In Hippocratis De natura hominis

Galen

Galen, In Hippocratis De natura hominis

Ὁκόσοισι δὲ ἐν τῷ οὐρήματι παχεῖ ἐόντι σαρκία σμικρὰ
165
τριχοειδέα συνεξέρχεται, ταῦτα δὲ ἀπὸ τῶν νεφρῶν εἰδέναι χρὴ ἐόντα καὶ ἀπὸ τῶν ἀρθριτικῶν.

Τὸν ἀφορισμὸν ἐνταῦθα μετέφρασε τόνδε· ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ, ἢ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται.

Ὁκόσοισι δὲ καθαρὸν τὸ οὖρον ἄλλοτε καὶ ἄλλοτε οἷόν γε πίτυρα ἐκφέρεται ἐν τῷ οὐρήματι, τουτέοισιν ἡ κύστις ψωριᾷ.

Πάλιν κᾀνταῦθα τὸν ἀφορισμὸν ἐκεῖνον παρέφρασεν· ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρῶδές τι συνεξεύρεται, τουτέοισιν ἡ κύστις ψωριᾷ.

Οἱ πλεῖστοι τῶν πυρετῶν γίνονται ἀπὸ χολῆς. εἴδεα
166
δὲ αὐτέων εἰσὶ τέσσαρα, χωρὶς τῶν ἐν τῇσιν ὀδύνῃσι γινομένων τῇσιν ἀποκεκριμένῃσιν. οὐνόματα δ᾿ αὐτέων ἐστὶ σύνοχος καὶ ἀμφημερινὸς καὶ τριταῖος καὶ τεταρταῖος. ὁ μὲν οὖν σύνοχος καλεόμενος ἀπὸ πλείστης χολῆς καὶ ἀκρητεστάτης καὶ τὰς κρίσιας ἐν ἐλαχίστῳ χρόνῳ ποιέεται. τὸ γὰρ σῶμα οὐ διαψυχόμενον οὐδένα χρόνον συντήκεται ταχέως, ἅτε ὑπὸ πολλοῦ τοῦ θερμοῦ θερμαινόμενον. ὁ δὲ ἀμφημερινὸς μετὰ τὸν σύνοχον, ἀπὸ πλείστης χολῆς γίνεται καὶ ἀπαλλάσσεται τάχιστα τῶν ἄλλων. μακρότερος δέ ἐστι τοῦ συνόχου, ὅτι ἀπ᾿ ἐλάσσονός τε γίνεται χολῆς καὶ ὅτι ἀνάπαυσιν ἔχει τὸ σῶμα, ἐν δὲ τῷ συνόχῳ οὐκ ἀναπαύεται οὐδένα χρόνον. ὁ δὲ τριταῖος μακρότερός ἐστι τοῦ ἀμφημερινοῦ καὶ ἀπὸ χολῆς ἐλάσσονος γίνεται. ὁκόσῳ δὲ πλείονα χρόνον ἐν τῷ τριταίῳ ἢ ἐν τῷ ἀμφημερινῷ τὸ σῶμα ἀναπαύεται, τοσούτῳ χρονιώτερος οὗτος ὁ πυρετὸς τοῦ ἀμφημερινοῦ ἐστιν. οἱ δὲ τεταρταῖοι τὰ μὲν ἄλλα κατὰ τὸν αὐτὸν λόγον, χρονιώτεροι δέ εἰσι μάλα τῶν τριταίων, ὁκόσον ἔλασσον μετέχουσι
167
μέρος τῆς χολῆς τῆς τὴν θέρμην παρεχούσης, τοῦ δὲ διαψύχεσθαι τὸ σῶμα πλέον μετέχουσι. προσγίνεται δὲ αὐτέοισιν ἀπὸ μελαίνης χολῆς τὸ περισσὸν τοῦτο καὶ δυσαπάλλακτον. μέλαινα γὰρ χολὴ τῶν ἐν τῷ σώματι ἐνεόντων χυμῶν γλισχρότατον καὶ τὰς ἕδρας χρονιωτάτας ποιέει. γνώσῃ δὲ ἐν τῷδε ὅτι οἱ τεταρταῖοι πυρετοὶ μετέχουσι τοῦ μελαγχολικοῦ. φθινοπώρῳ γὰρ μάλιστα ἁλίσκονται οἱ ἄνθρωποι ὑπὸ τῶν τεταρταίων καὶ ἐν τῇ ἡλικίῃ τῇ ἀπὸ πέντε τε καὶ εἴκοσιν ἐτέων ἐς τὰ πέντε καὶ τεσσεράκοντα. ἡ δὲ ἡλικίη αὕτη ὑπὸ μελαίνης χολῆς κατέχεται μάλιστα πασέων τῶν ἡλικιῶν, ἥ τε φθινοπωρινὴ ὥρη μάλιστα πασέων τῶν ὡρέων. ὁκόσοι δ᾿ ἂν ἁλῶσιν ἔξω τῆς ὥρης ταύτης καὶ τῆς ἡλικίης ὑπὸ τοῦ τεταρταίου, εὖ χρὴ εἰδέναι μὴ χρόνιον ἐσόμενον τὸν πυρετὸν, ἢν μή τι ἄλλο κακουργῆται ὁ ἄνθρωπος.

Ὅμοιόν τί μοι δοκοῦσι πεπονθέναι οἱ πολλοὶ τῶν ἐξηγητῶν, ἐν οἷς ἐστι καὶ Σαβῖνος, τῷ νοσοῦντι μὲν ὑδερικῶς 

168
ἀνθρώπῳ, παρωνυχίαν δὲ αὐτοῦ θεραπεῦσαι φιλότιμον τὸν ἰατρὸν ἀξιοῦντι. δυοῖν γὰρ θάτερον, ἢ οὐκ ἔβλεπεν οὗτος ὅπως εἶχεν ὅλως κακῶς, ἢ οὐκ ᾤετο δεῖσθαι θεραπείας. οὕτως οὖν καὶ τοὺς ἐξηγητὰς ἢ τυφλώττειν τὸν τῆς ψυχῆς ὀφθαλμὸν νομιστέον, ἢ τὰ μὲν σμικρὰ τῶν ἐγκλημάτων ἡγεῖσθαι θεραπείας τινὸς δεῖσθαι, τὰ μεγάλα δὲ οὐδεμιᾶς χρήζειν βοηθείας. ὥσπερ γὰρ ἐξ ὕπνου βαθέος ἐγερθέντες ᾔσθοντο τῆς πρὸς Ἱπποκράτους μάχης, τοῦ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένου, τὸν ἀμφημερινὸν ὀλιγοχρονιώτερον ἀποφαινούσης αὐτῆς τοῦ τριταίου, σαφῶς εἰρηκότος Ἱπποκράτους ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν κᾀν τοῖς ἀφορισμοῖς τάχιστα κρίνεσθαι τὸν τριταῖον. οὔκουν φασὶν Ἱπποκράτειον εἶναι τὸ βιβλίον, ὡς καὶ φανερῶς ψευδοῦς ὄντος τοῦ λεγομένου καὶ διαφερομένου τοῖς ἑτέρωθι γεγραμμένοις ὑφ᾿ Ἱπποκράτους. εἰ γὰρ ἐν τούτῳ μόνον ψευδόμενόν τε ἅμα καὶ μαχόμενον Ἱπποκράτει τὸν περιγράψαντα τὰ μεταξὺ κατενόησαν, ἐοίκασι τῷ τὴν παρωνυχίαν ὁρῶντι, τὸ δ᾿ ὅλον σῶμα μὴ βλέποντι κάκιστα διακείμενον.
169
ὁ μὲν γὰρ ἀγνοήσας τὸν ἀμφημερινὸν τοῦ τριταίου χρονιώτερον εἶναι ἐνδείκνυται μὲν ἑαυτὸν οὐκ εἶναι τρίβωνα τῶν ἔργων τῆς ἰατρικῆς, οὐ μὴν ἐξ ἀτονίας γέ τινος ἀναισχύντου τὸ ψεῦσμα διέπλασεν, ἀλλ᾿ ἐκ πιθανοῦ λόγου κινηθεὶς, καὶ μάλιστα ἐπειδή τισι τῶν παλαιῶν, ὧν καὶ Πλάτων ἐστὶν, ἐδόκει τοὺς μὲν συνεχεῖς πυρετοὺς, ἐξ ὑπερβολῆς τοῦ πυρὸς γίνεσθαι, τοὺς δὲ ἀμφημερινοὺς ἀέρος, καὶ τριταίους μὲν ὕδατος, τεταρταίους δὲ γῆς. ἡ γάρ τοι τοῦ Πλάτωνος ῥῆσις αὐτοῖς ὀνόμασιν οὕτως ἔχει· τὸ μὲν οὖν ἐκ πυρὸς ὑπερβολῆς μάλιστα νοσῆσαν σῶμα συνεχῆ καύματα καὶ πυρετοὺς ἀπεργάζεται, τὸ δὲ ἐξ ἀέρος ἀμφημερινοὺς, τριταίους δ᾿ ὕδατος, διὰ τὸ νωθέστερον ἀέρος, καὶ πυρὸς εἶναι· τὸ δὲ γῆς τέταρτον ὂν, νωθέστατον τούτων, ἐν τετραπλασίαις χρόνου περιόδοις καθαιρόμενον, τεταρταῖον πυρετὸν ποιῆσαν, ἀπαλλάττεται μόγις. εἴπερ οὖν ὁ Πλάτων τὸ νωθέστατον στοιχεῖον, ὅπερ ἐστὶν ἑδραιότατόν τε καὶ δυσκινητότατον, ἐν τετραπλασίαις χρόνου περιόδοις ἐκκαθαίρεσθαί φησι, πιθανὸν ἔδοξαν εἶναι
170
καὶ τἄλλα διαφέρειν ἀλλήλων κατὰ τὴν αὐτὴν ἀναλογίαν, ὡς γέγονεν ἐφεξῆς τε τῷ γεώδει στοιχείῳ, τοῦτο δ᾿ ἂν ὕδωρ εἴη, τὴν ἐφεξῆς τῇ τετάρτῃ περιόδῳ γεννᾷν. τὸ δὲ τούτου πάλιν ἐφεξῆς, ὅπερ ἐστὶν ἀὴρ, τὴν ἀμφημερινήν. τὸ δὲ ὀξυκινητότατον, ὅπερ εὔδηλον ὅτι τὸ πῦρ ἐστιν, ἐργάζεσθαι τὸν συνεχῆ πυρετόν. ἀλλὰ τούτου πιθανώτερός ἐστιν ὁ λόγος ὁ τῷ φύσει θερμῷ στοιχείῳ, τουτέστι τῷ πυρὶ, τὴν αἰτίαν ἀνατιθεὶς τῆς γενέσεως αὐτῶν. οὐ γὰρ εὔλογον ὑπὸ τοῦ ψυχροῦ στοιχείου πλεονάσαντος ἐν τῷ σώματι τὸ θερμότατον πάθος γίνεσθαι. τοίνυν εὔλογον μέν ἐστι τοῦ θερμοῦ στοιχείου τῇ πλεονεξίᾳ θερμὸν γίνεσθαι πάθος. ἀλλήλων δὲ διαφέρουσιν οἱ πυρετοὶ ταῖς αὐτῶν διαφοραῖς, ἃς τῷ ποσῷ τῆς αἰτίας ἀνατίθεσθαι προσήκει. τοῦτο δ᾿ εἰ συγχωρήσομεν, ὁ μὲν συνεχέστατος καὶ θερμότατος πυρετὸς ὑπὸ πλείστου γενήσεται πυρός. ὁ δὲ ἐφεξῆς αὐτῷ δευτέραν ἔχει χώραν ἐν ποσότητι, καὶ τρίτην μὲν ὁ τριταῖος, τετάρτην δὲ ὁ τεταρταῖος, αἵ τε λύσεις αὐτῶν ἀκολούθως ταῖς αἰτίαις ἔσονται, τάχισται μὲν αἱ τοῦ θερμοτάτου
171
πυρετοῦ, δεύτεραι δὲ κατὰ τὸν χρόνον αἱ τῶν ἀμφημερινῶν, καὶ τρίται αἱ τῶν τριταίων καὶ τέταρται αἱ τῶν τεταρταίων. ὥσθ᾿ ὅσον μὲν ἐπὶ τῷ πιθανῷ καλῶς εἴρηται ταῦτα· τὸ δὲ ἐκ τῆς τῶν πραγμάτων ἱστορίας ἐλέγχει τὸν λόγον. ἐπὶ δὲ τῆς προγεγραμμένης τῶν φλεβῶν ἀνατομῆς οὐδὲν ἔχων εἰπεῖν πιθανὸν ὁ συνθεὶς αὐτὴν οὐχ ἓν, ἢ δύο, ἢ τρία φαίνεται ψευσάμενος, ἀλλὰ πάνυ πολλὰ, πρὸς τὸ μηδὲ κατὰ τύχην ἕν τι τῶν ἐν αὐτοῖς ἀληθῶς εἰρῆσθαι. θαυμαστὸν οὖν ὅπως ἐπ᾿ ἐκείνων μὲν οὐδὲν ἐμέμψατο τῷ γράψαντι, τὰ μετὰ τὸ περὶ φύσιος ἀνθρώπου μέχρι δεῦρο πάντα, νυνὶ δὲ μέμφεται καὶ διὰ τοῦτο αὐτῷ οὐκέτι δοκεῖ τὸ βιβλίον Ἱπποκράτους εἶναι. Σαβίνου δὲ καὶ τῶν πλείστων ἐξηγητῶν ἔτι καὶ τοῦτ᾿ ἄν τις θαυμάσειεν, ὅτι τὰ προγεγραμμένα πάντα ἐπαινοῦντες ἀεὶ θαυμασίως εἰρῆσθαι, τὸ δέ τι τἀνδρὶ καὶ δαιμονίως, τὸ δέ τι καὶ θείως, τὸ δέ τι νῦν ἐξαίφνης μὲν ἐκείνων ἁπάντων ἐπελάθοντο. διὰ μίαν δ᾿ ἀντιλογίαν οὐκέτ᾿ αὐτοῖς Ἱπποκράτους εἶναι τὸ βιβλίον δοκεῖ, ἀλλὰ μετακινοῦσιν ἐπὶ
172
Πόλυβον, ὡς αὐτοὶ μὲν ἀνεγνωκότες τοὺς ἀφορισμοὺς καὶ τὸ πρῶτον τῶν ἐπιδημιῶν, οὐκ ἀνεγνωκότος δὲ ταῦτα Πολύβου, ὃν ἀδύνατον ἦν μαθητὴν Ἱπποκράτους ὄντα μὴ οὐ πολλάκις μὲν ἀκηκοέναι παρ᾿ αὐτοῦ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν, ἀνεγνωκέναι δὲ οὐκ ὀλιγάκις αὐτοῦ τὰ συγγράμματα, σὺν τῷ καὶ αὐτὸν ἐπὶ τῶν ἀῤῥώστων τεθεᾶσθαι ταχυκρίσιμον μὲν τὸν τριταῖον, χρονίζοντα δὲ τὸν ἀμφημερινόν. οὐ γὰρ δὴ τῶν ἐπὶ τῆς Ἀλεξανδρείας προφητευσάντων εἷς τις ἦν ὁ Πόλυβος, οἳ μηδένα πώποτε θεασάμενοι νοσοῦντα σχολαστικοῖς ἐπέτριβον, οὐδὲν ὑγιὲς λέγοντες, οὐδ᾿ ὧν οἱ τρίβωνες ὁρῶσι, φαινομένων ἐναργῶς ἐπὶ ἀῤῥώστων. ὥσθ᾿ ὁ ταῦτα γράψας ἤτοι οὗτος ἦν σοφιστὴς, ἢ πανοῦργος ἄνθρωπος, ὡς ἔοικε, παραγράψας τὸ ψεῦδος, ἕνεκα τοῦ προστρίψασθαι ψόγον τῷ παλαιῷ. τοῦ δὲ νεώτερον εἶναι τὸν παραγράψαντα ταῦτα καὶ ἡ τοῦ συνόχου προσηγορία τεκμήριόν ἐστιν. οὐδαμόθεν γὰρ οὔθ᾿ Ἱπποκράτης οὔτε τις τῶν παλαιῶν τὸν συνεχῆ πυρετὸν ὠνόμασε σύνοχον, ὥσπερ οὐδὲ οὐρήματα τὰ οὖρα, ἀλλὰ ταῦτα ὀνόματα νεωτέρων
173
ἐστιν ἰατρῶν, ὅσοι τὴν παλαιὰν λέξιν ἠγνόησαν. ἀπολιπόντες οὖν ἤδη τὰ παραγεγραμμένα ταυτὶ μεταβῶμεν ἐπὶ τὸ περὶ διαίτης ὑγιεινῆς, ὃ Πολύβου φασὶν εἶναι σύγγραμμα.