In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές εἰσι καὶ ὑποχόνδρια συντείνουσι καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης ἐπιμελείης καὶ φυλακῆς δέονται. διάγειν δὲ τούτοισι προσφέροντας μηδὲν ἄλλο ἢ ὀξύμελι ὑδαρές· ῥόφημα δὲ μὴ πρόσφερε, ἕως ἂν λήξῃ καὶ οὖρον πεπανθῇ.

Ἀσώδεις ὀνομάζει πυρετοὺς, ἐν οἷς οἱ κάμνοντες ἀσῶνται

814
καὶ ἀηδῶς ἔχουσι· τὸ δὲ δυσφορεῖν ἑπόμενόν ἐστιν ἐνίοτε μὲν τῷ μόνιμον εἶναι τὸν πυρετὸν καὶ καυσώδη, πολλάκις δὲ καὶ τῇ τοῦ στομάχου κακώσει· στόμα δὲ τῆς γαστρὸς οὕτως ἄκουέ μου λέγοντος νῦν. ἤρξατο μὲν οὖν ἀπ᾿ αὐτῶν πυρετῶν, ἀσώδεις εἰπὼν αὐτοὺς, ὑποχόνδριά τε συντείνοντας· ἐφεξῆς δὲ ἐπὶ τοὺς πυρέσσοντας μετέβη· τὸ γὰρ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτῷ, κατὰ τῶν πυρεττόντων εἴρηται, καθάπερ καὶ τὸ τὰ ἄκρα ψύχονται. τὸ μὲν οὖν μὴ ἀνέχεσθαι κεκλιμένους ἐν τῷ αὐτῷ τῶν ἀσώντων τε καὶ δυσφορούντων ἐστὶ γνώρισμα· τὸ δὲ ψύχεσθαι τὰ ἄκρα, φλεγμονῆς μεγάλης ἐν τοῖς σπλάγχνοις ἐπὶ παχέσι χυμοῖς, ὡς ἔμπροσθεν ἐδείκνυον, ἡνίκα περὶ τοῦ δευτέρου τῶν καύσων εἴδους ὁ λόγος ἦν· καὶ εἴπερ σφοδρὰ ἡ κατάψυξις εἴη, τεκμήριον ἤδη σοι τοῦ καὶ τὴν δύναμιν εἶναι ἄῤῥωστον ἰσχυρῶς· εἰκότως οὖν ἔφη φυλακῆς πλείστης καὶ ἐπιμελείας δεῖσθαι τοὺς κάμνοντας οὕτως. εἰκότως δὲ καὶ ὀξύμελι δίδωσιν αὐτοῖς ὑπὸ παχέων τε καὶ γλίσχρων χυμῶν ἐνοχλουμένοις· προσέθηκε δὲ τῷ λόγῳ ὑδαρὲς, ὡς
815
πρὸς τὸ διδόμενον οἷς ἐν πνεύμονι τοιοῦτοι περιέχονται χυμοί· πολὺ γὰρ ὀξύτερον ἐπ᾿ ἐκείνων εἶναι προσῆκεν, ἐπεὶ διὰ τὸ μῆκος τῆς κατὰ τὴν ἀνάδοσιν φορᾶς ἐπὶ τὸ πεπονθὸς μέρος ἀναγκαῖόν ἐστιν ἐκλυθῆναι τὴν δύναμιν· | τοῖς δὲ καθ᾿ ὑποχόνδριον εὐθέως προσπίπτει τοιοῦτον οἷον ἐπόθη. τὸ δὲ μηδ᾿ ὅλως διδόναι ῥόφημα τοῖς οὕτως ἔχουσι, πρὶν πεπανθῆναι τὴν νόσον, ἀδιορίστως εἴρηται φυλαττόντων γε ἡμῶν ὃ ἐδίδαξεν ὁ Ἱπποκράτης· προσκεῖσθαι δεῖ τῷ λόγῳ, ἢν ἀρκέῃ ὁ νοσέων, ὅπερ ὡς φανερὸν ἴσως παραλέλοιπεν.

Κατακλίνειν δὲ εἰς ζοφερὰ οἰκήματα καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι στρώμασι, πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα καὶ ὡς ἥκιστα ῥιπτάζειν· μάλιστα γὰρ τοῦτο τοὺς τοιούσδε ὠφελέει.

Τὴν ἐν ζοφεροῖς οἰκήμασι κατάκλισιν οὐχ ὡς πεπαντικὸν

816
βοήθημα συνεβούλευσε νῦν, ἀλλ᾿ ὡς τῆς διὰ τὴν ἄσην γινομένης δυσφορίας ἐπανορθωτικὸν, ἧς ἕνεκα καὶ τῆς μαλθακῆς στρωμνῆς ἐμνημόνευσε. τὸ δὲ πειρᾶσθαι μὴ ῥιπτάζειν ἑαυτὸν, ἀλλ᾿ ἡσυχάζειν ἑκατέρως χρήσιμον τῷ κάμνοντι καὶ ὡς τῇ πέψει τῆς ὅλης νόσου συντελοῦν καὶ ὡς διαφυλάττον τὴν δύναμιν.

Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενον· ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ὕδατι καὶ ἐλαίῳ.

Μαλακτικόν ἐστι τὸ λινόσπερμον καὶ μὴ θερμαῖνον ἐπιφανῶς, ὧν μάλιστα δεῖται φλεγμονὴ πᾶσα· καὶ μέντοι κατὰ τὴν |θίξιν αὐτὸ παρασκευάζει τοιοῦτον, ὁποῖον καὶ κατὰ τὴν δύναμίν ἐστιν, ἀκροχλίαρον ἀξιῶν προσφέρειν. καὶ ἡ μίξις δὲ τοῦ ἐλαίου καὶ τοῦ ὕδατος χλιαρᾶς θερμασίας ἐστὶ γεννητικὴ, μετὰ τοῦ μαλάττειν τε καὶ παρηγορεῖν

817
μετρίως, ὑπάρχον δυνάμεως ὁποίας μάλιστα ἐδείχθη δεῖν εἶναι τὰ πέττοντά τε καὶ τὰ διαφοροῦντα.

Τεκμαίρεσθαι δ᾿ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι· ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα.

Οὐ πᾶν τὸ μέλλον ἔσεσθαι διδάσκει ἐκ τῶν οὔρων, ἀλλὰ σωτηρίαν ἢ θάνατον· σωτηρίαν μὲν γὰρ δηλοῖ τὰ παχύτερα καὶ ὠχρότερα. σαφῶς δὲ τὰ παχύτερα τοῖς λεπτοῖς παραβάλλων εἶπεν, οὐ τοῖς κατὰ φύσιν, ὡς καὶ μικρὸν ἔμπροσθεν ἠξίουν ἀκούειν· οὔτε γὰρ ἂν παχέα λέγοις, ἑρμηνεύειν ὀρθῶς ἐθέλων, οὔτε λεπτὰ τὰ κατὰ φύσιν οὖρα. τά γε μὴν λεπτὰ καὶ μέλανα χείριστα· πρὸς γὰρ τῶν λεπτῶν μόνον γινομένων ἄπεπτον δηλοῦται τὸ νόσημα· τὸ γὰρ ἀκριβῶς λεπτὸν ὑδατῶδές ἐστιν, ὥστε καὶ λευκόν. αἱ δὲ τῶν

818
οὔρων προγνώσεις ἐν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν εἴρηνται.

Ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε σημαίνει καὶ ἀνάγκη τῷ νοσήματι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην.

Καὶ τοῦτο γὰρ φυλάττων ἐπὶ τῶν νοσούντων εὑρήσεις ἀληθὲς, εἰς χρόνον πλείονα καὶ μεταβολὰς μεταξὺ γιγνομένας ἐμπίπτοντα τὸν ἄνθρωπον ἐπὶ τοῖς ποικίλοις οὔροις· πλείους γὰρ αἱ διαθέσεις δηλοῦνται αἱ μὴ τῆς αὐτῆς θεραπείας δεόμεναι, οὐδὲ τὴν ἴσην ἔχουσι προθεσμίαν τῆς λύσεως.

Τοὺς δὲ ἀκαταστάτους τῶν πυρετῶν ἐᾷν μέχρις ἂν καταστῶσιν·
819
ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων.

Ἀκαταστάτους πυρετοὺς εἴρηκεν ἐφ᾿ ὧν μηδέν ἐστι καθεστηκὸς, ὅπερ σημαίνει τὸ βέβαιον· ἔστι δὲ βέβαια τὰ ἐν ταῖς περιόδοις φαινόμενα καὶ τοῖς οὔροις, ἔτι δὲ καὶ ταῖς ἠκριβωμέναις ἰδέαις τῶν πυρετῶν. αἱ μὲν οὖν περίοδοι τὴν ἀρχὴν οὐδὲ φαίνονται ταῖς πρώταις ἡμέραις· τὰ δὲ ἐπιγίνεται ἄλλοτε ἄλλα καὶ πολλάκις τρὶς καὶ τετράκις οὐρεῖν, διά γε τῆς ἡμέρας καὶ τῆς νυκτὸς συμβαίνει· καὶ ἀνόμοια φαίνεται τὰ οὖρα πρὸς ἄλληλα. τὴν τοίνυν ἰδέαν τοῦ τοιούτου πυρετοῦ ἀκατάστατον εἶναί φησιν, ὅπερ ταὐτόν ἐστι σημαίνειν τῷ μὴ διασώζοντι τὴν ἰδέαν μίαν ἀκριβῶς. ἐδήλωσα δέ σοι τὰς ἀκριβεῖς ἰδέας τῶν πυρετῶν ἔν τε τοῖς περὶ διαφορᾶς αὐτῶν ὑπομνήμασι κᾀν τῷ δευτέρῳ περὶ κρίσεων· ἐπὶ τῶν τοιούτων οὖν πυρετῶν ἀξιοῖ μὴ κατ᾿ ἀρχὰς τῇ διαίτῃ χρῆσθαι, ἀλλ᾿ ἐᾷν ἕως ἂν ἴδωμεν ποῖοί τινές εἰσι καὶ τηνικαῦτα τὸ τῆς διαίτης εἶδος ὁρίζειν.

820
Εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων.

Ὄψιας εἴρηκεν ὡσανεὶ διαφορὰς ἢ τρόπους ἢ ἰδέας· τῶν καμνόντων δὲ, ἀντὶ τοῦ τῶν τοῖς κάμνουσιν γινομένων νοσημάτων. ἐδείχθη γὰρ ἤδη πολλάκις ὡς ἅπασι τοῖς παλαιοῖς ἔθος ἐστὶν ἀπὸ τε τῶν παθημάτων ἐπὶ τοὺς πάσχοντας αὐτοὺς μεταφέρειν τὰς προσηγορίας, ἀπό τε τῶν πασχόντων ἐπὶ τὰ πάθη· ὡς μηδὲν διαφέρειν τῶν πυρετῶν εἰπεῖν διαφορὰς ἢ τῶν πυρεττόντων, οὕτως δὲ καὶ πλευριτικῶν ἢ συναγχικῶν ἢ πλευρίτιδος ἢ συνάγχης. ὄψιας οὖν εἶπε καμνόντων, ἐπειδὴ τοῖς ὀφθαλμοῖς αὐτοὺς θεωροῦντες εὑρίσκομεν τὰς διαφοράς.

Διὸ προσεκτέον τῷ ἰωμένῳ, ὅκως μὴ διαλήσεταί τις τῶν προφασίων.
821

Ἐμάθομεν ὅτι τὰς φανερὰς αἰτίας ὀνομάζει προφάσεις· ἀλλὰ καὶ νῦν εὔδηλός ἐστιν ἐπὶ τούτου φέρων τὴν προσηγορίαν. ἐπιφέρει γοῦν·

Μήτε τῶν κατὰ λογισμὸν μήτε ὁκόσας εἰς ἀριθμὸν ἄρτιον ἢ περισσὸν δεῖ φανῆναι.

Ὡς τῶν αἰτιῶν τὰς μὲν φανερὰς ἁπάντων γινωσκόντων ἄνευ τεχνικοῦ λογισμοῦ, τὰς δὲ μόνων τῶν χρωμένων τῷ τεχνικῷ λογισμῷ· προσέχειν δὲ δεῖ, φησι, κᾀκείναις, ἃς ἐς ἄρτιον ἢ περιττὸν φανῆναι δεῖ.

Μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβέεσθαι, ὡς αὗται αἱ ἡμέραι ἑτεροῤῥεπέας ποιοῦσι τοὺς κάμνοντας.
822

Οὐχ ἁπλῶς ἀκουστέον ἐστὶν, ἀλλ᾿ ἐπὶ τῶν ὀξέων νοσημάτων, μέγα δύνασθαι τὰς περισσὰς ἡμέρας, ὡς μεταβολὰς ἑκατέρως ἀξιολόγους ἐμποιούσας εἰς ὑγείαν τε καὶ θάνατον· τοῦτο γὰρ σημαίνει τὸ ἑτεροῤῥεπέας. ἐπὶ μὲν τῶν ὀξέων ἡ γ΄ καὶ ἡ ε΄ καὶ ζ΄ καὶ θ΄ καὶ ια΄ καὶ ιδ΄ καὶ ιζ΄, ἐπὶ δὲ τῶν χρονίων ξ΄ καὶ π΄. μέσαι δ᾿ αὐτῶν εἰσι κ΄ καὶ λδ΄ καὶ μ΄, περιτταὶ δὲ καὶ αὗται.

Φυλάττεσθαι οὖν δεῖ τὴν πρώτην ἡμέραν, ἐν ᾗ ἦρκται ἀσθενέειν ὁ κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ ὅτου καὶ ὅτε· ἡγέεται γὰρ τοῦτο τὸ πρῶτον εἰδῆσαι. ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διασκέψῃ πάντα, πρῶτον μὲν κεφαλὴν ὅπως ἔχῃ, εἰ ἀνάλγητος καὶ μὴ βάρος ἔχῃ ἐν ἑωυτῇ· ἔπειτα ὑποχόνδρια καὶ τὰ πλευρὰ, εἰ ἀνάλγητα. ὑποχόνδριον μὲν γὰρ εἰ ἐπίπονόν ἐστιν ἢ ἐπῃρμένον ἢ ἔχει τινὰ σκολιότητα ἢ κόρον ἢ πλευροῦ ἀλγηδὼν ἐνείη καὶ ἅμα τῷ ἀλγήματι ἢ βηχίον ἢ στρόφος ἢ πόνος κοιλίης. ὁκόταν
823
δέ τι τούτων παρῇ ἐν ὑποχονδρίῳ, μάλιστα λύειν τὴν κοιλίην κλυσμοῖσι· πινέτω δὲ μελίκρητον θερμὸν ἀφη- ψημένον. καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν, εἰ λειποθυμέῃ καὶ εἰ τοῦ πνεύματος εὐφορίη αὐτὸν ἔχει. ἰδεῖν δὲ καὶ διαχώρησιν, μή τι μέλαν ἰσχυρῶς διεχώρησεν χρῶμα ἢ καθαρὸν, ὁκοῖα ὑγιαίνοντος ἂν εἴη διαχωρήματα· καὶ ὁ πυρετὸς εἰς τὴν τρίτην ἐπιπαροξυνόμενος. κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοισι τριταίους, πρὸς ταῦτα ἤδη καὶ τὰ ἄλλα συνορῇν· καὶ ἢν ἡ τετάρτη τῇ τρίτῃ ἡμέρᾳ ὅμοιον ἔχῃ τι τῶν αὐτῶν τούτων, κινδυνώδης ὁ κάμνων γίγνεται. τὰ δὲ σημεῖα ἡ μὲν μελαίνη διαχώρησις θάνατον σημαίνει, ἡ δὲ ὁμοίη τῷ ὑγιαίνοντι, ὁκόταν ἀνὰ πάσας τὰς ἡμέρας φαίνηται, σωτήριον.

Φυλάττεσθαί φησι χρῆναι πρῶτον μὲν τὴν πρώτην

824
ἡμέραν, ἐν ᾗ γνῶναι κελεύει τὴν αἰτίαν τοῦ νοσήματος· τὸ γὰρ ἐξ ὅτου καὶ ὅτε τὸ τί ποτ᾿ ἐστὶ τὸ νόσημα δηλοῖ. πυνθάνεσθαι δὲ κελεύει πρῶτον μὲν τὴν κεφαλὴν ὅπως ἔχει, ἔπειτα ὑποχόνδρια καὶ πλευράς. ὑποχόνδριον μὲν εἴ τις ἐστὶν ὀδύνη ἢ ἐξήρτηται ἤ τινα ἔχει σκολιότητα, τουτέστιν ἀνωμαλίαν· ὅπερ ἐν τῷ προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν ἔγραψεν, εἰ ἀνωμάλως διακείμενον τὰ δεξιὰ καὶ τὰ ἀριστερά. ἢ εἰ κόρον ἔχει, φησὶ, τοῦτο δέ μοι δοκεῖ τὴν πλήρωσιν τῶν σιτίων εἶναι. ἐρωτᾷν δὲ ἀξιοῖ καὶ τὰ ἄλλα περὶ τὴν ἑξῆς λέξιν· κᾄπειτα κελεύει, τῶν μὲν ὑποχονδρίων πεπονθότων λύειν τὴν κοιλίαν κλυσμοῖς, πίνειν δὲ μελίκρατον θερμὸν ἀφηψημένον. ἀδιορίστως δὲ ταῦτ᾿ εἰπὼν ἐφεξῆς γράφει· καταμανθάνειν δὲ χρὴ καὶ τὰ ἐν ταῖς ἐξαναστάσεσιν, εἰ λειποθυμεῖ καὶ ἢν τοῦ πνεύματος, φησὶν, εὐφορίη αὐτὸν ἔχει· τοῦτο δ᾿ ἀντίκειται τῷ λειποθυμοῦντι. ὁρᾷν δ᾿ ἀξιοῖ καὶ τὸ διαχώρημα, πότερον μέλαν ἐστὶν ἢ καθαρὸν καὶ ἄμεμπτον, ὁποῖον τῶν ὑγιαινόντων, ὥσπερ καὶ εἰ ὁ πυρετὸς εἰς τὴν τρίτην ἡμέραν ἐπιπαροξύνεται.
825
τούτων οὕτως ἐχόντων ἐὰν ἡ δ΄ τῇ γ΄ παραπλήσιον ἔχῃ τι κατὰ τὸν παροξυσμὸν, κινδυνώδη δηλονότι ταύτην φησί. τὸ γὰρ καὶ τὴν δ΄ ἡμέραν ἐπίδηλον οὖσαν τῆς ζ΄ νεωτερίσαι τι τῶν χαλεπῶν ἐστι σημείων· ὁ δὲ νεωτερισμὸς δῆλος. εἰ γὰρ τῇ α΄ τῶν ἡμερῶν καὶ τῇ γ΄ παροξυσμὸς ἐγένετο, τῇ β΄ δὲ οὐκ ἐγένετο, προσῆκον ἦν τὴν ε΄. ἔχειν παροξυσμὸν, τὴν δὲ δ΄ μὴ ἔχειν· ἔχουσα τοίνυν καὶ αὕτη κακοῦ τινος ἑτέρου γένεσιν ἐνδείκνυται. εἰ δὲ καὶ μέλανα διαχωρήσειε, θάνατον ἔσεσθαι δηλοῖ. μέμνησο δὴ τούτου παραλιπὼν τὰ πολλὰ τῶν εἰρημένων. εἰ γὰρ τῇ α΄ τῶν ἡμερῶν ἡ γ΄ τὸν ἀνάλογον ἤνεγκε παροξυσμὸν, νεώτερον μὲν, εἰ καὶ ἡ δ΄ παρώξυνεν· εἰ δὲ καὶ μέλανα διεχώρησεν, ὀλέθριόν ἐστι τὸ σημεῖον· ἐὰν δὲ πάλιν ὅμοια τοῖς ὑγιαίνουσιν ἀνὰ πάσας τὰς ἡμέρας διαχωρῇ, σωτηρίαν ἔλπιζε τοῦ κάμνοντος ἔσεσθαι.

Ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ, ἐνῇ δὲ τοῦ πνεύματος
826
εὐφορίη, διαναστὰς ἐπὶ τὸν θρόνον ἢ αὐτοῦ ἐν τῇ κλίνῃ ἢν ἀψυχίη ἐνῇ· ταῦτα δὲ ὁκόταν προσῇ τῷ κάμνοντι ἢ τῇ καμνούσῃ κατ᾿ ἀρχὰς, παραφροσύνην προσδέχου ἐσομένην.

Συγκέχυται τῆς ῥήσεως ταύτης ἡ διάνοια. τὸ γὰρ ὅταν βάλανος μηδὲν ἀνύῃ, δοκῇ δ᾿ εὐφόρως ἔχειν ὁ κάμνων, εἴ γε κᾀν ταῖς διαναστάσεσι λειποψυχεῖ, παραφροσύνην προσδέχεσθαι, κακῶς εἰρῆσθαί μοι δοκεῖ, μήτε τῆς ἐμπειρίας μαρτυρούσης αὐτῷ μήτε τοῦ λογισμοῦ. γένοιτο γὰρ ἄν ποτε καὶ τοιοῦτόν τι· αἱ δὲ προγνώσεις εἰσὶν οὐ τῶν σπανίως γιγνομένων, ἀλλὰ τῶν διὰ παντὸς ἢ ὡς τὸ πολύ.

Προσέχειν δὲ χρὴ καὶ τῇσι χερσίν· ἢν γὰρ τρομεραὶ ἔωσι, προσδέχου τῷ τοιῷδε ἀπόσταξιν αἵματος διὰ ῥινῶν ἐσομένην.
827

Καὶ οὗτος ὁ λόγος οὐ τὸ διηνεκὲς, οὐδ᾿ ὡς τὸ πολύ τι γιγνόμενον, ἀλλὰ τὸ σπάνιον διδάσκει.

Ὁρῇν δὲ χρὴ αὐτοὺς τοὺς μυκτῆρας, ἢν ὁμοίως τὸ πνεῦμα δι᾿ ἀμφοτέρων ἕλκηται· καὶ ἢν πολὺ φέρηται ἐκ τῶν μυκτήρων, φιλέει γίνεσθαι σπασμός· ἢν δὲ σπασμὸς γένηται, τῷ τοιῷδε θάνατος προσδόκιμος καὶ καλῶς ἔχει προλέγειν.

Οὐσῶν τῶν χειρῶν τρομωδῶν, οὕτω γὰρ προσῆκον εἰπεῖν, εἰ τὸ πνεῦμα πολὺ φέρεται δι᾿ ἀμφοτέρων τῶν μυκτήρων, σπασμὸν ἐπιγίνεσθαί φησιν· εἴωθε δ᾿ οὕτω καλεῖν τὴν σπασμώδη διάθεσιν, γινομένην κατὰ τῶν τὰ πτερύγια τῆς ῥινὸς κινούντων μυῶν.

Ἢν δὲ ἐν πυρετῷ χειμερινῷ ἡ γλῶσσα τραχείη γένηται καὶ
828
ἀψυχίαι ἐνέωσι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεσις εἶναι τοῦ πυρετοῦ· ἀλλ᾿ ὅμως τὸν τοιόνδε παραφυλάσσειν τῇ λιμοκτονίῃ καὶ ὑδατοποσίῃ καὶ μελικρήτου πόσει καὶ χυλοῖσι παραφυλάσσειν· μηδὲ πιστεύων τῇ ἀνέσει τῶν πυρετῶν, ὡς οἱ τὰ τοιάδε ἔχοντες σημεῖα ἐπικίνδυνοί εἰσι θνήσκειν. ὁκόταν δὲ ταῦτα συνειδῇς, οὕτω προλέγειν, ἤν σοι ἀρέσκῃ, θεωρήσας εὖ μάλα.

Χειμερινὸν πυρετὸν ἔνιοι μὲν ἁπλῶς ἀκούουσι τὸν ἐν χειμῶνι γινόμενον, ἔνιοι δὲ τὸν οἰκεῖον φύσει χειμῶνι, εἴη δ᾿ ἂν ὁ τοιοῦτος ἐπὶ φλέγματι, καθάπερ ὁ θερινὸς ἐπὶ χολῇ. ἐὰν οὖν, φησιν, ἐπὶ τῷ τοιῷδε πυρετῷ γλῶσσα γένηται τραχεῖα καὶ λειποθυμίαι, συγγινώσκειν αὐτὸν ὄντα κινδυνώδη καὶ διὰ τοῦτο μὴ πιστεύειν ταῖς ἐπανέσεσι τῶν πυρετῶν, ὅταν μετὰ συμπτωμάτων ἢ σημείων μοχθηρῶν γίγνωνται, καθάπερ νῦν ἄμα τῇ λειποθυμίᾳ τε καὶ τῇ τῆς γλώττης τραχύτητι. μὴ τοίνυν, φησὶν, ἀμελῶς διαίτα τοὺς κάμνοντας, ἀλλ᾿ ὕδωρ τε καὶ μελίκρατον καὶ χυλὸν

829
πτισάνης ῥοφεῖν δίδου. δόξει δὲ ταῦτα μάχεσθαι τῷ χρῆναι λιμοκτονεῖν· ἡ γὰρ λιμοκτονία μάλιστα μὲν ἀσιτίαν παντελῆ σημαίνει· εἰ δ᾿ οὒ, ἀλλὰ τήν γε ἐπὶ τοῖς πόμασι μόνοις δίαιταν· οὕτως δὲ καὶ μελίκρατον καὶ χυλὸν πτισάνης συνεχώρησε δίδοσθαι. δοκεῖ δέ μοι διὰ τοῦτο λιμοκτονεῖν λέγειν αὐτοὺς, ὅτι χρονίζουσι τὰς ἐπανέσεις τῶν πυρετῶν ἴσχοντες εὐφορωτάτας, ὡς ἐξαπατηθέντας τινὰς τροφὴν ἰσχυροτέραν δοῦναι καὶ μάλιστα διὰ τὴν λειποθυμίαν· ὡς πρὸς τοιαύτην οὖν δίαιταν ἡ διὰ τοῦ μελικράτου τε καὶ τοῦ χυλοῦ γιγνομένη ἐν πολλαῖς ἡμέραις εἴρηται ὀρθῶς λιμοκτονία.

Ὁκόταν δ᾿ ἐν πυρετοῖσι φοβερόν τι γένηται πεμπταίοισιν ἐοῦσιν, ἢ κοιλίη τε ἐξαίφνης ὑγρὰ διαχωρήσει καὶ ἀψυχίη γένηται ἢ ἀφωνίη ἐπιλάβῃ ἢ σπασμώδης γένηται ἢ λυγμώδης, ἐπὶ τούτοισιν καὶ ἀσώδης φιλέει γίνεσθαι
830
καὶ περὶ ὑπορίνιον καὶ μέτωπον ἱδρῶτες καὶ αὐχένα ὄπισθεν τῆς κεφαλῆς· οἱ δὲ ταῦτα πάσχοντες θνήσκουσι πνευματωθέντες οὐκ ἐς μακράν.

Τῶν ἐκ τηρήσεως ἐμπειρικῶς γεγραμμένων τοῖς ἰατροῖς ἔνια τοιαῦτά ἐστι, τουτέστιν ἐκ τῶν ὀφθέντων ἅπαξ ἢ δὶς, ἀπόφασιν ἔχει καθόλου τρόπου, ὡς πλειστάκις ἐπὶ τῶν αὐτῶν καὶ ὡσαύτως δυνάμενα θεωρηθῆναι. τοιοῦτον δέ τι καὶ τοῦτό ἐστι τὸ νῦν λεγόμενον· ἑορακὼς γὰρ ἔγραψε ταῦτα πεμπταῖόν τινα, διαχωρήσαντα μέν τινα ὑγρὰ διαχωρήματα, λειποψυχήσαντα δὲ καὶ ἄφωνον γενόμενον, ἕτερον δὲ σπασμώδη καὶ μετὰ τοῦτο ἤτοι γε ἀμφοτέρους ἢ τὸν ἕτερον ἀσώδη καὶ τὰ περὶ τὸ πρόσωπόν τε καὶ τὸν αὐχένα ἐφιδρώσαντας, εἶτα ἀποθανόντας ἔγραψεν, ὡς οἴεται, συνδρομὴν σημείων ἐμπειρικῶν. ἔστι δ᾿ αὐτὰ δυνάμενα καὶ στομαχικῆς προηγεῖσθαι συγκοπῆς· δυνάμενα δὲ καὶ διὰ πλῆθος γίνεσθαι θλιβομένης τῆς δυνάμεως ἢ καὶ ἄλλως ἀῤῥωστούσης. ἕκαστον γάρ τοι τῶν εἰρημένων καθ᾿ ἑαυτὸ μοχθηρόν

831
ἐστι, μήτοι γε συνελθόντα πάντα. τὸ γὰρ ἐπὶ ταῖς ἐξαίφνης διαχωρήσεσι λειποθυμεῖν ἐπικίνδυνόν ἐστιν, ὥσπερ καὶ τὸ ἄφωνον γενέσθαι καὶ ἀσώδη· οὐκ ἀγαθὸν δὲ καὶ τὸ περὶ τὸ πρόσωπόν τε καὶ τὴν κεφαλὴν ἰδροῦν μόνα. καθάπερ οὖν ταῦτα πολλὰ καὶ μοχθηρὰ συμπτώματά ἐστιν, οὕτω καὶ τἄλλα τὰ ἐν τῷ προγνωστικῷ γεγραμμένα καὶ δύναταί τις ἐπιπλέκων αὐτὰ ἀλλήλοις δοκεῖν τι διδάσκειν νεώτερον· ἐὰν δέ που καὶ λέξιν ἀσαφῆ μίξῃ τῷ λόγῳ, καθάπερ αἴνιγμα, τοῖς μὲν πολλοῖς κᾀκ τούτου σοφώτερος εἶναι δόξει, θαυμάζουσι γὰρ ἃ μὴ νοοῦσιν· ἀνθρώπῳ δὲ ἐγνωκότι διακρίνειν ἀπὸ τῆς παθογνωμονικῆς συνδρομῆς τὰ ἐπιγινόμενα, φωραθήσεται ποικίλος μὲν, ἄχρηστος δὲ ὁ λόγος. ἡ μὲν γὰρ παθογνωμονικὴ συνδρομὴ τὸ τοὺ νοσήματος εἶδος ἐνδείκνυται, τὰ δ᾿ ἐπιγινόμενα συμπτώματα τὴν ἐπιείκειάν τε καὶ κακοήθειαν αὐτοῦ. καὶ χρὴ μαθόντα περὶ τούτων τῶν συμπτωμάτων ἑκάστου τὴν δύναμιν ἐκλογίζεσθαί τε καὶ παραβάλλειν ἀλλήλοις τὰ φανέντα· κᾂν μὲν ἰσχυρότερά τε καὶ πλείω φαίνηται τῶν ἀγαθῶν τὰ μοχθηρὰ,
832
γινώσκειν ἐν κινδύνῳ τὸν ἄνθρωπον ὑπάρχειν· εἰ δὲ τὰ ἀγαθὰ τῶν φαύλων ἰσχυρότερά τε εἴη καὶ πλείω, καλὴν προσδοκίαν ἔχειν ἐπὶ τῷ κάμνοντι. τοῦτο δέ σε καὶ αὐτὸς Ἱπποκράτης ἀξιοῖ πράττειν· ἐν γοῦν τῷ προγνωστικῷ πάντων τῶν συμπτωμάτων καὶ τῶν σημείων ἑκάστου καταμόνας ἐδίδαξε τὴν δύναμιν, ἐπὶ τῇ τελευτῇ δὲ τούτου τοῦ συγγράμματός φησι· χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προλέγειν τούς τε περιεσομένους καὶ τοὺς ἀποθανουμένους, οἷς τε ἂν μέλλοι πλέονας ἡμέρας παραμένειν τὸ νόσημα καὶ οἷς ἂν ἐλάσσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα, κρίνειν ἐκλογιζόμενον τὰς δυνάμεις αὐτῶν πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται. τὰς δυνάμεις ἀξιοῖ τῶν σημείων ἐκλογιζόμενον προγινώσκειν ἐξ αὐτῶν τὸ ἀποβησόμενον· ἔνθα μὲν οὖν ἀγαθὰ μοχθηροῖς μέμικται παρισούμενά πως ταῖς δυνάμεσι, γεγυμνασμένου μὲν ἀνδρὸς δεῖται, τεθεωρηκότος ἐπὶ τῶν ἔργων αὐτὰ πολλάκις· ἔνθα δ᾿ ἐστὶν ἤτοι πάντα κακὰ, καθάπερ νῦν, ἢ πάντα καλὰ, κατάδηλον ἅπαντι τὸ γενησόμενον. ὄντος γὰρ καὶ καθ᾿ αὑτὸ σημείου κακοῦ τοῦ
833
διαχωρούσης τῆς κοιλίας λειποψυχῆσαι, κακοῦ δ᾿ ὡσαύτως καὶ τῆς ἀφωνίας, ἐὰν πρὸς τούτοις καὶ σπασμώδης ἢ λυγμώδης ἢ ἀσώδης ὁ κάμνων γίνεται, σαφέστερον ἐνδείξεται τὸν κίνδυνον· ἐὰν δὲ καὶ ἄλλο τι μοχθηρὸν αὐτῷ σημεῖον ἐπιγένηται, καθάπερ οἱ περὶ τὸν αὐχένα καὶ τὸ πρόσωπον ἱδρῶτες, ἔτι καὶ μᾶλλον· ἅπερ εἴρηται νῦν ὑπ᾿ αὐτοῦ τοῦ γράψαντος τὸ βιβλίον, οὐδενὸς ἀγαθοῦ σημείου μεμιγμένου τοῖς κακοῖς. ὅτι μὲν ὁ τοιοῦτος ἐξ ἀνάγκης τεθνήξεται πρόδηλον ἐκ τοῦ τῶν κακῶν ἀθροίσματος σημείων· τὸ δὲ καὶ πνευματωθήσεται τῇ τελευτῇ τῆς ῥήσεως ὥσπερ αἴνιγμα προσέῤῥιπται ταύτης, ὥς τι τῶν ἐξ ἀνάγκης ὡμολογημένων ἔσεσθαι ὅ τί περ ἂν σημαίνῃ τὸ πνευματωθήσεται, εἴτε τὸ τῶν κατὰ τὴν γαστέρα πνευμάτων πλῆθος, ὡς ἐνὸν γαστέρα φυσηθῆναι πᾶσαν αὐτὴν, εἴτε τὴν μεγάλην καὶ πυκνὴν ἀναπνοήν· ἀλλὰ καὶ ταύτην ἐμάθομεν, αἷς ἔσεσθαι διαθέσεσιν οὐκ ἀγαθὸν, ὥσπερ γε καὶ τὴν τῆς γαστρός. ὥστ᾿ οὐ χρὴ ζητεῖν ἄλλα σημεῖα, τούτων ἐξ ἀνάγκης προηγουμένων· ἐπὶ τούτοις γὰρ οὐκέτι, ὡς ἐπ᾿ ἐνίοις τοῖς κατὰ
834
τύχην γενομένοις, ἡ τῶν ἀποβησομένων ἀσφαλής τις γίγνεται πρόγνωσις.

Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνῶν ἐόντων τῶν περὶ φάρυγγα καὶ μηδὲ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν ῥινῶν ῥέειν· κᾒν μὲν πολὺ ῥυῇ, λύσιν σημαίνει τῆς νούσου· ἢν δὲ μὴ, μακρήν· ὁκόσῳ δ᾿ ἂν ἔλασσον ῥυῇ, τοσῷδε χεῖρον καὶ μῆκος. ἢν δὲ τἄλλα ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα· ἢν δ᾿ ἅψηται τοῦ ποδὸς καὶ ἐπώδυνος γενόμενος παραμένει, πυριφλεγὴς γενόμενος καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληῖδα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι. σβεννυμένων δὲ τούτων, ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸς
835
τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη· ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν καὶ ἐρυθήματα ἴσχει καὶ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει καὶ σκληρὴ φλεγμονὴ κατέχει καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμὸς καὶ παραφροσύνη μέγα ἐπιδιδοῖ· αἱ δὲ νύκτες μᾶλλον ἐπισημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην. τὰ δὲ σημεῖα μάλιστα γίνεται πολλὰ ἐπὶ τὸν περισσὸν ἀριθμὸν ἢ ἐπὶ τὸν ἄρτιον· ὁκοτέρῳ δ᾿ ἂν τούτων τῶν ἀριθμῶν γίνηται, ὀλέθριοι ἐπιγίνονται.

Καὶ πάντα ταῦτα τὰ νῦν εἰρημένα δοκεῖ μοι τεθεαμένος ἐφεξῆς ἀλλήλων ὁ συνθεὶς τὸ γράμμα τουτὶ, καθολικόν τινα ἐκ τῆς ἐν μέρει τηρήσεως λόγον πεποιηκέναι προπετῶς· ἄμεινον μὲν γὰρ, ὡς Ἱπποκράτης ἐν τοῖς τῶν ἐπιδημιῶν εἰώθει γράφειν, οὕτω καὶ αὐτὸν πεποιηκέναι, προειπόντα μὲν ἐν ἀρχῇ τὸ τοῦ παθόντος ὄνομα καὶ μετὰ ταῦτα καὶ τὰς ἡμέρας ἐν αἷς ἕκαστον ἐγένετο, καθάπερ ἐπ᾿ αὐτῶν τῶν νῦν εἰρημένων συμπτωμάτων ἔνεστι ποιῆσαι. γεγενήσθω

836
γάρ τινι φυματώδη τὰ σκέλη καὶ μὴ πεπαινέσθω, προσυποκείσθω δὲ καὶ πυρετώδης εἶναι καὶ πνιγώδης γενόμενος παυσάσθω· προσδοκήσειεν ἄν τις ἄνω γεγονέναι μετάστασιν τῶν ἐν σκέλεσι χυμῶν, ἥτις ἐν ταῖς παρόδοις πνιγώδη τὸν ἄνθρωπον ἐποίησεν, ἐὰν οὖν ὁ τοιοῦτος, ὡς Ἱπποκράτης εἶπεν, ἐστὶ περιεστηκὼς, αἱμοῤῥαγῆσαι δυνήσεται διὰ ῥινῶν· καὶ ἐὰν πολὺ ᾖ τὸ αἷμα, λύσει τὴν νόσον· εἰ δ᾿ οὐ, χρονίσει, καὶ εἰ τἄλλα καλῶς γένοιτο, πάλιν εἰς τοὺς πόδας ἀλγήματα τούτῳ κατασκῆψαι δυνατόν ἐστιν. ὑποκείσθω δὲ καὶ τοῦτο γεγονέναι, καθάπερ καὶ τὸ πυριφλεγῆ τὸν ἄνθρωπον ἐπὶ τούτοις γενέσθαι, ὅπερ ἤτοι θερμασίαν πολλὴν περὶ τὸν πόδα δηλοῦν εἴωθεν ἢ πυρετὸν πολὺν καὶ πυρώδη· καὶ εἰ ἐπὶ τούτοις μὴ λυθείη τὰ συμπτώματα, πάλιν ἀναχωρῆσαν ἄνω μᾶλλον τὸ πλῆθος, ἀλγήματα γεννήσει κατὰ τοὺς αὐχένας καὶ κλεῖς καὶ τὸν ὦμον καὶ τὸ στῆθος. ὡς δὲ πάντα συνέβη ταῦτα αὐτῷ ἀλόγως (τοῦτο γὰρ ἦν τὸ σβεσθῆναι) τὰς χεῖρας ὑποκείσθω γενέσθαι τρομώδεις, ἔπειτα σπασμὸν ἐπακολουθῆσαι, τοῦ πλήθους
837
ἀποσκήψαντος εἰς τὰ νευρώδη μόρια καὶ αὐτὴν τὴν ἀρχὴν αὐτῶν καταλαβόντος, ἐντεῦθεν γὰρ αἱ παραφροσύναι. θεασάμενος οὖν ὁ γράψας τῶν οὕτως τινὰ νοσησάντων φλυκταίνας ἔχοντα κατὰ τὴν ὀφρὺν (τοῦτο γὰρ σημαίνει τὰ φλυζάκια) προπετῶς ἀπεφήνατο πᾶσι τοῖς οὕτως ἔχουσιν ἐσόμενον τοῦτο τὸ σύμπτωμα· καὶ περὶ τῶνδε τῶν ἐφεξῆς γεγραμμένων ὁ αὐτὸς λόγος· ὃ γὰρ ἐγένετό τινι τῶν οὕτω νοσούντων εἴτε δυοῖν, ἐπὶ πάντας ἐκτείνων, ἔφη καὶ ἐρυθήματα ἴσχειν αὐτοὺς καὶ τὸ βλέφαρον ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνειν καὶ ξηρὰν γίνεσθαι τὴν φλεγμονὴν καὶ οἰδεῖν ἰσχυρῶς τοὺς ὀφθαλμούς. τούτων δὲ τὰ μὲν ἄλλα σαφῆ, τὸ δὲ παραβλαστάνει τὸ βλέφαρον τὸ ἕτερον, ἀσαφὲς ἐστι πότερον ἐκ μέρους αὐτῶν τινα γινομένην σύμφυσιν ἢ σαρκῶδές τι βλάστημα, θατέρου μὲν ἐκφυόμενον, ἐπὶ δὲ θάτερον ἐκτεινόμενον ἠβουλήθη δηλῶσαι. εἰ δέ τι χρήσιμον ἦν τῆς εὑρέσεως αὐτοῦ σχεῖν, πλέον ἂν περὶ αὐτοῦ διασκεψαίμην.

838
Τοὺς τοιούτους δὲ ἢν μὲν ἐξ ἀρχῆς φαρμακεύειν προαιρῇ, πρὸ τῆς πέμπτης ἢν βορβορύζῃ ἡ κοιλίη· ἢν δὲ μὴ, ἐᾷν ἀφαρμακεύτους εἶναι· ἢν δὲ διαβορβορύζῃ καὶ τὰ ὑποχωρήματα χολώδεα ᾖ, σκαμμωνίῳ ὑποκάθαιρε μετρίως. τῇ δὲ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα προσφέρειν ποτὰ καὶ ῥοφήματα, ἵνα βελτιόνως ἔχῃ, ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες.

Θεραπείαν γράφει προειρημένης τῆς συνδρομῆς· ὀνομάζειν δ᾿ αὐτὴν ἐμοὶ μὲν, ὡς εἴρηκα, οὐδὲ τοῦτο δοκεῖ· καὶ ἡ θεραπεία δὲ οὐδὲν κοινὸν ἔχει παρὰ τὰ πρόσθεν ἤδη εἰρημένα πολλάκις· προσεπισκεψάμενον γὰρ εἰρήκει καὶ τὰ ἐν τῇ γαστρὶ καὶ γνωρίσαντα ταῦτα διὰ τῶν βορβορυγμῶν καθαίρειν. εἰ δὲ καὶ χολώδη τὰ κάτω ῥέποντα εἴη, σκαμμωνίαν δίδωσι φάρμακον χολώδη καθαῖρον. ἐν δὲ τῇ ἄλλῃ θεραπείᾳ κελεύει προσφέρειν ἐλάχιστα ῥοφήματα, μέχρις ἂν ἐπανιῶσιν ὑπερβαίνοντες

839
τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν· τούτῳ δὲ τῷ λόγῳ συνενδείκνυται πρὸ τῆς ιδ΄ μὴ δύνασθαι πεφθῆναι τὴν νόσον.

Ὁκόταν πυρέσσοντι τεσσαρεσκαιδεκαταίῳ ἐόντι ἀφωνίη προσγένηται, οὐ φιλέει λύσις ταχείη, οὐδ᾿ ἀπαλλαγὴ τοῦ νοσήματος γίγνεσθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε σημαίνει· ὁκόταν δὲ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρότερον ξυμπίπτει.

Οὗτος ὁ λόγος περιττός ἐστι τοῖς μεμαθηκόσι τὰ μοχθηρὰ συμπτώματα μείζονα δύναμιν ἔχειν ἐν κρισίμοις ἡμέραις φαινόμενα· τούτῳ γὰρ τῷ καθόλου κέχρηται καὶ νῦν ὁ γράψας τὸ βιβλίον, ἐφ᾿ ἑνὸς τῶν κατὰ μέρος πραγμάτων τῆς ιδ΄ ἡμέρας. ὡς γὰρ ἐν ταῖς ἄλλαις κρισίμοις, οὕτω καὶ ἐν ταύτῃ εἰ φανῇ τι μοχθηρὸν σύμπτωμα, μείζονα τὴν δύναμιν

840
ἔχει. χρὴ δὲ τὴν ἀπόφασιν τοῦ γενησομένου μηδ᾿ ἁπλῶς, μηδ᾿ ὡς ἔτυχεν, ἀλλὰ μετὰ διορισμοῦ ποιεῖσθαι· εἰ μὲν γάρ τινα τῶν ἀγαθῶν σημείων, μείζονα δύναμιν ἔχοντα παρείη τῷ κάμνοντι, νοσήσας πλειόνως δυνηθήσεται σωθῆναι· μηδενὸς δὲ ὄντος τοιούτου τεθνήξεται, μὴ δυναμένης τῆς δυνάμεως ἐξαρκέσαι τῇ πέψει τοῦ νοσήματος. κακῶς οὖν ὁ ταῦτα γράψας ἔφη, μακρότερον πάντως ἔσεσθαι τὸ νόσημα· δύναται γὰρ καὶ διὰ ταχέων ἀποθανεῖν ὁ τὴν ἀφωνίαν ἐν τῇ ιδ΄ σχὼν ἡμέρᾳ, μετὰ τῶν χαλεπῶν ἄλλων σημείων γενομένου τοῦ συμπτώματος.

Ὁκόταν δὲ πυρέσσοντι τεταρταίῳ ἡ γλῶσσα ἐκτεταραγμένα διαλέγεται καὶ ἡ κοιλίη χολώδεα ὑποχωρέει ὑγρὰ, φιλέει παραληρεῖν ὁ τοιόσδε· ἀλλὰ χρὴ παραφυλάσσειν παρεπόμενον τοῖσιν ἀποβαίνουσι.

Ἀλλὰ καὶ ἐν ἄλλῃ τινὶ τῶν ἡμερῶν· ἐὰν δὲ καὶ

841
τεταρταία φανῇ πρῶτον, κινδυνωδεστέραν εἶναι τὴν ζ΄ δηλοῖ, τουτέστι τὰ ἐκείνῃ γενησόμενα.