In Hippocratis De natura hominis

Galen

Galen, In Hippocratis De natura hominis

Μαρτύριον δὲ σαφέστατον, εἰ ἐθέλεις δοῦναι τῷ αὐτέῳ ἀνθρώπῳ τὸ αὐτὸ φάρμακον τετράκις τοῦ ἐνιαυτοῦ, ἐμέεταί σοι τοῦ μὲν χειμῶνος φλεγματωδέστατα, τοῦ δὲ ἦρος ὑγρότατα, τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ δὲ φθινοπώρου μελάντατα.

Μαρτύριον δὲ σαφέστατον εἶναί φησι τοῦ προειρημένου λόγου, καθ᾿ ὃν ἐπικρατεῖν ἐν ἑκάστῃ τῶν ὡρῶν ἕνα τινὰ τῶν χυμῶν εἰρήκει, τὸ δοθέντος ἐμετικοῦ φαρμάκου αὐτῷ τετράκις ἐν μὲν τῷ χειμῶνι φλεγματωδέστερον εἶναι τὸν ἔμετον, ὑγρότερον δὲ ἐν ἦρι, καὶ χολωδέστερον μὲν ἐν τῷ θέρει, μελάντερον δὲ ἐν τῷ φθινοπώρῳ.

Ὀφείλει οὖν τουτέων οὕτως ἐχόντων, ὁκόσα μὲν τῶν νουσημάτων τοῦ χειμῶνος αὔξεται, θέρεος λήγειν, ὁκόσα δὲ θέρεος αὔξεται, χειμῶνος λήγειν, ὁκόσα μὴ αὐτέων ἐν περιόδῳ ἡμερέων ἀπαλλάσσεται. τὴν δὲ περίοδον αὖθις
100
φράσω τὴν τῶν ἡμερέων. ὁκόσα δὲ ἦρος γίνεται νουσήματα, προσδέχεσθαι χρὴ φθινοπώρου τὴν ἀπάλλαξιν ἔσεσθαι αὐτέων. ὁκόσα δὲ φθινοπωρινὰ νουσήματα, τουτέων τοῦ ἦρος ἀνάγκη τὴν ἀπάλλαξιν γενέσθαι. ὅ τι δ᾿ ἂν τὰς ὥρας ταύτας ὑπερβάλλῃ νούσημα, εἰδέναι χρὴ ἐνιαύσιον αὐτὸ ἐσόμενον.

Ἡ ἀρχὴ τῆς ῥήσεως διττὴν ἔχει γραφήν. ἐνίων μὲν ὀφείλει, ἐνίων δὲ γραφόντων φιλεῖ γοῦν τουτέων οὕτως ἐχόντων, ἐν ἴσῳ τῷ προσήκει. χρῶνται γὰρ ἐνίοτε τῇ φωνῇ ταύτῃ κᾀπὶ τοῦ προσήκει. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα. βούλεται γὰρ αὐτὸς ὅσα χρονίζει νοσήματα καὶ μὴ κατὰ περιόδους ἡμερῶν, ἀλλὰ μηνῶν γίνεται, λύεσθαι ταῦτα κατὰ τὴν ἐναντίαν ὥραν ᾗ συνέστη, τουτέστιν ἑβδόμῳ μηνί. μὴ λυθέντων δ᾿ αὐτῶν, οὕτως ἐνιαύσιον γίγνεσθαί φησι τὸ νόσημα. τὸ δ᾿ ἐνιαύσιον ὄνομα δύναται μὲν δηλοῦν καὶ τὸν μετὰ ἐνιαυτὸν τῆς πρώτης ἑαυτοῦ γενέσεως λυόμενον. δύναται δὲ καὶ τὸ κατὰ περίοδον ἐνιαυτῶν ἑπτὰ,

101
ὡς τὰ μηνῶν. ἔλεγε γοῦν καὶ κατὰ τοὺς ἀφορισμοὺς ᾧδε. τὰ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δ᾿ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς ἥβην προσάγουσιν.

    Καὶ τὸν ἰητρὸν οὕτω χρὴ ἵστασθαι πρὸς τὰ νουσήματα, ὡς ἑκάστου τουτέων ἰσχύοντος ἐν τῷ σώματι κατὰ τὴν ὥρην τὴν ἑωυτοῦ κατὰ φύσιν ἐοῦσαν μάλιστα.

    Τὸ χρήσιμον ἅπαντος τοῦ προκειμένου κατὰ τὰς ὥρας λόγου νῦν ἐδίδαξεν ἐν τῇ προκειμένῃ ῥήσει, δηλῶν ὅτι καὶ τὴν αὐτὴν χρείαν ἔχει καὶ ὁ περὶ τῶν ἡλικιῶν καὶ χωρῶν ἐπιτηδευμάτων τε καὶ τῆς ἐφημέρου διαίτης λόγος. πρὸς ἅπαντα γὰρ ταῦτα τὸν ἰατρὸν ἀποβλέποντα χρὴ στοχάζεσθαι τίς ἐπικρατῶν ἐστιν ὁ χυμὸς ἤτοι κατὰ τὸ ποσὸν, ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν, ἐν τίνι τε μορίῳ τοῦ σώματος μάλιστα πλεονάζει; τὴν γάρ τοι θεραπείαν ἄριστα

    102
    ἂν οὕτω ποιοῖτο, καθάπερ κᾀν τοῖς θεραπευτικοῖς λογισμοῖς δείκνυται. ὁ Ἱπποκράτης τοῦ σώματος ἡμῶν τὴν φύσιν ἐν τούτῳ τῷ βιβλίῳ προθέμενος εὑρεῖν, ἐχρήσατο μεθόδῳ πρὸς τὴν εὕρεσιν τῇδε. πρῶτον μὲν ἐζήτησε πότερον ἁπλοῦν, ἢ πολυειδές ἐστιν, ἔπειθ᾿ εὑρὼν ὅτι πολυειδὲς, ἐσκέψατο τῶν ἁπλῶν ἐν αὐτῷ τὴν οὐσίαν, ὁποία τίς ἐστι, τουτέστιν ἥντινα δύναμιν ἔχει πρὸς τὸ παθεῖν ὑπό τινος, ἢ δρᾶσαι, καὶ διὰ τοῦτο τῶν θ᾿ ὡρῶν τῶν θ᾿ ἡλικιῶν ἐμνημόνευσεν, ἐπισκοπούμενος ὅπως ἔχει τὰ εὑρεθέντα στοιχεῖα πρὸς αὐτάς. εὗρε δὲ καὶ ὅτι τάς τε προῤῥήσεις τῆς λύσεως τῶν νοσημάτων καὶ τὰς θεραπείας ἐπὶ τοὺς αὐτοὺς ἀναφέρειν χρὴ σκοπούς. ἐν δὲ τῷ ζητεῖν τὰ συνθετικὰ τοῦ σώματος ἡμῶν στοιχεῖα καὶ τῶν τοῦ παντὸς ἐμνημόνευσεν, ἅπερ ὄντως ἐστὶ στοιχεῖα. λέγεται γὰρ ἐνίοτε καταχρωμένων ἡμῶν καὶ τὰ καθ᾿ ἕκαστον πρᾶγμα πρὸς διάρτησιν, ἁπλᾶ καὶ πρῶτα μόρια, στοιχεῖα τοῦ πράγματος ἐκείνου, καθάπερ ἁρμονικὰ στοιχεῖα καὶ ῥυθμητικὰ καὶ γεωμετρικὰ καὶ ἀριθμητικὰ καὶ λόγου καὶ φωνῆς καὶ ἀποδείξεως εἰρήκασιν.
    103
    οὕτω δὲ καὶ ἁμάξης ἑκατὸν εἶναι στοιχεῖά φησιν ὁ Πλάτων ὑφ᾿ Ἡσιόδου λελέχθαι γράψαντος

  1. Ἑκατὸν δέ τε δούραθ᾿ ἁμάξης.
  2. ἅπαντα μὲν τὰ οὕτω λεγόμενα στοιχεῖα καθ᾿ ἕκαστον τῶν πραγμάτων οὐκ ἀκριβῶς ἐστιν ἁπλᾶ καὶ πρῶτα. τὰ δὲ κοινὰ πάντων τῶν ὄντων ἁπλᾶ τε καὶ πρῶτα κατ᾿ ἀλήθειάν εἰσι καὶ κυρίως ὀνομάζεται στοιχεῖα. καλεῖ δὲ ἀπὸ τῶν ποιοτήτων ὁ Ἱπποκράτης αὐτὰ θερμὸν καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν, οὐ τὰ μεταξὺ τῶν ἄκρων, ἀλλ᾿ αὐτὰ τὰ ἄκρα, πῦρ δηλονότι καὶ γῆν ὕδωρ τε καὶ ἀέρα. ταύτην οὖν τὴν μέθοδον ὁ Πλάτων ἀξιοῖ μιμεῖσθαι καὶ τὸν περὶ φύσεως ψυχῆς ἐπισκοπούμενον. οὐδὲν γὰρ δύνασθαι τῶν κατὰ μέρος ἄνευ τῆς τοῦ ὅλου φύσεως ἀκριβῶς γνωσθῆναι. παραγράφω δέ σοι καὶ αὐτὴν τὴν τοῦ Πλάτωνος ῥῆσιν ἔχουσαν οὕτως. ΣΩ. ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; ΦΑΙ. εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ

    104
    τι πείθεσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης. ΣΩ. καλῶς γὰρ ὦ ἑταῖρε λέγει. χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. ΦΑΙ. φημί. ΣΩ. καὶ τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος, ἆρ᾿ οὐχ ᾧδε; διανοεῖσθαι χρὴ περὶ ὁτιοῦν φύσεως πρῶτον μὲν εἰ ἁπλοῦν, ἢ πολυειδές ἐστιν, οὗ πέρι βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ καὶ ἄλλους δυνατοὶ ποιεῖν· ἔπειτα δὲ, ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾷν ἔχον, ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ. ἐὰν δὲ πλείῳ εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενοι, ὅπερ ἐφ᾿ ἑνὸς, τοῦτ᾿ ἰδεῖν ἐφ᾿ ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν, ἢ τὸ τί παθεῖν ὑπὸ τοῦ. ἀλλὰ ταῦτα Πλάτωνος οὑτωσὶ γράψαντος ἐπιδειξάτω τις ἡμῖν ἐν τίνι βιβλίῳ τοῦ Ἱπποκράτους ἑτέρῳ παρὰ τὸ περὶ φύσιος ἀνθρώπου τὴν μέθοδον ταύτην ἐστὶν εὑρεῖν, ἢ εἴπερ οὐκ ἔχει, μηδένα ζητείτω Πλάτωνος ἀξιοπιστότερον μάρτυρα τοῦ γνήσιον εἶναι τὸ βιβλίον τοῦτο. τά τε γὰρ ἄλλα καὶ τοῖς χρόνοις ἐγγυτάτω γέγονεν ὁ Πλάτων τοῖς Ἱπποκράτους
    105
    μαθηταῖς, ὧν εἴ τινος ἦν τὸ βιβλίον, ἐπεγέγραπτο ἂν τοῦ γράψαντος αὐτὸ τοὔνομα. πρὶν γὰρ τοὺς ἐν Ἀλεξανδρείᾳ τε καὶ Περγάμῳ γενέσθαι βασιλεῖς, ἐπὶ κτήσει παλαιῶν βιβλίων φιλοτιμηθέντας, οὐδέπω ψευδῶς ἐπεγέγραπτο σύγγραμμα. λαμβάνειν δ᾿ ἀρξαμένων μισθῶν τῶν κομιζόντων αὐτοῖς συγγράμματα παλαιοῦ τινος ἀνδρὸς, οὕτως ἤδη πολλὰ ψευδῶς ἐπιγράφοντες ἐκόμιζον. ἀλλ᾿ οὗτοι μὲν οἱ βασιλεῖς μετὰ τὸν Ἀλεξάνδρου γεγόνασι θάνατον. ὁ δὲ Πλάτων ἀνωτέρω τῆς Ἀλεξάνδρου βασιλείας ἐγεγράφει ταῦτα μηδέπω πεπανουργευμένων τῶν ἐπιγραφῶν, ἀλλ᾿ ἑκάστου βιβλίου τὸν ἴδιον γραφέα διὰ τοῦ προγράμματος δηλοῦντος. Πλάτων μὲν οὖν ὁμολογεῖ κατὰ τὴν Ἱπποκράτους μέθοδον ἐπισκοπεῖσθαι περὶ ψυχῆς φύσεως, ὡς ἐκεῖνος περὶ σώματος, ἀδύνατόν τέ φησιν ἄλλως τοῦτο γενέσθαι πρὸ τοῦ γνῶναι τὴν φύσιν τοῦ παντός. ἔνιοι δὲ τοσοῦτον ἡμαρτήκα- σιν, ὡς τὴν οὕτω θαυμαστὴν μέθοδον ἄλλου τινὸς εἶναι νοεῖν, τῷ μήδ᾿ ἀποκνῆσαι γράψαι τὸν εὑρόντα πρῶτον
    106
    οὕτω μέγα καὶ σεμνὸν πρᾶγμα τὴν ἀπόδειξιν αὐτοῦ. πῶς γὰρ οὐ μέγα καὶ σεμνὸν, ἁπάντων γεννητῶν καὶ φθαρτῶν σωμάτων εὑρεῖν στοιχεῖα; πῶς δὲ οὐ πολὺ μεῖζον ἀποδείξεσι πιστώσασθαι; καὶ ταῦτα μηδ᾿ ἐν στίχοις ὅλοις τριακοσίοις, ἀλλ᾿ ἐλάττοσι πολλῷ παραληφθῆναι δυναμένῳ; οὐ γὰρ εἰκός ἐστιν ἐν ἅπασι τοῖς θεραπευτικοῖς καὶ προγνωστικοῖς εὑρήμασιν ὡς ἀποδεδειγμένοις χρῆσθαι τοῖς στοιχείοις τὸν Ἱπποκράτην, μηδαμόθι τὴν ἀπόδειξιν αὐτῶν εἰρηκότα. ταῦτα μὲν οὖν ἐκ περιουσίας εἴρηταί μοι, δεικνύντι γνήσιον Ἱπποκράτους εἶναι τὸ βιβλίον. οὐ μὴν ὡς ἐν ἔργῳ γε τοῦτο σπουδαστέον, ἀλλὰ περὶ τῆς ἀληθείας τῶν ἐν αὐτῷ γεγραμμένων σκεπτέον ἀκριβῶς. τοῦτο δ᾿ ἡμεῖς ἐν τῷ περὶ τῶν καθ᾿ Ἱπποκράτους στοιχείων ἐπράξαμεν, ὃ παρὰ πᾶσι τοῖς πεπαιδευμένοις εὐδοκιμοῦν ὁρῶντες οἱ βάσκανοι ψυχρὰν αὐτοῦ ἀπολογίαν ἐποίησαν, οὐκ εἶναι φάσκοντες Ἱπποκράτους τὸ βιβλίον. ἀλλ᾿ ὅτι γε ταῦτα ἐτίθετο καὶ πρὸς ταῦτα ἀποβλέπων ἀεὶ τὰ κατὰ μέρος ἔγραψε πάντα τῶν ὁμολογουμένων ἐστίν. ἐπεὶ δὲ ὑπὸ ἀναισχυντίας
    107
    καὶ τοῖς ὑπὲρ πάντων ὁμολογουμένοις τε καὶ συμφωνουμένοις ἀντιλέγουσιν οἱ βάσκανοι, διὰ τοῦτο πραγματείαν ἑτέραν ἐποίησα, τοὐπίγραμμα τοιοῦτο ἔχουσαν, ὅτι καὶ κατ᾿ ἄλλα συγγράμματα τὴν αὐτὴν δόξαν ὁ Ἱπποκράτης ἔχων φαίνεται τῇ κατὰ τὸ περὶ φύσιος ἀνθρώπου.