In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ἢν δὲ φαρμακεῦσαι δόξῃ, ἐλλεβόρῳ ἀσφαλέως ἄνω κάθαιρε, κάτω δὲ μηδενὶ τῶν τοιούτων.

Ὡς προειρηκὼς τὸ πάθος ἐφ᾿ οὗ κελεύει ταῦτα πράττεσθαι τὸν λόγον ποιεῖται, καίτοι οὐδὲν προείρηκεν· ἢ οὖν ἀπόλωλέ τις ῥῆσις, ἐν ᾗ τὸ πάθος ἐδηλοῦτο, ἢ ἐπιλήσμων

910
ἦν ὁ ταῦτα γράψας καὶ τοιοῦτος οἷος ὁ νῦν ὀνομαζόμενος ὑπὸ τῶν πολλῶν μετέωρος.

Κράτιστον δὲ ἐς οὔρησιν καὶ ἐς ἱδρῶτας καὶ ἐς περιπάτους ἄγειν, καὶ τρίψει ἡσύχῳ χρέο, ἵνα μὴ πυκνώσῃς τὴν ἕξιν· ἢν δὲ κλινοπετὴς ᾖ, ἄλλοι τριβέτωσαν αὐτόν.

Καὶ ταῦθ᾿ οὕτως, ὡς προειρηκὼς τὸ πάθος ἔγραψεν.

Κἢν μὲν ἐν τῷ θώρακι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθος αὐτὸν, ἀνακαθίζειν ὡς πλειστάκις καὶ ὡς ἥκιστα
911
προσκλινέσθωσαν ἐς ὅτε δυνατοί εἰσι καὶ καθίζοντα ἀνατρίβειν μιν πολὺν χρόνον πολλῷ θερμῷ· ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρένας ἔχῃ τὰ ἀλγήματα, ἀνακέεσθαι ξυμφέρει καὶ μηδεμίαν κίνησιν κινέεσθαι τῷ τοιῷδε σώματι ξυμφέρει, ἔξω τῆς ἀνατρίψεως.

Ἐκ ταύτης τῆς ῥήσεως τεκμαίροιτ᾿ ἄν τις ταῦτα καὶ τὰ πρὸ τούτων ἅπαντα περὶ ἀλγημάτων γεγράφθαι. τὰ οὖν ἐν ἀρχῇ τῆς ῥήσεως παραλέλειπται, ἁμαρτόντος τοῦ πρώτου βιβλιογράφου καὶ μετὰ ταῦτα μεινάσης τῆς ἁμαρτίας. ὥστ᾿ οὐδ᾿ ἐξετάζειν τὴν ἐν τοῖς εἰρημένοις ἀλήθειαν οἷόν τε, μή τινι κᾀν τοῖς τοιούτοις ἐπὶ πλέον εἰκῆ κατατρίβεσθαι δόξωμεν.

Τὰ δ᾿ ἐκ τῆς κάτω κοιλίης λυόμενα δι᾿ οὔρων καὶ ἱδρώτων, ἢν ὀλισθῇ μετρίως, ὑπὸ αὐτοματισμοῦ λύεται τὰ σμικρά·
912
τὰ σφοδρὰ δὲ πονηρόν· οἱ τοιοίδε γὰρ ἢ ἀπόλλυνται ἢ ἄνευ κακῶν ἄλλων οὐ γίνονται ὑγιέες, ἀλλ᾿ ἀποστηρίζει καὶ τὰ τοιουτότροπα.

Καὶ διὰ ταύτης τῆς ῥήσεως ἔνεστι τεκμαίρεσθαι περὶ ἀλγημάτων θεραπείας ἅπαντα αὐτῷ τὰ προγεγραμμένα λελέχθαι.

Πόμα ὑδρωπιῶντι. Κανθαρίδας τρεῖς, ἀφελὼν τὴν κεφαλὴν ἑκάστης καὶ πόδας καὶ πτερὰ, τρίψας ἐν τρισὶ κυάθοις ὕδατος τὰ σώματα· ὁκόταν δὲ πονέῃ ὁ πιὼν, θερμῷ βρεχέσθω, ὑπαλειφόμενος δὲ πρότερον, νῆστις δὲ πινέτω, ἐσθιέτω δὲ ἄρτους θερμοὺς ἐξ ἀλείφατος.
913

Ταύτην τις ἀναγνοὺς τὴν ῥῆσιν ἰατρὸς τολμηρὸς ἀφελὼν τὰ προειρημένα μόρια τῶν κανθαρίδων ἔδωκεν ὑδρωπιῶντι· καὶ μετὰ μίαν ἡμέραν ἀπόστημά τι σχὼν ὁ ἄνθρωπος εἰς τὴν γαστροκνημίαν, εἶτα μετὰ τρεῖς ἄλλας τμηθεὶς ὑπ᾿ αὐτοῦ, πλείστου ῥυέντος ὕδατος, ἔδοξε τεθεραπεῦσθαι· προσεστάλη γὰρ ἐν τῷ παραυτίκα τὸ πλεῖστον τοῦ παρὰ φύσιν ὄγκου· ἀλλ᾿ ὅμως ἀπέθανεν οὐ μετὰ πολλὰς ἡμέρας. ἐπετίμησεν οὖν τις τῷ ἰατρῷ, κακῶς φάσκων δεδόσθαι τὰ σώματα τῶν κανθαρίδων· ἐχρῆν γὰρ ἀφελόντα τὰ σώματα δοῦναι πιεῖν τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὰ πτερὰ καὶ τοῦτ᾿ εἶναι τὸ κατὰ τὸ βιβλίον εἰρημένον. οὐκ ὀκνήσας οὖν ὁ εὔτολμος ἰατρὸς ἐπ᾿ ἄλλου πάλιν δέδωκεν οὕτως, εἶτ᾿ ἀποστήματος ὁμοίως κατὰ τὸν μηρὸν γενομένου καὶ τμηθέντος αὐτοῦ καὶ ῥυέντος ὁμοίως τοῦ ὑγροῦ παραχρῆμα, μετὰ πολλὰς ἡμέρας ἀποθανεῖν συνέβη καὶ τοῦτον. ἔστι γε μὴν οὐρητικῷ φαρμάκῳ διὰ κανθαρίδων σκευαζομένῳ κεχρημένους τινὰς εὑρεῖν ἄνευ βλάβης τῶν πινόντων αὐτό.

914
Ἴσχαιμον. Ὀπὸν συκῆς ἐν εἰρίῳ προσθεῖναι ἔσω πρὸς τὴν φλέβα. ἢ πιτύην συστρέψαντα ἐμβῆσαι εἰς τὸν μυκτῆρα. ἢ χαλκίτιδος τῷ δακτύλῳ προσεπισπασάμενος πίεσον καὶ τοὺς χόνδρους ἔξωθεν προσπίεζε ἑκατέρωθεν καὶ τὴν κοιλίην λῦσον ὄνου γάλακτι ἑφθῷ καὶ τὴν κεφαλὴν ξυρῶν, ψυκτικὰ πρόσφερε, ἢν ὥρη θερμὴ γίγνηται. σησαμοειδὲς ἄνω καθαίρει, ἡ πόσις ἡμιόλιον δραχμῆς ὁ σταθμὸς ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖσιν ἐλλεβόροισιν καὶ ἧσσον πνίγει, τὸ τρίτον μέρος τῆς πόσιος. τριχώσιος. ὑποθεὶς τὸ ῥάμμα τῇ βελόνῃ τῇ τὸ κύαρ ἐχούσῃ, κατὰ τὸ ὀξὺ τῆς ἄνω τάσιος τοῦ βλεφάρου ἐς τὸ κάτω διακεντήσας, δίες καὶ ἄλλο ὑποκάτω τούτου· ἀνατείνας δὲ τὰ ῥάμματα ῥάψον καὶ κατάδει ἕως ἂν ὑποπέσῃ. κᾒν μὲν ἱκανῶς ἔχῃ· εἰ δὲ μὴ, ἢν ἐλλείπῃ, ὀπίσω ποιέειν τὰ αὐτά. καὶ τὰς αἱμοῤῥοΐδας τὸν αὐτὸν τρόπον διώσεις τῇ βελόνῃ ὡς παχύτατον εἰρίου οἰσυπηροῦ
915
ῥάμμα καὶ ὡς μέγιστον ἀποδήσας, (ἀσφαλεστέρη γὰρ γίνεται ἡ θεραπείη) εἶτα ἀποπιέσας τῷ σηπτῷ χρέο καὶ μὴ βρέχε πρὶν ἀποπέσῃ καὶ ἀεὶ μίαν καταλίμπανε· καὶ μετὰ ταῦτα ἀναλαβὼν ἐλλεβορίσαι, εἶτα γυμναζέσθω καὶ ἀφιδρούτω, γυμνασίου τε τρίψις πολλὴ ἀπὸ ὄρθρου· δρόμου δὲ ἀπεχέσθω καὶ μέθης καὶ τῶν δριμέων ἔξω ὀριγάνου. ἐμεέτω δὲ δι᾿ ἑπτὰ ἡμερέων ἢ τρὶς ἐν τῷ μηνί· οὕτω γὰρ ἂν ἔχοι ἄριστα τὸ σῶμα. οἶνον δὲ κιῤῥὸν, αὐστηρὸν, ὑδαρέα τε καὶ ὀλίγον πινέτω. τοῖσι δὲ ἐμπύοισι σκίλλης καταταμὼν κυκλίσκους ἑψεῖν ὕδατι καὶ ἀποζέσας εὖ μάλα ἀπόχεον καὶ ἐπιχέας ἄλλο ἕψεε, ἕως ἂν ἁπτομένῳ δίεφθον καὶ μαλθακὸν φανῇ. εἶτα τρίψας λεῖον ξύμμισγε κύμινον πεφρυγμένον καὶ λευκὰ σήσαμα καὶ ἀμυγδάλας νέας τρίψας, ἐν μέλιτι ἐκλεικτὸν δίδου καὶ ἐπὶ τούτῳ οἶνον γλυκύν. ῥοφήματα δὲ, μήκωνος τῆς λευκῆς ὑποτρίψας ὁκόσον λεκίσκιον, ὕδατι διεὶς σητανίου πλύματι ἀλεύρου, ἑψήσας, μέλι ἐπιχέας, χλιηρὸν ἐπιῤῥοφέων, οὕτω διαγέτω τὴν ἡμέρην· εἶτα ἐς τὰ ἀποβαίνοντα
916
λογιζόμενος τὸ δεῖπνον δίδου. δυσεντερίης. κυάμων καθαρῶν τεταρτημόριον καὶ ἐρυθροδάνου δυοκαίδεκα κάρφεα λεῖα ξυμμίξαντα καὶ ἑψήσαντα λιπαρὰ διδόναι ἐκλείχειν. ὀφθαλμῶν. σποδὸς πεπλυμμένη, λιπαρῶς πεφυρημένη ὡς στέαρ, μὴ ὑγρὸν, λεῖον τρίψας, ὀμφακίῳ τῷ τῆς πικρῆς ὄμφακος ἀνυγρήνας, ἐν ἡλίῳ τε ἀναξηράνας ὑγραίνειν ὡς ἐνάλειπτον· ὁκόταν δὲ ξηρὸν γένηται, λείῳ τετριμμένῳ ξηρῷ ὑπάλειφε τοὺς ὀφθαλμοὺς καὶ παράπασσε τοὺς κανθούς. Ὑγρῶν. Ἐβένου δραχμὴν, χαλκοῦ κεκαυμένου ἐννέα ὀβολοὺς ἐπ᾿ ἀκόνης τρίβων, κρόκου τριώβολον, ταῦτα τρίψας λεῖα, παράχεε οἴνου γλυκέος κοτύλην Ἀττικὴν, κᾄπειτα ἐς τὸν ἥλιον θεὶς, κατακαλύψας, ὁκόταν συνεψηθῇ, τούτῳ χρέο. πρὸς τὰς περιωδυνίας. ἔστω χαλκίτιδος δραχμὴ, σταφυλῆς ὁκόταν δύο μέρεα λειφθῇ, ἐκπιέσας, σμύρναν καὶ κρόκον τρίψας, ξυμμίξας τὸ γλεῦκος, ἕψησον ἐν τῷ ἡλίῳ καὶ τούτῳ ἐπάλειφε τοὺς περιωδυνέοντας· ἔστω δὲ ἐν χαλκῷ
917
ἀγγείῳ. ὑπὸ ὑστερικῶν πνιγομένων γνῶσις· πιέσαι τοῖσι δυσὶ δακτύλοισι καὶ ἢν αἴσθηται, τὰ ὑστερικά ἐστιν, ἢν δὲ μὴ, σπασμώδεα. τοῖσιν ὑδρωπιώδεσιν. μηκώνειον λεκίσκιον Ἀττικὸν στρογγύλον πόσις. λεπίδος μηλαὶ τρεῖς τῷ πλάτει καὶ ἀλεύρου σητανίου, κολλήσαντα ταῦτα, λεῖα τρίψας, καταποτὰ ξυστρέψας, δίδου· κάτω ὕδωρ καθαίρει καὶ κοιλίην ἐκκοπροῖ. ἐς ἰσχάδας, ὀποῦ τοῦ τιθυμάλλου ἀπόσταζε ὁκόσον ἑπτάκις ἐς ἑκάστην τῷ εἰρημένῳ, εἶτα ἐς καινὸν ἄγγος συνθεὶς ταμιεύεσθαι, δίδου τῷ εἰρημένῳ πρὸ τῶν σιτίων. τοῖς ὑδρωπικοῖς τὸ μὲν κώνιον τρίβων, ὕδωρ ἐπιχέας, δίδου ἐσθίειν καὶ ἐπιπίνειν. καὶ τὸ μηκώνειον τρίβων, ὕδωρ ἐπιχέων καὶ διηθέων, ἄλευρον φύρων, ἴτριον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖσιν ὑδρωπικοῖσι τρώγειν δίδου, καὶ ἐπιπίνειν γλυκὺν ὑδαρέα, ἢ μελίκρητον ὑδαρές. τὸ δὲ ἀπὸ τῶν κοπρίων μηκώνειον ξυλλέγων ταμιεύου καὶ θεράπευε.
918

Φανερῶς ἐκ τῶν τοιούτων δηλοῦται τοῦτο τὸ βιβλίον ὑπόμνημα συμμίκτων εἶναι θεωρημάτων, ἀτάκτως τῆς μεταβάσεως ἀπ᾿ ἄλλων πρὸς ἄλλα γιγνομένης, ὥσπερ καὶ νῦν ἐπὶ τῆς ἐκ τῶν μυκτήρων αἱμοῤῥαγίας γέγραπται βοηθήματα, τὰ μὲν αὐτῷ τῷ μέρει τῷ αἱμοῤῥαγοῦντι προσφερόμενα, τὰ δὲ ἀντισπαστικὰ, καθάπερ ἡ γαστὴρ λυομένη, τὰ δὲ τῆς κεφαλῆς πυκνωτικὰ καὶ στυπτικὰ, καθάπερ τὰ ψύχοντα. τὰ δ᾿ ἐφεξῆς τούτων ἅπαντα φαρμάκων ἔχει γραφὰς καί τινα παραμεμιγμένα βοηθήματα. περὶ πρώτου μὲν οὖν τὸν λόγον ποιεῖται καλουμένου σησάμου, ἐφεξῆς δὲ τριχῶν ἐν τοῖς βλεφάροις χειρουργίαν ἔγραψεν, ἣν ὀνομάζουσιν ἀναβρογχισμόν. καὶ μετὰ ταῦτα πάλιν ὁμοίως αἱμοῤῥοΐδων καὶ τῆς ἄλλης ἰάσεως, εἶτ᾿ ἐμπύων φάρμακά τε καὶ ῥοφήματα καὶ μετὰ ταῦτα σκευασίας φαρμάκων ὀφθαλμικῶν. εἶτα περὶ τῶν ὑστερικῶν γινομένων, εἶτα περὶ τοῦ μηκωνείου, εἶθ᾿ ἑξῆς ὑδραγωγὸν φάρμακον, εἶτ᾿ ἐκκοπρωτικὸν, εἶθ᾿ ἑδρικοῖς, ὑδερικοῖς τε δίδωσι διὰ μηκωνείου καὶ

919
ἰτρίων. ἔστιν οὖν ἐφεξῆς τῶν εἰρημένων τὰ μὲν πλεῖστα σαφῆ, παρέγκειται δέ τινα καὶ ἀσαφῆ, περὶ ὧν ἐφεξῆς ποιήσομαι τὸν λόγον.