ ἢ πελιὰ ἢ καὶ λεπτὰ καὶ ἀφρώδεα καὶ ἀνθηρὰ καὶ εἴ τι ἄλλο διαφέρον ἔχῃ παρὰ τὰ μεμαθηκότα τούτοισιν· οὕτω χρὴ διάγειν.

Τὰ μεγάλα καὶ ἀξιόλογα πλευρίτιδος καὶ περιπνευμονίας

851
διώρισται ἅπαντα κατὰ τὸ γνήσιον μέρος τοῦ βιβλίου, τὰ δὲ πᾶσιν ἰατροῖς γινωσκόμενα παραλέλειπται· τοιαῦτα δέ ἐστιν ἃ νῦν οὗτος γράφει· καὶ πρῶτον μὲν τὴν συνδρομὴν ὀνομαζομένην ὑπὸ τῶν παλαιῶν ἐμπειρικῶν, οἱ παλαιοὶ δὲ συνεδρεύοντα τοῖς πάθεσιν ἐκάλουν τὰ τοιαῦτα συμπτώματα. πυρετὸς οὖν ὀξὺς καὶ ὀδύνη πλευροῦ θατέρου ἢ ἀμφοτέρων, μάλιστα κατὰ τὴν ἐκπνοὴν γιγνομένη (τοῦτο γάρ ἐστι καὶ τοῦ πνεύματος ἄνω φερομένου, ἢν πονέῃ) καὶ βῆχες καὶ πτύελα πυῤῥὰ ἢ πελιδνὰ καὶ λεπτὰ καὶ ἀφρώδη καὶ ἀνθηρὰ καὶ ὁπωσοῦν ἄλλως ἐξηλλαγμένα παρὰ τὰ εὐήθη (τοῦτο γὰρ δηλοῖ λέγων καὶ εἴ τι ἄλλο διαφέρον ἔχει παρὰ τὰ μεμαθηκότα) ταῦτα πάντα τοῖς πλευριτικοῖς τε καὶ περιπνευμονικοῖς ἐμφαίνεσθαί φησι συμβαίνοντα. τουτέοισιν οὕτω χρὴ διάγειν.

Ἢν μὲν ὀδύνη ἄνω περαίνῃ πρὸς κληῖδα ἢ περὶ μαζὸν καὶ
852
βραχίονα, τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω, ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε.

Κᾀνταῦθα πάλιν ἐξεργάζεται τὴν τοῦ γνησίου μέρους γνώμην· ἐπεὶ παρελέλειπτο τὸ συνεπινοούμενον τοῖς εἰρημένοις αὐτῷ, προστιθεῖ, οἷον καὶ τοῦτο, κατ᾿ εὐθὺ τῆς πεπονθυίας πλευρᾶς ποιεῖσθαι τὴν φλεβοτομίαν, ὅπερ ἐδήλωσεν εἰπών· τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω, ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε. προδήλως συντέμνων τῆς ἑρμηνείας ἀμελεῖ· δέον γὰρ εἰπεῖν τὴν κατ᾿ ἀγκῶνα φλέβα, τὴν ἐν τῷ βραχίονι λέγει.

Ἀφαιρέειν δὲ κατὰ τὴν τοῦ σώματος ἕξιν καὶ ὥρην καὶ ἡλικίην καὶ χροιὴν πλέον· καὶ θαρσέων, ἢν ὀξὺ τὸ ἄλγημα ᾖ, ἀγαγεῖν πρὸς λειποψυχίην· ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο.
853

Ἐνταῦθα πάλιν πλέον τοῦ μέτρου τοὺς σκοποὺς τῆς φλεβοτομίας ἅπαντας εἰπεῖν φιλοτιμηθεὶς, ὅμως παραλέλοιπέ τινας· οὔτε γὰρ τῆς δυνάμεως ἐμνημόνευσεν |οὔτε τῆς μεταβολῆς τοῦ αἵματος, ἀλλ᾿ οὐδὲ χώρας ἢ καταστάσεως. πλέον δ᾿ ἀφαιρεῖν κελεύων καὶ θαῤῥεῖν μέχρι λειποθυμίας ἄγειν, ἥμαρτεν ἐν τῇ λέξει προσθεὶς δι᾿ ὃ θαῤῥεῖν προσήκει· διὰ μὲν γὰρ τὴν ὀξύτητα τοῦ ἀλγήματος ἐπὶ τὸ πλέον ἐκκενοῦν τοῦ αἵματος ἀφικνούμεθα· τὸ δ᾿ ἐᾷν ῥεῖν, οὐκ ἐκ τῆς ὀξύτητος, ἀλλ᾿ ἐξ ἄλλων ἔχομεν, ἐὰν ἥ τε δύναμις ἐῤῥωμένη καὶ ἡ τῶν ἀκμαζόντων ἡλικία καὶ τὸ πλῆθος αἱματικὸν καὶ ἡ τοῦ κάμνοντος φύσις πυκνοτέρα τε καὶ σκληροτέρα καὶ δυσδιαφορητοτέρα καὶ πολύαιμος, ἥ τε ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις εὔκρατος, οὕτω γὰρ καὶ ἡ χώρα· τὸ γὰρ ἄχρι λειποθυμίας ἄγοντα θαῤῥεῖν, ἐκ τούτων ἡμῖν προσγίνεται. ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο. μετὰ τὴν φλεβοτομίαν κλύζειν κελεύει, βέλτιον δὲ ἦν προστεθεικέναι τὸν Ἱπποκράτειον διορισμὸν, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς.

854
Ἢν δὲ ὑποκάτω τοῦ θώρακος τὸ ἄλγημα ᾖ καὶ συντείνῃ λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε· μεσσηγὺ δὲ τῆς καθάρσεως μηδὲν δίδου, μετὰ κάθαρσιν δὲ ὀξύμελι. φαρμακεύειν δὲ τεταρταῖον· τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑποκλύζειν· κᾂν μὴ κουφίζῃ οὕτως, ὑποκάθαιρε. φυλακὴ δὲ ἔστω ἕως ἀπυρέτου καὶ ἑβδόμης· ἔπειτα ἢν ἀσφαλὴς ἐὼν φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον, σὺν μέλιτι μίσγων δίδου· ἢν δὲ ἀνάγηται ῥηϊδίως καὶ εὔπνοος ἢ καὶ ἀνώδυνος ᾖ τὰ πλευρὰ, κατὰ σμικρὸν παχυτέρῳ τε καὶ πλείονι καὶ δὶς τῆς ἡμέρης.

Πλευριτικὸν ὠνόμασε τὸ εἰρημένον ὑφ᾿ Ἱπποκράτους ἐν τῷ γνησίῳ μέρει βιβλίου, ἐν ὧ καθαίρει τοὺς οὕτως ἔχοντας πλευριτικούς· σκευάζει δὲ αὐτὸ διττῶς. τὸ φαρμακεύειν δὲ τεταρταῖον, ἀδιορίστως εἴρηκε καὶ τοῦτ᾿ αὐτό. τὴν γὰρ ἀρχὴν οὐδὲν τῶν τοιούτων βοηθημάτων

855
προσακτέον τῷ κάμνοντι, σκοπὸν ποιησάμενον ἡμερῶν ἀριθμόν· ἀλλ᾿ ὅπερ Ἱπποκράτης εἶπεν, ἤτοι κατὰ τὴν ἀρχὴν εὐθέως πρὶν στηριχθῆναι τοὺς χυμοὺς, κέλευε φαρμακεύειν ἢ ὕστερον, ὅταν πεφθῶσιν· ὥστε καὶ περὶ τὴν πρώτην ἡμέραν, ἐνίοτε δὲ καὶ β΄ καὶ δ΄, ἐνίοτε δὲ καὶ ε΄, ἐφαρμακεύσαμεν οὐκ ἐν τῇ τετάρτῃ μόνον, καθάπερ οὗτος ἔγραψεν.

Ἢν δὲ μὴ ῥηϊδίως ἀπαλλαγῇ, ἔλασσόν τε τὸ πόμα καὶ τὸ ῥόφημα ὀλίγον, χυλὸν λεπτὸν καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν ὥρῃ βέλτιον διάγῃ· γνώσῃ δὲ ἐκ τῶν οὔρων. δεῖ δὲ ῥόφημα προσφέρειν τοῖσιν ἐκ τῶν νοσημάτων μὴ πρότερον ἢ πέπονα τὰ οὖρα ἢ πτύσματα ἴδῃς γεγενημένα. ἢν δὲ φαρμακευθεὶς συχνὰ καθαρθῇ, ἀναγκαῖον διδόναι, ἔλασσον δὲ καὶ λεπτότερον· οὐ γὰρ δυνήσεται ὑπὸ κενεαγγείης ὑπνώσσειν, οὐδὲ πέσσειν ὁμοίως, οὐδὲ τὰς κρίσιας ὑπομένειν·
856
ἀλλ᾿ ἐπειδὰν ξυντήξιες ὠμῶν γένωνται καὶ τὰ ἀντέχοντα ἀποβάλλῃ, ἀνθέξει οὐδέν.

Περὶ τοῦ κατὰ μέρος καιροῦ τῆς τροφῆς ἐπισκοπούμενος ὁ Ἱπποκράτης καὶ αὐτὸς δὲ οὗτος ὁ ταῦτα γράψας ἐν τοῖς ἀνωτέρω γεγραμμένοις αὐτῷ θερμασίᾳ προσέχειν ἠξίου τῇ κατὰ τὸν θώρακα καὶ τοὺς πόδας. ἡ γὰρ τῶν οὔρων ἐπίσκεψις εἰς τὴν καθόλου δίαιταν, οὐκ εἰς τὴν τοῦ μερικοῦ μέρους τῆς τροφῆς ἐστι χρήσιμος· ὥστε οὐκ ὀρθῶς εἶπε νῦν, χυλὸν λεπτὸν ἅπαξ διδόναι καθ᾿ ἣν ὥρην βέλτιον διάγει, γνώσεσθαι δ᾿ ἐκείνην ἐκ τῶν οὔρων· εἰ γὰρ καὶ ὅτι μάλιστα βραχεῖαν ῥοπὴν ἐπὶ τὸ βέλτιον ἴσχει τὰ οὖρα κατὰ τοὺς μερικοὺς παροξυσμοὺς, ἀλλ᾿ οὐχ οὕτως γε μακρὸς ὁ χρόνος ἐκεῖνός ἐστιν, ὡς ἀποθέσθαι ταῦτα ἡμᾶς καὶ περιμεῖναι, πότερον νεφέλας ἐπαιωρουμένας ἢ κάτω χωρούσας ἴσχει· ταῦτα γὰρ ἐν πολλῷ χρόνῳ γίγνεται, τρέφεσθαι δ᾿ ἐν τοῖς ὀξέσι νοσήμασι τοὺς κάμνοντας ἐνίοτε ἀναγκαῖόν ἐστι καὶ ἐν ἀρχῇ τῆς παρακμῆς.

857
Πέπονα δέ ἐστι τὰ μὲν πτύελα, ὁκόταν γένηται ὅμοια πύῳ· τὰ δὲ οὖρα τὰς ὑποστάσιας ἔχοντα ὑπερύθρους, ὁκοῖον ὀρόβων. οὐδὲν δὲ κωλύει καὶ πρὸς τὰ ἄλλα ἀλγήματα τῶν πλευρέων χλιάσματα προστιθέναι καὶ κηρώματα· ἀλείφειν δὲ τὰ σκέλη καὶ ὀσφὺν θερμῷ καὶ λίπος ἐγκαταλείφειν· ἐπὶ δὲ ὑποχόνδρια λίνου σπέρμα καταπλάσσειν ἕως μαζῶν. ἀκμαζούσης δὲ τῆς περιπλευμονίης, ἀβοήθητον μὴ ἀνακαθαιρομένου καὶ πονηρὸν ἢν δύσπνοος ᾖ καὶ οὖρα λεπτὰ καὶ δριμέα καὶ ἱδρῶτες περὶ τράχηλον καὶ κεφαλὴν γίγνονται· οἱ τοιοῦτοι γὰρ ἱδρῶτες πονηροὶ, ὑπὸ πνιγμοῦ καὶ ῥωγμῆς καὶ βίης ἐπικρατεόντων τῶν νουσημάτων, ἢν μὴ οὖρα πολλὰ καὶ παχέα ὁρμήσῃ καὶ πτύσματα πέπονα ἔλθῃ· ὅ τι δ᾿ ἂν τούτων αὐτοματήσῃ, λύει τὸ νόσημα.

Οὔτε αὑτοῦ μέμνηται διὰ τῶν ἔμπροσθεν οὕτω γράψαντος ὑπὲρ τῶν πεττομένων οὔρων οὔθ᾿ Ἱπποκράτους

858
ἄλλως εἰπόντος· οὖρον δὲ ἄριστον, ὁκόταν ὑπόστασις λευκή τε καὶ λείη καὶ ὁμαλή. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως τὰ περὶ τῶν πλευριτικῶν τε καὶ περιπνευμονικῶν εὔδηλα καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως, ὅπῃ τε τῶν ὑφ᾿ Ἱπποκράτους εἰρημένων ὁ ταῦτα γράψας ἀποχωρεῖ καὶ ὅπῃ μάλιστα πάντῃ ἢ ἐκ μέρους γέ τινος ἕπεται.

Περιπνευμονίης ἐκλικτόν. κόκκαλον, χαλβάνην ἐν μέλιτι Ἀττικῷ· ἀβρότονον ἐν ὀξυμέλιτι· πέπερι, ἐλλέβορον μέλανα ἀποζέσας καὶ πλευριτικῷ ἐν ἀρχῇσι περιωδύνῳ ἐόντι πίνειν δίδου. ἀγαθὸν δὲ καὶ τὸ πάνακες ἐν ὀξυμέλιτι ἀναζέσαντα καὶ διηθέοντα διδόναι πίνειν καὶ ἡπατικοῖσι καὶ τῇσι ἀπὸ τῶν φρενῶν περιωδυνίῃσιν. καὶ ὁκόσα δεῖ ἐς κοιλίην ἢ ἐς οὔρησιν, ἐν οἴνῳ καὶ μέλιτι· τὰ δὲ ἐς κοιλίην ξὺν ὑδαρεῖ μελικρήτῳ πίνειν πλεῖον δίδου.
859

Καὶ τὸ τῶν φαρμάκων πρῶτον καὶ δεύτερον ἀναγωγὰ πτυέλων ἐστὶ· τὸ δὲ διὰ τοῦ μέλανος ἐλλεβόρου, γαστρὸς ὑπακτικόν· τὸ δὲ διὰ τοῦ πάνακος, οὗτος εἶπεν εἰς ὃ ἂν χρήσιμον ὑπάρχῃ.

Δυσεντερίη ἀπόστημα ἢ ἔπαρμά τι παυσαμένη ποιήσει, ἢν μὴ ἐς πυρετοὺς ἢ ἱδρῶτας καὶ οὖρα παχέα καὶ λευκὰ καὶ λίαν ἐπιφανῆ ἢ ἐς τριταίους ἢ ἐς κιρσὸν ἢ ἐς ὄρχιν ἢ ἐς σκέλεα ἢ ἐς ἰσχίον στηρίξῃ ὀδύνη.

Καὶ οὗτος ὁ λόγος ἀδιόριστός ἐστιν, οὔθ᾿ ὁποίαν λέγει δυσεντερίαν ἐνδειξαμένου τοῦ συγγραφέως, οὔτε πᾶσα ἐπαύσατο ταῦτ᾿ ἐπιφέρουσα.

Ἐν πυρετῷ χολώδει πρὸ τῆς ἑβδόμης ἡμέρας μετὰ
860
ῥίγους ἴκτερος ἐπιγινόμενος λύει τὸν πυρετόν· ἄνευ δὲ ῥίγεος ἢν ἐπιγένηται ἔξω τῶν καιρῶν, ὀλέθριον.

Οὐ δήπου πρὸ τῆς ζ΄ μετὰ ῥίγους ἐπιγενόμενος ἴκτερος λύει τὸν πυρετὸν, οὐχὶ δὲ μετὰ τὴν ζ΄, ἀλλ᾿ ὁ διορισμός ἐστι τοιόσδε· τοῖς πυρέττουσιν ἴκτερος ἐπιγίγνεται, ἐνίοτε μὲν ὡς σύμπτωμα τῆς κατὰ τὸ ἧπαρ διαθέσεως, ἐνίοτε δὲ τὴν χολὴν τῆς φύσεως ἐκκρίνειν διὰ τοῦ δέρματος ἐπιχειρησάσης, εἶτα μὴ δυνηθείσης αὐτὸ, καθάπερ εἴωθεν ἐπὶ πάντων γίνεσθαι τῶν ἀποστημάτων· εἴρηται δὲ περὶ τῶν τοιούτων ἰκτέρων ἐν ἀφορισμοῖς.

Τέτανος δὲ ὀσφύος καὶ ἐπὶ μελαγχολικῶν διὰ φλεβῶν πνευμάτων ἀπολήψιες ὁκόταν ἔωσι, φλεβοτομίη λύεται.

Ὅταν δὲ, φησὶ, διὰ μελαγχολικὸν αἷμα πλεονάζον ἐν

861
ταῖς φλεψὶ πνευμάτων ἀπολήψιες γίνωνται, φλεβοτομία ταῦτα λύει. πνευμάτων δὲ ἀπόληψιν εἰ μὲν τῶν κατὰ τὰς ἀρτηρίας λέγει (καὶ γὰρ καὶ ταύτας φλέβας ὠνόμαζον οἱ παλαιοὶ) τί ἄλλο ἢ ἀσφυξία γένοιτ᾿ ἂν τὸ πάθος; εἰ δὲ τῶν κατὰ τὸν πνεύμονα, πάλιν ἐνταῦθα τὴν καλουμένην ἄπνοιαν αἰνίττεται. δύναται δὲ καὶ πλῆθός τε καὶ πάχος αἵματος οὐ μόνον τὰς ἀρτηρίας πνευματῶσαί ποτε καὶ διέξοδον οὐκ ἔχειν, ἀλλὰ καὶ ταύτας τὰς ἰδίως ὀνομαζομένας φλέβας.

Ὁκόταν δὲ ἀπὸ τῶν τενόντων σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται καὶ περὶ τὸν τράχηλον καὶ πρόσωπον ἱδρῶτες, ὑπὸ τοῦ πόνου δακνομένων καὶ ξηραινομένων τῶν τενόντων καὶ τῶν οὐρωδέων, οἳ παχύτατοι μὲν τὴν ῥάχιν ξυνέχουσιν, ᾗ οἱ μέγιστοι σύνδεσμοι καταπεφυκότες, ἕως εἰς πόδας ἀποτελευτῶσι· τῷ τοιῷδε ἢν μὴ πυρετὸς καὶ ὕπνος ἐπιγένηται καὶ ἑπόμενα οὖρα πέψιν ἔχοντα ἔλθῃ καὶ ἱδρῶτες
862
κριτικοὶ, πίνειν οἶνον Κρητικὸν οἰνώδεα καὶ ἄλητον ἑφθὸν ἐσθίειν καὶ κηρωτῇ ἀλείφειν καὶ ἐγχρίειν, τά τε σκέλεα περιελίσσειν ἕως τῶν ποδῶν, θερμῷ προσβρέχων ἐν σκάφῃ καὶ βραχίονας ἕως δακτύλων κατελίσσειν καὶ ὀσφὺν ἀπὸ τοῦ τραχήλου ἕως τῶν ἰσχίων, σίαλον ἐγκηρώσας μαλακῷ δέρματι, ὅκως καὶ τὰ ἔμπροσθεν περιέξῃ καὶ διαλείπων πυρία τοῖσιν ἀσκίοισι θερμὸν ὕδωρ ἐγχέων καὶ περιτείνων σινδόνιον,ἐπανάκλινε αὐτόν. κοιλίην δὲ μὴ λίην λύσῃς ἢν μὴ βαλάνῳ, ἢν μὴ πολὺν χρόνον ᾖ ἀδιαχώρητος ἐοῦσα. καὶ ἢν μέν τί σοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· εἰ δὲ μὴ, τοῦ μόδου τῆς ῥίζης τρίβων ἐν οἴνῳ εὐώδει καὶ δαῦκον πίνειν δίδου πρωῒ νήστει πρὸ τοῦ βρέχειν καὶ ταχὺ ἐπὶ τούτοισι τὸ ἄλευρον ἑφθὸν χλιαρὸν ἐσθιέτω ὡς πλεῖστον καὶ οἶνον ὁκόταν βούληται εὔκρητον ἐπιπινέτω. καὶ ἢν μέν σοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· ἢν δὲ μὴ, προλέγειν.
863

Καὶ ὁ λόγος ἀδιορίστως εἴρηται μετὰ τοῦ καὶ ἀκύρως ἔνια τῶν ὀνομάτων γεγράφθαι· τὸ γὰρ ὑπὸ τοῦ πόνου δάκνεσθαι τοὺς τένοντας ἀκύρως λέλεκται, δριμέσι χυμοῖς πρέποντος τοῦ δάκνειν ῥήματος, οὐ τοῖς πόνοις. καὶ μέντοι καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως ἐπὶ τοῦ σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται, μετὰ ταῦτά φησι, ξηραινομένων τῶν τενόντων οὐρωδέων, οἳ παχύτεροι τὴν ῥάχιν συνέχουσι· τοὺς ἄχρι τοῦ οὐραίου καλέσας οὕτως, ὀνομάζουσι δὲ οὐραῖον τὸ πέρας τοῦ ὀστέου. εἰ δ᾿ ἀμφότερα τὰ μέρη δηλῶσαι βούλεται τεινόμενα καὶ περὶ τὰ πρόσω καὶ ὀπίσω, τέτανον ἐπιτείνασθαι δυνατὸν, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφη, τετάνοισι δὲ ὀσφύος. οὐκ ἀσφαλῶς δὲ οὐδὲ τῇ πέψει τῶν οὔρων, τὴν ῥᾳστώνην τῶν παθῶν προγινώσκει· πυρετώδους γὰρ νοσήματος ἀπεψίαι διὰ τῶν οὔρων δηλοῦνται σαφῶς, τῶν δὲ κατὰ τοὺς μῦς οὐκ ἀσφαλὴς ἡ διὰ τῶν οὔρων σημείωσίς ἐστιν. ἀλλὰ τοῦτο μὲν μικρόν· τὸ δ᾿ οἶνον αὐτοῖς διδόναι χωρὶς τοῦ διορίσασθαι πότερον ὑπὸ ψύξεως

864
ἔπαθον ἢ δι᾿ ἄλλην τινὰ αἰτίαν οὐ σμικρὸν ἁμάρτημά ἐστιν, ἀλλὰ καὶ πάνυ προπετές. ἀλόγως δ᾿ εἴρηται καὶ τὸ, κοιλίην δὲ μὴ λύειν, εἰ μὴ βαλάνῳ· λυθείη γὰρ ἄν ποτε ἐπὶ τοῖς τοιούτοις ὠφελίμως. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα.

Τὰ δὲ νουσήματα πάντα λύεται ἢ κατὰ στόμα ἢ κατὰ κοιλίην ἢ κατὰ κύστιν ἤ τινος ἄλλου τοιοῦδε ἄρθρου· ἡ δὲ τοῦ ἱδρῶτος ἰδέη κοινὸν ἁπάντων.

Οὐκ ἔστιν ὁ λόγος καθόλου, οὐδὲ κοινὸς ἁπάντων· οὐ γὰρ διὰ τούτων μόνον, ἀλλὰ καὶ διὰ μήτρας καὶ διὰ τῆς ἐκ τῶν ῥινῶν αἱμοῤῥαγίας γιγνομένης αἱ λύσεις γίνονται τῶν νοσημάτων.

865
Ἐλλεβορίζειν δὲ χρὴ οἷσιν ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα.

Οὐκ ἀναγκαῖον, ὅσοις ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα πάντας ἐλλεβορίζειν, ἀλλ᾿ ἐνίοτε τῆς κεφαλῆς μόνης ποιεῖσθαι πρόνοιαν εἰθίσμεθα.

Ὁκόσοι δ᾿ ἐξ ἀποστημάτων ἢ φλεβοῤῥαγίης ἢ δι᾿ ἀκρησίην ἢ δι᾿ ἄλλην τινὰ ἰσχυρὰν αἰτίαν ἔμπυοι γίνονται, μὴ δίδου ἐλλέβορον τοῖσι τοιουτέοισιν· οὐδὲν γὰρ ὠφελήσει, καὶ ἤν τι πάθῃ, αἴτιον δόξειεν εἶναι ὁ ἐλλέβορος. ἢν δὲ διαλύηται τὸ σῶμα ἢ πόνος ἐν κεφαλῇ ἢ ἐμπεπλασμένα τὰ οὔατα ἢ ῥὶς ἢ πτυαλισμὸς ἢ τῶν γονάτων βάρος ἢ σώματος ὄγκος παρὰ τὸ ἔθος, ὅ τι ἂν συμβαίνῃ, μήθ᾿ ὑπὸ πότων, μήθ᾿ ὑπὸ ἀφροδισίων, μήθ᾿ ὑπὸ λύπης, μήθ᾿
866
ὑπὸ φροντίδων, μήθ᾿ ὑπὸ ἀγρυπνιῶν· κᾒν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιέεσθαι τὴν θεραπείαν.

Φλεβοῤῥαγίην μὲν λέγει τὴν ῥῆξιν τῶν φλεβῶν. ὅτι δ᾿ οὔτε τοὺς ἐκ τοιαύτης αἰτίας ἐμπύους γενομένους ἐλλεβορίζειν προσῆκεν οὔτε τοὺς ἐξ ἀποστημάτων οὔτε τοὺς ἐξ ἄλλης αἰτίας εὔδηλον· οἱ δὲ δι᾿ ἀκρασίαν ἔμπυοι, κακῶς ἐν τῷ νῦν εἴρηται καταλόγῳ, τῆς ἀκρασίης αὐτῆς καθ᾿ ἑαυτὴν βλαπτούσης τοὺς ἀκρατεῖς, οἷον πλησμονῆς, ἀπεψίας, οἰνοφλυγίας, ἀφροδισίων πολλῶν καὶ ἀγρυπνιῶν, ὅσα τε ἄλλα τοιαῦτα. προειπὼν δὲ τίσιν ἐλλέβορον οὐ χρὴ διδόναι φησίν· ἢν διαλύηται τὸ σῶμα, τουτέστιν ἐὰν ἔκλυτον ἱκανῶς γένηται, χωρὶς προφάσεως δηλονότι ἢ πόνος ἐν κεφαλῇ χρόνιος καὶ δύσλυτος (ὑπακοῦσαι γάρ σε τοῦτο κᾀν τῷ τῆς κεφαλῆς χρὴ πόνῳ καὶ τοῖς ἐφεξῆς εἰρημένοις ἅπασι, τοῖς ἐμπεπλασμένοις ὠσὶ καὶ ῥινὶ καὶ τῷ πτυαλισμῷ) προστίθησι δὲ γονάτων βάρος καὶ πόνον καὶ σώματος ὄγκον παρὰ

867
τὸ ἔθος· ἐπὶ πάντων γὰρ τούτων ἄνευ φανερᾶς αἰτίας γενομένων ἐλλεβορίζειν συμβουλεύει, διελών τε τὸν καθόλου τοῦτον λόγον εἰς τὰ κατὰ μέρος ἔφη, μήθ᾿ ὑπ᾿ ἀφροδισίων, μήθ᾿ ὑπὸ λύπης, μήθ᾿ ὑπὸ φροντίδος ἢ ἀγρυπνιῶν, τῶν εἰρημένων γεγονότων· εἰ γὰρ ἐκ τούτων τινὸς εἴη γεγονότα, πρὸς τὸ ποιῆσαν αἴτιον ἁρμόττεσθαι κελεύει. τίνα δ᾿ ἐκ τούτων ἁπάντων ὧν εἶπεν ἀληθῶς ἀκριβῶς εἴρηται καὶ τίνα μὴ μεμαθήκατε κᾀκ τῶν Ἱπποκράτους βιβλίων καὶ τῶν ἡμετέρων πραγματειῶν.

Τὰ δὲ ἐκ πορείης ἀλγήματα πλευρέων, νώτου, ὀσφύος, ἰσχίων καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες· πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων ἀλγήματα καὶ εἰς ὀσφὺν καὶ ἐς ἰσχίον. οἷσι δ᾿ ἂν αὐτέων ᾖ τοιάδε δυσουρέεται· τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων.
868

Οὐ τεταγμένως ἡρμήνευσε ταῦτα· προειπὼν γὰρ τὰ ἐκ πορείης ἀλγήματα, πλευρῶν, νώτου, ὀσφύος, ἰσχίων, ἔμφασιν ἐποίησεν ὡς μέλλων ἐρεῖν ὅπως τὰ τοιαῦτα θεραπεύηται· κᾄπειτα παρενθεὶς, πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων, μετὰ ταῦτα ἐπήνεγκεν, ὅσα ἂν ᾖ τοιάδε δυσουρέεται. καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς ἔφη, τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων· ἀκέφαλον, ὡς ἂν εἴποι τις, ἐργασάμενος τὸν λόγον.

Ὁκόσα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν πολλὰ ἕκαστος, ὡς ἂν παρὰ τὸ ἔθος διαιτηθῇ, μάλιστα ἐπισημαίνει· καὶ γὰρ ὁκόσοι ἂν μὴ μεμαθηκότες ἀριστᾷν, ἢν ἀριστήσωσιν, ὄγκος πολὺς αὐτοῖσι τῆς γαστρὸς καὶ νυσταγμὸς καὶ πληθώρη· ἢν δὲ ἐπιδειπνήσωσι, κοιλίη ἐκταράσσεται. ξυμφέρει δὲ τουτέοισιν ἐκλουσαμένοισι καθεύδειν, κοιμηθέντας δὲ περιπατῆσαι βραδέως συχνὴν περίοδον· καὶ ἢν μὲν λαπαχθῇ,
869
δειπνῆσαι καὶ πιεῖν οἶνον ἐλάσσονα ἀκρητέστερον· ἢν δὲ μὴ λαπαχθῇ, ὑποχρίσασθαι τὸ σῶμα θερμῷ· κᾒν διψῇ, ὑδαρέα οἶνον λευκὸν ἢ γλυκὺν ἐπιπιόντα, ἀναπαύεσθαι· ἢν δὲ μὴ ἐγκοιμηθῇ, πλείω ἀναπαύεσθαι, τὰ δὲ ἄλλα ὁμοίως τοῖσιν ἐκ κραιπάλης διαιτάσθω. τὰ δὲ ἀπὸ πομάτων, ὁκόσα μὲν ὑδαρέα βραδυπορώτερά ἐστι καὶ ἐγκυκλέεται καὶ ἐπιπολάζει περὶ ὑποχόνδρια καὶ εἰς οὔρησιν οὐ κατατρέχει· τοιούτου δὲ πόματος πληρωθεὶς μηδὲν ἔργον ὀξέως διαπράξῃ, ὁκόσα τῷ σώματι ξυνταθέντι βίῃ ἢ τάχει πονέειν ξυμβαίνει· ὡς μάλιστα δὲ ἡσυχαζέτω, μέχρι καταπεφθήτω μετὰ τῶν σιτίων. ὁκόσα δὲ τῶν πομάτων ἀκρητέστερά ἐστιν ἢ αὐστηρότερα, παλμὸν ἐν τῷ σώματι καὶ σφυγμὸν ἐν τῇ κεφαλῇ ἐμποιέει· τούτοισι καλῶς ἔχει ἐπικοιμᾶσθαι καὶ θερμόν τι ῥοφέειν πρὸς ἅπερ μάλιστα ἥδιστα ἔχουσι· νηστείη δὲ πονηρὸν πρὸς τὴν κεφαλαλγίην καὶ κραιπάλην. ὁκόσοι δὲ μονοσιτέουσι,
870
κεῖνοι καὶ ἀδύνατοί εἰσιν καὶ οὐρέουσι θερμὸν παρὰ τὸ ἔθος κενεαγγέοντες· γίνεται δὲ καὶ στόμα ἁλικὸν καὶ πικρὸν καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ καὶ κροτάφοις ἐπιξυντείνονται καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν, ὅκωσπερ ἢν ἠριστηκότες ἔωσιν. τούτους δὲ χρὴ πίνειν ἔλασσον ἢ μεμαθήκασιν καὶ ὑγροτέρην μάζαν ἀντὶ ἄρτου· καὶ λαχάνων, λάπαθα ἢ μαλάχην ἢ πτισάνην καὶ σεῦτλα. πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον ὁκόσον σύμμετρον καὶ ὑδαρέστερον· καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον, ἕως οὖρα καταδράμῃ καὶ οὐρήσει. χρήσθω δὲ καὶ ἰχθύσιν ἑφθοῖσι· βρώματα δὲ μάλιστα ἐπισημαίνει.

Μεμνήμεθα δήπου τοῦτον ἅπαντα τὸν λόγον ἐπὶ τῷ γνησίῳ μέρει τοῦ συγγράμματος ἱκανῶς ἐξειργασμένον· ἐξ ἐκείνων οὖν δυνήσῃ ὡσαύτως εἰρημένα καὶ ταῦτα διαγνῶναί τε καὶ κρῖναι, ἐμοὶ δ᾿ οὐκ ἀναγκαῖον ἐν τοῖς τοιοῖσδε μηκύνειν. βρώματα δὲ μάλιστα ἐπισημαίνει. οὐκ ἐκ λόγου

871
τινὸς, ἀλλ᾿ ἐμπειρίας προσήκει κρίνεσθαι τῶν ἐδεσμάτων τὴν δύναμιν· οὐ διοίσει δὲ νῦν βρώματα λέγειν ἢ ἐδέσματα. καὶ μέντοι καὶ ὁ γράψας ταυτὶ τοιοῦτόν τι δηλοῖ διὰ τοῦ ἐπισημαίνειν· ἐπίσημον γὰρ, φησὶ, τοῖς σώμασι γίνεται καθ᾿ ἑκάστην ἀλλοίωσιν ἐξ ἰσχυρῶν ἐδεσμάτων. εἶθ᾿ ἑξῆς αὐτὰ καταλέγει.