De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Ἡ διὰ βοτανῶν Κρίτωνος.] Ἡ διὰ βοτανῶν, ᾗ χρῶμαι, ποιεῖ πρὸς καρκινώματα, σηπεδόνας· χοιράδας εἰς διαπύησιν ἄγουσα καὶ ἐξιποῦσα λέπρας ἀφίστησι καὶ δοθιῆνας διαλύει, ποδαγρικοῖς ἁρμόζει, πώρους διαλύει, ἡ αὐτὴ κεφαλικὴ ἄνευ ἀνατρήσεως λεπίδας ἀφίστησιν, ἀνάγει ὀστᾶ, ἐπιξύει δὲ τὰ ὀστᾶ ἐπὶ ποσὸν, ἡ αὐτὴ πρὸς τὰ νεότρωτα πρὸς νομὰς ἔμμοτος ἀνακαθαίρει, πληροῖ σὺν ῥοδίνῃ κηρωτῇ ἑνὸς μέρους πρὸς δύο κηρωτῆς μέρη, ἐνίοτε δὲ γ΄ ἢ δ΄. μιγνυμένου. σὺν δὲ μυρσίνῃ κηρωτῇ δυσὶ μέρεσιν ἣ τρισὶν ἐπουλοῖ. ♃ βοτανῶν ἐξ ἀνύδρων τόπων παραθαλασσίων, ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης δραχ. νστ΄. μήκωνος κερατίτιδος δραχ. νστ΄. πρασίου δραχ. νστ΄. ὑοσκυάμου φύλλων ἁπαλῶν δραχ. νστ΄. ταύτας εἰς ὅλμον βαλὼν, κόπτε ἕως θλασθῇ καὶ διαλυθῇ, μόνον μὴ τὸν χυλὸν αὐτῶν δαπανήσῃς, ἔπειτα βαλὼν εἰς θυείαν τρῖβε. ἐν ἄλλῃ δὲ θυείᾳ ἔχε λεπίδος ἐρυθροῦ χαλκοῦ δραχ. κε΄. μάννης δραχ. η΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ιστ΄. ἀλόης δραχ. ιστ΄. σχιστῆς δραχ. δ΄. 

864
στρογγύλης δραχ. δ΄. ταῦτα λέαινε ἐν ἡλίῳ ὥστε γλοιοῦ πάχος ἔχειν σὺν ὄξει, ἔπειτα μίξας τὰς βοτάνας τρῖβε μέχρις ὅταν καλῶς ἑνωθῇ, εἶτα κηρωτὴν ποίησον ἐκ Χίου κηροῦ δραχ. ρ΄. οἱ δὲ μνᾶν α΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ζέσας μίσγε. Ἥρας οὕτως. τινὲς δὲ τὰς δύο ἀναγαλλίδας βάλλουσι, τινὲς δὲ καὶ χρυσοκόλλης καὶ γῆς Ἐρετριάδος καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ ἀρσενικοῦ, σχιστοῦ ἀνὰ δραχ. δ΄. ἃ δὲ περὶ τῆς ἐμπλάστρου ταύτης Ἀσκληπιάδης γέγραφε καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ δεδήλωται, παραπλήσιά πως ὄντα τούτοις, διὸ καὶ περιττὸν ἔδοξέ μοι γράφειν αὖθις αὐτὰ, μέλλοντί γε τὸν κοινὸν λόγον ὑπὲρ αὐτῶν διέρχεσθαι νῦν. ὁ γάρ τοι πρῶτος συνθεὶς τὸ φάρμακον τοῦτο, βοτάναις ἐχρήσατο δριμείαις εἰς τὸ διαφορῆσαι σφοδρῶς τοὺς ἐν τοῖς πεπονθόσι μέρεσι μοχθηροὺς χυμοὺς, διὰ τοῦτο γοῦν καὶ ἐξ ἀνύδρων καὶ παραθαλασσίων τόπων εἶναι κελεύει, ἐναντίας δ’ αὐταῖς ἄλλας ψυχρᾶς δυνάμεως, ἕνεκα τοῦ παρηγορῆσαι τὸ σφοδρὸν τῶν δριμέων, οἷαί πέρ εἰσιν ὅ τε ὑοσκύαμος καὶ ἡ μήκων. ἔχουσι γάρ τι καὶ πραϋντικὸν ὀδυνῶν, ναρκώδη ψύξιν ἐντιθεῖσαι
865
τοῖς πλησιάζουσι. νάρκη δὲ μετρίη ὀδύνης λυτικὴ, φησὶν Ἱπποκράτης. προσέθηκε δὲ καὶ τῶν μεταλλικῶν τήν τε λεπίδα τοῦ χαλκοῦ καὶ τὴν σχιστὴν στυπτηρίαν, ὑπὲρ ὧν ἔμπροσθεν εἶπον, ὅπερ ἑκάτερον τῶν φαρμάκων ἁρμόττει κακοήθεσιν ἕλκεσιν. ἀλόην δ’ ἐκ τῶν στυφόντων καὶ ξηραινόντων ἀδήκτως φαρμάκων ἔμιξε καὶ τὴν μάνναν τῶν πεσσόντων τε καὶ παρηγορούντων καὶ διαπυϊσκόντων. τὴν δὲ πιτυΐνην ὡς ὕλην εἰς ἐμπλάστρου γένεσιν, ὥσπερ γε καὶ τὸν κηρὸν καὶ τὸ ἔλαιον, ἅμα δὲ καὶ τούτῳ συμβαίνει πραΰνεσθαι δι’ αὐτῶν τὸ σφοδρὸν τῶν δριμέων φαρμάκων. ἥ γε μὴν πιτυΐνη ῥητίνη καὶ τὸ ξηραίνειν ἔχει καὶ ὅσῳ περ ἂν ξηροτέρα τοσούτῳ μᾶλλον οἵαν περ ἀξιοῖ βάλλειν. ἐνίους δέ φησι μεμιχέναι τῷ φαρμάκῳ καὶ χρυσοκόλλης καὶ γῆς Ἐρετριάδος, ἀμφοτέρων τὰ δυσθεράπευτα τῶν ἑλκῶν ἰωμένων. ἔμπαλιν δὲ τούτοις ἅλες ἀμμωνιακοὶ καὶ τὸ καλούμενον ἀρσενικὸν ἐρεθίζειν ἕλκη πέφυκεν ὑπὸ δριμύτητος, ἀλλὰ καὶ τοῖς σηπεδονώδεσιν ἁρμόττει. καὶ διὰ τοῦτο πρὸς μὲν τὰ χειρώνεια τῶν ἑλκῶν οὐ πάνυ τι χρήσιμόν ἐστι τὸ προκείμενον
866
ἐν τῷ λόγῳ φάρμακον. ἐφ’ ὧν δὲ σηπεδών τις ὑπάρχει, παῦσαι ταύτην ἐπιτήδειόν ἐστι, διαφοροῦν τοὺς ἐργαζομένους αὐτὴν ἰσχῶρας. ἡ δ’ αὐτὴ δύναμις τοῦ φαρμάκου καὶ τὰς χοιράδας ἰᾶται. ἐπεὶ δὲ ῥυπτικά τινα τῶν ἐμβεβλημένων ἐστὶν ἐν αὐτῷ, διὰ τοῦτο καὶ λέπρας καθαίρει. σκοπὸς μὲν γὰρ ἐπὶ τοῦ παθήματος τούτου τὸ οἷον ἀπολεπίσαι τὸ κατεσκληρυσμένον τοῦ δέρματος. ἐργάζεται δὲ τοῦτο τὰ ὑπερξηραίνοντα μετὰ τοῦ ῥύπτειν. εἰ μὲν γὰρ εἰς τὸ κατὰ φύσιν ἐπανελθεῖν ἠδύνατο τοῦ δέρματος ἡ διάθεσις, οὐκ ἄν τις τὸ κατεξηρασμένον ὑπερεξήραινεν. ἐπεὶ δὲ οὐχ οἷόν τέ ἐστι τὸ ἤδη λεπρῶδες ἰαθῆναι, δεύτερος ἂν εἴη σκοπὸς, ὅσπερ ἐπὶ πάντων τῶν ἀνιάτων ἐστὶ κοινὸς, ἐκκόψαι. τοῦ σώματος τὸ ἀνίατον. ἐκκόπτεται δὲ ποτὲ μὲν σιδήρῳ, ποτὲ δὲ πυρὶ, ποτὲ δὲ φαρμάκῳ ἤτοι καυστικοῖς ἢ διαφορητικοῖς τε ἅμα καὶ ῥυπτικοῖς, ὁποῖόν ἐστι τὸ προκείμενον νῦν. ὥσπερ οὖν οὗτος ὁ λόγος κοινός ἐστιν ἐπὶ πάσης λέπρας, οὕτως καὶ ὁ περὶ τῆς σαρκώσεως. ἐπεὶ γὰρ, ὡς ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου δέδεικται, τὰ σαρκωτικὰ καλούμενα φάρμακα δυνάμεώς ἐστιν ἀδήκτου
867
ῥυπτικῆς. ὅσα δὲ τῆς ὕλης ταύτης ἐστὶν, εἰς τουτὶ τὸ νῦν ἡμῖν προκείμενον ἐν τῷ λόγῳ φάρμακον, ἔχει μὲν τὸ ῥυπτικὸν, οὐκ ἔχει δὲ τὸ ἄδηκτον· διὰ τοῦτο μίγνυμεν αὐτοῖς ὑγρὰν κηρωτὴν ἐκ κηροῦ καὶ ῥητίνης συγκειμένην τετηκότων ἐν ἐλαίῳ. ὁ μὲν γὰρ κηρὸς καὶ τὸ ἔλαιον ὥσπερ ἀμβλυτικὰ δριμυτήτων ἐστὶν, οὕτως ἐμπλαστικὰ καὶ διὰ τοῦτο ῥύπου γεννητικά. ἡ ῥητίνη δὲ τὸ ἄδηκτον ἔχουσα τὸ ἐμπλαστικὸν οὐκ ἔχει, ῥυπτικῆς οὖσα δυνάμεως ἕλκεσι μὲν ἤδη δακνώδους, τοῖς δὲ ἀνελκώτοις ἀδήκτου. τὴν δ’ ἐν τῇ μίξει συμμετρίαν στοχαστικῶς μὲν πρὸ τῆς πείρας, ἐπιστημονικῶς δὲ μετὰ τὴν πεῖραν εὑρήσομεν ἅμα τῷ γινώσκειν, ὅτι τὸ μὲν καθαρὸν ἕλκος ἀκριβῶς ἀδήκτου δεῖται δυνάμεως τοῦ ῥυπτικοῦ, τὸ δὲ ῥυπαρὸν ἰσχυροτέρου. τούτου γὰρ ὁ ῥύπος ἐστὶ πρόβλημα, τὸ καθαρὸν δὲ γυμνὸν ὁμιλεῖ τῷ ψαύοντι. καὶ μέντοι καὶ τῶν σωμάτων αὐτῶν τὰ μὲν αἰσθητικωτέραν ἔχει τὴν οὐσίαν τὰ δὲ δυσαισθητικωτέραν, καὶ τὰ μὲν μαλακωτέραν, τὰ δὲ σκληροτέραν. διὰ τοῦτο οὖν καὶ ὁ Κρίτων ἐπὶ τοῦ προκειμένου φαρμάκου πρὸς ἓν μέρος
868
αὐτοῦ ποτὲ μὲν δύο μέρη τῆς κηρωτῆς, ἐνίοτε δὲ τρία ἢ τέτταρα κελεύει μιγνύειν, οὐ μὴν διωρίσατο πότε μὲν τὰ δύο μέρη, πότε δὲ τὰ πλείω χρὴ μιγνύειν, ὡς τοῦ χρησομένου τῷ φαρμάκῳ τριβήν τινα ἔχοντος ἤδη κατὰ τὴν τέχνην καὶ λογίσασθαι δυναμένου τὰ λεγόμενα νῦν ὑπ’ ἐμοῦ. διὰ ῥοδίνου μέντοι ἐσκευάσθαι τὴν κηρωτὴν βέλτιον, οὐ μὴν πολλή γε ἡ ὑπεροχὴ κατὰ τὰ τοιαῦτα τῶν ἑλκῶν ἐστιν, εἰ καὶ δι’ ἐλαίου τακείη. τὸ γάρ τοι ῥόδινον ἐπὶ τῶν ἐχόντων τι φλεγμονῶδες, ἄμεινον ἐλαίου. τὰ σαρκωθησόμενα δὲ πάντως ἐστὶν ἀφλέγμαντα. καλῶς δὲ προσεγράψατο ὁ Κρίτων ἐπὶ τῶν ἐπουλώσεως δεομένων ἑλκῶν διὰ μυρσίνου χρῆναι τὴν κηρωτὴν ἐσκευάσθαι, στύψεως γάρ ἐστιν ἐκείνοις χρεία. ταῦτ’ ἀρκεῖ κατά γε τὸ παρὸν εἰρῆσθαι περί τε τῶν σαρκωτικῶν καὶ τῶν ἐπουλωτικῶν φαρμάκων. ἡ μὲν γὰρ τῆς χρήσεώς τε καὶ συνθέσεως αὐτῶν μέθοδος ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν εἴρηται· ἡ δὲ ἐπὶ τῶν κατὰ μέρος ὑλῶν γυμνασία τῆς νῦν οὖσα πραγματείας κατὰ τὸ μετὰ τοῦτο βιβλίον εἰρήσεται.

869

[Ἔμπλαστρος διὰ σκίλλης.] Ἄλλην ἐφεξῆς τῇδε τῆς αὐτῆς κατὰ γένος δυνάμεως ἔγραψεν ὁ Κρίτων ἔμπλαστρον αὐτοῖς ὀνόμασιν ὧδε. ♃ χαλκίτεως, ἀριστολοχίας στρογγύλης ἀνὰ δραχ. λ΄. οἱ δὲ δραχ. ιε΄. ἴρεως δραχ. λ΄. οἱ δὲ δραχ. ιε΄. πιτυΐνης ξηρᾶς δραχ. λ΄. οἱ δὲ δραχ. ιε΄. ἀμμωνιακοῦ δραχ. ιε΄. σμύρνης δραχ. ιε΄. στύρακος δραχ. ιε΄. λεπίδος ἐρυθροῦ χαλκοῦ δραχ. ιε΄. σκίλλης ὀπτῆς δραχ. ρη΄. ὄξος δριμύτατον τρῖβε ἐπὶ ἡμέρας μ΄. τοῖς ὑπὸ κύνα καύμασι. τὴν δὲ λεπίδα πρῶτον καὶ τὸν στύρακα κατ’ ὀλίγον ἐξ ἑκατέρου αὐτῶν, εἶτα ἀμμωνιακὸν καὶ χαλκὸν καὶ τὴν σκίλλαν ἐπιβαλὼν, ἵνα κατεργασθῇ, εἶτα τὴν ῥητίνην κατ’ ὀλίγον, μετὰ ταῦτα τὴν σμύρναν, εἶθ’ ὅταν ταῦτα λεῖα ᾖ, τὰ λοιπὰ ξηρά. ἐκπληρωθεισῶν δὲ τῶν ἡμερῶν, κηρωτὴν ποίει τοιαύτην. κηροῦ λίτρας ε΄. οἱ δὲ δραχ. σμ΄. τερμινθίνης λίτραν α΄. οἱ δὲ δραχ. λ΄. ἐλαίου ξέστας β΄ S". οἱ δὲ κοτύλας στ΄. χαλβάνης δραχ. λ΄. πίσσης ὑγρᾶς δραχ. λ΄. ἐσχάτην ἀποδίδου τὴν χαλβάνην, εἶτα ψύξας ἀναλάμβανε ἐπιμελῶς. αὕτη μὲν ἡ σύνθεσις τοῦ φαρμάκου. περὶ δὲ τῆς χρήσεως αὐτοῦ τάδε

870
γράφει κατὰ λέξιν ὁ Κρίτων. ἐν τῇ χρήσει ἀκράτῳ μὲν χρῶ τῷ φαρμάκῳ, ἐπὶ καταγμάτων ἐν κεφαλῇ καὶ συρίγγων καὶ νομῶν καὶ ὑπερσαρκωμάτων καὶ πρὸς ἀνευρυσμὸν στομίων καὶ πρὸς ὑποφοράν. ἀνιεμένην δὲ θέλων αὐτὴν ποιῆσαι, ἵνα γένηται σαρκωτική τε καὶ ἐπουλωτικὴ, μέρει ἑνὶ τοῦ φαρμάκου ιβ΄. μέρη πρόσβαλε κηρωτῆς ῥοδίνης. ἐπὶ δὲ τῶν πυρικαύτων ἑνὶ μέρει η΄. πρόσβαλε. ταῦτα δὲ περὶ τῆς χρήσεως τοῦ φαρμάκου καλῶς ἔγραψεν ὁ Κρίτων, ὡς δριμεῖ μὲν αὐτῷ καὶ ἀναστομωτικῷ καὶ διαφορητικῷ καὶ διὰ τοῦτο καὶ ξηραντικῷ χρησάμενος ἐπὶ συρίγγων καὶ ὑπερσαρκωμάτων καὶ ἐπὶ σηπεδόνων, τουτέστι νομῶν, καὶ πρὸς ἀνευρυσμὸν στομίων, ὥσπερ ἐστὶν ἐπὶ κόλπων τῶν στενοστόμων. ἐπὶ δὲ τῶν ἐν κεφαλῇ καταγμάτων, ὅταν χωρὶς ἀνατρήσεως ἐπιχειρῶμεν αὐτὰ θεραπεύειν, ἔστι δὲ τὰ τοιαῦτα μὴ διασχόντα μέχρι μηνίγγων. ἕνεκα δὲ τοῦ σαρκῶσαι μιγνὺς τῆς ῥοδίνης κηρωτῆς μέρη ιδ΄. μέχρι συνουλώσεως. ἄμεινον δὲ εἰπεῖν μέχρι πληρώσεως τῆς ἐν τοῖς ἕλκεσι κοιλότητος. ἐξ ἀνάγκης γὰρ τὰ νομώδη τῶν ἑλκῶν, ὅπερ ἔφην εἶναι ταὐτὸν ἐν τῷ σηπεδονώδει, θεραπευόμενα πρὸς τῶν ἰσχυρῶν
871
φαρμάκων ἐστὶν, ὁποῖον καὶ τὸ προκείμενον, πρῶτον μὲν ἀποῤῥύπτει τὰ σηπόμενα μόρια καὶ κατὰ τοῦτο γίνεται κοῖλα. μετὰ δὲ τὸ παύσασθαι τὴν σηπεδόνα καθάρσεώς τε καὶ πληρώσεως δεῖται, κᾀπειδὰν πληρωθῇ, τηνικαῦτα καὶ τῶν ἐπουλούντων. αὐτὸ δὲ τὸ φάρμακον, ὅταν μήπω κηρωτῇ μιχθῇ, δριμὺ τυγχάνον, οὐ μόνον ἀδύνατόν ἐστι σαρκοῦν, ἀλλὰ καὶ καθαίρει τὰ ὑπερσαρκοῦντα, καθάπερ αὐτὸς ὁ Κρίτων ἔφη. καὶ τούτου γε μάλιστα μεμνῆσθαι προσήκει λελεγμένου καὶ κατὰ τὴν πρὸ ταύτης ἔμπλαστρον, ἣν διὰ τῶν βοτανῶν ὠνόμασεν, ὅτι πάντα τὰ ἐκ τῶν θερμαινόντων καὶ τῶν ῥυπτικῶν συγκείμενα, κᾂν ἰσχυρῶς ᾖ δριμέα, κηρωτῇ μιγνύμενα σαρκωτικὰ γίνεται. τινὲς δὲ ἀπογινώσκουσιν αὐτῶν, ὅταν ἤτοι διπλασία τὴν κηρωτὴν μίξαντες ὁρῶσιν ἔτι δάκνουσαν οὕτως, ὡς μὴ δύνασθαι σαρκοῦν, ὥσπερ ἐπὶ ταύτης ἔχει τῆς ἐμπλάστρου. πολὺ γὰρ οὖσα δριμυτέρα τε καὶ δακνωδεστέρα τῆς διὰ βοτανῶν ἄχρηστος εἰς τὰς σαρκώσεις ἐστὶ, κᾂν τετραπλάσιον μιχθῇ τῇ κηρωτῇ. συνετοῦ μὲν τοίνυν ἐστὶ χρεία καὶ τετριμμένου περὶ τὴν τῶν
872
τοιούτων φαρμάκων χρῆσιν, ἐν ἀρχῇ μὲν εὐθέως ἐπινοοῦντος ποσαπλὰ δεῖται μίγνυσθαι τῇ κηρωτῇ, μετὰ δὲ τὴν πρώτην χρῆσιν ἔτι δριμυτέρου τοῦ φαρμάκου φανέντος ἢ ὥστε σαρκοῦν δύνασθαι, στοχάσασθαι πόσον ἔτι προσθεῖναι δεῖ τῆς κηρωτῆς, ὥσπερ ἐπὶ τῆς προκειμένης ὁ Κρίτων ἐποίησε. μὴ γάρ τοι δόκει κατὰ πρῶτον εὐθέως στοχασμὸν εὑρεῖν αὐτὸν ὡς χρὴ δωδεκαπλάσιον μίγνυσθαι τὴν κηρωτὴν, ἀλλ’ ὅτι πλέονα μὲν τῆς μιγνυμένης τῇ διὰ τῶν βοτανῶν ἔγνω, τὸ δ’ ὅσον πλέονα μετὰ τὸν πρῶτον στοχασμὸν εὗρεν. εἰ γὰρ ὀκταπλασίου μιχθείσης ἔτι δακνῶδες ἐφαίνετο, δεκαπλασίως ἐνέμιξεν, ὥσπερ γε εἰ καὶ δεκαπλάσιον, ἐπὶ τὴν δωδεκαπλάσιον ἧκεν. ἐπεὶ δ’, ὡς ἔφην, παρά τε τὸ πλῆθος τοῦ ῥύπου καὶ τὴν ὑγρότητα τοῦ ἕλκους τό τε εὐαίσθητον καὶ δυσαίσθητον τῶν συμπασχόντων, ἔτι τε τὴν μαλακότητα καὶ τὴν σκληρότητα τῆς τοὐ σώματος ἕξεως, ὑπαλλάττεσθαι χρὴ τὴν ποσότητα τῆς μιγνυμένης κηρωτῆς, ὅπερ εἴρηται πολλάκις, ἐννοεῖν ἡμᾶς δεῖ μεμνημένους τὴν ποσότητα τῆς χρήσεως ἐν τοῖς τοιούτοις γράφεσθαι, πᾶσιν εὐπετοῦς ἐφ’ ἑκάτερα
873
τῆς ἐντεῦθεν ὁδοῦ πρὸς τὰ ἄλλα γιγνομένης ἄχρι τῶν ἄκρων. ἄκρα δὲ λέγω τὰ πρὸς ἁπάντων τῶν ὁμογενῶν σκοπῶν συμπληρώματα, περὶ ὧν ἓν εἰπόντος μου παράδειγμα νῦν ὑμᾶς χρὴ διὰ παντὸς αὐτοῦ μεμνημένους, μηκέτι ἀξιοῦν πολλάκις ἀκούειν ὑπὲρ αὐτοῦ. φημὶ δὴ σκοποὺς ὁμογενεῖς εἶναι τοῦ μὲν πλείστην μίγνυσθαι τὴν κηρωτὴν τό τε καθαρὸν εἷναι καὶ ξηρὸν τὸ ἕλκος, εὐαίσθητόν τε τὸ τοῦ θεραπευομένου σῶμα καὶ μαλακόν. τοῦ δὲ ἐλαχίστην ὑγρότητά τε πολλὴν κατὰ τὸ ἕλκος καὶ ῥύπον καὶ σκληρὸν καὶ δυσαίσθητον τὸ τοῦ κάμνοντος σῶμα. καλῶς μέντοι πᾶσι τοῖς συντεθεῖσιν αὐτὸ διαφορητικοῖς οὖσιν ἡ τοῦ χαλκοῦ λεπὶς ἐμίχθη ξηραντικὸν οὖσα φάρμακον, ἔχουσα δ’ οὐκ ὀλίγον ἐν αὐτῇ στύψεως. οὐ μόνον δὲ ἐπὶ ταύτης τῆς ἐμπλάστρου γινώσκειν ὑμᾶς χρὴ διὰ μίξεως πολλῆς κηρωτῆς σαρκωτικήν τε τὴν ἔμπλαστρον καὶ ἐπουλωτικὴν τῶν μὴ κακοήθων ἑλκῶν γινομένην, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπασῶν, ὅσαι τῆς αὐτῆς εἰσι δυνάμεως, ἐφεξῆς δ’ αὐταῖς ἔγραψεν ὁ Κρίτων, τήν γε δι’ ἀκόνης ᾗ χρῆσθαί φησιν αὐτὸς καὶ οὕτως ἐκέλευσε συντιθέναι.

874

[Ἡ δι’ ἀκόνης.] Ἡ δι’ ἀκόνης ἐν χρήσει ἡμῖν οὖσα ποιεῖ πρὸς τὰ χρόνια πάντα καὶ ἰδίως πρὸς κεφαλαλγίαν ἐπὶ τὸ μέτωπον ἐπιτιθεμένη καὶ πρὸς πλευροῦ ἀλγήματα χρόνια, πρὸς ποδαγρικοὺς, ἰσχιαδικοὺς, ὤμων πόνους, ὀδονταλγίας, τοῖς τετριμμένοις μέρεσιν ἐντιθεμένη. κατασπᾷ καὶ ἔμμηνα ἐπάνω τοῦ κτενὸς ἐπιτιθεμένη. βοηθεῖ δὲ καὶ τοῖς τὸν στόμαχον ἀλγοῦσι καὶ ῥευματιζομένοις καὶ τροφὴν μὴ κρατοῦσιν, ἔστι δὲ καὶ πάγχρηστος χωρὶς κατακαύματος καὶ τῶν μὴ ἀνεχομένων δριμέος φαρμάκου· ἁρμόζει καὶ πρὸς σκληρίαν ἥπατος καὶ σπληνὸς καὶ πρὸς χοιράδας καὶ πρὸς ἰσχιαδικούς. ἰδίως δὴ χρῆσις ἐπ’ αὐτῶν γιγνέσθω ἡμέραις ἑπτά. ἐὰν δὲ τρυφεροὶ ὦσι, πέντε, ὕδατος τὸ μέρος ἢ ἐλαίου μὴ ἁπτέσθω, ἕως οὗ ψυδρακώσῃ καὶ ἰχῶρας ἐπισπάσηται παχεῖς, εἶτα λύσας τῇ λευκῇ κηρωτῇ δι’ ὕδατος χρῶ, ἐὰν δὲ πρακτικώτερον ἐθέλῃς, τῇ διὰ πεπέρεως ἀκόνῃ. ♃ κηροῦ, χαλβάνης, τερμινθίνης, πιτυΐνης φρυκτῆς, ἐλαίου δαφνίνου, ἐλαίου παλαιοῦ ἀνὰ λίτραν α΄. λεπίδος χαλκοῦ λίτραν α΄ S".

875
ἰοῦ γο στ΄. ἀμμωνιακοῦ θυμιάματος γο α΄. νάπυος, ἀδάρκης, θείου ἀνὰ γο α΄. ἀβροτόνου, κενταυρίου, χαλκάνθου, ἁλὸς ἀμμωνιακοῦ, λιβάνου, ἁλὸς κοινοῦ, στυπτηρίας στρογγύλης, λιθαργύρου, προπόλεως, κόκκου Κνιδίου ἀνὰ γο γ΄. πάντα ὁμοῦ κόψας καὶ σήσας ἀναλάμβανε τοῖς στυπτικοῖς μετὰ τῶν ἐλαιῶν. αὕτη μὲν ἡ τῆς προκειμένης ἐμπλάστρου σύνθεσις οὐ μικρῶς διαφέρουσα τῆς προγεγραμμένης θερμότητι. νᾶπυ γοῦν ἔχει καὶ ἀδάρκην, θεῖόν τε καὶ κόκκον Κνίδιον εἰς τοσοῦτον ἥκοντα θερμότητος, ὡς ἑλκοῦν οἷς ἂν ἐπὶ πλέον ὁμιλήσῃ. καὶ δάφνινον δὲ τῶν ἱκανῶς θερμαινόντων ἐστὶ καὶ μετὰ ταῦτα χάλκανθός τε καὶ οἱ ἅλες. ἐμάθετε δὲ ὅτι καὶ στύψεως ταῦτα μετέχει, βραχείας μὲν οἱ ἅλες, πολλῆς δὲ ὁ χάλκανθος. ἀλλὰ καὶ περὶ τῆς μίξεως τῶν στυφόντων φαρμάκων τοῖς διαφορητικοῖς εἴρηται πρόσθεν ἐπὶ τῶν πολυχρήστων ἐμπλάστρων. ὅλως γὰρ οὐδὲν δύναται γενέσθαι πολύχρηστον, εἰ μὴ καὶ τῆς ἐναντίας δυνάμεως μετέχει. ἄν τε γὰρ ἁπλῶς διαφορητικὴ δύναμις ᾖ μόνη, πρὸς ἓν εἶδος ἁρμόσει παθῶν, ὃ διαφορεῖσθαι προσῆκεν, ἄν τε
876
στυπτικῆς, πρὸς ἓν ἕτερον, ἐφ’ οὗ τὸ ἐπιῤῥέον ἀναστέλλειν προσήκει. διὸ τὰ μὲν στύφοντα τοῖς ἀρχομένοις ἐξ ἐπιῤῥοῆς ὑγρῶν γεννᾶσθαι πάθεσιν ἁρμόττει. τὰ δὲ διαφοροῦντα χωρὶς τῆς τῶν στυφόντων μίξεως, ἐφ’ ὧν σωμάτων οὐδὲν ἐπιῤῥυῆναι δύναται διὰ τὸ προκεκενῶσθαι, ὡς ἐάν γε περιουσία τις ᾖ χυμῶν, οὐ μόνον διαφορεῖται τὸ περιεχόμενον ὑγρὸν ἐν τοῖς πεπονθόσιν, ἀλλὰ καὶ παραγίνεται πρὸς αὐτὰ τῶν διαφορούντων ἕλκειν πεφυκότων ὑφ’ ἑαυτὰ, καθάπερ τὰ περιεχόμενα ψαύοντα τῶν ὑγρῶν, οὕτως καὶ τὰ κατὰ βάθος ὄντα τοῦ σώματος. εὐλόγως δὴ μίγνυται τοῖς διαφορητικοῖς, τά τε σταλτικὰ καὶ ἀποκρουστικὰ προσαγορευόμενα, τοῦ μὲν ἐπὶ τὴν σύνθεσιν αὐτῶν ἀφικομένου τῷ λογισμῷ τούτῳ χρησαμένου, τῆς πείρας δὲ μαρτυρούσης τῷ λογισμῷ. εἰκότως οὖν κατὰ τὸ προκείμενον φάρμακον, καίτοι σκοπὸν ἔχοντος θερμῆναί τε καὶ ξηρᾶναι καὶ διὰ τοῦτο καὶ ψύδρακας ποιεῖν, ἐμίχθη τι καὶ τῶν στυφόντων, ἀλλ’ οὐχ ἱκανά γε πρὸς πολλὰ θερμαίνοντα σφοδρῶς φάρμακα, δύο ταῦτα χάλκανθος καὶ ἅλες, ἀλλὰ καὶ λεπὶς χαλκοῦ κατὰ τὸν αὐτὸν
877
τὸν ἐμίχθη λογισμὸν ἥ τε στυπτηρία, διὰ τὸ σφοδρῶς στύφειν καὶ τοὔνομα λαβοῦσα τοῦτο. ἄλλη. ἄλλην ἔμπλαστρον ἔγραψεν ὁ Κρίτων ἐνδοξοτάτην, ἣν ὀνομάζει Μεσιανὴν, ἕτερον ὕλης ἔχουσα γένος τῆς προγεγραμμένης καὶ τῆς μελλούσης ὑπ’ ἐμοῦ γραφήσεσθαι νῦν ἐφεξῆς, ἣν αὐτὸς ὁ Κρίτων ἀνίκητον ὀνομάζει, συγκειμένην ἐκ δριμέων τῶν πλείστων φαρμάκων, οὐκ οὔσης τῆς Μεσιανῆς τοιαύτης, ὡς μετὰ ταῦτα δειχθήσεται κατὰ τὸν οἰκεῖον αὐτῆς καιρόν. καὶ μέντοι καὶ κεφαλικὰς ἄλλας ὀνομάζων, ὧν ἡ καθόλου δύναμις ὀλίγον ὕστερον εἰρήσεται, γράψας ἐφεξῆς τῇ Μεσιανῇ τὴν καλουμένην, μετὰ ταῦτα ἀνίκητον ὑφ’ ἑαυτοῦ γράφει, παραπλησίας δυνάμεως οὖσαν τῇ προγεγραμμένῃ, ἣν δι’ ἀκόνης ἐκάλει. ἔχει δὲ ἡ περὶ αὐτῆς λέξις τοῦ Κρίτωνος ὧδέ πως αὐτοῖς ὀνόμασιν. ἡ ἀνίκητος ἐν χρήσει ἡμῖν οὖσα. ἔστι δὲ πάγχρηστος, ἐπισπᾶται, ῥήσσει, ἀνακαθαίρει, κολλᾷ, ἐξιποῖ, διὰ σπληνίου καὶ παραθέσεως σωλήνων καὶ ἀνιεμένη ἔχουσα πάντοτε πηλὸν δι’ ὀξελαίου. διαχεῖ δὲ καὶ τὰς σκληρίας καὶ ταῖς συνολκαῖς τῶν νεύρων βοηθεῖ, ἐπιτιθεμένη χωρὶς
878
ἐμβροχῆς, ἵνα μὴ περιψύχωνται. καὶ ἐν μέρει ἀλείμματος ποιεῖ ἀνιεμένη ὡς ἄκοπος. παύει γὰρ καὶ τοὺς ἐν ἀρχαῖς τῶν νόσων κόπους καὶ τοὺς ἐξ ἀδήλης αἰτίας. ἔστι δὲ καὶ μάλαγμα ἐπὶ τῶν ἀκρωτηρίων ἐν μεγάλοις σπληνίοις ἐπιτιθεμένη. ἔστι δὲ καὶ ἐναίμων κολλητικὴ, ἐπειδὰν ῥαφῇ ἢ ἀγκτηριασθῇ, πτύγματος ἐκ μόνου ὄξους προσεπιτιθεμένου τῷ σπληνίῳ, θέρους μὲν ψυχροῦ, χειμῶνος δὲ θερμοῦ. ποιεῖ καὶ πρὸς τὰ ἐν τοῖς πέλμασι καὶ πρὸς κόμματα, σηπεδόνας τε καὶ περὶ δακτύλους διαθέσεις καὶ τὰ σὺν τραύμασι κατάγματα. ἔνεστι μήτε σαρκωτικῷ μήτε ἐπουλωτικῷ ἑτέρῳ χρῆσθαι, ἀλλὰ μόνῃ πιστεύειν. ποιεῖ καὶ πρὸς ἀνθρωπόδηκτα καὶ κυνόδηκτα καὶ θηριόδηκτα. μέγιστον δ’ ἐστὶν αὐτῆς ἐπάγγελμα τὸ τὰ ἐν κατακαλύψει ἀποστήματα ἐν κώλῳ καὶ περιτοναίῳ μὴ ἐᾷν γίνεσθαι, ὅταν γε μὴ φθάσῃ πυωθῆναι ἢ γενόμενα λεπτοποιῆσαι καὶ εἰς ἔντερα συῤῥῆξαι. ἐπιτίθεσθαι δὲ δεῖ τῷ τόπῳ σπλήνιον καὶ ἐπάνω πίλημα ἐξ ὀξελαίου θερμοῦ καὶ ἐμβρέχειν δὶς τῆς ἡμέρας. μὴ λῦε δὲ εἰ μὴ διὰ τριῶν ἢ τεσσάρων ἡμερῶν, εἶτα μετὰ τὸ πυριᾶσαι, 
879
ἀτμίδα πάλιν ἐπιτίθει. ἐπεκλήθη δὲ ἀνίκητος διὰ τὰ θαυμαστὰ καὶ πολλὰ αὐτῆς ἔργα. ♃ λεπίδος χαλκοῦ δραχ. νη΄. πυρέθρου, σταφίδος ἀγρίας, κόκκου κνιδείου, νάπυος σπέρματος, κάγχρυος, περιστερᾶς κόπρου, ἀριστολοχίας λεπτῆς, ἰοῦ, κυπέρου, εὐζώμου σπέρματος, κυμίνου ἀνὰ δραχ. ιστ΄. νίτρου δραχ. λβ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. λβ΄. δαφνίδων δραχ. ρκ΄. μάννης δραχ. ρκ΄. ἴρεως δραχ. ρκ΄. ὄξους δριμέος ξε. ιστ΄. ἑψήματος ἰσχάδων κυάθους δ΄ S" . κόψας καὶ σήσας ἅπαντα ὁμοῦ λειοτρίβει σὺν τῷ ὄξει ἐν τοῖς ὑπὸ κύνα καύμασιν. ξηροῦ δὲ καὶ χλωροῦ γενομένου πρόσβαλε τὶ τῶν σύκων ἀφέψημα, καὶ συμμαλάξας ἀναιροῦ καὶ ἀποτίθει εἰς χύτραν χαλκῆν ἐρυθροῦ χαλκοῦ. τὸ δ’ ἕψημα τῶν ἰσχάδων ἔχει οὕτως. ♃ ἰσχάδων λιπαρῶν λι. ε΄. ὕδατος ξε. στ΄. ἕψε ἕως ἂν περιλειφθῶσι ξε. β΄. ἡ δὲ χρῆσίς ἐστιν ἓν μέρος τοῦ φαρμάκου ὄξει ἀνιεμένου, ὡς γλοιῶδες γενέσθαι πρὸς ἕξ τοῦ ῥητινοκήρου. ἔστι δὲ τὸ μὲν ἄκρατον ῥητινόκηρον κηροῦ μέρος ἓν, ῥητίνης φρυκτῆς μέρη τρία σὺν ἐλαίῳ ὀλίγῳ τετηκότα· τὸ δὲ μέσον
880
κηροῦ μέρος ἓν, ῥητίνης μέρη δύο· τὸ δ’ ἀνειμένον καὶ εὔκρατον κηροῦ μέρος ἓν, ῥητίνης μέρος ἓν· τὸ δ’ ἐκλελυμένον κηροῦ μέρη δύο, ῥητίνης μέρος ἕν· τὸ δ’ ὑπερανειμένον κηροῦ μέρη τρία, ῥητίνης μέρος ἓν. ἱστορεῖται καὶ ἐπ’ ἀγρίου λειχῆνος ἡρμοκέναι ἄκρατον ἐπιῤῥιφέν. ταῦτα μὲν ὁ Κρίτων ἔγραψεν αὐτοῖς ὀνόμασιν. ἐγὼ δὲ ἀπὸ τοῦ τελευταίου τῶν εἰρημένων αὐτῷ τὴν ἀρχὴν ποιήσομαι τοῦ λόγου. τοὺς ἀγρίους λειχῆνας ὀνομάζουσιν, ὅταν ὑπὸ μὲν τῶν ἀσθενῶς ξηραινόντων φαρμάκων ὁρῶσιν αὐτοὺς μηδὲν ὠφελουμένους, ὑπὸ δὲ τῶν ἰσχυρῶς ἐρεθιζομένους. χρεία τοίνυν ἐπ’ αὐτῶν ἐστι φαρμάκου δραστηρίου μὲν ἱκανῶς, οὐ μὴν δακνώδους σφοδρῶς, ὅπερ, ὡς ἔφην, ἐκ στοχασμοῦ τεχνικοῦ συντεθὲν ὑπὸ τῆς πείρας βασανίζεται. σύγκειται δὲ τὸ προκείμενον φάρμακον ἐκ πολλῶν δριμέων λεπτομερῶν τε καὶ διαφορητικῶν. ἔχει δέ τινα καὶ τῶν ἀδήκτως ῥυπτικῶν καὶ τινα τῶν ἐπ’ ὀλίγον στυφόντων. τὰ μὲν οὖν δριμέα τῶν ἐν αὐτῷ πύρεθρόν τε καὶ νᾶπυ καὶ κόκκος κνίδειος καὶ ἡ τῆς περιστερᾶς κόπρος, ἰός τε καὶ δαφνὶς καὶ νίτρον, εἶθ’ ἅλες ἀμμωνιακοὶ
881
καλούμενοι καὶ πρὸς αὐτοῖς ὄξος τὸ δριμύ. τοιοῦτον γὰρ ἀξιοῖ βάλλειν. τὰ δὲ ῥυπτικὰ τελέως μὲν ἄδηκτά ἐστιν ἴρις τε καὶ ἀριστολοχία καὶ τούτων ἔτι μᾶλλον, ὡς ἐκ τοῦ γένους τῶν ἤδη πεπτικῶν εἶναι, μάννα, γενναιότερον δὲ κάγχρυ καὶ σταφὶς ἀγρία. τούτων δ’ ἔτι γενναιότερον κύμινόν τε καὶ τὸ τοῦ εὐζώμου σπέρμα. τὸ δὲ κύπερον ἔστι μὲν ἀδήκτως ξηραντικὸν, ἔχει δέ τι καὶ στυπτικὸν, ὥσπερ καὶ ἡ τοῦ χαλκοῦ λεπὶς, ἰσχυρὸν οὖσα φάρμακον. ἔδει γὰρ, ὡς πρόσθεν ἐδείχθη, μετέχειν τι καὶ τῆς στυπτικῆς δυνάμεως τὸ φάρμακον τοῦτο, καὶ διὰ τοῦτό γε λεπὶς ἐμίχθη δαψιλής. εἰ δὲ καὶ ἡ μάννα ὄντως εἴη μάννα καὶ μὴ λιβανωτὸς, εἴη ἂν καὶ αὕτη στυπτικὸν ἔχουσά τι. βέβληται δὲ καὶ αὕτη δαψιλεστέρα πολὺ τῆς λεπίδος, εἰκότως, ἵνα πραΰνῃ τὸ σφοδρὸν τῶν δριμέων φαρμάκων, μετὰ τοῦ πέττειν τὰ κατὰ τὸν πεπονθότα τόπον ὑγρά. πραϋντικώτατον δὲ καὶ πεπτικώτατον ἅμα τῷ διαφορεῖν πώς ἐστι τὸ τῶν ἰσχάδων ἀφέψημα. ταῦτ’ οὖν ἅπαντα μιχθέντα πολύχρηστον εἰκότως εἰργάσατο τὸ φάρμακον. εἰς δὲ τὸ δραστήριον αὐτῶν μέγιστα
882
συντελεῖ τὸ ὄξος, ἐν ᾧ κελεύει λειοῦσθαι τὰ φάρμακα κατὰ τὸν θερινὸν ἥλιον. πάντα γὰρ τὰ οὕτω σκευασθέντα λεπτομερῆ γίγνεται καὶ διὰ τοῦτο μέχρι τοῦ βάθους τῶν σωμάτων ἡ δύναμις αὐτῶν καταδύεται.

[Περὶ τῶν ὑπὸ τοῦ Ἥρα γεγραμμένων τοῦ αὐτοῦ γένους ἐμπλάστρων.] Τὴν μὲν διὰ τῶν βοτανῶν, ἣν ὅπως ὁ Κρίτων σκευάζει προὔγραψα, καὶ αὐτὸς ὁ Ἥρας ὁμοίως σκευάζει, καθότι καὶ ὁ Κρίτων ἐμνημόνευσεν αὐτοῦ. διαφέρεται δὲ ἐν τῇ διὰ σκίλλης σκευασίᾳ. τοῦ μὲν γὰρ ἀμμωνιακοῦ καὶ τῆς σμύρνης καὶ τῆς πιτυΐνης ῥητίνης καὶ τοῦ στύρακος καὶ τῆς λεπίδος καὶ τῆς σκίλλης τοσοῦτον μιγνύει τοῖς ἄλλοις ὁ Κρίτων ὅσον ὁ Ἥρας. ἐπὶ δὲ τῆς ἀριστολοχίας καὶ τῆς ἴρεως διαφέρεται. γράψαντος γὰρ τοῦ Ἥρα ἀριστολοχίας στρογγύλης δραχ. λ΄. ἴρεως ξηρᾶς δραχ. λ΄. οἱ δὲ ι΄. καὶ μετὰ ταῦτα πάλιν ὁ Κρίτων οὕτως ἔγραψεν. ♃ ἀριστολοχίας δραχ. λ΄. ἴρεως δραχ. λ΄. ἄλλοι μ΄. ἐπὶ τῷ τέλει τῆς σκευασίας τοῦ Ἥρα γράψαντος. ἐκπλρωθεισῶν δὲ τῶν ἡμερῶν, κηρωτὴν ποίει τοιαύτην. ♃ κηροῦ λίτρας ε΄. οἱ δὲ δραχ. μ΄. τερμινθίνης λίτραν α΄. οἱ δὲ δραχ. λ΄. ἐλαίου παλαιοῦ

883
ξέστας β΄ S" . οἱ δὲ κοτύλας στ΄. ἐμοὶ δ’ οὐκ ἀρέσκει ἀντὶ τῶν ε΄. λιτρῶν τοῦ κηροῦ μιγνύναι τῷ φαρμάκῳ δραχ. σμ΄. ποτὲ μὲν γὰρ ἀντὶ τῆς λίτρας δραχ. ρ΄. γράφουσιν αὐτοὶ, ποτὲ δὲ ἀντὶ τῆς μνᾶς, οὐδέποτε δὲ λίτραν οὕτως μικρὰν οὐδεὶς ἔγραψεν, ὡς δραχ. μη΄. εἶναι. τοῦτο γὰρ συμβαίνει βαλλομένων δραχ. σμ΄. ἀντὶ τῶν ε΄. λιτρῶν. ὡσαύτως δὲ οὐδὲ ἀντὶ τῆς λίτρας τῆς τερμινθίνης δραχ. λ΄.

[Ἡ Σεραπίωνος.] Καὶ ταύτην ἔγραψεν ὁ Κρίτων ἐν τῇ φαρμακίτιδι βίβλῳ κατὰ τήνδε τὴν λέξιν. ἡ Σεραπίωνος, ἣν τινες Αἰγυπτίαν, οἱ δὲ Ἀφροδίτην καλοῦσι. ποιεῖ δὲ πρὸς πᾶν τραῦμα καὶ δεῖ αὐτῇ ἐπιμένειν μὴ ἀπελπίζοντας. ποιεῖ πρὸς νύγματα καὶ σκόλοπας καὶ παρωτίδας, κατατίτρησίν τε καὶ φύματα καὶ ἐξιποῦσα παρακολλᾷ, ποιεῖ καὶ πρὸς πᾶσαν σκληρίαν καὶ πρὸς ἐπινυκτίδας καὶ πρὸς ἐπιφορὰν τῶν ἄρθρων καὶ πρὸς τὰ θλάσματα τῶν ὤτων, ποιεῖ καὶ πρὸς τὰ πρεσβυτικὰ καὶ χειρώνεια καὶ παχύχειλα ἕλκη. ♃ ἐλαίου παλαιοῦ κο. γ΄. λιθαργύρου δραχ. σ΄. ἀμμωνιακοῦ 

884
θυμιάματος δραχ. ρξη΄. ῥητίνης κολοφωνίας, πιτυΐνης δραχ. ξη΄. κηροῦ δραχ. ρξη΄. χαλβάνης δραχ. κ΄. ἰοῦ δραχ. ν΄. οἱ δὲ δραχ. κ΄. σμύρνης δραχ. δ΄. οἱ δὲ δραχ. η΄. ἕψε λιθάργυρον, ἔλαιον ἕως μετρίως δοκῇ συνεστράφθαι, εἶτ’ ἄρας τὴν λοπάδα προσέμβαλλε ἀμμωνιακὸν, εἶτα ῥητίνην, εἶτα κηρόν. τήξας δὲ ἓν ἕκαστον αὐτῶν προσεχόντως, ἵνα μὴ προσκαῇ, ἄρας πάλιν χαλβάνην ἀποδίδοθι καὶ ἰὸν, εἶτα ἐπιθεὶς ἐπὶ τὸ πῦρ, ἕως μηλίνη γένηται καὶ εὐσύστατος, ἕψε. ἔσχατον δὲ ἄρας τὴν σμύρναν ἀποδίδου καὶ κινήσας κατάχεε, ἀναλαμβάνων ἐν δέρματι ἀποτίθεσο.

[Ὡς Ἀνδρόμαχος ἔγραψε τὰς προειρημένας ἐμπλάστρους.] Τρεῖς συνθέσεις ἔγραψεν ὁ Ἀνδρόμαχος ταύτης τῆς ἐμπλάστρου, τὴν πρώτην μὲν βραχὺ διαφωνοῦσαν τῇ προγεγραμμένῃ Κρίτωνος, ἐφεξῆς δ’ ἄλλας β΄. πλέονα διαφωνίαν ἐχούσας. ἡ δὲ ἐπαγγελία τοῦ φαρμάκου καὶ ἡ σκευασία γέγραπται καλῶς ἔμπροσθεν ὑπὸ τοῦ Κρίτωνος· ὁ δ’ οὖν Ἀνδρόμαχος οὕτως ἔγραψε περὶ αὐτῆς. ἡ διὰ τῶν βοτανῶν.

885
♃ ἀναγαλλίδος τῆς τὸ κυάνεον ἄνθος ἐχούσης δραχ. νστ΄. πρασίου δραχ. νστ΄. μήκωνος ἀγρίου δραχ. νστ΄. ὑοσκυάμου χλωροῦ δραχ. νστ΄. λεπίδος δραχ. κε΄. λιβάνου δραχ. η΄. ῥητίνης ξηρᾶς δραχ. ιστ΄. ἀλόης δραχ. ιστ΄. σχιστῆς δραχ. δ΄. κηροῦ μνᾶν α΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ὄξους. πολλοὶ μὲν τῶν δύο ἀναγαλλίδων ἔβαλλον εἰς τὴν διὰ τῶν βοτανῶν, Θεόκριτος δὲ καὶ γῆς Ἐρετριάδος καὶ χρυσοκόλλης καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ ἀρσενικοῦ ἀνὰ δραχ. δ΄.

[Ἄλλαι ἔμπλαστροι τοῦ αὐτοῦ γένους, περὶ ὧν ὁ Ἀνδρόμαχος ἔγραψεν.] Πρὸς γαγγραίνας καὶ σηπεδόνας καὶ νομὰς παλαιὰς καὶ κακοήθεις, Ἰσιδώρου Ἀντιοχέως. ♃ λιθαργύρου δραχ. δ΄. ἰοῦ ξυστοῦ δραχ. η΄. ἐλαίου κυάθους στ΄. Τάλιος Αἴλιος κυάθους ιβ΄. καὶ ἰοῦ σκώληκος. τὴν δὲ λιθάργυρον καὶ τὸν ἰὸν λεῖα ἐμβαλὼν εἰς χύτραν καὶ ἐπιχέας ἐλαίου κυάθους τρεῖς, ἕψε ἐπὶ πυρὸς μαλακοῦ, κινῶν σπάθῃ ξυλίνῃ, ἕως ἂν γένηται χλωρὰ, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς καὶ εἰς θυείαν κατεράσας τρῖβε ἕως ἐστὶ θερμὸν

886
ἐπὶ πλέον. εἶτα πάλιν εἰς τὴν χύτραν ἐπιχέας τοῦ ἐλαίου κυάθους γ΄. κινῶν μὴ προσκαῇ, ἕως ἂν γένηται μηλίνη, ἕψε καὶ πάλιν κατακενώσας τρῖβε ὡς κολλύρια. καὶ πάλιν ἀνελόμενος εἰς τὴν χύτραν ἕψε κινῶν, ἕως ἂν γένηται ἐρυθρὰ, καὶ κατακενώσας εἰς θυείαν πάλιν τὸ τρίτον τρῖβε ἐπὶ πλέον καὶ πάλιν τὸ τέταρτον ἕψε εἰς τὴν χύτραν, ἵνα συστραφῇ, καὶ πάλιν ἕως ἐστὶ θερμὴ κατεράσας καὶ τρίψας ἀνελοῦ καὶ ἀπόθου εἰς πυξίδα ἐρυθρὰν καὶ χρῶ πρὸς τὰ εἰρημένα. ἐφεξῆς δὲ τῇ προγεγραμμένῃ περὶ ἑτέρας ἐμπλάστρου κατὰ λέξιν οὕτως ἔγραψεν ὁ Ἀνδρόμαχος. ὑγρὰ ἔμπλαστρος πρὸς νομὰς ᾗ χρῶμαι καὶ ἄλλα πολλά. ♃ κηροῦ δραχ. η΄. ῥητίνης τερμινθίνης δραχ. η΄. στέατος ταυρείου τεθεραπευμένου δραχ. δ΄. χαλκίτεως δραχ. β΄. λεπίδος χαλκοῦ δραχ. γ΄. μάννης λιβάνου δραχ.β΄. κηκίδος ὀμφακίνης δραχ. δ΄. ἐλαίου μυρσίνου κοτύλας ε΄. τὰ ξηρὰ σὺν ὄξει καὶ μέλιτι, εἶθ’ οὕτως τὰ τηκτὰ καταχεῖται.

[Πολύχρηστοι φαιαί. πρὸς τὰ τῆς τέχνης ἔργα χρείαν εἶναι μεθόδου τε καὶ ἀσκήσεως] Ὅτι τῶν βοηθημάτων

887
ἔνια μὲν ὁ λόγος εὑρίσκει μόνος, ἔνια δὲ ἡ πεῖρα, καὶ αὕτη τοῦ λόγου μὴ χρῄζουσα, τινὰ δ’ ἀμφοῖν ἀλλήλοις συνεργούντων δεῖται, πολλάκις ὑμῖν ἐπιδέδεικται, καὶ πρός γε τούτοις ὅτι τὰ διὰ λόγου καὶ πείρας εὑρισκόμενα στοχαστικῇ μὲν ὁδῷ χρῆται πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν, ἐλπισθέντα δὲ τῷ λόγῳ βεβαιοῦται τῇ πείρᾳ· καὶ μέντοι καὶ ὡς τῆς στοχαστικῆς ἐλπίδος οὐκ ὀλίγη ἐστὶν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἡ διαφορὰ, καθάπερ καὶ καθ’ ὅλον τὸν βίον. οὐ γὰρ ὁμοίως ἐλπίζομεν ὑετὸν ἔσεσθαι κατά γε τὰς χειμερινὰς τροπάς καὶ τὴν τοῦ κυνὸς ἐπιτολήν. ἐν μὲν γὰρ ταῖς χειμεριναῖς τροπαῖς σπανιάκις οὐ γίνεται, κατὰ δὲ τὴν τοῦ κυνὸς ἐπιτολὴν σπανιάκις γίνεται. πάντων δὲ τῶν κατὰ τὰς τέχνας ἔργων ὑπὸ συνεχοῦς ἀσκήσεως ἀκριβουμένων οὐκ ἀρκεῖ τὸ καθόλου μόνον ἐν αὐταῖς καταμαθεῖν, ἀλλὰ κᾀν τοῖς κατὰ μέρος ἐνεργῆσαι χρὴ πολλάκις. ἡ γὰρ διὰ τῶν ἀτελῶν ἐνεργειῶν ἄσκησις ὁδός ἐστιν ἐπὶ τὴν τῶν τελείων κτῆσιν. διὰ τοῦτ’ οὖν κᾀγὼ κατὰ πάσας τὰς πραγματείας, ἃς ὑμῖν τοῖς ἑταίροις ἀξιώσασιν ἐποιησάμην, οὐκ ἠρκέσθην μόνον τοῖς καθόλου θεωρήμασιν, ἀλλὰ καὶ γυμνάσματα
888
πολλὰ προσέγραψα, δι’ ὧν ἤλπιζον ὑμῖν ἐναργεστέραν τε καὶ βεβαιοτέραν ἔσεσθαι τὴν γνῶσιν αὐτῶν. ὥσπερ οὖν ἐπὶ τῶν ἄλλων ἁπάντων μερῶν τῆς ἰατρικῆς, οὕτω κᾀπὶ τῆς τῶν νευροτρώτων θεραπείας ἔγραψα, πρώτην μὲν ὑμῖν ἐπιδείξας τὴν λογικὴν ὁδὸν εἰς τὴν τῶν βοηθημάτων εὕρεσιν. ἐφεξῆς δὲ ταύτῃ τὰς ὕλας, ἐν αἷς τὰς εὑρεθείσας ὑπὸ τοῦ λόγου δυνάμεις ἐμάθετε περιεχομένας. ἐν γὰρ τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν ια΄. τὸν ἀριθμὸν οὖσι τὰς ἐν ταῖς κατὰ μέρος ὕλαις δυνάμεις ἁπάσας γε ἢ τὰς πλείστας χρησιμωτάτας ἔγραψα. πρὸς γάρ τοι τὴν εὐπορίαν τῶν βοηθημάτων ἐδείχθη τοῦτ’ ἀναγκαῖον ὑπάρχειν, οὐ μόνον δὲ εἰς τὸ δύνασθαι καὶ ὑμᾶς αὐτοὺς ἄνευ τῶν ἐσκευασμένων φαρμάκων ἐν ἀπορίαις εὐπορεῖν τῶν βοηθημάτων, ὡς Ἐρασίστρατός ποτε τοῦ τῶν βοτανῶν εὐπόρησε χυλοῦ μὴ παρόντος αὐτοῦ στοματικοῦ φαρμάκου κατὰ τὸ χωρίον ἐκεῖνο τῆς ὁδοιπορίας, ἀλλὰ κᾂν αὐτῶν συνθέντων ἀπολέσητε τὰς γραφὰς, ὅμως ὑμᾶς αὐτοὺς δύνασθαι 
889
συντιθέναι παραπλήσια τοῖς ἀπολομένοις. καὶ μέντοι καὶ πρὸς τὸ καλῶς χρῆσθαι τοῖς ὑφ’ ἑτέρων ἡυρημένοις ἡ διὰ τῆς προκειμένης πραγματείας ἄσκησις ὠφέλιμός ἐστι. τί δεῖ λέγειν ὅτι καὶ πρὸς τὸ διακρίνειν δύνασθαι τά τε περιττῶς ἐμβεβλημένα τοῖς συνθέτοις φαρμάκοις καὶ κατὰ τοὐναντίον, ὅσα παραλέλειπται τοῖς πρώτοις συντιθεῖσιν; ὡς ἐπὶ τῶν κατὰ τὸ γ΄. βιβλίον ἔδειξα τὸν λόγον ποιούμενος, ἐπὶ τῶν τοῖς νευροτρώτοις ἁρμοττόντων, ὡσαύτως δὲ καὶ νῦν ἐπιδείξω, γυμνάζων ὑμᾶς ἐπὶ τοῖς ὑπὸ τῶν ἐμοῦ πρεσβυτέρων ἰατρῶν ἡυρημένοις. ἡ μὲν γὰρ καθόλου μέθοδος οὔτε μετὰ διορισμῶν ἀκριβῶς οὔτ’ ἄνευ διορισμῶν ἐλλιπῶς ἐγράφη τινὶ τῶν πρόσθεν, ἀλλ’ οὐδὲ φάρμακον ἐπαγγελλόμενον ἰᾶσθαι τοὺς νυγέντας νεῦρον ὑπό τινος ὀξέος, οἷαί πέρ εἰσιν αἱ βελόναι καὶ τὰ γραφεῖα τῶν παιδίων, ἔγραψέ τις αὐτὸ τοῦτο μόνον ἄριστα ποιεῖν δυνάμενον, ἐμοῦ πλῆθος οὐκ εὐαρίθμητον ἐν τῷ προειρημένῳ γράμματι διελθόντος αὐτῶν. πολύχρηστα μέντοι φάρμακα γράψαντες ἀξιόλογά τινες αὐτῶν, ὅσοι γε ἐπιμελέστεροι πρὸς τοῖς ἄλλοις οἷς ἐπαγγέλλονται
890
ποιεῖν αὐτὰ προσέθηκαν, ἐνίοτε μὲν ὡς καὶ τοῖς νευροτρώτοις ἐστὶν ὠφέλιμα, ποτὲ δὲ ὡς ταῖς τῶν νεύρων τε καὶ μυῶν διακοπαῖς, ἔστι δὲ ὅτε καὶ νύξεσιν αὐτῶν ἢ θλάσεσιν ἀρήγειν ἔφασαν αὐτά. ὑμῖν δὲ ἐξ ὧν ἐμάθετε πάρεστι γνωρίζειν πρὸ τῆς πείρας εἴτε δυνατά τις ἐπαγγέλλεται περὶ ὧν ἔγραψεν εἴτ’ ἀδύνατα. πάρεστι δὲ καὶ τὰ χωρὶς ὧν πέφυκε ποιεῖν γεγραμμένα φάρμακα γνωρίζειν ὑμῖν, ἐφ’ ὧν ἐστι χρηστέον αὐτοῖς. ἵνα γοῦν ὡς ἐπὶ παραδείγματος ἄρξωμαί τινος ἐμπλάστρου φαρμάκου πολυχρήστου, ἐπὶ δευτέρου τῇ τάξει γεγραμμένου κατὰ τὴν φαρμακωνῖτιν Ἀνδρομάχου βίβλον, ἣν ἐποιήσατο τῶν ἔξωθεν τῷ σώματι προσφερομένων, ἄνευ τοῦ δηλῶσαι πρὸς τίνα μάλιστα χρηστέον αὐτῇ, γυμνάσασθαι πάλιν ὑμῖν πάρεστιν, ὅπως χρὴ γνωρίζειν ἐκ τῶν γεγραμμένων φαρμάκων ἁπλῶν, τὴν δύναμιν τοῦ συνθέτου.

[Φαιὰ Αἰγυπτία Ἀνδρομάχου.] Ὁ μὲν γὰρ Ἀνδρόμαχος οὕτως ἔγραψε κατὰ λέξιν. ἡ φαιὰ Αἰγυπτία. ♃ λιθαργύρου δραχ. μδ΄. κίκεως κο. στ΄. κηροῦ δραχ. ρμδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. οβ΄. τερμινθίνης δραχ. λστ΄. ἐρίων κεκαυμένων

891
δραχ. ιη΄. λεπίδος στομώματος δραχ. η΄. λεπίδος χαλκοῦ δραχ. η΄. ἀριστολοχίας δραχ. η΄. λιβάνου δραχ. η΄. ἔνιοι δὲ σμύρνης δραχ. δ΄. ὀποπάνακος δραχ. β΄. θαλάσσης δραχ. ν΄. εἰς ἐμβροχὴν κηροῦ. αὕτη μὲν ἡ γραφὴ τοῦ φαρμάκου καλοῦ καὶ πολυχρήστου κατὰ ἀλήθειαν ὄντος, ἀλλὰ αὐτός γε παρέλιπεν εἰπεῖν ἐπὶ τίνων αὐτῷ χρηστέον. εἰ μὲν οὖν προειρηκὼς ἑκάστου γε τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν, ὥσπερ ἡμεῖς ἐποιήσαμεν ἐν ὑπομνήμασιν ἕνδεκα, μέθοδόν τέ τινα γεγραφὼς καθόλου συνθέσεως φαρμάκων, ὡς ἐγὼ κατὰ τὸ πρὸ τοῦδε τοῦ βιβλίου πεποίημαι, προὔβαλλε ζῶσι τοῖς ἑτέροις τοιαύτας γραφὰς ἕνεκα γυμνασίας, ὅπως ἀποκρίνοιντο πρὸς τίνα παθήματα δύναται χρήσιμον ὑπάρχειν, ἐπῃνέσαμεν ὄντως αὐτοῦ τὴν διδασκαλίαν. ἐπεὶ δ’ οὐδὲν τούτων ἐποίησε, παντοίως ἄν τις αὐτῷ μέμψαιτο. διὰ τοῦτο οὖν εἰκότως αἱ φαρμακίτιδες αὐτοῦ βίβλοι παμπόλλων φαρμάκων ἀρίστων ἔχουσαι συνθέσεις ἠμέληνται τοῖς ἰατροῖς. ἐν γὰρ τοῖς χιλίοις εἷς τις δοκεῖ τὸ τέλος ἔχειν τῆς τέχνης, οἱ δ’ ἄλλοι
892
τοῖς ἰδιώταις ὡσαύτως ἀγαπῶσιν, ἐὰν τοῖς σαφῶς γεγραμμένοις φαρμάκοις ὀρθῶς χρῆσθαι δύνωνται. καὶ τί δεῖ λέγειν περὶ τῶν τοιούτων ἰατρῶν; ὅπου δὲ καὶ τῶν ἐμπειρικῶν ὀνομαζομένων ἔνιοι καίτοι ἀξιόλογοι διὰ τῶν τῆς τέχνης ἔργων ὀφθέντες, ὅμως ἀγνοεῖν φασιν ᾧτινι λογισμῷ τῶν συνθέτων φαρμάκων ἕκαστον εὕρηται, καὶ τί λέγω λογισμῷ; τὴν ἀρχὴν γὰρ οὐ λογισμῷ φασιν εὑρῆσθαι τῶν τοιούτων οὐδέν. ἄχρηστος οὖν αὐτοῖς ἐστιν ἡ τῆς φαιᾶς ταύτης ἐμπλάστρου γραφὴ, τὸ χρῶμα μόνον ἐν τῷ προγράμματι διδασκούσης χωρὶς τῆς κατὰ δύναμιν ἐπαγγελίας, ἣν ἄμεινον ἦν γεγράφθαι πρὸ τοῦ χρώματος. ἐπεὶ τοίνυν ὁ Ἀνδρόμαχος εἰπεῖν παρέλιπε τὴν δύναμιν αὐτῆς, ἡμεῖς εὑρεῖν πειραθῶμεν ἐκ τῆς τῶν μιγνυμένων φαρμάκων ἰδέας τε καὶ δυνάμεως. ἡ μὲν δὴ λιθάργυρος ὅτι τῆς μέσης οὖσα κράσεως ἐν τῷ θερμαίνειν καὶ ψύχειν ἀποκεχώρηκε βραχὺ πρὸς τὸ ξηραίνειν ἐμάθετε. καὶ μέντοι καὶ τὴν χρείαν αὐτῆς εἰς τὰς ἐμπλάστρους ἔγνωτε διττὴν ὑπάρχουσαν, εἰ μὲν ἄτηκτος μείνειεν, ὡς ὕλης μόνον, εἰ δὲ τακείη καὶ ὡς ξηραίνειν δυναμένης
893
καὶ μᾶλλον εἰ ἐπὶ πλέον ἑψηθείη. νυνὶ μέντοι ζήτημά ἐστι ἐπὶ πόσον ἑψηθήσεται, κο. στ΄. γράψαντος τοῦ Ἀνδρομάχου μίγνυσθαι χρῆναι τοῦ κίκεως, ὅπερ ἐστὶν ἐλαίου κικίνου. πόσων γὰρ οὐγγιῶν τὴν ἐκ τῆς Ῥωμαϊκῆς λίτρας εἶναι βούλεται κοτύλην, οὐκ ἐδήλωσε· καίτοι βέλτιον ἦν ἐν Ῥώμῃ βεβιωκότα λιτρῶν μὲν καὶ ξεστῶν καὶ οὐγγιῶν μεμνῆσθαι, παραλιπεῖν δὲ τὸ τῆς κοτύλης ὄνομα ταῖς ἔξω τῆς Ἰταλίας πόλεσιν Ἑλληνικαῖς ὑπάρχον ἐν χρήσει. εἰ μὲν οὖν ἐν ἁπάσαις αὐταῖς ταὐτὸ ἦν ὄνομα τῆς κοτύλης, οὐδὲν ἂν ἦν ζήτημα. νυνὶ δὲ ἐπειδὴ παμπόλλη διαφορὰ κατὰ τὸ ποσὸν ἐν αὐταῖς ἐστιν, ἐχρῆν αὐτὸν εἰπεῖν ἤτοι γε ὅτι τὴν Ἀττικὴν λέγω κοτύλην ἢ τὴν Ἀλεξανδρεωτικὴν ἢ τὴν Ἐφεσίαν ἤ τινα ἄλλην. οἱ μὲν οὖν πλεῖστοι τῶν γραψάντων περὶ μέτρων καὶ σταθμῶν θ΄. φασὶν οὐγγιῶν τῶν ἐκ τῆς Ῥωμαϊκῆς λίτρας τὴν ὑπὸ τῶν ἰατρῶν ἐν τοῖς φαρμακίτισι βιβλίοις γεγραμμένην κοτύλην. ἄλλοι δὲ τὴν τῶν ιβ΄. φασὶν οὐγγιῶν ὑπ’ αὐτῶν λέγεσθαι, καθάπερ ἐν Ῥώμῃ τὴν λίτραν τοῦ ἐλαίου συνήθως ὀνομάζουσιν. ἤδη δέ τινος ἤκουσα λέγοντος 
894
γο ιστ΄. Ῥωμαϊκὰς ἔχειν τὴν ἐν ταῖς φαρμακίτισι βίβλοις γεγραμμένην ὑπὸ τῶν ἰατρῶν κοτύλην, οὐ μικρὰ δέ ἐστι διαφορὰ πρὸς τὴν τοῦ φαρμάκου δύναμιν ἢ μεγάλας ἐμβάλλειν ἢ μικρὰς τὰς κοτύλας. ἐγὼ γοῦν ἐν τῇ Ῥώμῃ τὴν τοῦ ἐλαίου καλουμένην λίτραν, ἣν διὰ τῶν κατατετμημένων κεράτων μετροῦσιν, ἔστησά ποτε βουλόμενος μαθεῖν ὁπόσον ἔχει σταθμὸν τοῦ βάρους. εὗρον δὲ καὶ ταῖς σταθμικαῖς δέκα οὐγγίαις ἴσας τὰς μετρικὰς τοῦ ἐλαίου ιβ΄. διὸ γράφειν ἐχρῆν ἐπιμελέστερον ἐν ταῖς φαρμακίτισι βίβλοις τοὺς ἰατροὺς, ὁποίας τινὰς κελεύουσι βάλλεσθαι τὰς οὐγγίας ἢ τὰς λίτρας τῶν ὑγρῶν φαρμάκων, πότερα τὰς μετρικὰς ἢ τὰς σταθμικάς. πρόδηλον γὰρ, ὅτι τῶν ὑγρῶν τούτων σωμάτων, ὥσπερ καὶ τῶν στερεῶν, τὰ μέν ἐστι βαρύτερα, τὰ δὲ κουφότερα. καὶ λέλεκταί μοι κατὰ λόγον ἕτερον ἑκάστου τῶν εἰς τὰ φάρμακα βαλλομένων ὑγρῶν ὁ σταθμὸς, ἀλλὰ νῦν γε τὸ προκείμενον ἀναλάβωμεν. τὰς γάρ τοι τρεῖς κοτύλας, εἰ μὲν ἐξ ἐννέα τις οὐγγιῶν μετρικῶν ἑκάστην θείη, τὰς μὲν τρεῖς οὐγγιῶν ἑπτὰ καὶ κ΄. ἐργάσεται. τεμνομένης
895
δὲ ἑκάστης αὐτῆς εἰς η΄. δραχμὰς, τὰς δραχμὰς ἕξουσι διακοσίας ιστ΄. εἰ δὲ ἐκ τῶν ιβ΄. οὐγγιῶν ἑκάστην κοτύλην ὑπάρχειν ὑπόθοιτο, γενήσονται μὲν στ΄. καὶ λ΄. οὐγγίαι, δραχμαὶ δὲ σπη΄. τεμνομένης εἰς η΄. δραχμὰς ἑκάστης οὐγγίας. πεπείραμαι δ’ ἐγὼ πολλάκις ἐν ἐλαίῳ λιθάργυρον ἑψηκὼς τὴν μὲν σύμμετρον αὐτῆς μίξιν ἴσην τῇ σταθμικῇ λίτρᾳ τῆς λιθαργύρου, τῇ μετρικῇ δὲ τοῦ ἐλαίου γίγνεσθαι. εἰ δὲ ἐμβάλλοι τις ἔλαιον πλέον, ἑψομένην τε δηλονότι πλείονι χρόνῳ, ξηραντικωτέραν γίγνεσθαι. ἐπὶ δὲ τῶν λευκῶν ἐμπλάστρων διὰ τὸ χρῶμα μίγνυμεν καὶ τὸ ψιμύθιον τῇ λιθαργύρῳ, τοὐπίπαν ἴσον ἴσῃ κατὰ τὸν σταθμόν. ἐμβάλλεται δὲ ἡ κοτύλη τῶν θ΄. οὐγγιῶν, ὡς πρὸς τὴν σταθμικὴν λίτραν τῆς λιθαργύρου, βουλομένοις φυλάττειν τὸ χρῶμα, διὰ τὸ τὴν πλείονα ἕψησιν ἐργάσασθαι μελαντέραν τὴν λιθάργυρον, ἀλλ’ ἧττον ἐχέκολλον γίνεται τὸ φάρμακον, ἐλαίου βληθέντος ὀλίγου. διό τινες ἔμιξαν ἤτοι τὴν τερμινθίνην ῥητίνην ἢ τὴν κολοφωνίαν καλουμένην τὴν διαυγῆ, καθ’ ὅσον οἷόν τε πειρώμενοι μήτε τὴν χρόαν βλάψαι μήτε τὴν δύναμιν τοῦ φαρμάκου,
896
προσθεῖναί τε τῆς ῥητίνης μίξει τὸ δυσαπόπτωτον αὐτῇ, διὰ τὸ ψαθυρὸν γίνεσθαι τὸ φάρμακον, ἂν ἐν ἐλαίῳ τοσούτῳ τοσοῦτον ἕψηται τῆς λιθαργύρου τε καὶ τοῦ ψιμυθίου. τινὲς δὲ κατὰ τὸν αὐτὸν λόγον ἐνέβαλον ἑψημένῳ τῷ φαρμάκῳ τὸν λευκὸν κηρόν. τῇ μέντοι διπλάσιον ἐχούσῃ τὸ ἔλαιον λιθαργύρῳ, κᾂν μηδὲν ἐπεμβάλλῃς ῥητινῶδες ἢ κηρῶδες, ὑπάρξει τὸ ἐχέκολλον ἐκ τῆς ἑψήσεως, καὶ πολύ γε μᾶλλον, ἐὰν τριπλάσιον μίξῃς τὸ ἔλαιον τῇ λιθαργύρῳ, τουτέστιν ἐὰν τρεῖς μετρικὰς ἐλαίου μίξεις τρισὶ σταθμικαῖς τῆς λιθαργύρου. εἰκὸς οὖν ἐστι τὸν Ἀνδρόμαχον θ΄. τῶν μετρικῶν οὐγγιῶν ἀξιοῦν ἐμβάλλεσθαι τὸ κίκινον ἔλαιον, ὡς γίγνεσθαι τῶν ἕξ κοτυλῶν οὐγγίας νδ΄. μετρικὰς, ὅπερ ἐστὶ ταὐτὸν λίτρας μετρικαῖς Ῥωμαϊκαῖς δ΄. καὶ S". εὔδηλον δ’ ὅτι μὴ παρόντος ποτὲ ἡμῖν τοῦ κικίνου τὸ παλαιὸν ἔλαιον ἀντ’ αὐτοῦ παραληψόμεθα. καὶ τὸ σικυώνιον δ’ ἐγὼ πολλάκις ἐνέβαλον εἰς τὰς διαφορητικὰς ἐμπλάστρους, κᾀκείνου μὴ παρόντος, ἕτερον ἔλαιον αὐτοσχεδιάσας, ὅμοιον ἐκείνοις εἰργασάμην, ἐναφεψήσας αὐτῷ ῥίζας σικύου ἀγρίου καὶ βρυωνίου
897
καὶ ἀλθαίας. ὅτι δὲ διαφορητικόν τε καὶ μαλακτικὸν εἶναι βούλεται τὸ προκείμενον φάρμακον ὁ Ἀνδρόμαχος εὔδηλον ἐκ τοῦ κίκινον ἔλαιον ἐμβάλλειν αὐτῷ καὶ πλεῖστον ἀμμωνιακὸν θυμίαμα. τῇ γὰρ λιθαργύρῳ τὸν μὲν κηρὸν ἴσον εἶναι βούλεται τῷ σταθμῷ, τὸ δ’ ἀμμωνιακὸν S". καίτοι κατὰ πολλὰς τῶν ἐνδόξων ἐμπλάστρων οὐχ ἡμίσεος, ἀλλὰ δ΄. μέρους ἢ ε΄. καὶ πολλάκις ἑβδόμου τε καὶ ὀγδόου καί ποτε δεκάτου βαλλομένου τοῦ φαρμάκου τούτου κατὰ τὸν σταθμὸν, ὡς πρὸς τὴν λιθάργυρον. περὶ δὲ τοῦ κηροῦ μεμαθήκαμεν ὡς ὕλης ἔχει τάξιν ἐν ταῖς τῶν τοιούτων φαρμάκων συνθέσεσιν, οὐ δυνάμεως δραστηρίου συντέλειαν. ὑπάρχει δὲ καὶ αὐτῷ βραχεῖά τις δύναμις μαλακτικὴ, ἀλλ’ οὐ διὰ ταύτην ἐν τῷ προκειμένῳ φαρμάκῳ παρείληπται, καθάπερ οὐδ’ ἡ τερμινθίνη ῥητίνη, καίτοι πολὺ πλαστικωτέρα κατὰ δύναμιν οὖσα τοῦ κηροῦ. καὶ γὰρ μαλάττει μᾶλλον αὐτοῦ καὶ προσέτι θερμαίνει καὶ διαφορεῖ, τοῦ κηροῦ μηδ’ ἕτερον ἔχοντος τούτων. ἀλλὰ τὸ ἀμμωνιακὸν θυμίαμα μόνον ἐμβληθὲν αὐχμηρὸν ἐργάσεται τὸ φάρμακον. ὡς δ’ εἰς
898
ἐμπλαστροποιΐαν, οὐδὲ γὰρ χεῖρον οὕτως ὀνομάσαι, χρήσιμός ἐστιν ὅ τε κηρὸς καὶ ἡ ῥητίνη. τὸ γάρ τοι μαλάττειν τε καὶ διαφορεῖν ὑπάρχει τῷ φαρμάκῳ κᾀκ μόνου τοῦ ἀμμωνιακοῦ πρωτεύοντος μὲν ἐν τοῖς μαλακτικοῖς, ἐναμίλλου δὲ καὶ τοῖς διαφορητικοῖς ὄντος. ἀναμνησθέντες δὲ τῶν ἐν τῷ ε΄. τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως εἰρημένων, ὁποίαν τινὰ τὴν κρᾶσιν εἶναι χρὴ τοῖς τοιούτοις φαρμάκοις, οὐδὲν ἔτι δεηθήσεσθε νεωτέρας διδασκαλίας. αἱ μὲν γὰρ πρῶται δυνάμεις δραστικαὶ τοῖς φαρμάκοις εἰσὶν ἐν θερμότητι καὶ ψυχρότητι καὶ ὑγρότητι καὶ ξηρότητι· δεύτεραι δὲ αἵ τε μαλακτικαὶ καὶ διαφορητικαὶ καὶ ἀποκρουστικαὶ καὶ ἑλκτικαὶ καὶ πεπτικαί τε καὶ ῥυπτικαὶ καὶ σηπτικαὶ, καθάπερ γε καὶ τρίται κολλητικαὶ τραυμάτων, ἐπουλωτικαί τε καὶ σαρκωτικαί. καὶ τὸ συγκείμενον οὖν ἐξ ἐλαίου κικίνου καὶ ἀμμωνιακοῦ θυμιάματος φάρμακον ἱκανόν ἐστι διαφορεῖν τε καὶ μαλάττειν καὶ δηλονότι καὶ ξηραίνειν, ὕλην ἐπιτηδείαν προσειληφὸς τὸν κηρόν τε καὶ τὴν ῥητίνην καὶ τὴν ἐπὶ τὸ πλέον ἑψημένην λιθάργυρον. ἐπεμβάλλειν δ’ αὐτῷ κελεύει 
899
καὶ τῶν κεκαυμένων ἐρίων καὶ ἀριστολοχίας, διαφορητικωτάτων τε καὶ ξηραντικωτάτων φαρμάκων, ἐφ’ οἷς πεπτικοῦ καὶ παρηγορικοῦ φαρμάκου μνημονεύει τοῦ λιβανωτοῦ. εἰ δὲ καὶ τῆς σμύρνης ἐμβάλλοιμέν τι καὶ ὀποπάνακος, ἐνίους γάρ φησι καὶ τούτων τι μιγνύναι τῷ φαρμάκῳ, τὴν μὲν σμύρναν ἴσμεν οὐκ ἀγεννῶς θερμαίνουσάν τε καὶ ξηραίνουσαν, τὸν δὲ ὀποπάνακα καὶ γενναιότερον ἔτι ταῦτ’ ἄμφω δρῶντα καὶ προσέτι λεπτυντικῆς τε καὶ διαφορητικῆς ὄντα δυνάμεως. ἀλλὰ τούτου μὲν ὀλίγιστον ἐμβάλλεται, δεδιότος οἶμαι τοῦ προσθέντος αὐτὸ τὴν δριμύτητα τοῦ φαρμάκου καὶ βουλομένου μὴ μόνον διαφορητικήν τε καὶ μαλακτικὴν ἐργάσασθαι τὴν ἔμπλαστρον, ἀλλὰ καὶ τραύμασιν ἐπιτηδείαν. διὰ τοῦτο οὖν αὐτῷ καὶ τὴν λεπίδα τοῦ χαλκοῦ τε καὶ τοῦ στομώματος ἔμιξε, φάρμακα στυπτικὴν ἔχοντα δύναμιν ἅμα τῷ ξηραίνειν ἰσχυρῶς. διὰ γοῦν τὴν τούτων μίξιν ἐπί τε τῶν ἐναίμων τραυμάτων ἄλλων θ’ ἑλκῶν οὐκ ὀλίγων ἀγαθὸν γίγνεται φάρμακον ἡ προκειμένη κατὰ λόγον ἔμπλαστρος Αἰγυπτία. καὶ μέντοι καὶ πρὸς ἀποστήματα καὶ πάνθ’
900
ὅσα διαφορεῖσθαι δεῖται, πολλάκις ἀκηκόατε τὰ μὲν ἅμα τοῖς διαφορητικοῖς φαρμάκοις ἔχοντά τι καὶ τῶν στυπτικῶν ἀσφαλέστερα γίγνεσθαι, τὰ δὲ χωρὶς τῶν στυφόντων δραστικώτερα μὲν, οὐκ ἀσφαλῆ δέ. πολλάκις γὰρ ἐπισπᾶται ῥεύματα πληθωρικοῦ τοῦ θεραπευομένου σώματος ὄντος ἢ κακοχύμου. κενὸν δ’ εἴπερ εἴη τὸ σῶμα καὶ ἀπέριττον, ἑτοιμότερον ἀφικνεῖται τοῦ τέλους τὰ διαφορητικώτερα φάρμακα μόνα παραλαμβανόμενα χωρὶς τῶν στυπτικῶν. ὀλίγοις δὲ προσφερόμενα ἐπὶ τοιούτοις σώμασι τὰ φάρμακα διὰ τοῦτο ἀσφαλέστερον ἔδοξεν εἶναι μιγνύναι τι καὶ τῶν ἀποκρουστικῶν. οὕτω τοι καὶ τῇ διὰ τῶν ἁλῶν ἐμπλάστρῳ διαφορητικῇ προσέθεσάν τινες χαλκάνθου βραχὺ, καίτοι καὶ τῶν ἁλῶν αὐτῶν ἐχόντων τι στυπτικόν. τὸ τοίνυν προκείμενον φάρμακον εὕρηται μὲν διαφορητικὸν ἰσχυρῶς, ὡς καὶ πῦον ἤδη τό γε μὴ πάνυ πολὺ, χωρὶς τοῦ διατρῆσαι τὸ δέρμα, διαφορεῖν δύνασθαι, μαλακτικὸν δὲ τῶν σκιῤῥουμένων τε καὶ ὁπωσοῦν σκληρυνομένων, κολλητικὸν δὲ μεγάλων τραυμάτων, ὥσπερ γε καὶ τῶν ἤδη κακοηθευομένων ἑλκῶν ἐπουλωτικὸν
901
ἁπάντων τε τῶν ἄλλων παθημάτων, ὅσα διαφορητικῆς τε ἅμα καὶ ἀποκρουστικῆς μετρεῖται δυνάμεως, ἐν οἷς ἐστι καὶ τὰ κατὰ τοῦ μετώπου ῥευματιζομένων ὀφθαλμῶν ἐπιτιθέμενα, καλούμενα δὲ ὑπὸ τῶν ἰατρῶν ἀνακολλήματα. ταὐτὸν δὲ τοῦτο τὸ φάρμακον ἐπιτήδειον ἔσται καὶ τοῖς γεγυμνωμένοις νεύροις, εἰ καὶ τετμημένα κατά τι μέρος αὐτῶν τύχοι. τὰ γάρ τοι διακεκομμένα τὸν ἐκ τῆς συμπαθείας οὐκ ἔχοντα κίνδυνον ἔτι καὶ τὴν αἴσθησιν ἀφαιρεῖται τῶν ὑποκειμένων ἑαυτῷ σωμάτων, εἰς ἃ κατίσχεται. δεῖταί γε μὴν καὶ ταῦτα τοιούτου φαρμάκου. τὰ γὰρ ὑγραίνοντα σήπει ῥᾳδίως αὐτὰ, διὰ τοῦτο καὶ οἱ ξηραντικοὶ κυκλίσκοι, καίτοι στύφοντες ἱκανῶς, ὅμως ἁρμόττουσι τοῖς γεγυμνωμένος νεύροις, ἅ γε μήπω φθάσαντα πρὸς τὴν ἀκμὴν τῆς φλεγμονῆς ἀφίκετο. ταῦτα γὰρ ἀγανακτεῖ καὶ παροξύνεται πρὸς τῶν τοιούτων φαρμάκων. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ προήκοντι τῷ λόγῳ ῥηθήσεται· περὶ δὲ τῆς προκειμένης ἐμπλάστρου τὰ λείποντα τῷ λόγῳ προσθῶμεν. ἐπεὶ δὲ οἱ πολλοὶ τῶν ἰατρῶν ἀγνοοῦντες ἐπιτιθέασι τὰς τοιαύτας· ἐμπλάστρους σκληρὰς, ἄμεινον ἐμμότους ποιῆσαι τήξαντας
902
ἢ κατὰ τὴν σκευασίαν εὐθὺς ἐργάσασθαι μαλθακάς. ἔπειτα δὲ ὅταν ἐπὶ μεγάλων διαιρέσεων, ἐν αἷς γεγύμνωται νεῦρα, πειραθῶσιν αὐτῶν, ἐλπίζουσιν ἐπὶ τῶν νυγμάτων ἔσεσθαι πολὺ μᾶλλον ὠφελίμους, ἀγνοοῦντες κᾀνταῦθα μέγιστόν τι θεώρημα, περὶ οὗ διελέχθην ἤδη διδάσκων ὑμᾶς ἐν τῷ λόγῳ μὲν πρῶτον ἐξεῦρον, εἶθ’ ὑπὸ τῆς πείρας ἔγνων βεβαιούμενα, διὰ τοῦτο καὶ νῦν ἀναμιμνήσκω. πολὺ γὰρ θερμοτέρων τε καὶ διαφορητικωτέρων δέονται φαρμάκων αἱ νύξεις τῶν νεύρων ἤπερ ὅταν ὅλον γυμνωθῇ, τραύματος ἀξιολόγου γενομένου. τὰ γάρ τοι γυμνωθέντα τὰς τῶν δριμέων τε καὶ θερμῶν πάνυ φαρμάκων ἐπιθέσεις οὐ φέρει διὰ τὴν δῆξιν, ἀλλὰ τῶν χαλαστικῶν καὶ διαφορητικῶν δεῖται μεμιγμένων συμμέτρως τοῖς στύφουσι φαρμάκοις. ἀλλὰ καὶ ὅτι βέλτιόν ἐστι τὰ πέριξ τοῦ τραύματος καταλαμβάνειν τοῖς δριμέσι τε καὶ λεπτομερέσι καὶ διαφορητικοῖς ἱκανῶς, ὁποῖόν ἐστι τὸ διὰ τοῦ εὐφορβίου. ἐγὼ μὲν οὖν ἐτεκμηράμην τὴν προκειμένην ἔμπλαστρον ἱκανὴν εἶναι ποιεῖν ἃ προείρηκα, καὶ σκευάσας ταύτην εὗρον τὴν πεῖραν μαρτυροῦσαν. ὕστερον
903
δέ ποτε καὶ ταῖς Ἀσκληπιάδου τε καὶ Κρίτωνος ἐντυγχάνων φαρμακίτισι βίβλοις ἔγνων αὐτοὺς γεγραφότας, οὐχ ὥσπερ καὶ Ἀνδρόμαχος ἀδιορίστως, ἀλλὰ μετὰ διορισμῶν σαφῶς ἥν τινα δύναμιν ἔχει. διά τε οὖν τοῦτο καὶ διότι διαφωνοῦσιν ἐν τῇ σκευασίᾳ, κατά τινα τῷ Ἀνδρομάχῳ, κάλλιον ἔδοξέ μοι προσγράψαι καὶ τὰς ἐκείνων αὐτῶν λέξεις, ἔπειθ’ οὕτως εἰπεῖν τι καὶ περὶ τῆς ἐν τῇ συνθέσει τοῦ φαρμάκου διαφωνίας αὐτῶν.

[Περὶ τῶν γεγραμμένων ὑπ’ Ἀσκληπιάδου καὶ Κρίτωνος περὶ τῆς προκειμένης ἐμπλάστρου.] Περὶ τῆς ὑπ’ Ἀνδρομάχου γεγραμμένης Αἰγυπτίας ἐμπλάστρου ὁ Ἀσκληπιάδης οὕτως ἔγραψεν. Ἀνδρομάχου Αἰγυπτία ἄναιμος, τραυματική. ποιεῖ πρὸς νεύρων καὶ μυῶν διακοπὰς, ποιεῖ πρὸς νύγματα, περιθλάσεις, παρατρίματα, λυγίσματα. ἔστι δὲ καὶ ὀφθαλμιώντων παρακόλλημα. ποιεῖ κεφαλαλγικοῖς καὶ πρὸς πολλὰς διαθέσεις χρήσιμόν ἐστι τὸ φάρμακον. ♃ λιθαργύρου, κηροῦ ἀνὰ δραχ. ρμδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. οβ΄. τερμινθίνης δραχ. λστ΄. ἐρίων οἰσυπηρῶν κεκαυμένων 

904
δραχ. ιη΄. λεπίδος χαλκοῦ δραχ. η΄. λεπίδος στομώματος δραχ. η΄. λιβάνου δραχ. η΄. ἀριστολοχίας στρογγύλης δραχ. η΄. κίκεως κο. γ΄. ταῦτα προειπὼν ὁ Ἀσκληπιάδης ἐφεξῆς γράφει τὸν τρόπον τῆς ἑψήσεως, οὐδὲ τοῦτο τὸ μέρος τῆς συνθέσεως ἐπὶ τῶν ἐμπλάστρων φυλάξαντος τοῦ Ἀνδρομάχου, παραλέλειπται γὰρ ἐν ἁπάσαις σχεδόν. ἀλλὰ περὶ μὲν τῶν ἑψήσεων εἴρηται μὲν οὐκ ὀλίγα κατὰ τὸ δ΄. γράμμα καὶ νῦν εἰρήσεται μετ’ ὀλίγον. ἄξιον δὲ ἐπισκέψασθαι τὸ τῆς διαφωνίας, ἣν ἐν τῇ ποσότητι τῶν ἁπλῶν φαρμάκων ἐποιήσατο πρὸς τὸν Ἀνδρόμαχον ὁ Ἀσκληπιάδης. οὐ γὰρ ἓξ κοτύλας τοῦ κίκεως, ὥσπερ ὁ Ἀνδρόμαχος, ἀλλὰ τρεῖς ἐμβάλλειν ἀξιοῖ, κατὰ δὲ τὴν ἀριστολοχίαν οὐδὲν προδιορισαμένου τοῦ Ἀνδρομάχου, προσέθηκεν αὐτὸς τὸ στρογγύλην, ὥσπερ γε καὶ κατὰ τὸ κεκαυμένον ἔριον τὸ οἰσυπηρόν. τὸν μέντοι σταθμὸν ἴσον ἐμβάλλει τῷ Ἀνδρομάχῳ. γράφει γοῦν οὕτως. ♃ ἐρίων οἰσυπηρῶν κεκαυμένων δραχ. ιη΄. ἀριστολοχίας στρογγύλης δραχ. η΄. ἃ δ’ ἐπὶ τέλει προσέθηκεν ὁ Ἀνδρόμαχος οὐδὲ ὅλως ἔγραψεν ὁ Ἀσκληπιάδης, οὔτε περὶ τῆς
905
σμύρνης οὔτε περὶ τοῦ ὀποπάνακος εἰπών τι, πολὺ δὲ μᾶλλον οὐδὲ περὶ τῆς θαλάσσης, ἃ σαφῶς προγράψαντος τοῦ Ἀνδρομάχου, θαλάσσης εἰς ἐμβροχὴν κηροῦ δραχ. ν΄. τοῦτο γὰρ οὔτε ὁ Ἀσκληπιάδης οὔτε ὁ Κρίτων προσέγραψε. τὴν μέντοι ἀριστολοχίαν τὴν στρογγύλην ὁ Κρίτων ὁμοίως τῷ Ἀσκληπιάδῃ βάλλει, καθάπερ καὶ τῶν οἰσυπηρῶν ἐρίων τάς τε δραχ. ιη΄. ἐλαίου τε κικίνου, κατὰ λέξιν γὰρ οὕτως ἔγραψε κοτύλας στ΄. ἡ δὲ ἕψησις τῆς ἐμπλάστρου παρὰ μὲν Ἀσκληπιάδου γέγραπται τόνδε τὸν τρόπον. ἕψε λιθάργυρον καὶ κίκινον ἕως συστραφῇ, εἶτα τὰς λεπίδας, καὶ ὅταν εὔχρους γένηται, τὰ λοιπὰ ἐπίβαλλε. παρὰ δὲ τῷ Κρίτωνι τόνδε τὸν τρόπον. ἕψε λιθάργυρον μετὰ κικίνου, ἕως μέλιτος σχῇ τὸ πάχος. τούτου δὲ γενομένου ἐπίπασσε τὰς λεπίδας καὶ σύνεψε ἐφ’ ἱκανὸν, ἕως ἀμόλυντος γένηται, ἔπειτα τερμινθίνην καὶ κηρὸν, ἡνωμένοις δὲ ἀμμωνιακὸν προμαλαχθὲν παρὰ πυρὶ τοῖς δακτύλοις. βαστάζων δὲ ἤδη ἀπὸ τοῦ πυρὸς ἔμπασσε τῶν οἰσυπηρῶν ἐρίων τὴν κόνιν, μετέπειτα ἐπὶ τέλει τὸν λίβανον, εἶθ’ οὕτως ἀναιροῦ. καὶ περὶ
906
τῆς ἐπαγγελίας δὲ τοῦ φαρμάκου ἐπιμελέστερον ὁ Κρίτων ἔγραψε κατὰ λέξιν οὕτως. Αἰγυπτία τηροῦσα χωρὶς φλεγμονῆς πᾶσαν διαίρεσιν καὶ πᾶν θλάσμα. εὐθετεῖ δὲ καὶ πρὸς πᾶν δῆγμα τῶν θηρίων, ὠφελεῖ δὲ καὶ τὰς γιγνομένας φλεγμονὰς χωρὶς ἑλκῶν. ἀγαθὴ δὲ καὶ πρὸς πόνους νεύρων καὶ μυῶν τοὺς δίχα φανερᾶς αἰτίας γινομένους.

[Ἄλλη Ἀνδρομάχου φαιά.] Ἔγραψε καὶ ἄλλας φαιὰς ὁ Ἀνδρόμαχος ὁμογενεῖς πως τῇ προγεγραμμένῃ. καλεῖ δὲ τὴν μὲν ἑτέραν Ἀθηνᾶν, τὴν δὲ ἑτέραν νυγματικήν. ἔστι δὲ ἡ μὲν Ἀθηνᾶ τῆς νυγματικῆς πρὸς πλέονας διαθέσεις ἁρμόττουσα καὶ μάλιστα τὰς μεθ’ ἑλκῶν, ἐπεὶ ποικιλωτέρα τέ ἐστι καὶ στυφόντων φαρμάκων ἔτι μᾶλλον μετέχει. ἡ δὲ νυγματικὴ χαλαστικωτέρα τε καὶ ἀνωδυνωτέρα ταύτης ἐστί. περὶ μὲν οὖν τῆς προτέρας τῶν εἰρημένων φαρμάκων οὕτως ἔγραψε κατὰ λέξιν. φαιὰ Ἀθηνᾶ. ♃ λιθαργύρου δραχ. ρ΄. τερμινθίνης δραχ. λστ΄. κηροῦ δραχ. κε΄. μίλτου Σινωπικῆς δραχ. κδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. λστ΄. χαλβάνης δραχ. ιβ΄. ἀλόης δραχ. η΄. διφρυγοῦς δραχ. η΄. κεκαυμένου χαλκοῦ

907
δραχ. στ΄. μαστίχης δραχ. στ΄. ἀριστολοχίας δραχ. ε΄. προπόλεως δραχ. ε΄. μάννης δραχ. στ΄. λεπίδος χαλκοῦ δραχ. στ΄. λίθου Ἀσίου δραχ. γ΄. τριφύλλου σπέρματος δραχ. β΄. συμφύτου ῥίζης δραχ. α΄. καὶ τετρώβολον, ἐλαίου κοτύλας δ΄. περὶ τῆς ἑτέρας φαιᾶς αὐτοῖς ὀνόμασιν οὕτως ἔγραψεν ὁ Ἀνδρόμαχος. φαιὰ νυγματική. ♃ ἀμμωνιακοῦ δραχ. η΄. κηροῦ νεοῦ δραχ. η΄. τερμινθίνης δραχ. γ΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. πίσσης ξηρᾶς δραχ. μ΄. ὡς δὲ Ζήνων μνᾶς S" . τέταρτον, λιθαργύρου δραχ. δ΄. ἀλόης Ἰνδικῆς δραχ. β΄. ἀριστολοχίας δραχ. β΄. χαλβάνης δραχ. β΄. ἰοῦ δραχ. α΄. οἱ δὲ δραχ. β΄. λιβάνου δραχ. β΄. ἐλαίου χειμῶνος κοτύλας δ΄. θερείας ὄγδοον, ὄξους κοτύλης ἥμισυ, εἰς ἄνεσιν τοῦ ἀμμωνιακοῦ. καὶ ἄλλας δὲ πολλὰς ἔγραψεν ἅμα ταύταις ὁ Ἀνδρόμαχος ἐμπλάστρους, οὐδὲν ἄλλο προσθεὶς αὐταῖς ἢ τὸ τοῦ χρώματος ὄνομα, συγκειμένας ἐκ τῶν ἐναντίων ταῖς δυνάμεσι φαρμάκων, ἀλλὰ τινὲς μὲν αὐτῶν ἐπικρατοῦν ἔχουσι τὸ χαλαστικόν τε καὶ ἀνώδυνον, τινὲς δὲ διαφορητικόν τε καὶ ῥυπτικὸν, τινὲς δὲ τὴν στύψιν· ὥστε καὶ ἡμᾶς χρὴ πάσαις
908
αὐταῖς θαῤῥοῦντας ἐπιτηδείως ἑκάστῃ χρῆσθαι, πρὸς μὲν τὰ δυσεπούλωτα καὶ κακοήθη τῶν ἑλκῶν ταῖς στυπτικὸν ἐχούσαις πλέον· ἔνθα δὲ παρηγορῆσαί τε καὶ χαλάσαι πρόκειται· ταῖς τὸ χαλαστικόν· ἔνθα δὲ ἑλκύσαι τε καὶ διαφορῆσαι, ταῖς τὰ θερμαίνοντα καὶ πρὸς ἑαυτὰς τὰς ἐν βάθει διαθέσεων ἐπισπώμενα μοχθηρὰς ὑγρότητας. ἐνίαις δὲ καὶ τοῦτο προσγέγραπται. φαιὰ λιτὴ ᾗ χρῶμαι. τρεῖς γὰρ ἐφεξῆς οὐ πολυμιγμάτους ἔγραψε τοιαύτας, ὧν καὶ αὐτῶν τὴν σύνθεσιν ἔδοξέ μοι βέλτιον εἶναι προσγράψαι κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ φαιὰ λιτὴ ᾗ χρῶμαι. ♃ λιθαργύρου δραχ. κδ΄. κίκεως κοτύλην α΄. χαλκοῦ κεκαυμένου δραχ. δ΄. μάννης δραχ. δ΄. ῥητίνης δραχ. δ΄. κολοφωνίας δραχ. η΄. ἄλλη ἀνώδυνος Ἰσιδώρου. ♃ λιθαργύρου δραχ. λστ΄. κηροῦ δραχ. λστ΄. ἐλαίου κοτύλην α΄ S" . ῥητίνης κολοφωνίας δραχ. ιε΄. λεπίδος χαλκοῦ δραχ. θ΄. μάννης δραχ. ν΄. ἕψε. ἄλλη ᾗ χρῶμαι. ♃ λιθαργύρου δραχ. ρμδ΄. ῥητίνης ξηρᾶς δραχ. ρμδ΄. λεπίδος δραχ. κδ΄. ἐλαίου κοτύλας γ΄. ὥσπερ δὲ ταύταις ταῖς προγεγραμμέναις τρισὶ προσέγραψε, ταῖς μὲν ὅτι 
909
χρῆται αὐτὸς, ταῖς δὲ ὅτι ἀνώδυνός ἐστιν, οὕτως ἑτέραις μαρτυρεῖ, θηριακὰς αὐτὰς ὀνομάζων. ἡ γοῦν ἀπὸ τῆς ἀρχῆς τρίτη κατὰ λέξιν οὕτως γέγραπται. θηριακὴ ᾗ χρῶμαι. καὶ μετὰ ταύτην ἄλλη πάλιν, ἧς πρόγραμμά ἐστι τοιοῦτον, Εὐπατόριος θηριακή. ἀλλὰ περὶ μὲν τῶν θηριακῶν ἐν τοῖς ἑξῆς εἰρήσεται. νυνὶ δὲ περὶ τῶν φαιῶν ἔτι τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων εἰπεῖν βούλομαι, μεμφόμενος αὐτῷ διότι τάς τε ἐπαγγελίας αὐτῶν παρέλιπεν εἰπεῖν καὶ τὰς σκευασίας. εὐθέως γοῦν τῇ πρώτῃ πασῶν γεγραμμένῃ τῶν φίλων τις ἰατρῶν ἐχρήσατο πάμπολλα ποιούσῃ. καὶ γὰρ ἐπουλωτικὴ τῶν δυσεπουλώτων ἐστὶ καὶ μάλισθ’ ὅταν τετυλωμένα καὶ σκληρὰ χείλη περιέχῃ τὸ ἕλκος. ἁρμόττει δὲ καὶ πρὸς σηπεδόνας καὶ πρὸς σύριγγάς τε καὶ κόλπους καὶ τὰ μεγάλα τραύματα καὶ ὅλως ἐστὶ πολύχρηστος. ἡ δὲ τῶν συντιθέντων αὐτὴν φαρμάκων συμμετρία κατὰ τόδε γέγραπται. ♃ λιθαργύρου δραχ. ρμδ΄. ἐλαίου κοτύλας ε΄. ἀσβέστου δραχ. μη΄. λιβάνου δραχ. μη΄. χαλκοῦ κεκαυμένου δραχ. μη΄. τερμινθίνης δραχ. μη΄. ἀριστολοχίας δραχ. μη΄. πίσσης δραχμὰς ἐνενήκοντα ἓξ, κηροῦ δραχμὰς ἐνενήκοντα ἓξ, ἀμμωνιακοῦ δραχμὰς
910
ἐνενήκοντα ἕξ. οὕτως μὲν ὁ Ἀνδρόμαχος ἔγραψεν. ἔξεστί σοι καὶ δι’ ἐλάττονος συμμετρίας αὐτὴν σκευάζειν, ἑκάστου τῶν εἰρημένων τέταρτον μόριον μιγνύντα. γενήσεται γὰρ ἡ σύνθεσις τοιάδε. ♃ λιθαργύρου δραχ. λστ΄. ἀσβέστου δὲ καὶ χαλκοῦ κεκαυμένου καὶ λιβανωτοῦ καὶ τερμινθίνης καὶ ἀριστολοχίας τὸ τρίτον ἑκάστου σταθμῷ τῆς λιθαργύρου, τουτέστι δραχ. ιβ΄. εἶτα πίσσης καὶ κηροῦ καὶ ἀμμωνιακοῦ θυμιάματος, ἑκάστου τὸ διπλάσιον τῶν εἰρημένων πέμπτων φαρμάκων, τῆς ἀριστολοχίας λέγω καὶ τερμινθίνης καὶ λιβάνου καὶ χαλκοῦ κεκαυμένου καὶ ἀσβέστου. χρὴ δὲ τὴν ἄσβεστον ἀκατάσβεστον δηλονότι καὶ πρόσφατον εἶναι, οὕτω τὸ φάρμακον καὶ πρὸς τὰ σηπεδονώδη χρήσιμον γίνεται. ἅπαντα δὲ διὰ δραχμῶν γράψας ὁ Ἀνδρόμαχος τὰ φάρμακα κάλλιον ἂν ἐπεποιήκει κατὰ τὴν αὐτὴν συμμετρίαν καὶ τοῦ ἐλαίου μνημονεῦσαι, ὡς ἕλκειν τὸ βαλλόμενον δραχμὰς τοσάσδε ἢ εἰ μὴ τοῦτο. πάντως γοῦν ἐχρῆν αὐτὸν τῆς Ῥωμαϊκῆς λίτρας μνημονεῦσαι. νυνὶ δὲ κοτύλην γράφει, τὴν συνήθη περὶ τοῦ μέτρου τούτου καταλιπὼν ἡμῖν
911
ἀμφιβολίαν, εἴτ’ ἐννέα μετρικῶν οὐγγιῶν, εἴτε δώδεκα βούλεται τὴν κοτύλην εἶναι. κατὰ δὲ τὴν ἐμὴν γνώμην ἡ μὲν τελεία συμμετρία τὰς γο στ΄. τοῦ σταθμοῦ λαμβανέτω, διὰ τὸ τὴν Ῥωμαϊκὴν λίτραν ἕλκειν γο ιβ΄. κατὰ δὲ τὸ δ΄. ἂν σκευάσῃς, εὔδηλος ἡ ἀναλογία. εὔδηλον δὲ καὶ ἐὰν δραχμὰς εἴπῃ τις εἰς τὴν τελείαν συμμετρίαν λαμβάνεσθαι ὑπ΄. διὰ τὸ τὴν σταθμικὴν οὐγγίαν η΄. δραχμὰς ἕλκειν. καὶ ἄλλη δέ τίς ἐστιν ἐν ταῖς φαιαῖς ὑπ’ Ἀνδρομάχου γεγραμμένη, λαμβάνουσα καὶ αὕτη τὴν ἀκατάσβεστον τίτανον, ὁμογενὴς τῇ προγεγραμμένῃ. προγράφει δ’ αὐτῆς, φαιὰ Εὐβούλου καὶ σκευάζει κατὰ τὴν ὑπογεγραμμένην συμμετρίαν. ♃ λιθαργύρου λίτραν α΄. κηροῦ μνᾶν α΄. χαλκοῦ κεκαυμένου δραχ. ιβ΄. ἰοῦ δραχ. ιβ΄. τερμινθίνης δραχ. ιβ΄. ῥητίνης ξηρᾶς δραχ. ιστ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. η΄. λιβάνου δραχ. ιβ΄. ὀποπάνακος δραχ. η΄. ἐλαίου κοτύλας δ΄. ὄξους κοτύλας δ΄. ἔν τισι τῶν ἀντιγράφων κοτύλης S". γέγραπται καὶ δηλονότι διττῶς ἔξεστιν αὐτὴν σκευάζειν, εἰδότα τὸ πλέον ὄξος ἰσχυρότατον ἐργάζεσθαι
912
τὸ φάρμακον. καὶ μὴν καὶ ἄλλην φαιὰν, ἧς αὐτὸ τοῦτο προέγραψεν. ἄλλη φαιά. ἔγραψεν ὁ Ἀνδρόμαχος ἀξιόλογον ἑκάστου, τοῦτ’ ἔστι τὸ φάρμακον διὰ θαλάσσης σκευαζόμενον, ἐπὶ τῶν παραπλησίων ταῖς προγεγραμμέναις ἁρμόττειν δυνάμενον. ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ τοιάδε. ♃ λιθαργύρου μνᾶς S". κηροῦ μνᾶς S". χαλκίτεως τέταρτον, λεπίδος χαλκοῦ δραχ. ιστ΄. λιβάνου δραχ. η΄. τερμινθίνης τέταρτον ὄγδοον. λέγει δὲ δηλονότι τῆς μνᾶς, ἀμμωνιακοῦ θυμιάματος τέταρτον, θαλάσσης κοτύλην μίαν, οἱ δὲ κοτύλης ἥμισυ, κίκεως κοτύλας γ΄. τὸ ἀμμωνιακὸν σὺν τῇ θαλάσσῃ. ταῦτα μὲν ὁ Ἀνδρόμαχος ἔγραψεν, ἄχρι τοσούτου τὴν σκευασίαν μνημονεύσας, ὥστ’ εἰπεῖν ὅτι τὸ ἀμμωνιακὸν σὺν τῇ θαλάσσῃ προδιαβρέχεται δηλονότι. περὶ δὲ τῆς χαλκίτεως καὶ τῆς λεπίδος οὐδὲν ἔγραψε, καίτοι καὶ τούτων δυναμένων μετὰ τῆς θαλάττης λειοῦσθαι, καθάπερ γε καὶ συνέψεσθαι τῇ λιθαργύρῳ καὶ τῷ κηρῷ καὶ τῇ τερμινθίνῃ. ἵνα τοίνυν μήτ’ ἄλλην φαιὰν ζητῆτε παρὰ μηδενὶ τῶν ἄλλων, προσθήσω ἄλλας δύο γεγραμμένας ὑπὸ τοῦ Ἀνδρομάχου. καλεῖ
913
δ’ αὐτῶν τὴν μὲν ἑτέραν τοῦ Φθειρογράφου, ἣν διὰ τούτων συγκεῖσθαί φησι. ♃ λιθαργύρου δραχ. ρ΄. ῥητίνης δραχμὰς ν΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. λ΄. κηροῦ δραχ. ν΄. ἰοῦ ξυστοῦ δραχμὰς ιβ΄. λεπίδος χαλκοῦ δραχ. β΄. ἀριστολοχίας δραχ. η΄. κενταυρίου ῥίζης δραχμὰς η΄. ἐλαίου κοτύλας β΄. τὴν δὲ τοῦ Ἰρίωνος οὕτως συγκεῖσθαί φησι. ♃ λιθαργύρου δραχ. ρμδ΄. πίσσης ξηρᾶς δραχ. ρμδ΄. τερμινθίνης δραχμὰς οβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. οβ΄. μάννης, λιβάνου ἀνὰ δραχ. ρβ΄. στέατος μοσχείου δραχ. ρμδ΄. κηροῦ δραχμὰς λστ΄. ἀριστολοχίας δραχ. θ΄. χαλκοῦ κεκαυμένου δραχμὰς θ΄. ἰοῦ ξυστοῦ δραχ. θ΄. χαλβάνης δραχ. θ΄. ὀποπάνακος δραχμὰς θ΄. ὄξους κοτύλης S". ἐλαίου κοτύλην α΄ S". κίκεως ἴσον, εὔδηλον ὅτι τὴν λιθάργυρον καὶ τὴν πίσσαν καὶ τὸ μόσχειον στέαρ διπλάσιον βούλεται τῷ σταθμῷ τῆς τερμινθίνης εἶναι καὶ τοῦ θυμιάματος καὶ τοῦ λιβάνου, τετραπλάσιον δὲ τοῦ κηροῦ. τῆς δ’ ἀριστολοχίας καὶ τοῦ κεκαυμένου χαλκοῦ καὶ τοῦ ἰοῦ καὶ τῆς χαλβάνης καὶ τοῦ ὀποπάνακος ἑκκαιδεκαπλάσιον. καὶ τοῦτο τὸ φάρμακον ἱκανῶς ἐστι πολύχρηστον, ὥσπερ καὶ τὰ ἄλλα τὰ 
914
προγεγραμμένα, καὶ χρῆσθαι δεῖ πᾶσιν αὐτοῖς θαῤῥοῦντα. Ἑλλησποντία, ὡς Ἀνδρόμαχος. ἔνδοξον οὖσαν καὶ ταύτην τὴν ἔμπλαστρον ἔγραψεν ὁ Ἀνδρόμαχος ἐν ταῖς φαιαῖς ἐν τῇδε τῇ συμμετρίᾳ. ♃ λιθαργύρου δραχ. ρ΄. πίσσης δραχ. ν΄. λαδάνου δραχ. κε΄. ἰοῦ ξυστοῦ δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. λεπίδος δραχ. β΄. ἐλαίου παλαιοῦ δραχ. σ΄.

[Ἑλλησποντία Ἥρα.] Ἐπεὶ δὲ διαφέρεται πρὸς τὸν Ἥραν ἐν τῇ τοῦ φαρμάκου συνθέσει ὁ Ἀνδρόμαχος, ἔδοξέ μοι καὶ τὰ ὑπὸ τοῦ Ἥρα γεγραμμένα προσθεῖναι, κατὰ λέξιν οὕτως ἔχοντα. Ἑλλησποντία διαπνευστικὴ, ἀφλέγμαντος. πρὸς χοιράδας, φύγεθλα, παρωτίδας ἐπιτεθὲν τὸ σπληνίον ἐπισπᾶται, πυοποιεῖ, ῥήσσει, κολλᾷ καὶ καθόλου ποιεῖ ἐπὶ πάντων τῶν πυρικαύτων, παρηγορεῖ δὲ καὶ ποδαγρικούς. ♃ ἐλαίου παλαιοῦ δραχ. ρ΄. πίσσης ξηρᾶς δραχμὰς ν΄. λαδάνου δραχ. κε΄. λιθαργύρου δραχ. ρ΄. ἰοῦ ξυστοῦ δραχμὰς η΄. χαλβάνης δραχ. δ΄. τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου λειοτριβήσας ἕψε. ἡνίκα δὲ συστρέφεται, πρόσβαλλε τὴν πίσσαν

915
καὶ τὸν ἰὸν, εἶτα λάδανον καὶ τὴν χαλβάνην καὶ οὕτως κατεράσας εἰς θυείαν, μάλασσε καὶ χρῶ. τινὲς δὲ ὑπὲρ τοῦ εὔχρουν αὐτὴν γενέσθαι καὶ φαιὰν, μίσγουσι καὶ λεπίδος δραχ. η΄. ἄλλως γὰρ γίνεται μελαντάτη. ταύτῃ καὶ ἐπὶ ποδαγρῶν ἐχρησάμην πολλάκις καὶ ἐποίησεν ἄκρως. δεῖ δὲ δᾳδίοις ἀντὶ ξύλων χρῆσθαι. πρόδηλον δ’ ὅτι διαφωνοῦσιν οἱ ἄνδρες ἐν μὲν τοῖς ἄλλοις βραχύ τι, κατὰ δὲ τὴν τοῦ ἐλαίου συμμετρίαν πάμπολυ. διπλάσιον γὰρ ἢ κατὰ τὸν Ἥραν ὁ Ἀνδρόμαχος ἐμβάλλει. δύναται δὲ καὶ ἑτέρως σκευάζεσθαι, γινωσκόντων ἡμῶν ἐὰν μὲν πλεῖον ἔλαιον ἐμβληθῇ, χρονιωτέραν γενέσθαι τὴν ἕψησιν δηλοῖ, αὐτό τε τὸ φάρμακον γενήσεσθαι ξηραντικώτερον. ἐὰν δὲ ἔλαττον, ἀντέχειν τε τὴν ἕψησιν ἐσομένην καὶ τὸ φάρμακον ἧττον ἔσεσθαι ξηραντικόν

[Αἱ ὑπὸ Δαμοκράτους γεγραμμέναι πολύχρηστοι. Τυρία ἀνεπίδετος.]

  • Τούτοις ἀκολούθως βούλοιμ’ ἐμπλάστρων φράσαι,
  • Ἀνεπιδέτων χρήσεις τε καὶ τὰς συνθέσεις.
  • Ποιοῦσι πρὸς τὰς μὴ μεγάλας διαιρέσεις,
  • 916
  • Καὶ πρὸς τὰ μείζω σαρκὸς αὐτῆς τραύματα,
  • Τά τ’ ἐξ ἐπιπολῆς τῶν τετραπόδων δήγματα,
  • Αἵ καὶ δοθιῆνας διαφοροῦσι προσφάτους.
  • Στομοῦσι δὲ τοὺς ἔχοντας ἤδη καὶ πύον,
  • Κομιζόμεναί τε τὰς ἐπ’ αὐτοῖς ἐσχάρας
  • Τάχιστ’ ἐπουλώσουσι δίχα χειρουργίας.
  • Καὶ τῷ μετώπῳ ἐπιτεθεῖσαι ῥεύματα
  • Ὀφθαλμιώντων ῥᾷστ’ ἐπίσχουσιν μόναι.
  • Τούτου δ’ ἀμείνω τοῦ γένους πρώτην φράσω
  • Ἔμπλαστρον, εὐπόριστον, εὔχρουν, δραστικὴν,
  • Καλῶ δὲ Τυρίαν. λαμβάνει γὰρ πορφύρας
  • Τὸ χρῶμα Τυρίας, ἂν γένηθ’ ὃν δεῖ τρόπον.
  • Σκεύαζε δ’ οὕτως. τῆς καλῶς λιθαργύρου
  • Ἔμβαλλε λίτρας ε΄. καὶ κηροῦ α΄.
  • Καὶ πιτυΐνης γ΄. τῆς λιπαρᾶς καὶ ἀξύλου.
  • Ἰοῦ δὲ χαλκοῦ τοῦ καλοῦ καὶ χαλβάνης,
  • Χαλκοῦ τε κεκαυμένου καὶ λεπίδος καλῆς
  • 917
  • Τέσσαρας ἑκάστου μίγματος βάλλ’ οὐγγίας.
  • Λιπαροῦ δ’ ἐλαίου ιε΄. λίτρας καὶ μίαν.
  • Ἕψει δὲ τὴν ἔμπλαστρον οὕτως ἐπιμελῶς,
  • Βαλὼν μετ’ ἐλαίου λειοτάτην λιθάργυρον,
  • Εἰς κεραμίαν τε μείζω καὶ καινὴν χύτραν,
  • Ἀνάτριβε χερσὶν, εἶτα κίνει καὶ σπάθῃ,
  • Ἕψε τ’ ἐπὶ λάβρας καὶ διηνεκοῦς φλογός.
  • Ὅταν δὲ μέλιτος λαμβάνῃ τὴν σύστασιν,
  • Ἰόν τε καὶ τὴν λεπίδα προσβαλὼν, ἄφες
  • Ἕψεσθ’ ἐφ’ ἱκανόν. εἶτα χαλκὸν πρόσβαλε.
  • Πάλιν τ’ ἀφεὶς ἐπὶ ταχὺν ἕψεσθαι χρόνον,
  • Ἀπόχεον ὀλίγον χύτρας τοῦ φαρμάκου.
  • Ψύξας τ’ ἀνάτριψον χερσὶ καὶ τοῖς δακτύλοις,
  • Εὔχρουν τ’ ἰδὼν καὶ σκληρὸν, οὕτως πρόσβαλε
  • Τὴν πιτυΐνην καὶ κηρόν. εἶθ’ ἡνωμένων
  • Πάντων ἐπιμελῶς, πάλιν ἀπόσταξον βραχύ.
  • Κᾂν μὲν βλέπῃς εὔχρουν τε καὶ κεκραμένην,
  • Ἄρον παραχρῆμα τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
  • 918
  • Καὶ χαλβάνην πρόσβαλλε προμεμαλαγμένην.
  • Ἂν δ’ ᾖ παρὰ πολὺ σκληρότερον τὸ φάρμακον,
  • Ἔλαιον αὐτῷ πρόσβαλ’ εἰς εὐκρασίαν
  • Οὕτω κατηθῶν, εἶτ’ εἰς ἕτερον ἀγγεῖον
  • Ψυχρὸν, μάλασσε χερσὶ καὶ οὕτως τ’ ἀποτίθου.
  • Ἄλλην ὑπογράψω τῇ πρὸ ταύτης ὁμογενῆ.

  • Ποιεῖ δὲ πρὸς ἃ εἶπον ἔμπροσθεν πάθη,
  • Πάντων ἐπουλοῖ κρεῖττον αὕτη φαρμάκων,
  • Ἕλκη δυσαλθῆ καὶ τυλώδη καὶ χρόνια.
  • Τἀν τῷ προσώπῳ γινόμεν’ ἐξανθήματα
  • Αὕτη θεραπεύει δίχα τινὸς δηγμοῦ κακοῦ,
  • Ἕδρας τ’ ἐχούσας ῥαγάδας καὶ σκληρίας
  • Τὰς κονδυλώδεις καὶ τύλους ἀποβάλλεται.
  • Σκεύαζε δ’ οὕτως. μνᾶν λιθαργύρου καλῆς.
  • Μνᾶ δέ ἐστι λίτρα καὶ τρίτον λίτρας μέρος.
  • Κηροῦ δὲ καλοῦ Ποντικοῦ μνᾶς ἥμισυ,
  • Ἰοῦ τέταρτον μνᾶς, μέρος ξυστοῦ καλοῦ,
  • Χαμαιλέοντος μέλανος ὄγδοον μέρος.
  • 919
  • Ῥίζα δέ ἐστιν ἡ καλὴ ἡ Κρητικὴ,
  • Τὸ α΄. εἶτα Κιλίκιος. παλαιοῦ
  • Τε ἐλαίου μνᾶς ἐπιῤῥεπέστερον βραχὺ
  • Ἐὰν δὲ μὴ παρῇ, κέχρησο προσφάτῳ.
  • Ἕψει δὲ λείαν, τὴν λιθάργυρον βαλὼν
  • Καὶ πᾶν ἔλαιον εἰς χύτραν, κινῶν σπάθῃ.
  • Ὅταν δὲ συστῇ καὶ γένηται μηλίνη,
  • Ἰὸν παράπασον, εἶτα κηρὸν πρόσβαλε,
  • Τήξας τε τοῦτον, βαστάσας τ’ ἀπὸ τοῦ πυρὸς
  • Χαμαιλέοντος ὀλίγον παράπασον.
  • Ὅταν δ’ ἑνωθῇ πάντα καὶ ψυγῇ ποσῶς,
  • Κατέρασον εἰς θυείαν, οὕτως τε ἀποτίθου.
  • Αἰγυπτία.

  • Αἰγυπτία τηροῦσα χωρὶς φλεγμονῆς
  • Πᾶσαν διαίρεσιν καὶ πάντα θλάσματα,
  • Καὶ δήγματα πάντων τετραπόδων, τῶν θ’ ἑρπετῶν,
  • Ὅσαι τ΄ ἐγένοντο χωρὶς ἑλκῶν φλεγμοναὶ,
  • Πόνους τε νεύρων καὶ μυῶν δίχ’ αἰτίας.
  • 920
  • Ταύτην ἐπαινῶν Ἀνδρόμαχος ἐν φαρμάκοις
  • Ἔχων μεγίστην ἕξιν ἐδίδου φίλοις.
  • Εἶναι δὲ δραχμὰς ἔλεγε μὲν λιθαργύρου
  • Τρὶς μ΄. καὶ ἑτέρας δὶς ιβ΄.
  • Κηροῦ δὲ λευκοῦ Ποντικοῦ ταύταις ἴσας,
  • Ἀμμωνιακοῦ δὲ τοῦ καθαροῦ τρὶς κ΄.
  • Καὶ δώδεκ’ ἄλλας, λιβάνου δὲ δὶς δ΄.
  • Λεπίδος δὲ χαλκοῦ καὶ λεπίδος στομώματος,
  • Πάλιν δ’ ἑκάστου μίγματος δὶς δ΄.
  • Τερμινθίνης τε τῆς καθαρᾶς τρὶς ιβ΄.
  • Δέκ’ ὀκτὼ δ΄. ἐλαίου κικίνου κοτύλας μέτρῳ,
  • Ἐρίων ιη΄. τῶν ῥυπαρῶν κεκαυμένων.
  • Καίειν δ’ ἔφασκεν αὐτὰ τοῦτον τὸν τρόπον,
  • Εἰς λοπάδα καινὴν ἢ χύτραν πλατύστομον
  • Ἐνθέντα ἔριον οἰσυπηρὸν δαψιλὲς,
  • Τὸ σῶμα προχρίσαντ’ ἢ γύψῳ ἢ κόνει,
  • Ἢ γῇ κεραμικῇ, μεθ’ ὕδατος μεμιγμένη
  • Ἐν πυρὶ λάβρῳ καίοντα, ὅταν ᾖ ῥάδιον,
  • 921
  • Κόψαντα σῆσαι. τό γε δοκεῖν καλῶς ἔχειν,
  • Καίειν δ’ ὁμοίως αὐτὰ κᾀν τοῖς κριβάνοις,
  • Κᾀν τοῖς ἴπνοις τοῖς ἄγαν πεπυρωμένοις,
  • Οὕτως τε λειῶν, λάμβανε ὃν δεῖ σταθμόν.
  • Ἑψεῖν δὲ κελεύει λειοτάτην λιθάργυρον,
  • Καὶ πᾶν κίκινον καὶ μίξαντ’ ἐν καινῇ χύτρᾳ,
  • Μέλιτός γε πάχος γενομένου τοῦ φαρμάκου,
  • Λεπίδα παραπάσσειν καὶ συνεψεῖν ἐφ’ ἱκανὸν,
  • Ἕως ἂν γένηται ἀμόλυντον, βάλλειν τότε
  • Τερμινθίνην καὶ κηρὸν, εἶθ’ ἡνωμένοις
  • Ἀμμωνιακὸν μαλαχθὲν ὑπὸ τῶν δακτύλων.
  • Μέλλοντα δ’ αἴρειν τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
  • Λεῖον προσεμπάττειν λίβανον, ἐμβάλλειν τε
  • Καὶ τῶν οἰσυπηρῶν τὴν κόνιν παρ’ ἐσχάτην,
  • Πρὸ τοῦ λιβανωτοῦ δὲ μικρὸν ὕστερον.
  • Τινὲς δὲ βουλόμενοι τοῦτο τὸ φάρμακον
  • Ἴδιον λέγεσθαι, βαστάσαντες τὴν μίαν
  • 922
  • Λεπίδος μιᾶς βάλλουσι τὰς ἑκκαίδεκα,
  • Χρῶνται δὲ χαλκοῦ λεπίδος, οὐ στομώματος.
  • Ἄλλη.

  • Οὐδέν τι χεῖρον τῆς προτέρας Αἰγυπτίας,
  • Ποιοῦσα ταὐτὰ, ποτὲ δὲ καὶ κρεῖττον, παχὺ
  • Ἂν σκευάσῃ τις ἐπιμελῶς τὸ φάρμακον,
  • Χρήσηται αὐτῷ μὴ παρέργως πρὸς ταὐτά.
  • Ἔχει δ’ ἐλαίου ε΄. λίτρας, κικίνου ἴσας,
  • Λιθαργύρου δὲ τέσσαρας χρυσίτιδος,
  • Λεπίδος δὲ χαλκοῦ μή. δραχμὰς,
  • Τερμινθίνης τε τῆς καλῆς τρὶς ιβ΄.
  • Μάννης, λιβάνου τε ταὐτὸ τῇ τερμινθίνῃ,
  • Ἀμμωνιακοῦ δὲ τοῦ καθαροῦ λίτρας β΄.
  • Κηροῦ δὲ λευκοῦ Ποντικοῦ λίτρας β΄ S".
  • Ἕψε δ’ ἔλαιον, λεπίδα, τὴν λιθάργυρον,
  • Ἕως συνέλθῃ καὶ γένητ’ εὔχρουν ἄγαν,
  • Σκληρά θ’ ἱκανῶς ἔμπλαστρος, εἶθ’ οὕτως βαλεῖν
  • Τερμινθίνην καὶ κηρὸν, εἶτα δακτύλοις
  • 923
  • Ἀμμωνιακὸν μαλαχθὲν, εἶτα τὴν χύτραν
  • Ἀπὸ τοῦ πυρὸς ζέουσαν ἄρας, τότε βαλεῖς
  • Τὴν μάνναν, ἤδη ψυχομένου φαρμάκου.
  • Ἐποίησα ταύτην πολλάκις λιθαργύρου
  • Χωρὶς, μολυβδαίνης ἐμβαλὼν καλῆς ἴσον,
  • Ἥδιστά τ’ ἐχρησάμην πρὸς ἃ προείπομεν.
  • Πεποιημένην τε χρώματος βελτίονος.
  • [Περὶ τῶν διαφορητικῶν καὶ ἐπισπαστικῶν ἐμπλάστρων.] Οἱ τὰς τῶν συνθέτων φαρμάκων δυνάμεις γράψαντες ἐκάλεσάν τινας τῶν ἐμπλάστρων ἐπισπαστικὰς, ὥσπερ ἑτέρας διαφορητικάς. ἐνίαις δ’ αὐτῶν ἑκάτερον ἐμαρτύρησαν ἐπισπᾶσθαί τε καὶ διαφορεῖν. καὶ γὰρ πλησίον ἀλλήλων εἰσὶν αἱ δυνάμεις, ἥ θ’ ἑλκτικὴ τῶν ἐκ τοῦ βάθους, ἥ τε διαφορητικὴ τῶν ἑλχθέντων. αἵ τε γὰρ ἕλκουσαι καὶ διαφοροῦσί τι πάντως, αἵ τε διαφοροῦσαι καὶ ἕλκουσιν. ἀλλ’ ἐπικρατεῖ κατὰ μὲν τὰ διαφορητικὰ τῶν φαρμάκων ἡ διαφορητικὴ δύναμις, κατὰ δὲ τὰ ἑλκτικὰ ἡ ἑλκτική. σύγκεινται μὲν οὖν ἑλκτικαὶ διὰ τῶν ἁπλῶν φαρμάκων, ὅσαι 

    924
    δύναμιν ἔχουσιν, ἐκ τοῦ βάθους ἐπὶ τὸ δέρμα τὰς περιουσίας τῶν ὑγρῶν ἐπισπᾶσθαι, αἱ διαφορητικαὶ δὲ ἐκ τῶν διαφορεῖν τὸ ἑλχθὲν πεφυκυιῶν. ἵνα δὲ ἔμπλαστρος γένηται, καθάπερ ἐν τοῖς ἔμπροσθεν ἐῤῥέθη, τῷ μὲν γὰρ λιθαργύρου μίγνυται, τῷ δὲ ῥητίνης, τῷ δὲ κηροῦ, τῷ δὲ ἐλαίου, τῷ δὲ πίττης, οὔτε διαφορητικὴν δύναμιν ἀξιόλογον οὔθ’ ἑλκτικὴν ἐχόντων τῶν τοιούτων, ὥσπερ ἢ πρόπολις ἢ τίτανος ἢ μυελὸς ἢ χαλβάνη ἢ τὸ τῆς Ἀσίας πέτρας ἄνθος ἢ ἀφρὸς νίτρου ἢ ἀφρόνιτρον ἢ ὄξος ἢ κονία στακτὴ, πέπερί τε καὶ νᾶπυ καὶ στρουθίον, οἵ τ’ ἐδώδιμοι τῶν ἁλῶν, οἵ τε ἀμμωνιακοὶ καὶ πρὸς τούτοις ἄλλα πολλὰ, περὶ ὧν τῆς δυνάμεως ἐν τῇ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ λέλεκται. νυνὶ δὲ τὰς πεῖραν ἱκανὴν ἤδη δεδωκυίας ἐμπλάστρους ἐρῶ, τοσοῦτον ἔτι περὶ αὐτῶν εἰπὼν, ὡς ἔνιοι καὶ τῶν στυφόντων φαρμάκων τοῖς ἐπισπαστικοῖς προσέμιξαν εὐλαβούμενοι τὸ γιγνόμενον, ἐφ’ ὧν ἔσται περιουσία χυμῶν. ἕλκουσι γὰρ ἐνίοτε πλέον ἢ προσῆκεν, ὡς μὴ μόνον ἐκ τῶν κατὰ τὸ θεραπευόμενον μέρος ἐν βάθει τὴν ὁλκὴν, ἀλλὰ κᾀκ τῶν
    925
    πέριξ ἁπάντων ποιεῖσθαι. λέλεκται δέ μοι καὶ πρόσθεν ἐν τῷ τῶν σαρκωτικῶν δυνάμεων λόγῳ τὰς ἐπισπαστικάς τε καὶ διαφορητικὰς, ὥσπερ γε καὶ τὰς ἐπὶ μᾶλλον ἢ χρὴ ῥυπτούσας ἁπάσας, γίγνεσθαι σαρκωτικὰς μίξει κηρωτῆς, ἐφ’ ὧν μὲν ἡ δύναμις ἰσχυρὰ πλέονος, ἐφ’ ὧν δὲ ἀσθενὴς ἐλάττονος. ἐὰν δὲ φθάσῃ τὸ σύνθετον ἐπισπαστικὸν ἢ διαφορητικὸν φάρμακον ἔχειν τι καὶ στυπτικὸν, οὐ χρὴ τῷ τοιούτῳ φαρμάκῳ χρῆσθαι σαρκωτικῷ, διὰ τὸ τὰς στυπτικὰς δυνάμεις εἰς μὲν τὰς κολλήσεις τῶν τραυμάτων τε καὶ κόλπων καὶ τὰς ἐπουλώσεις τῶν ἑλκῶν εἶναι χρησίμους, εἰς δὲ τὰς σαρκώσεις ἀχρήστους. εἴρηται γὰρ ἱκανῶς ἡμῖν ἤδη περὶ τούτου.

    [Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι διαφορητικαί τε καὶ ἐπισπαστικαί. ἁλυκὴ πρὸς πολλά.] ♃ Ἁλῶν κοινῶν λίτρας δ΄. λεπίδος χαλκοῦ γο δ΄. μάγματος λίτρας S". μάννης λίτραν α΄. κηροῦ λίτρας ιδ΄. κυπρίνου ἐλαίου λίτρας ιστ΄. ὄξος. ἄλλη Θευδᾶ σαρκοφάγου πρὸς κακοήθη, σύριγγας, τερηδόνας, χοιράδας. ♃ ῥητίνης τερμινθίνης γο δ΄.

    926
    λιβάνου γο δ΄. κηροῦ γο δ΄. λιθαργύρου γο α΄. οἱ δὲ ἀρσενικοῦ ἴσον ἀντὶ τῆς λιθαργύρου, λεπίδος ἐρυθρᾶς γο δ΄. ἰοῦ ξυστοῦ γο η΄. ἁλὸς ἀμμωνιακοῦ γο στ΄. ὄξους κοτύλην α΄. ἐγὼ πλέον ἐλαίου κοτύλην α΄. οἴνου κοτύλην α΄. ὄξους σκιλλητικοῦ κοτύλην. ἄλλη διαφορητικὴ Κανδίδου ᾗ χρῶμαι. ♃ τερμινθίνης λίτρας γ΄. κηροῦ λίτραν ν΄. χαλβάνης οὐγγίας β΄. νίτρου οὐγγίας β΄. Ἀσίου οὐγγίας β΄. λιβάνου λίτρας δ΄. μυελοῦ ἐλαφείου γο δ΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας S". προπόλεως οὐγγίας γ΄. ἐλαίου δαφνείου οὐγγίας στ΄. στέατος ταυρείου λίτρας ἥμισυ, τὰ ξηρὰ κατὰ τῶν τηκτῶν. ἄλλη πρὸς χοιράδας παρὰ Νυμφοδότου. ♃ Ἀσίου λίθου δραχ. η΄. ἀφρονίτρου δραχ. η΄. ἀσβέστου δραχ. ιστ΄. στέατος μοσχείου δραχ. ιστ΄. κηροῦ δραχ. κδ΄. τερμινθίνης δραχ. λβ΄. ἄλλη διαφορητικὴ βρογχοκήλων, ᾗ Κλήμης Σερτώριος ἐθεραπεύθη καὶ πρὸς σκληρίας. ♃ λιθαργύρου δραχ. ν΄. πιτυΐνης ῥητίνης δραχ. μ΄. ἐλαίου παλαιοῦ κοτύλας ι΄. χαλβάνης δραχ. δ΄. ἐν ἄλλῳ γο α΄. χαλκοῦ κεκαυμένου δραχ. κ΄. ἀμμωνιακοῦ
    927
    θυμιάματος δραχ.μ΄. σχιστῆς δραχ. δ΄. μάννης λιβάνου δραχ. δ΄. κηροῦ δραχ. ν΄. ἐσχάτην τὴν χαλβάνην καὶ τὴν μάνναν. ἄλλη ἡ διὰ τῶν ἀσπίδων διαφορητικὴ χοιράδων καὶ πρὸς ποδάγρας. ♃ τερμινθίνης, λίθου Ἀσίου, ἀσφάλτου ἀνὰ δραχ. τξ΄. ἀφρονίτρου, μοσχείου, κηροῦ, δαφνίδων, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. τμ΄. λίθου πυρίτου δραχ. π΄. ἀσβέστου δραχ. ρη΄. ἄλλως μνᾶν α΄. ἀσπίδων σποδοῦ δραχ. ρμ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ἐσχάτην τὴν σποδὸν, ψυγέντος τοῦ φαρμάκου, εἰ δὲ μὴ, ἀπόλλυται. ἄλλη ἐπισπαστικὴ ἡ τοῦ Σαρκευθίτου. ♃ τερμινθίνης μνᾶν α΄. κηροῦ μνᾶν α΄. νίτρου μνᾶς β΄. βδελλίου δραχ. λβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. λβ΄. ἐλαίου κοτύλας β΄. θαλάσσης ἢ ἅλμης κοτύλας β΄. μίλτου δραχ. λβ΄. ἄλλη ἡ Κτησιφῶντος, ἃ μὲν διαλύων, τὰ δὲ συνάγων καὶ ῥύπτων. ♃ ἀφρονίτρου λίτραν α΄. μάννης λιβάνου λίτραν α΄. κονίας στακτῆς λίτραν α΄. τινὲς καὶ ὄξους λίτραν α΄. ἄλλη δι’ ἁλῶν ἐπισπαστική. ♃ ἁλῶν κοινῶν δραχ. π΄. ψιμυθίου δραχ. π΄. ἐλαίου παλαιοῦ κοτύλας μ΄. ἄλλως γ΄. χαλκάνθου
    928
    δραχ. κδ΄. ὄξους κοτύλης ἥμισυ. ἄλλο ἡ δι’ ἁλῶν ἄλλως. ♃ ψιμυθίου δραχ. η΄. ἁλῶν κοινῶν δραχ. ν΄. ἐλαίου παλαιοῦ κοτύλας η΄. ἄλλως β΄. ἀριστολοχίας δραχ. η΄. προπόλεως δραχ. ι΄. ταύτην Σίλων ἐπῄνει. ἄλλη ἡ διὰ πελαγίας γῆς διαφορητική. ♃ λιθαργύρου μνᾶς δ΄. γῆς πελαγίας τέταρτον, ἁλὸς ἀμμωνιακοῦ τέταρτον, ψιμυθίου τέταρτον, κηροῦ τέταρτον, ὄξους κοτύλην α΄. ἐλαίου κοτύλας δ΄. ἄλλη ἡ τοῦ Κυρτοῦ ἐπισπαστική. ♃ ἴρεως Ἰλλυρικῆς δραχ. ν΄. μάννης δραχ. ν΄. τερμινθίνης δραχ. ν΄. ἀφρονίτρου δραχ. ν΄. κισσήρεως δραχ. ν΄, ἀμμωνιακοῦ θυμιάματος δραχ. κε΄. χαλβάνης δραχ. ιστ΄. ἄλλως στ΄. κάγχρυος δραχ. ιβ΄. ἥμισυ, κηροῦ δραχ. ρ΄. οἱ δὲ η΄. ἐλαίου κοτύλην α΄. ἄλλη ἡ διὰ δαφνίδων. ♃ ῥητίνης, νίτρου πυῤῥοῦ, κηροῦ νέου, δαφνίδων, κολοφωνίας, στέατος μοσχείου, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. ο΄ κυπρίνου κοτύλης ἑκκαιδέκατον, τινὲς δὲ ἰξοῦ δραχ. ν΄. ἄλλη ἐπισπαστικὴ Ἁρπάλου. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχ. η΄. κηροῦ δραχ. δ΄. ἴρεως δραχ. δ΄. μάννης δραχ. δ΄. πεπέρεως δραχ. δ΄. θείου ἀπύρου δραχ. δ΄. κισσήρεως δραχ. δ΄. 
    929
    τερμινθίνης δραχ. η΄. ἐλαίου ὀλίγον. ἄλλη ἐπισπαστικὴ Ἁρπάλου. ♃ τερμινθίνης μνᾶς η΄. κισσήρεως δραχ. ιε΄. νίτρου δραχ. ιστ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιστ΄. κηροῦ δραχ. δ΄. ἐλαίου βραχὺ, μίλτου, ὥστε χρῶσαι τὰ ξηρὰ σὺν ὄξει. ἄλλη. ♃ σινάπεως δραχ. δ΄. νίτρου δραχ. δ΄. κηροῦ δραχ. η΄. τερμινθίνης δραχ. λ΄. δαφνίδων δραχ. δ΄. ἀσβέστου δραχ. δ΄. ἐλαίου κοτύλας ἑκκαιδέκατον, κυπρίνου δραχ. η΄. ἄλλη πῦον διαφοροῦσα. ♃ κηροῦ, τερμινθίνης ῥητίνης, πίσσης ξηρᾶς, στέατος μοσχείου, νίτρου πυῤῥοῦ, δαφνίδων, ἀσβέστου, κισσήρεως, ἀμμωνιακοῦ θυμιάματος, ἑκάστου ἴσον. ἄλλη Κοδάμου ἢ Νικοδήμου βασιλέως. ♃ κηροῦ δραχ. ρ΄. νίτρου πυῤῥοῦ δραχ. ρ΄. ῥητίνης φρυκτῆς δραχ. ρ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κε΄. προπόλεως δραχ. κε΄. ἰξοῦ δρυΐνου δραχ. ιβ΄. ἥμισυ, ἐλαίου ξέστην α΄. κονίας στακτῆς ξέστην α΄. ἄλλη διαφορητικὴ μελικηρίδων. ♃ ἐλαίου παλαιοῦ δραχ. ρ΄. λιθαργύρου δραχ. ??α΄. ἀμμωνιακοῦ θυμιάματος, χαλβάνης ἀνὰ δραχ. ιθ΄. ἄλλη. ♃ λιθαργύρου δραχ. ρ΄. ἁλῶν κοινῶν δραχ. ξ΄. ἐλαίου παλαιοῦ κοτύλας στ΄. ἄλλως α΄. ἄλλη ἐπισπαστικὴ
    930
    καὶ διαφορητικὴ πολύχρηστος. ♃ λιθαργύρου λίτραν α΄. ψιμυθίου λίτραν α΄. χαλβάνης λίτραν α΄. ἁλὸς ὀρυκτοῦ λίτρας S". ἰοῦ ξυστοῦ λίτρας ἥμισυ, ἐλαίου ξέστας γ΄. χαλκάνθου γο β΄. ἄλλη διαφορητικὴ ἡ διὰ τοῦ στρουθίου. ♃ λιθαργύρου λίτρας β΄. ἐλαίου λίτρας γ΄. ψιμυθίου γο δ΄. πίσσης γο δ΄. τερμινθίνης γο δ΄. κηροῦ γο β΄. μάννης γο γ΄. ἀριστολοχίας γο β΄. στρουθίου γο β΄. κηκίδων γο γ΄. οἴνου καλοῦ κοτύλας γ΄. οἶνον ἔσχατον κατάῤῥαινε. ἄλλη διαφορητικὴ, ὡς Σκριβώνιος. ♃ λιθαργύρου λίτρας ε΄. ἐλαίου λίτρας ε΄. πιτυΐνης ξηρᾶς λίτρας ε΄. προπόλεως λίτρας η΄. τῆς δρυΐνης γο γ΄. ἄλλη ἐπισπαστικὴ καὶ διαφορητική. ♃ κηροῦ νέου δραχ. ρ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ρ΄. νίτρου δραχ. ρ΄. ἐλαίου κοτύλας γ΄. τινὲς λιβάνου δραχ. ρ΄. κονίας στακτῆς κοτύλας γ΄. πρὸς σκληρίας δὲ μίσγεται ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄. χαλβάνης ἴσον, ἰοῦ ξυστοῦ, προπόλεως, δρυΐνης ἴσον. ἄλλη πρὸς χοιράδας Μινουκιανοῦ, ᾗ χρῶμαι κατὰ κόρας. ♃ τερμινθίνης λίτραν α΄. κηροῦ λίτρας η΄. προπόλεως λίτραν α΄. χαλβάνης λίτρας η΄. ἰξοῦ δρυΐνου λίτρας η΄. τήξας ταῦτα,
    931
    ἔμπασσε τρυγὸς κεκαυμένης γο β΄. ἀφρονίτρου λίτρας η΄. εἶτα θεὶς ἀπ’ ἀνθρακιᾶς, πρόσβαλε ἐλαίου κοτύλας γ΄. εἶτα καθελὼν ἔμπασσε σικύου ἀγρίου ῥίζης γο α΄. ξιφίου ῥίζης γο δ΄. Ἀσίου ἄνθους γο δ΄. ἄλλη Ἀντιπάτρου. ♃ νίτρου λίτραν α΄. τερμινθίνης λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. ὕδατος ξέστην α΄. καὶ πλεῖον, ὅταν ἑψόμενον μὴ πομφολύξῃ, πρόσβαλε ἀμμωνιακοῦ θυμιάματος γο β΄. χαλβάνης γο α΄. βδελλίου γο α΄. λιβάνου γο β΄. σανδαράχης γο β΄. λίθου Ἀσίου γο β΄. ὁ Ἄσιος καὶ ἡ σανδαράχη σὺν ἐλαίῳ ὀλίγῳ λεαίνεται, τὰ τηκτὰ ἀναξύεται καὶ μίσγεται τοῖς ξηροῖς. ἄλλη διαφορητικὴ Ἀντιπάτρου. ♃ μολυβδαίνης δραχ. τ΄. κηροῦ δραχ. ρν΄. τερμινθίνης δραχ. λ΄. χαλκίτεως δραχ. στ΄. χαλβάνης δραχ. η΄. σμύρνης δραχ. η΄. μάννης δραχ. η΄. ἐλαίου χειμῶνος κοτύλας δ΄. θερείας κοτύλας γ΄. ἄλλη Ξενοκράτους ἀνώδυνος, διαφορητικὴ, ὡς Κάστος, ἡ Πολυστόμου πρὸς ποδάγρας. ♃ ψιμυθίου δραχ. ρν΄. κηροῦ λίτρας γ΄. τερμινθίνης δραχ. λ΄. ἀφρονίτρου δραχ. λ΄. ἐλαίου παλαιοῦ κοτύλας γ΄. ἄλλη διαφορητικὴ μελικηρίδων, Ἀλεξάνδρου. ♃ ἁλὸς Σπανοῦ λίτραν α΄. λιθαργύρου λίτραν α΄.
    932
    ψιμυθίου λίτραν α΄. κηροῦ γο α΄. τερμινθίνης γο α΄. χαλβάνης ἢ καὶ ὀποπάνακος γο β΄. σινάπεως γο στ΄. ἐλαίου παλαιοῦ λίτρας γ΄. ὄξους ξέστας η΄. ἄλλη, Ὑγεία διαφορητικὴ καὶ ἐπισπαστικὴ πρὸς μαστοὺς διὰ ἰξοῦ. ♃ λιθαργύρου λίτρας β΄. ἐλαίου λίτρας β΄. ἰξοῦ δρυΐνου γο δ΄. κηκίδων γο δ΄. ἄλλη κενωτικὴ πύων, ὡς Ἀσκληπιάδης χωρὶς συῤῥήξεως. ♃ ῥητίνης λίτρας β΄. κηροῦ λίτρας β΄. νίτρου λίτρας η΄. βουτύρου λίτραν α΄. στέατος λεοντείου λίτρας στ΄. ἐλαίου παλαιοῦ λίτραν α΄. τῆκε ὁμοῦ, καθ’ ἡμέραν χρῶ ἐμπλάσσων τοῦ φαρμάκου. ἄλλη ἐξιπωτικὴ ὑγρῶν καὶ ἀποστημάτων, μάλιστα ἐν γόνασι καὶ ἄρθροις, ἄτερ τομῆς ἕλκουσα, ἀφλέγμαντος καὶ τραυματική. ♃ μολύβδου σκωρίας δραχ. ρ΄. τερμινθίνης δραχ. ρ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ἐσχάτην ῥητίνην. ἄλλη διαφορητικὴ καὶ συῤῥήσσουσα καὶ ἐπουλωτικὴ, προκλητικὴ, ᾗ χρῶμαι. ♃ ἰξοῦ δρυΐνου δραχ. ξ΄. πίσσης δραχ. ν΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ρ΄. κηροῦ δραχ. ν΄. ῥητίνης φρυκτῆς
    933
    δραχ. ιε΄. λίθου πυρίτου δραχ. ι΄. χαλβάνης δραχ. η΄. μάννης δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. δ΄. κάγχρυος δραχ. δ΄. κόπρου περιστερῶν δραχ. δ΄. ἔν τισι καὶ μέλιτος κοτύλας δ΄. ἔν τισι καὶ προπόλεως δραχ. κ΄. τὰ τηκτὰ τήξας, ἔμπασσε τοῖς ξηροῖς.

    [Αἱ ὑπ’ Ἀσκληπιάδου γεγραμμέναι ἐπισπαστικαί.] Λευκὴ ἐπισπαστική. ποιεῖ πρὸς χοιράδας καὶ παρωτίδας καὶ τὰ κατὰ μέρος ἀποστήματα, ποιεῖ πρὸς σύριγγας καὶ αἰγίλωπας, ὥστε χωρὶς τομῆς ἀπαλλάττειν, ποιεῖ πρὸς τὰ ῥευματικὰ καὶ δυσαλθῆ, ποιεῖ ὑδρωπικοῖς. ♃ λιθαργύρου δραχ. π΄. ψιμυθίου δραχ. π΄. ἁλῶν δραχ. π΄. ἐλαίου παλαιοῦ ξέστην α΄. τρῖβε ἅλας, ψιμύθιον, λιθάργυρον, ἐπιβάλλων τούτοις τὸ ἔλαιον, ἔπειτα μίξας ἐπιμελῶς καὶ βαλὼν εἰς ἄγγος κεραμοῦν, ἕψε κινῶν συνεχῶς μέχρις ἀμολύντου, καὶ εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας ἀνελόμενος χρῶ. ἄλλη. ♃ λιθαργύρου δραχ. ρ΄. ψιμυθίου δραχ. ι΄. ἁλῶν δραχ. ν΄. ἐλαίου κοτύλας γ΄. κηροῦ δραχ. ν΄. τερμινθίνης δραχ. ιβ΄. σκεύαζε κατὰ 

    934
    τρόπον. ἄλλη. ♃ μάννης δραχ. ιστ΄. στυπτηρίας σχιστῆς δραχ. η΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ἄλλη. ♃ λιθαργύρου λίτραν α΄. ψιμυθίου λίτραν α΄. ἁλῶν ὀρυκτῶν λίτραν α΄. κηροῦ δραχ. ν΄. τερμινθίνης δραχ. κε΄. μάννης δραχ. ιστ΄. στυπτηρίας σχιστῆς δραχ. η΄. ἐλαίου παλαιοῦ κοτύλην α΄ S". ἄλλη Λευκίου πρὸς τὰς προειρημένας διαθέσεις, φάρμακον ἐπιτετευγμένον. ποιεῖ πρὸς τὰ ῥευματικὰ τῶν ἑλκῶν καὶ τὰ χρόνια καὶ δυσαλθῆ. ♃ λιθαργύρου δραχ. ρ΄. ψιμυθίου δραχμὰς ρ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. ρ΄. χαλκάνθου δραχ. ρ΄. πιτυΐνης δραχ. ρ΄. ἐλαίου παλαιοῦ ξέστας γ΄. ὄξους ξέστην α΄. κηροῦ δραχ. ν΄. σκεύαζε κατὰ τρόπον. ἄλλη Ὑγιεινὴ, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς προειρημένας διαθέσεις. ♃ λιθαργύρου δραχ. ρ΄. ψιμυθίου δραχ. ρ΄. ἁλῶν δραχ. ρ΄. στυπτηρίας ὑγρᾶς δραχ. ρ΄. ἐλαίου παλαιοῦ ξέστας ι΄. ὄξους ξέστην α΄. κηροῦ λίτρας S". ῥητίνης τερμινθίνης λίτρας S". σκεύαζε κατὰ τρόπον. ἄλλη μέλαινα ἐπίσπαστικὴ, πρὸς χοιράδας ποιεῖ, παρωτίδας καὶ τὰ κατὰ μέρος ἀποστήματα, διαλύει πᾶσαν σκληρίαν. ἔστι δὲ καὶ μάλαγμα
    935
    ἀγαθὸν, ὡς ἐχρήσατο Ἀντώνιος ὁ ῥιζοτόμος. ποιεῖ πρὸς τὰς περὶ ἄρθρων διαθέσεις. ♃ ἁλῶν ὀρυκτῶν λίτραν α΄. λιθαργύρου λίτραν α΄. γλοιοῦ καθαρωτάτου λίτρας τέσσαρας καὶ χαλβάνης δραχ. ν΄. τρῖβε ἅλας, λιθάργυρον, εἶτα ἐπιβαλὼν τὸν γλοιὸν ἀνάκοπτε φιλοπόνως, καὶ βαλὼν εἰς ἄγγος κεραμοῦν καὶ θεὶς ἐπὶ τὸ πῦρ ἕψε κινῶν συνεχῶς, καὶ ὅταν ἀμόλυντον γένηται, ἄρας ἀπὸ τοῦ πυρὸς, ἐπίβαλλε τὴν χαλβάνην, κοπεῖσαν ὑπέρῳ ξυλίνῳ καὶ ὅταν διαλυθῇ, κατεράσας εἰς θυείαν καὶ ἀνακόψας χρῶ. ἄλλη, ᾗ ἐχρήσατο Ἀνδρόμαχος, ποιεῖ πρὸς χοιράδας, παρωτίδας καὶ τὰς ἐπὶ τῶν μασθῶν σκληρίας καὶ τὰ κατὰ μέρος ἀποστήματα, τὸ περικείμενον ὑγρὸν ἐπισπᾶται καὶ κόλπους παρακολλᾷ. ποιεῖ πρὸς σύριγγας, αἰγίλωπας, ποιεῖ πρὸς ῥευματικὰ τῶν ἑλκῶν χρόνια καὶ δυσαλθῆ. ♃ ψιμυθίου δραχ. π΄. ἁλῶν ὀρυκτῶν δραχ. π΄. χαλκάνθου δραχ. ιβ΄. ἐλαίου παλαιοῦ κοτύλας γ΄. ὄξους κοτύλας δ΄. ἕψε λειοτάτως ἅλας, ψιμύθιον μετὰ τοῦ ἐλαίου καὶ κίνει μέχρις ἀμολύντου καὶ ὅταν εὖ ἔχῃ, ἄρας ἀπὸ τοῦ
    936
    πυρὸς, ἐπίβαλλε τήν χάλκανθον λειανθεῖσαν μετὰ ὄξους καὶ μικρὸν ἐπιῤῥαίνων συνεχῶς καὶ προσέχων μὴ ἀναζέσῃ, ἔπειτα εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας, ἀνελόμενος χρῶ.

    [Αἱ ὑπ’ Ἀσκληπιάδου γεγραμμέναι διαφορητικαὶ κατὰ τὴν ἐκείνου λέξιν.] Τῶν δὲ ὄγκων διαλυθέντων καὶ εἰς ὑγρὸν ἀναδοθέντων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. κηρίνη Κτησιφῶντος πρὸς χοιράδας, γαγγλία, παρωτίδας καὶ τὰς ἐπὶ τῶν μασθῶν ἀποστάσεις ὡς οὐδὲν ἄλλο τῶν φαρμάκων τούς τε ὄγκους διαλύει, τό τε παρακείμενον πᾶν ὑγρὸν κομίζεται διὰ τῶν ἀραιωμάτων καὶ τοὺς κόλπους παρακολλᾷ. ποιεῖ πρὸς σύριγγας, αἰγίλωπας, ὥστε χωρὶς τομῆς ἀπαλλάττειν. ἔστι δὲ καὶ μάλαγμα ἀγαθὸν, ἰσχιαδικοῖς, ποδαγρικοῖς, ἀρθριτικοῖς μετὰ τοὺς παροξυσμοὺς ἐπιτιθέμενον, τῆς ὅλης διαθέσεως ἀπαλλάττειν, τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ κηροῦ λίτραν α΄. τερμινθίνης λι. α΄. νίτρου λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. ὕδατος κο. α΄. τρῖβε νίτρον καὶ ὕδωρ, ὥστε παντελῶς διαλυθῆναι καὶ βαλὼν εἰς ἄγγος κεραμοῦν καὶ θεὶς

    937
    ἐπὶ τὸ πῦρ ἕψε πωμάσας τὸ ἄγγος καὶ ἐκ διαλειμμάτων κινῶν. ὅταν δὲ ὁ πολὺς ψόφος ἀπολήξῃ, ἐπίβαλλε τὰ τηκτὰ, κινῶν συνεχῶς μέχρις ἀμολύντου, εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας ἀνελόμενος χρῶ ἢ σκεύαζε κατὰ τρόπον τοῦτον. τὰ τηκνὰ τήκεται καὶ ὅταν διαλυθῇ, ἐπιβάλλομεν τούτοις τὸ νίτρον λεανθὲν μετὰ τοῦ ὕδατος καὶ κατὰ μικρὸν ἐπιβάλλοντες καὶ κινοῦντες συνεχῶς καὶ προσέχοντες μὴ ἀναζέσῃ. ἄλλη, ᾗ ἐχρήσατο Μενεκράτης, ἰδίως ἐπὶ τῶν χοιράδων καὶ ταῖς ἐπὶ τῶν μασθῶν σκληρίαις, κατατίτρησι γὰρ αὐτὰς καὶ τὸ περικείμενον ὑγρὸν ἐκκρίνει καὶ τοὺς κόλπους παρακολλᾷ καὶ εἰς οὐλὴν ἄγει. ♃ κηροῦ λίτραν α΄. ῥητίνης τερμινθίνης λίτραν α΄. ῥητίνης ξυλώδους λίτραν α΄. χαλβάνης λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. ἀφρονίτρου λίτραν α΄. σμύρνης τέφρας ξε. α΄. ὃς ἄγγει γο γ΄. τὰς ῥητίνας βαλὼν εἰς ἄγγος χαλκοῦν ἢ κεραμοῦν καὶ θεὶς ἐπὶ τὸ πῦρ τῆκε καὶ διαλύσας ἐκ τούτων, ὅσον ἐξαρκεῖ διαλῦσαι τὴν χαλβάνην, ἔπειτα ὁμοῦ τὰ τηκτὰ μίξας ἕψε μέχρις ἀμολύντου, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς, ἔα ψυγῆναι καὶ τούτοις ἐπίβαλλε
    938
    ἀφρόνιτρον καὶ κινῶν συνεχῶς καὶ ἀνακόψας ἐπίβαλλε ταῖς τεφραῖς λειοτάταις, καὶ ἀναμίξας ἀνελόμενος χρῶ, λύων διὰ ε΄. εἶτα διὰ τρίτης, ἕως κατατρηθῇ τὰ περὶ τοὺς ὄγκους, εἶτα καθ’ ἡμέραν λύων θεράπευε. ἄλλη, ἡ διὰ τοῦ ἀφρονίτρου, ὑπὸ τινῶν δὲ Διονυσία λεγομένη, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς προειρημένας διαθέσεις, ᾗ ἐχρήσατο Λάργος. ♃ κηροῦ λίτραν α΄. τερμινθίνης λίτραν α΄. μάννης λίτραν α΄. ἀφρονίτρου λίτραν α΄. ἐλαίου ξε. α΄. ὕδατος πηλοποιϊκοῦ ξε. α΄. μίσυος ὠμοῦ γο β΄. συντίθει καὶ τρόπον. ἄλλη ἡ διὰ τοῦ Ἀσίου, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς προειρημένας διαθέσεις. ♃ κηροῦ λίτραν α΄. τερμινθίνης λίτραν α΄. νίτρου λίτραν α΄. λιβάνου ἡμίλιτρον, λίθου Ἀσίου ἄνθους ἡμίλιτρον, ἐλαίου κυπρίνου ἡμίλιτρον, ὕδατος πηλοποιϊκοῦ τὸ αὔταρκες, τὰ ξηρὰ διαλύεται πηλοποιϊκῷ, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος καὶ λεαίνεται φιλοπόνως. τὰ δὲ τηκτὰ τήκεται καὶ ψύχεται καὶ τοῖς λεανθεῖσιν ἐπιβάλλεται, ἀνακόψαντες καὶ ἀνελόμενοι χρώμεθα. ἄλλη Ἀσιανὴ τοῦ Νεαπολίτου, ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. ♃ κηροῦ
    939
    λι. α΄ S". νίτρου ἐρυθροῦ λίτραν α΄. λίθου Ἀσίου ἄνθους λίτραν α΄ S". μάννης ἡμίλιτρον, σμύρνης γο γ΄. ἐλαίου παλαιοῦ λίτραν α΄. ὕδατος πηλοποιϊκοῦ κο. α΄. σκεύαζε κατὰ τρόπον. ἄλλη, ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. ♃ κηροῦ δραχ.ρ΄. τερμινθίνης δραχ. ρ΄. νίτρου ἀφροῦ λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. μάννης λιβάνου λίτραν α΄. λίθου Ἀσίου ἄνθους ἡμίλιτρον, χαλβάνης δραχ. ιβ΄. προπόλεως δραχ. ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄. ὕδατος πηλοποιϊκοῦ τὸ αὔταρκες. ἄλλη κιῤῥὰ ἐκ τῶν Δαμοκράτους, ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. ♃ λιθαργύρου λίτραν α΄. ψιμυθίου λίτραν α΄. ἁλὸς ὀρυκτοῦ λίτραν α΄. μίλτου σινωπίδος ἡμίλιτρον, κηροῦ γο β΄. χαλβάνης γο β΄. τερμινθίνης γο β΄. ἐλαίου παλαιοῦ κο. γ΄. ὄξους, ὥστε τὴν Σινωπίδα λῦσαι, σκεύαζε κατὰ τρόπον. ἄλλη, ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. ♃ λιθαργύρου λίτραν α΄. ψιμυθίου λίτραν α΄. ἁλὸς ὀρυκτοῦ λίτραν α΄. μίλτου Σινωπίδος ἡμίλιτρον, κηροῦ γο δ΄. χαλβάνης γο β΄. ῥητίνης τερμινθίνης γο β΄. ἐλαίου παλαιοῦ κο. γ΄. ὄξους, ὥστε τὴν Σινωπίδα διαλῦσαι, σκεύαζε κατὰ 
    940
    τρόπον. ἄλλη ἡ διὰ τῆς μαστίχης, ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. ♃ κηροῦ λίτραν α΄. μαστίχης, μάννης λιβάνου, Σινωπίδος, ἀφρονίτρου ἀνὰ ἡμίλιτρον, ἐλαίου μυρσίνου γο γ΄. θαλάσσης κο. γ΄. ἄλλη ἡ τοῦ Νεαπολίτου, ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. ♃ λιθαργύρου λίτραν α΄. ψιμυθίου λίτραν α΄. ἁλῶν ὀρυκτῶν λίτραν α΄. μίλτου Σινωπίδος ἡμίλιτρον, κηροῦ ἡμίλιτρον, πιτυΐνης ἡμίλιτρον, χαλβάνης γο β΄. ἐλαίου κο. γ΄. ὄξους τὸ ἱκανόν.

    [Αἱ ὑπὸ Δαμοκράτους γεγραμμέναι διαφορητικαί.]

  • Ἔμπλαστρος ἀγαθὴ διαφοροῦσα, μηλίνη,
  • Τὰς μὴ παλαιὰς χοιράδας τῶν παιδίων,
  • Τὰς περὶ μύας τε καὶ τὸ δέρμα σκληρίας
  • Καὶ τὰς μενούσας φλεγμονὰς πλέω χρόνον,
  • Πληροῖ τε σάρκα καὶ εἰς ἐπούλωσιν ἄγει.
  • Σκευάζεται δ’ οὕτως· καλῆς λιθαργύρου
  • Τὸ πολὺ λίτραν, ψιμυθίου ἡμίλιτρον,
  • Τούτοις παραδίδωσι λίτραν νέου
  • 941
  • Ἐλαίου λιπαροῦ, τὴν λιθάργυρον βαλὼν,
  • Ἕψε μετ’ ἐλαίου καὶ ῥυπῶδες τῷ πάχει
  • Ποιῶν, προσαπόδος ψιμυθίου λεῖον τότε.
  • Ὅταν δ’ ἴδῃς ἀμόλυντον, εὔκρατόν τ’ ἄγαν,
  • Μικρῷ γε μᾶλλον σκληροτέραν, προσέμβαλε
  • Κηροῦ, πιτυΐνης, ὧν τακέντων, τὴν χύτραν
  • Ἀπὸ τοῦ πυρὸς ζέουσαν ἄρας, τότε
  • Βάλλ’ ἀμμωνιακὸν, χερσὶ καὶ τοῖς δακτύλοις
  • Πλατυνθεὶς, ὡς εἴωθε, κηρὸς παρὰ πυρὶ,
  • Ἔπειτα κινῶν τῇ σπάθῃ τὸ φάρμακον,
  • Καὶ πάλιν μαλάσσων χερσίν· οὕτως ἀποτίθου.
  • Ἄλλη.

  • Ἄλλη πρὸς πάντα ταῦτα. τὰς δὲ χοιράδας
  • Μᾶλλον διαφορεῖ, τοὺς πονοῦντας δ’ ὠφελεῖ,
  • Ἔχοντας εὐλάβειαν εἰς ἀπόστασιν
  • Ὑποχονδρίου μετά τινος ὄγκου καὶ φόβου.
  • Μέλαινα δ’ οὖσα, σκευασίαν ταύτην ἔχει,
  • Πίσσης διῢγρου καὶ ξηρᾶς λίτρας β΄.
  • 942
  • Πυκνῆς τε ὑελώδους πρόσβαλ’ ἀσφάλτου β΄.
  • Φρυκτῆς πιτυΐνης δ΄. κηροῦ δὲ γ΄.
  • Λιβάνου δὲ λίτραν α΄. καὶ μέρος τρίτον,
  • Χαλκοῦ δὲ λεπίδος οὐγγίας δὶς δ΄.
  • Κοινοῦ ἐλαίου προσφάτου ε΄. οὐγγίας,
  • Λεῖε λίβανόν τε καὶ λεπίδα, παρεγχέων
  • Ὄξους τὸ μέτριον καὶ λεάνας ἐπιμελῶς
  • Πάχος ποιήσας μέλιτος, ἕψησον τότε
  • Κηρόν τε καὶ τὰ λοιπὰ μετ’ ἐλαίου νέου,
  • Οὕτως τε κατάχει θερμὰ τῶν λελεασμένων,
  • Μίξας τ’ ἐπιμελῶς πάντα χερσὶν εὐτόνως,
  • Ἀποτίθου, φυλάττων δέρματι σκεπασμένην,
  • Ποιεῖ γὰρ ἐπίπαγόν τε καὶ τραχύνεται.
  • Αἱ δι’ ἁλῶν διαφορητικαὶ Δαμοκράτους.

  • Σκεύαζε καὶ τοῦτ’, ὡς κράτιστον φάρμακον.
  • Καλοῦ ψιμυθίου καὶ καλῆς λιθαργύρου,
  • Λίτρας ἑκάστης καὶ ἁλῶν δέκ’ οὐγγίας.
  • Ἅλας δέ ἐστι πᾶν τὸ λευκὸν εἰς φάρμακον
  • 943
  • Ἱκανῶς εὔχρηστον, ἀλλὰ βέλτιον πολὺ
  • Ἀμμωνιακόν τε καὶ καθαρὸν θαλάσσιον,
  • Καὶ τρὶς ἐλαίου πολυετοῦς λίτρας σταθμόν.
  • Ἕψε δὲ ἔλαιον καὶ τὰ λοιπὰ ὁμοίως λεῖα,
  • Ἕως γένηται σκληρότερα μαλάγματος,
  • Ἀποκείμενα γὰρ γίγνεται μαλακώτερα.
  • Ἄλλη.

  • Ἄλλη ἀμείνων, διαφορεῖ γὰρ σκληρίας.
  • Πασῶν ἄμεινον τὰς ἄγαν κεχρονισμένας,
  • Καὶ βρογχοκήλας καὶ μεγάλας μελικηρίδας,
  • Τὰς δυσμεταβόλους χοιράδας, τάς τ’ ἀγκύλας.
  • Σκεύαζε δ’ οὕτως, ἁλὸς λειοτάτου λίτραν,
  • Δύο τε λιτοῦ ψιμυθίου καὶ χαλβάνης
  • Οὐγγίας β΄. τὸ δ’ αὐτὸ καθαρᾶς προπόλεως,
  • Ἀριστολοχίας, χαλβάνης ἴσον μέρος,
  • Καλοῦ τ’ ἐλαίου πολυετοῦς λίτρας β΄.
  • Ἂν δ’ ᾖ παχύτατον πρόσβαλε ἄλλην μίαν,
  • Ἕψει δ’ ὁμοίως καὶ καλῶς κεκραμένην.
  • 944
  • Ἀπὸ τοῦ πυρὸς βάσταζε καὶ λείαν τότε
  • Ἀριστολοχίαν παραπάσεις, προσεμβαλὼν
  • Μεμαλαγμένην πρόπολίν τε καὶ τὴν χαλβάνην.
  • Ἄλλη διαφορητικὴ Δαμοκράτους δι’ ἀσβέστου.

  • Λίαν ἀγαθὴ, διαφοροῦσα χοιράδας,
  • Στέλλουσα πᾶν οἴδημα καὶ τὰς ἥπατος,
  • Ἡ σπληνός γ’ ὑδαρεῖς διαθέσεις ἰωμένη,
  • Οὔρων ἄγουσα δαψιλεῖς τὰς ἐκκρίσεις,
  • Τὰς ἰσχιάδας λύει τε τὰς κεχρονισμένας.
  • Ταύτῃ Οὐλβιανὸς εὐφυὴς νεανίας
  • Χρώμενος, ὠφέλει πολλοὺς πάνυ.
  • Ἔχει δὲ λίτραν Ποντικοῦ κηροῦ μίαν,
  • Μίαν τε φρυκτῆς καἰ μίαν τῆς πιτυΐνης,
  • Ἀσβέστου τε προσφάτου οὐγγίαν α΄.
  • Στυπτηρίας τε σχιστῆς οὐγγίαν α΄.
  • Ἴσον δ’ ἑνὶ τούτων ἀῤῥενικοῦ τοῦ Ποντικοῦ.
  • Τούτοις παραχέας ὄξος εὐῶδες, βραχὺ
  • Λέαινε ἐφ’ ἱκανὸν ἐν θυείᾳ μείζονι,
  • 945
  • Κηρῷ δὲ ῥητίνῃ τε προσβαλὼν βραχὺ
  • Ἔλαιον, τήξας ἐπὶ πυρὸς λάβρου φλογὸς,
  • Μιγνύς τ’ ἐπιμελῶς πάντα καὶ μαλάγματα
  • Ποιῶν τ’ ἀμολύντου τὸ πάχος, ἔχ’ ἀποκείμενον.
  • Χρώμενος ἐφ’ ὧν δεῖ προσφάτῳ τῷ σπληνίῳ.
  • Ἔλεγε δ’ ὁ Κράτιστος καὶ πατὴρ τοῦ φαρμάκου,
  • Καὶ πρὸς νόσων τε τῶν μακρῶν ἀπαλλαγὰς,
  • Εὔχρηστον εἶναι καὶ καλὸν τὸ φάρμακον,
  • Ἐφ’ ὧν τε χρόνιος φλεγμονὴ σπλάγχνων τινὸς
  • Ὑποχόνδριον πεποίηκε σκληρὸν ἢ μέγα
  • Σφόδρ’ ὠφελεῖν, ἱδρῶτας γὰρ ἐπιφέρει
  • Καὶ τὰς σκληρίας λύει τῶν ὑποχονδρίων,
  • Ἀπαλλαγάς τε τῶν νόσων ποιεῖ ταχὺ,
  • Καὶ τὰς ἐποχὰς δὲ τῶν φυσικῶν καταμηνίων
  • Ἄγει βραχείαις ἡμέραις ἐπικείμενον.
  • Ἐγὼ δ’ ἀφαιρῶν τὴν τίτανον, στυπτηρίαν
  • Διπλῆν ἔβαλλον καὶ τὸ φάρμακον ποιοῦν
  • Ἄμεινον ἔγνων, οὐ ποιοῦν τὰ ψυδράκια.