De antidotis

Galen

Galen, De antidotis

[Περὶ τῶν Μιθριδατείων τε καὶ ἄλλων τινῶν Ἀνδρομάχου ἀντιδότων.] Ὁ περὶ τῆς θηριακῆς λόγος εἰς ὅλον βιβλίον ἐκταθεὶς, σύντομον ἐργάζεται τὸν περὶ ἄλλων ἀντιδότων λόγον, ἃς ἐν τῷδε τῷ γράμματι πρόκειταί μοι διελθεῖν, ἀπὸ τῆς Μιθριδατείου καλουμένης ἀρξαμένῳ, πρὸς μὲν τὰ πλεῖστα τῶν δηλητηρίων φαρμάκων δραστικωτέρας ὑπαρχούσης, ἀπολειπομένης δὲ ἐν τῇ τῶν ὑπ᾿ ἐχίδνης δηχθέντων ἰάσει τῆς θηριακῆς ὀνομαζομένης. ἐπεὶ δὲ καὶ ταύτην καὶ σχεδὸν ἁπάσας τὰς ἀρίστας ἔγραψεν

107
ἐφεξῆς ὁ Ἀνδρόμαχος ἐν τῇ τῶν ἐντὸς φαρμάκων διδασκαλίᾳ, διὰ τοῦτο κᾀγὼ πάσας αὐτὰς, ὡς ἐκεῖνος ἔγραψεν, ἐφεξῆς παραθήσομαι.

[Ἀνδρομάχου ἀντίδοτοι.] Ἀντίδοτος Μιθριδάτειος, πρὸς τὰ θανάσιμα ἰδίως ποιοῦσα, καὶ πρὸς τὰ ἐντὸς πάθη πάντα. ♃ Γλυκυῤῥίζης δραχ. ζ΄ S". καὶ τετρώβολον, ὀπίου δραχ. δ΄. ὀβολοὺς β΄. καστορίου δραχ. στ΄. πολίου δραχ. ε΄. ὀβολοὺς β΄. κόστου δραχ. ε΄. καὶ ὀβολοὺς β΄. ναρδοστάχυος δραχ. στ΄. ὀβολοὺς β΄. κασίας δραχ. ε΄. ὀβολοὺς β΄. λιβάνου δραχ. στ΄. σεσέλεως δραχ. ε΄. ὀβολοὺς β΄. ὑποκυστίδος χυλοῦ δραχ. στ΄. ἀκόρου δραχ. β΄. σκορδίου δραχ. στ΄. ὀβολοὺς β΄. φύλλου δραχ. δ΄. γάλλου δραχ. ε΄. τριώβολον. οἱ δὲ δραχ. στ΄. κύφεως δραχ. στ΄. ὀβολοὺς β΄. σμύρνης δραχ. στ΄. κρόκου δραχ. ζ΄. ὀβολοὺς β΄. κινναμώμου δραχ. ζ΄. ὀβολοὺς β΄. στύρακος δραχ. ε΄. ὀβολοὺς δ΄. δαύκου σπέρματος δραχ. στ΄. τριώβολον, ζιγγιβέρεως δραχ. ζ΄. ὀβολοὺς β΄. φοῦ Ποντικοῦ δραχ. β΄. πετροσελίνου δραχ. δ΄. ὀβολοὺς γ΄. νάρδου Κελτικῆς δραχ. δ΄. μαράθρου σπέρματος δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄.

108
ὑπερικοῦ δραχ. β΄. ἀκακίας δραχ. β΄. Γεντιανῆς δραχ. δ΄. οἱ δὲ δραχ. β΄. ἀνίσου δραχ. γ΄. θλάσπεως δραχ. στ΄. ὀβολοὺς δ΄. μήου ἀθαμαντικοῦ δραχ. δ΄. οἱ δὲ δραχ. β΄. ῥόδων ξηρῶν δραχ. δ΄. κόμμεως δραχ. β΄. καρδαμώμου δραχ. δ΄. οἱ δὲ δραχ. β΄. σχοίνου δραχ. στ΄. ὀβολοὺς β΄. ὀποπάνακος δραχ. στ΄. ὀβολοὺς β΄. ὀποβαλσάμου δραχ. στ΄. ὀβολοὺς δ΄. χαλβάνης δραχ. ζ΄. σκίγκου δραχ. β΄. ὀβολοὺς β΄. τερμινθίνης δραχ. στ΄. ὀβολοὺς β΄. οἴνου Χίου τὸ ἱκανὸν, μέλιτος Ἀττικοῦ ἑφθοῦ τὸ ἱκανόν.

[Ἄλλως ἡ Μιθριδάτειος ὡς Ἀντίπατρος καὶ Κλεόφαντος.] ♃ Σμύρνης δραχ. ζ΄ S". ὀβολοὺς δ΄. οἱ δὲ γ΄. νάρδου ἶσον, κρόκου δραχ. ζ΄. ὀβολοὺς γ΄. ὀπίου δραχ. δ΄. ὀβολοὺς β΄ S". στύρακος δραχ. ε΄. καστορίου δραχ. στ΄. ὀβολὸν ἕνα, κινναμώμου δραχ. ζ΄. ὀβολοὺς γ΄. πολίου δραχ. στ΄. ὀβολοὺς γ΄. σκορδίου δραχ. ζ΄. ὀβολοὺς γ΄. ζιγγιβέρεως τὸ ἶσον, κόστου δραχ. στ΄. ὀβολοὺς γ΄. πεπέρεως λευκοῦ δραχ. ε΄. ὀβολοὺς β΄. πεπέρεως μακροῦ δραχ. στ΄. ὀβολοὺς γ΄. σεσέλεως δραχ. ε΄. ὀβολοὺς β΄. ἀβροτόνου δραχ. ε΄. ὀβολοὺς β΄. πετροσελίνου δραχ. ιδ΄. δαύκου σπέρματος δραχ. στ΄. ὀβολοὺς γ΄. κασσίας δραχ. ε΄. ὀβολοὺς γ΄. λιβάνου δραχ.

109
στ΄. ὀβολοὺς β΄. ὑποκυστίδος χυλοῦ δραχ. στ΄. ὀβολὸν α΄ S". νάρδου Κελτικῆς δραχ. δ΄. μαράθρου σπέρματος δραχ. δ΄. μαλαβάθρου φύλλων δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. ἀκόρου, φοῦ Ποντικοῦ, σαγαπηνοῦ, βαλσάμου καρποῦ, ὑπερικοῦ, Ἰλλυρίδος, ἀνὰ δραχ. β΄. μίλτου Λημνίου δραχ. στ΄. κύφεως, σκίγκου ὀσφύος, ἀνὰ δραχ. στ΄. ἀκακίας, κόμμεως, καρδαμώμου, πελεκίνου, ἀνὰ δραχ. β΄. θλάσπεως δραχ. στ΄. ὀβολοὺς δ΄. Γεντιανῆς δραχ. δ΄. οἱ δὲ γ΄. ἀνίσου δραχ. γ΄. ῥόδων ξηρῶν δραχ. δ΄. μήου ἀθαμαντικοῦ ἶσον, σχοίνου δραχ. στ΄. ὀβολοὺς γ΄. ὀποπάνακος δραχ. στ΄. χαλβάνης δραχ. στ΄. ὀβολοὺς γ΄. ὀποβαλσάμου τὸ ἶσον, ἀριστολοχίας δραχ. α΄. ὑσσώπου δραχ. γ΄. πρασίου δραχ. α΄. χαμαιπίτυος δραχ. γ΄. λιβανωτίδος δραχ. ε΄. τερμινθίνης δραχ. στ΄. τριώβολον, μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, οἶνον μὴ βάλε.

[Ἀντίδοτος ἡ Ὀρβανοῦ λεγομένη τοῦ Ἰνδοῦ, πρὸς τὸ τὰ ἐντὸς βρέφη ἐκβάλλειν.] ♃ Σμύρνης δραχ. ιε΄. κρόκου δραχ. ιστ΄. νάρδου Ἰνδικῆς δραχ. ιστ΄. κινναμώμου, κασσίας,

110
πάνακος, ἀνὰ δραχ. ιγ΄. ἀμώμου δραχ. η΄. σκορδίου δραχ. κε΄. ἐν ἄλλῳ δραχ. ε΄. σχοίνου ἄνθους δραχ. η΄. μήου ἀθαμαντικοῦ δραχ. γ΄. ῥόδων χυλοῦ δραχ. ιβ΄. ὀβολοὺς γ΄. φοῦ δραχ. ε΄. ὀβολοὺς γ΄. ὑπερικοῦ δραχ. ε΄. ζιγγιβέρεως δραχ. στ΄. πεπέρεως μέλανος δραχ. στ΄. πεπέρεως λευκοῦ δραχ. η΄. στύρακος δραχ. ε΄. ὀβολοὺς γ΄. μαράθρου ἀγρίου σπέρματος δραχ. γ΄. ὀβολοὺς δ΄. πεπέρεως μακροῦ δραχ. ε΄. οἱ δὲ στ΄. κόστου δραχ. ζ΄. ὀβολοὺς γ΄. τριφύλλου σπέρματος δραχ. ε΄. Γεντιανῆς δραχ. δ΄. ἀριστολοχίας στρογγύλης δραχ. δ΄. πολίου δραχ. ε΄. τριφύλλου ῥίζης δραχ. ε΄. ὀβολοὺς γ΄. καρδαμώμου δραχ. ε΄. ἐχίου ῥίζης δραχ. δ΄. λιβάνου δραχμὰς στ΄. πετροσελίνου δραχμὰς στ΄. φλόμου δραχμὰς στ΄. σεσέλεως δραχμὰς ε΄. κυμίνου Αἰθιοπικοῦ δραχμὰς γ΄. βαλσάμου καρποῦ δραχμὰς δ΄. νάρδου Κελτικῆς δραχ. ζ΄. Λημνίας δραχμὰς δ΄. μηκωνείου δραχ. δ΄. ὀβολοὺς γ΄. κάγχρυος σπέρματος δραχμὰς γ΄. κύφεως δραχμὰς δ΄. ἴρεως Ἰλλυρικῆς ἴσον, μανδραγόρου χυλοῦ δραχμὰς στ΄. ὀβολοὺς γ΄. σαγαπηνοῦ δραχμὰς δ΄. ὀποπάνακος δραχμὰς γ΄. ἀνίσου δραχμὰς δ΄. ὑποκυστίδος
111
χυλοῦ δραχμὰς στ΄. τερμινθίνης δραχμὰς ε΄. ὀβολοὺς γ΄. καστορίου δραχμὰς ε΄. ὀποβαλσάμου δραχμὰς ιστ΄. πηγάνου ἀγρίου σπέρματος δραχμὰς γ΄. χαλβάνης δραχμὰς δ΄. βουνιάδος σπέρματος ἶσον, ἐλαφείου μυελοῦ δραχμὰς στ΄. ὀβολοὺς γ΄. μύρου νάρδου δραχμὰς κ΄. αἵματος ἐριφείου ξηροῦ δραχμὰς ε΄. ὀβολοὺς τρεῖς, καὶ χηνείου ξηροῦ ἶσον, νήσσης αἵματος δραχμὰς γ΄. τριώβολον, βουφθάλμου Αἰγυπτίου χυλοῦ δραχμὰς η΄. οἴνου Χίου ἀθαμαντικοῦ τὸ ἱκανόν.

[Ἀντίδοτος πανάκεια δι᾿ αἱμάτων, ᾗ χρῶμαι, πλείστην ἐπαγγελίαν ἔχουσα ἐκ τῶν Ἀφροδᾶ.] ♃ Κινναμώμου δραχ. η΄. ἀμώμου δραχ. δ΄. κασσίας σύριγγος μελαίνης δραχ. ιστ΄. κρόκου δραχ. ιστ΄. σχοίνου δραχ. ε΄. λιβάνου δραχ. ε΄. πεπέρεως λευκοῦ δραχ. δ΄. ὀβολοὺς γ΄. καὶ μακροῦ δραχ. α΄. ὀβολοὺς γ΄. σμύρνης δραχ. ια΄. ὀβολοὺς β΄. νάρδου Ἰνδικῆς δραχ. ια΄. τετρώβολον, Κελτικῆς δραχ. ιστ΄. ὀβολοὺς β΄. ῥόδων ξηρῶν δραχ. στ΄. κόστου δραχ. β΄. ὀβολοὺς γ΄ S". ὀποβαλσάμου δραχ. δ΄. ὀβολοὺς β΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. γ΄. ἄλλοι δραχ. δ΄ S". στοιχάδος δραχ. ε΄. ὀβολοὺς

112
β΄. τριφύλλου ῥίζης δραχ. δ΄. ἢ τοῦ σπέρματος δραχ. γ΄. σκορδίου ἄνθους δραχ. ια΄. ὀβολοὺς β΄. πολίου Κρητικοῦ δραχ. στ΄. ὀβολοὺς β΄. ἀσάρου δραχ. β΄. ἀκόρου δραχ. γ΄. ὀβολοὺς γ΄ S". δαύκου σπέρματος τὸ ἴσον, ἀνίσου σπέρματος δραχ. β΄. κυμίνου Αἰθιοπικοῦ ἴσον, ῥήου Ποντικοῦ δραχ. ε΄. ὀβολοὺς γ΄ S". βουνιάδος σπέρματος ἀγρίας δραχ. γ΄. ἢ γογγυλίδος σπέρματος ἴσον, φοῦ Ποντικοῦ δραχ. β΄. μέλιτος ἑφθοῦ τὸ ἱκανόν.

[Ἀντίδοτος ἀσύγκριτος ἣν συνέθηκα, ποιοῦσα πρὸς πάντα τὰ ἐντὸς πάθη, ὡς Νικόστρατος.] ♃ Ῥίζης γλυκείας, μαλαβάθρου φύλλου, ὀποβαλσάμου, ἀγαρικοῦ, κινναμώμου ἀνὰ δραχ. ιγ΄. ζιγγιβέρεως, τριφύλλου σπέρματος, ἀμώμου, πηγάνου ἀγρίου σπέρματος, ἀρκευθίδων μὴ πεπείρων ξηρῶν ἀνὰ δραχ. ιε΄. πετροσελίνου ἀνὰ δραχ. η΄. ὀποῦ μήκωνος ἴσον, καστορίου, πεπέρεως μακροῦ, ὑποκυστίδος χυλοῦ, κύφεως ἀνὰ δραχ. ιβ΄. ὀβολοὺς β΄. πολίου, πεπέρεως λευκοῦ, σεσέλεως, βδελλίου ἀνὰ δραχ. ιε΄. ὀβολοὺς γ΄. σχοίνου ἄνθους, κόστου ἀνὰ δραχ. ιβ΄ S". δαύκου σπέρματος, θλάσπεως ἀνὰ

113
δραχ. ιγ΄. ναρδοστάχυος δραχ. κδ΄. κασσίας μελαίνης ῥίζης δραχ. ιστ΄. λιβάνου, πάνακος, ὀποπάνακος, ἀνὰ δραχ. ιβ΄. ἀκόρου δραχ. ε΄. σκορδίου δραχ. ιζ΄. μαράθρου, νάρδου Κελτικῆς, Γεντιανῆς, ῥόδων ἄνθους, κόμμεως, ὀποῦ Κυρηναϊκοῦ, καρδαμώμου, ἀμμωνιακοῦ θυμιάματος, ἐχίου ῥίζης, ἀπαρίνης χυλοῦ, ἀνὰ δραχ. η΄. σαγαπηνοῦ, ὑπερικοῦ, ἀκακίας χυλοῦ, ἴρεως Ἰλλυρικῆς, ἀνὰ δραχ. ιδ΄. σμύρνης στακτῆς δραχ. κ΄. κρόκου δραχμὰς λ΄. στύρακος δραχμὰς ια΄. ὀβολοὺς β΄. φοῦ, μήου, δικτάμνου, βουνιάδος σπέρματος, καλάμου ἀρωματικοῦ, ἀνὰ δραχμὰς η΄ ἢ ι΄. ἀνίσου, ἀσάρου, ἀγαρικοῦ, σκίγκου, ἀνὰ δραχμὰς στ΄. τερμινθίνης, ἀνὰ δραχμὰς ιδ΄. ὀβολοὺς δ΄. χαλβάνης δραχμὰς ε΄. νήσσης θηλείας αἵματος, ἐριφείου αἵματος, ἀνὰ δραχμὰς ζ΄. πεπέρεως μέλανος καὶ πεπέρεως μακροῦ, ἀνὰ δραχ. κδ΄. κροκομάγματος ἴσας, πενταφύλλου ῥίζης, ὀριγάνου ἀγρίου, πρασίου, στοιχάδος, ἄμμεως, χαμαίδρυος, χαμαιπίτυος, κενταυρίου λεπτοῦ, ἀριστολοχίας λεπτῆς, ἀνὰ δραχ. στ΄. λημνίας σφραγῖδος δραχ. λ΄. χηνείου αἵματος, χελώνης
114
θαλασσίας, ῥήου Ποντικοῦ ἀνὰ δραχ. ζ΄. μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν· ἡ πόσις κυάμου μέγεθος ἐν ὕδατι. ποιεῖ καὶ πρὸς τεταρταῖον, πρὸς δὲ τὰ θανάσιμα, ὡς οὐκ ἄλλη. Ἀντίδοτος Αἰλίου Γάλλου, ᾖ Καῖσαρ συμφώνως, ταύτῃ καὶ Χάρμης ἐχρήσατο, ποιοῦσα πρὸς τὰ θανάσιμα καὶ ἰοβόλα, κᾂν τόπον ἑρπετῶν καταῤῥάνῃς, φυγαδεύσεις. ποιεῖ πρὸς ῥεῦμα πᾶν ὀφθαλμῶν, καὶ τῶν λοιπῶν ἀναξηραίνουσα, δυσαρεστήματα λύει, πυρετοὺς χρονίους καὶ περιοδικούς. ποιεῖ δὲ καὶ ἐπὶ τῶν δυστραπέλως καθαιρομένων γυναικῶν, ἀλύπως ἔμβρυα ἐκκρίνει, ποιεῖ καὶ πρὸς φθισικούς. ἡ δόσις καρύου Ποντικοῦ μεθ᾿ ὕδατος κυάθων δ΄. ἐπὶ δὲ τῶν ἐχεοδήκτων σὺν οἴνῳ. ♃ Σμύρνης δραχ. ιβ΄. κρόκου δραχ. ιδ΄. νάρδου ιδ΄. σχοίνου ιβ΄. κινναμώμου β΄. ἀμώμου δ΄. χαλβάνης ια΄. τερμινθίνης δραχ. ε΄. πεπέρεως λευκοῦ ι΄, καὶ μακροῦ λβ΄. κόστου δραχ. η΄. λιβάνου ιβ΄. ὀποῦ μήκωνος ἶσον, σκορδίου δραχ. ν΄. ἐν ἄλλῳ η΄. πολίου δ΄. ὑποκυστίδος χυλοῦ ιβ΄. πετροσελίνου ιη΄. σεσέλεως ιδ΄. δαύκου σπέρματος ιστ΄. ὀποβαλσάμου ιβ΄. ὀποπάνακος
115
ἴσον, καστορίου η΄. μέλιτος Ἀττικοῦ ξε. β΄. Ἀντίδοτος Ζωπύριος. ♃ Κινναμώμου δραχ. γ΄. σμύρνης στακτῆς δραχ. ε΄. νάρδου ε΄. δίδοται καρύου Ποντικοῦ μέγεθος σὺν ὕδατι, κυάθοις τρισὶν ἐπ᾿ ἐνιαυτόν.

[Περὶ τῆς Μιθριδατείου ἀντιδότου, ὡς Δαμοκράτης.] Ταύτας μὲν οὖν τὰς ἀντιδότους τὰς γεγραμμένας πάσας ὁ Ἀνδρόμαχος ἔγραψεν. ἐπεὶ δὲ τὰ διὰ μέτρων γεγραμμένα, καὶ πρὸς ἀκρίβειαν τῶν σταθμῶν τῶν φαρμάκων, καὶ πρὸς μνήμην ἐστὶ χρησιμώτατα, διὰ τοῦτο καὶ τὰς ὑπὸ Δαμοκράτους συγγεγραμμένας ἀξιολόγους ἀντιδότους ἐφεξῆς ὑπέταξα, τὴν ἀρχὴν ἀπὸ τῆς Μιθριδατείου ποιησάμενος.

[Αἱ ὑπὸ Δαμοκράτους ἀντίδοτοι γεγραμμέναι.] Ἀντίδοτος ἥν λέγουσι Μιθριδάτειόν τινες τῶν σφόδρα ἐπισήμων, δραστικὸν φάρμακον πρὸς πᾶν πάθος πᾶσάν τ᾿ ἀντίδοτον εἶπον ποιεῖν.

  • Σμύρνης Ἀραβικῆς Τρωγλοδύτιδος δραχ. ι΄.
  • Κρόκου ι΄. ἀγαρικοῦ ι΄. ζιγγιβέρεως
  • 116
  • Ι΄. Κινναμώμου ι΄. ναρδοστάχυος
  • Ι΄. λιβάνου ι΄. θλάσπεως ι΄.
  • Καὶ σεσέλεως, ὀποβαλσάμου, σχοίνου τε καὶ
  • Στοιχάδος, κόστου, χαλβάνης, τερμινθίνης,
  • Μακροῦ πεπέρεως, καστορίου τε Ποντικοῦ,
  • Ὑποκυστίδος χυλοῦ τε, καὶ στύρακος καλοῦ,
  • Ὀποπάνακος, καὶ μαλαβάθρου φύλλων νέου,
  • Πάντων ἑκάστου τὰς ἴσας δὶς δ΄.
  • Κασίας μελαίνης ζ΄. πολίου ζ΄.
  • Λευκοῦ πεπέρεως ταὐτὸ, σκορδίου τ᾿ ἴσον,
  • Τοῦ Κρητικοῦ δαύκου τε ταὐτὸν σπέρματος.
  • Ἴσας δ᾿ ἔνι τούτων, βαλσάμου καρποῦ δραχμὰς,
  • Καὶ κύφεως τὸν αὐτὸν ἐνίοτε τούτων σταθμόν.
  • Τινὲς δὲ καὶ βδελλίου ἐπὶ τούτων ἴσον,
  • Νάρδου καθαρᾶς δὲ Κελτικῆς, καὶ κόμμεως,
  • Καὶ πετροσελίνου, καὶ ὀπίου, μηκωνείου,
  • Καὶ καρδαμώμου, καὶ μαράθρου τοῦ σπέρματος,
  • Καὶ Γεντιανῆς, καὶ ῥόδων φύλλων ἴσας,
  • 117
  • Ἀνὰ ε΄. δραχμὰς μικρὸν ἐπιῤῥεπέστερον.
  • Τοῦ Κρητικοῦ τε ταὐτὸ δικτάμνου μέρος,
  • Ἀνίσου τε καὶ ἀσάρου τε γ΄. δραχ.
  • Ἀκόρου τε καὶ φοῦ, καὶ σαγαπηνοῦ τὰς ἴσας,
  • Ἀθαμαντικοῦ μήου τε καὶ τῆς ἀκακίας,
  • Σκίγκου τε γαστρὸς, ὑπερικοῦ τε σπέρματος.
  • Τούτων ἴσα πάντων ἀνὰ β΄. S".
  • Ὁλκάδας, οἴνου τὸ μέτριον, καὶ μέλιτος
  • Τὸ σύμμετρον, ὡς τάσδ᾿ ὁμοίως οὕτως σκεύασον.
  • Ἐπεὶ οὖν κύφεως ἐμνημόνευσεν ὁ Δαμοκράτης, ὃ καὶ αὐτὸς κατασκευάζεται, διὰ τοῦτο καλῶς ἐποίησε, προσγράψας αὐτοῦ τὴν κατασκευὴν, ἐφεξῆς γεγραμμένην.

  • Τὸ κῦφι δ᾿ οὐδέν ἐστιν οὐδὲ μίγμ᾿ ἁπλοῦν,
  • Οὐδ᾿ αὐτὸ γῆ φέρει τις, οὐδ᾿ ὀπίζεται.
  • Αἰγύπτιοι δὲ τοῦτο τῶν θεῶν τισιν
  • Ἐπιθυμιῶσι σκευάσαντες, ὡς φράσω.
  • Λευκὴν λαβόντες σταφίδα τὴν λιπαρωτάτην,
  • Αἴρουσι τὸν φλοιόν τε καὶ τὸ σπέρμ᾿ ἅπαν.
  • 118
  • Τὴν σάρκα δ᾿ αὐτῆς λεοτριβήσαντες καλῶς
  • Ἱστᾶσι δραχμὰς Ἀττικὰς δὶς δώδεκα,
  • Τερμινθίνης τε ταὐτὸ τῆς κεκαυμένης,
  • Σμύρνης τε ιβ΄. κινναμώμου δ΄.
  • Σχοίνου ιβ΄. καὶ κρόκου μία, βδελλίου
  • Ὄνυχας δραχ. γ΄. ἀσπαλάθου β΄. S".
  • Ναρδοστάχυος γ΄. καὶ κασίας γ΄. τῆς καλῆς
  • Καθαρᾶς, κυπείρου γ΄. δραχμὰς, ἀρκευθίδων
  • Ἐκ τῶν μεγίστων καὶ λιπαρῶν ταύταις ἴσας,
  • Θ΄. δὲ καλάμου τοῦ μυρεψικοῦ δραχμὰς,
  • Μέλιτος τὸ μέτριον, παντελῶς οἴνου βραχὺ,
  • Βδέλλιον, οἶνον, σμύρναν εἰς θυΐδιον
  • Βαλόντες, εὖ τρίβουσιν ὡς μέλιτος πάχος
  • Ὑγροῦ ποιῆσαι, καὶ προσαποδόντες μέλι
  • Τὴν σταφίδα συντρίβουσιν, εἶτα λεῖα δὲ
  • Ἅπαντα καταμίξαντες ἐκ τούτου κύκλους
  • Βραχεῖς ποιοῦντες θυμιῶσι τοῖς θεοῖς.
  • 119
  • Ῥοῦφος μὲν οὕτω δεῖν ἔφασκε σκευάσαι,
  • Ἀνὴρ ἄριστος ἑκτικός θ᾿ ἐν τῇ τέχνῃ.
  • Ἔνιοι δὲ κιννάμωμον οὐ σχόντες βαλεῖν
  • Μίσγουσι ταὐτὸ καρδαμώμου σπέρματος.
  • Χρῶνται δ᾿ ὁμοίως τῇ πρὸ ταύτης συνθέσει.
  • Τινὲς δὲ καὶ τοῖς ἧπαρ ἢ τὸν πνεύμονα,
  • Ἥ καί τι ἕτερον σπλάγχνον ἐξηλκωμένοις
  • Πίνειν διδόασιν, ὡς δραχμὴν τοῦ φαρμάκου.
  • [Περὶ τριῶν ἀντιδότων ἀξιολόγων, δυοῖν πρὸς τὴν φθίσιν καὶ μιᾶς πρὸς τὰ δηλητήρια.] Μεμνημένου δὲ τοῦ Δαμοκράτους καὶ ἄλλων ἀντιδότων ἀξιολόγων, ἄμεινον ἔδοξέ μοι κᾀκείνας διὰ τὴν αὐτὴν χρείαν ἐν μέτρῳ γεγραμμένας ὑπ᾿ αὐτοῦ παραθέσθαι. τὴν μὲν οὖν θηριακὴν ὀνομαζομένην ὅπως συντίθησιν ἐν τῷ πρὸ τούτου λόγῳ δεδήλωκα· νυνὶ δὲ τὰς ἐφεξῆς αὐτῆς γεγραμμένας παραθήσομαι.

  • Ἄλλη σφόδρα καλὴ πρὸς φθισικοὺς κεχρονισμένους
  • Τοὺς θ᾿ αἷμ᾿ ἀνάγοντας, καὶ πυρέσσοντας λάθρα,
  • 120
  • Καὶ τοὺς ἔχοντας ἀσθενῆ θώρηκα,
  • Καὶ τοὺς στομαχικοὺς, ἡπατικοὺς, νεφριτικοὺς,
  • Καὶ πρὸς ἅ προεῖπον πάντα. τοῖς τρυφερωτέροις
  • Μᾶλλον προσηνὴς, ἀλλ᾿ ἔλαττον δραστική.
  • Ταύτῃ λέγουσι τὸν Σεβαστὸν ἡδέως
  • Χρησάμενον ὑγιᾶ γεγονέναι ἐν βραχεῖ χρόνῳ,
  • Πλευροῖς τε καὶ θώρακι δυσχρηστούμενον.
  • Ἔχει δὲ ψυλλίου τε καὶ κασίας κιῤῥᾶς,
  • Ναρδοστάχυός τε, καὶ καθαρᾶς τῆς Κελτικῆς,
  • Καὶ κινναμώμου, καὶ κρόκου τοῦ προσφάτου,
  • Ἀνὰ ιβ΄. δραχμὰς, καὶ ὀποβαλσάμου δέκα,
  • Στακτῆς Ἀραβικῆς παχυτάτης ιστ΄.
  • Σχοίνου τε λεπτῆς, Λημνίας τε τῆς καλῆς,
  • Ῥᾶ Ποντικοῦ τε, πηγάνου τε σπέρματος,
  • Τὸ δ᾿ ἄγριόν ἐστι πήγανον κρεῖττον πολὺ,
  • Καλοῦ τ᾿ ἀμώμου καὶ ῥόδων ξηρῶν ἴσον,
  • Λευκοῦ τε πεπέρεως, βουνιάδος τοῦ σπέρματος.
  • Ἔστω δ᾿ ἀγρίας τοῦτο, μὴ τῆς ἡμέρου,
  • 121
  • Τούτων ἀνὰ δραχμὰς δ΄. λιβάνου τε γ΄.
  • Ἴσον τε λιβάνῳ προσβαλεῖς τὸ Κρητικὸν
  • Δίκταμνον, ἱκανῶς ξηρὸν ἀλλὰ πρόσφατον.
  • Ταὐτό τε κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος.
  • Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ,
  • Μόνον δὲ τὸ ψύλλιον εἰς ὅλμον βαλὼν,
  • Κόψον πολὺ πλέον, ἵνα λάβῃς ὅσον θέλῃς.
  • Ἅπαν γὰρ αὐτὸ λεπτὸν ἀδύνατον ποιεῖν.
  • Σκεύαζε δ᾿ οὕτω, τὴν καλὴν στακτὴν βαλὼν
  • Εἰς πλατυτέραν θυείαν, οἴνου παραχέων
  • Λιπαροῦ Φαλερίνου τὸ μέτριον, λέαινέ τε
  • Ἐπ᾿ ὀλίγον αὐτὰ, καὶ ὀποβάλσαμον τότε
  • Μιγνὺς, δίϋγρον τοῦτο δ᾿ ἐστὶ χρήσιμον,
  • Παρεμπάσσων τε τὰ ξηρὰ πάντα μίγματα,
  • Ἄφες δ᾿ ὀλίγον συμπιεῖν τὸ φάρμακον,
  • Τό, τε μέλι ζέσας, δὶς ἢ τρὶς αὐτῶν καταχέαι,
  • Ἑνῶν τε τὴν ἀντίδοτον ἀποθήσεις τότε,
  • Εἰς πυξίδ᾿ οἵαν εἶπον ἔμπροσθεν βραχὺ,
  • 122
  • Διδοὺς ὁμοίως κᾀπὶ τῶν αὐτῶν παθῶν.
  • Ἄλλη σφόδρα καλὴ πρὸς ἃ εἶπον πάνθ᾿ ἁπλῶς.
  • Φασὶν δ᾿ ἀμείνω τήνδε πρὸς τὰ πνεύματα
  • Πολλοῖς χρόνοις λυποῦντα τὸν στόμαχον, ποιεῖν,
  • Καὶ βορβορυγμοὺς τοὺς ἐνοχλουμένους ἀεὶ,
  • Τῶν ἐντέρων, κώλου τε, καὶ τῆς γαστέρος.
  • Ποιεῖ δὲ καὶ γέρουσιν ὀξυωπίαν.
  • Τοῖς θηριοδήκτοις δ᾿ ἐστὶ συμφορωτάτη.
  • Σκεύαζε δ᾿ αὐτὴν, ταῦτ᾿ ἔχων τὰ μίγματα.
  • Κυρηναϊκοῦ τοῦ καλοῦ δραχμὴν ὀποῦ,
  • Ἀκόρου τε καὶ φοῦ καστορίου τε καὶ ἀσάρου,
  • Καὶ καρδαμώμου σπέρματος καὶ κόμμεως,
  • Χυλοῦ τ᾿ ἀκακίας, τῆς ἀρίστης ἴρεως,
  • Καθαροῦ σαγαπηνοῦ, ὑπερικοῦ τοῦ Κρητικοῦ,
  • Τούτων ἑκάστου β΄. δραχμὰς ῥεπέστερον,
  • Ὀποβαλσάμου τε τοῦ διαυγοῦς γ΄. δραχμὰς,
  • Ὀποβαλσάμῳ δὲ ταὐτὸ ψυλλίου βάρος,
  • Λευκοῦ τε πεπέρεως, πετροσελίνου, Κελτικῆς
  • 123
  • Στάχυός τε νάρδου, μαλαβάθρου φύλλου νέου
  • Αἰθιοπικοῦ τε, καὶ κυμίνου σπέρματος,
  • Ἀθαμαντικοῦ μήου τε, κἀμώμου καλοῦ,
  • Μήκωνος, ὀπίου, γεντιανῆς καὶ βαλσάμου,
  • Στήσας ἑκάστου δραχμὰς δ΄. σταθμῷ,
  • Στύρακος σταγόνας δὲ ε΄. καὶ τριώβολον.
  • Κόστου δὲ λευκοῦ καὶ σεσέλεως, θλάσπεως,
  • Κασίας μελαίνης ε΄. ἑκάστου β΄. ὀβολοὺς,
  • Σχοίνου τε, πολίου ἀνὰ ε΄. τριώβολον,
  • Καὶ Κρητικοῦ δὲ ταὐτὸ, δικτάμνου πόας
  • Ταύτης ἴσον, πρόσβαλλε σκορδίου σταθμόν.
  • Μακροῦ πεπέρεως καὶ λιβάνου καὶ Λημνίας
  • Σμύρνης, γλυκυῤῥίζης, χαλβάνης, τερμινθίνης,
  • Ξηροῦ τε νήσσης αἵματος, τοῦ προσφάτου,
  • Ὀποπάνακός τε καὶ μαράθρου τοῦ σπέρματος,
  • Ξηρῶν ῥόδων φύλλων, καὶ τῆς ὑποκιστίδος
  • Χυλοῦ καλῶς γεγονότος, ἀγαρικοῦ τ᾿ ἴσα,
  • Τοῦ Κρητικοῦ δαύκου τε καθαροῦ σπέρματος,
  • 124
  • Ἀνισαρίου τε σπέρματος, σκίγκου τ᾿ ἴσον,
  • Δὶς τρὶς ἑκάστου μίγματος βαλεῖς σταθμὸν,
  • Καὶ ζιγγιβέρεως τε τοῦ ξηροῦ καλῶς,
  • Καὶ κινναμώμου καὶ κρόκου δὶς τέσσαρας,
  • Μέλιτός τε χρηστοῦ τὸν διπλοῦν πᾶσι σταθμὸν,
  • Οἴνου τε Χίου τοῦ καλοῦ τὸ σύμμετρον.
  • Ἡ τοῦ Φαλερίνου ταὐτὸ τοῦ κεχρονισμένου.
  • Σκεύαζε δ᾿ αὐτὴν, ὡς προεῖπον δεῖν ποιεῖν,
  • Τὴν θηριακὴν ἀντίδοτον ἔμπροσθεν βραχὺ,
  • Διδόναι θ᾿ ὁμοίως πᾶσιν, ὡς ἐκείνην ἔφην.
  • Ἄλλη δι᾿ αἱμάτων ἀντίδοτος, ἥν φασίν τινες
  • Ποιεῖν ἄμεινον πρὸς τὰ δηλητήρια.
  • Ἔχει δὲ χηνὸς αἵματος ξηροῦ δύο,
  • Καὶ τρεῖς χελώνης τῆς θαλασσίας δραχμὰς,
  • Τὸ δ᾿ αὐτὸ νήσσης, καὶ ἐρίφου γ΄. τὰς ἴσας.
  • Νήσσης δ᾿ ἄμεινον αἷμα θηλείας δοκεῖ,
  • Στακτῆς Ἀραβικῆς παχυτάτης δραχμὰς ι΄.
  • Ναρδοστάχυός τε τὰς ἴσας σμύρνης δραχμὰς,
  • 125
  • Καὶ κινναμώμου τοῦ καλοῦ δὶς τρεῖς δραχμάς.
  • Ῥόδων δὲ φύλλων ξηροτάτων δὶς τέσσαρας,
  • Σχοίνου, λιβάνου, κόστου, μία ἑκάστου δραχμὴ,
  • Καὶ τρεῖς ἀμώμου, πεπέρεως λευκοῦ τὰς ἴσας,
  • Καὶ τοῦ μακροῦ δὲ πεπέρεως μίαν ἥμισυ,
  • Κρόκου δὲ δώδεκα καὶ κασίας δὶς δ΄.
  • Ῥίζης τριφύλλου ε΄. πολίου τὰς ἴσας,
  • Ὀποβαλσάμου τρεῖς, πετροσελίνου δ΄.
  • Ἀρκευθίδων τῶν λιπαρῶν, καὶ ἀκόρου δύο,
  • Ῥᾶ Ποντικοῦ, μήου τε, δικτάμνου δύο,
  • Τουτέστι ἀνὰ δύο, φοῦ τε τὰς αὐτὰς β΄.
  • Ἀμμωνιακοῦ τε ὡσαύτως θυμιάματος,
  • Μαράθρου δραχμὰς β΄. ἀγαρικοῦ δύο ἥμισυ,
  • Τρεῖς τοῦ πετραίου πηγάνου, δαύκου β΄.
  • Ἀνισαρίου τε καὶ ἀσάρου μίαν ἥμισυ,
  • Ἴσον δὲ τούτοις, τούτοις πάλιν
  • Ἴσον κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος,
  • Καὶ γ΄. δραχμὰς βουνιάδος ἀγρίας σπέρματος,
  • 126
  • Τούτοις προσαπόδος ε΄. σκορδίου δραχμὰς,
  • Τὸ Κρητικὸν δ᾿ ἄμεινον ὡς προείπομεν,
  • Μέλιτος ἅπασι τοῦ καλοῦ διπλοῦν σταθμόν.
  • Ἅπαντα λεπτὰ λεῖα τὰ προειρημένα,
  • Ἑφθῷ τε τῷ μέλιτι δεύσας ἀποτίθου.
  • [Περὶ Χάρμου ἀντιδότου.] Μετὰ τὰς γεγραμμένας ἀντιδότους ἄχρι δεῦρο, τὴν Μιθριδάτειον ἔγραψεν ὁ Δαμοκράτης, ἣν ὀλίγον ἔμπροσθεν ἐγὼ παρεθέμην. ὑπερβὰς οὖν αὐτὴν, ὡς ἐφεξῆς γράφει, προσθήσω.

  • Ἀντίδοτος, ἥν φασιν οἱ νεώτεροι Χάρμην,
  • Θεραπεύει δὲ διαθέσεις κεχρονισμένας,
  • Ἃς οὐδὲν ὠφέλησεν ἕτερα φάρμακα.
  • Σμύρνης ἔχει δὲ τῆς καλῆς, ὀποβαλσάμου,
  • Ὑποκιστίδος χυλοῦ τε, καὶ λιβάνου καλοῦ,
  • Ὀποπάνακος καθαροῦ τε καὶ νέου κρόκου,
  • Τούτων ἑκάστου μίγματος δυοκαίδεκα.
  • Κόστου δὲ λευκοῦ, καστορίου τε Ποντικοῦ,
  • Τερμινθίνης τε τῆς καθαρᾶς, σχοίνου τ᾿ ἴσον.
  • 127
  • Πάλιν δ᾿ ἑκάστου μίγματος δὶς δ΄.
  • Βότρυός τ᾿ ἀμώμου τέσσαρας, πολίου τ᾿ ἴσας,
  • Καὶ κινναμώμου δ΄. πάλιν καλοῦ,
  • Δὶς τρεῖς δὲ δαύκου Κρητικοῦ τοῦ σπέρματος.
  • Τὸ δ᾿ αὐτὸ δαύκῳ σεσέλεως τοῦ σπέρματος,
  • Κασσίας δὲ κιῤῥᾶς τοῦ φλοιοῦ δὶς θ΄.
  • Καὶ πετροσελίνου σπέρματος ταύταις ἴσας,
  • Μακροῦ πεπέρεως προσφάτου δὶς δώδεκα,
  • Τὸ γὰρ παλαιὸν σητοκόπον εὑρίσκεται,
  • Λευκοῦ ι΄. δραχμὰς, χαλβάνης καθαρᾶς ι΄.
  • Ναρδοστάχυος δὲ τῆς καλῆς ἑκκαίδεκα,
  • Δὶς δ᾿ εἴκοσιν καὶ ε΄. Κρητικοῦ καλοῦ,
  • Καὶ προσφάτου. πρόσβαλλε σκορδίου δραχμὰς,
  • Τριπλοῦν δὲ μέλιτος πᾶσι τοῖς ξηροῖς βάρος.
  • Σκεύαζε δ᾿ αὐτὸν, ὡς προεῖπον σκευάσαι.
  • Ἄλλας τε δυνάμεις καὶ διδοὺς αὕτως πάλιν.
  • Ταύτην ἐπώλει Χάρμης Ἀττικῶν δραχμῶν
  • Δὶς πεντακοσίων, οὐδ᾿ ὅλην λίτραν διδοὺς,
  • 128
  • Ἐδόκει δὲ χάριτα διδόναι τοῖς ὠνουμένοις.
  • Τῶν δ᾿ ἀξιοπίστων Χάρμιδός τις γνωρίμων
  • Ταύτην ἔφασκε τὴν γραφὴν δοκιμωτάτην.
  • Νάρδου δὶς η΄. στάχυος Ἰνδικῆς δραχμὰς,
  • Σμύρνης τε χρηστῆς, καὶ ὀπίου, μηκωνείου,
  • Ὑποκιστίδος τε χυλοῦ, καὶ ὀποβαλσάμου,
  • Ὀποπάνακός τε τοῦ καθαροῦ καὶ προσφάτου,
  • Καὶ καστορίου καὶ λιβάνου πάντων ἴσα,
  • Ἀνὰ ιβ΄. δραχμὰς δ΄. δὲ χαλβάνης,
  • Τερμινθίνης τε ε΄. πολίου τέσσαρας,
  • Κασίας μελαίνης τῆς καλῆς δὶς δ΄.
  • Λευκοῦ πεπέρεως β΄. δραχμὰς, μακροῦ μίαν
  • Καὶ β΄. ὀβολούς. κρόκου δὲ κωρυκίου ι΄.
  • Μίαν δὲ πρὸς ταύταισι καὶ δὶς δ΄.
  • Σχοίνου πάνυ λεπτῆς, τοῦ τ᾿ ἀμώμου δ΄.
  • Β΄. κινναμώμου, σεσέλεως δραχμὰς δύο,
  • Δαύκου δραχμὰς στ΄. σπέρματος τοῦ Κρητικοῦ,
  • Καὶ πετροσελίνου σπέρματος δὶς θ΄.
  • 129
  • Δὶς δ΄. δὲ σκορδίου κόμης δραχ. ζ΄.
  • Βδέλλης ὄνυχός τε τῆς διαυγοῦς, ὡς δραχμὴν,
  • Μέλιτός τε λίτρας ε΄. καὶ μικρῷ πλέον.
  • Σκεύαζε δ᾿ οὕτω, προδιαλύσας τοὺς ὀποὺς
  • Τῷ μέλιτι θερμῷ, τήν τε ῥητίνην καλῶς,
  • Τὰ ξηρὰ πάντα παραπλάσσεις σεσησμένα.
  • Οὕτω δ᾿ ἑνώσας πάντα, δώσεις Ποντικοῦ
  • Καρύου τὸ μέγεθος τοῖς ὀφείλουσιν λαβεῖν.
  • [Περὶ τινων ἄλλων ἀντιδότων τῶν ὑπὸ Δαμοκράτους γεγραμμένον.]

  • Ἐφεκτικὴν δ᾿ ἀντίδοτον εἰ βούλει ποιεῖν,
  • Αἵματος ἄνω τε καὶ κάτω πολλοῦ φορᾶς,
  • Ταύτην ἀκριβῶς σκευάσας, ἕξεις καλὴν,
  • Κρόκου Κιλικίου τοῦ καλοῦ καὶ προσφάτου
  • Δραχμὰς δὶς η΄. καὶ ὀπίου, μηκωνείου,
  • Λιβάνου τ᾿ ἀτμήτου, καὶ καθαρᾶς σμύρνης ἴσον,
  • Πάντων ἑκάστου πάλιν δραχμὰς ιστ΄.
  • Φλοιοῦ δὲ ῥίζης μανδραγόρου δὶς δ΄.
  • 130
  • Ὑοσκυάμου δὲ σπέρματος τρὶς δ΄.
  • Τρὶς β΄. δραχ. μηκωναρίου τοῦ σπέρματος,
  • Τρεῖς κινναμώμου τοῦ καλοῦ δραχμὰς σταθμῷ.
  • Ῥοὸς δὲ χυλοῦ Παταρικῆς ἢ Συριακῆς
  • Τρὶς κε΄. καὶ ἑτέρας δὶς δώδεκα.
  • Σκεύαζε δ᾿ οὕτω, τὸν κρόκον κεκαθαρμένον,
  • Ἀπόβρεχε δ᾿ οἴνῳ Κρητικῷ λευκῷ γλυκεῖ
  • Δίδου β΄. τὸ πλεῖστον ἡμέρας. ὅταν ἴδῃς
  • Μαλακὸν ἄγαν εὔτριπτον εἰς ἴγδην βαλὼν,
  • Λέαινε τῷ δοίδυκι, καὶ λεῖον ποιῶν,
  • Πρόσβαλλε τὸν ὀπὸν τὸν λίβανον τῇ σμύρνῃ.
  • Χυλὸν δ᾿ ὁμοίως κατ᾿ ἰδίαν τὸν τῆς ῥοὸς
  • Διάβρεχε καὶ πρόσβαλλε τοῖς εἰρημένοις,
  • Καὶ πάλιν ἑνώσας λεῖα καὶ σεσησμένα,
  • Τὰ λοιπὰ πάντα προσαποδώσεις μίγματα,
  • Ἑφθοῦ τε μέλιτος Ἀττικοῦ βαλὼν βραχὺ,
  • Πάλιν λέανον ὡς γενέσθ᾿ ἓν φάρμακον
  • Ἐκ τῆς θυΐδος εἰς ὑαλοῦν ἀγγεῖον,
  • 131
  • Καὶ κασσιτερινὸν μετακόμιζ᾿ ἡνωμένον.
  • Δίδου δὲ τοῖς μὲν ἐκ φάρυγγος καὶ γαστέρος
  • Ἀνάγουσι καὶ θώρακος, ἔτι δὲ πνεύμονος,
  • Τριωβόλου τὸ πλῆθος, ἢ μικρῷ πλέον
  • Ἐν τρισὶ κυάθοις κράματος κεκραμένου.
  • Οἴνου δ᾿ ἀπὸ μύρτων καὶ ὕδατος τοῦ ἀπολύτου,
  • Τοῖς ἀπὸ νεφρῶν οὐροῦσιν, ἢ τῆς κύστεως,
  • Δίδου λέον τε φαρμάκου κεκραμένου.
  • Ἀπὸ νήστεως τε καταφέρει καὶ κώλου,
  • Λεπτῶν τε πάντων ἐντέρων τῆς θ᾿ ὑστέρας,
  • Τοῦ φαρμάκου δίδου μὲν ὡς δραχμὴν μίαν.
  • Δι᾿ ὕδατος ὀμβρίου δὲ τοῖς πυρουμένοις,
  • Ἀπυρέτοισι δὲ καὶ διὰ κράματος δίδου,
  • Ἤτοι δ᾿ ἀπὸ μύρτων ἢ γλυκέος τοῦ Κρητικοῦ.
  • Εἰ δέ τις ἔχειν βούλοιτο μὴ πολυμίγματον
  • Ἀντίδοτον, ἀλλ᾿ ἔχουσαν ὀλίγα μίγματα
  • Ταύτην ἀκριβῶς σκευάσας, ἕξει καλὴν
  • Πρὸς τοὺς ἀτόνους στομάχους τε καὶ ἀνορέκτους,
  • 132
  • Καὶ τοὺς καχέκτας, τούς τ᾿ ἀπεπτοῦντας ταχύ.
  • Πρὸς πάνθ᾿ ἁπλῶς ἀλγήματα, κύτος
  • Κεχρονισμένον τε καὶ κατασκευὴν ἔχον.
  • Ταύτῃ Τιβέριον τὸν Σεβαστὸν χρώμενον
  • Λέγουσιν, ἄλλην μὴ πεπωκέναι ποτέ.
  • Ἔχει δὲ μέλανος πεπέρεως πέντ᾿ οὐγγίας,
  • Κροκομάγματος ιε΄. καὶ ῥόδων ι΄.
  • Σεσησμένα ταῦτα πάντα μέλιτ᾿ ἀναλάμβανε.
  • Ἄλλη ποιοῦσα ταὐτὰ τῇ προγεγραμμένῃ.

  • Ἔχει δὲ ῥόδων μὲν οὐγγίας δὶς τέσσαρας,
  • Κεκομμένα ταῦτα πάντα καὶ σεσησμένα,
  • Ἀναλάμβαν᾿ ἑφθῷ μέλιτι τῷ λίαν καλῷ,
  • Δίδου καρύου τὸ μέγεθος τοῦ Ποντικοῦ,
  • Μετ᾿ οἰνομέλιτος ἢ μελικράτου προσφάτου,
  • Ἑψημένου καλῶς τε καὶ πεφρισμένου,
  • Τοῖς θηριοδήκτοις, ἢ τὰ δηλητήρια
  • Πεπωκόσι προσένεγκε καρύου τὸ μέγεθος
  • Τοῦ βασιλικοῦ μεθ᾿ ἑπτὰ κυάθων κράματος.
  • 133

    Ῥοδίδος σκευή.

  • Αὐτὸν δ᾿ ἐπιμελῶς δεῖ σε προδιασκευάσαι
  • Οὕτως ἀκριβῶς, ῥόδα λαβὼν τὰ πρόσφατα,
  • Τὸ φύλλον αὐτῶν ἐν σκιαῖς δυσὶ ψῦξον,
  • Ἢ τρισὶ τὸ πλεῖστον ἡμέραις, σήσας τε τρεῖς
  • Λίτρας, ἀπ᾿ αὐτῶν ὅλμῳ κόπτων συμμέτρως,
  • Σχοίνου τε δραχ. κ΄. εὖ κεκομμένης
  • Σμύρνης δέκα δύο καὶ κρόκου δὶς τέσσαρας,
  • Προσέμπασον, καὶ κόπτε πάνθ᾿ ὁμοῦ πάλιν
  • Ποιῶν κυκλίσκους εὐμεγέθεις, ψῦξον καλῶς,
  • Οὕτω θ᾿ ὅσον δεῖ λάμβαν᾿ εἰς τὸ φάρμακον.
  • Κροκομάγματος σκευασία.

  • Κροκόμαγμα δ᾿ εἰ βούλοιο καλὸν ἔχειν ἄγαν,
  • Σκεύαζ᾿ ἐπιμελῶς, Κιλικίου κρόκου δραχμὰς
  • Ἑκατὸν καταμίξεις, τῆς λιπαρᾶς σμύρνης ἅμα
  • Δὶς κε΄. καὶ ῥόδων ξηρῶν ἴσον,
  • Ἀμύλου δὲ ν΄. λευκοῦ κόμμεως
  • Ἴσας, ἄμυλον δὲ κόπτε σήσας ἐπιμελῶς,
  • 134
  • Πρόσβαλλ᾿ ἀθάλασσον οἶνον εὐώδη βραχὺν,
  • Δεύσας ἐπιμελῶς κᾀναπλάσας ψῦξον κύκλους
  • Καὶ χρῶ δεόντως ὡς καλῷ κροκομάγματι.
  • Ἀντίδοτος προγνωστική.

  • Προγνωστικὴν δ᾿ ἀντίδοτον οὕτως σκευάσεις,
  • Ἣν οἱ προλαβόντες ἂν λάβωσι θανάσιμον,
  • Ἐμέσουσιν αὐτὸν μετὰ τροφῆς παραυτίκα.
  • Οἱ δ᾿ εὐλαβῶς ἔχοντες ὡς εἰληφότες,
  • Ἂν ἐπιλάβωσιν, ἐξεμοῦσι τὴν τροφὴν,
  • Σὺν τῷ μετ᾿ αὐτῆς καταποθέντι φαρμάκῳ.
  • Ὁ δὲ μηδὲν ἄτοπον, μηδὲ δηλητήριον,
  • Συγκαταπεπωκὼς τοῖς δοθεῖσι σιτίοις,
  • Οὐ ναυτιάσει, καὶ καθέξει τὴν τροφήν.
  • Ποιεῖ δὲ ταὐτὸ φάρμακον καὶ πρὸς πόνους
  • Πλευρῶν, μεταφρένων, κύστεως, καὶ τῶν νεφρῶν,
  • Ἐπέχει τ᾿ ἀλύπως αἷμα φερόμενον πολὺ
  • Ὅθεν ἂν ἐκφέρεται τοῦτο, κᾂν ἐκ πνεύμονος.
  • Σκεύαζε δ᾿ οὕτω, Λημνίαν· ἔχων καλὴν
  • 135
  • Ἀπαραχάρακτον, τὴν ὁμοίως εἰρημένην
  • Στήσας ἀπ᾿ αὐτῆς δύ᾿ ὀβολοὺς δραχμὴν μίαν,
  • Ἀρκευθίδων τε τῶν λιπαρῶν δραχ. β΄.
  • Λέαιν᾿ ἐπὶ πολὺ, παραχέων χρηστὸν βραχὺ
  • Ἔλαιον ἱκανῶς πρόσφατόν τε καὶ γλυκὺ,
  • Διὰ μελικράτου δ᾿ ὡς καρύου τοῦ Ποντικοῦ
  • Μέγεθος προσοίσεις, οἷς ἐχρῆν σε προσφέρειν.
  • Ἐπέχειν δὲ πλεῖον αἷμα φερόμενον θέλων,
  • Δι᾿ ὀξυμέλιτος σφόδρα καθέφθου πρόσφερε.
  • [Περὶ τῶν ὑπ᾿ Ἀσκληπιάδου γεγραμμένων κατὰ τὸ ε΄. τῶν ἐντὸς παθῶν, ὃ Ἄσωνος ἐπιγράφεται.] Καλεῖν μὲν οὖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς ἀντιδότους οὐ μόνον ὅσα πρὸς τὰ θανάσιμα φάρμακα διδόασιν, ἀλλὰ καὶ πρὸς τὰ τῶν ἰοβόλων θηρίων δήγματα, καὶ προσέτι πάθη, καὶ μάλιστα χρόνια, κατά τι τῶν σπλαγχνῶν, ἢ ἀποστήματα. τεμὼν δὲ τριχῇ τὴν διδασκαλίαν αὐτῶν ὁ Ἀσκλη πιάδης, πρῶτα μὲν ἔγραψεν ὅσα φησὶ τοῖς κατὰ περίοδον πυρέττουσιν ἁρμόττειν, ἅμα τῷ καὶ συγχρίσματά

    136
    τινα, καλεῖ γὰρ οὕτως αὐτὸς, ἐφεξῆς προσγράψαι. ταῦτα μὲν οὖν ἅπαντα ληξιφάρμακα καὶ ληξιπύρετα καλεῖ· τὸ δὲ β΄. γένος αὐτῶν θηριακὰ φάρμακα, πρὸς λυσσοδήκτους καὶ σκορπιοδήκτους, ἔτι τε τούς τε ὑπὸ φαλαγγίων δεδηγμένους καὶ ἐχιδνῶν. τὸ δὲ τρίτον γένος τῶν φαρμάκων διχῇ τεμὼν καὶ αὐτὸ, τὸ μὲν ἕτερον αὐτῶν πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας ὀνομάζει. τὸ δ᾿ ἕτερον προφυλακτικὸν θανασίμων φαρμάκων, οὐ κατὰ τὴν αὐτὴν τάξιν τῷ Ἀνδρομάχῳ τὴν διδασκαλίαν ποιησάμενος. ἐκεῖνος γὰρ, ὡς ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος εἴρηταί μοι κατὰ τὴν ἐντὸς ἐπιγραφομένην τῶν βιβλίων αὐτοῦ, προτάξας ἀντίδοτα πάντα, ἐφεξῆς γράφει τὰ πινόμενα φάρμακα πρὸς ἡντιναοῦν διάθεσιν, οὐ μόνον ἀποστημάτων ἢ θανασίμων φαρμάκων ἢ θηρίων ἰοβόλων, ἀλλὰ κᾂν ἔμβρυον ἐκβαλεῖν δέῃ, καὶ τοῦτο τὸ φάρμακον ἀντίδοτον ὀνομάζει, καὶ πρὸς σπάσματα καὶ ῥήγματα, καὶ συνελόντι φάναι πρὸς πάντα τὰ ἐντὸς πάθη, περὶ ὅ τι ἂν ᾖ μέρος τοῦ σώματος ἡ σύστασις αὐτῶν γεγενημένη.
    137
    τὰ δὲ πρὸς τὰ τοιαῦτα πάθη πινόμενα φάρμακα καὶ ποτίσματα κέκληκεν ὁ Ἀσκληπιάδης ἐν τῷ δ΄. τῶν Ἄσωνος κατὰ τὸ τέλος αὐτὰ γεγραφώς. ὑστάτας μὲν οὖν ἔγραψεν ἀντιδότους ὁ Ἀσκληπιάδης ἐπὶ τῇ τελευτῇ τοῦ ἐν Ἄσωνος, τὰ πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας, ἢ προφυλακτικὰ τοῦ μηδὲν παθεῖν ὧν πίωσιν. ἐγὼ δὲ πρώτας ἐνταῦθα γράψαι τὰς τοιαύτας ἔγνωκα, διά τε τὴν πρὸς τὰς γεγραμμένας κοινωνίαν καὶ ὅτι πολύχρηστοι τυγχάνουσιν οὖσαι. καὶ γὰρ πρὸς τὰ ἀποστήματα καθ᾿ ὁτιοῦν σπλάγχνον καὶ μόριον ἐν τῷ βάθει κείμενον ἁρμόττουσι, καὶ πρὸς ἀτονίαν αὐτῶν ἔνιαι, καὶ πρὸς κακοχυμίαν, ἀνωδυνίαν τε καὶ πέψιν ἀπέπτων χυμῶν, δι᾿ ὅλης τῆς ἐπιφανείας κένωσιν ἄδηλον αἰσθήσει, καθάπερ καὶ τὰς αἰσθητὰς, δι᾿ οὔρων καὶ διαχωρημάτων καὶ πτυσμάτων, ὅσα μετὰ βηχὸς συνεκκαθαίρει πνεύμονά τε καὶ θώρακα. τὰ πλεῖστα δ᾿ αὐτῶν καὶ λεπτύνειν τοὺς παχεῖς χυμοὺς πέφυκε, καὶ τέμνειν, καὶ ἀποῤῥύπτειν τοὺς γλίσχρους, οἷς ἕπεται καὶ τὸ τὰς ἐμφράξεις
    138
    ὠφελεῖν, ὅσαι συνεχῶς μὲν καθ᾿ ἧπαρ εἰώθασι γίνεσθαι, συνίστανται δὲ καὶ κατὰ τὰ ἄλλα σπλάγχνα καὶ μόρια· σκοπὸς γὰρ ἐπ᾿ αὐτῶν ἐστι λεπτῦναί τε καὶ ἀποῤῥύψαι τοὺς χυμοὺς, ἀναστομῶσαί τε τὰ πεφραγμένα τῶν ἀγγείων πέρατα.

    [Ἀσκληπιάδου πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας, ὡς αὐτὸς ἔγραψε κατὰ λέξιν.] [Πρὸς τὸν τῆς μήκωνος ὀπόν.] Τοῖς μὲν οὖν τὸν τῆς μήκωνος ὀπὸν πιοῦσι συνοίσει ὑδρέλαιον συνεχῶς θερμὸν διδόμενον πίνειν, καὶ ἀναγκαζόμενον ἐμεῖσθαι· ἢ θερμὸν ὕδωρ μετ᾿ ὀξυμέλιτος διδόναι καὶ ἀναγκάζειν ἐμεῖν· ἁρμόσει δὲ καὶ διὰ κλυστῆρος τὴν κοιλίαν κενοῦν.

    [Πρὸς μηκώνιον.] Τοῖς δὲ μηκώνειον πίνουσιν ἁρμόσει ἄκρατον πολὺ παραχρῆμα διδόμενον· ἢ πέπερι μετὰ οἴνου, ἢ κάρδαμον, ἢ καρδάμωμον. ἁρμόσει δὲ καὶ γάλα πίνειν ὄνειον ἢ βόειον καὶ τὰ περὶ τὴν κοιλίαν καταπλάττειν ἀλεύρῳ πυρίνῳ ἢ κριθίνῳ ἡψημένῳ μετ᾿ οἴνου, καὶ κλύσμασι χρῆσθαι πρᾳοτέροις.

    139

    [Πρὸς ἀκόνιτον.] Τοῖς δὲ ἀκόνιτον πεπωκόσι βοηθεῖ ποθὲν πήγανον χειροπληθὲς, λεανθὲν μὲν μετ᾿ οἴνου ἀκράτου, καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς.

    [Πρὸς ὑοσκύαμον.] Τοῖς δὲ τὸν ὑοσκύαμον πιοῦσι συμφέρει γάλα ποθὲν, μάλιστα μὲν ὄνειον· εἰ δὲ μὴ, ἄλλο κατ᾿ ἰδίαν, καὶ μετὰ μελικράτου θερμοῦ.

    [Πρὸς κορίανον.] Τοῖς δὲ χλωρὸν κορίανον πιοῦσι· βοηθεῖ οἶνος ἄκρατος ποθεὶς καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς.

    [Πρὸς λαγωὸν θαλάττιον.] Τοῖς δὲ λαγωὸν θαλάττιον εἰληφόσιν ἁρμόττει γάλα πίνειν μάλιστα μὲν ὄνειον, εἰ δὲ μή γε, βόειον ἢ αἴγειον. δοτέον δὲ καὶ καυλοὺς μαλάχης ἡψημένους ἐπιμελῶς φαγεῖν, ἢ γλήχωνος χειροπληθοῦς μετὰ γλυκέος τριβέντος πίνειν, ἢ κυκλαμίνου ῥίζαν τριβεῖσαν μετ᾿ οἴνου· ἢ κεδρίας ὅσον ὀβολοῦ ἑνὸς, ἢ ἡμιώβολον, γλυκεῖ διεὶς πότιζε.

    [Πρὸς τοξικόν.] Τοῖς δὲ τοξικὸν πιοῦσι βοηθεῖ οἶνος

    140
    πινόμενος γλυκύς, καὶ ῥόδινον ἔλαιον, καὶ αἴγειον αἷμα, καὶ σπέρμα βουνιάδος τριβὲν μετ᾿ οἴνου.

    [Πρὸς ἐφήμερον.] Τοῖς δ᾿ ἐφήμερον πεπωκόσι βοηθεῖ χυλὸς πολυγόνου, ἢ ἀρνογλώσσου, ἢ ὀριγάνου, ἢ θύμου μέρος τι οἴνῳ διαλυθέν.

    [Πρὸς δορύκνιον.] Τοῖς δὲ δορύκνιον πιοῦσι βοηθεῖ γάλα βόειον ποθὲν, καὶ γλυκὺ, καὶ ζωμὸς κογχυλίων.

    [Πρὸς μύκητας.] Τοῖς δὲ μύκητας εἰληφόσι δοτέον ῥαφάνους ὠμὰς, ὥστε πλείστας ἐσθίειν· δοτέον καὶ οἶνον ἄκρατον καὶ κονίας κληματίνης ἀφέψημα, καὶ νίτρον λεανθὲν μετ᾿ ὄξους· ἢ τρύγα οἴνου καύσας, καὶ τρίψας μεθ᾿ ὕδατος δίδου πίνειν· ἢ ἀψίνθιον μετ᾿ ὄξους· ἢ πήγανον λεῖον μετ᾿ ὄξους· ποιεῖ δὲ καὶ αὐτὸ καθ᾿ αὑτὸ ἐσθιόμενον πήγανον.

    [Πρὸς ἰξίαν.] Τοῖς δὲ τὴν ἰξίαν πεπωκόσι βοηθεῖ ἀψίνθιον πινόμενον μετ᾿ οἴνου καὶ καστορίου καὶ πηγάνου. συνοίσει δὲ καὶ ὀξύμελι ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ ὀρίγανον μετ᾿ οἴνου. χρηστέον δὲ καὶ τῇ τοιαύτῃ

    141
    σκευασίᾳ. ♃ πηγάνου δραχ. στ΄. ῥητίνης δραχ. δ΄. καστορίου δραχ. β΄. χαμαιλέοντος κοχλιάρια γ΄. ταῦτα τρίψας καὶ ὄξει θερμῷ διαλύσας, πότιζε.

    [Πρὸς βουπρήστην.] Τοῖς δὲ τὴν βουπρήστην πεπωκόσι βοηθεῖ διδόναι γλυκὺ πλεῖστον πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν· καὶ ζωμὸν καθηψημένον κρεῶν ὑῶν, καὶ θερμὸν γάλα, καὶ οὐκ ἄπληστα φαγεῖν. καὶ ἀφέψημα σύκων δοτέον πίνειν, ἢ νίτρου ἐρυθροῦ δραχ. δ΄. λεάνας καὶ μίξας ὕδατι δίδου πίνειν.

    [Πρὸς κανθαρίδας.] Τοῖς δὲ κανθαρίδας πεπωκόσι συμφέρει πίνειν γλυκὺ μετ᾿ ἐλαίου, καὶ στέαρ ἑφθὸν ὕδατι διηθημένον, καὶ ἀναγκάζειν ἐμεῖν. συμφέρει δὲ καὶ γάλακτι πολλῷ ποτίζειν καὶ κώνους πλείονας τρώγειν· ἢ κώνους πλείστας τρίψας μετὰ μελικράτου δίδου πίνειν· ἢ πήγανον λεάνας καὶ ἰρίνῳ μύρῳ μίξας δίδου πίνειν· ἢ τῶν κανθαρίδων τὰ πτερὰ καὶ τοὺς πόδας σὺν μέλιτι τρίψας ἐκλείχειν δίδου.

    142

    [Πρὸς ψίλωθρον.] Τοῖς δὲ ψίλωθρον πιοῦσι συμφέρει θερμῷ ἐλαίῳ ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ γάλα αἴγειον πίνειν, καὶ μαλάχης ἑφθῆς χυλὸν μετὰ μελικράτου θερμοῦ, ἢ μετ᾿ ἐλαίου· ἢ ἰσχάδων ἀφέψημα μετ᾿ ἐλαίου, ἢ σήσαμον μετ᾿ οἴνου τρίψας δίδου πίνειν· ἢ κάρυα βασιλικὰ ε΄. λεάνας μετ᾿ ἐλαίου δίδου· ἢ τέφρας κληματίνης ἀπήθημα δίδου πίνειν.

    [Πρὸς λιθάργυρον.] Τοῖς δὲ λιθάργυρον πεπωκόσι βοηθεῖ πέπερι, σέλινον, σμύρνα μετ᾿ οἴνου λειωθέντα, καὶ πινόμενα.

    [Πρὸς γύψον.] Τοῖς δὲ γύψον πιοῦσι δοτέον πίνειν τέφρας κληματίνης ἀπήθημα, καὶ θύμον μεθ᾿ ὕδατος τριβέντα.

    [Πρὸς τὰς τοῦ γάλακτος ἐκθρομβώσεις.] Πρὸς δὲ τὰς τοῦ γάλακτος ἐκθρομβώσεις συμφέρει ποτίζειν ὄξος· διδόναι δὲ χρὴ καὶ πητυὰν μεθ᾿ ὕδατος κρηναίου ἢ σιλφίου καὶ θείου τὸ ἴσον λεανθέντα μετ᾿ ὀξυκράτου διδόναι πίνειν.

    143

    [Πρὸς ταύρειον αἷμα.] Τοῖς δὲ ταύρειον αἷμα πιοῦσι συμφέρει ὄξος θερμὸν διδόναι πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν, ἢ σιλφίου ὀβολὸν, ἢ ἡμιωβόλιον, ἢ νίτρου διώβολον, διέντας οἴνῳ διδόναι πίνειν, ἢ ἐρινεῶν καρπὸν τρίψας μετ᾿ ὄξους δίδου. ἁρμόσει δὲ καὶ τὴν κοιλίαν κενοῦν, καὶ θερμίνῳ ἀλεύρῳ, καὶ νίτρῳ, ἡψημένοις μετ᾿ ὀξυμέλιτος καταπλάττειν.

    [Πρὸς βδέλλας.] Τοῖς δὲ βδέλλας καταπιοῦσιν οἱ μὲν ἅλμην παρῄνουν πίνειν, οἱ δὲ χιόνα. ὁ δὲ Ἀσκληπιάδης λούειν παρῄνει, καὶ σπόγγον ἁπαλὸν ψυχρῷ δεύσαντα καθιέναι, ὥστε τὴν βδέλλαν ἐπιβᾶσαν τῷ σπόγγῳ κομίζεσθαι, καὶ ἔπειτα φακῆς χυλὸν ἐδίδου· τοὺς δὲ ἔξωθεν τοῦ τραχήλου τόπους τοῖς ψύχουσι καταπλάττειν παρῄνει. ὁ δὲ Μῦς Ἀπολλώνιος ὄξει δριμυτάτῳ ἐπότιζε, καὶ μετὰ ἅλμης ἐχρήσατο. ὁ δὲ χιόνα θερμήνας καὶ λύσας ἐχρήσατο, καὶ τοῖς κατὰ καιρὸν τὴν κοιλίαν καθαίρουσιν, ἐδεστοῖς τε καὶ ποτοῖς, πρὸς τὴν τῶν βδελλῶν ἔκκρισιν· συγκαταφέρεσθαι

    144
    γάρ φησι ταύτας τοῖς κατὰ τὴν κοιλίαν ἐκκρινομένοις πολλάκις.

    [Πρὸς ψιμύθιον.] Τοῖς δὲ ψιμύθιον πιοῦσι συνοίσει ἐλαίῳ θερμῷ ποτίζεσθαι καὶ ἀναγκάζειν ἐμέσαι. συνοίσει δὲ καὶ γλυκὺ καὶ θερμὸν ποτίζεσθαι ὕδωρ, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ γάλα ὄνειον πίνειν διδόναι, καὶ μαλάχης ἑφθῆς χυλὸν, καὶ μελίκρατον θερμὸν, μετ᾿ ἐλαίου ἀνακόψας δίδου πίνειν· ἢ ἀφέψημα ἰσχάδων μετ᾿ ἄλλων δίδου πίνειν, κάρυα βασιλικὰ ε΄. λεάνας μετ᾿ ἐλαίου, δίδου πίνειν· ἢ τέφρας κληματίνης ἀπήθημα δίδου. καὶ περὶ μὲν τῶν ἁπλῶν θανασίμων ἐπὶ τοσοῦτον εἰρήσθω. περὶ δὲ τῶν συνθέτων λεχθήσεται. ἐκτίθεσθαι δὲ τὰς τούτων σκευασίας μοχθηρόν μοι δοκεῖ, καίπερ πολλῶν ἐπιχειρησάντων ταῖς τούτων συγγραφαῖς, ὧς ἐστιν Ὀρφεὺς ὁ ἐπικληθεὶς Θεολόγος καὶ Ὦρος ὁ Μενδήσιος ὁ νεώτερος καὶ Ἡλιόδωρος ὁ Ἀθηναῖος τραγῳδιῶν ποιητὴς, καὶ Ἄρατος, καὶ ἄλλοι τινὲς τῶν τοιούτων συγγραφεῖς. τούτους μὲν οὖν ἄν τις θαυμάσειεν ἐμμέτρως ἐπιχειρήσαντας

    145
    ταῖς περὶ τούτων πραγματείαις· μέμψαιτο δ᾿ ἂν εὐλόγως διὰ τὰ πράγματα. διδάσκειν γὰρ μᾶλλόν ἐστι καὶ προσάγειν τοὺς βουλομένους ἐπὶ κακῷ, τὸ πλησίον ἐπιχειρεῖν ταῖς τούτων σκευασίαις. οἱ γοῦν τῶν καλῶν τούτων ποιημάτων συγγραφεῖς τὴν παρὰ τοῖς πολλοῖς εὐλαβούμενοι καταδρομὴν, ἐναρχόμενοι τῆς τούτων παραδόσεως, τοὺς ἐντευξομένους πείθειν ἐπιχειροῦσιν ὡς οὐκ |ἂν εἴησαν φαῦλοι τὸ ἦθος, οὐδὲ τῶν τοιούτων φθοροποιῶν διδάσκαλοι, ὥσπερ καὶ Ἡλιόδωρον ἐν τοῖς πρὸς Νικόμαχον ἀπολυτικοῖς ἐναρχόμενόν ἐστιν εὑρεῖν οὕτω γράφοντα.

  • Οὐ μὰ τὸν ἐν Τρίκκῃ πρηὺν θεὸν, οὐ μὰ τὸν ὑψοῦ
  • Ἠέλιον σπείροντα θεοῖς φαεσίμβροτον αἴγλην,
  • Οὐ μὰ θεῶν σκηπτοῦχον, ὑπερμενέα Κρονίωνα.
  • Οὔτε μέ τις δώροισι παρήγαγεν, οὔθ᾿ ὑπ᾿ ἀνάγκης,
  • Οὔτε χάριν φιλίης ἑτέρῳ κακὰ νεῖμαι ὑπέστην.
  • Ἀλλ᾿ ὁσίας μὲν χεῖρας ἐς ἠέρα λαμπρὸν ἀείρω,
  • Καὶ κακίης ἀμόλυντον ἔχω κατὰ πάντα λογισμόν.
  • 146

    Ἐκ τῶν λεγομένων πείθειν ἐπιχειροῦσι τοὺς ἐντευξομένους ταῖς τοιαύταις πραγματείαις, τὴν παρὰ τοῖς πολλοῖς καταδρομὴν εὐλαβούμενοι. ἀλλ᾿ οὐδέ ἐστιν εἰπεῖν ὅτι διὰ τοῦτο χρὴ τὰς τῶν τοιούτων θανασίμων φαρμάκων σκευασίας εἰδέναι, πρὸς εὐχερῆ εὕρεσιν τοῦ βοηθηθῆναι τοῖς δυναμένοις· τοῦτο γάρ ἐστι ψεῦδος. ὁ γὰρ δυνάμενος τοῖς ὑπὸ τῶν ἁπλῶν θανασίμων βλαπτομένοις βοηθεῖν, ἕκαστον τῶν κατὰ μέρος ἐπὶ συμβαινόντων ἐποπτεύων, οὗτος ἂν εἴη ἄριστος προστάτης, καὶ τῶν ὑπὸ τῶν συνθέτων βλαπτομένων, εὐμηχάνως ἐκλαμβάνων ἕκαστον τῶν κατὰ τὴν τῶν συμπτωμάτων ἐπιπλοκὴν ἐξεχόντων. ἀνιτέον δὲ ἐπὶ τὸ προκείμενον. ἀδήλων γὰρ ὄντων τῶν βρωθέντων ἢ πωθέντων δηλητηρίων, χρὴ ὑδρέλαιον θερμὸν διδόναι, καὶ πολὺ πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν. χρήσιμον δ᾿ ἂν εἴη καὶ τοὺς ὕπνους περιγράφειν, οὐ μὴν ἀλλὰ καὶ εἰς τὴν τούτων φυλακὴν χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.

    [Προφυλακτικὰ θανασίμων φαρμάκων Ἀπολλωνίου Μυός.] ♃ Πηγάνου φύλλα κ΄. κάρυα βασιλικὰ β΄.

    147
    ἁλὸς χόνδρον ἔνα, ἰσχάδας β΄. ταῦτα νήστει ἐσθίειν δίδου, καὶ κωλύει βλάπτεσθαι ὑπὸ τῶν θανασίμων.

    [Ἀντίδοτος προφυλακτικὴ διδομένη.] ♃ Ἀρκευθίδος δραχ. β΄. Λημνίας σφραγῖδος δραχ. β΄. καὶ διώβολον. ταῦτα τρίψας καὶ ἀναλαβὼν ἐλαίῳ ἀποτίθου. ἐπὶ δὲ τῆς χρήσεως καρύου Ποντικοῦ τὸ μέγεθος μεθ᾿ ὑδρομέλιτος καὶ κυάθων β΄. προπίνειν. ταύτῃ Νικομήδης ὁ βασιλεὺς ἐχρῆτο, εἴ ποτε ὑπόπτους εἶχε τοὺς κεκληκότας. τὸ μὲν οὖν φάρμακον, μηδεμιᾶς τοιαύτης δυνάμεως ὑποκειμένης, κατὰ χώραν μένει. ἐπὰν δέ τι τῶν θανασίμων δοθῇ, ναυτίαν κινεῖ, καὶ ἐμεῖν ἀναγκάζει, ὥστε τὸ δοθὲν δηλητήριον ἐκκρίνεται τῇ ἀντιδότῳ.

    [Ἀντίδοτος Κωδίου Τούκου, ᾗ καὶ Κρατερὸς ἐχρήσατο.] ♃ Πρασίου, ἱερᾶς βοτάνης, πηγάνου ἀγρίου σπέρματος, σκορδίου, ῥάμνου ῥίζης τοῦ φλοιοῦ, ἑκάστου τὸ ἴσον, μέλιτι ἀναλάμβανε καὶ δίδου, πρὸς μὲν τὰ θηρία δραχ. β΄. μετ᾿ οἴνου, πρὸς δὲ τὰ θανάσιμα μετ᾿ οἰνομέλιτος καὶ ἐλαίου.

    148

    [Ἄλλη, ὡς Ἀπελλῆς.] ♃ Δικτάμνου δραχ. β΄. πολίου δραχ. γ΄. πεπέρεως μακροῦ δραχ. δ΄. πηγάνου ἀγρίου δραχ. στ΄. σκορδίου δραχ. γ΄. μέλιτι ἀναλάμβανε καὶ δίδου, καθάπερ εἴρηται. ἔστι δὲ καὶ πλευριτικὴ ἀγαθὴ ὀβολῶν γ΄. διδομένη. ἔμμηνά τε γυναιξὶ κατάγει ὁλκῆς μιᾶς διδομένη. Ἀντίδοτος Μιθριδάτου, ἀθανασία λεγομένη, πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. ποιεῖ στομαχικοῖς ἀποξύνουσιν τὴν τροφὴν, αἱμοπτυϊκοῖς, βήττουσι χρονίως, καὶ ἡπατικοῖς, καὶ σπληνικοῖς. ποιεῖ καὶ πρὸς τὰς περὶ κύστιν ἢ μήτρας διαθέσεις. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ Πεπέρεως λευκοῦ κόκκους μ΄. κόστου, μήου, ἀσάρου, ἀκόρου, δαύκου Κρητικοῦ σπέρματος, πετροσελίνου, νάρδου Ἰνδικῆς, λίθου νηστωρίτου ἀνὰ δραχ. δ΄. κρόκου, σμύρνης ἀνὰ δραχ. η΄. κινναμώμου, κασσίας ἀνὰ δραχ. ιβ΄. μέλιτος Ἀττικοῦ ἑψημένου τὸ αὔταρκες. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μετ᾿ οἰνομέλιτος κεκραμένου.

    [Ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει.] ♃ Ναρδοστάχυος, πεπέρεως λευκοῦ, κόστου, μήου, ἀσάρου, ἀκόρου, ὀποβαλσάμου,

    149
    δαύκου Κρητικοῦ σπέρματος, πετροσελίνου σπέρματος, ἑκάστου ἀνὰ δραχ. δ΄. κρόκου, σμύρνης, σχοίνου ἄνθους ἀνὰ δραχ. η΄. κινναμώμου, κασσίας ἀνὰ δραχ. ιβ΄. μέλιτος τὸ ἀρκοῦν.

    [Ἐν ἄλλαις ἔχει οὕτως.] ♃ Πεπέρεως λευκοῦ κόκκους μ΄. κόστου, μήου, ἀκόρου, ἀγαρικοῦ, σκορδίου, δαύκου Κρητικοῦ, πετροσελίνου ἀνὰ δραχ. δ΄. κρόκου, σμύρνης ἀνὰ δραχ. η΄. κινναμώμου, κασσίας, σχοίνου ἄνθους ἀνὰ δραχ. ιβ΄. μέλιτος τὸ αὔταρκες.

    [Ἀμβροσία Φιλίππου Μακεδόνος, πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. ποιεῖ καὶ πρὸς τὰς ἐντὸς διαθέσεις.] ♃ Στύρακος, χαλβάνης, πεπέρεως λευκοῦ καὶ μακροῦ, καὶ κινναμώμου, ἀνὰ δραχ. β΄. σελίνου σπέρματος, ἀνίσου, σχοίνου ἄνθους, κόστου, κυμίνου Αἰθιοπικοῦ, σεσέλεως, κύφεως, ῥήου Ποντικοῦ, καρδαμώμου, ἀμώμου, νάρδου, σμύρνης, κασσίας ἀνὰ δραχ. δ΄. πυρήνων καθαρῶν φοινίκων, καὶ καρύων τῆς σαρκὸς ἀνὰ δραχ. στ΄.

    150
    κρόκου δραχ. η΄. σταφίδας ἐκγεγιγαρτισμένας ιβ΄. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες. συντίθει κατὰ τρόπον.

    [Ἀντίδοτος ζωπύριος. ποιεῖ πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἑρπετοῦ πληγήν.] Ἐπὶ ταύτης τοιοῦτόν τι φέρεται, ὅτι Ζώπυρος δι᾿ ἐπιστολῆς προτρέπει τὸν Μιθριδάτην εἰς ἐπίκρισιν τῆς ἀντιδότου, μεταπεμψάμενος ἕνα τῶν κατακρίτων, τούτῳ θανάσιμον διδόναι φάρμακον, καὶ τότε παραινεῖ ἐπιπίνειν τὴν ἀντίδοτον. ἢ πρότερον διδόναι τὴν ἀντίδοτον, καὶ τότε τὸ θανάσιμον ἐπιπίνειν. τὸ δ᾿ αὐτὸ παρῄνει καὶ ἐπὶ ἑρπετῶν ἢ καὶ τοξικῶν πράσσειν. τούτων γὰρ οὕτω γινομένων συνέβαινε τὸν ἄνθρωπον ἀδιάπτωτον εἶναι. ποιεῖ δὲ καὶ στομαχικοῖς πρὸς ὀξυρεγμίαν, αἱμοπτυικοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ἡπατικοῖς, σπληνικοῖς, ἐπιληπτικοῖς, νεφριτικοῖς. ὑγιάζει δὲ καὶ τὰς περὶ μήτραν ἢ κύστιν διαθέσεις. κατάγει τὰ ἐναποθνήσκοντα τῶν ἐμβρύων, κατεχόμενα δεύτερα. τὰ δὲ τῆς σκευασίας ἔχει γε οὕτως. ♃ Ὀποβαλσάμου δραχ. δ΄. νάρδου Ἰνδικῆς, σμύρνης Τρωγλοδύτιδος, σχοίνου ἄνθους, κινναμώμου, χαρακίου,

    151
    κόστου προσφάτου, πεπέρεως μακροῦ, ὑποκυστίδος, πολίου, πεπέρεως περεατικοῦ, σκορδίου, μήου Κρητικοῦ, καρδαμώμου ἀνὰ δραχ. δ΄. λιβάνου ἄῤῥενος, χόνδρου ὀποβαλσάμου, δικτάμνου ἀνὰ δραχ. στ΄. πετροσελίνου, κασσίας κιῤῥᾶς ἀνὰ δραχ. ζ΄. κρόκου κωρυκίου δραχ. η΄. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος, ἀπυρέτοις μετ᾿ οἴνου, πυρέττουσι μεθ᾿ ὑδρομέλιτος.

    [Ἡ διὰ τῶν αἱμάτων πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν.] ♃ Πεπέρεως μακροῦ καὶ λευκοῦ, κόστου, ἀκόρου, κρόκου, φοῦ, μήου, δικτάμνου Κρητικοῦ, ἀμμωνιακοῦ, ἀγαρικοῦ ἀνὰ δραχ. β΄. ἀμώμου, ὀποβαλσάμου, πηγάνου ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ, ἀνίσου, νήσσης αἵματος, ἄῤῥενος καὶ θηλείας ξηροῦ, ἐριφείου αἵματος, χηνείου αἵματος, βουνιάδος ἀγρίας σπέρματος ἀνὰ δραχ. γ΄. Γεντιανῆς, τριφυλλίου, σχοίνου ἄνθους, λιβανωτοῦ, ῥόδων ξηρῶν ἀνὰ δραχ. δ΄. πετροσελίνου δραχ. ε΄. πολίου Κρητικοῦ τὸ ἴσον, κινναμώμου δραχ. στ΄. σκορδίου ἄνθους δραχ. η΄. σμύρνης, νάρδου ἀνὰ δραχ. ι΄. κρόκου

    152
    δραχ. ιβ΄. κασσίας δραχ. η΄. κόψας καὶ σήσας ἐπιμελῶς, ἀνάκοπτε μέλιτι Ἀττικῷ ἀφηψημένῳ, καὶ ἀνελόμενος εἰς πυξίδα ἀργυρᾶν, χρῶ ὡς μεγίστῳ φαρμάκῳ.

    [Περὶ τῆς διὰ σκίγκου ἀντιδότου, περὶ θηριακῆς, καὶ ἑκατονταμιγμάτου.] Ἀντίδοτος Μιθριδάτου Εὐπάτορος, ἡ διὰ σκίγκου λεγομένη, ποιοῦσα πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ πρὸς πᾶσαν φθοροποιὸν ὕλην, καὶ παντὸς ἰοβόλου πληγὴν, καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις, καὶ πρὸς συλλήψεις συνεργεῖ, κατάγει ἔμμηνα· καὶ τὰ ἐναποθνήσκοντα ἔμβρυα, καὶ τὰ κατεχόμενα δεύτερα λύει, καὶ τοῖς κατὰ περίοδον πυρετοῖς βοηθεῖ, καὶ παρέτοις, τρομώδεσιν, ὀπισθοτονικοῖς, ἰσχιαδικοῖς, ποδαγρικοῖς, καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ Σκίγκου, σαγαπηνοῦ, ἀκόρου, φοῦ, ὑπερικοῦ, ἀκακίας, ἴρεως, μήου, κόμμεως ἀνὰ δραχ. β΄. ῥόδων ξηρῶν, γεντιανῆς, καρδαμώμου ἀνὰ δραχ. δ΄. μηκωναρίου σπέρματος δραχ. ε΄. καὶ διώβολον, στύρακος δραχ. η΄. πολίου, κασσίας μελαίνης, σεσέλεως, βδελλίου, βαλσάμου, πεπέρεως λευκοῦ

    153
    ἀνὰ δραχ. ε΄. καὶ διώβολον, ὑποκυστίδος χυλοῦ, ὀποπάνακος, σμύρνης, λιβάνου ἄῤῥενος, καστορίου, πεπέρεως μακροῦ, κύφεως, μαλαβάθρου φύλλων ἀνὰ δραχ. στ΄. σκορδίου, κόστου, σχοίνου ἄνθους, χαλβάνης, ῥητίνης τερμινθίνης ἀνὰ δραχ. στ΄. καὶ διώβολον, νάρδου Συριακῆς, ὀποβαλ σάμου, θλάσπεως, δαύκου Κρητικοῦ ἀνὰ δραχ. στ΄. καὶ διώβολον, κρόκου, κινναμώμου, ζιγγιβέρεως ἀνὰ δραχ. στ΄. καὶ διώβολον, γλυκυῤῥίζης χυλοῦ, ἀγαρικοῦ, ἀνὰ δραχ. ζ΄. καὶ τριώβολον, μέλιτος τὸ αὔταρκες, οἴνου καλοῦ τὸ ἀρκοῦν εἰς τὸ διαλῦσαι τοὺς χυλούς. συντίθεται δὲ τοῦτον τὸν τρόπον. κῦφι, ὑπόκιστις, σαγαπηνὸν, κόμμι, μηκώνειον, στύραξ, ὀποπάναξ ἐν οἴνῳ Χίῳ βρέχεται, μέχρι παντελῶς διαλυθῆναι, ἡμέραν καὶ νύκτα, τὰ δὲ λοιπὰ κόπτεται καὶ σήθεται λεπτῷ κοσκίνῳ, καὶ μίγνυται τοῖς ἀποβρεχθεῖσι καὶ λεανθεῖσιν. ἡ δὲ ὅλη σύνθεσις ἀναλαμβάνεται μέλιτι Ἀττικῷ ἀφηψημένῳ, ὡς πάχος ἔχειν· εἶτ᾿ ἐπὶ πᾶσι βάλλομεν ὀποβάλσαμον, εἶτ᾿ ἀνελόμενοι κατατίθεμεν εἰς ἄγγος ἀργυροῦν, καὶ ἡ χρῆσις εἰς πολλὰ, ἡ δόσις πρὸς δύναμιν. ἡμεῖς πρὸς
    154
    ἐπίτασιν τοῦ φαρμάκου, ἕνεκα τῆς τῶν ἐμμήνων ἐποχῆς, καὶ τῶν συλλημ μάτων, ὥστε ἀκινδύνως φέρεσθαι, δικτάμνου Κρητικοῦ δραχ. δ΄. ἀμμωνιακοῦ δραχ. γ΄. πηγάνου ἀγρίου σπέρματος δραχ. γ΄. κυμίνου Αἰθιοπικοῦ στ΄. τριφύλλου σπέρματος δ΄. βουνιάδος ἀγρίας δ΄. χαμαίδρυος δραχ. δ΄. ῥᾶ Ποντικοῦ γ΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. β΄. τούτων προσβαλλομένων ἡ τοῦ φαρμάκου χρῆσις γίνεται πρὸς πολλὰ χρήσιμος· φθείρει γὰρ τετραμηνιαῖα, καὶ τριμηνιαῖα κατάγει.

    [Μιθριδάτου θηριακή.] Ταύτῃ ὁ βασιλεὺς Μιθριδάτης ἀεὶ ἐχρῆτο προφυλακῆς χάριν θανασίμου. ἡνίκα γοῦν ὑπὸ Ῥωμαίων ἑάλω, δὶς πιὼν θανάσιμον, καὶ μὴ δυνηθεὶς ἀποθανεῖν, ξίφει ἑαυτὸν διεχρήσατο. πρὸς τὰ θανάσιμα δὲ τῶν φαρμάκων ποιεῖ, καὶ παντὸς ἰοβόλου πληγὴν, καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις. ταύτῃ ἐχρήσατο ὁ Ἀνδρόμαχος. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ Ἀρτίσκων σκιλλητικῶν δραχ. μη΄. θηριακῶν ἀρτίσκων, πεπέρεως μέλανος, ἡδυχρόου μάγματος, ὀποῦ μήκωνος Σπανοῦ, ἀνὰ δραχ. κδ΄. ῥόδων ξηρῶν, σκορδίου, σπέρματος βουνιάδος, ἴρεως Ἰλλυρικῆς,

    155
    ἀγαρικοῦ, κινναμώμου, γλυκυῤῥίξης χυλοῦ, ὀποβαλσάμου, ἀνὰ δραχ. ιβ΄. λιβανωτίδος δραχ. η΄. σμύρνης, κρόκου, ζιγγιβέρεως, ῥᾶ Ποντικοῦ, πενταφύλλου ῥίζης, καλαμίνθης ὀρεινῆς, πρασίου, πετροσελίνου, στοιχάδος, κόστου, πεπέρεως λευκοῦ, πεπέρεως μακροῦ, λιβάνου, ἀνὰ ὀβολοὺς β΄. κασσίας μελαίνης δραχ. δ΄. κόστου δραχ. α΄. κρόκου δ΄. πεπέρεως λευκοῦ μίαν, καὶ μακροῦ μίαν, Ἰλλυρίδος, σχοίνου, πολίου, σκορδίου, ῥόδων ξηρῶν, νήσσης αἵματος, ἀνὰ δραχ. γ΄. μέλιτος Ἀττικοῦ ἑφθοῦ τὸ ἱκανόν.

    [Ἀντίδοτος ἑκατονταμίγματος, ᾗ χρῶμαι, ἣν ἐσκεύασα Καίσαρι πρὸς πάντα, ἰδίως δὲ πρὸς τὰ θανάσιμα.] ♃ Ἀβροτόνου δραχ. β΄. ἥμισυ, ἀριστολοχίας δραχ. κ΄. ἀκακίας δραχ. δ΄. ἀρκευθίδων σαρκὸς ἴσον, κρόκου δραχ. β΄. ἀσάρου δραχ. δ΄. ἀνίσου δραχ. γ΄. ἀμώμου δραχ. στ΄. ἀγαρικοῦ δραχ. γ΄. καρποῦ βαλσάμου δραχ. β΄. βδελλίου δραχ. γ΄. ὀβολοὺς γ΄. βαλαυστίου δραχ. β΄. γεντιανῆς δραχ. δ΄. γλυκείας χυλοῦ ἴσον, γογγυλίδος σπέρματος δραχ. δ΄. ἐν ἄλλῳ δραχ. η΄. γῆς Σαμίας μίαν, δαύκου σπέρματος

    156
    δραχ. δ΄. δρακοντίου ῥίζης δραχ. γ΄. ὀβολοὺς γ΄. ἐρυσίμου σπέρματος δραχ. κ΄. ἴρεως Ἰλλυρικῆς δραχ. β΄. σμύρνης δραχ. ζ΄. ὀβολοὺς γ΄. ζιγγιβέρεως ἶσον, ἠρυγγίου ῥίζης δραχ. δ΄. ὀβολοὺς β΄. θλάσπεως δραχ. κ΄. κονύζης λεπτῆς δραχ. στ΄. ἀκόρου δραχ. στ΄. ὀβολοὺς γ΄. κυπέρου δραχ. στ΄. κωνείου σπέρματος ἐπτισμένου δραχ. α΄. ὀβολοὺς γ΄. ἄμμεως δραχ. δ΄. κνίκου σπέρματος δραχ. ζ΄. ὀβολοὺς β΄. κινναμώμου δραχ. ζ΄. κόστου δραχ. ζ΄. ὀβολοὺς β΄. κασσίας δραχ. ε΄. ὀβολοὺς β΄. κενταυρίου χυλοῦ δραχ. δ΄. ὀβολοὺς ε΄. καστορίου στ΄. καλάμου ἀρωματικοῦ β΄. οἱ δὲ δ΄. κόμμεως δραχ. β΄. καρδαμώμου δ΄. κάγχρυος δραχ. γ΄. ὀβολοὺς γ΄. κύφεως δραχ. στ΄. χαλβάνης δραχ. στ΄. ὀβολοὺς β΄. λιβανωτίδος φύλλων δραχ. δ΄. ἐλελισφάκου ἴσον, λογχίτιδος σπέρματος δραχ. β΄. ὀβολοὺς γ΄. λιθοσπέρμου δραχ. γ΄. λιβάνου δραχ. στ΄. τριώβολον, μαράθρου σπέρματος δραχ. στ΄. ὀποῦ μήκωνος δραχ. στ΄. μίλτου Λημνίας δραχ. α΄. μαλαβάθρου ι΄. μήου δραχ. στ΄. νήσσης αἵματος στ΄. νάρδου Συριακῆς δραχ. στ΄. ὀβολοὺς γ΄. νάρδου Κελτικῆς δραχ. η΄. ξυλοβαλσάμου δραχ. γ΄. ὀποπάνακος ἴσον, ὀρμίνου σπέρματος η΄. ὀρόβων λευκῶν ἴσον, πανακείας ῥίζης δραχ. στ΄. ὀποβαλσάμου δραχ. γ΄.
    157
    πελεκίνου δραχ. στ΄. πολίου ε΄. ὀβολοὺς β΄. πολυγόνου φύλλων δραχ. θ΄. ἑλενίου ῥίζης δραχ. ε΄. ὀβολοὺς γ΄. πετροσελίνου στ΄. ὀβολοὺς β΄. πενταφύλλου δραχ. η΄. ὀποῦ πευκεδάνου τὸ ἴσον, πεπέρεως μέλανος δραχ. ε΄. τριώβολον, καὶ λευκοῦ δ΄. ὀβολοὺς γ΄. καὶ μακροῦ δραχ. α΄. σκίγκου δραχμὰς γ΄. τερμινθίνης β΄. ῥόδων ξηρῶν δραχ. στ΄. σαγαπηνοῦ δραχμὰς η΄. στοιχάδος δ΄. στροβίλων πεφρυγμένων δραχ. στ΄. σχοίνου δραχμὰς δ΄. ὀβολοὺς β΄. σταφίδος σαρκὸς δραχ. δ΄. σεσέλεως δραχμὰς ε΄. ὀβολοὺς β΄. σταφυλίνου σπέρματος δραχ. δ΄. χολῆς ταυρείας δραχ. ε΄. χολῆς ἀρκείας ἴσον, χαμαιπίτυος δραχ. γ΄. ψυλλίου σπέρματος δ΄. χαμαίδρυος ἶσον, σησάμου πεφρυγμένου δραχ. στ΄. συμφύτου ῥίζης δραχμὰς β΄. σκορδίου κορύμβων δραχμὴν α΄. ὀβολοὺς δ΄. σταφίδος ἀγρίας δραχμὰς ε΄. στύρακος δραχ. ε΄. ὀβολοὺς β΄. τριφύλλου καρποῦ δραχ. ι΄. τορδύλου σπέρματος β΄. τευκρίου φύλλων, ὅ τινές φασιν εἶναι χαμαίδρυν, δραχμὴν μίαν, ὑποκυστίδος χυλοῦ δραχμὰς β΄. S". ὑπερικοῦ καρποῦ β΄. ὑοσκυάμου σπέρματος δραχμὰς β΄. ῥοῦ Ποντικοῦ δραχ. β΄.
    158
    φοῦ δραχ. η΄. ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα δραχ. ε΄. τριώβολον· κοτυληδόνος ῥίζης δραχ. α΄. ὀβολοὺς γ΄. οἴνου καὶ μέλιτος τὸ ἱκανόν. ἐγὼ οἶνον οὐ βάλλω.

    [Ποικίλαι τῶν πολλῶν ἀντίδοτοι πρὸς πολλὰ καὶ διάφορα πάθη.] [Ἀντίδοτος Αἰλίου Γάλλου πρὸς ἄλλα καὶ πρὸς λυσσοδήκτους.] ♃ Νάρδου Συριακῆς δραχ. δ΄. σμύρνης δραχ. η΄. κινναμώμου δραχ. ιβ΄. κασσίας μελαίνης ἴσον, κρόκου δραχ. η΄. κόστου δραχ. δ΄. δαύκου |σπέρματος ἴσον, μήου ἴσον, οἱ δὲ μίαν, πετροσελίνου δραχ. δ΄. πεπέρεως λευκοῦ κόκκους μ΄. βαλσάμου καρποῦ δραχ. δ΄. ἀκόρου, ἀσάρου ἀνὰ ἴσον, σχοίνου δραχ. η΄. οἱ δὲ οὐ βάλλουσι. μέλιτος ἑφθοῦ τὸ ἱκανὸν, πλῆθος δίδοται ἐσθίειν.

    [Ἄλλη ἀντίδοτος Αἰλίου Γάλλου πρὸς τὰ ἐντὸς πάθη ἐνεργής.] ♃ Κινναμώμου δραχ. στ΄. κρόκου δραχ. β΄. ὀβολοὺς γ΄. πεπέρεως λευκοῦ δραχ. δ΄. ὀβολοὺς β΄. καὶ μακροῦ δὲ δραχ. γ΄. ὀβολοὺς γ΄. ὀπίου δραχ. γ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. σμύρνης δραχ. δ΄. ὀβολοὺς β΄. ἀκόρου δραχ. γ΄. νάρδου Κελτικῆς δραχ. δ΄. στύρακος μίαν, ὀβολοὺς β΄. χαλβάνης δραχ. δ΄. καστορίου δραχ.

    159
    γ΄. ὀβολοὺς β΄. κόστου δραχ. β΄. ὀβολοὺς β΄. μέλιτι φύρα, δίδοται καταπότια, τοῖς δὲ πότιμα. ἔστι δὲ πεπτικὴ καὶ ἀνώδυνος.

    [Ἀρωματικὴ ἀρίστη Γάλλου ποιοῦσα πρὸς πάντα.] ♃ Κινναμώμου οὐγγίας ἥμισυ, κασσίας δραχ. α΄. κρόκου δραχμῆς ἥμισυ, ἀμώμου δραχ. ε΄. μαλαβάθρου δραχ. β΄. σμύρνης δραχ. S". οἱ δὲ δραχ. α΄. σχοίνου ἄνθους α΄. κόστου οὐγγίας τὸ ἥμισυ, πεπέρεως δραχ. γ΄. μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν. ἐγὼ δὲ τοῦ κινναμώμου τὸ διπλοῦν, καὶ γίνεται καλλίων.

    [Ἀμβροσία Ἀρχιβίου ἱερὰ, πρὸς πάντα τὰ ἐντὸς ποιοῦσα, ᾗ χρῶμαι.] ♃ Ἀνίσου δραχ. δ΄. σελίνου σπέρματος ἶσον, σμύρνης δραχ. α΄. πάνακος δραχ. α΄. κινναμώμου δραχ. β΄. πικρολώτου σπέρματος δραχ. β΄. κασσίας δραχ. β΄. νάρδου δραχ. β΄. κρόκου δραχ. β΄. ὀβολοὺς γ΄. πεπέρεως τριώβολον, ὀπίου μήκωνος δραχ. δ΄. μέλιτος τὸ ἀρκοῦν. γίνεται πότιμα πρὸς δυσεντερικοὺς μετὰ μυρτίτου κοτύλης τετάρτης καὶ ὕδατος, πρὸς ἧπαρ μετὰ μελικράτου κοτύλης ἡμισείας, πρὸς ἀγρυπνίαν καὶ ὀφθαλμίαν καὶ πλευρῖτιν μετὰ μελικράτου, πρὸς

    160
    δὲ κακοστομάχους μετὰ ῥοΐτου οἴνου κυάθους β΄. καὶ ὕδαδος ἴσον.

    [Ἀντίδοτος Ἀντιπάτρου θηριακὴ, καὶ πρὸς ἀσπιδοδήκτους, προδιδομένη καὶ ἐπιδιδομένη, ᾗ χρῶμαι.] ♃ Γεντιανῆς δραχ. δ΄. τριφύλλου ῥίζης δραχ. δ΄. καὶ τοῦ καρποῦ δραχ. β΄. πολίου δραχ. δ΄. ἀριστολοχίας λεπτῆς δραχ. β΄. πευκεδάνου ῥίζης ἴσον, χαλβάνης δραχ. β΄. πετροσελίνου δραχ. δ΄. πηγάνου ἀγρίου γ΄. πυρέθρου δραχ. α΄. σταφίδος ἀγρίας ἴσον, ἀκόρου δραχ. γ΄. βρυωνίας ῥίζης δραχ. β΄. πεπέρεως λευκοῦ ἴσον, καὶ μακροῦ δραχ. γ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. α΄. τριώβολον, φλόμου, ἰδαίου χαμαιπίτυος, χαμελαίας, πρασίου λεπτοῦ, κονύζης λεπτῆς, κυμίνου Αἰθιοπικοῦ, ὀποῦ μήκωνος, καστορίου, μαράθρου σπέρματος, ἀγαρικοῦ, κασσίας κιῤῥᾶς, σχοίνου ἄνθους, ῥήου ἀνὰ δραχ. β΄. δαύκου Κρητικοῦ δραχ. α΄. ὀβολοὺς γ΄. ὀποπάνακος ἶσον, σαγαπηνοῦ δραχ. β΄. ὀβολοὺς γ΄. ἀβροτόνου δραχ. α΄. ὀβολοὺς γ΄. δικτάμνου ἴσον, στύρακος ἴσον, κινναμώμου δραχ. γ. νάρδου δραχ. γ΄. σμύρνης δραχ. δ΄. λιβανωτοῦ δραχ. α΄. κρόκου δραχ. η΄.

    161
    ἀνίσου δραχ. α΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. α΄. πιτυᾶς νεβροῦ δραχ. γ΄. μέλι Ἀττικόν. ταύτης λαμβάνεται καρύου Ποντικοῦ μέγεθος εἰς προφυλακήν.

    [Θηριακὴ Αἰλίου Γάλλου, ᾖ χρῶμαι, καλή.] ♃ Βρυωνίας ῥίζης δραχ. ιστ΄. τριφύλλου σπέρματος, ὀποπάνακος ἀνὰ δραχ. η΄. ἀριστολοχίας λεπτῆς δραχ. ιβ΄. λιβανωτίδος ῥίζης, ἴρεως Ἰλλυρικῆς, ζιγγιβέρεως, μηκωνείου ἀνὰ δραχ. η΄. πηγάνου ἀγρίου σπέρματος δραχ. ιβ΄. κυμίνου Αἰθιοπικοῦ δραχ. ιστ΄. σμύρνης, κασσίας, καστορίου, σεσέλεως, ἠρυγγίου ῥίζης, ἑρπύλλου, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. στ΄. Μηδικοῦ δραχ. ιβ΄. σαγαπηνοῦ δραχ. στ΄. κρόκου δραχ. ε΄. ἀλεύρου ὀροβίνου δραχ. κδ΄. σὺν ὕδατι ἀνάπλαττε τριωβολιαίους τροχίσκους, δίδου σὺν οἴνῳ.

    [Θηριακὴ ἄλλη Αἰλίου Γάλλου σφόδρα ἐνεργής.] ♃ Τριφύλλου σπέρματος δραχ. ιβ΄. ἀριστολοχίας δραχ. στ΄. ἡδυχρόου μάγματος δραχ. η΄. πενταφύλλου δραχ. δ΄. ἐχίου βοτάνης δραχ. στ΄. φιλοκράτου δραχ. ε΄. σαγαπηνοῦ δραχ. δ΄. πολίου δραχ. στ΄. καστορίου δραχ. γ΄. κρόκου δραχ. η΄. σελίνου σπέρματος, ἀνίσου,

    162
    μαράθρου, πετροσελίνου, ἀνὰ δραχ. στ΄. ὀποπάνακος δραχ. δ΄. ὀποβαλσάμου δραχ. στ΄. σεσέλεως δραχ. δ΄. κυμίνου Αἰθιοπικοῦ ἢ Θηβαίου δραχ. ε΄. σμύρνης, σκορδίου, φοῦ, μήου ἀνὰ δραχ. στ΄. ἀλύσσου Κρητικοῦ σπέρματος δραχ. στ΄. ὀροβίνου ἀλεύρου δραχ. η΄. λεῖος οἶνος παραχεῖται Ἀριούσιος, ἀνάπλασσε τροχίσκους, ἀνὰ τετρώβολον, ἕνα δίδου σὺν οἴνῳ Χίῳ ἀθαλάσσῳ ἀκράτῳ, κοτύλῃ ἡμισείᾳ. Θηριακὴ πρὸς τοὺς ἐντὸς πόνους, Εὐκλείδου Παλατιανοῦ, ἣν ἐσκεύασεν, ὡς ἔλεγεν Εὐκλείδης, ἐπὶ ἀσπιδοδήκτων. ταῦτα καὶ πρὸς πλευριτικοὺς καὶ πρὸς τεταρταίους, προεμηκόσι, μέγεθος καρύου Ποντικοῦ· βήσσουσιν, ἀναφορικοῖς δι᾿ ὕδατος, θηριοδήκτοις, σὺν οἴνῳ· πλευριτικοῖς καὶ αἷμα ἀνάγουσι μεθ᾿ ὕδατος κυάθων β΄. καὶ ὄξους κυάθου ἑνός. ♃ Καστορίου δραχ. στ΄. ὀποπάνακος, σαγαπηνοῦ, σεσέλεως, κάγχρυος, χαμαίδρυος, χαμαιπίτυος πρασίου, ἀνὰ δραχ. ιστ΄. στύρακος, ἀσφάλτου Ἰουδαϊκῆς, σμύρνης, ἀνὰ δραχ. ζ΄. ὀποῦ μήκωνος δραχ. η΄. μέλιτος λίτραν α΄. πότιζε θηριοδήκτους, εἰ οἷόν τε ἠμεμηκότας, μετὰ χυλοῦ
    163
    μελίης πλείονος· εἰ δὲ μὴ, μετ᾿ οἴνου δραχ. α΄. τοῦ φαρμάκου, ἢ καὶ πλέον· τεταρταϊκοῖς, καρύου μέγεθος, χρῶ.

    [Θηριακὴ Ζήνωνος Λαοδικέως, ὡς Μηνουκιανὸς λαβὼν ἔδωκεν.] ♃ Καρδαμώμου κεκαθαρμένου καὶ ἀφῃρημένου τῶν λοβῶν, ἑρπύλλου, σελίνου σπέρματος, βρυωνίας ῥίζης, τριφύλλου σπέρματος, ἀνίσου, πετροσελίνου, μαράθρου ῥίζης καὶ τοῦ σπέρματος, ἄμμεως, ἀριστολοχίας λεπτῆς, ὀροβίνου ἀλεύρου, ὀποπάνακος, ἴσον ἑκάστου· κόψας ἰδίᾳ μίσγε, ἀναλάμβανε οἴνῳ αὐστηρῷ, καὶ ποίει τροχίσκους τριωβολιαίους. ὅταν ξηρανθῶσιν ἐν σκιᾷ, ἐχέτωσαν τὸ τριώβολον. πότιζε ἕνα σὺν δραχμαῖς δυσὶν ὕδατος τρὶς τῆς ἡμέρας, καὶ ἅπαξ τῆς νυκτὸς ἕνα τροχίσκον. ὁτὲ δὲ πλεονάκις, καὶ μάλιστα τοὺς συνεχῶς ἀπεμοῦντας, ποτὲ καὶ διὰ μυκτήρων ἔγχει, ἐὰν μὴ δύνηται καταπίνειν, ἤδη καταφερομένοις, καὶ ἄλλως δυσχερεῖ συμπτώματι περιπεπτωκόσι. τοὺς δὲ μετὰ φλυκταινώσεως μελανουμένους τὸ δῆγμα καὶ ἄλλως ῥέοντας σάρκας ὡς ἕλκη κακοήθη ἔχοντας θεράπευε. Ἀντίδοτος πρὸς σπάσματα ποιοῦσα, καὶ

    164
    ῥήγματα, αἱμοπτοϊκοὺς, σπληνικοὺς, ἡπατικοὺς, τοὺς περὶ κύστιν εἰλεώδεις, στομαχικοὺς, κοιλιακοὺς, πνευματώδεις, ἰκτερικούς. πρὸς πάντας ἀγαθὴ διδόναι μέγεθος ἐλαίας μετ᾿ οἰνομέλιτος. ♃ Κινναμώμου, κόστου, ἀνὰ δραχ. στ΄. νάρδου Συριακῆς δραχ. κ΄. κρόκου, σμύρνης, μαλαβάθρου, ἀνὰ δραχ. η΄. κασσίας δραχ. ιβ΄. πεπέρεως λευκοῦ δραχ. ι΄. λιβάνου δραχ. δ΄. σχοίνου δραχ. ιστ΄. νάρδου Ἰλλυρικῆς δραχ. ιβ΄. Λημνίας δραχ. κ΄. μήου, σεσέλεως, ἀνὰ δραχ. η΄. σελίνου σπέρματος δραχ. δ΄. στροβίλων δραχ. ιβ΄. ἐρυσίμου δραχ. στ΄. σικύου σπέρματος πεφωγμένου δραχ. στ΄. τερμινθίνης δραχ. γ΄. πετροσελίνου δραχ. δ΄. ἀμώμου γ΄. σκορδίου, πολίου, ὀποβαλσάμου, γεντιανῆς, κυμίνου Αἰθιοπικοῦ, ἀνὰ δραχ. ε΄. πηγάνου ἀγρίου σπέρματος δραχ. γ΄. ἀνίσου, τραγακάνθης, ἀνὰ δραχ. η΄. φοῦ, στοιχάδος, κνεώρου, ἀνὰ δραχ. β΄. τὸ ἐρύσιμον δι᾿ ὀθονίου ἐν ὕδατι ἕψησον, ὥστε τὸ φάρμακον ἀναλαβεῖν, μίξον πᾶσι λείοις, εἶτα ἐπέμβαλε τὴν τραγάκανθαν ὕδατι βεβρεγμένην, δίδου ἡλίκον κύαμον Αἰγύπτιον, μετὰ κυάθων δύο δι᾿ ὕδατος, ἀπυρέτοις δι᾿ οἰνομέλιτος. Ἀντίδοτος Μιθριδάτειος, ὡς Ξενοκράτης
    165
    παρὰ Νικοστράτῳ, πρὸς πάντα θανάσιμα, καὶ πρὸς θηριοδήκτους, δυσπεψίας, πνευματώσεις, στομαχικοὺς, κοιλιακοὺς, ἡπατικοὺς, σπληνικοὺς, ἰσχιαδικοὺς, νεφριτικοὺς, πλευριτικοὺς, περιπνευμονικούς. ♃ Ὑποκιστίδος χυλοῦ δραχ. στ΄. σκορδίου δραχ. ε΄. καστορίου δραχ. δ΄. πετροσελίνου δραχ. ε΄. σεσέλεως δραχ. α΄. λιβάνου δραχ. στ΄. πολίου δραχ. β΄. δαύκου Κρητικοῦ δραχ. ι΄. πεπέρεως λευκοῦ δραχ. α΄. ὀβολοὺς γ΄. καὶ μακροῦ δραχ. α΄. κόστου δραχ. δ΄. τριώβολον, κινναμώ μου β΄. κρόκου δραχ. ε΄. ὀβολοὺς γ΄. κασσίας μελαίνης δραχ. δ΄. νάρδου δραχ. η΄. σμύρνης δραχ. η΄. σχοίνου δραχ. δ΄. ἀμώμου δραχ. β΄. χαλβάνης δραχ. β΄. τερμινθίνης δραχ. α΄. ὀβολοὺς γ΄. ὀποῦ μήκωνος δραχ. κ΄. μέλιτι Ἀττικῷ δίδου, ὡς τὰς λοιπάς. Ἀντίδοτος τυραννὶς καλουμένη, ὡς Νεῖλος Ἀντιπάτρου, ποιοῦσα πρὸς λιθιῶντας, καὶ τοὺς πνιγομένους. ἐκβάλλει καὶ τὰ ἐγκατεχόμενα δεύτερα καὶ ἔμβρυα. ἐπιληπτικοῖς, ποδαγρικοῖς, ἀρθριτικοῖς, ἰσχιαδικοῖς, ἄγουσα παχέα οὖρα πλεῖστα. πότιζε κυάθου μέγεθος οἰνομέλιτι καὶ πρὸς τὰ θανάσιμα, θηριοδήκτοις οἴνῳ, ἐπιληπτικοῖς πυρέσσουσι, σὺν ὑδρομέλιτι.
    166
    ♃ Σκίγκου δραχ. η΄. σμύρνης δραχ. κη΄. Λημνίας μίλτου δραχ. δ΄. νάρδου δραχ. η΄. σχοίνου δραχ. δ΄. κινναμώμου δραχ. κδ΄. ῥίζης γλυκείας δραχ. κη΄. σμύρνης δραχ. κ΄. ἠρυγγίου δραχ. κδ΄. ἀμώμου δραχ. ιβ΄. καρδαμώμου δραχ. η΄. κρόκου δραχ. η΄. κεδρίδων μελαινῶν δραχ. ιβ΄. μελιλώτου δραχ. ιβ΄. ὑακινθίνου σπέρματος δραχ. δ΄. πεπέρεως μακροῦ δραχ. δ΄. καὶ λευκοῦ κόκκους πε΄. σφονδυλίου δραχ. ιβ΄. στοιχάδος δραχ. ε΄. πυρέθρου δραχ. στ΄. μαλάχης ἀγρίας σπέρματος δραχ. ιβ΄. λευκοΐου σπέρματος δραχ. γ΄. ὀποβαλσάμου δραχμὰς στ΄. κόστου δραχ. η΄. ὀβολὸν ἕνα, ἄμμεως δραχμὰς ιβ΄. κοτυληδόνος ῥίζης δραχμὰς ιδ΄. δαύκου σπέρματος δραχ. ιβ΄. καρποβαλσάμου δραχ. δ΄. ξυλοβαλσάμου δραχμὰς δ΄. κασσίας δραχ. η΄. κυμίνου Αἰθιοπικοῦ δραχ. δ΄. ὠκίμου σπέρματος δραχ. η΄. ἀκόρου δραχ. η΄. οἰνάνθης δραχ. η΄. σελίνου σπέρματος ιβ΄. σαγαπηνοῦ δραχ. η΄. καππάρεως ῥίζης δραχ. δ΄. γεντιανῆς δραχ. ιδ΄. περικλυμένου ῥίζης δραχ. η΄. λιβάνου δραχ. η΄. στύρακος δραχ. α΄. κέγχρου ἀγρίας δραχ. κδ΄. σμυρνίου ῥίζης δραχ. δ΄. σισάρου σπέρματος δραχ. η΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιστ΄. σεσέλεως δραχ. δ΄. κάγχρυος δραχ. δ΄. οἱ δὲ δραχ. α΄.
    167
    Ἰλλυρίδος δραχ. δ΄. ἀνίσου δραχ. δ΄. χαμαιπίτυος δραχ. ιε΄. χαμαίδρυος ἴσον, σμυρνίου σπέρματος δραχ. η΄. ζιγγιβέρεως δραχ. ιδ΄. κενταυρίου λεπτοῦ δραχ. η΄. σταφυλίνου σπέρματος, μήου ἀνὰ δραχ. η΄. καλάμου ῥίζης δραχ. δ΄. μύρου καλοῦ κοτύλην α΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανόν.

    [Πρὸς τεταρταίους, ὡς Ἅρπαλος.] ♃ Σμύρνης δραχ. δ΄. πεπέρεως μακροῦ ἢ λευκοῦ δραχ. β΄. μηκωνείου δραχ. β΄. καστορίου ὀβολοὺς γ΄. S". καρδαμώμου δραχ. δ΄. σαγαπηνοῦ δραχ. β΄. λεῖα σὺν ὕδατι ἀνάπλασσε τροχίσκους, ἀνὰ ὀβολοὺς β΄. τοῖς περιοδικοῖς σὺν οἴνου κυάθοις β΄. ἀδριανοῦ, ἢ ἀμιναίου, καὶ ὕδατος πηγαίου ἀφηψημένου κυάθοις δ΄. πυρέσσουσιν σὺν ὑδρομέλιτι. ποιεῖ δὲ καὶ πρὸς τὰς λοιπὰς περιόδους. ἐπεὶ δὲ καὶ πρὸς τοὺς δηχθέντας ἢ νυχθέντας ὑπό τινος τῶν ἰοβόλων ζώων, ἅμα τοῖς προγεγραμμένοις φαρμάκοις, ἐπέγραψαν οἱ περὶ τὸν Ἀσκληπιάδην τε καὶ Δαμοκράτην, διὰ τοῦτο κᾀμοὶ βέλτιον ἔδοξεν εἶναι κατὰ τὸ προκείμενον τοῦτο βιβλίον ἐφεξῆς αὐτὰ προσθεῖναι, καὶ πρῶτά γε τὰ τοῦ Ἀσκληπιάδου.

    168

    [Τὰ ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένα κατὰ τὸ ε΄. τῶν Ἄσωνος, πρὸς τὰς ἐκ τῶν ἰοβόλων βλάβας.]

    [Πόμα λυσσοδήκτοις προφυλακτικὸν σφόδρα γενναῖον.] ♃ Λυκίου Ἰνδικοῦ ὡς καλλίστου δίδου ὀβολοὺς γ΄. μεθ᾿ ὕδατος, καὶ ἱερᾶς βοτάνης μικρόν τι παραπλέκων, δίδου ἐφ᾿ ἡμέρας ἱκανάς. δίδου δὲ καὶ χωρὶς ὕδατος εἰς ὠὸν ῥοφητὸν βαλὼν τὸ λύκιον.

    [Ἄλλη.] ♃ Καστορίου δραχ. α΄. ῥοδίνου λευκοῦ κύαθον, δίδου πίνειν δεύτερον τῆς ἡμέρας καὶ διαλείπων, κενοῦ ἀψινθίου ἀφεψήματι ἁλῶν ἐπεμβεβλημένων τοσούτων, ὥστε τὸ ἐνειμένον σφοδρότερον εἶναι. Ἀντωνίνου Κώου. Ἄλυσσον βοτάνην κόψας καὶ σήσας, ἀπόθου, ἐν τῇ χρήσει δίδου κοχλιάριον λυσσοδήκτοις, μεθ᾿ ὕδατος καὶ ὑδρομέλιτος κυάθων γ΄. ἀπὸ α΄. ἡμέρας, καλὸν μὲν εἰ ἐπὶ ἡμέρας μ΄. εἰ δὲ μή γε, ἐπὶ τὰς πρώτας ἡμέρας ζ΄. ἄλυσσος δέ ἐστι βοτάνη τῷ πρασίῳ παρεμφέρουσα, τραχυτέρα δὲ, καὶ μᾶλλον ἀκανθώδης περὶ τὰ σφαιρία, ἄνθος δὲ φέρει κυανίζον. ταύτην χρὴ συλλέγειν ἐν τοῖς ὑπὸ κύνα καύμασι, καὶ ξηράναντος

    169
    κόπτειν, καὶ σήθειν, καὶ φυλάττειν ἀδιάπνευστον. Ἄλλη ἔνδοξος πάνυ. ♃ Μιθρέου καρκίνων ποταμίων ἐπὶ κλημάτων λευκῆς ἀμπέλου κεκαυμένων καὶ τετριμμένων μύστρα ι΄. ῥίζης γεντιανῆς μύστρα γ΄. τερμινθίνης μύστρα β΄. δίδου δηχθεῖσιν εὐθέως μετ᾿ οἴνου ἀκράτου παλαιοῦ κυάθων γ΄. ἢ ὀλίγῳ πλέονος, ἢ ἐλάττονος. δεῖ γὰρ παραμετρεῖν ταῖς ἡλικίαις καὶ τὴν δύναμιν τῶν δηχθέντων· δίδου ἐπὶ ἡμέρας γ΄. τοῖς δὲ ὕστερον τῆς α΄. ἡμέρας, ἢ τῆς β΄. ἢ καὶ τῆς γ΄. μέλλουσι λαμβάνειν τὸ φάρμακον, ἐπιμηχανητέον, ὥστε τὸ ἅπαξ διδόμενον τῆς ἡμέρας, τοῦτο τριπλοῦν, καὶ διπλοῦν τοῦ φαρμάκου διδόναι, ὁ γὰρ οἶνος αὐτάρκης. ἐκπληρώσαντα δὲ τὸ ἐλλεῖπον τῶν ἡμερῶν, διδόναι καρκίνων ποταμίων μύστρον ἓν, καὶ γεντιανῆς μύστρα β΄. ἐπ᾿ ἄλλας ἡμέρας γ΄. μετ᾿ οἴνου κυάθων γ΄. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον. τοῖς μὲν εὐθέως δηχθεῖσι διδόναι καρκίνων μύστρον, καὶ γεντιανῆς μύστρα β΄. καὶ οἴνου ἀκράτου κυάθους γ΄. καθ᾿ ἑκάστην ἐπὶ ἡμέρας στ΄. εἰ δέ τις ἀφυστερήσει τῆς θεραπείας, εἰ μὲν δευτεραῖος εἴη, λαμβάνειν τοῦ φαρμάκου
    170
    τὸ διπλοῦν, ὁ γὰρ οἶνος αὐτάρκης. εἰ δὲ τριταῖος, λαμβανέτω τριπλοῦν. μετὰ δὲ ταῦτα τρὶς ἐπ᾿ ἄλλας ἡμέρας λαμβανέτω, ὅπερ ἔθος ἔχει, καθ᾿ ἑκάστην ἡμέραν λαμβάνειν. τὸ φάρμακον ποθὲν, ἱκανὴν ἀσφάλειαν ποιεῖ, ὥστε μὴ περιπεσεῖν τῷ ὑδροφόβῳ.

    [Κρατίππου ἀνδρὸς, καὶ ἐπισήμου καὶ κυνοτρόφου.] ♃ Καρκίνων δραχ. κ΄. σμύρνης δραχ. β΄. κρόκου δραχ. α΄. S". γεντιανῆς δραχ. α΄. πεπέρεως λευκοῦ κόκκους ι΄. οἴνου ὅσον ἐξαρκεῖ εἰς ἀνάληψιν. ἡ δόσις δραχ. α΄. μετ᾿ οἴνου κυάθων γ΄. κεκραμένου.

    [Ἄλλη, ᾗ ἐχρήσατο Ἥρας ὁ Καππαδόκης.] ♃ Σκορδίου δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. β΄. S". ὀπίου δραχ. γ΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. γ΄. S". κάγχρυος δραχ. δ΄. γεντιανῆς, πηγάνου ἀγρίου σπέρματος, μίλτου Λημνίας, ἀνὰ δραχ. ε΄. σμύρνης δραχ. ζ΄. ὀποβαλσάμου δραχ. η΄. σκεύαζε οἴνῳ, καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, ὕστερον ἐπιβαλὼν τὸ ὀποβάλσαμον, καὶ δίδου εὐτονωτέροις κυάμου Αἰγυπτίου τὸ διπλοῦν, καὶ ὕδατος θερμοῦ κυάθους γ΄.

    [Ἄλλη Αἰλίου Γάλλου, ὡς Βελχιόνιος ἔφη παρὰ Καίσαρος

    171
    εἰληφέναι.] ♃ Πολίου, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. γ΄ S". κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ δραχ. δ΄. γεντιανῆς, μίλτου Λημνίας, ἀνὰ δραχ. ε΄. σμύρνης δραχ. στ΄. ἢ ζ΄. ὀποβαλσάμου δραχ. η΄. σκορδίου, πεπέρεως, ἀνὰ δραχ. ιβ΄. μέλιτι ἀναλάμβανε.

    [Ζήνωνος Λαοδικέως λυσσοδήκτοις. ἔστι δὲ καὶ θηριακὴ ἀγαθή.] ♃ Πετροσελίνου σπέρματος, ἄμμεως, ἀνίσου, ἑρπύλλου, βρυωνίας ῥίζης, μαράθρου σπέρματος, ὀροβίνου ἀλεύρου, ἀριστολοχίας μακρᾶς, τριφύλλου σπέρματος, ὀποπάνακος, καρδαμώμου τῶν λοβῶν χωρὶς τῆς ἐντεριώνης, ἀνὰ δραχ. δ΄. τὸν ὀποπάνακα οἴνῳ διαλύσας, ἔχε ἐν ἑτοίμῳ· τὰ δὲ ξηρὰ κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ, φυράσας καὶ τῷ ὀποπάνακι μίξας, ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ, καὶ δίδου λυσσοδήκτοις δραχ. α΄. μετ᾿ οἴνου ἀκράτου κυάθων γ΄. ἐπὶ ἡμέρας γ΄. τοῖς δὲ ἤδη κατισχομένοις δίδου μετὰ ὕδατος ψυχροῦ. τὸ φάρμακον εἰς Διόνυσον ἀναφέρεται τὸν Μιλήσιον.

    [Κλαυδίου Ἀπολλωνίου φάρμακον ἐπιτετευγμένον λυσσοδήκτοις.

    172
    ἔστι καὶ θηριακή.] ♃ Τριφύλλου σπέρματος, μαράθρου ῥίζης, ἀνὰ δραχ. στ΄. σκίλλης τῶν φύλλων ξηρῶν, ἀριστολοχίας μακρᾶς, ἀνὰ δραχ. ε΄. σκίγκου, ἑρπύλλου κλάδων, ἀνὰ δραχ. δ΄. καρδαμώμου κεκαθαρμένου, γλυκυῤῥίζης, ἀνὰ δραχ. γ΄. ἄμμεως, πηγάνου ῥίζης, ἀνὰ δραχ. β΄. ὀποπάνακος, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. α΄. οἴνου Φαλερίνου ξέστας γ΄. καὶ καρκίνων θαλασσίων κεκαυμένων λίτρας γ΄. εἰς τὸν οἶνον ἔα βρέχεσθαι, καὶ ὅταν συμπίωσι, λεάνας ἐπιμελῶς, ἔχε ἐν ἑτοίμῳ. τὰ δὲ ξηρὰ κόψας, καὶ σήσας λεπτῷ κοσκίνῳ, μίξας τοῖς καρκίνοις, ἀνάπλασσε τροχίσκους, καὶ δίδου τριώβολον μετ᾿ οἴνου ἀκράτου κυάθου α΄ S". ἐπὶ ἡμέρας γ΄. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. συναπτέον δὴ τούτοις καὶ τὰς τῶν ἔξωθεν ἐπιτιθεμένας σκευασίας.

    [Μενίππου πρὸς λυσσοδήκτους, ᾗ ἐχρήσατο Πέλοψ.] ♃ Πίσσης Βρυττίας λίτραν α΄. ὀποπάνακος γο δ΄. ὄξους ξέστην ἕνα. διάλυε τὸν ὀποπάνακα καὶ ὄξους κυάθοις δ΄. καὶ τὸ λειπόμενον ὑγρὸν μετὰ τῆς πίσσης ἕψε, καὶ ὅταν ἀναλωθῇ ἐπίβαλλε τὸν ὀποπάνακα, καὶ τήρει μὴ ἀναζέσῃ· καὶ

    173
    ὅταν εὖ ἔχῃ, ἐμπλάσας ποίει σπλήνια εὐμεγέθη, καὶ κατὰ τοῦ δήγματος ἐπιτίθει. δεῖ δὲ τὸ ἕλκος παραφυλάττειν ἐπὶ ἡμέρας μ΄.

    [Μενελάου λυσσοδήκτοις, ποιεῖ καὶ πρὸς αἰγίλωπας καὶ παντὸς ἑρπετοῦ πληγήν.] ♃ Νίτρου ἐρυθροῦ δραχ. β΄. τρυγὸς οἴνου κεκαυμένης δραχ. ζ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ζ΄. στέατος αἰγείου λίτραν α΄. ἐλαίου λίτραν α΄ S". κηροῦ λίτρας β΄. ὕδατος ξέστην ἕνα. τρῖβε ἀμμωνιακὸν μεθ᾿ ὕδατος, ὥστε γλοιοῦ σχεῖν τὸ πάθος· τὸ δ᾿ ὑπολειπόμενον τοῦ ὕδατος ἕψε μετὰ νίτρου καὶ τῆς τρυγός. καὶ ὅταν συστῇ, ἐπίβαλλε τὰ τηκτά. καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἐπίβαλλε ἀμμωνιακὸν, καὶ ἑκάτερα εἰς θυείαν, καὶ καταμαλάξας ἐπιμελῶς ἀνελόμενος χρῷ. Λευκὴ Βαφούλλου, ἢ Ἥρα πρὸς λυσσοδήκτους ἔξωθεν ἐπιτιθεμένη, δίδοται καὶ καταπότιον ἐξ αὐτῆς καρύου Ποντικοῦ τὸ μέγεθός, καὶ καταπίνεται ἐπὶ ἡμέρας μ΄. καὶ μάλιστα τοῖς κεκρατημένοις, ῥύεται γὰρ τοῦ κινδύνου. ἐπιτίθεται δὲ τῷ τραύματι, καὶ παρὰ μίαν ἡ λύσις γίνεται, καὶ διὰ τοῦτο

    174
    δεῖ λύειν παρὰ μίαν, καὶ ἀποσπογγίζειν τὴν ἀπὸ τοῦ ἕλκους μελανίαν, καὶ τοῦτο ποιεῖν, ἄχρις οὗ λευκὸν παραμείνῃ τὸ φάρμακον. ἔχει δὲ οὕτως. ♃ Κηροῦ Ποντικοῦ λίτρας β΄. λιθαργύρου, ψιμυθίου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ ξέστην ἕνα, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ δραχ. β΄. λιβάνου ἄῤῥενος δραχ. α΄. ἕψε τὴν λιθάργυρον ἐλαίῳ, καὶ ὅταν μεταβάλλῃ, κατάπασσε τὸ ψιμύθιον, καὶ ἐπίβαλλε κηρόν· καὶ ὅταν ἀμόλυντος γένηται, ὑφελὼν τὸ πῦρ, ἀποδίδου τὸν μυελὸν, ἐπιπάσσων σμύρναν, καὶ λιβανωτὸν, καὶ μαλάσσων χρῶ. ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει. ♃ Κηροῦ λίτρας β΄. ψιμυθίου, λιθαργύρου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ ξέστην ἕνα, σμύρνης, λιβανωτοῦ, μυελοῦ ἐλαφείου, ἀνὰ δραχ. α΄. ἐλαίου παλαιοῦ κοτύλην α΄.

    [Ἐν ἄλλαις οὕτως ἔχει.] ♃ Κηροῦ Ποντικοῦ λίτραν α΄. ψιμυθίου, λιθαργύρου, ἀνὰ δραχ. γ΄. λιβάνου, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ γο S". δραχ. α΄. ἐλαίου παλαιοῦ δραχ. δ΄.

    [Βασιλικὴ πρὸς λυσσοδήκτους, φάρμακον ἐπιτετευγμένον,

    175
    ὃ κωλύει περιπεσεῖν τῷ λεγομένῳ ὑδροφόβῳ. ταύτην Σεβαστὴ ἔσχε συγκειμένην ἀεί.] ♃ Ἁλὸς ἀμμωνιακοῦ, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. β΄. ἐὰν δὲ μὴ παρῇ Κυρηναϊκὸς, τοῦ Συριακοῦ τὸ διπλοῦν. πιτυᾶς βάλλε λαγωοῦ δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς, καστορίου Κοντικοῦ, ἀνὰ δραχ. ε΄. σύκων ὀλύνθων ὀποῦ πεπηγότος ξηροῦ, τὸ ἴσον. εἰ δὲ μὴ, ὑγροῦ τὸ διπλοῦν· στέατος ὑαίνης δραχ. η΄. ῥητίνης τερμινθίνης δραχ. θ΄. κυνὸς μελαίνης, ὑαίνης, ἀνὰ δραχ. ια΄. κηροῦ Ποντικοῦ δραχ. λστ΄. ἐλαίου παλαιοῦ κυάθους δύο, ὄξους σκιλλητικοῦ κυάθους γ΄. τὰ ξηρὰ τρῖβε μετ᾿ ὄξους, τὰ δὲ τηκτὰ τήκεται, εἶτα ἐπιβάλλεται τοῖς τετριμμένοις, καὶ εἰς χρῆσιν ἐπιτήδειον γίνεται.

    [Τὰ τῶν ἐντός τε καὶ τῶν ἐκτὸς πρὸς σκορπιοδήκτους φάρμακα.] [Πρὸς δὲ τὰς τῶν σκορπίων πληγὰς χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. σκορπιοδήκτοις καὶ πρὸς φαλαγγίων δήγματα ἐχρήσατο Διόφαντος.] ♃ Ἀριστολοχίας δραχ. δ΄. πεπέρεως δραχ. β΄. ὀπίου δραχ. α΄. πυρέθρου δραχ. δ΄. ἀνάπλαττε τροχίσκους κυάμου

    176
    Αἰγυπτίου τὸ μέγεθος, καὶ δίδου καταπίνειν β΄. καὶ οἴνου ἀκράτου κυάθους β΄.

    [Ἄλλο πρὸς σκορπίους καὶ τὰ δηκτά.] ♃ Ἀριστολοχίας, ζιγγιβέρεως, ἀνὰ δραχ. η΄. καλαμίνθης, πηγάνου ἀγρίου καρποῦ, ἀνὰ τριώβολον, πεπέρεως διώβολον. φύρα αἵματι χελώνης, καὶ ἀνάπλασσε τροχίσκους τριωβολιαίους, καὶ δίδου μετ᾿ οἴνου ἀκράτου.

    [Ἄλλο.] ♃ Κυμίνου Αἰθιοπικοῦ, θείου ἀπύρου, πεπέρεως λευκοῦ, ἀνὰ δραχ. β΄. καστορίου, σιλφίου, τριφύλλου, ἀνὰ δραχ. α΄. οἴνῳ ἀνάπλασσε καὶ δίδου μετ᾿ οἴνου ἀκράτου.

    [Πρὸς τοὺς ἐπικινδύνως πεπληγμένους ὑπὸ σκορπίων, ἢ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ.] ♃ Πηγάνου ἀγρίου καρποῦ, εὐζώμου καρποῦ, πυρέθρου, στύρακος, θείου ἀπύρου, ἀνὰ δραχ. στ΄. καστορίου δραχ. β΄. ἀνάπλασσε αἵματι χελώνης, καὶ δίδου τετρώβολον μετ᾿ οἴνου ἀκράτου, ἢ ὄξους ἡμικοτυλίου.

    [Ἀνώδυνον φάρμακον ἐπιτετευγμένον πρὸς σκορπίων καὶ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ποιεῖ καὶ ταῖς

    177
    δυστοκούσαις. ἐπιγράφεται δὲ Καλλίστη.] ♃ Σμύρνης, καστορίου, στύρακος, ἀνὰ δραχ. α΄. ὀπίου δραχ. β΄. χαλβάνης δραχ. γ΄. σελίνου σπέρματος ὀξύβαφον, ἀνίσου τὸ ἴσον, πεπέρεως κόκκους λ΄. ἀνάπλαττε δι᾿ οἴνου, καὶ δίδου δραχ. α΄. μετ᾿ οἴνου κοτύλης μιᾶς. τὸ φάρμακον ἄγαν ἐστὶ καλόν.

    [Ἀβασκάντου ἰατρεύοντος ἐν Λουγδούνῳ.] ♃ Πεπέρεως λευκοῦ, κόκκους κ΄. καστορίου, ὀπίου, κρόκου, σμύρνης, ἴρεως Ἰλλυρικῆς, σταφίδος ἀγρίας, χαμαίδρυος, βρυωνίας ῥίζης, πυρέθρου, ἑκάστου τὸ ἴσον, οἴνῳ ἀνάπλαττε, καὶ δίδου δραχ. α΄. μετ᾿ οἴνου ἀκράτου κυάθους γ΄. Ἀντίδοτος σκορπιακὴ, καὶ ἀδιάπτωτος, μετὰ σπουδῆς ἡμῖν δοθεῖσα, ὑπό τινος τῶν τὴν Λιβύην οἰκούντων ταύτῃ χρωμένου· ἀπήλλαττε παντὸς κινδύνου τοὺς σκορπιοδήκτους. ἔστι δὲ προφυλακτικὴ ἀγαθή. πίνεται δὲ ὑπὸ τῶν μηδέπω πεπληγότων πρὸς ἀσφάλειαν τῶν ἐσομένων. ♃ Θείου ἀπύρου, θείου ὀρυκτοῦ, ἀνὰ λίτρας β΄. πεπέρεως λευκοῦ δραχ. δ΄. ὀποπάνακος, βράθυος, λιβάνου ἄῤῥενος ἀνὰ δραχ. γ΄. ἀριστολοχίας στρογγύλης, πευκεδάνου, σμύρνης, κενταυρίου, ἑρπύλλου,

    178
    χαμαίδρυος, χαμαιπίτυος, σκορπιακῆς βοτάνης, ἀναγαλλίδος, ἀσφάλτου ἀνὰ δραχ. β΄. γέγραπται δὲ ἐν τῇ γραφῇ, καὶ Ῥωμαϊστὶ ἑρβανικάτου κέστρου δραχ. β΄. τουτέστι βετονικῆς, μυελοῦ ἐλαφείου, κροκοδείλου χερσαίου τῆς σαρκὸς, ἢ τοῦ λεγομένου σκίγκου, ἀνὰ δραχ. α΄. ἕκαστον δὲ τῶν εἰρημένων κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, εἶθ᾿ ὁμοῦ μίγνυται καὶ ἀδιάπνευστον φυλάττεται. ἐν δὲ τῇ χρήσει δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ οἴνου ἀκράτου κυάθους β΄. προφυλακτικῆς δὲ χάριν ἐπ᾿ ἐνιαυτὸν πινέτωσαν, ὥστε ἀκινδύνως διάγειν τοὺς παθησομένους. δεῖ δὲ τοὺς ἀρχῇ πίνοντας τοῦτο τὸ φάρμακον ἕνεκεν προφυλακῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μήτε λούσασθαι μήτε συνουσιάζειν.

    [Παρὰ Ζωΐλου, ᾖ ἐχρήσατο Ἐπαφρόδιτος ὁ Καρχηδόνιος. ἄπονον ποιεῖ παραχρῆμα, ἔστι δὲ καὶ προφυλακτικὴ ἀγαθὴ, ἐνιαυτὸν πινομένη.] ♃ Θείου ἀπύρου λίτρας δ΄. λιβάνου λίτραν α΄. βράθυος, στοιχάδος, ἀριστολοχίας ἀνὰ δραχ. στ΄. σμύρνης δραχ. ε΄. μυελοῦ ἐλα φείου, ὀποπάνακος ἀνὰ δραχ. δ΄. δικτάμνου Κρητικοῦ δραχ. γ΄. ἀσφάλτου, ἑρπύλλου,

    179
    σκορδίου, ῥοῦ, τριφύλλου, κενταυρίου, χαμαίδρυος, πεπέρεως λευκοῦ, ἀβροτόνου, κέστρου, πολίου, πιτυῶν ἐριφείων, ἀναγαλλίδος ἀνὰ δραχ. β΄. κροκοδείλου χερσαίου δραχ. ι΄. σκεύαζε καθάπερ εἴρηται, καὶ δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ οἴνου ἀκράτου κύαθον. ποιεῖ δὲ καὶ πρὸς φυλακὴν, ἐνιαυτοῦ ἅπαξ δοθεῖσα.

    [Ἐπίθεμα σκορπιοπλήκτων.] ♃ Δάφνης φύλλα ἑψήσας μετ᾿ οἴνου, καὶ τρίψας ἐπιτίθει, ἢ κρίνων τὰς ῥίζας τρίψας μετ᾿ ὄξους, ἐπιτίθει.

    [Ἄλλο.] ♃ Ἀριστολοχίας ἐν οἴνῳ ἡψημένης, καὶ πηγάνου ἀκρεμόνων, καὶ νίτρου τὸ ἴσον τρίψας μετ᾿ οἴνου, ἐπιτίθει.

    [Ἄλλο.] ♃ Καρκίνων ποταμίων, κάγχρυος, σταφίδος ἀγρίας, πηγάνου τὸ ἴσον μετ᾿ οἴνου, ἐπιτίθει.

    [Ἄλλο] ♃ Χαμαιμήλων, καὶ μελανθίου, καὶ νίτρου ἐρυθροῦ τὸ ἴσον, τρίψας μετ᾿ ὄξους, ἐπιτίθει.

    [Ἀραβᾶ Θηβαίου, ἐπιτετευγμένον φάρμακον, πρὸς σκορπίου πληγάς.] ♃ Χαλβάνης, τερμινθίνης ἀνὰ δραχ. β΄.

    180
    σταφίδος ἀγρίας, πυρέθρου, θείου ἀπύρου, ἀπύρου, ἀνὰ δραχ. α΄. σμύρνης, πεπέρεως, ἀνὰ δραχ. α΄ S". πίσσης ὑγρᾶς τὸ αὔταρκες.

    [Διάφορα πρὸς τὰ τῶν φαλαγγίων δήγματα φάρμακα.] [Πρὸς φαλαγγίων δήγματα Χαρίτωνος ὀχλαγωγοῦ.] ♃ Σπονδυλίου καρποῦ, καλαμινθίνης τὸ ἴσον, τρίψας ὁμοῦ, δίδου ὅσον δραχ. α΄. μετ᾿ οἴνου κυάθων β΄. πλεονάκις τῆς ἡμέρας. ταύτῃ Χαρίτων χρώμενος περιήκει τὰς πανηγύρεις, ἀρήγειν βουλόμενος τοῖς δακνομένοις.

    [Ἄλλο. Σιμμία τοῦ Μηδίου.] ♃ Ὀποῦ Κυρηναϊκοῦ, δαύκου Κρητικοῦ σπέρματος, ἡδυόσμου ξηροῦ, νάρδου Ἰνδικῆς, ἑκάστου τὸ ἴσον, ἀνάπλασσε δι᾿ ὄξους, καὶ δίδου δραχ. α΄. μετ᾿ ὄξους κυάθων δ΄. καὶ πιόντα εἰς θερμὸν ὕδωρ κάθιε.

    [Ἀνδρέου, πρὸς φαλαγγιοδήκτους.] ♃ Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀπίου, βρυωνίας, χαλβάνης ἴσον ἑκάστου, ἀνάπλασσε μετ᾿ οἴνου εὐώδους, καὶ διδοὺς δραχ. α΄. μετὰ γλυκέος κοτύλης μιᾶς.

    181

    [Ἄλλο, σφόδρα γενναῖον.] ♃ Κάγχρυος, πηγάνου ἀγρίου καρποῦ, πεπέρεως λευκοῦ, ἀσταφίδος ἀγρίας, σμύρνης, ἑκάστου δραχ. α΄. κυπρίου ῥίζης δραχ. β΄. ἀνάπλαττε μετ᾿ οἴνου εὐώδους κυάθων δ΄. καὶ μέλιτος κύαθον α΄.

    [Πρὸς φαλάγγια, καὶ σκορπίους, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ὡς ἐχρήσατο Διόφαντος.] ♃ Καστορίου, πεπέρεως λευκοῦ, σμύρνης, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, οἴνῳ διαλύσας ἀνάπλαττε τροχίσκους καὶ διδοὺς τριώβολον μετ᾿ οἴνου ἀκράτου κυάθων γ΄. ὡς Διόφαντος.

    [Ἄλλη.] ♃ Μανδραγόρου φλοιοῦ ῥίζης, πεπέρεως λευκοῦ, καστορίου, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, σκεύαζε, καὶ δίδου καθὰ προείρηται. Ἄλλη ἐκ τῶν Ἀπολλοδώρου, ἣν καὶ ὁ Ταραντῖνος ἐν τῷ πρὸς Ἀστυδάμαντα ἀναγράφει, πρὸς παντὸς θηρίου πληγὴν, καὶ τὰ σφοδρότατα τῶν ἀλγημάτων, καὶ πνίγας ὑστερικάς. ♃ Κωνείου χυλοῦ, ὑοσκυάμου, ἀνὰ δραχ. δ΄. καστορίου, πεπέρεως λευκοῦ, κόστου, σμύρνης, ὀπίου, ἀνὰ δραχ. α΄. ταῦτα λεάνας καὶ ἐπιβαλὼν κυάθους β΄. γλυκέος, τρῖβε ἡλιάζων, ἕως συστραφῇ,

    182
    καὶ ἀνάπλαττε τροχίσκους κυάμου Ἑλληνικοῦ τὸ μέγεθος, καὶ δίδου μετ᾿ οἴνου κυάθων β΄.

    [Ἄλλη Ἡρακλείδου Ταραντίνου πρὸς φαλάγγια, καὶ παντὸς ἑρπετοῦ πληγὰς, τὸ δ᾿ αὐτὸ πινόμενον βοηθεῖ.] ♃ Κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, πεπέρεως λευκοῦ, σμύρνης, κόκκου κνιδίου, κόστου, πυρέθρου, ἀσταφίδος ἀγρίας, ἑκάστου τὸ ἴσον, κυπέρου διπλοῦν, ὄξει διαλύσας καὶ μέλιτι ἀναλαβὼν, ἐπιτίθει.

    [Ἄλλη πρὸς φαλάγγια, καὶ παντὸς ἰοβόλου ἑρπετοῦ πληγήν.] ♃ Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀποῦ Λιβυκοῦ, ἀνὰ δραχ. δ΄. βρυωνίας ῥίζης, χαλβάνης ἴσον, ὄξει διαλύσας, καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον σφόδρα βοηθεῖ. ἐπίθεμα πρὸς φαλαγγίων πληγὰς καὶ παντὸς ἑρπετοῦ. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον βοηθεῖ. τούτῳ Σιμμίας ὁ ὀχλαγωγὸς ἐχρήσατο. ♃ Θείου ἀπύρου, χαλβάνης ἀνὰ δραχ. δ΄. ὀποῦ Λιβυκοῦ, καρύων Ποντικῶν κεκαθαρμένων, ἀνὰ δραχ. β΄. οἴνῳ διαλύσας καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει.

    183

    [Ἄλλη.] ♃ Πηγάνου ἀγρίου σπέρματος, ἀγρίας ἀσταφίδος, εὐζώμου σπέρματος, κάγ χρυος, ἄγνου καρποῦ, κυπαρίσσου τῶν σφαιρίων, ἀνὰ ὀξύβαφον. ὄξει διαλύσας καὶ μέλιτι ἀναλαβὼν, ἐπίθες. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον βοηθεῖ.

    [Φάρμακα πρὸς ἐχιοδήκτους, ἐν οἶς καὶ ἡ Ἀντιόχου θηριακὴ περιέχεται, ἣν Πλίνιός φησι παρὰ πυλῶν Ἀσκληπιοῦ ἀναγεγράφθαι.] Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. ἐπὶ δὲ τῶν ἐχιοδήκτων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.

    [Πρὸς ἐχιοδήκτους Δωροθέου Ἡλίου.] Λέγει δὲ οὕτως. ποτήμασι μὲν οὖν ἐχρησάμην ἁπλοῖς τοῖς δι᾿ ὄξους· ὄξος γὰρ ὅσον ἡμικοτύλιον θερμανθὲν καὶ ποθὲν ὠφελεῖ. ♃ Ἀριστολοχίας ὅσον δραχ. β΄. τοῦ φλοιοῦ ἐν οἴνῳ, ἢ ὄξει κοτύλας ἡμισείας. καὶ ♃ Τριφύλλου καρποῦ ὅσον τριώβολον ἐν οἴνῳ κυάθου ἥμισυ. καὶ πάνακος τοῦ χειρωνείου δραχ. β΄. ἐν ὄξει. καὶ πιτυᾶς νεβρείας δραχ. α΄. ἐν οἴνῳ. καὶ χελώνης θαλασσίας ἐξηραμμένου αἵματος δραχ. β΄. ἐν ὄξει.

    184

    [Τῶν δὲ συνθέτων, ἡ μὲν παρ᾿ Ἀπολλοδώρου τεθειμένη, καὶ ὑπὸ Σωστράτου ἐπαινουμένη, καὶ πάντων δὲ τῶν μετενεγκόντων παρ᾿ αὐτοῦ, ἡ διὰ τοῦ αἵματος τοῦ χελώνης ἐστὶν ἥδε.] ♃ Κυμίνου ἀγρίου σπέρματος ὀξύβαφον, χελώνης θαλασσίας αἵματος ξηροῦ δραχ. δ΄. στατῆρας β΄. πιτυᾶς νεβροῦ, εἰ δὲ μὴ, λαγωοῦ δραχ. γ΄. ἐριφείου αἵματος δραχ. δ΄. πάντα μίξας, καὶ οἴνῳ βελτίστῳ ἀναλαβὼν, ἀπόθου. ἐν δὲ τῇ χρήσει λαβὼν ἐλαίας τὸ μέγεθος, τρίψας μετ᾿ οἴνου, ὡς βελτίστου, κυάθου· ἥμισυ δίδου πίνειν. ἐὰν δὲ ἀπεμέσει τὸ φάρμακον, πάλιν δίδου ἐλαίας τὸ ἥμισυ, καθὰ προείρηται, καὶ πάλιν εἰ ἀποβάλλειν, ἐκ τρίτου δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος, καθὰ προείρηται.

    [Ἡ τοῦ ἀγροίκου ἐχιοδήκτου.] ♃ Τριφύλλου, στάχυος, ὀρόβου ἠλεσμένου, πηγάνου ἀγρίου σπέρματος, ἀριστολοχίας στρογγύλης, ἀνὰ δραχ. η΄. οἴνῳ διαλύσας ἀνάπλαττε τροχίσκους, καὶ δίδου δραχ. α΄. μετ᾿ οἴνου κυάθων γ΄. δὶς καὶ τρὶς τῆς ἡμέρας.

    185

    [Ἄλλη τῶν παρ᾿ Εὐδήμου ἐμμέτρως ἀναγεγραμμένη, θηριακὴ Ἀντιόχου τοῦ Φιλομήτορος, ἧς ἡ ἀρχὴ ἥδε.]

  • Ἴησιν μάθε τήνδε πρὸς ἑρπετὰ, ἣν Φιλομήτωρ
  • Νικήσας, πείρᾳ κέκρικεν Ἀντίοχος.
  • Τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως.

  • Μήου ἀπὸ ῥίζης ὁλκὴν διδραχμίαν ὀρύξας,
  • Σὺν τῷ δ᾿ ἑρπύλλου κλῶνας ἰσοῤῥεπέας.
  • Σὺν δ᾿ ὀπὸν ἐκ πάνακος στήσας ἴσον ἠδὲ τριφύλλου
  • Καρπὸν, ὅσον δραχμῆς σταθμὸν ἄγοντα δίδου,
  • Ἀνίσου, μαράθρου τε καὶ ἄμμιος, ἠδὲ σελίνου
  • Ἐξ ἑνὸς, ἓν πληρῶν σπέρματος ὀξύβαφον.
  • Σὺν δ᾿ ὀρόβου λείου δύο ὀξύβαφ᾿ ἔμπασ᾿ ἀλεύρου,
  • Πάντα δ᾿ ὁμοῦ Χίῳ νέκταρι συγκεράσας,
  • Κυκλοτερεῖς ἀνάπλασσε τροχοὺς, ἰσότητι μερίζων,
  • Ἡμιδραχμοῖο ῥοπῆς, ὄφρ᾿ ἂν ἕκαστος ἔχῃ.
  • Χίῳ δ᾿ ἐγκεράσας τάδε μίγματα, πικρὸν ἐχίδνης,
  • Ἡμίσεως δραχμὴν, ἰὸν ἀποσκεδάσεις.
  • 186
  • Τῷ δὲ ποτῷ καὶ δεινὰ φαλάγγια, καὶ σκολιοῖο
  • Σκορπίου ἐκφεύξῃ κέντρα φέροντ᾿ ὀδύνας.
  • Τὰ δὲ κατὰ μέρος ἐστὶ ταῦτα. ♃ Μήου ῥίζης, ἑρπύλλου, ὀποπάνακος, ἀνὰ δραχ. β΄. τριφύλλου σπέρματος δραχ. α΄. ἀνίσου, μαράθρου, ἄμμεως, σελίνου σπέρματος, ἀνὰ ὀξύβαφον, ἀλεύρου ὀροβίνου λεπτοτάτου ὀξύβαφα β΄. οἴνου παλαιοῦ εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ, ἀνάπλασσε τροχίσκους, καὶ ξήρανε ἐν σκιᾷ, καὶ δίδου τριώβολον μετ᾿ οἴνου κυάθων γ΄.

    [Ἡρακλείδου Ταραντίνου ἐννεαφάρμακος· ταύτην ἔθηκεν ἐν τῇ περὶ θηρίων αὐτοῦ πραγματείᾳ. ἔχει δὲ οὕτως.] ♃ Σμύρνης τρωγλοδύτιδος, ὀποπάνακος, ὀποῦ μήκωνος, ἀνὰ δραχ. β΄. βρυωνίας ῥίζης δραχ. δ΄. ταύτην οἱ μὲν ψίλωθρον, οἱ δὲ ἄμπελον ἀγρίαν, οἱ δὲ μάδον, οἱ δὲ χειρωνείαν, οἱ δὲ κερκίδα καλοῦσιν. ἀριστολοχίας μακρᾶς τοῦ φλοιοῦ δραχ. δ΄. καθόλου γὰρ τῶν ῥιζῶν χρησιμώτεροί εἰσιν οἱ φλοιοὶ μᾶλλον, ἤπερ ἐντεριῶναι. πυρέθρου ῥίζης δραχ. δ΄. πηγάνου ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ, τριφύλλου σπέρματος,

    187
    ἀνὰ ὀξύβαφον, πάντα κόψας καὶ σήσας, ἀναλάμβανε ὄξει, ἐναποβεβρεγμένου κόμμεως, ὥστ᾿ ἔχειν τι κολλῶδες, καὶ ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει δίδου τροχίσκου ἥμισυ, ἤτοι μετ᾿ οἴνου, ἢ μετ᾿ ὄξους ἐναφηψημένων πηγάνου φύλλων. ποίει τοῦτο πολλάκις τῆς ἡμέρας, ὥστε εἶναι τὴν τελείαν δόσιν τοῦ φαρμάκου δραχ. β΄. πλεῖον γὰρ διδόμενον ἔμετον κινεῖ, ὥστε μὴ πλέον διδόναι παραινοῦμεν. ἐμέτου δὲ γενομένου πάλιν δοτέον πολλάκις τὸ φάρμακον τῆς ἡμέρας. δεῖ δὲ καὶ τρέφειν τὸν πεπονθότα, καὶ οἴνῳ κεκραμένῳ ποτίζειν, καὶ πολλάκις τοῦτο ποιεῖν. ἀλλὰ καὶ πυριᾷν ὕδατι πολλῷ, καὶ καταντλεῖν τοῖς ὠφελεῖν δυναμένοις. ἡ δὲ κατάκλυσις ἔστω τοῦ πεπονθότος τόπου κατάῤῥοπος.

    [Δωροθέου φάρμακον ἐπιτετευγμένον πρὸς παντὸς ἑρπετοῦ πληγήν.] ♃ Ῥίζης φλόμου θήλεως τοῦ φλοιοῦ, τριφύλλου καρποῦ, ἀνὰ δραχ. α΄. ὀποπάνακος, ἑρπύλλου, μήου, νεβροῦ πιτυᾶς, ἀνὰ δραχ. β΄. σελίνου σπέρματος, ἄμμεως, μαράθρου σπέρματος, ἀνίσου σπέρματος, ἀνὰ ὀξύβαφον,

    188
    ὀρόβων ἠλεσμένων δραχ. β΄. τὰ ξηρὰ κόψας καὶ σήσας ἀναλάμβανε οἴνῳ Ἀριουσίῳ· ἐν τούτῳ διαλυθείσης τῆς πιτυᾶς καὶ τοῦ ὀποπάνακος, ἀνάπλαττε τροχίσκους, καὶ δίδου πρὸς δύναμιν· τοῖς μὲν ἤδη συντόνως κατεχομένοις δραχ. α΄. καὶ οἴνου κοτύλην α΄. τοῖς δὲ ἄλλοις τριώβολον. ἐχρήσατο δὲ τῷ φαρμάκῳ καὶ πρὸς τὰς περὶ ἔντερα διαθέσεις, καὶ ὧν ἐβούλετο τὴν κύστιν ῥευματίζειν, καὶ πρὸς βῆχας, καὶ ἄλλας περιστάσεις, ὡς σφόδρα γενναίῳ. ἡ χρῆσις ἐπὶ μὲν τῶν ἰοβόλων μετ᾿ οἴνου, ἐπὶ δὲ τῶν ἄλλων μεθ᾿ ὕδατος. Ἄλλη Ὑβριστοῦ Ὀξυῤῥυγχίτου, φάρμακον ἐπιτετευγμένον πρὸς παντὸς ἰοβόλου πληγήν. ἀνεγράφη ὑπὸ Ἀπολλωνίου τοῦ Μεμφίτου. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ Ἀριστολοχίας, πάνακος, ἄγνου σπέρματος, ἀνὰ δραχ. δ΄. κάγχρυος καὶ σμύρνης, πεπέρεως, σεσέλεως Μασσαλεωτικοῦ, νάρδου Ἰνδικῆς, καστορίου, κινναμώμου μέλανος, ὡς λεπτοτάτου, πεπέρεως μακροῦ, Κυρηναϊκοῦ ὀποῦ, ἴριδος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ δραχ. β΄. ὑπερικοῦ δραχ. α΄. πάντα κόψας, καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ, ἀνάπλασσε τροχίσκους,
    189
    οἴνῳ ἀθαλάσσῳ φυράσας, ξήραινε ἐν σκιᾷ, καὶ δίδου δραχ. α΄. ἐν οἴνῳ ἀκράτῳ κοτύλης α΄. καὶ ὕδατος δ΄. ἐπιτίθει δὲ καὶ ἐπὶ τὸ δῆγμα θλάσας ἔνα τῶν τροχίσκων, καὶ οἴνῳ διαλύσας, καὶ προσβαλὼν ἀριστολοχίας τῆς καλῆς λείας, ὅσον δραχ. β΄. καὶ ἀλφίτου πάλιν δραχ. δ΄. ταῦτα συλλεάνας καὶ τρίψας ἐπιμελῶς, ἐπιτίθει ἔξωθεν σκεπάσας συκῆς φύλλῳ, καὶ ταινιδίῳ καταδήσας. Ἀντίδοτος θηριακὴ ἐχιοδήκτοις. ποιεῖ δὲ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγήν. ταύτην Γάλλος παραγενόμενος ἐκ τῆς Ἀραβίας ἔδωκε Καίσαρι, πολλοὺς τῶν συστρατευσαμένων αὐτῷ πληγέντας ἀπό τε λυσσοδήκτων καὶ σκορπίων, καὶ φαλαγγίων, καὶ τῶν ἄλλων ἑρπετῶν διασώσας. ἔχει δὲ οὕτως. ♃ Ὀρόβων ἠλεσμένων δραχ. κε΄. βρυωνίας ῥίζας δραχ. ιστ΄. πηγάνου ἀγρίου σπέρματος δραχ. ιβ΄. τριφύλλου καρποῦ, ἴρεως Καρχηδονίας, ὀποπάνακος, ἀριστολοχίας μακρᾶς, ὀποῦ μήκωνος, ζιγγιβέρεως, ἑκάστου δραχ. η΄. κυμίνου Αἰθιοπικοῦ, σμύρνης, ἠρυγγίου, ὀποῦ Κυρηναϊκοῦ, κρόκου, ἑρπύλλου, κόστου, σαγαπηνοῦ, ἑκάστου δραχ. στ΄. οἴνῳ Ἀμιναίῳ φυράσας, ἀνάπλαττε τροχίσκους,
    190
    καὶ δίδου πρὸς δύναμιν. ἔστω δὲ ἡ τελεία δόσις τριώβολον ἐξ οἴνου κοτύλης α΄. πρὸς δὲ τὰς λοιπὰς διαθέσεις μετ᾿ οἰνομέλιτος.

    [Ἐπίθεμα ἐχιοδήκτοις.] ♃ Σαγαπηνοῦ, πεπέρεως, ὀποῦ Κυρηναϊκοῦ, ὀποπάνακος ἀνὰ μέρος ἓν, χαλβάνης, θείου ἀπύρου, ἀνὰ δραχ. β΄. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, τοὺς δ᾿ ὀποὺς διαλύσας, ἐπίβαλλε τοῖς ξηροῖς, καὶ ποίει ἐμπλάστρου τὸ πάχος, καὶ ἐπιτίθει κατὰ τῶν πληγῶν, ἔξωθεν δὲ τούτων φύλλα συκῆς ἢ κνίδης.

    [Ἄλλο.] ♃ Καρδαμώμου, ἠρυγγίου ῥίζης, θείου ἀπύρου, πεπέρεως, ἑκάστου μέρος ἓν, σμύρνης, χαλβάνης, ἀνὰ β΄. μέρη, σκεύαζε καθὰ προείρηται.

    [Ἄλλο.] ♃ Κενταυρίου, ἀριστολοχίας, πευκεδανοῦ ῥίζης, ἴσον ἑκάστου, κόψας, καὶ σήσας, καὶ ὄξει φυράσας, ἀναλάμβανε χαλβάνῃ, καὶ χρῶ καθὰ προείρηται. [Ἄλλο.] Κάγχρυος, σταφίδος ἀγρίας, βρυωνίας ῥίζης, ἀριστολοχίας, ἑκάστου μέρος ἓν, σμύρνης, ὀποπάνακος, ἀνὰ μέρη β΄. ὄξει φυράσας ἀναλάμβανε, καθὰ προείρηται.

    191

    [Ἀντίδοτοι Δαμοκράτους πρὸς ἑρπετὰ καὶ λυσσοδήκτους.] Ἐπεὶ δὲ τὰ ἔμμετρα τό τ᾿ εὐμνημόνευτον ἔχει καὶ τὸ ἀναμάρτητον ἐν τῇ συμμετρίᾳ τῶν φαρμάκων, ἄμεινον ἔδοξεν εἶναί μοι καὶ τὰ Δαμοκράτους ἐνταῦθα γράψαι μέτρα, τόνδε τὸν τρόπον ἔχοντα.

  • Νυνὶ δ᾿ ἀποδοῦναι βούλομαι τὰς δυνάμεις,
  • Μόνον θεραπεύειν ἰοβόλων δήγματα,
  • Ἔχεων, κεραστῶν, ἀσπίδων, καὶ χερσύδρων,
  • Πληγάς τε θηρίων, καὶ δήγματα
  • Σφηκῶν, μελιττῶν, σκορπίων, φαλαγγίων.
  • Σκεύαζε δ᾿ οὕτως. ἴρεως δὶς δ΄.
  • Τῆς Ἰλλυρικῆς. τὸ δ᾿ ἀπὸ ζιγγιβέρεως
  • Ὀποπάνακός τε καὶ ὀπίου, μηκωνίου,
  • Λιβανωτίδος ῥίζης τε, καὶ τοῦ Κρητικοῦ
  • Παντὸς τριφύλλου σπέρματος δὶς δ΄.
  • Ἀριστολοχίας τῆς μακρᾶς, καὶ πηγάνου
  • Σπέρματος ἀγρίου τε, τὰς ἴσας ἀνὰ δώδεκα,
  • Ἑκκαίδεκα ῥίζης λευκοτάτης βρυωνίας.
  • 192
  • Ἑρπυλλαρίου δὲ τῆς πόας καὶ σμυρνίου,
  • Καστορίοιό τε Ποντικοῦ πάντων ἴσα.
  • Ἠρυγγίου δὲ καὶ σελίνου σπέρματος
  • Αἰθιοπικοῦ μάλιστα, καί τι ἐπὶ προσφάτου
  • Δραχμὰς ἑκάστου γ΄. δύο ἐκ πάντων σταθμῶν,
  • Ὀρόβου τε λευκοῦ, τοῦ καθαροῦ δύο δώδεκα.
  • Ἅπαντα ταῦτα ξηρὰ καὶ σεσησμένα,
  • Ἀναλάμβαν᾿ οἴνῳ καὶ ποιήσας σφαιρία,
  • Ἢ καὶ τροχίσκους, δὸς δραχμὴν πιεῖν μίαν,
  • Τοῦ φαρμάκου κοτύλην τε μὴ κεκραμένην,
  • Οἴνου λιπαροῦ, καλοῦ τε καὶ μὴ προσφάτου.
  • Ποιεῖ δὲ καὶ δι᾿ ὕδατος ἀνεθὲν ἥμισυ
  • Τοῖς πνευματουμένοισι κῶλον, ἢ γαστέρα,
  • Δίχ᾿ αἰτίας φανερᾶς τε τοῖς πονοῦσί τι.
  • Ἄλλη.

  • Σφόδρα ἀγαθὴ δύναμις, ᾗ καὶ χρωμένους
  • Πίνοντας αὐτοὺς οἶδα, δηχθέντας κακῶς
  • 193
  • Τοῖς ἀρτιθήροις ἔχεσι, τοῖς καλουμένοις
  • Ψυλλίοις. ἔθνος δέ φασι τοῦτο δυσπαθὲς
  • Φύσει νενομίσθαι πρὸς τῶν δακετῶν φόβους.
  • Ἑτέροις δὲ δόντας, σφόδρα κακῶς δεδηγμένοις.
  • Μελισσόφυλλον μαλακὸν ἐν σκιᾷ ψυγὲν,
  • Ξηρὸν γενόμενον κόψον, ἐκ τούτου λαβὼν
  • Δραχμὰς δὶς ὀκτὼ, πρόσβαλ᾿ αὐτῷ στρογγύλης
  • Ἀριστολοχίας, ἢ μακρᾶς, δραχμὰς δέκα
  • Ξηρᾶς, χαμαίδρυος δὲ τὰς αὐτὰς δέκα,
  • Σμύρνης τε χρηστῆς Τρωγλοδύτιδος δραχμὰς δέκα.
  • Ταῦτ᾿ ὁλμοκοπήσας, σῆθε λεπτῷ κοσκίνῳ,
  • Μέλιτός τε μέτριον προσβαλὼν αὐτοῖς, ἑνοῦ.
  • Δίδου τε δραχμῆς πλῆθος, ἢ μικρῷ πλέον
  • Ἐν ζωροτέροις κυάθοισι κράματα δέκα.
  • Τινὲς δὲ φύλλων τῶν μακρῶν καὶ προσφάτων
  • Τὸν χυλὸν ἀποθλίψαντες, ἶσον αὖ καλῷ
  • Οἴνῳ κατέμιξαν, καὶ ἔδοσαν πιεῖν αὐτίκα.
  • Πλῆθος τὸ πᾶν δὶς ε΄. κυάθους, ἢ βραχὺ
  • 194
  • Ἐλαττόνων, βραχύ τε δαψιλέστερον,
  • Τά τε φύλλα λεῖα κατέπλασαν τοῖς δήγμασι.
  • Ἄλλη.

  • Πρὸς θηρίων μὲν πάντων ἰὸν ἑρπετῶν
  • Μάλιστα δ᾿ ἔχεων φάρμακον δραστήριον.
  • Ἔχε δὲ διὰ παντὸς πιτυὰν ἀποκειμένην
  • Νεβρῶν ἐλάφου, καὶ μὲν ἂν τὴν πρόσφατον.
  • Τῆς γὰρ παλαιᾶς ἐστὶν εὐστομαχωτέρα,
  • Ταύτης δραχμῶν τὸ πλῆθος ἐν κυάθοις δυσὶν
  • Οἴνου Φαλερίνου καὶ ὕδατος τοῦ συμμέτρου
  • Κεράσας, προσένεγκε τοῖς σφόδρα δεδηγμένοις,
  • Κέλευε τούτοις γρηγορεῖν, καὶ περιπατεῖν.
  • Ἂν ἐπιτρέπωσιν οἱ δεδηγμένοι τόποι,
  • Εἰς τὰ βαλανεῖά τ᾿ εἰσιέναι χρόνους τινὰς
  • Μένοντας ἐν τούτοισι, καὶ μετ᾿ οὐ πολὺ
  • Πάλιν ὡς προεῖπον, λαμβάνειν τὴν πιτυάν.
  • Ἐκ τοῦ γένους τε τῶν πρὸς τοὺς θανασίμους.
  • 195

    Ἄλλη.

  • Ἀντίδοτός ἐστι πρὸς τὰ τῶν λυσσώντων κυνῶν,
  • Δήγματα φέροντα παρακοπὰς ὑλακτικὰς,
  • Φόβους ἀλόγους τε παντὸς ὑγροῦ καὶ ποτοῦ,
  • Ὡς κᾂν ἴδωσι παντελῶς ὕδωρ βραχὺ,
  • Τρόμοισι καὶ σπασμοῖσι κατέχοντ᾿ αὐτίκα,
  • Ἐν ἀγρυπνίαις τε καὶ παρακοπαῖς συνεχέσι
  • Διάγοντες, ἀποθνήσκουσι συντομώτατα.
  • Κἂν τῷ παραχρῆμα δ᾿ ἐκφύγωσι τοὺς φόβους,
  • Μένει τὰ τοιαῦτα κατὰ χρόνους συμπτώματα
  • Ἄφνω γενόμενα τοῖς πάλαι δεδηγμένοις.
  • Πρὸς τοὺς φόβους οὖν τῶν τοιούτων δηγμάτων
  • Ἱερὰν ἔχε πάντως ἀντίδοτον παρακειμένην.
  • Οἱ γὰρ πιόντες, ὡς ἐρῶ, ταύτην ἐγὼ,
  • Εἰς οὐδὲν ἄτοπον ἐμπεσοῦνται ῥᾳδίως.
  • Σκεύαζε δ᾿ αὐτὴν, καρκίνους τοὺς ποταμίους
  • Ἐπὶ κληματίδων κατάκαιε λευκῆς ἀμπέλου,
  • Τήρει τε λειῶν ἐπιμελῶς ἐν πυξίδι,
  • 196
  • Καὶ γεντιανῆς τὴν ῥίζαν εὖ σεσησμένην
  • Ἐν πυξίδι δ᾿ ἑτέρᾳ τῆς δὲ χρείας γενομένης
  • Κατάπασον οἴνου τρισὶ κυάθοις ἡδέος,
  • Μύστρα δὲ β΄. μακρὰ τῆς σποδοῦ τῶν καρκίνων,
  • Τῆς γεντιανῆς δ᾿ , ὡς ἔφην, λελεασμένης
  • Ἓν μύστρον, οὕτως ἐκπιεῖν κέλευ᾿ ἄθρουν
  • Τρισὶν καθεξῆς ἡμέρας νήστει διδούς.
  • Πρώτην κατὰ τύχην δ᾿ ὑστερήσας ἡμέραν,
  • Ἄλλαις δυσίν τε προσφέρων ἁπλοῦν μέτρον
  • Διπλοῦν προσοίσεις δεύτερον τῷ φαρμάκῳ,
  • Εἰς τρεῖς δὲ κυάθους, ὡς ἔφην, οἴνου βαλὼν
  • Ἥ κᾀν τρισὶν γε τοῖς σφοδρῶς δεδηγμένοις,
  • Τῆς γεντιανῆς δ᾿ αὖ μόνοις τρισὶν δοκεῖ
  • Τριωβόλου τὸ πλῆθος ὁλκῆς προσφέρειν
  • Λείας ἐπιμελῶς ἡμέραις δυσὶν εἴκοσιν
  • Ἐν ζωροτέροις κυάθοις τρισὶν, ἤ μικρῷ πλέον.
  • Ἄλλη.

  • Καὶ τοῦτο πρὸς τοὺς ὑδροφόβους δεδοικότας
  • 197
  • Ἔλεγε διὰ πείρας γεγονέναι Νικήρατος.
  • Αὐτῷ τε καὶ φίλοις κρίνειν δυναμένοις,
  • Τὰ τῶν παραδόξων φαρμάκων ἰδιώματα.
  • Λυκίου κρατίστου Παταρικοῦ τριώβολον,
  • Τοῦ δ᾿ Ἰνδικοῦ βέλτιστον ἄν ᾖ σοι παρὸν,
  • Διδόναι προσέταττεν ἡμέρας δυσὶν εἴκοσι,
  • Νήστεσι δι᾿ ὕδατος, ὥσπερ εἶπον ἀρτίως.
  • Λέγεται δὲ ποιεῖν ταῦτα καὶ Βρεττανικῆς
  • Δοθεὶς ὁμοίως χυλὸς, ὥσπερ τὸ Λύκιον.
  • Καὶ τοῦτο δ᾿ ἱκανῶς παρ᾿ ἐνίοις θαυμάζεται,
  • Ἄρκτου χολῆς β΄. μύστρα καταμίξας δυσὶν
  • Ὕδατος κυάθοις, πρόσφερ᾿ ἐπὶ τρεῖς ἡμέρας,
  • Μήπω λαβοῦσι τὴν τροφὴν, ὄρθρον τ᾿ ἄγαν.
  • Πρὸς λυσσοδήκτους ἔχε μάλισθ᾿ ὅπου πολὺς
  • Εἰς τὸ πάθος ἐμπίπτει καὶ λυσσᾷ κύων.
  • Ἔμπλαστρος ᾖ χρῶμαι πρὸς τὸν τῶν δηγμάτων
  • Ἰχῶρ᾿, ἀρέσκει τὶ πέλιόν τ᾿, ἢ καὶ μέλαν
  • Τοῖς τραύμασιν πρόσεστι, τοῦτο περικνίσας
  • 198
  • Ἐπίβαλλε τὴν ἔμπλαστρον ἐπὶ χρόνον πολὺν,
  • Δι᾿ ἡμερῶν τὸ τραῦμα πλατύτερον ποιῶν,
  • Ἑλκοῦν δυναμένῳ φαρμάκῳ ἐσχαρωτικῷ,
  • Ποιοῦσαν ἀμέλει καὶ πρὸς ἄλλων θηρίων
  • Τῶν ἰοβόλων πληγάς τε καὶ τὰ δήγματα,
  • Ἀκίδων τε φαύλοις φαρμάκοις βεβλαμμένων,
  • Καὶ πρὸς κακοήθη πάντα ἐξηλκωμένα,
  • Τῆς γῆς μελαίνης κᾀμπελίτιδος δραχμὰς
  • Δὶς κέ. καὶ λιθαργύρου καλῆς
  • Σταθμὸν τὸν αὐτὸν, ταὐτό τ᾿ ἀσφάλτου βάρος
  • Ἴσας τ᾿ ἐλαίου. τοῖς τρισὶν τούτοις δραχμὰς
  • Τῆς Ἀττικῆς τε προπόλεως δὶς εἴκοσι,
  • Ἀριστολοχίας, συμφύτου τ᾿ ἀνὰ τέσσαρας,
  • Δὶς δύο πρασίου, καὶ ἑλενίου τὰς ἴσας,
  • Χαμαιλέοντος τέσσαρας, τρεῖς σμυρνίου.
  • Τὸ δ᾿ αὐτὸ λευκῆς ἴρεως ξηρᾶς καλῆς.
  • Τρεῖς δ᾿ ὀμφακίνης κηκίδος, ἕξ στυπτηρίας,
  • Πολίου τε ταὐτὸ, χαλβάνης τ᾿ ὀβολοῦ πλέον,
  • 199
  • Λιβάνου τ᾿ ἀτμήτου ιβ΄. ὁλκῆς ἥμισυ,
  • Χαλκίτεως ὀπτῆς τε τέσσαρας δραχμὰς,
  • Κενταυρίου λεπτοῦ τε δραχμὰς τρὶς β΄.
  • Δὶς πέντε καὶ δέκα μέλιτος Ἀττικοῦ νέου.
  • Σκεύαζε δ᾿ αὐτὴν ἐπιμελῶς αὐτὸς παρών.
  • Καὶ γὰρ σφόδρ᾿ εἰ καὶ κατακαίεται ταχὺ,
  • Τὴν ἀμπελῖτιν καὶ λιθάργυρον βαλὼν,
  • Εἰς λοπάδα καινὴν εὐμεγέθη προσέμβαλε,
  • Λεῖον ἔλαιον ἕψε μαλθακῷ πυρὶ,
  • Ὅταν δ᾿ ἴδῃς ῥυπῶδες, ἔμπασον τότε
  • Στυπτηρίαν, χαλκῖτιν, ἑτέραν δῆτ᾿ ἔχων
  • Χύτραν τε, τῆκε τὸ μέλι καὶ τὴν χαλβάνην,
  • Πρόπολίν τε καὶ τὰ λοιπὰ τηκτὰ μίγματα
  • Κατάχει μετρίως ζέοντα τῆς λιθαργύρου,
  • Καὶ συζέσας ἐπ᾿ ὀλίγον, ὅταν ἴδῃς ὅτι
  • Ἔμπλαστρος ἔσται ἀμόλυντος, ἐμπάσσεις τότε
  • Τὰς πόας τε καὶ τὰ λοιπὰ ῥιζία,
  • Ἄρας τε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
  • 200
  • Ψῦξον, διακινῶν ἐπ᾿ ὀλίγον τὸ φάρμακον,
  • Συνεκμαλάσσων χερσὶν εὐτονωτέραις,
  • Ἀπόθου, φυλάττων δέρματ᾿ ἐσκεπασμένην,
  • Καὶ τῶν ἀκίδων τῶν πεφαρμακευμένων,
  • Τὰ τραύματ᾿ ἔγνω ταὐτὰ ποιεῖν ἑρπετοῖς
  • Τῶν ἰοβόλων τε θηρίων τοῖς δήγμασι.
  • Διὸ καὶ θεραπείας ἐστὶν ὁμογενὴς τρόπος,
  • Καὶ γὰρ ἐπὶ τούτοις σάρκα τὴν τετρωμένην
  • Ταχέως περικόπτειν σμιλίῳ δεῖ, καὶ πυρὶ
  • Συκίας τ᾿ ἐπιβάλλειν εἰ δυνατὸν τοῖς τραύμασι,
  • Τοῖς δριμέσιν τε φαρμάκοις καὶ καυστικοῖς,
  • Τηρεῖν τὸ τραῦμα πλείονας χρόνους πλατὺ,
  • Ὥσπερ ὑπέδειξα θᾶττον ἐν συντάγματι
  • Ἑτέρῳ, γραφέντι τοῖς θέλουσι φάρμακα
  • Ποιεῖν ὅσα καύσοις σμιλίῳ τε γίγνεται.
  • Χρῆσθαι δὲ καὶ ταῖς ἀντιδότοις ποτήμασι
  • Τοῖς ἐχιοδήκτοις, ἅς ἐκέλευσα προσφέρειν,
  • Καὶ πητύας δὲ τῶν νεβρῶν αὐτοῖς δίδου,
  • Καὶ γεντιανῆς, ὡς ἔφην, δεῖ προσφέρειν
  • 201
  • Τοῖς λυσσοδήκτοις, καὶ τὰ λοίφ᾿, ὡς εἴπομεν
  • Ποεῖν ἐπ᾿ ἐκείνων ταῦτα, καὶ τοῖς δ᾿ ἁρμόττει
  • Ὀπόν τε Κυρηναῖον αὐτοῖς προσφέρειν.
  • Οὗ μὴ παρόντος δὲ, διδόναι καὶ Μηδικὸν
  • Ὀβολοῦ τὸ πλῆθος μεθ᾿ ὕδατος κυάθων δυοῖν,
  • Τῆς γεντιανῆς δ᾿ ὅσον ἄγει τριώβολον,
  • Χυλὸς δ᾿ ἀμείνων ἐστὶ τῆς ῥίζης πολύ.
  • [Αἱ ὑφ᾿ Ἤρα γεγραμμέναι ἀντίδοτοι θηριακαὶ, ὧν καὶ ἡμεῖς πεπειράμεθα.] Θηριακὴ ᾗ ἐχρήσατο Μάρκος ὁ αὐτοκράτωρ. ♃ Τριφύλλου ἀσφαλτώδους σπέρματος μέρος ἓν, ἀριστολοχίας στρογγύλης μέρος ἓν, πηγάνου ἀγρίου μέρος ἓν, ὀρόβου ἠλεσμένου μέρος ἓν, οἴνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους δραχ. δ΄. δίδου ἕνα μετ᾿ οἴνου καὶ ἐλαίου.

    [Ἀντίδοτος ἄλλη ποιοῦσα πρὸς τὰ αὐτὰ, λίαν καλῶς.]

  • Ἴησιν μάθε τήνδε πρὸς ἑρπετὰ, ἣν Φιλομήτωρ
  • Νικήσας πείρᾳ κέκρικεν Ἀντίοχος.
  • 202
  • Μήου ἀπὸ ῥίζης ὁλκὴν διδραχμίαν ὀρύξας,
  • Σὺν τῷ δ᾿ ἑρπύλλου κλῶνας ἰσοῤῥεπέας.
  • Σὺν δ᾿ ὀπὸν ἐκ πάνακος στήσας, ἴσον ἠδὲ τριφύλλου
  • Καρπὸν, ὅσον δραχμῆς σταθμὸν ἄγοντα δίδου,
  • Ἀνίσου, μαράθρου τε καὶ ἄμμιος, ἠδὲ σελίνου
  • Ἐξ ἑνὸς, ἓν πληρῶν σπέρματος ὀξύβαφον.
  • Σὺν δ᾿ ὀρόβου λείου δύο ὀξύβαφ᾿ ἔμπασ᾿ ἀλεύρου,
  • Πάντα δ᾿ ὁμοῦ Χίῳ νέκταρι συγκεράσας,
  • Κυκλοτερεῖς ἀνάπλασσε τροχοὺς, ἰσότητι μερίζων,
  • Ἡμιδραχμοῖο ῥοπῆς, ὄφρ᾿ ἂν ἕκαστος ἔχῃ.
  • Χίῳ δ᾿ ἐγκεράσας τάδε μίγματα, πικρὸν ἐχίδνης,
  • Ἡμίσεως δραχμὴν, ἰὸν ἀποσκεδάσεις.
  • Τῷ δὲ ποτῷ καὶ δεινὰ φαλάγγια, καὶ σκολιοῖο
  • Σκορπίου ἐκφεύξῃ κέντρα φέροντ᾿ ὀδύνας.
  • Ἡ αὐτὴ ἠκριβωμένη ταῖς συσταθμίαις. ♃ Μήου Κρητικοῦ δραχ. β΄. τριφύλλου σπέρματος δραχ. β΄. ἑρπύλλου ξηροῦ δραχ. δ΄. μαράθρου δραχ. δ΄. ἄμμεως δραχ. δ΄. σελίνου σπέρματος δραχ. δ΄. ὀροβίνου ἀλεύρου δραχ. η΄. λεῖα ποιήσας, ἀναλάμβανε

    203
    οἴνῳ Χίῳ, καὶ ποίει τροχίσκους τριωβολιαίους, καὶ δίδου ἕνα μετ᾿ οἴνου. Ἄλλη θηριακὴ πρὸς σκορπίων πληγὰς, καὶ ὅσα τῶν δακνόντων, ἰοῦ ἕνα ἀφιέναι δοκεῖ, καὶ πρὸς ῥήγματα· καὶ σπάσματα, ἐμπνευματώσεις κώλου, καὶ πρὸς πολλὰ τῶν ὁμοίων. ταύτην τὴν δύναμιν Γάλλος ἐκ τῆς Ἀραβίας παραγενόμενος Καίσαρι ἔδωκε, πολλοὺς αὐτῇ τῶν συστρατευσαμένων διασώσας. ♃ Βρυωνίας λευκῆς ῥίζης δραχ. η΄. τριφύλλου σπέρματος δραχ. δ΄. ἴρεως, χαλκίτιδος ἀνὰ δραχ. δ΄. ἀριστολοχίας λεπτῆς δραχ. δ΄. λιβανωτίδος ῥίζης δραχ. δ΄. ὀποῦ μήκωνος δραχ. δ΄. ζιγγιβέρεως δραχ. δ΄. πηγάνου ἀγρίου σπέρματος δραχ. στ΄. ἑρπύλλου δραχ. γ΄. κυμίνου Αἰθιοπικοῦ δραχ. γ΄. ἠρυγγίου ῥίζης δραχ. γ΄. ὀρόβου ἀλεύρου λευκοῦ δραχ. ι΄. οἴνου Χίου ἀθαλάσσου τὸ ἱκανὸν, ἀνάπλασσε τροχίσκους, ἀνὰ δραχμιαίους, καὶ δίδου μετ᾿ οἴνου ἀκράτου κοτύλης.

    [Ἄλλη πρὸς ἐχιοδήκτους.] Μελίας φύλλα κόψας, καὶ ἐκθλίψας τὸν χυλὸν, δίδου μετ᾿ οἴνου πίνειν, καὶ τοῖς φύλλοις τοῖς ἀποτεθλιμμένοις τὸ τραῦμα κατάπλασσε.

    [Ἄλλη πρὸς φαλαγγιοδήκτους.] Ἑνὶ τροχίσκῳ τῆς

    204
    τρυγόνος μίσγε πεπέρεως κόκκους ιγ΄. σπέρματος φύλλου κόκκους μ΄. ἐξ οἴνου κράματος πότιζε θερμοῦ ἐπὶ ἡμέρας γ΄.

    [Ἄλλη ὁμοίως ποιοῦσα.] ♃ Ἀριστολοχίας Κρητικῆς μακρᾶς δραχ. α΄. κυμίνου Αἰγυπτίου τριώβολον, πηγάνου ἀγρίου σπέρματος δραχ. στ΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. γ΄ S". μίλτου Λημνίας δραχ. ι΄. σμύρνης δραχ. ζ΄. ὀποβαλσάμου δραχ. η΄. πεπέρεως λευκοῦ δραχ. β΄ S". κάγχρυος δραχ. δ΄. κόψας καὶ σήσας, φύρα μέλιτι, καὶ δίδου δι᾿ ὕδατος θερμοῦ κυάμου Αἰγυπτίου τὸ μέγεθος. ἐὰν δ᾿ εὐτονώτερον θελήσῃ χρήσασθαι, διπλοῦν δίδου.

    [Ἄλλη μετὰ τὰς πρώτας γεγραμμένας ἀντιδότους θηριακή.] Οὐκ οἶδ᾿ ὅπως ἀτάκτως πρὸς ἰσχιαδικοὺς ποτήματα γράψας β΄. μετὰ ταῦτα πάλιν ἔγραψεν ἀντιδότους, τὴν Ζωπύριον ὀνομαζομένην, καὶ ἄλλην θινὰ πολυμίγματον ἅπασι τοῖς θανασίμοις ἁρμόττουσαν, ὣς φησι, προλαμβανομένην τε καὶ ἐπιλαμβανομένην. ἁρμόττει δὲ καὶ λυσσοδήκτοις, καὶ πλευριτικοῖς, καὶ τοῖς ἐντὸς ἀλγήμασιν ἅπασιν, ὥσπερ γε καὶ τοῖς γυναικείοις πάθεσι, καὶ μετὰ ταύτην

    205
    πάλιν ἑτέραν πολύχρηστον ἔγραψεν ἐξ ρ΄. συγκειμένην, ἐξαιρέτως δὲ, ὥς φησι, πρὸς τὰ θανάσιμα καὶ τοὺς πνιγομένους ὑπὸ ψιμμυθίου. εἶτα μετὰ ταύτας τὴν διὰ τῆς Λημνίας μίλτου, περὶ ἧς ἤδη καὶ πρόσθεν ἔγραψα, παραγράψας τὰ Δαμοκράτους ἔπη. τὴν ἄλλην οὖν παραλιπὼν, τὴν ἐξ ρ΄. συγκειμένην, ἀρκεσθήσομαι τῇ τε Ζωπυρίῳ καὶ τῇ μετ᾿ αὐτὴν γεγραμμένῃ. καὶ προσέτι τὴν διὰ τῆς Λημνίας μίλτου παραλιπὼν τὴν ἑκατονταμίγματον. ἡ αὐτὴ γὰρ ἐστὶ τῇ ὑπ᾿ Ἀνδρομάχου γεγραμμένῃ Ζωπύριος ἀντίδοτος, ποιοῦσα πρὸς ἅπαντα, ἰδιαίτερον δὲ πρὸς τὰ θανάσιμα καὶ πρὸς ἡπατικοὺς, καὶ τὰς ἐμπνευματώσεις τῆς κοιλίας, καὶ τὰς ἀρχομένας παρεγχύσεις, καὶ μάλιστ᾿ ἐφ᾿ ὧν ἐστι πλέον πνεῦμα, τὸ παρακείμενον. ♃ Σμύρνης δραχ. ε΄. νάρδου Συριακῆς δραχ. ε΄. S". κρόκου δραχ. δ΄ S". σχοίνου ἄνθους δραχ. β΄ S". κασσίας δραχ. δ΄. κινναμώμου δραχ. γ΄. πεπέρεως λευκοῦ δραχ. α΄ S". λιβάνου δραχ. α΄. ὀβολὸν α΄. κόστου δραχ. α΄. μέλιτι Ἀττικῷ ἀναλάμβανε, καὶ ποιῶν τροχίσκους καρύου Ποντικοῦ τὸ μέγεθος, δίδου μετ᾿ οἰνομέλιτος ἢ μεθ᾿ ὕδατος.
    206
    Ἄλλη ἀντίδοτος, ποιοῦσα πρὸς πάντα τὰ θανάσιμα, καὶ προλαμβανομένη, καὶ ἐπιλαμβανομένη. ποιεῖ καὶ πρὸς λυσσοδήκτους. ποιεῖ δὲ καὶ πρὸς πλευριτικοὺς, καὶ τὰ ἐκτὸς ἀλγήματα· εὐθετεῖ δὲ καὶ πρὸς τὰ γυναικεῖα ἀλγήματα καὶ πάθη. ♃ Γλυκυῤῥίζης δραχ. στ΄. καὶ ὀβολὸν α΄ S": δαύκου Κρητικοῦ σπέρματος δραχ. στ΄. ὀβολὸν α΄ S". ὀπίου δραχ. δ΄. ὀβολοὺς β΄. καστορίου δραχ. β΄. ὀβολὸν ἕνα, πεπέρεως μακροῦ δραχ. στ΄. τετρώβολον, κόστου δραχ. στ΄. ὀβολοὺς β΄. ναρδοστάχυος δραχ. στ΄. ὀβολὸν α΄ S". κασσίας μελαίνης δραχ. ε΄. ὀβολοὺς β΄. λιβάνου ἄῤῥενος δραχ. α΄ S". σεσέλεως δραχ. ε΄. ὀβολοὺς β΄. σκορδίου δραχ. στ΄. ὀβολοὺς β΄ S". ὑποκυστίδος χυλοῦ δραχ. στ΄. ἀκόρου δραχ. β΄. μαλαβάθρου φύλλων δραχ. στ΄. ὀβολὸν ἕνα, σαγαπηνοῦ δραχ. β΄. βαλσάμου καρποῦ δραχ. ε΄. ὀβολοὺς β΄. σμύρνης δραχ. στ΄. κρόκου δραχ. ζ΄. ὀβολοὺς β΄. στύρακος δραχ. στ΄. κινναμώμου δραχ. ζ΄. ὀβολοὺς β΄. ζιγγιβέρεως δραχ. ζ΄. ὀβολοὺς β΄. πεπέρεως λευκοῦ δραχ. ε΄. ὀβολοὺς β΄. φοῦ δραχ. ε΄. πετροσελίνου δραχ. δ΄. νάρδου Κελτικῆς δραχ. δ΄. ὀβολοὺς β΄ S". ὑπερικοῦ δραχ. β΄. ἀκακίας χυλοῦ δραχ. β΄. γεντιανῆς δραχ. δ΄. Ἰλλυρικῆς
    207
    δραχ. β΄. ἀνίσου δραχ. γ΄. θλάσπεως δραχ. στ΄. ὀβολοὺς β΄ S". ῥόδων ξηρῶν δραχ. δ΄. μήου δραχ. β΄. κόμμεως δραχ. β΄. καρδαμώμου δραχ. δ΄. σχοίνου ἄνθους δραχ. στ΄. ὀβολοὺς β΄. ὀποπάνακος δραχ. ζ΄. ὀποβαλσάμου δραχ. στ΄ S". χαλβάνης δραχ. γ΄. ὀβολοὺς β΄. τερμινθίνης δραχ. στ΄. ὀβολοὺς β΄. ἀγαρικοῦ δραχ. ζ΄ S". κύφεως δραχ. στ΄. βδελλίου δραχ. στ΄. σκίγκου δραχ. β΄. ἀμώμου δραχ. γ΄. πολίου δραχ. ε΄. ὀβολοὺς β΄. δικτάμνου δραχ. στ΄. πηγάνου ἀγρίου σπέρματος δραχ. δ΄. σφραγῖδος Λημνίας δραχ. β΄ S". ἐρυσίμου δραχ. δ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε, καὶ μέλιτι Ἀττικῷ.

    [Ἄλλη ἀντίδοτος· ποιεῖ καὶ πρὸς θανάσιμα, προδιδομένη καὶ ἐπιδιδομένη, καὶ οὐδὲν ἐμποδίζουσα πρὸς τὰ λοιπὰ διδόμενα φάρμακα· ὅταν δὲ δοθῇ, ναυτίαν κινεῖ, ὥστε ἀναβάλλεσθαι πᾶν τὸ φθαρτικόν.] ♃ Μίλτου σφραγῖδος Λημνίας δραχ. α΄. ὀβολοὺς β΄. ἀρκευθίδων δραχ. β΄. λεῖα τρίψας, ἀναλάμβανε ἐλαίῳ καλλίστῳ, καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος σὺν οἰνομέλιτι.

    [Ἐκ τῶν Ἀφροδᾶ πρὸς ὑδροφόβους] ♃ Λαθυρίδος

    208
    οὐγγίας α΄. καστορίου δραχ. γ΄. λειώσας, δίδου μετὰ κοτύλης δραχμῆς ῥοδίνου πίνειν.

    [Καταπότιον τοῦ αὐτοῦ ὑδροφοβικόν.] ♃ Καστορίου δραχ. α΄. S". λαθυρίδων κόκκους θ΄. δίδου.

    [Ἄλλως, παρὰ Νικοστράτου.] ♃ Καστορίου δραχ. η΄. λυκίου Ἰνδικοῦ δραχ. δ΄. γεντιανῆς δραχ. β΄. καρκίνων κεκαυμένων δραχ. α΄ S". μέλιτι μίξας δίδου.

    [Πρὸς δὲ ὑδροφόβον, θαυμαζόμενον.] Εἰ ὕδωρ εἰς ὃ ἀποκαταῤῥίπτουσιν οἱ σιδηρουργοὶ τὰ σιδηρᾶ, ἀγνοοῦντος τοῦ τεχνίτου δίδοται, λίαν θαυμάζεται. τοῖς δὲ ἤδη φοβουμένοις τὸ ὕδωρ, ἵνα πίῃ, ὑπόθες τῷ ποτηρίῳ ῥάκος ἀπὸ ἀφέδρου, καὶ πίεται. ποιεῖ δὲ καὶ γεντιανὴ καθ᾿ ἑαυτὴν, κοχλιάρια γ΄. σὺν ὕδατι.

    [Ἀμαράντου Γραμματικοῦ πρὸς ποδαλγικοὺς, ᾧ καὶ αὐτὸς ἐχρῆτο.] ♃ Ῥήου Ποντικοῦ δραχ. ι΄. πεπέρεως λευκοῦ δραχ. η΄. πετροσελίνου, ἀγαρικοῦ, ὑπερικοῦ, ἀκόρου, ἠρυγγίου, ἀνὰ δραχ. ιστ΄. καρδαμώμου, θλάσπεως, ἀκακίας, γλυκείας χυλοῦ δραχ. β΄. ῥόδων ξηρῶν, ἀνὰ δραχ. ιδ΄. μαράθρου σπέρματος

    209
    δραχ. β΄. ἀριστολοχίας μακρᾶς δραχ. β΄. καὶ στρογγύλης, ὀξυμυρσίνης καρποῦ, ἀνὰ δραχ. γ΄. σελίνου σπέρματος δραχ. γ΄. βουνιάδος ἀγρίας σπέρματος δραχ. γ΄. ζιγγιβέρεως δραχ. γ΄. γεντιανῆς δραχ. στ΄. σκίγκου δραχ. β΄. λιβανωτοῦ δραχ. ε΄. φοῦ Ποντικοῦ δραχ. γ΄. ἐρυσίμου δραχ. στ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ιγ΄. κασσίας, λιγυστικοῦ, σχοίνου ἄνθους, ναρδοστάχυος, σίου, σκορπιούρου, ἀνὰ δραχ. στ΄. μέλιτος τὸ ἱκανόν. δίδου μέγεθος Ποντικοῦ καρύου ἐπ᾿ ἐνιαυτόν.

    [Ἄλλο, ᾧ ἐγὼ χρῶμαι.] ♃ Χαμαίδρυος δραχ. οδ΄. σκορδίου δραχ. γ΄. πετροσελίνου δραχ. γ΄. καρδαμώμου δραχ. γ΄. πρασίου, γεντιανῆς ἀνὰ δραχ. δ΄. κενταυρίου δραχ. δ΄ S". ἀριστολοχίας στρογγύλης ἴσον, μέλιτος τὸ ἱκανόν. δίδου Ποντικοῦ καρύου μέγεθος σὺν ὕδατι ἐπ᾿ ἐνιαυτόν.