In Hippocratis De natura hominis

Galen

Galen, In Hippocratis De natura hominis

Ὥσπερ γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶς πάντων καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν. οὐδὲ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ᾿ εἰ ἕν τι ἐκλίποι, πάντα ἂν ἀφανισθείη. ἀπὸ γὰρ τῆς αὐτέης ἀνάγκης πάντα ξυνέστηκέ τε καὶ τρέφεται ἀπ᾿ ἀλλήλων.
93

Τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν οὐ τὸ κατὰ τὴν ἐπικράτειαν ὀνομαζόμενόν τε καὶ νοούμενον, ἀλλὰ τὸ στοιχειῶδες λέγων καὶ κατὰ τὴν προκειμένην λέξιν ἐδήλωσε τὸν ἐνιαυτὸν εἰπὼν ἅπαντα πάντων μετέχειν. οὐ γὰρ τῶν κατ᾿ ἐπικράτειαν ἁπάντων ἅπας ὁ ἐνιαυτὸς μετέχει, ἀλλὰ τῶν στοιχειωδῶν, ὅλος μὲν χειμὼν ὑγροῦ καὶ ψυχροῦ, τὸ δὲ θέρος τῶν ἐναντίων, ξηροῦ τε καὶ θερμοῦ, ὁ δὲ φθινόπωρος ψυχροῦ τε καὶ ξηροῦ. ἔτι δὲ σαφέστερον ἐδήλωσε τοῦτο κἀν τῷ φάναι διαφθαρήσεσθαι καὶ τὰ ἄλλα φθάσαντος ἑνὸς ἐξ αὐτῶν ἀπολέσθαι, τῶν μὲν γὰρ στοιχείων ἑνὸς ἀπολλυμένου διαφθαρήσεσθαι τὸ ἐξ αὐτῶν συγκείμενον ἀληθὲς φάναι, τῶν δὲ κατ᾿ ἐπικράτειαν οὐκ ἀληθές. αὐτὸ γὰρ τοὐναντίον ἀληθές ἐστιν, ὅταν ἀπόληταί τι τῶν κατ᾿ ἐπικράτειαν λεγομένων, σώζεσθαι τὸ ἀντικείμενον αὐτῷ. θέρους μὲν γὰρ οὐκ ὄντος ὁ χειμών ἐστι, χειμῶνος δὲ τὸ θέρος, καὶ τοῦ μὲν ἦρος τὸ φθινόπωρον, τοῦ δὲ φθινοπώρου τὸ ἔαρ. εἰ δὲ τελέως ἀπόλλυται τὸ θερμὸν στοιχεῖον, παγήσεται μὲν τὸ ὑγρὸν, ὅτι μηκέτι θερμὸν

94
ὑπάρχει, ἀπολεῖται δὲ παντάπασιν ὁ ἥλιος, οὐδὲν δὲ οὔτε φυτὸν οὔτε ζῶον ὑπολειφθήσεται. κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ τὸ ψυχρὸν ἀπόλοιτο στοιχεῖον, ἅπαντα πῦρ ἔσται, καὶ εἰ τὸ ξηρὸν, ὕδωρ ἔσται πάντα, καὶ οὕτω διαφθαρήσεται τὰ κατὰ τὸν κόσμον ἅπαντα γεννητὰ σώματα. διὰ τοῦτ᾿ οὖν ἐξ ἀλλήλων ἔφη τρέφεσθαι τὰ κατ᾿ αὐτὸν σώματα στοιχειώδη. τὸ μὲν γὰρ ἀκριβὲς στοιχεῖον ἐπινοεῖται μᾶλλον ἢ ὑπάρχει. τὸ δ᾿ ὀλίγου δεῖν ἐκείνῳ ταὐτὸ ἕν τι τῶν ὑπαρχόντων ἐστίν. ἐὰν γοῦν ἀκριβῶς ὑγρὸν καὶ ψυχρὸν ἐπινοήσῃς γιγνόμενον τὸ ὕδωρ, οὐδὲ ὕδωρ ἔτι φυλαχθήσεται· παγήσεται γὰρ αὐτίκα καὶ στήσεται καὶ ῥέον παύσεται. κἂν τὴν γῆν ὡσαύτης νοήσῃς ἀκριβῶς ξηρὰν καὶ ψυχρὰν, σκληρότερον ἀδάμαντος ἔσται τὸ τοιοῦτο σῶμα. καὶ μὴν εἰ τοιαύτη γένοιτο, τῶν φυτῶν ἡ γένεσις παύσεται· παυσαμένης δ᾿ αὐτῆς καὶ ἡ τῶν ζώων διαφθαρήσεται τροφὴ, καὶ εἴπερ αὐτὴ, δηλονότι καὶ αὐτὰ τὰ ζῶα. κατ᾿ ἐπικράτειαν οὖν νοουμένου στοιχείου τοῦ ξηροῦ καὶ ψυχροῦ καὶ
95
ἡ ἐν τῷ κόσμῳ γῆ λέγεται ξηρὸν εἶναι καὶ ψυχρὸν σῶμα καὶ τὸ ὕδωρ ὑγρόν. ἀλλὰ καὶ αὐτὸ τὸ πῦρ μετέχει τινὸς ἀερώδους οὐσίας, ὥσπερ καὶ καπνώδους, καὶ μέντοι καὶ προφανῶς ὑγρότητος εἰς θρέψιν δεῖται, καθάπερ αἱ κατὰ τοὺς λύχνους φλόγες δηλοῦσι. τὰ τοῦ κόσμου οὖν στοιχεῖα τὴν τροφὴν ἐξ ἀλλήλων ἔχοντά ἐστι καὶ διὰ τοῦτο καὶ ὁ Πλάτων εἶπεν· αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ καὶ φθίσιν παρέχον καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ᾿ αὐτοῦ καὶ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν.

Οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀνθρώπου ἐκλίποι τουτέων τῶν συγγεγονότων, οὐκ ἂν δύναιτο ζῇν ὁ ἄνθρωπος.

Συγγεγονότα κέκληκε τὸ αἷμα καὶ τὸ φλέγμα καὶ τὰς χολὰς, ἐπειδὴ τὴν πρώτην διάπλασιν ἔσχε τὸ κυούμενον ἐκ τοῦ τῆς μητρὸς αἵματος, ἁπάντων μετέχοντος, αὔξησίν τε καὶ τροφὴν ὁμοίως. ἐὰν μὲν οὖν ἀπόλλυται παντάπασιν ἐκ τοῦ σώματος ἡμῶν ἤτοι τὸ ὑγρὸν, ἢ τὸ ξηρὸν, ἢ τὸ

96
θερμὸν, ἢ τὸ ψυχρὸν, αὐτίκα οἱ χυμοὶ διαφθαρήσονται, κατ᾿ ἐπικράτησιν, οὐκ εἰλικρινῶς οὐδ᾿ ἀκριβῶς ὄντες ὑγροὶ καὶ ξηροὶ καὶ θερμοὶ καὶ ψυχροί. τὸ γοῦν φλέγμα ὑγρὸν καὶ ψυχρὸν εἶναι λέγομεν, οὐχ ὡς μὴ μετέχον τῶν ἐναντίων, ἀλλ᾿ ὡς ἐπικρατούμενον ὑπὸ τούτων. καὶ εἴ γε ψυχρὸν ἀκριβῶς ἦν μόνον, ὡς κρύσταλλος ἂν ἐπεπήγει, καθάπερ γε καὶ εἰ ἀκριβῶς ὑγρὸν ἦν, οὐκ ἂν εἶχε πάχος οὐδὲ γλισχρότητα. κατὰ τὰ αὐτὰ δὲ κἀπὶ τῶν χολῶν· ἥ τε γὰρ ξανθὴ. ξηρὰ ἥ τε μέλαινα ξηρὰ καὶ γεώδης εἶναι λέγεται, μετέχουσα δηλονότι καὶ ὑγρότητος, ἢ οὐκ ἂν ἦν χυμὸς, ἀλλὰ καὶ στερεὸν σῶμα, ὡς ὁ ἀδάμας. οὕτω δὲ καὶ ψυχρὰ λέγεται, διότι πλέον ἐν αὐτῇ ψυχρότητός ἐστιν, ἢ θερμότητος. εἰ γοῦν ἀκριβῶς ἦν ψυχρὰ, κρυστάλλου ἂν δίκην ἐπεπήγει. καὶ τί δεῖ περὶ τούτων λέγειν; αὐτὸ γὰρ τὸ αἷμα τὸ δοκοῦν εὐκρατότατον λέγεται τοιοῦτο, ὅτι μηδὲν ἐπικρατεῖ μεγάλως ἐν αὐτῷ τῶν ἐναντίων ἀλλήλοις, μήτε τὸ θερμὸν τοῦ ψυχροῦ, μήτε τὸ ψυχρὸν τοῦ θερμοῦ, μήτε τὸ ὑγρὸν τοῦ ξηροῦ, μήτε τὸ ξηρὸν τοῦ ὑγροῦ. ἐπεὶ τοίνυν
97
δεῖται καὶ τὸ αἷμα αὐτὸ τῶν τεττάρων ποιοτήτων, ὑγρότητος καὶ ξηρότητος καὶ θερμότητος καὶ ψυχρότητος, εὔδηλον ὅτι καὶ τῆς τῶν ἄλλων χυμῶν δεήσεται μίξεως. καὶ διὰ τοῦτο τὸ εὐκρατότατον αἷμα μεθέξει τι καὶ φλέγματος καὶ χολῆς ξανθῆς καὶ μελαίνης. ἔστι δὲ καὶ ἕτερός τις λόγος φυσικὸς, οὐ σμικρὰν ἔχων πιθανότητα, καθ᾿ ὃν εἰς ἠθῶν ἐπιτηδείων γένεσιν οἱ τέτταρες ἀποδείκνυνται χυμοὶ χρήσιμοι. προαποδεῖξαι δὲ χρὴ πάλιν ἐν αὐτῷ ταῖς τοῦ σώματος κράσεσιν ἑπόμενα τὰ τῆς ψυχῆς ἤθη, περὶ οὗ καὶ ἡμῖν ἑτέρωθι γέγραπται. τούτου τοίνυν ὑποκειμένου τὸ μὲν ὀξὺ καὶ συνετὸν ἐν τῇ ψυχῇ διὰ τὸν χολώδη χυμὸν ἔσται, τὸ δ᾿ ἑδραῖον καὶ βέβαιον διὰ τὸν μελαγχολικὸν, τὸ δ᾿ ἁπλοῦν καὶ ἠλιθιώτερον διὰ τὸ αἷμα. τοῦ δὲ φλέγματος ἡ φύσις εἰς μὲν ἠθοποιΐαν ἄχρηστος, ἀναγκαίαν δὲ φαίνεται τὴν γένεσιν ἔχειν ἐν τῇ πρώτῃ μεταβολῇ τῶν σιτίων.

Ἰσχύει δὲ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν ὁ χειμὼν μάλιστα, ποτὲ
98
δὲ τὸ ἔαρ, ποτὲ δὲ τὸ θέρος, ποτὲ δὲ τὸ φθινόπωρον. οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ ποτὲ μὲν τὸ φλέγμα ἰσχύει, ποτὲ δὲ τὸ αἷμα, ποτὲ δὲ χολὴ, πρῶτον μὲν ἡ ξανθὴ, ἔπειτα δὲ ἡ μέλαινα καλεομένη.

Σαφὴς ἡ ῥῆσίς ἐστιν ἐπιδεικνύναι πειρωμένου τἀνδρὸς, ὥσπερ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν ὑγρὸν καὶ τὸ ψυ- χρὸν ἐπικρατεῖ καὶ καλεῖται χειμὼν ἡ τοιαύτη τοῦ ἔτους ὥρα, ποτὲ δὲ τὸ ὑγρὸν καὶ θερμὸν, ἡνίκα τὸ ἔαρ ἐστὶ, ποτὲ δὲ τὸ ξηρὸν καὶ θερμὸν, ὅπερ ὀνομάζεται θέρος. ὕστατον δ᾿ ἐπ᾿ αὐτοῖς τὸ ξηρὸν καὶ τὸ ψυχρὸν ἐν τῷ φθινοπώρῳ· οὕτω καὶ κατὰ τὸν ἄνθρωπον ἐπικρατεῖ φλέγμα μὲν ἐν χειμῶνι, ψυχρὸς καὶ ὑγρὸς χυμός· αἷμα δὲ ἐν ἦρι, θερμὸς καὶ ὑγρὸς χυμός. καὶ χολὴ ξανθὴ μὲν ἐν τῷ θέρει, ξηρὰ καὶ θερμὴ τὴν δύναμιν οὖσα, μέλαινα δ᾿ ἐν τῷ φθινοπώρῳ ξηρὰ καὶ ψυχρὰ, καθάπερ καὶ αὐτὸ τὸ φθινόπωρον.