In Hippocratis De natura hominis

Galen

Galen, In Hippocratis De natura hominis

Τῶν δὲ ἰητρῶν οἱ μέν τινες λέγουσιν ὡς ὁ ἄνθρωπος αἷμα μοῦνόν ἐστιν, οἱ δὲ αὐτέων χολήν φασιν εἶναι τὸν ἄνθρωπον, ἔνιοι δέ τινες φλέγμα.

Ἀντειπὼν ἐν τῷ πρὸ τούτου λόγῳ τοῖς φιλοσόφοις, οἳ ἢ πῦρ μόνον, ἢ ὕδωρ, ἢ γῆν, ἢ ἀέρα τὴν φύσιν εἶναι νομίζουσι τοῦ σώματος ἡμῶν, καὶ ἐπὶ τοὺς ἰατροὺς μετέβη κατὰ τὴν προκειμένην ῥῆσιν, ἐπιδεικνὺς καὶ τούτους ὁμοίως ἁμαρτάνειν ἐκείνοις, ὅσοι νομίζουσιν ἢ αἷμα μόνον εἶναι τὸν ἄνθρωπον, ἢ χολὴν, ἢ φλέγμα. προφανῶς οὖν ἤδη διώρισται τὸ κατὰ τὴν πρώτην ἁπασῶν ῥῆσιν ἀμφίβολον εἶναι δόξαν, οὐ τούτοις τὰ τέτταρα στοιχεῖα τιθεμένοις, ἀλλὰ τοῖς ἕν τι μόνον ἐξ αὐτῶν ἀντιλέγων ἀεὶ φαίνεται. παραλείπεται δ᾿ ἐνταῦθα δόξα τις ἰατρῶν, ἀναλόγως ἔχουσα τῇ τοῦ Μελίσσου, τῶν λεγόντων ἓν εἶναι τὸν ἄνθρωπον, ὃ μεταβάλλον, ἕκαστον τῶν εἰρημένων γίγνεται.

34
Ἐπίλογον δὲ ποιέονται καὶ αὐτοὶ πάντες τὸν αὐτόν· ἓν γάρ τι εἶναί φασιν, ὅ τι ἕκαστος ἠθέλησεν ὀνομάσαι αὐτέων, καὶ τοῦτο ἓν ἐὸν μεταλλάσσειν τὴν ἰδέην καὶ τὴν δύναμιν, ἀναγκαζόμενον ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ γίνεσθαι καὶ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν καὶ παντοῖόν τι ἄλλο· ἐμοὶ δὲ οὐδὲ ταῦτα δοκέει οὕτως ἔχειν. οἱ μὲν οὖν πλεῖστοι τοιαῦτά τινα καὶ ἔτι ἐγγύτατα τουτέων ἀποφαίνονται.

Καὶ τοὺς ἰατρούς φησιν ὅσοι χυμὸν ἕνα μόνον ἔφασαν εἶναι κατὰ φύσιν, ἐπίλογον ποιεῖσθαι τὸν αὐτὸν ἀλλήλοις τε καὶ τοῖς φιλοσόφοις, ἐπιδεικνύντας τὸν ἕνα τοῦτον χυμὸν, ὃν ἂν ἕκαστος αὐτῶν ὑποτίθεται, μεταβάλλειν εἰς τοὺς ἄλλους. ἃ δὲ κατασκευάζων ἕκαστος τὴν ἑαυτοῦ δόξαν ἔλαβεν, οὐδένα τῶν τεττάρων χυμῶν ἀποδείκνυσιν εἶναι κατὰ φύσιν, ἕτερον δὲ ἀντ᾿ αὐτῶν τινα πρότερον, ἐξ οὗ μεταβάλλοντος οὗτοι γίγνονται δόγματός τινος τοιοῦδε μὴ δυναμένου

35
συστῆναι κατὰ τὴν ἰατρικὴν θεωρίαν, ἀνάλογον τῇ τοῦ Μελίσσου κατὰ τὴν φυσικήν. ἐν οἷς γοῦν φασι τὸ ἓν τοῦτο μεταβάλλειν ἀναγκαζόμενον ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ γίγνεσθαι γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν, οὐδὲν ἐκ τούτων τῶν τεσσάρων εἰπεῖν ἐοίκασιν ἐκεῖνοι, πρὸς οὓς ἀντιλέγων, οὐ τὸ κατὰ φύσιν εἶναι φάσκει, ἀλλ᾿ ἕτερόν τι μεταβάλλον εἰς ταῦτα. γλυκὺ μὲν γὰρ τὸ αἷμα, πικρὰν δὲ τὴν ξανθὴν χολὴν καὶ λευκὸν μὲν τὸ φλέγμα. μέλαν δὲ τὴν μέλαιναν εὐλόγως εἰρῆσθαι νῦν, εἰς ἃ τὸ ἓν ἐκεῖνο μεταβάλλειν φησὶν, ἀναγκαζόμενον ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσκείμενον τὸ καὶ παντοῖον τοὺς ἐν ταῖς χαλεπαῖς οὔσαις νόσοις γιγνομένους ἰχῶρας ἐνδείκνυται. φαίνεται οὖν καὶ ἰώδης καὶ φαιὰ χολὴ, καλοῦσι δ᾿ αὐτὴν ἰσατώδη καί τις ἐρυθρὰ καὶ πρασοειδής. ἄλλαι τέ τινες ἀνώνυμοι καὶ μάλισθ᾿ ὅταν ᾖ σηπεδονῶδες τὸ νόσημα.

Ἐγὼ δέ φημι, εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ᾿ ἂν ἤλγεεν.
36
οὐδὲ γὰρ ἂν ἦν ὑφ᾿ ὅτου ἀλγήσειεν ἓν ἐόν. εἰ δ᾿ οὖν καὶ ἀλγήσειεν, ἀνάγκη καὶ τὸ ἰώμενον ἓν εἶναι.

Ἔμπροσθεν μὲν αὐτοὺς τοὺς λόγους διέβαλλεν, οὓς ἔλεγον οἱ ἓν εἶναι τὸν ἄνθρωπον ὑπολαβόντες, ἀποδείξας οὐ μόνον ἀναποδείκτους, ἀλλὰ καὶ ἀπιθάνους. τὰ νῦν δὲ τὴν δόξαν αὐτῶν ἀνατρέπει τῶν ἓν οἰομένων εἶναι τὸν ἄνθρωπον. ἔστι δὲ οὐ ταὐτὸ, ἢ λόγον προτεινόμενον ἐλέγχειν, ἢ δόξαν ὡς οὐκ ἀληθῆ διαβάλλειν. ἐνδέχεται γὰρ ἀληθῆ μὲν εἶναι τὴν δόξαν, οὐκ ὀρθῶς δὲ ὑπό τινων συνηγορεῖσθαι καὶ διὰ τοῦτο μὴ τῆς δόξης μὲν τὸν ἔλεγχον, ἀλλὰ τῶν συνηγορησάντων αὐτῇ γεγονέναι. νῦν οὖν ἐάσας τοὺς λόγους αὐτῶν, ἐλέγχει τὴν δόξαν αὐτὴν μόνην ἀφ᾿ ἑαυτῆς, οὐ μόνον ἰσχυροτάτῳ χρησάμενος, ἀλλὰ καὶ βραχυτάτῳ λόγῳ. εἴπερ γὰρ ἓν ἦν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλγεεν. ὅντινα λόγον ἔφην ἐξελέγχειν καὶ τοὺς ἄτομα καὶ ἄναρμα καὶ ἐλάχιστα στοιχεῖα τιθεμένους. ἓν γὰρ τῷ εἴδει καὶ κατὰ τούτους

37
ἐστὶ τὸ ὄντως ὄν. οὕτω δὲ ὠνόμασται τὸ πρῶτον σῶμα τὸ ἀγέννητόν τε καὶ ἄφθαρτον, ἐπειδὴ τἄλλα πάντα τὴν γένεσιν ἐκ τῆς ἐκείνου συνθέσεως λαμβάνει. γενήσεται γὰρ ἡ ἐκ τούτων δόξα, τὴν γένεσιν ἡμῶν ἐν ποίᾳ συνθέσει τῶν ἀϊδίων ἐκείνων σωμάτων τιθεμένῃ. καθάπερ ἡ Ἱπποκράτους ἐν τῇ κράσει τῶν τεσσάρων στοιχείων, ἣν Ἀριστοτέλης τε καὶ οἱ Στωϊκοὶ προσήκαντο. ὅτι δὲ εἴπερ ἓν ἦν ἁπλοῦν στοιχεῖον, οὐκ ἂν ἤλγει τὸ συγκείμενον ἐκ τοῦ τοιούτου στοιχείου σῶμα, τεκμήριον εἶναί φησι τὸ μηδὲν ἕτερον ὑπάρχειν δεύτερον, εἰς αὐτὸ δρᾶσαι δυνάμενον. οὐ γὰρ δὴ αὐτό γε ὑφ᾿ ἑαυτοῦ πάσχειν ἐγχωρεῖ τὸ ἓν ἐκεῖνο σῶμα. πρὸς τῷ καὶ εἰ συγχωρήσειέ τις ἀλγεῖν αὐτὸ, πάσχον ἔξ ἑαυτοῦ, τὴν, ἴασιν ἁπλῆν ἔσεσθαι. οὐκ ὄντων γὰρ πολλῶν παρ᾿ αὐτῷ πολλοὺς τρόπους ἰάσεως ἀδύνατονγενέσθαι.

Νυνὶ δὲ πολλὰ, πολλὰ γὰρ ἐστιν ἐν τῷ σώματι ἐνεόντα, ἃ
38
ὁκόταν ὑπ᾿ ἀλλήλων παρὰ φύσιν θερμαίνηταί τε καὶ ψύχηται, ξηραίνηταί τε καὶ ὑγραίνηται, νόσους τίκτει, ὥστε πολλαὶ μὲν ἰδέαι τῶν νοσημάτων, πολλὴ δὲ ἴησις αὐτέων ἐστί.

Ἐν μὲν τῇ πρὸ ταύτης ῥήσει τοὺς ἕν τι λέγοντας εἶναι τὸν ἄνθρωπον, ὅπερ ἐστὶ ταὐτὸ τῷ φάναι τὸ συνθετικὸν αὐτοῦ στοιχεῖον ἓν εἶναι, διήλεγξεν ἐκ τῶν ἀκολουθούντων ἀτόπων τῇ δόξῃ. οὐ γὰρ ἠλγήσαμέν ποτε, μηδενὸς ὄντος δευτέρου τοῦ διαθεῖναι τὸ ἓν ἐκεῖνο δυναμένου. εἶτ᾿ εἰ καὶ τοῦτο συγχωρήσαιμεν, ἡ ἴασις ἂν γένοιτο μονοειδὴς, οὐ πολυειδής. ἐν δὲ ταύτῃ τῇ νῦν ἡμῖν προκειμένῃ ῥήσει διῆλθεν ὅσα μέλλει δείξειν ὄντα πρώτως, ὑφ᾿ ὧν τἄλλα πάντα γίγνεται. ταῦτα δέ ἐστι θερμὸν καὶ ψυχρὸν ξηρόν τε καὶ ὑγρὸν, ἃ ὅταν μὲν ἀλλήλοις κραθῇ συμμέτρως, ὑγιαίνει τὸ ζῶον. ὅταν δ᾿ ἄλληλα θερμαίνῃ καὶ ψύχῃ καὶ ξηραίνῃ καὶ ὑγραίνῃ, τὰς ὀδύνας γεννᾷν πέφυκεν, οὐχ ἑνὶ τρόπῳ θεραπείας ἰωμένας. ἔνιαι μὲν γὰρ

39
αὐτῶν θερμαινομένων τῶν ὀδυνωμένων μορίων, ἔνιαι δὲ ψυχομένων, ἢ ξηραινομένων ἢ ὑγραινομένων παύονται. δέδεικται δὲ περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι. χεῖρον δ᾿ οὐδὲν εἰπεῖν τι καὶ νῦν βραχὺ, πρόδηλον ἔχον τὴν ἔνδειξιν τοῦ διὰ τὸ θερμόν τε καὶ ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν ἀλγεῖν τε ἡμᾶς καὶ θεραπεύεσθαι. τίς γὰρ οὐκ οἶδε τὴν γιγνομένην ὀδύνην, ὅταν ἐν χειμῶνι τὶς ἰσχυρῷ προελθεῖν ἔξω τῆς οἰκίας ἐπιχειρήσῃ; τί δ᾿ ὅταν ἐν καύματι σφοδρῷ; τὶς οὐκ ὀδυνᾶται διψῶν; ἢ τίς πληρωθεὶς ποτοῦ; τοῦ μὲν διψεῖν ξηραινομένων ἡμῶν γιγνομένου, τοῦ δ᾿ ὑπερεμπεπλῆσθαι τὴν ἐναντίαν διάθεσιν ἐργαζομένου. καὶ αἱ φλεγμοναὶ δὲ καὶ πάντες οἱ ὀδυνηροὶ καὶ παρὰ φύσιν ὄγκοι ποτὲ μὲν ὑπὸ περιττῆς ὑγρότητος εἰς τὸ μόριον ἐπιῤῥυείσης γίγνονται, ποτὲ δὲ τῷ τοὺς χυμοὺς ἤτοι θερμοὺς παρὰ φύσιν, ἢ ψυχροὺς εἶναι. καὶ μέντοι καὶ αἱ ἰάσεις τῶν μὲν ὑγρότητος ὑπερπληρωθέντων σωμάτων διὰ κενώσεως γίγνονται, τῶν δὲ παρὰ φύσιν
40
ξηραινομένων δι᾿ ὑγρῶν προσφορᾶς, ὥσπερ καὶ τῷ μὲν διὰ κρύους ὀδυνωμένῳ θερμανθέντι, τῷ δὲ διὰ θάλπους ἀμέτρου ψυχθέντι. δέδεικται δὲ καὶ τὰ φάρμακα πάντα διὰ τοῦ θερμαίνειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν ἐνεργοῦντα. πρώται γὰρ αὗται αἱ ποιότητές εἰσι δραστικαὶ τε καὶ ἀλλοιωτικαὶ τῶν σωμάτων, ὡς ἐπεδείξαμεν ἐν τῷ περὶ· τῶν καθ᾿ Ἱπποκράτην στοιχείων. ἕπονται δὲ αὐταῖς αἵ τε κατὰ γεῦσιν ποιότητες, ὧν ὀνόματα στύψις καὶ αὐστηρότης καὶ στρυφνότης καὶ πικρότης, ἁλυκότης τε καὶ δριμύτης, ὀξύτης τε καὶ γλυκύτης καὶ λιπαρότης· αἵ τε κατὰ χροιὰν, ἐν λευκότητι καὶ μελανότητι καὶ ἐρυθρότητι καὶ ταῖς ὁμογενέσιν· αἵ τε κατὰ τὴν ἁφὴν, ἐν σκληρότητι καὶ μαλακότητι καὶ κραυρότητι καὶ γλισχρότητι. ταῖς γευσταῖς δ᾿ ἰσάριθμοί πώς εἰσι καὶ αἱ κατὰ τὴν ὄσφρησιν, ἀλλ᾿ οὐκ ἔστιν αὐτῶν τὰ ὀνόματα κατ᾿ εἶδος. ἡ γὰρ κατ᾿ εὐωδίαν τε καὶ δυσωδίαν διαφορὰ τῶν ὀσμῶν, αὐτὸ δὴ τοῦτο διαφορὰ προσηκόντως ἂν νομίζοιτο καὶ λέγοιτο πολλοῖς εἴδεσιν ἑπομένη. τὰ μὲν δὴ κεφάλαια τοῦ λόγου ταῦτα. δέδεικται
41
δὲ τινὰ μὲν αὐτῶν ἐν τῷ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, τινὰ δὲ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ. οἱ πολλοὶ δὲ τὰς μὲν ἀποδείξεις ὀκνοῦσι μανθάνειν, ἀντιλέγουσι δὲ οἷς οὐκ ἴσασιν ἑτοίμως, οὗ τοὐναντίον οἱ φιλομαθεῖς τε καὶ ἀληθείας ἐρασταὶ πράττουσι, φιλοπόνως ἐκμανθάνοντες τὰς ἀποδείξεις, ὀκνηρῶς δὲ ἀντιλέγοντες.

Ἀξιῶ δ᾿ ἔγωγε τὸν φάσκοντα αἷμα μοῦνον εἶναι τὸν ἄνθρωπον καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα τὴν ἰδέην, μηδὲ γίγνεσθαι παντοῖον. ἀλλ᾿ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ, ἢ τῆς ἡλικίης τῆς τοῦ ἀνθρώπου, ἐν ᾖ αἷμα ἐνεὸν φαίνεται μοῦνον ἐν τῷ ἀνθρώπῳ. εἰκὸς γάρ ἐστιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ᾿ ἑωυτῷ ἓν ἐόν. καὶ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος φλέγμα εἶναι τὸν ἄνθρωπον καὶ περὶ τοῦ χολὴν φάσκοντος.
42

Ἔτι καὶ νῦν ἀντιλέγει πρὸς τοὺς ἓν εἶναι φάσκοντας τὸν ἄνθρωπον, ὅπερ ἔξ ἀρχῆς ἔφην αὐτῷ προκεῖσθαι. καὶ πρώτους δὲ ἐλέγχει τοὺς αἷμα φάσκοντας αὐτὸν εἶναι. μάλιστα μὲν γὰρ ἐχρῆν, φησὶ, τοὺς ὑγιαίνοντας ἀνθρώπους αἷμα μόνον ἔχειν ἐν τῷ σώματι, χωρὶς χολῶν τε καὶ φλέγματος, εἴπερ ἡ φύσις αἷμα μόνον ἐστὶν ἐν τῷ σώματι. ἔπειτα δὲ εἰ καὶ συγχωρηθείη πότ᾿ ἐπικτᾶσθαι χολὴν καὶ φλέγμα καὶ ἡλικίαν μίαν τινὰ, ἢ ὥραν τοῦ ἔτους εὑρίσκεσθαι, καθ᾿ ἣν αἷμα μόνον ἐστὶν ἐν τῷ σώματι χωρὶς τῶν ἄλλων χυμῶν. ὡσαύτως δὲ ἐλέγχων καὶ τοὺς ἤτοι χολὴν ἢ φλέγμα φάσκοντας εἶναι τὸν ἄνθρωπον, ὅπερ ἐστὶ τὸ κατὰ φύσιν εἶναι αὐτὸ μόνον, ἡγουμένους δὲ ἐν τούτῳ καὶ τὴν πρώτην γένεσιν ἐκ τούτου τοῦ χυμοῦ γεγονέναι.

Ἐγὼ μὲν γὰρ ἀποδείξω, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν φύσιν, ἀεὶ ταῦτα ἐόντα ὁμοίως καὶ νέου ἐόντος καὶ γέροντος καὶ τῆς ὥρης ψυχρῆς
43
ἐούσης καὶ θερμῆς καὶ τεκμήρια παρέξω καὶ ἀνάγκας ἀποφανῶ, δι᾿ ἃς ἂν ἕκαστον αὔξηταί τε καὶ φθίνῃ ἐν τῷ σώματι.

Δείξειν ἐπαγγέλλεται διὰ παντὸς μὲν ἐν τῷ σώματι περιεχόμενα τὰ πρὸς αὐτοῦ τιθέμενα στοιχεῖα, κατὰ τὰς ἡλικίας καὶ τὰς ὥρας αὔξησίν τε καὶ φθίσιν, ὅπερ ἐστὶ μείωσιν ἴσχοντα. κατὰ τὸν νόμον μὲν οὖν ἐστι τὸ πρὸς τῶν ἀνθρώπων νομιζόμενόν τε καὶ δοξαζόμενον, οὕτως εἰωθότων ὀνομάζειν τῶν παλαιῶν. κατὰ φύσιν δὲ τὸ κατ᾿ αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν.

Πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένεσιν αὐτέου γίνεσθαι μὴ ἀφ᾿ ἑνός. πῶς γὰρ ἕν γε ἐόν τι γεννήσειεν ἄλλο, εἰ μή τινι μιχθείη;

Ὁ μὲν οὖν Ἱπποκράτης ἀεὶ τοῖς ἐναργῶς φαινομένοις

44
ἀκολουθεῖ· διὰ τοῦτο καὶ νῦν ἔφη μηδὲν ἀφ᾿ ἑνὸς γεννᾶσθαι χωρὶς τοῦ δεηθῆναί τινος ἔξωθεν ἑτέρου καὶ τούτου συμμέτρως ἔχοντος τῆς πρὸς αὐτὸ κράσεως. ἔνιοι δὲ τῶν φυσικῶν ὀνομασθέντων φιλοσόφων οὐκ οἶδ᾿ ὅπως ἐτόλμησαν ἀποφήνασθαι δόξαν ἀλλόκοτον, ἅπασαν ἀνατρέπουσαν τὴν φυσικὴν θεωρίαν. ὁ ἓν γὰρ εἶναι τὸ πὰν εἰπὼν ἀναιρεῖ τῷ λόγῳ γένεσιν ἅπασαν. εἴπερ γὰρ ἓν τὸ γενόμενον οὐκ ἦν ἔμπροσθεν, ὥσπερ οὐδὲ ἔσεται μικρὸν ὕστερον. οὔτε γὰρ ὁ Θαλῆς οὔθ᾿ ὁ Μέλισσος οὔθ᾿ ὁ Ἡράκλειτος ἔμπροσθεν ἦσαν, ἢ νῦν εἰσιν. ἆρ᾿ οὖν ἀληθῶς ἄν τις εἴποι μὴ γεγονέναι τούτους τοὺς ἄνδρας, ἢ ἐγένοντο μὲν καὶ ἔζησαν ἔτεσιν οὐκ ὀλίγοις ἕκαστος, οὐκ ἦσαν δὲ καθ᾿ ὃν ἔζων χρόνον, ἢ τὸ μὲν εἶναι κατ᾿ ἐκεῖνον τὸν χρόνον αὐτοὺς συγχωρήσομεν, ὄντας δὲ οὐκ εἶναι φήσομεν ἡνίκ᾿ ἦσαν; καὶ μὴν εἴπερ ὄντας τις αὐτοὺς ὁμολογήσει, ὁμολογήσει καὶ γεγονέναι. πῶς δὲ πλάτανος καὶ λίθος καὶ λέων οὐκ ἦσαν πάλαι γένεσιν ἔχοντα καὶ φθοράν; εἴπερ δέ ἐστι γένεσις τοῦ πρότερον οὐκ ὄντος, ἀναγκαῖον αὐτὴν ἔκ τινος
45
ὑποκειμένης οὐσίας γενέσθαι. ταύτην δ᾿ ὁρῶμεν οὐ δυναμένην. αὐτὴν καθ᾿ αὑτὴν μόνην ὁτιοῦν γεννῆσαι. τὰ γοῦν τῶν φυτῶν σπέρματα καὶ ὑγρότητος καὶ θερμασίας συμμέτρου τῆς ἔξωθεν δεῖται πρὸς τὸ γεννῆσαί τι. μόνον γὰρ εἴπερ ἐπεφύκει γεννᾷν τὸ σπέρμα, μηδενὸς ἄλλου προσδεόμενον ἔξωθεν, οὐκ ἂν διέμεινεν οὐδὲ ἐν ἐλαχίστῳ χρόνῳ χωρὶς τοῦ γεννᾷν, ἀλλ᾿ εὐθὺς ἂν ἐφύετο. φαίνεται δὲ διαμένοντα πολλάκις οὐ μῆνας μόνον, ἀλλὰ καὶ ἐνιαυτοὺς οὐκ ὀλίγα τῶν σπερμάτων· οὐ γὰρ ἐξ ἑαυτῶν μόνον ἔχει τὸ γεννᾷν, ἀλλὰ δεῖταί τινος ἔξωθεν ἐπικουρίας καὶ ταύτης οὐ κατὰ θίξιν ἁπλῆν γιγνομένης, ἀλλὰ κατά τινα τοῦ ψαύοντος δύναμιν, εἴσω διαδιδομένην εἰς ὅλον τὸ ψαυόμενον. εἴ γε δι᾿ ὅλου φαίνεται τὴν ἀλλοίωσιν ἴσχον ἐν ταῖς γενέσεσι τὸ σπέρμα, κατά τε τὰ δένδρα καὶ τὰς πόας καὶ τὰ ὅλα φυτὰ, πολὺ δὴ μᾶλλον ἐπὶ τῶν ζώων ἐναργῶς φαίνεται, μήτ᾿ ἐξ ἄῤῥενος μόνου μήτ᾿ ἐκ θήλεως ἄνευ τοῦ μιχθῆναι δυνάμενόν τι γενέσθαι.

46
Ἐπειτὰ οὐδ᾿ ἂν μὴ ὁμόφυλα ἐόντα μίσγηται καὶ τὴν αὐτὴν ἔχοντα δύναμιν, γεννᾷ, οὐδ᾿ ἂν τὰ αὐτὰ ἡμῖν ξυντελέοιτο.

Οὐ μόνον ἐξ ἑνὸς ἀδύνατος εἶναι γεννηθῆναί τί φασιν, ἀλλ᾿ οὐδ᾿ ἐκ δυοῖν, εἰ μὴ ὁμόφυλα ἐόντα μίγνοιτο, τουτέστιν οἰκειότητα τῆς οὐσίας ἔχοντα. φαίνεται δὲ καὶ ταῦτα σαφῶς ἐπὶ τῇ τῶν ἑτερογενῶν ζώων γενέσει γιγνόμενα. καθάπερ ἐπὶ ἵππων ἔχει καὶ ὄνων ἀλωπέκων τε καὶ κυνῶν. ἐκ γὰρ τῆς τούτων ἐπιμιξίας γεννᾶται τὸ ζῶον, οἷον μικτὸν ἐξ ἀμφοῖν. ὅσα δ᾿ ἐπὶ πολὺ διεστῶσαν ἀλλήλων ἔχει τὴν φύσιν, οὐδ᾿ ἂν μιχθῇ, ποτὲ δύναται γεννῆσαί τι. τὸ δ᾿ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως προσκείμενον, οὐδ᾿ ἂν τὰ αὐτὰ ἡμῖν ξυντελέοιντο, παρέρχονται μὲν ὡς σαφὲς οἱ ἐξηγησάμενοι τὸ βιβλίον, ἀσαφὲς δέ ἐστιν, ἢ μὴ καλῶς ἡρμηνευμένον ὑπὸ τοῦ γράψαντος, ἢ διὰ τοὺς μεταγραψαμένους ἡμαρτημένον. ὃ δ᾿ οὖν μοι δοκεῖ βούλεσθαι δηλοῦν,

47
ἔστι τοιόνδε. κᾂν μὴ ὁμοειδὲς ᾗ τὸ μιγνύμενον ζῶον ἕτερον ἑτέρῳ, κοινωνίαν δή τινα τῆς φύσεως φησὶν εἶναι. οὐ γὰρ ἂν τὰ αὐτὰ ἡμῖν συντελέοιντο, τοῦτ᾿ ἔστιν, οὐκ ἂν γένεσις ἐκ τῆς συνόδου γένοιτο, ζώου τοῖς γεννήσασιν ὁμοίου. τάχα δὲ καὶ ἡ ῥῆσις οὐχ οὕτως εἶχεν, οὐδ᾿ ἂν τὰ αὐτὰ ἡμῖν συντελέοιτο.

Καὶ πάλιν εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ θάτερον θατέρου πολὺ προέξει καὶ τῷ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο.

Ἔμπροσθεν μὲν ἔφη μὴ δύνασθαι γόνιμον γένεσιν ἀποτελεσθῆναι μηδὲν, εἰ μὴ ὁμόφυλα εἴη τὰ συνιόντα. καὶ αὐτῶν δὲ τῶν ὁμοφύλων ἡ σύνοδος οὐκ ἐξ ἀνάγκης γεννᾷ. λέλεκται δὲ ἐν τοῖς ἀφορισμοῖς ὁ λόγος οὗτος αὐτῷ τέλειος ἔνθα φησὶν· Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν,

48
οὐ κυΐσκονται. καὶ ὁκόσαι καθύγρους ἔχουσι τὰς μήτρας, οὐ κυΐσκονται. ἀποσβέννυται γὰρ ὁ γόνος. καὶ ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικαέας, ἐνδείῃ γὰρ τῆς τροφῆς φθείρεται τὸ σπέρμα. ὁκόσαι δ᾿ ἐξ ἀμφοτέρων τῇ κράσει ἔχουσι συμμέτρως, αἱ τοιαῦται ἐπίτεκνοι γίγνονται. ἐν τούτῳ τῷ λόγῳ διδάσκει μὲν καὶ διά τινας αἰτίας ἄγονοι γίγνονται γυναῖκες. ἐνδείκνυται δὲ καὶ τὸ τούτῳ συνεπόμενον, ὑπὲρ οὗ καὶ ἡμεῖς ἑτέρωθι καὶ ἄλλοι πολλοὶ πρὸ ἡμῶν ἔγραψαν. ἐδήλωσε δὲ καὶ Πλάτων, οὐ σμικρὰν τέχνην εἰπὼν εἶναι, καθ᾿ ἣν ἐπίσταταί τις ζευγνύναι τοὺς ὁμόλογον κρᾶσιν ἔχοντας εἰς γένεσιν ἄνδρας τε καὶ γυναῖκας. ἃ γὰρ ἐπὶ τῶν κράσεων τῆς μήτρας εἶπε, ταῦτα καὶ περὶ τῆς τοῦ σπέρματος κράσεως ἐννοῆσαι χρή. καὶ γὰρ καὶ τοῦτο ποτὲ μὲν ὑγρότερόν ἐστι τοῦ δέοντος, ἢ ψυχρότερον. ἔστι δ᾿ ὅτε ξηρότερον, ἢ διακαέστερον. οἰκεῖον δέ ἐστι τῇ μὲν ξηροτέρᾳ μήτρᾳ τὸ ὑγρότερον σπέρμα, τῇ δὲ ὑγροτέρᾳ τὸ ξηρότερον, ὥσπερ γε καὶ τῇ μὲν θερμοτέρᾳ τὸ ψυχρότερον, τῇ δὲ ψυχροτέρᾳ τὸ θερμότερον. ὑπὲρ ὧν
49
ἐπὶ πλέον ἔν γε τῷ περὶ τεκνολογίας λόγῳ διερχόμεθα· νυνὶ δ᾿ ἀρκεῖ γιγνώσκειν ὅτι μήτε δυνατόν ἐστιν ἐξ ἑνός τι γίγνεσθαι, μήθ᾿ ὅταν ἐκ δυοῖν, ἢ καὶ πλειόνων συνιόντων γίνηται, χωρὶς οἰκειότητος τῆς πρὸς ἄλληλα καὶ συμμετρίας τινὸς κράσεως, τῆς ἐκ τῶν συνιόντων ἀποτελουμένης, οἷόν τέ ἐστι γεννηθῆναι τοῦτο.

Ὥστε πῶς εἰκὸς ἀφ᾿ ἑνός τι γεννηθῆναι, ὅπου γε οὐδὲ ἀπὸ τῶν πλειόνων γεννᾶται, ἢν μὴ τύχῃ καλῶς ἔχοντα τῆς κρήσιος τῆς πρὸς ἄλληλα.

Τὰ μὲν ἄλλα τῆς ῥήσεως ἐκ τῶν προειρημένων. ἐστὶ δῆλα. μεμνῆσθαι δὲ χρὴ τοῦ κατ᾿ αὐτὴν ὀνόματος εἰρημένου τοῦ τῆς κράσεως, ὅπερ διὰ τοῦ κρήσιος εἶπεν. ὅτι πρῶτος ὧν ἴσμεν Ἱπποκράτης ἀπεφήνατο κεράννυσθαι τὰ στοιχεῖα, καθάπερ καὶ μικρὸν ἔμπροσθεν ἐδείχθη. καὶ ταύτῃ διήνεγκεν Ἐμπεδοκλέους. κᾀκεῖνος γὰρ ἐκ μὲν τῶν αὐτῶν

50
στοιχείων, ὧν καὶ Ἱπποκράτης γεγονέναι φησὶν ἡμᾶς γε καὶ τὰ ἄλλα σώματα πάντα τὰ περὶ τὴν γῆν, οὐ μὴν κεκραμένων γε δι᾿ ἀλλήλων, ἀλλὰ κατὰ μικρὰ μόρια παρακειμένων τε καὶ ψαυόντων. ὅτι δὲ καὶ ἥδε ἡ δόξα τοὺς αὐτοὺς ἐλέγχους ἔχει ταῖς ἐξ ἀναισθήτων καὶ ἀπαθῶν τῶν πρώτων σωμάτων τὸ αἰσθητικὸν σῶμα γεννώσαις δόξαις, ἐπιδέδεικται διὰ τοῦ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων ὑπομνήματος, ἔνθα καὶ πασῶν σχεδὸν τῶν φυσικῶν δοξῶν ἐμνημονευσάμην, ὅσαι περὶ τῶν πρώτων ἀρχῶν, ἢ στοιχείων γεγόνασιν.

Ἀνάγκη τοίνυν τῆς φύσιος τοιαύτης ὑπαρχούσης καὶ τῶν ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ ἓν εἶναι τὸν ἄνθρωπον, ἀλλ᾿ ἕκαστον τῶν ξυμβαλλομένων εἰς τὴν γένεσιν, ἔχειν τινὰ δύναμιν ἐν τῷ σώματι, οἵηνπερ ξυνεβάλετο.
51

Προειρηκὼς ὁ Ἱπποκράτης, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως κραθείη, τὰς γενέσεις τῶν γεννητῶν δηλονότι σωμάτων ἀδύνατον εἶναι γενέσθαι· νῦν δὴ σαφῶς οὐκ ἀνθρώπου μόνον, ἀλλὰ καὶ πάντων ὅσα γένεσιν ἔχει καὶ φθορὰν σωμάτων ἐκ τῶν αὐτῶν εἶναι τὴν γένεσίν φησιν. ἐκ θερμοῦ γὰρ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πάντα γέγονε καὶ διὰ τοῦτο κοινὰ πάντων εἶναι ταῦτα στοιχεῖα. τὰ δὲ ἴδια τῆς τοῦ ἀνθρώπου φύσεως, αἷμα καὶ φλέγμα καὶ χολὴ ξανθή τε καὶ μέλαινα. καίτοι γ᾿ οὐδὲ ταῦτα ἴδια καλῶς ἂν λέγοιτο, κοινὰ γάρ ἐστιν ἁπάντων τῶν ἐναίμων ζώων. εὔδηλον δ᾿ ὅτι καὶ τούτων ἕκαστα ἐκ τῶν πρώτων τεττάρων γέγονεν, ἅπερ ἀπὸ τῶν ποιοτήτων ὀνομάζοντες, ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμὸν λέγομεν. ἴδια δὲ τῆς οὐσίας αὐτῶν ἐστιν ὀνόματα πῦρ, ἢ ὕδωρ, ἢ ἀὴρ, ἢ γῆ. πρόδηλον γὰρ ὅτι τὰ στοιχεῖα κατὰ τὰς ἁπλᾶς καὶ ἀμίκτους ποιότητας καλεῖται, θερμότητος μὲν ἄκρας ὑπαρχούσης ἐν πυρὶ, καθάπερ γε καὶ ὑγρότητος ἐν ἀέρι, ψυχρότητος δὲ ἐν ὕδατι, ξηρότητος

52
δὲ ἄκρας, ἅμα πιλήσει τε καὶ ψύξει κατὰ τὴν γῆν. πῶς οὖν οἴονταί τινες ὑγρὸν μὲν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμὸν Ἱπποκράτει τίθεσθαι τὰ στοιχεῖα; φαίνεσθαι γὰρ ἐν ἀνθρώπῳ ταῦτα, πῦρ δὲ καὶ ὕδωρ, ἀέρα τε καὶ γῆν μὴ προσίεσθαι, διότι μηδὲ φαίνεταί τι τούτων ἐν ἀνθρώπου σώματι. μὴ παρακολουθοῦντες μὴν, ὅτι τὰ φαινόμενα περὶ τὸ σῶμα μέν ἐστι τὰ φαινόμενα, καθάπερ τὸ σῶμα, θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. τίς αὖ ταῦτα τολμήσειε φάναι κοινὰ στοιχεῖα πάντων εἶναι σωμάτων; οὐδεὶς δήπου τῶν καὶ βραδυτάτων, εἰρηκότος τοῦ Ἱπποκράτους, ἀνάγκη τοίνυν τῆς φύσιος τοιαύτης ἐούσης καὶ τῶν ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ τὰ βλεπόμενα κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, λέγειν αὐτὸν οἴεσθαι νῦν, ἀλλὰ τὰ τέτταρα στοιχεῖα. ταῦτα γὰρ ἄκρας ἔχει καὶ ἀμίκτους ποιότητας, ἐξ ὦν ἀλλήλαις κεραννυμένων τὰ μεταξὺ σώματα πάντα γίγνεται, κατ᾿ ἐπικράτειαν οὐ κυρίως ὀνομαζόμενα θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. ὡς εἴ γε ταῦτα τὰ ἤδη κεκραμένα
53
στοιχεῖα θησόμεθα, τὰ τὰς ἄκρας ἔχοντα ποιότητας, οὐκ οἶδ᾿ ὅ τι φήσομεν εἶναι. καὶ κατὰ τὴν ἐχομένην δὲ ῥῆσιν ἐναργέστερον ἔτι τὴν ἑαυτοῦ γνώμην ἐνδείκνυται. πρὸς ἣν ἤδη μεταβῶμεν.

Καὶ πάλιν γε ἀνάγκη ἀποχωρέειν εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον, τελευτῶντος τοῦ σώματος τοῦ ἀνθρώπου, τό τε ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ θερμὸν πρὸς τὸ θερμὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν.

Ἀποχωρεῖν φησὶ διακρινόμενον ἐν τῇ τελευτῇ τοῦ ἀνθρώπου, πρὸς τὴν ἑαυτοῦ φύσιν, ἕκαστον τῶν προειρημένων στοιχείων, ἃ θερμὸν ἐκάλει καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν, οὐδέπω λέγων τὸ αἷμα, πρὸς τὸ κατὰ τὸν κόσμον αἷμα· καὶ τὸ φλέγμα πρὸς τὸ φλέγμα. καὶ τὴν χολὴν πρὸς τὴν χολήν. καὶ τὴν ἀρτηρίαν πρὸς τὴν ἀρτηρίαν· καὶ τὴν σάρκα πρὸς τὴν σάρκα· καὶ τὴν φλέβα πρὸς

54
τὴν φλέβα· καὶ τὸ νεῦρον ἀπιέναι πρὸς τὸ νεῦρον· ἀλλὰ τὸ καθ᾿ ἕκαστον τούτων θερμόν τε καὶ ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν εἰς τὰ κοινὰ πάντων ἀπέρχεσθαι στοιχεῖα. σύγκειται γὰρ δή που καὶ τὸ νεῦρον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τῶν στοιχείων δηλονότι. οὐ γὰρ δὴ ἐξ ἄλλου γε νεύρου, καθάπερ οὐδ᾿ ἡ φλὲψ ἐξ ἄλλης φλεβός. ὅτι μηδ᾿ ἐπινοηθῆναι δύναται κεραννύμενα δι᾿ ὅλων ἀλλήλων ταῦτα, σὰρξ καὶ φλὲψ καὶ ὀστοῦν καὶ ἀρτηρία καὶ τὰ ἄλλα μόρια. βούλεται δ᾿ αὐτὸς κεκρᾶσθαι δι᾿ ὅλων ἀλλήλοις τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν, εἴ τι μεμνήμεθα τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων. ὥστε οὐ τὰ σαφῶς βλεπόμενα κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ μόρια στοιχεῖα τῆς τοῦ ἀνθρώπου φύσεως ἐστίν, ἀλλὰ τὰ τούτων αὐτῶν συνθετικά τε καὶ γεννητικά. ταῦτα δέ ἐστιν ὕδωρ τε καὶ πῦρ, ἀήρ τε καὶ γῆ. ἀποδέδεικται γὰρ περὶ τούτων ἱκανῶς ἐν τῷ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων.

55
Τοιαύτη δὲ καὶ τῶν ζώων ἐστιν ἡ φύσις καὶ τῶν ἄλλων ἁπάντων.

Τοιαύτη, φησὶν, οὐ μόνον ἡ τοῦ ἀνθρώπου φύσις ἐστὶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐκ θερμοῦ δηλονότι καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκραμένη τῶν ἁπλῶν καὶ ἄκρων. τὰ γὰρ ἐν τῷ μεταξὺ πάντα τὴν κρᾶσιν ἐκ τούτων ἔσχηκεν. ἀδιανόητον οὖν γίγνεται τὸ λέγειν ἐν τῷ μεταξὺ τὴν κρᾶσιν γίγνεσθαι τῶν ἐν τῷ μεταξύ. τοῦτο δ᾿ οὐκ αἰσθάνονται λέγοντες οἱ ἐκ τῶν κατὰ τὸ σῶμα βλεπομένων ὑγρῶν καὶ ξηρῶν, θερμῶν τε καὶ ψυχρῶν, τὴν φύσιν ἡμῶν συγκεῖσθαι φάσκοντες. ἔτι δὲ ἀδιανοητότερον, εἰ καὶ τῶν ἄλλων ἁπάντων ζώων τε καὶ φυτῶν ἐκ τούτων λέγομεν εἶναι τὴν φύσιν. Ἱπποκράτης μὲν γὰρ εἴρηκε φανερῶς ἐν τῇ ῥήσει καὶ τῶν ἄλλων ἁπάντων τὴν τοιαύτην εἶναι φύσιν. οἱ δ᾿ οὐκ οἶδ᾿ ὅ τι φήσουσιν. ὅταν γοῦν εἰς τὴν γῆν ἐκβληθέντος σπέρματος συκῆς, εἰ τύχῃ, γένηται μέγιστον δένδρον,

56
ἀδιανόητόν ἐστι λέγειν, οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ᾿ ἑτέρωθεν αὐτῇ τὴν τοσαύτην οὐσίαν ὑπάρξαι. καὶ μὴν ἡ γῆ κατὰ τὸν ἑαυτῆς λόγον ἄκρως ἐστὶ ψυχρὰ, θερμότητα δ᾿ ἔχει πολλὴν ἡ συκῆ δι᾿ ἣν ζῇ, καὶ διὰ τοῦτο κᾀν τοῖς ἰσχυροῖς χειμῶσι καταψυχομένη οὐ νεκροῦται. δῆλον οὖν ὅτι μὴ μόνον ἐξ ὕδατος καὶ γῆς συνέστηκε τὸ σῶμα τῆς συκῆς, ἀλλὰ καὶ τῆς πυρώδους φύσεως μετείληφεν. εὔδηλον δ᾿ ὅτι καὶ τῆς ἀερώδους, εἴ γε σαφῶς ἐστι τὸ ξύλον αὐτῆς οὐ μόνον τῆς γῆς, ἀλλὰ καὶ τοῦ ὕδατος κουφότερον. ἐκ τῶν τεσσάρων οὖν ἐστι καὶ ἡ συκῆ. καὶ εἴπερ αὐτὴ καὶ τὸ σῦκον, οὕτω δὲ καὶ οἱ καρποὶ πάντες. εἰσὶ δὲ οἱ πυροὶ καὶ αἱ κριθαὶ καὶ οἱ κύαμοι καὶ τὰ ἄλλα δημήτρια σπέρματα τῶν καρπῶν μόρια. καὶ αὐτὰ τοίνυν ἐκ τῶν τεσσάρων συνεστήκασι, γῆς, πυρὸς, ὕδατός τε καὶ ἀέρος. ἐπεὶ δὲ ἐκ τῆς τῶν καρπῶν τε καὶ φυτῶν ἐδωδῆς οἱ μὲν ἡμῖν γίγνονται χυμοὶ, καὶ οὗτοι δηλονότι τὴν πρώτην ἀρχὴν τῆς γενέσεως ἕξουσιν, ὕδωρ καὶ γῆν, ἀέρα τε καὶ πῦρ. ἀλλ᾿ ὅπερ ἔφην, ἀποδέδεικται καὶ ταῦτα ἐν τῷ περὶ τῶν καθ᾿
57
Ἱπποκράτην στοιχείων, ὥστ᾿ ἤδη μεταβαίνειν καιρὸς ἐφ᾿ ἑτέραν ῥῆσιν.

Γίνεταί τε ὁμοίως πάντα καὶ τελευτᾷ ὁμοίως πάντα.

Οὐδὲ μαντευσάμενός τις ἔσεσθαί τινας ἀνθρώπους οἳ παρακούσουσιν αὐτοῦ, τοσαυτάκις ἂν εἶπε ταὐτὸ δόγμα, καθάπερ νῦν ὁ Ἱπποκράτης ἐποίησε, πάντα φάσκων οὐ μόνον ἄνθρωπον ὁμοίως γίγνεσθαι καὶ τελευτᾷν, ὥσπερ εἴρηται, ἐκ τῶν τεττάρων δηλονότι στοιχείων, οὐ τῶν ἐν τῷ σώματι μορίων θερμῶν, ἢ ψυχρῶν, ἢ ξηρῶν, ἢ ὑγρῶν. ἀλλ᾿ εἰσί γε οὕτω τινὲς ἀναίσθητοι λέξεως Ἑλληνικῆς, ὡς οἴεσθαι τὸ κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου θερμόν τε καὶ ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν αἰσθητῶς διαγιγνωσκόμενα, πάντων εἶναι τῆς γενέσεως κοινὰ στοιχεῖα.

58
Ξυνίσταται γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν προειρημένων πάντων καὶ τελευτᾶ κατὰ τὰ εἰρημένα, ἐς τὸ ἑωϋτὸ ὅθενπερ ξυνέστη ἕκαστον. ἐνταῦθα οὖν καὶ ἀπεχώρησεν.

Ἐπιμένει τῷ δόγματι τὴν φύσιν ἁπάντων ἐκ τῶν εἰρημένων τεττάρων συνίστασθαι καὶ τελευτᾷν εἰς αὐτὰ βουλόμενος. ὅθεν γὰρ ἕκαστον τῶν ὄντων συνέστη, φησὶν, ἐνταῦθα καὶ ἀπεχώρησεν, εἰς τὰ κοινὰ δηλονότι στοιχεῖα τοῦ κόσμου, γῆν, ὕδωρ, ἀέρα τε καὶ πῦρ. ἐσχάτως οὖν ἀγνοοῦσι τὴν Ἱπποκράτους γνώμην καὶ τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον. οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον οὔτε ὕδωρ οὔτε πῦρ οὔτε γῆν, ἀντὶ τοῦ μηδ᾿ ὅλως ἀκούοντες. ἐφάνη γὰρ οὐ τὸ μηδ᾿ ὅλως εἶναι τὰ κοινὰ πάντων στοιχεῖα κατὰ τὸ σῶμα βουλόμενος τοῦ ἀνθρώπου ὁ Ἱπποκράτης, ἀλλὰ τοὺς ἓν μόνον ἐξ αὐτῶν λέγοντας μεμφόμενος.

59
Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωϋτῷ αἷμα καὶ φλέγμα καὶ χολὴν διττὴν, ἤγουν ξανθήν τε καὶ μέλαιναν, καὶ ταῦτά ἐστιν αὐτέῳ ἡ φύσις τοῦ σώματος καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει.

Συντελέσας τὸν περὶ τῶν κοινῶν στοιχείων λόγον, ἐπὶ τὰ τῶν ἐναίμων ζώων, ὧν ἐστι καὶ ὁ ἄνθρωπος, ἐν τῇ προκειμένῃ ῥήσει μετέβη, βουλόμενος ἐξ αἵματος καὶ φλέγματος καὶ χολῆς διττῆς, τήν τε ἐξ ἀρχῆς γένεσιν ἡμῶν γίνεσθαι καὶ τὴν ἐν ὅλῳ τῷ βίῳ διαμονὴν ἐκ τούτων ὑπάρχειν καὶ ταῦτα τὴν ὅλην φύσιν εἶναι τοῦ ἀνθρώπου, τῶν μὲν χυμῶν ἐν τοῖς στερεοῖς περιεχομένων, αὐτῶν δὲ τῶν στερεῶν ἐν τῇ πρώτῃ διαπλάσει κυουμένου τοῦ ζώου, τὴν γένεσιν ἐκ τούτων ἐχόντων. ἐκ γὰρ τοῦ καταμηνίου πάντα τὰ μόρια γέγονεν, οὐκ εἰλικρινοῦς αἵματος ὄντος, ἀλλ᾿ ἔχοντος ἐν ἑαυτῷ διττὰς χολὰς καὶ φλέγμα. δείξει γὰρ ὀλίγον ὕστερον τοῦτο· καὶ μέντοι καὶ τὸ ὑγιαίνειν

60
ἡμῖν ἀλγεῖν τε καὶ νοσεῖν ἐκ τούτων φησὶ γίγνεσθαι, κατὰ τὸν τρόπον καθ᾿ ὃν γίνεται ταῦτα, διὰ τῆς ἐχομένης ῥήσεως.

Ὑγιαίνειν μὲν οὖν μάλιστα, ὁκόταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα χρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος καὶ μάλιστα ἢν μεμιγμένα ᾖ

Κατὰ πάντας ἰατρούς τε καὶ φιλοσόφους τοὺς τελείους δογματικοὺς ἡ συμμετρία τῶν στοιχείων ὑγίειαν ἐργάζεται. διττῆς δ᾿ οὔσης τῷ γένει τῆς ἐν ταῖς λογικαῖς αἱρέσεσι στοιχειώσεως, ἡ μὲν ἑτέρα κατὰ παράθεσίν τε καὶ περιπλοκὴν τῶν πρώτων σωμάτων τὰς γενέσεις τῶν συνθέτων γενέσθαι φησὶν, ἡ δὲ ἑτέρα κατὰ κρᾶσιν. ἡ μὲν οὖν προτέρα τὴν συμμετρίαν ἐν τῇ ποροποιΐᾳ τίθεται. ἡ δὲ ἑτέρα κατὰ τὴν εὐκρασίαν τῶν στοιχείων ἡμᾶς φησιν, ἧς δηλονότι δόξης ὁ Ἱπποκράτης ἐστὶν ἡγεμών. οὔσης δὲ διττῆς συμμετρίας,

61
τῆς μὲν ἐν τῇ δυνάμει τῶν κεραννυμένων, τῆς δὲ ἐν τῷ ποσῷ τῆς οὐσίας, ἑκατέρας ἐμνημόνευσεν Ἱπποκράτης εἰπὼν, τῆς τε δυνάμεως καὶ τοῦ πλήθεος. τὸ δ᾿ ἐπὶ τέλει τῆς ῥήσεως εἰρημένων τὸ καὶ μάλιστα ἢν μεμιγμένα ᾖ, τὴν ἀκρίβειαν τῆς δι᾿ ὅλων αὐτῶν κράσεως ἐνδείκνυται. κατὰ γὰρ τὴν τελείως ἀμεμπτοτάτην τοῦ σώματος διάθεσιν οὐ μόνον ἡ συμμετρία τῶν τεσσάρων στοιχείων, ἀλλὰ καὶ ἡ δι᾿ ὅλων κρᾶσις ἀκριβοῦται. κατὰ δὲ τὰς φαυλοτέρας κράσεις τοῦ σώματος ἐνδέχεταί ποτε καθ᾿ ἕν τι μόριον οὐκ ἴσως, οὐδ᾿ ὁμοίως οὐδὲ δι᾿ ὅλων ἀλλήλοις κεκρᾶσθαι τοὺς χυμοὺς, ἀλλ᾿ ὅταν γε μηδέ πω σαφῶς ἐνέργεια βλάπτεται, μεμπτὴ μέν ἐστιν ἡ ὑγίεια, νόσος δὲ οὐδέ πω.

Ἀλγέει δ᾿ ὁκόταν τι τουτέων ἔλασσον ἢ πλεῖον εἴη ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκραμένον ᾖ τοῖς ξύμπασι.
62

Ὥσπερ ἐπὶ τῆς ὑγιείας τὴν ἀκριβῆ συμμετρίαν ἐν ποσότητι καὶ δυνάμει καὶ τῇ δι᾿ ὅλων ἔθετο κράσει, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς νόσου τὰ τούτων ἐναντία τίθεται, τὸ μὲν ἔλασσον, ἢ πλέον εἴς τε τὸ ποσὸν τῆς οὐσίας καὶ τὴν δύναμιν ἀναγαγὼν, τὸ δὲ μὴ κεκρᾶσθαι τοῖς πᾶσιν εἰς δυσκρασίαν ἢ ἀνωμαλίαν κράσεως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι.

Ἀνάγκη γὰρ ὁκόταν τι τουτέων χωρισθῇ καὶ ἐφ᾿ ἑωϋτοῦ στῇ, ἔνθεν τε ἐξέστηκεν, οὐ μόνον τοῦτο τὸ χωρίον ἐπίνοσον γίγνεσθαι, ἀλλὰ καὶ ἔνθα στῇ καὶ ἐπιχυθῇ, ὑπερεκπιμπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχειν.

Ὅταν τῶν τεσσάρων τις χυμῶν αὐτὸς κατ᾿ ἑαυτὸν ἵστηταί που κατά τι μόριον, ἀποχωρισθεὶς τῶν ἄλλων καὶ μὴ κεκραμένος ᾖ ὅλος δι᾿ ὅλων αὐτοῖς, ὀδυνᾶται τὸ ζῶον ἐν δυσκρασίᾳ γενομένων ἀμφοτέρων τῶν μορίων, ἔνθεν τε ἐξέστη

63
καὶ εἰς ὃ μετέστη. καὶ μάλιστα τοῦτο γίνεται κατὰ τοὺς ἰσχυρὰς ἔχοντας τὰς δυνάμεις χυμούς. οὗτοι γὰρ οὐ μόνον τῷ ποσῷ βαρύνοντες τὸ μόριον, εἰς ὃ κατέσκηψαν, ἀλλὰ καὶ τῷ ποιῷ τὴν ὀδύνην ἐργάζονται, θερμαίνοντες ἢ ψύχοντες σφοδρῶς.

Καὶ γὰρ ὁκόταν τι τουτέων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις.

Ἀντὶ τοῦ πλεονάζοντος ἀκουστέον εἰρῆσθαι νῦν τὸ ἐπιπολάζοντος, ἢ εἴπερ μὴ τοῦτό τις ἀκούειν ἐθέλοι, τό μὴ κεκραμένον ἅπασι τοῖς ἄλλοις, ἐπιπολάζον οἰητέον εἰρῆσθαι. πιθανὸν γὰρ ἑκάτερον αὐτῶν.