In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ὁκόσοισι δὲ ἐν πυρετοῖσι κοιλίη ὑγρὴ καὶ γνώμη τεταραγμένη καὶ οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκίδας ἀφαιρέουσι καὶ τὰς ῥῖνας σκάλλουσι καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ᾿ ἑωυτῶν οὐδὲν λέγουσι κατηρτημένον. δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ εἶναι. ἢν δὲ τῶν τοιῶνδε ἐόντων ἡ κοιλίη ὑγρὴ ᾖ καὶ συντήκῃ, δοκέει μοὶ τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα
803
προσφέρειν καὶ τὰ πόματα σταλτικὰ καὶ οἰνωδέστερα, ἢ καὶ στυπτικώτερα.

Ἄλλα μέν εἰσι τὰ τῶν φρενιτικῶν συμπτώματα, τὸ δὲ τῆς ὑγρᾶς κοιλίας γίνεται μέν ποτε καὶ μετὰ φρενίτιδος, οὐ μὴν ἴδιον ταύτης ἐστὶν, ὥστε τὴν μὲν ὑγρὰν κοιλίαν ἐκ τῶν διορισμῶν θεραπεύειν προσήκει, τὴν δὲ φρενῖτιν ἰδίᾳ θεραπείας ἑτέρας ἀξιοῦν. ἣν δ᾿ οὗτος ἔγραψε θεραπείαν, οὐδ᾿ ὅλως στοχάζεται τῆς φρενίτιδος, ἀλλὰ μᾶλλόν μοι δοκεῖ βούλεσθαι θεραπεύειν τινὰ διάθεσιν, ἐκ μὲν τοῦ κατὰ κοιλίην ὁρμωμένην, εἰς συμπάθειαν δὲ τὴν κεφαλὴν ἐπισπωμένην, ὡς παραληρεῖν ἐπὶ τῷ πάθει τῆς κοιλίας. οὐκ ὀρθῶς δὲ εἴρηται μελαγχολικὰ τὰ τοιαῦτα εἶναι, μᾶλλον γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς τὰ τοιαῦτα γίγνονται, τῆς γαστρὸς ἐπεχομένης.

Ὁκόσοισι δὲ τῶν πυρετῶν δῖνοί τε ἀπ᾿ ἀρχῆς καὶ σφυγμοὶ
804
κεφαλῆς εἰσι, καὶ οὖρον λεπτὸν, τουτέοισι δεῖ προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνόμενον τὸν πυρετὸν, οὐ θαυμάσαιμι δ᾿ ἂν οὐδ᾿ εἰ παραφρονήσειαν.

Ὅταν ἡ κεφαλὴ περιφέρεσθαι φαντάζηται, δῖνος ὀνομάζεται τὸ πάθος, ὅταν δὲ καὶ σκοτώδης ἡ ὄψις ἅμα τῷδε φαίνηται, σκοτόδινος καλεῖται καὶ γίνεται διὰ κίνησιν ἄτακτον φυσώδους πνεύματος, ἢ μετὰ τὴν κεφαλὴν ἔχοντος τοπικὴν γένεσιν, ἢ κάτωθεν ἀναφερομένου. πᾶσαι δὲ τῶν τοιούτων πνευμάτων γενέσεις ταραχῆς εἰσι δηλωτικαὶ, δι᾿ ἃς καὶ κρίσεις γίνονται μετὰ τῶν συμπτωμάτων θορυβωδῶν. εἰδέναι γὰρ χρὴ τὰς τοιαύτας διαθέσεις μεταξύ πως οὔσας τῶν τε ἀκινδύνων καὶ τῶν ὀλεθρίων· ἐπιχειρεῖ μὲν γὰρ ἡ ἔμφυτος θερμασία διαλύειν τε καὶ χεῖν τοὺς κατὰ τὸ σῶμα χυμοὺς, λεπτύνειν δὲ ἀκριβῶς αὐτοὺς καὶ κατὰ τὸ ἄδηλον αἰσθήσει ἐκκρῖναι οὐ δύναται. τελέως δὲ ἀῤῥωστήσασα τὴν ἀρχὴν οὐδ᾿ ἐπιχειρεῖ τῇ λύσει καὶ κατὰ τοῦτο πνεῦμα φυσῶδες

805
οὐκ ἀῤῥωστούσης ἐσχάτως τῆς ἐμφύτου θερμασίας γεννᾶται. τὸ μὲν οὖν ἀῤῥωστεῖν ἀκινδυνότατόν ἐστιν, ὑπερέχει γὰρ ἡ φύσις τοῦ νοσήματος· τὸ δ᾿ ἐσχάτως ἀῤῥωστεῖν ὀλέθριον, ὑπερέχεται γὰρ οὐ σμικρῶς. ὅταν δὲ μὴ ὑπερέχηται, τὰ εἰρημένα γίνεται συμπτώματα, καὶ μετὰ τὸ νοσῆσαι κρίσεις ἀποτελοῦνται, τινὲς μὲν εἰς ὑγείαν, τινὲς δὲ εἰς θάνατον. οἵ γε μὴν σφυγμοὶ κατὰ τὴν κεφαλὴν γινόμενοι, τουτέστιν αἱ τῶν ἀρτηριῶν αἰσθηταὶ κινήσεις, θερμασίας εἰσὶ πολλῆς συμπτώματα, δι᾿ ἃς καὶ παραφροσύναι γίνονται πολλάκις. οὕτως οὖν ἐχόντων ἐν τῷ καθόλου τῶν εἰρημένων, ὅταν ἀρξαμένου τινὸς ἀσθενεῖν, ὑπὸ μὲν τῆς τῶν οὔρων λεπτότητος ἄπεπτον εἶναι δηλοῦται τὸ νόσημα, τὴν δὲ κεφαλὴν ἐμπεπλῆσθαι πνεύματος φυσώδους σημαίνουσιν οἱ δῖνοι μετὰ τῶν σφυγμῶν· εἰδέναι χρὴ τὴν φύσιν οὐχ ἡσυχάζουσαν, ἀλλ᾿ ἐπιθησομένην ποτὲ τοῖς περιεχομένοις ἐν τῷ σώματι μοχθηροῖς χυμοῖς, ὡς διακρῖναί τε τῶν χρηστῶν αὐτοὺς, ἐκκρῖναί τε καθ᾿ ὁντιναοῦν τρόπον ἢ εἰς ἄκυρον ἀποθέσθαι μόριον. ὁ τοίνυν εἰρημένος λόγος χρησιμώτατός
806
ἐστιν εἰς πρόγνωσιν τῶν εἰρημένων. ἐνίοτε γὰρ ἀπὸ τῆς ἀρχῆς τοῦ νοσήματος οἱ μὲν πυρετοὶ μέτριοι γίγνονται, συμπτώματα δὲ τοιαῦτα κατὰ τὴν κεφαλήν ἐστι δι᾿ ἔγκαυσιν ἢ ἀναθυμίασιν ἐκ τῶν κατὰ τὸ σῶμα τῆς κοιλίας περιεχομένων χυμῶν. τὴν οὖν ἄλλως ὁπωσοῦν ἐχομένης αὐτῆς τῆς κεφαλῆς μόνης θερμότητα, τῇ τοιαύτῃ διαθέσει τῆς κεφαλῆς λουτρὸν ὀνίνησι καὶ τὸ ῥόφημα δ᾿ ἀρκέσει χυλὸν εἶναι τῆς πτισάνης. ὅταν δ᾿ ἐκ τῆς τῶν χυμῶν μοχθηρίας ἐπὶ τὴν κεφαλὴν ἀναφέρηται θερμὸν πνεῦμα φυσῶδες, οὐ λούειν συμφέρει τούτοις. ἀσφαλῶς δὲ προσήκει ταῦτα πράττειν ἕκαστα. διορισμὸς δὲ τῶν διαθέσεων εἷς μόνος ἐστὶν, ἐκ τῆς τῶν οὔρων ἀπεψίας τε καὶ πέψεως, ὧν ὀρθῶς ὁ συγγραφεὺς ἐμνημόνευσεν, εἰπὼν οὖρον λεπτὸν, ὅπερ εἴρηται πολλάκις ἀπεψίας εἶναι σημεῖον· ὥστ᾿ οὐδεὶς ἰατρὸς ἐν τοῖς τοιούτοις νοσήμασιν ἀμελεῖ τῆς τῶν οὔρων ἐπισκέψεως.

Οἷσι δ᾿ ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα ἢ καὶ παχέα, τοὺς a
807
τοιούσδε ὑποκαθαίρειν, ἢν καὶ τἄλλα ξυμφέρῃ· ὁκόσοισι δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούσδε, ἀλλ᾿ ἢν δοκέῃ, κλύσαι. τούτους ξυμφέρει οὕτως θεραπεύεσθαι.

Εἴτε συνάπτει ταῦτα τοῖς κατὰ τὴν προειρημένην ῥῆσιν εἰρημένοις εἴτε καὶ μὴ, τὸ ὅπερ| ἐξ αὐτῶν χρήσιμον ἔχειν δύναταί τις κοινὸν, ὡς φυλάττεσθαι καθαίρειν τὰ σώματα, παντελῶς ἀπεψίας οὔσης ἐν τοῖς χυμοῖς, ἐδήλωσεν εἰπὼν οὖρα λεπτὰ, ὡς τά γε παχέα πέψεως ἔχοιεν. ἤδη τοῦτ᾿ αὐτὸ τὴν σύστασιν, καὶ τὸ νεφελοειδέα δὲ τὰ τὰς νεφέλας ἔχοντα δηλονότι δηλοῖ· προσετίθη γὰρ μέλανας, εἴπερ ἐκείνας ἀκούειν ἡμᾶς ἐβούλετο. πολλὰ γὰρ τῶν κοινῶν ὀνομάτων ἄνευ διορισμῶν λέγειν εἰώθασιν, ὅταν τὸ βέλτιον ἐν τοῖς σημαινομένοις ἐπ᾿ αὐτῶν τῶν πραγμάτων δηλῶσαι βουληθῶσιν. οὕτως οὖν ὅταν εἰς σωτηρίαν τελευτῶσιν αἱ κρίσεις, λέγουσιν ἁπλῶς ἐκρίθη· ἀποθανόντος δὲ τοῦ κριθέντος οὐχ ἁπλῶς ἀλλ᾿ ὅλον τοῦτο λέγουσι, κριθεὶς ἀπέθανε·

808
καὶ χολὴν δὲ ὅταν τις ἐκκριθῆναι ἁπλῶς εἴπῃ, τὴν ὠχρὰν, οὐ τὴν μέλαιναν νοοῦμεν. οὕτως οὖν καὶ νῦν ἀκουστέον οὖρα νεφελοειδέα τὰ λευκὰς ἔχοντα τὰς νεφέλας, αἵπερ εἰσὶ πέψεως σημεῖα. ἐπεὶ τοίνυν τὰ πέπονα φαρμακεύει, διὰ τοῦτο καὶ νῦν οὕτως ἔγραψεν ὁ τούτου τοῦ βιβλίου συγγραφεὺς, συμφέρει τουτέοισι οὕτως θεραπεύεσθαι. μηδὲν δ᾿ εἰπὼν οὗτος περὶ φλεβοτομίας τὰ κατὰ μέρος διεξέρχεται πάντα ἐφεξῆς, οὐχ ὡς ἄν ποτε οὕτως ἐχόντων μὴ δεῖσθαι φλεβοτομίας, ἀλλ᾿ ὡς καὶ νῦν τὰ ἄλλα διδάξαι βουλόμενος μόνα. περὶ γὰρ τῆς φλεβοτομίας αὐτάρκως ἐν τοῖς ἔμπροσθεν εἴρηται. οὕτως θεραπεύεσθαι.

Τῷ σώματι ἡσυχίην ἄγοντα, ἀλείφοντά τε καὶ περιστέλλοντα ὁμαλῶς· ποτῷ δὲ χρέεσθαι μελικρήτῳ ὑδαρεῖ καὶ ῥοφήματι χυλῷ πτισάνης ἐς ἑσπέραν· κοιλίην δ᾿ ὕπαγε κατ᾿ ἀρχὰς κλυσμῷ, φάρμακα δὲ μὴ πρόσαγε τούτοισιν. ἢν γάρ τι κινήσῃς κατὰ κοιλίην, τὸ οὖρον οὐ
809
πεπαίνεται, ἀλλ᾿ ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς ἐπὶ πολὺν χρόνον ἔσται.

Καὶ τόνδε τὸν λόγον διεξέρχεται, σκοπὸν ἔχων ἐν αὐτῷ τὴν μετὰ συμμέτρου θάλψεως ἡσυχίαν· χυλοῦ δὲ πτισάνης δίδωσιν ἀπ᾿ ἀρχῆς, ὡς ἂν μὴ δυναμένων ἐξαρκέσαι μέχρι τῆς ἀκμῆς τε καὶ κρίσεως ἐπὶ τῷ μελικράτῳ, ἐπειδὰν ἄπεπτος μὲν ἡ νόσος, οὐκ ἐγγὺς δὲ οἱ πεπασμοί· δίδωσι δὲ καὶ μελίκρατον ὑδαρὲς, ἐπειδὴ τὸ ὕδωρ ἐδείχθη μηδὲν ἀγαθὸν ἔχειν αὐτὸ καθ᾿ αὑτὸ μόνον. εἰς ἑσπέραν δὲ ἀξιοῖ δίδοσθαι τὴν πτισάνην, ἤπερ τὸ μελίκρατον· προμεμαθηκότων δ᾿ ἡμῶν ἔμπροσθεν ἐν τῷ γνησίῳ μέρει τοῦ συγγράμματος, ὡς ὑστέραν χρὴ τὴν πτισάνην προσφέρεσθαι τοῦ μελικράτου, ἄμεινον ἦν καὶ νῦν οὕτως εἰρῆσθαι, μελίκρατον μὲν πρῶτον, ὕστερον δὲ χυλὸν πτισάνης προσφέρεσθαι· ὅταν δὲ ἀντὶ τοῦ ὕστερον φάναι τὸ εἰς ἑσπέραν εἴπῃ, μερικωτέραν τὴν διδασκαλίαν ποιεῖται, οὐ καθολικωτέραν. διὰ τί δὲ κελεύει μὴ καθαίρειν, ἐφ᾿ ὧν ἀπεψία παντελής ἐστι,

810
τὴν αἰτίαν αὐτὸς εἶπεν, ἐπιλογιστικὴν μᾶλλον ἤπερ ἀναλογιστικήν· ἔστι γοῦν αὐτὴν εἰπεῖν καὶ τῷ χωρὶς ἐνδείξεως λογικῆς, ἐξ ἐμπειρίας μόνης τὸ γιγνόμενον ἐγνωκότι· δογματικοῦ δ᾿ ἀνδρὸς ἦν διδάξαι, διὰ τί καθαιρόντων ἡμῶν τοὺς οὕτως ἔχοντας, οὔτε πεπαίνεται τὸ οὖρον, ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς διαμένει. τελεώτερον μὲν οὖν ἐν ἑτέροις περὶ τῶν τοιούτων ἁπάντων ἐπεσκέμμεθα, νυνὶ δὲ ἐπὶ κεφαλαίων εἰρήσεται τὸ χρήσιμον εἰς τὰ παρόντα· σὺ δέ μοι πρόσεχε τὸν νοῦν. τεττάρων οὐσῶν δυνάμεων, ὡς ἔμαθες, οὐκ ἐλαχίστην δ᾿ ἐν αὐταῖς ἰσχὺν ἐχούσης καὶ τῆς ἀλλοιωτικῆς, καθ᾿ ἣν ἐξομοιοῖ τοῖς ὑφ᾿ αὑτῆς διοικουμένοις σώμασι τὴν τροφὴν ἡ φύσις, αὕτη πέψις ὀνομάζεται, κατὰ ποιότητα μεταβολὴ τῆς μελλούσης θρέψειν οὐσίας οὖσα. δεῖται τοίνυν ἡ φύσις, ὥσπερ εἰς γαστέρα καταποθείσης τῆς τροφῆς, ἡσυχίας μὲν ἀπὸ τῶν ἄλλων κινήσεων, ἵνα τῇ περὶ τὴν πέψιν ἐνεργείᾳ μόνῃ σχολάσῃ, βοηθείας δέ τινος ἔξωθεν, ὅταν ἀσθενεστέρα γένηταί ποτε· κατὰ τὸν τοιόνδε τρόπον ἐπὶ τῆς ἐν ταῖς φλεψὶ πέψεως τῶν χυμῶν, ἡσυχίας
811
μὲν δεῖται πρὸ τῆς δευτέρας θερμασίας, ἐκ τοῦ θερμανθῆναι καὶ ψυχθῆναι ἢ ξηρανθῆναι καὶ ὑγρανθῆναι, κατ᾿ ἄλλον καὶ ἄλλον δηλονότι χρόνον ἑκάστου τῶνδε γιγνομένου. κατὰ τοῦτ᾿ οὖν ὁ γράψας ταῦτα συνεβούλευσεν ἡσυχίαν ἄγοντα τῷ σώματι θεραπεύεσθαι τὸν ἄνθρωπον ἀλειφόμενόν τε καὶ περιστελλόμενον ὁμαλῶς τοῖς ἱματίοις· πρὸς γὰρ τὴν τοῦ πυρετοῦ δύναμιν ἀντίῤῥοπον ἡγήσατο ἂν εἶναι τὴν ἐκ τῶν ἀλειμμάτων ὑγρότητα, πρὸς τῷ μήτε θερμαίνειν ἰσχυρῶς μηδὲ ψύχειν, ἀλλὰ λεαίνειν, ὧν μάλιστα δεῖται τὰ πεττόμενα. καὶ εἴπερ ταῦτα συντελεῖ τῇ πέψει τῶν χυμῶν, αἱ καθάρσεις ἐναντίαι εἰσί· κινοῦσαι μὲν γὰρ σφοδρῶς τὸ σῶμα ῥήσσουσι· τοιαύτης γὰρ δυνάμεως ἅπαντ᾿ ἐστὶ τὰ καθαίροντα φάρμακα. αὕτη μὲν οὖν ἐστιν ἡ αἰτία τοῦ τὰς καθάρσεις ἐναντιοῦσθαι ταῖς πέψεσι· πρὸς δὲ τὸ συνεχὲς ἴωμεν ἤδη τοῦ λόγου τοῦδε.

Τὰ δὲ ῥοφήματα, ὁκόταν τῶν κρίσεων ἐγγὺς ᾖ, μὴ
812
δίδου, ἢν θορυβῆται· ὁκόταν δ᾿ ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον. φυλάσσεσθαι δὲ χρὴ καὶ πάντων τῶν πυρετῶν τὰς κρίσιας καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον τὸν καιρόν.

Φυλάττει κᾀνταῦθα τὴν Ἱπποκράτους γνώμην ὁ τοῦ βιβλίου συγγραφεὺς, ἐν ἀρχῇ μὲν ἐπὶ μελικράτου καὶ χυλοῦ πτισάνης διαιτῶν, ἐγγὺς δὲ τῶν κρίσεων ἀφελὼν τὸν χυλόν.

Μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίγνεσθαι καὶ ἀποστήματα ἴσχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ ᾖ, περὶ ὦτα καὶ τράχηλον· ἢν δὲ μὴ ψυχρὰ ᾖ, ἄλλας ἴσχειν μεταβολάς. ῥέει δὲ αἷμα ἐκ ῥινῶν καὶ κοιλίαι τοῖσι τουτέοισι ἐκταράσσονται.
813

Οἷς ἐστι λεπτὸν τὸ οὖρον διὰ τὴν ἀπεψίαν τῶν χυμῶν, εἰκότως μηκύνουσιν οἱ πυρετοὶ, μὴ δυνάμενοι λυθῆναι πρὸ τῆς πέψεως. ὅτι δ᾿ ἀποσκήμμασιν οἱ τοιοῦτοι κρίνονται πολλάκις ἤδη λέλεκται· σπανιώτερον δέ που καὶ δι᾿ ἐκκρίσεως αἱ λύσεις αὐτῶν γίγνονται· πότερον δ᾿ ἄνω τοῦ σώματος ἢ κάτω τὸ ἀπόστημα γενήσεται, τοῖς ἐν τῷ προγνωστικῷ γεγραμμένοις ὡμολόγηται τὰ νῦν εἰρημένα.

Ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές εἰσι καὶ ὑποχόνδρια συντείνουσι καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης ἐπιμελείης καὶ φυλακῆς δέονται. διάγειν δὲ τούτοισι προσφέροντας μηδὲν ἄλλο ἢ ὀξύμελι ὑδαρές· ῥόφημα δὲ μὴ πρόσφερε, ἕως ἂν λήξῃ καὶ οὖρον πεπανθῇ.

Ἀσώδεις ὀνομάζει πυρετοὺς, ἐν οἷς οἱ κάμνοντες ἀσῶνται

814
καὶ ἀηδῶς ἔχουσι· τὸ δὲ δυσφορεῖν ἑπόμενόν ἐστιν ἐνίοτε μὲν τῷ μόνιμον εἶναι τὸν πυρετὸν καὶ καυσώδη, πολλάκις δὲ καὶ τῇ τοῦ στομάχου κακώσει· στόμα δὲ τῆς γαστρὸς οὕτως ἄκουέ μου λέγοντος νῦν. ἤρξατο μὲν οὖν ἀπ᾿ αὐτῶν πυρετῶν, ἀσώδεις εἰπὼν αὐτοὺς, ὑποχόνδριά τε συντείνοντας· ἐφεξῆς δὲ ἐπὶ τοὺς πυρέσσοντας μετέβη· τὸ γὰρ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτῷ, κατὰ τῶν πυρεττόντων εἴρηται, καθάπερ καὶ τὸ τὰ ἄκρα ψύχονται. τὸ μὲν οὖν μὴ ἀνέχεσθαι κεκλιμένους ἐν τῷ αὐτῷ τῶν ἀσώντων τε καὶ δυσφορούντων ἐστὶ γνώρισμα· τὸ δὲ ψύχεσθαι τὰ ἄκρα, φλεγμονῆς μεγάλης ἐν τοῖς σπλάγχνοις ἐπὶ παχέσι χυμοῖς, ὡς ἔμπροσθεν ἐδείκνυον, ἡνίκα περὶ τοῦ δευτέρου τῶν καύσων εἴδους ὁ λόγος ἦν· καὶ εἴπερ σφοδρὰ ἡ κατάψυξις εἴη, τεκμήριον ἤδη σοι τοῦ καὶ τὴν δύναμιν εἶναι ἄῤῥωστον ἰσχυρῶς· εἰκότως οὖν ἔφη φυλακῆς πλείστης καὶ ἐπιμελείας δεῖσθαι τοὺς κάμνοντας οὕτως. εἰκότως δὲ καὶ ὀξύμελι δίδωσιν αὐτοῖς ὑπὸ παχέων τε καὶ γλίσχρων χυμῶν ἐνοχλουμένοις· προσέθηκε δὲ τῷ λόγῳ ὑδαρὲς, ὡς
815
πρὸς τὸ διδόμενον οἷς ἐν πνεύμονι τοιοῦτοι περιέχονται χυμοί· πολὺ γὰρ ὀξύτερον ἐπ᾿ ἐκείνων εἶναι προσῆκεν, ἐπεὶ διὰ τὸ μῆκος τῆς κατὰ τὴν ἀνάδοσιν φορᾶς ἐπὶ τὸ πεπονθὸς μέρος ἀναγκαῖόν ἐστιν ἐκλυθῆναι τὴν δύναμιν· | τοῖς δὲ καθ᾿ ὑποχόνδριον εὐθέως προσπίπτει τοιοῦτον οἷον ἐπόθη. τὸ δὲ μηδ᾿ ὅλως διδόναι ῥόφημα τοῖς οὕτως ἔχουσι, πρὶν πεπανθῆναι τὴν νόσον, ἀδιορίστως εἴρηται φυλαττόντων γε ἡμῶν ὃ ἐδίδαξεν ὁ Ἱπποκράτης· προσκεῖσθαι δεῖ τῷ λόγῳ, ἢν ἀρκέῃ ὁ νοσέων, ὅπερ ὡς φανερὸν ἴσως παραλέλοιπεν.

Κατακλίνειν δὲ εἰς ζοφερὰ οἰκήματα καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι στρώμασι, πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα καὶ ὡς ἥκιστα ῥιπτάζειν· μάλιστα γὰρ τοῦτο τοὺς τοιούσδε ὠφελέει.

Τὴν ἐν ζοφεροῖς οἰκήμασι κατάκλισιν οὐχ ὡς πεπαντικὸν

816
βοήθημα συνεβούλευσε νῦν, ἀλλ᾿ ὡς τῆς διὰ τὴν ἄσην γινομένης δυσφορίας ἐπανορθωτικὸν, ἧς ἕνεκα καὶ τῆς μαλθακῆς στρωμνῆς ἐμνημόνευσε. τὸ δὲ πειρᾶσθαι μὴ ῥιπτάζειν ἑαυτὸν, ἀλλ᾿ ἡσυχάζειν ἑκατέρως χρήσιμον τῷ κάμνοντι καὶ ὡς τῇ πέψει τῆς ὅλης νόσου συντελοῦν καὶ ὡς διαφυλάττον τὴν δύναμιν.

Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενον· ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ὕδατι καὶ ἐλαίῳ.

Μαλακτικόν ἐστι τὸ λινόσπερμον καὶ μὴ θερμαῖνον ἐπιφανῶς, ὧν μάλιστα δεῖται φλεγμονὴ πᾶσα· καὶ μέντοι κατὰ τὴν |θίξιν αὐτὸ παρασκευάζει τοιοῦτον, ὁποῖον καὶ κατὰ τὴν δύναμίν ἐστιν, ἀκροχλίαρον ἀξιῶν προσφέρειν. καὶ ἡ μίξις δὲ τοῦ ἐλαίου καὶ τοῦ ὕδατος χλιαρᾶς θερμασίας ἐστὶ γεννητικὴ, μετὰ τοῦ μαλάττειν τε καὶ παρηγορεῖν

817
μετρίως, ὑπάρχον δυνάμεως ὁποίας μάλιστα ἐδείχθη δεῖν εἶναι τὰ πέττοντά τε καὶ τὰ διαφοροῦντα.

Τεκμαίρεσθαι δ᾿ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι· ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα.

Οὐ πᾶν τὸ μέλλον ἔσεσθαι διδάσκει ἐκ τῶν οὔρων, ἀλλὰ σωτηρίαν ἢ θάνατον· σωτηρίαν μὲν γὰρ δηλοῖ τὰ παχύτερα καὶ ὠχρότερα. σαφῶς δὲ τὰ παχύτερα τοῖς λεπτοῖς παραβάλλων εἶπεν, οὐ τοῖς κατὰ φύσιν, ὡς καὶ μικρὸν ἔμπροσθεν ἠξίουν ἀκούειν· οὔτε γὰρ ἂν παχέα λέγοις, ἑρμηνεύειν ὀρθῶς ἐθέλων, οὔτε λεπτὰ τὰ κατὰ φύσιν οὖρα. τά γε μὴν λεπτὰ καὶ μέλανα χείριστα· πρὸς γὰρ τῶν λεπτῶν μόνον γινομένων ἄπεπτον δηλοῦται τὸ νόσημα· τὸ γὰρ ἀκριβῶς λεπτὸν ὑδατῶδές ἐστιν, ὥστε καὶ λευκόν. αἱ δὲ τῶν

818
οὔρων προγνώσεις ἐν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν εἴρηνται.

Ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε σημαίνει καὶ ἀνάγκη τῷ νοσήματι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην.

Καὶ τοῦτο γὰρ φυλάττων ἐπὶ τῶν νοσούντων εὑρήσεις ἀληθὲς, εἰς χρόνον πλείονα καὶ μεταβολὰς μεταξὺ γιγνομένας ἐμπίπτοντα τὸν ἄνθρωπον ἐπὶ τοῖς ποικίλοις οὔροις· πλείους γὰρ αἱ διαθέσεις δηλοῦνται αἱ μὴ τῆς αὐτῆς θεραπείας δεόμεναι, οὐδὲ τὴν ἴσην ἔχουσι προθεσμίαν τῆς λύσεως.

Τοὺς δὲ ἀκαταστάτους τῶν πυρετῶν ἐᾷν μέχρις ἂν καταστῶσιν·
819
ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων.

Ἀκαταστάτους πυρετοὺς εἴρηκεν ἐφ᾿ ὧν μηδέν ἐστι καθεστηκὸς, ὅπερ σημαίνει τὸ βέβαιον· ἔστι δὲ βέβαια τὰ ἐν ταῖς περιόδοις φαινόμενα καὶ τοῖς οὔροις, ἔτι δὲ καὶ ταῖς ἠκριβωμέναις ἰδέαις τῶν πυρετῶν. αἱ μὲν οὖν περίοδοι τὴν ἀρχὴν οὐδὲ φαίνονται ταῖς πρώταις ἡμέραις· τὰ δὲ ἐπιγίνεται ἄλλοτε ἄλλα καὶ πολλάκις τρὶς καὶ τετράκις οὐρεῖν, διά γε τῆς ἡμέρας καὶ τῆς νυκτὸς συμβαίνει· καὶ ἀνόμοια φαίνεται τὰ οὖρα πρὸς ἄλληλα. τὴν τοίνυν ἰδέαν τοῦ τοιούτου πυρετοῦ ἀκατάστατον εἶναί φησιν, ὅπερ ταὐτόν ἐστι σημαίνειν τῷ μὴ διασώζοντι τὴν ἰδέαν μίαν ἀκριβῶς. ἐδήλωσα δέ σοι τὰς ἀκριβεῖς ἰδέας τῶν πυρετῶν ἔν τε τοῖς περὶ διαφορᾶς αὐτῶν ὑπομνήμασι κᾀν τῷ δευτέρῳ περὶ κρίσεων· ἐπὶ τῶν τοιούτων οὖν πυρετῶν ἀξιοῖ μὴ κατ᾿ ἀρχὰς τῇ διαίτῃ χρῆσθαι, ἀλλ᾿ ἐᾷν ἕως ἂν ἴδωμεν ποῖοί τινές εἰσι καὶ τηνικαῦτα τὸ τῆς διαίτης εἶδος ὁρίζειν.

820
Εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων.

Ὄψιας εἴρηκεν ὡσανεὶ διαφορὰς ἢ τρόπους ἢ ἰδέας· τῶν καμνόντων δὲ, ἀντὶ τοῦ τῶν τοῖς κάμνουσιν γινομένων νοσημάτων. ἐδείχθη γὰρ ἤδη πολλάκις ὡς ἅπασι τοῖς παλαιοῖς ἔθος ἐστὶν ἀπὸ τε τῶν παθημάτων ἐπὶ τοὺς πάσχοντας αὐτοὺς μεταφέρειν τὰς προσηγορίας, ἀπό τε τῶν πασχόντων ἐπὶ τὰ πάθη· ὡς μηδὲν διαφέρειν τῶν πυρετῶν εἰπεῖν διαφορὰς ἢ τῶν πυρεττόντων, οὕτως δὲ καὶ πλευριτικῶν ἢ συναγχικῶν ἢ πλευρίτιδος ἢ συνάγχης. ὄψιας οὖν εἶπε καμνόντων, ἐπειδὴ τοῖς ὀφθαλμοῖς αὐτοὺς θεωροῦντες εὑρίσκομεν τὰς διαφοράς.

Διὸ προσεκτέον τῷ ἰωμένῳ, ὅκως μὴ διαλήσεταί τις τῶν προφασίων.
821

Ἐμάθομεν ὅτι τὰς φανερὰς αἰτίας ὀνομάζει προφάσεις· ἀλλὰ καὶ νῦν εὔδηλός ἐστιν ἐπὶ τούτου φέρων τὴν προσηγορίαν. ἐπιφέρει γοῦν·

Μήτε τῶν κατὰ λογισμὸν μήτε ὁκόσας εἰς ἀριθμὸν ἄρτιον ἢ περισσὸν δεῖ φανῆναι.

Ὡς τῶν αἰτιῶν τὰς μὲν φανερὰς ἁπάντων γινωσκόντων ἄνευ τεχνικοῦ λογισμοῦ, τὰς δὲ μόνων τῶν χρωμένων τῷ τεχνικῷ λογισμῷ· προσέχειν δὲ δεῖ, φησι, κᾀκείναις, ἃς ἐς ἄρτιον ἢ περιττὸν φανῆναι δεῖ.

Μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβέεσθαι, ὡς αὗται αἱ ἡμέραι ἑτεροῤῥεπέας ποιοῦσι τοὺς κάμνοντας.
822

Οὐχ ἁπλῶς ἀκουστέον ἐστὶν, ἀλλ᾿ ἐπὶ τῶν ὀξέων νοσημάτων, μέγα δύνασθαι τὰς περισσὰς ἡμέρας, ὡς μεταβολὰς ἑκατέρως ἀξιολόγους ἐμποιούσας εἰς ὑγείαν τε καὶ θάνατον· τοῦτο γὰρ σημαίνει τὸ ἑτεροῤῥεπέας. ἐπὶ μὲν τῶν ὀξέων ἡ γ΄ καὶ ἡ ε΄ καὶ ζ΄ καὶ θ΄ καὶ ια΄ καὶ ιδ΄ καὶ ιζ΄, ἐπὶ δὲ τῶν χρονίων ξ΄ καὶ π΄. μέσαι δ᾿ αὐτῶν εἰσι κ΄ καὶ λδ΄ καὶ μ΄, περιτταὶ δὲ καὶ αὗται.

Φυλάττεσθαι οὖν δεῖ τὴν πρώτην ἡμέραν, ἐν ᾗ ἦρκται ἀσθενέειν ὁ κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ ὅτου καὶ ὅτε· ἡγέεται γὰρ τοῦτο τὸ πρῶτον εἰδῆσαι. ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διασκέψῃ πάντα, πρῶτον μὲν κεφαλὴν ὅπως ἔχῃ, εἰ ἀνάλγητος καὶ μὴ βάρος ἔχῃ ἐν ἑωυτῇ· ἔπειτα ὑποχόνδρια καὶ τὰ πλευρὰ, εἰ ἀνάλγητα. ὑποχόνδριον μὲν γὰρ εἰ ἐπίπονόν ἐστιν ἢ ἐπῃρμένον ἢ ἔχει τινὰ σκολιότητα ἢ κόρον ἢ πλευροῦ ἀλγηδὼν ἐνείη καὶ ἅμα τῷ ἀλγήματι ἢ βηχίον ἢ στρόφος ἢ πόνος κοιλίης. ὁκόταν
823
δέ τι τούτων παρῇ ἐν ὑποχονδρίῳ, μάλιστα λύειν τὴν κοιλίην κλυσμοῖσι· πινέτω δὲ μελίκρητον θερμὸν ἀφη- ψημένον. καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν, εἰ λειποθυμέῃ καὶ εἰ τοῦ πνεύματος εὐφορίη αὐτὸν ἔχει. ἰδεῖν δὲ καὶ διαχώρησιν, μή τι μέλαν ἰσχυρῶς διεχώρησεν χρῶμα ἢ καθαρὸν, ὁκοῖα ὑγιαίνοντος ἂν εἴη διαχωρήματα· καὶ ὁ πυρετὸς εἰς τὴν τρίτην ἐπιπαροξυνόμενος. κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοισι τριταίους, πρὸς ταῦτα ἤδη καὶ τὰ ἄλλα συνορῇν· καὶ ἢν ἡ τετάρτη τῇ τρίτῃ ἡμέρᾳ ὅμοιον ἔχῃ τι τῶν αὐτῶν τούτων, κινδυνώδης ὁ κάμνων γίγνεται. τὰ δὲ σημεῖα ἡ μὲν μελαίνη διαχώρησις θάνατον σημαίνει, ἡ δὲ ὁμοίη τῷ ὑγιαίνοντι, ὁκόταν ἀνὰ πάσας τὰς ἡμέρας φαίνηται, σωτήριον.

Φυλάττεσθαί φησι χρῆναι πρῶτον μὲν τὴν πρώτην

824
ἡμέραν, ἐν ᾗ γνῶναι κελεύει τὴν αἰτίαν τοῦ νοσήματος· τὸ γὰρ ἐξ ὅτου καὶ ὅτε τὸ τί ποτ᾿ ἐστὶ τὸ νόσημα δηλοῖ. πυνθάνεσθαι δὲ κελεύει πρῶτον μὲν τὴν κεφαλὴν ὅπως ἔχει, ἔπειτα ὑποχόνδρια καὶ πλευράς. ὑποχόνδριον μὲν εἴ τις ἐστὶν ὀδύνη ἢ ἐξήρτηται ἤ τινα ἔχει σκολιότητα, τουτέστιν ἀνωμαλίαν· ὅπερ ἐν τῷ προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν ἔγραψεν, εἰ ἀνωμάλως διακείμενον τὰ δεξιὰ καὶ τὰ ἀριστερά. ἢ εἰ κόρον ἔχει, φησὶ, τοῦτο δέ μοι δοκεῖ τὴν πλήρωσιν τῶν σιτίων εἶναι. ἐρωτᾷν δὲ ἀξιοῖ καὶ τὰ ἄλλα περὶ τὴν ἑξῆς λέξιν· κᾄπειτα κελεύει, τῶν μὲν ὑποχονδρίων πεπονθότων λύειν τὴν κοιλίαν κλυσμοῖς, πίνειν δὲ μελίκρατον θερμὸν ἀφηψημένον. ἀδιορίστως δὲ ταῦτ᾿ εἰπὼν ἐφεξῆς γράφει· καταμανθάνειν δὲ χρὴ καὶ τὰ ἐν ταῖς ἐξαναστάσεσιν, εἰ λειποθυμεῖ καὶ ἢν τοῦ πνεύματος, φησὶν, εὐφορίη αὐτὸν ἔχει· τοῦτο δ᾿ ἀντίκειται τῷ λειποθυμοῦντι. ὁρᾷν δ᾿ ἀξιοῖ καὶ τὸ διαχώρημα, πότερον μέλαν ἐστὶν ἢ καθαρὸν καὶ ἄμεμπτον, ὁποῖον τῶν ὑγιαινόντων, ὥσπερ καὶ εἰ ὁ πυρετὸς εἰς τὴν τρίτην ἡμέραν ἐπιπαροξύνεται.
825
τούτων οὕτως ἐχόντων ἐὰν ἡ δ΄ τῇ γ΄ παραπλήσιον ἔχῃ τι κατὰ τὸν παροξυσμὸν, κινδυνώδη δηλονότι ταύτην φησί. τὸ γὰρ καὶ τὴν δ΄ ἡμέραν ἐπίδηλον οὖσαν τῆς ζ΄ νεωτερίσαι τι τῶν χαλεπῶν ἐστι σημείων· ὁ δὲ νεωτερισμὸς δῆλος. εἰ γὰρ τῇ α΄ τῶν ἡμερῶν καὶ τῇ γ΄ παροξυσμὸς ἐγένετο, τῇ β΄ δὲ οὐκ ἐγένετο, προσῆκον ἦν τὴν ε΄. ἔχειν παροξυσμὸν, τὴν δὲ δ΄ μὴ ἔχειν· ἔχουσα τοίνυν καὶ αὕτη κακοῦ τινος ἑτέρου γένεσιν ἐνδείκνυται. εἰ δὲ καὶ μέλανα διαχωρήσειε, θάνατον ἔσεσθαι δηλοῖ. μέμνησο δὴ τούτου παραλιπὼν τὰ πολλὰ τῶν εἰρημένων. εἰ γὰρ τῇ α΄ τῶν ἡμερῶν ἡ γ΄ τὸν ἀνάλογον ἤνεγκε παροξυσμὸν, νεώτερον μὲν, εἰ καὶ ἡ δ΄ παρώξυνεν· εἰ δὲ καὶ μέλανα διεχώρησεν, ὀλέθριόν ἐστι τὸ σημεῖον· ἐὰν δὲ πάλιν ὅμοια τοῖς ὑγιαίνουσιν ἀνὰ πάσας τὰς ἡμέρας διαχωρῇ, σωτηρίαν ἔλπιζε τοῦ κάμνοντος ἔσεσθαι.