De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Περὶ τῶν πολυτελῶν σκευασιῶν τῶν πρὸς τοὺς νευροτρώτους φαρμάκων.] Οὐκ ἄχρηστον ἂν εἴη καὶ τὰ τοιαῦτα ἐπίστασθαι φάρμακα. χρεία γὰρ αὐτῶν ποτε γίγνεται

636
σπανιώτερον, ὥσπερ τῶν εὐτελῶν πολλάκις. ὅπου γάρ τις οὐ πλείους ἔχων πεντακοσίων μυριάδων ἀνὴρ φιλοφάρμακός τε καὶ φιλίατρος οὐδενὶ τῶν εὐτελῶν ἠξίου χρῆσθαι, πολὺ μᾶλλον ἤτοι πλούσιός τις ἢ καὶ μόναρχος, εὐῶδές τε ἅμα καὶ πολλοῦ σκευαζόμενον ἀργυρίου βουληθήσεται τοιοῦτον ἔχειν φάρμακον. τοῦ δὲ ἱστορηθέντος μοι πλουσίου κατὰ τὸ πρῶτον τῶν περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως μέμνημαι χωρὶς ὀνόματος, ὥσπερ καὶ νῦν, ὁποῖός τις ἦν, ἐκ δυοῖν αὐτοῦ τοιῶνδε μαθήσῃ πράξεων. ἕλκος οἰκέτου κακόηθες ἐπειρᾶτο θεραπεύειν αὐτός. ὡς δὲ οὐδὲν ἤνυσεν, ἐνεχείρισεν ἐμοὶ τὸν ἄνθρωπον, ἰδών τε θεραπευθέντα τοῦ φαρμάκου τὴν γραφὴν ᾔτει μὴ γιγνώσκων πολλὰς μὲν εἶναι διαφορὰς τῶν κακοήθων ἑλκῶν, πολλὰς δὲ τῶν φαρμάκων, ἀλλ’ οἰόμενος ἓν φάρμακον δύνασθαι θεραπεύειν ἅπαντα. μὴ γοῦν μήτε τεχνικῶς αὐτῷ χρωμένου τοῦ προσφέροντος, ὡς ἤκουσεν ἐκ τίνων συνέκειτο, καὶ ἦν ἅπαντα εὔωνα, τοῦτο μὲν, ἔφη, τοῖς προσαίταις φύλαττε, τῶν πολυτελεστέρων δέ τι δίδαξόν με. καὶ μέντοι καὶ παιδαρίου χρονίαν ἐν ὠσὶ διάθεσιν 
637
ἔχοντος, ὡς αὐτὸς ἐπὶ πολλοῖς οἶς ἐχρήσατο φαρμάκοις ἄνευ μεθόδου μηδὲν ὤνησεν, ἐμοὶ κᾀκεῖνο τὸ παιδάριον ἐκέλευσε προσαχθῆναι θεραπευθησόμενον. ὕστερόν τε γνοὺς αὐτὸ διά τινος τῶν ἐπιτυχόντων θεραπευθὲν, οὐκ ἠξίωσε λαβεῖν τοῦ φαρμάκου τὴν γραφήν. οὗτος τοίνυν αὐτὸς ἑωρακὼς πολλὰς τῶν νευροτρώτων, ἀποκοπέντας τε δακτύλους καὶ σαπέντας, ἐνίους δὲ καὶ τελευτήσαντας ἢ κυλλωθέντας, εἶτα γνοὺς ὅτι μηδεὶς ἐκινδύνευσε τῶν ὑπ’ ἐμοῦ θεραπευθέντων, ἅπαντες δὲ διὰ ταχέων ὑγιεῖς ἐγένοντο, φάρμακον ἠξίου τι παρ’ ἐμοῦ λαβεῖν εὔπνουν τε ἅμα καὶ πολυτελὲς, ᾧ τοὺς νευροτρώτους δυνήσεται θεραπεύειν. ἐγὼ δὲ πολλὰς ἤδη πολλάκις ἐδεδώκειν ἑταίροις τε καὶ φίλοις ἰατροῖς γραφὰς αὐτοσχεδίους κατὰ τὴν προγεγραμμένην μέθοδον, ὅπως ὑπὸ τῶν ἐκβάσεων ὁ τῆς συνθέσεως αὐτῶν λόγος βεβαιῶται. πολυτελὲς δ’, οἷον ἐκεῖνος ἐβούλετο, πένησιν ἀνθρώποις οὐκ ἂν ἔδωκα νομίζων ἄμεινον εἶναι διὰ τῶν εὐπορίστων γίγνεσθαι τὰς ἰάσεις. ὡς οὖν ὁ πλούσιος ἠξίωσεν εὔπνου τε καὶ πολυτελοῦς φαρμάκου λαβεῖν τινα σύνθεσιν, ἔδωκα πλείους
638
αὐτῷ γραφὰς κατὰ τὴν προειρημένην μέθοδον ποιήσας, ὧν πειραθῆναι σπεύδων ἐκεῖνος ἐκέλευσε τοῖς ἐλευθέροις τε καὶ δούλοις ἀναζητεῖν αὐτῷ νευροτρώτους. ἐνεργησάντων δὲ τῶν φαρμάκων ὑπὲρ ἅπασαν ἐλπίδα, πρῶτον μὲν ἐπῄνεσεν ὡς ἀφθόνως αὐτῷ κοινωνήσαντά με τῶν γραφῶν, εἶτα καὶ δώροις ἐτίμησε, καὶ γὰρ ἦν ἕτοιμος καὶ εἰς τὰ τοιαῦτα. τῶν δοθέντων δ’ αὐτῷ φαρμάκων ἡ σύνθεσις ἦν τοιάδε. ♃ κινναμώμου, δικτάμνου καὶ μάρου ἀνὰ ἑκάστου δραχμὰς μ΄. καὶ γὰρ εὐώδη καὶ λεπτομερῆ ταῦτ’ ἔστι. τὸ δὲ ἀμάρακον ὡς οὐκ εὐῶδες ἐνενόησα μηδ’ ὅλως μιγνύειν. εἶτ’ ἐπεὶ δυσπόριστον ἦν ἐν Ῥώμῃ, καθάπερ καὶ τὸ μάρον, ἑώρων δὲ ἐκεῖνον χαίροντα τοῖς δυσπορίστοις ὥσπερ γε καὶ τοῖς πολυτελέσι, προσέθηκα τῇ γραφῇ κᾀκείνου βραχύ τι μέρους ἑνὸς, ὡς οἶμαι τέταρτον ἢ πέμπτον. ταῦτα κοπέντα καὶ σηθέντα λεπτοτρήτῳ κοσκίνῳ μιγνύειν ἐκέλευσα κηρωτῇ δι’ ὀποβαλσάμου τοῦ ἀρίστου καὶ κηροῦ Τυῤῥηνικοῦ. σύμμετρον δ’ ἐστοχασάμην εἶναι τοῦ κηροῦ μὲν ὀκτὼ ποιήσασθαι μέρη,
639
τοῦ δὲ ὀποβαλσάμου δέκα. χάριν δὲ τοῦ μὴ ψαθυρὸν εἶναι τὸ φάρμακον, ἀλλ’ ἡνωμένον πως ἑαυτῷ, καὶ τῆς τερμινθίνης ῥητίνης ἔμιξα μέρος ἓν οὔσης καὶ αὐτῆς εὐώδους, ὅταν ᾖ καλλίστη. γενναιότερον δ’, ὡς ἔφην, εἰ βούλοιο ποιῆσαι τὸ φάρμακον, οὐχ ἓν μέρος ἑκάστης τῶν εἰρημένων βοτανῶν ἐμβάλλῃς, ἀλλὰ πλέον, ὡς ἓν καὶ ἥμισυ γενέσθαι. τοῦτ’ οὖν ὑπὸ τῆς πείρας ἐμαρτυρήθη τὸ φάρμακον. ἕτερον δὲ δεύτερον ἐπ’ αὐτῷ διὰ τῆς αὐτῆς κηρωτῆς καὶ ὀποῦ τοῦ Κυρηναίου συντεθὲν, κατὰ τὴν αὐτὴν ἀναλογίαν τῷ εὐφορβίῳ τῆς μίξεως γενομένης, ἄλλο τε τρίτον ἐκ τῆς μίξεως ἀμφοῖν συντεθὲν καὶ τὸ τέταρτον ἐπ’ αὐτοῖς τῆς στακτῆς σμύρνης προσλαβόν. ἐφ’ ὧν δὲ γυμνόν ἐστι τὸ νεῦρον, ἐπὶ τούτων τὴν μὲν κηρωτὴν ἐκ κηροῦ τοῦ καλουμένου μυρεψικοῦ καὶ μύρων τῶν παρὰ Ῥωμαίοις ὀνομαζομένων σπικάτου καὶ φουλιάτου συνέθηκα. δωδέκατον δ’ αὐτῇ μέρος ἔμιξα πομφόλυγος, εἴτε πεπλυμένου λέγειν ἐθέλοις ἀῤῥενικῶς, εἴτε πεπλυμένης θηλυκῶς· οὐδὲν γὰρ ὁπωτέρως ἂν εἴποις οὔτ’ ὠφελήσεις οὔτε βλάψεις τὸ φάρμακον. ἔστι δέ σοι καὶ διὰ
640
τοῦ Τυῤῥηνικοῦ κηροῦ σκευάζειν αὐτό. πάρεστι δὲ καὶ χωρὶς τῶν εἰρημένων μύρων τὸν μὲν Τυῤῥηνικὸν κηρὸν τῆξαι διὰ νάρδου καλῆς ἐπὶ διπλοῦ δηλονότι σκεύους, κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων τῶν μύρων. ξυσθείσῃ δὲ τῇ κηρωτῇ μίξεις νάρδου στάχυος καὶ ἀμώμου καὶ φύλλου μαλαβάθρου καὶ πομφόλυγος πεπλυμένου τὸ ἴσον ἑκάστου. ἐπὶ μὲν γὰρ τῶν νύξεων, ὡς εἴρηται, δριμυτέρων ἐστὶ χρεία φαρμάκων ἀνεῳγμένον ἀεὶ φυλαττόντων τὸ τραῦμα. τοῖς γεγυμνωμένοις δὲ τὰ μετρίαν στύψιν ἔχοντα μετὰ διαφορητικῆς ἀδήκτου δυνάμεως προσφέρεσθαι χρή. στύψεως δὲ μέτεστι μέν τι καὶ τῷ ἀμώμῳ, μᾶλλον δ’ αὐτοῦ τῷ τε τῆς νάρδου στάχυι καὶ τῷ τοῦ μαλαβάθρου φύλλῳ.

[Περὶ τῶν τοῖς ἄλλοις ἰατροῖς εἰρημένων φαρμάκων ἐπὶ τῶν νευροτρώτων.] Τὴν μὲν ὅλην ἀγωγὴν τῆς θεραπείας τῶν νευροτρώτων, ἣν ἐγὼ κατά τινα πρόνοιαν θεῶν ἐποίησα, τῶν πρὸ ἐμοῦ πρεσβυτέρων οὐδεὶς ἔγραψε. φάρμακα μέντοι τινὰς νευροτρωτοὺς θεραπεύειν ἐπαγγελλόμενα συνέθεσαν ἄνευ διορισμοῦ τε καὶ τρόπου χρήσεως ποικίλου

641
μήτε τὴν ἐπὶ τῶν στενῶν νυγμάτων ἀγωγὴν, ὁποία τις ἔσοιτο δηλώσαντες μήτε τὴν ἐπὶ τῶν εὐρυτέρων τρώσεων ἢ γεγυμνωμένου νεύρου ἢ τένοντος ἢ τεθλασμένου. πολὺ δὲ μᾶλλον, οὐδ’ εἰ φλεγμαῖνον ἤδη τὸ πεπονθὸς εἴη μόριον ἢ καὶ πλησίον ἥκει γαγγραινώσεως. ἕνα δέ τινα τῶν καθ’ ἡμᾶς ἰατρῶν εὗρον χρώμενον φαρμάκῳ, παραπλησίως τοῖς ὑπ’ ἐμοῦ διὰ τῶν μεταλλικῶν σκευαζομένοις, ἀδιορίστως μὲν καὶ αὐτόν. ἀλλ’ ἐπεὶ δι’ ὀλίγων τῶν αὐτοφυῶν ἐπυθόμην αὐτὸ συγκεῖσθαι, τὸ δ’ ἐκ τῶν πολλῶν σύνθετον ἐγὼ κατ’ ἐκεῖνον τὸν καιρὸν ἤμην ἐσκευακὼς, ἐνενόουν ἀφελὼν τὰ πλείω καὶ δι’ ὀλίγων ἄλλο συνθεὶς αὖθις ἐπισκέψασθαί τε καὶ βασανίσαι διὰ τῆς πείρας, εἴτε πολλῷ τινι τοῦ πολυμιγμάτου φαίνοιτο λειπόμενον εἴτε ὀλίγῳ. περὶ παντὸς οὖν ἐποιησάμην καὶ τοῦ παρὰ τοῦ καθ’ ἡμᾶς ἰατροῦ λαβεῖν τὴν γραφὴν καὶ παραχρῆμα σκευάσας παραπλήσιον ἔχον εὗρον ἐπαγγελίαν τε καὶ δύναμιν αὐτὸ τῷ ποικίλῳ. τούτου μὲν οὖν ἡ γραφὴ ἡ τῆς συνθέσεώς ἐστι τοιάδε. ♃ κηροῦ οὐγγίας στ΄. ἐλαίου οὐγγίας θ΄. μίσυος δραχ. στ΄. χαλκίτεως 
642
δραχ. α΄. λεπίδος χαλκοῦ οὐγγίας β΄ S". λιβανωτοῦ οὐγγίαν α΄ S". χαλβάνης οὐγγίαν α΄. ἐν ὄξει δριμεῖ προλελειωμένοις τοῖς μεταλλικοῖς ἐπιμελῶς τακέντα καταχύσαι τὰ τηκτὰ, τουτέστι τὸν κηρὸν καὶ τὴν χαλβάνην. τοῦτο τὸ φάρμακον οὐκ οἶδα τίς ὁ συνθήκας ἐστίν. οὔτε γὰρ παρ’ Ἀσκληπιάδῃ τῷ φαρμακίωνι τὴν γραφὴν εὗρον οὔτε παρὰ Πετρωνᾷ οὔτε παρ’ Ἀνδρομάχῳ, καίτοι πάντων τῶν πρεσβυτέρων ἰατρῶν ἄριστα φάρμακα γραψάντων. εὔδηλον δ’ ὅτι μήτε παρὰ Ἥρᾳ τῷ Καππαδόκι, μηδὲ Μαντίᾳ, μηδὲ Ἡρακλείδῃ τῷ Ταραντίνῳ, πολλὴν ἐμπειρίαν φαρμάκων ἐσχηκόσιν· ἀλλ’ οὐδὲ τοῖς περὶ τὸν Ἀρχιγένην, Φίλιππον ἤ τινα τῶν μαθητῶν αὐτοῦ. καὶ Σωρανῷ δὲ τὰ περὶ φαρμάκων γεγραμμένα ἀναγνοὺς ἅπαντα καὶ Μενεκράτει καὶ Κρίτωνι καὶ Δαμοκράτει καὶ τοῖς ἄλλοις ὅσοι δόξαν ἴσχουσιν ἐπὶ τῇ γνώσει τῶν φαρμάκων παρ’ οὐδενὶ τουτὶ τὸ γεγραμμένον ἄρτι φάρμακον εὗρον. ἃ δ’ ἐστὶ παρὰ τοῖς ἀνδράσιν οἷς εἶπον ἐφεξῆς γεγραμμένα δηλώσω, τὴν ἀρχὴν δὲ ἀπὸ τοῦ φαρμακίωνος Ἀσκληπιάδου ποιήσομαι κατὰ τὸ τρίτον τῶν ἐντὸς
643
φαρμάκων, ἃ καὶ Μαρκέλλας ἐπιγράφει κατὰ λέξιν οὕτως γράψαντος. Ἀνδρομάχου Αἰγυπτία ἔναιμος τραυματικὴ, ὡς Ἀσκληπιάδης ἀναγράφει. ποιεῖ πρὸς νεύρων διακοπὴν καὶ μυῶν, ποιεῖ πρὸς νύγματα, περιθλάσεις, παρατρίμματα, λυγίσματα, ποιεῖ πρὸς ἀποστήματα. ἔστι δὲ καὶ ὀφθαλμιώντων παρακόλλημα. ποιεῖ κεφαλαλγικοῖς καὶ πρὸς πολλὰς διαθέσεις χρήσιμόν ἐστι τὸ φάρμακον. ♃ λιθαργύρου, κηροῦ ἀνὰ δραχ. ρμδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. οβ΄. τερμινθίνης δραχ. λστ΄. ἐρίων οἰσυπηρῶν κεκαυμένων δραχ. ιβ΄. λεπίδος χαλκοῦ δραχ. η΄. λεπίδος στομώματος δραχ. η΄. λιβάνου δραχ. η΄. ἀριστολοχίας στρογγύλης δραχ. η΄. ἐλαίου κικίνου κο. γ΄. ἕψε λιθάργυρον, ἔλαιον, καὶ ὅταν μεταβάλλῃ, ἐπίβαλλε κηρὸν, ῥητίνην. καὶ ὅταν ἀμόλυντον γένηται, ἐπίβαλλε ἀμμωνιακὸν πλατύνας, καὶ τότε τὰ οἰσυπηρὰ ἔρια καὶ τὰ λοιπά. τοῦτο τὸ φάρμακον ὅσῳ πολυχρηστότερον ἐγένετο, προσλαβὸν τὴν λεπίδα τοῦ στομώματος, οὕτω φαυλότερον ἐπὶ τῶν νευροτρώτων ἐγένετο. εἰ μὲν γὰρ νύγμα μόνον εἴη, καὶ ἡ τοῦ χαλκοῦ λεπὶς περιττή. χωρὶς γὰρ τοῦ προλελειῶσθαι χρόνῳ
644
πλείονι δι’ ὄξους δριμέος; οὐδὲν τῶν μεταλλικῶν ἐπὶ τούτων χρήσιμον. ἐπὶ μέντοι τῶν γεγυμνωμένων νεύρων καὶ τενόντων ἀγαθὸν ἂν εἴη φάρμακον. εἰ δὲ καὶ ἤδη φλεγμαίνει, τήκειν αὐτὰ προσήκει διὰ ῥοδίνου καὶ οὕτως ἐμμότῳ χρῆσθαι. χωρὶς δὲ τοῦ φλεγμαίνειν εὐθέως ἐν ἀρχῇ βελτίω τὰ μαλακώτερα καὶ ὑγρότερα τῶν φαρμάκων ἐστὶ τῶν σκληροτέρων τε καὶ ξηροτέρων. καὶ βέλτιόν ἐστι χρῆσθαι τετηκόσιν αὐτοῖς. ἔν τινι τῶν διαφορητικῶν ἢ παρηγορικῶν. λέγω δὲ διαφορητικὰ μὲν τό τε παλαιὸν ἔλαιον καὶ τὸ κίκινον καὶ τὸ σικυώνιον, παρηγορικὰ δὲ τό τε ῥόδινον καὶ τὸ χαμαιμήλινον καὶ τὸ διὰ τῆς ἀλθαίας. ἰσχυρότερα δὲ τούτων καὶ διὰ τοῦτο σώμασι σκληροτέροις ἁρμόττοντα τό τε διὰ τοῦ σικύου τοῦ ἀγρίου τῆς ῥίζης ἐναφεψημένης τῷ ἐλαίῳ καὶ τὸ διὰ τῆς ἴρεως καὶ βρυωνίας καὶ ἄρου, καὶ τούτων ἰσχυρότερόν ἐστι τὸ διὰ τοῦ δρακοντίου καὶ ἀριστολοχίας καὶ πάνακος. ἐγὼ δὲ πολλάκις ἐχρησάμην καὶ τῷ διὰ τῆς ἐλάτης σπέρματος ἐλαίῳ καὶ τῷ διὰ τοῦ τῶν αἰγείρων ἄνθους, ἀποβρέχω γὰρ ἐν ἐλαίῳ Σαβίνῳ ταῦτα χρόνῳ πλείονι. ταῦτα μὲν οὖν ὅσα νῦν εἴρηκα περὶ τῆς χρήσεως τῶν τοιούτων
645
φαρμάκων, ἀξιῶ μεμνημένους ὑμᾶς ἐπὶ τἄλλα τὰ ῥηθησόμενα μεταφέρειν. ἐγὼ δὲ ὅπερ ὡρμήθην πρᾶξαι ποιήσω. προσθήσω γὰρ καὶ ἄλλα φάρμακα τῆς αὐτῆς δυνάμεως, ὁποῖόν ἐστι καὶ τὸ ἐφεξῆς τῷ προειρημένῳ γεγραμμένον ὑπὸ τοῦ Ἀσκληπιάδου κατὰ λέξιν οὕτως ἔχον. Κλαυδίου Φιλοξένου χειρουργοῦ Αἰγυπτία πρὸς τὰς προειρημένας διαθέσεις. ♃ λιθαργύρου, κηροῦ ἀνὰ δραχ. ρξ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. π΄. προπόλεως δραχ. μ΄. ῥητίνης ξηρᾶς, τερμινθίνης, λεπίδος χαλκοῦ, λιβάνου ἀνὰ δραχ. ιστ΄. ἐρίων οἰσυπηρῶν κεκαυμένων, λεπίδος στομώματος ἀνὰ δραχ. η΄. ὀποπάνακος δραχ. δ΄. κίκεως κο. γ΄. πρόδηλον οὖν ὅτι καὶ τοῦτο τὸ φάρμακον ὅμοιόν τέ ἐστι τῷ προγεγραμμένῳ καὶ τρόπον τῆς χρήσεως ἕξει τὸν αὐτὸν τῷ μικρῷ πρόσθεν ὑπ’ ἐμοῦ γεγραμμένῳ. καὶ μέντοι καὶ κατὰ ταύτας τὰς δύο ἐμπλάστρους, ἄλλην τρίτην ἔγραψεν ὁ Ἀσκληπιάδης οὕτως εἰπὼν κατὰ λέξιν. κιῤῥὰ ἡ τοῦ Ἁλιέως. ποιεῖ πρὸς τὰ ἔναιμα τῶν τραυμάτων καὶ νεύρων διακοπάς. ποιεῖ δὲ καὶ πρὸς τὰ παλαιὰ καὶ δυσεπούλωτα καὶ ῥευματικὰ τῶν ἑλκῶν. ἔστι δὲ καὶ μαλακτικὴ ἀγαθὴ,
646
μάλιστα δὲ τῶν περὶ τοὺς μασθοὺς γιγνομένων σκληριῶν. χρώμεθα δὲ αὐτῇ καὶ ἐπὶ τῶν κυνοδήκτων καὶ ἀνθρωποδήκτων. ἄκρως ποιεῖ καὶ πρὸς τρυγόνων θαλασσίων καὶ δρακόντων καὶ τῶν ἄλλων χαλεπῶν ἰχθύων πληγάς. καὶ καθόλου ἐστὶν ἡ δύναμις θαυμαστή. ♃ λιθαργύρου, κηροῦ ἀνὰ δραχ. ρ΄. τερμινθίνης, μάννης, λιβάνου, χαλβάνης, μίλτου Σινωπίδος ἀνὰ δραχ. η΄. ἐλαίου ξε. α΄. οὔτε αὐτὸς οὖν Ἀσκληπιάδης ἐπὶ νυγμάτων τῶν εἰς τένοντας καὶ νεῦρα ἐπαγγέλλεται τὸ φάρμακον εἶναι χρήσιμον, ἀλλὰ πρὸς τὰς τῶν νεύρων φησὶ διακοπὰς, ὅταν δηλονότι μεῖζον γένηται τὸ τραῦμα καὶ γυμνὸν φαίνηται τὸ νεῦρον. ἐπιτηδειότερα γάρ ἐστι τηνικαῦτα τὰ μετρίας τε καὶ παρηγορικῆς δυνάμεως φάρμακα. τοιοῦτον δέ ἐστι καὶ τὸ νῦν εἰρημένον ὑπ’ αὐτοῦ. ταύτας μὲν οὖν τὰς τρεῖς ἐμπλάστρους ὁ Ἀσκληπιάδης ἔγραψεν ἐγγύς τι τῆς μέσης χώρας τοῦ βιβλίου. πρὸ αὐτῶν δὲ ἀνωτέρω πολύχρηστον καὶ ἄλλο ἔμπλαστρον ἔγραψεν, ἄμεινον δὲ τῶν τριῶν τούτων, ὡς πρὸς τὰς τῶν νεύρων διακοπὰς καὶ διαφθοράς. ἡ δὲ λέξις αὐτὴ, καθ’ ἣν ὁ Ἀσκληπιάδης ἔγραψεν, ἔστιν ἥδε. Μοσχίωνος καταγματική. φάρμακον ἐπιτετευγμένον 
647
πρὸς τὰ νεότρωτα καὶ διακοπὰς τῶν νεύρων καὶ τὰς μετὰ θλάσεως διαιρέσεις. ποιεῖ καὶ πρὸς τὰ μετὰ τραύματος κατάγματα· καὶ γὰρ τοῖς τραύμασι βοηθεῖ καὶ πωροῖ τὰ ὀστέα μετὰ τῆς δεούσης ἐπιδέσεως ἐπιτιθεμένη καὶ τοῖς ἀρχομένοις ὑδρωπικοῖς. ποιεῖ δὲ καὶ πρὸς τὰς διδύμων περιθλάσεις. σταφιδοῖ καὶ τὰς περὶ τὴν ἕδραν ἐξοχάς. ποιεῖ καὶ πρὸς ῥαγάδας βουτύρῳ ἐνιεμένη. ποιεῖ καὶ πρὸς βρογχοκήλας, διαλύει πᾶσαν σκληρίαν, ποιεῖ πρὸς παρατρίμματα καὶ λυγίσματα. ποιεῖ πρὸς τὰς ἐπὶ τῶν ποδῶν καὶ χειρῶν τυλώδεις ἐπαναστάσεις, ἃς ἥλους καλοῦμεν, ὥστε καὶ χωρὶς ἑλκώσεως ἀφαιρεῖν· καὶ καθόλου ἐστὶ πολυχρησότατον τὸ φάρμακον. ποιεῖ δὲ πρὸς ἀρχομένους ὕδρωπας. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ λιθαργύρου μνᾶν α΄. ἡ δὲ μνᾶ ἔχει δραχ. ρξ΄. πίσσης ξηρᾶς δραχ. ρξ΄. στέατος μοσχείου δραχ. ρξ΄. ῥητίνης τερμινθίνης δραχ. π΄. μάννης λιβάνου δραχ. π΄. κηροῦ δραχ. μ΄. ἰοῦ δραχ. η΄. ὀποπάνακος δραχ. η΄. χαλβάνης δραχ. η΄. ἐλαίου κικίνου κο. α΄. ὄξους τὸ ἴσον, ὀποῦ συκαμίνου κο. α΄. πίσσης ὑγρᾶς ἡμικοτύλιον. τὴν λιθάργυρον λειοτάτην καὶ τὸ κίκινον ἔλαιον
648
βαλὼν εἰς ἄγγος κεραμεοῦν ἢ χαλκοῦν καὶ θεὶς ἐπὶ πυρὸς ἕψε, καὶ ὅταν ἀναβράσῃ, ἐπίβαλλε στέαρ καὶ τὸ μάννινον, κινῶν συνεχῶς. καὶ ὅταν συστραφῇ, ἐπίβαλλε πίσσαν, κηρὸν, ῥητίνην καὶ ἕψε. μέχρις ἀμολύντου ἐπίπασσε χαλβάνην, εἶτα ἰὸν καὶ ὀποπάνακα ὄξει διαλυθέντα. τὸν δὲ ὀπὸν τοῦ συκαμίνου καὶ τὴν πίσσαν τὴν ὑγρὰν εἰς ἕτερον ἀγγεῖον βαλόντες ἕψομεν. καὶ ὅταν συστραφῇ, ἐπιβάλλομεν τῷ πρώτῳ φαρμάκῳ, καὶ πάλιν θέντες ἐπὶ τὸ πῦρ ἕψομεν μέχρις ἀμολύντου, καὶ εἰς οἶνον ἐξεράσαντες ἐῶμεν ἐπὶ τρεῖς ἡμέρας, ἔπειτα μαλάξαντες χρώμεθα εἰς ὀθόνιον ἐμπλάσσοντες· δεῖ δὲ μετὰ τὴν ἐπίθεσιν τοῦ φαρμάκου οἴνῳ δεύσαντα ταινίδιον ἐκθλίβειν καὶ τότε περιτιθέναι τῷ φαρμάκῳ. ὡς δὲ ὁ ἡμέτερος καθηγητὴς Λεύκιος ἐσκεύασεν ἔχει οὕτως. τὸ στέαρ καὶ τὸ ἔλαιον πρότερον τήκομεν, καὶ ὅταν διαλυθῇ, καταπλάσσομεν λειοτάτην μάνναν καὶ τὴν λιθάργυρον, καὶ ὅταν συστραφῇ, τὰ ἑπόμενα ποιοῦμεν. ἐπαινέσαι δὲ δίκαιόν ἐστι καὶ κατὰ τοῦτο τὸν Ἀσκληπιάδην, ὅτι τὸν τρόπον τῆς σκευασίας
649
γράφει τῶν φαρμάκων, οὐχ ὥσπερ ὁ Ἀνδρόμαχος παραλείπει μήτε τίνα δύναμιν ἔχει προστιθείς. ἀμέλει τὴν ὑπὸ Ἀσκληπιάδου πρώτην τῶν τριῶν ὑπ’ ἐμοῦ γεγραμμένην ἔμπλαστρον Αἰγυπτίαν, ἣν καὶ αὐτὸς τοῦ Ἀνδρομάχου φησὶν ὑπάρχειν, οὔτε δὲ τίνος ἐστὶ δυνάμεως ὁ Ἀνδρόμαχος ἔγραψεν, οὔθ’ ὅπως σκευαστέον αὐτὴν, οὔθ’ ὅπως χρηστέον, ἀλλ’ ἁπλῶς ἔῤῥιπται, καθάπερ τι τῶν ἐπιτυχόντων φαρμάκων ἐν τῷ βιβλίῳ τῶν ἐκτὸς δυνάμεων ὑπ’ αὐτοῦ γεγραμμένη δευτέρα. πρώτην μὲν γὰρ ἁπασῶν ἔγραψεν ἣν αὐτὸς ὀνομάζει Πανταγάθιον, ἐφεξῆς δὲ τὴν Αἰγυπτίαν ταύτην, οὐδὲν, ὡς ἔφην, ἄλλο προσθείς. ἔχει γὰρ ἡ λέξις αὐτοῦ τόνδε τὸν τρόπον Αἰγυπτία. ♃ λιθαργύρου δραχ. ρμδ΄. κίκεως κο. στ΄. κηροῦ δραχ. ρμδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. οβ΄. τερμινθίνης δραχ. λστ΄. ἐρίων κεκαυμένων δραχ. ιη΄. λεπίδος στομώματος δραχ. η΄. λεπίδος χαλκοῦ δραχ. η΄. λιβάνου δραχ. η΄. ἀριστολοχίας δραχ. η΄. ἔνιοι σμύρνης δραχ. δ΄. ὀποπάνακος δραχ. η΄. ἄλλ. ιβ΄. τούτοις ἐπὶ τέλει ἐπιγέγραπται, θαλάσσης εἰς ἐμβροχὴν κηροῦ κο. η΄. τί παρ’ αὐτῷ σημαίνει τὸ εἰς ἐμβροχὴν κηροῦ,
650
σαφῶς οὐκ ἴσμεν, ἐπινοεῖν γάρ ἐστι πλείω. θαυμάσαι δ’ ἐστὶ πῶς ἅπαντα τἄλλα γράψας Ἀσκληπιάδης ὡσαύτως τῷ Ἀνδρομάχῳ τὸ μέτρον τοῦ κίκεως οὐκ ἴσον ἔγραψεν. ὁ μὲν γὰρ Ἀνδρόμαχος κο. στ΄. ὁ δὲ Ἀσκληπιάδης κο. γ΄. ἔγραψεν. οὐ προσέθηκε δὲ οὐδὲ τὸ κατὰ τὴν τελευτὴν τῆς γραφῆς ὑπ’ Ἀνδρομάχου προσκείμενον· ἔνιοι σμύρνης δραχ. δ΄. ὀποπάνακος δραχ. β΄. πάλιν δὲ προσέθηκεν αὐτὸς ἐπὶ τῶν κεκαυμένων ἐρίων τῶν οἰσυπηρῶν, ὅπερ οὐ πρόσκειται κατὰ τὴν Ἀνδρομάχου γραφήν. ἐφεξῆς δὲ τῆς εἰρημένης Αἰγυπτίας ἔγραψεν ὁ Ἀνδρόμαχος θηριακὰς ἐμπλάστρους ε΄. καὶ μετὰ ταύτας ἑτέραν πάλιν φαιὰν, ἣν Εὐβούλου φησὶν εἶναι. καὶ μετὰ ταύτην αὖθις ἑτέραν φαιὰν, ἣν Ἀθηνᾶν ὀνομάζει, κᾄπειτα ἐφεξῆς πάλιν ἑτέρας φαιὰς ἁπλῶς δύο, καὶ μετὰ ταύτας ἑτέραν ἐφ’ ἧς κατὰ λέξιν οὕτως γέγραπται· φαιὰ νυγματικὴ. Ἀνδρομάχου. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχ. η΄. κηροῦ νέου δραχ. η΄. τερμινθίνης δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. πίσσης ξηρᾶς δραχ. μ΄. ὡς δὲ Ζήνων, μνᾶς ἥμισυ τέταρτον, λιθαργύρου δραχ. δ΄. ἀλόης Ἰνδικῆς δραχ. β΄. ἀριστολοχίας δραχ. β΄.
651
χαλβάνης δραχ. β΄. ἰοῦ δραχ. α΄. οἱ δὲ δραχ. β΄. λιβάνου δραχ. β΄. ἐλαίου χειμῶνος κο. δ΄. θερείας ὄγδοον, ὄξους κοτύλης ἥμισυ εἰς ἄνεσιν τοῦ ἀμμωνιακοῦ. ταύτην εἰκός ἐστιν αὐτὸν ὀνομάζειν νυγματικὴν πρὸς τὰ τῶν νεύρων νύγματα δυναμένην εἶναι χρησίμην.

652

Ὁ μὲν πρῶτός μοι λόγος ἐτελεύτησεν εἰς τὰς τῶν λευκῶν ἐμπλάστρων συνθέσεις τάς τε ἄλλας καὶ ὅσα πρὸς τὰ δυσεπούλωτα τῶν ἑλκῶν ἁρμόττουσιν, διορισαμένων ἡμῶν τὰ κοινῶς δυσεπούλωτα καλούμενα, τῶν ἰδίως κακοήθων ὀνομαζομένων, ὄντων μὲν αὐτῶν δηλονότι δυσεπουλώτων. ἐπεὶ δὲ τινὰ μὲν ἐκ τῶν ἐπιῤῥεόντων τοῖς ἡλκωμένοις μέρεσιν ἰχώρων τε καὶ χυμῶν δυσεπούλωτα γίγνεται,

653
τινὰ δ’ αὐτοῦ τοῦ πεπονθότος μορίου διαφθείροντος τὸ ἐπιῤῥέον, εἰ καὶ χρηστὸν εἴη, τὰ κατὰ τὸν δεύτερον τρόπον ἕλκη, δυσεπούλωτα καὶ κακοήθη καλοῦσιν ἰδίως ἐφ’ ὧν ἐνίοτε πᾶν ἐκκόπτειν τὸ πεπονθὸς ἢ καίειν ἀναγκάζονταί τινες, ἤτοι φαρμάκοις ἐσχαρωτικοῖς ἢ πυρὶ χρώμενοι. πλάτους δ’ ὄντος συχνοῦ καθ’ ἑκάτερον τὸν τρόπον ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἕτερον ἑτέρου δυσεπούλωτόν τε καὶ κακόηθες εἶναι, τοσοῦτον ἀριθμὸν ὑπάρχειν τῶν ἰωμένων φαρμάκων ἀναγκαῖόν ἐστιν, ὅσος ἂν ᾖ καὶ αὐτῶν τῶν ἑλκῶν. εἰκότως οὖν ἕκαστον τῶν ἕν ἐχόντων φάρμακον ἐπαγγελλόμενον ἐπουλοῦν ἕλκη κακοήθη, πολλάκις ἀποτυγχάνει. δύο γὰρ ἡτοιμάσθαι χρὴ τοὐλάχιστον, ᾧ πρόκειται πάντα θεραπεύειν τὰ τοιαῦτα, τῆς αὐτῆς μὲν ἐπαγγελίας καὶ δυνάμεως ὑπάρχοντα, διαφέροντα δὲ ἀλλήλων οὐχ ἁπλῶς τῷ μᾶλλόν τε καὶ ἧττον, ἀλλ’ ὡς ἄν τις εἴποι σαφέστατα τῷ μάλιστα τε καὶ ἥκιστα. καθάπερ οὖν ἐπὶ πάντων τῶν παθῶν ἐδείκνυμεν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν εὑρίσκεσθαι πρώτην μὲν ἁπασῶν τὴν καθόλου δύναμιν τῶν
654
βοηθημάτων, ἐφεξῆς δὲ τὰς ὕλας, ἐν αἷς αὐτὴ περιέχεται, κατὰ τὸν αὐτὸν λόγον καὶ νῦν ἐπὶ τῶν δυσεπουλώτων ἑλκῶν ἡ καθόλου δύναμις ἥτις ποτέ ἐστι τῶν θεραπευσόντων αὐτὰ φαρμάκων εὑρῆσθαι χρὴ πρότερον. ἐδείχθη δέ μοι καὶ ἥδε κατ’ ἐκείνην τὴν πραγματείαν, ἐφ’ ὧν μὲν οὐδεμία καχεξία περὶ τοῖς ἡλκωμένοις μέρεσι, δύο τούτους ἔχουσα σκοποὺς, ἕνα μὲν ἀποκρούσασθαι τὸ ἐπιῤῥέον, ἕτερον δὲ διαφορῆσαι τὸ ἐστηριγμένον ἐν τῷ πεπονθότι μορίῳ. γίγνεται δὲ ταῦτα δι’ ἐναντίων δυνάμεων. ἀναστέλλει μὲν γὰρ τὸ ἐπιῤῥέον ὅσα στύφειν πέφυκε φάρμακα, διαφορεῖ δὲ τὸ περιεχόμενον ἐν τῷ πεπονθότι τὰ δύναμιν ἑλκτικὴν ἔχοντα. τοὐπίπαν δὲ τὰ μὲν στύφοντα τραχύνει καὶ κατὰ τοῦτ’ ἔστιν ἀνιαρά. τὰ δὲ ἕλκοντα καὶ διαφοροῦντα τὰς ἐκ βάθους ὑγρότητας οὐκ ἄνευ δριμύτητος ἐργάζεται τοῦτο. τῇ δριμύτητι δ’ ἐξ ἀνάγκης ὀδύνη τις ἕπεται δάκνουσα τὸ ἡλκωμένον. καὶ οὕτως συμβαίνει διὰ τὴν ἐκ τῶν τραχυνόντων καὶ δακνόντων ἀνίαν, ἐρεθίζεσθαι τὴν ἐπιῤῥέουσαν ὑγρότητα τοῖς ἡλκωμένοις μέρεσι. τούτου δὲ γιγνομένου, φλεγμαίνειν
655
τε ἅμα καὶ διαβιβρώσκεσθαι τὸ ἕλκος, ὥσθ’ ὅσον ἐπὶ τοῖς εἰρημένοις ἄπορός ἐστιν ἡ τῶν βοηθησόντων φαρμάκων εὕρεσις τοῖς δυσεπουλώτοις ἕλκεσι, καὶ πολύ γε μᾶλλον ἔτι τοῖς κακοήθεσιν. εὑρεῖν οὖν χρὴ καθόσον οἷόν τε τοιαύτην ὕλην φαρμάκων, ἐφ’ ἧς ξηρανθήσεται τὸ ἕλκος ὀδύνης χωρὶς, ὅπερ ἀδύνατόν ἐστιν ἀκριβῶς γενέσθαι μὴ γνωρίζοντος τοῦ θεραπεύοντος, ὅπως ἐνεργήσῃ τὸ προβληθὲν φάρμακον. ἔστι μὲν γὰρ ἐξ ἀνάγκης ἰσχυρὸν κατ’ ἄμφω τὰ συντεθέντα τό τε δάκνον καὶ τὸ στῦφον. ἀλλ’ ὅ τε ῥύπος ὁ ἐπικείμενος τοῖς τοιούτοις ἕλκεσι τό τε τῆς ὑγρότητος πλῆθος οἷον προβλήματά τινα τοῖς ἡλκωμένοις μέρεσι γιγνόμενα τὴν ἀπὸ τῶν ἰσχυρῶν φαρμάκων δῆξιν ἐκλύει. προσέχειν οὖν χρὴ πόσον ἡ πρώτη χρῆσις ἐξήρανε τῆς κατὰ τὸ ἕλκος ὑγρότητος, ἢ εἰ καὶ ῥύπον ἔχοι, πόσον ἀπέῤῥιψε καὶ τούτου. καὶ οὕτως ἐκ δευτέρου τε καὶ τρίτου χρῆσθαι μέχρι περ ἂν φανῇ καθαρόν τε καὶ ξηρόν. ὁπόταν δὲ πρῶτον ἴδῃς αὐτὸ τοιοῦτον, μεταβαίνειν ἐφ’ ἕτερον φάρμακον ὁμοειδὲς μὲν, ἀσθενέστερον δὲ τοῦ προτέρου. τὰ γὰρ ἰσχυρότερα
656
τῷ δάκνειν τὸ ἕλκος ὀδυνηρὰ γινόμενα, ῥεύματά τε κινεῖ καὶ φλεγμονὰς ἐγείρει. ἀλλ’ ἐὰν πάλιν ἀσθενέστερον πολὺ τοῦ πρώτου φαρμάκου προσενέγκῃς, ὑγρὸν καὶ ῥυπαρόν ἔσται τὸ ἕλκος. τούτῳ τοίνυν ὁ τεχνωθεὶς ἰατρὸς τοῦ διὰ μόνης ἐμπειρίας ἕλκος θεραπεύοντος ἀμείνων ἐστὶν, ὡς ἂν ἐπιστάμενος οὐκ ἄλλῃ δυνάμει θεραπεύεσθαι τὸ ἕλκος ὑπὸ τῶν φαρμάκων, ὅτι μὴ τῷ ξηρὸν οὕτως ἐργάζεσθαι τὸ μόριον, ὡς ὅτ’ εἶχε κατὰ φύσιν. ἔσται δὲ τοῦτο δῆλον ἐκ τοῦ μήτ’ ἀποῤῥεῖν ἔτι λεπτὸν ἰχῶρα πύου τε γένεσιν ὑποτρέφεσθαι. εἰς τοῦτο δὲ ἀφίξεσθαι, καθ’ ὃν εἴρηκα τρόπον ξηραινόμενα, τουτέστι στυφόμενά τε καὶ διαφορούμενα, κᾀπειδὰν ξηρὰ μὲν ᾖ, ῥυπαρὰ δ’ ἔτι φαίνηται, διὰ τῶν ῥυπτικῶν φαρμάκων καθαιρόμενα, περὶ ὧν καὶ αὐτῶν εἴρηται μέν τι κᾀν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων ὑπομνήμασιν. ἡ τελειοτάτη δὲ μέθοδος πᾶσα γέγραπται διὰ τῆς θεραπευτικῆς πραγματείας, ἐν ᾗ προτετεχνῶσθαι χρὴ τὸν μέλλοντα τελέως ὑπὸ τῶν νῦν λεγομένων ὠφεληθήσεσθαι. τοῦτο δ’ ὑμῖν τοῖς ἑταίροις ἐγνωκὸς ὑπάρχειν, οἷς ταῦτα γράφεται, πάνυ σαφῶς 
657
οἶδα καὶ πρὸς τούτῳ γε ἔτι τὸ μὴ λόγον εἶναι πιθανὸν ἄνευ τῆς ἐπὶ τῶν ἔργων βασάνου τὰ λεγόμενα νῦν ὑπ’ ἐμοῦ. πολλάκις γὰρ ἐθεάσασθε δι’ αὐτῶν ἐκείνων τῶν φαρμάκων, οἷς ἀμεθόδως χρώμενοί τινες ἰατροὶ μηδὲν ἤνυον, ἐκθεραπεύσαντά με πολλὰ τῶν τοιούτων ἑλκῶν. ἀναμνήσθητε τοίνυν τῶν ξηραίνειν ἀδήκτως πεφυκότων φαρμάκων, ἔστι δ’ αὐτῶν τὰ πλεῖστα μεταλλικά. καὶ μέντοι καυθέντων καὶ πλυθέντων, ἥτις ἦν πρόσθεν δῆξις ἀπόλλυται, καὶ τοῦτ’ ἀναμνήσθητε. τούτοις οὖν ὑμῖν ἐξέστω χρῆσθαι ἐν τῷ παρόντι, πεπλυμένοις μὲν ἐπὶ παίδων, εὐνούχων τε καὶ γυναικῶν καὶ ὅσοι φύσει λευκὴν καὶ μαλακὴν ἔχουσι τὴν σάρκα, καὶ πρὸς τούτοις γ’ ἐπὶ τῶν εὐαισθήτων τε πάνυ καὶ κακοχύμων. ἐπὶ δὲ τῶν ἄλλων σωμάτων ἐγχωρεῖ καὶ τοῖς ἀπλύτοις χρῆσθαι, τὴν πρώτην ἐπίθεσιν αὐτῶν εὐπεπτηκόσι τοῖς θεραπευομένοις ἕωθεν ποιουμένους. εἰ δὲ καὶ τοῦ σώματος ὅλου προπαρασκευτῆς τινος δέοι, καὶ ταύτην χρὴ προπεποιῆσθαι. λελεγμέναι δ’ εἰσὶν αἱ παρασκευαὶ διὰ τῆς θεραπευτικῆς πραγματείας. ἐπ’ ἐνίων μὲν γὰρ ἀρκεῖ καθᾶραι μόνον,
658
ἐπ’ ἐνίων δ’ ἀφελεῖν αἵματος, ἐπ’ ἄλλων δ’ ἄμφω ταῦτα πρᾶξαι. τινῶν δ’ ὑπερκείμενον ἐκκόψαι κιρσὸν ἢ σπληνὸς ἢ ἥπατος προνοήσασθαι, τινῶν δὲ καὶ ἀποσχάσαι τὰ περὶ τὸ ἕλκος, ὥσπερ γε καὶ περικόψαι ποτὲ τῶν χειλῶν τύλον. ἐὰν δὲ μηδὲ ἑνὸς τούτων δεώμεθα, τὴν ποσότητα τῆς ὑγρότητος ἐπισκεπτέον ἅμα τῷ ῥύπῳ καὶ οὕτω ἐπὶ τὸ προσῆκον ἰτέον φάρμακον, ἀναμνησθέντας ἑκάστου τῶν ἁπλῶν ὅσα τε ξηραίνει μὲν, οὐ μὴν ἀποῤῥύπτει γε τὸν ῥύπον τοῦ ἕλκους, ὅσα τε ῥύπτει μὲν, οὐ μὴν ξηραίνει γενναίως. ὅσα δ’ ἄμφω δρᾷν πέφυκε, προσεπισκεπτομένους ἐκ ποίας τάξεως ἕκαστόν ἐστιν, ὃ μέγιστον μὲν ὑπάρχει τῶν εἰς τὴν θεραπείαν διαφερόντων, ὠλιγώρηται δὲ τοῖς γράψασι τὰ περὶ ὕλης βιβλία. μόνοι γὰρ οὗτοι πάσης αὐτῆς ἐνεχείρισαν εἰπεῖν τὰς δυνάμεις, ὥσπερ γε καὶ ὁ Διοσκορίδης, ὃν οὐδενὸς ἄν τις εἴποι δεύτερον εἶναι τῶν περὶ ταῦτα σπουδασάντων. ἐγὼ τοίνυν ἐφεξῆς ἅπαντα καταλέξω τὰ ξηραίνειν ἕλκη δυνάμενα φάρμακα χωρὶς τοῦ δάκνειν ἢ τραχύνειν ἐπιφανῶς. ἄρξομαι δὲ
659
ἀπὸ τῶν μεταλλικῶν, ἐν οἷς ἀριθμοῦσι καὶ τὰ τῆς γῆς εἴδη. πολλῆς δ’ ἐν αὐτοῖς οὔσης διαφορᾶς ἐν τῷ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ξηραίνειν, ἀπὸ τῶν μέσων ἀρξάμενος ἐπὶ τὰ σφοδρότερον ἢ ἀμυδρότερον ξηραίνοντα μεταβήσομαι. ξηραίνει τοίνυν μετρίως ἥ τε Λημνία σφραγὶς καὶ ἡ καδμεία καὶ μᾶλλον ταύτης ἡ αὐτοφυὴς ἄνευ τοῦ μεταβάλλεσθαι κατὰ τοὺς χειμάῤῥούς τε καὶ ῥύακας καὶ ἐν τοῖς τῶν Κυπρίων ὄρεσιν εὑρισκομένη καὶ κατὰ τὰ ἄλλα χωρία, μάλιστα δὲ ἐν οἷς ἐστι τὰ μεταλλικά. κατασκευάζειν δ’ αὐτὴν εἴωθα ξηραντικωτέραν ὥρᾳ θέρους ἐν ἡλίῳ τρίβων ἐφεξῆς ἡμέραις πλείοσι μετ’ ὄξους ἢ οἴνου κιῤῥοῦ μὲν τὴν χρόαν, διαυγοῦς δὲ τὴν σύστασιν, οἷός ἐστιν ὁ Φαλερῖνος μὲν ἐν Ἰταλίᾳ, Τμωλίτης δὲ ἐν Ἀσίᾳ, ξηραντικώτατος δὲ οἴνων ὁ τοιοῦτος. ἐκ ταὐτοῦ δὲ γένους ἐστὶν ὅ τ’ Ἀριούσιος ἐν Χίῳ γεννώμενος, ὅ τ’ εὐώδης Λέσβιος ἐν Ἐρεσῷ καὶ Μηθύμνῃ. τούτων δ’ ἑξῆς εἰσιν οἱ παλαιοὶ πάντες, ὅταν ἐκ τῶν λευκῶν καὶ στυφόντων παλαιωθῶσιν, ἐν Ἰταλίᾳ μὲν ὅ τε Σιγνῖνος καὶ ὁ Τιβουρτῖνος καὶ Μαρσὸς, ἐν Σικελίᾳ δὲ ὁ καλούμενος ὑπ’ αὐτῶν Ἀμιναῖος, ἐν Ἀσία δὲ ὁ τ’ Ἀφροδισιεὺς
660
καὶ ὁ Μίσυος. ἀρκεῖ γὰρ ὡς παραδείγματα τῶν καθόλου δυνάμεων εἰρῆσθαί μοι τούτους. ἀλλὰ καὶ δι’ ὄξους δριμέος ὁμοίως ἐν ἡλίῳ πολλαῖς ἡμέραις ὥρᾳ θέρους παρασκευάζω τὴν καδμείαν. ἀποτίθεμαί τε ξηράνας, ὡς ἐπιπάττειν δύνασθαι τοῖς κακοηθευομένοις ἕλκεσιν. ἰσχυρότερον δὲ τούτου φάρμακόν ἐστι χαλκῖτις κεκαυμένη προλειωθεῖσα τὸν αὐτὸν τρόπον τῇ καδμείᾳ, μετ’ αὐτὴν δ’ ἄκαυστος ἰσχυρὸν οὕτως ἐστὶ φάρμακον ὡς ἐσχάρας ἐργάζεσθαι. πεπλυμένην οὖν αὐτὴν, εἶτα ἐξηρασμένην ἔχειν ἄμεινον. ἀσθενέστερον μὲν γὰρ τῆς κεκαυμένης ἡ πεπλυμένη ξηραίνει, πρᾳοτέρα δέ ἐστι πολὺ καὶ ἀδηκτοτέρα. παραπλήσιον δὲ αὐτῇ φάρμακόν ἐστι καὶ ὁ κεκαυμένος ἰός· ὁ δὲ ἄκαυστος ἰσχυρότατον φάρμακον, ὥσπερ καὶ ἡ χαλκῖτις. ἀλλ’ ἐκείνῃ μὲν καὶ στύψεώς τι μέτεστι καὶ πολὺ μᾶλλον αὐτῆς τῷ χαλκάνθῳ, ξηραντικωτάτῳ τῶν μεταλλικῶν ὄντι. τῷ δὲ ἰῷ τοιαύτης δυνάμεως οὐδ’ ὅλως μέτεστιν. ὁμογενὲς δ’ ὡς ἐμάθετε τῇ χαλκίτιδι τό τε μίσυ καὶ τὸ σῶρυ. ἐκ μιᾶς γὰρ, ὡς ἂν εἴποι τις, ἐκφυόμενα ῥίζης ἐστὶ, λεπτομερέστερον μὲν
661
ὑπάρχον τὸ μίσυ, καὶ ἧττον δακνῶδές τε καὶ καυστικὸν, παχυμερέστερον δὲ τὸ σῶρυ καὶ ἧττον ξηραῖνον ἀμφοτέρων, ὥσπερ καὶ τὸ στίμμι τοῦ σώρεως στυπτικωτέραν καὶ ξηραντικωτέραν ἔχει δύναμιν. ἐπιτηδειότατον δὲ φάρμακον ἕλκεσι δυσεπουλώτοις δι’ ὑγρότητα καὶ τὸ διφρυγὲς ὀνομαζόμενον, ἰσχυρῶς γὰρ ξηραίνει, καίτοι μετρίως δάκνον, ἔχει δὲ καὶ αὐτὸ πρὸς τῇ δριμείᾳ ποιότητί τε καὶ δυνάμει τὴν στύφουσαν, ἃς ἀμφοτέρας ἰσχυροτέρας ἥ τ’ ὠμὴ χαλκῖτις καὶ τὸ χάλκανθον, εἴτ’ ἀῤῥενικῶς ὀνομάζειν αὐτὸ βούλοιτό τις εἴτε θηλυκῶς εἴτ’ οὐδετέρως. ἀεὶ γὰρ μέμνησθε τοῦ μὴ φιλονεικεῖν ὑπὲρ ὀνομάτων, ἔνθα πρόκειται θεωρίαν ἐκμαθεῖν ἀναγκαίαν εἰς τὰ τῆς τέχνης ἔργα. καὶ αἰ στυπτηρίαι δὲ πᾶσαι ξηραίνουσιν ἱκανῶς ἕλκη στύφουσαι σφοδρῶς. ὅθεν οὐκ ἄν τις αὐταῖς χρήσεται μόναις ἐφ’ ἕλκους, ὥσπερ οὐδὲ ὠμῇ χαλκίτιδι καὶ ἰῷ. κεκαυμένα δὲ ταῦτα καὶ τὸ μίσυ χρήσιμα, καθάπερ γε καὶ πλυθέντα. γίγνεται μὲν ἄδηκτα, ξηραίνει δ’ ἧττον. ἀσφαλέστερον οὖν αὐτοῖς χρῆσθαι πεπλυμένοις, ἐπειδὴ τὰ πλεῖστα τῶν σωμάτων ἃ θεραπεύειν ἀναγκαζόμεθα, 
662
μίαν γέ τινα διάθεσιν ἔχει μὴ φέρουσαν ἰσχυρὰν δῆξιν. ἀκηκόατε δ’ αὐτὰ πολλάκις, ἀλλὰ καὶ νῦν ἀναμνήσω πάλιν, ἀξιώσω τε μεμνῆσθαι πρὸς ἅπαντα τὸν ἑξῆς λόγον. ὅσα τοίνυν πληθωρικὰ καὶ ὅσα κακόχυμα καὶ πρὸς τούτοις ἔτι μαλακόσαρκα καὶ ἱκανῶς αἰσθητικὰ σώματ’ ἐστὶ, ῥᾳδίως εἰς φλεγμονὴν ἄγεται δηχθέντα. περιέχεται δὲ ἐν τοῖς μαλακοσάρκοις, δηλονότι τὰ τῶν λευκῶν γυναικῶν σώματα καὶ τὰ τῶν παιδίων εὐνούχων τε καὶ ἀνδρῶν λευκῶν τὴν χροιὰν, ὅσοι τε γῆν ἐποικοῦσι ψυχρὰν, ὑγρὰ καὶ τούτων ἐστὶ καὶ φλεγματικὰ τὰ σώματα καὶ διὰ τοῦτο μαλακά τε καὶ λευκά. καθάπερ γε καὶ τὰ θερμὴν οἰκοῦντα γῆν, οἷα τὰ κατ’ Αἴγυπτον καὶ Ἀραβίαν ἐστὶ, σκληρὰν ἔχει καὶ ξηρὰν τὴν τῶν σωμάτων ἕξιν. ὡς οὖν ἀεὶ ταῦθ’ ὑμῶν μνημονευόντων, προσθήσω τινὰ καὶ ἄλλην ὕλην φαρμάκων ἁπλῶν θεραπεύειν ἕλκη δυναμένην κακοήθη. σαρκοκόλλα τοίνυν καὶ ἰχθυοκόλλα καὶ μᾶλλον αὐτῶν ἡ χρυσοκόλλα τοιαύτης εἰσὶ δυνάμεως. ἄριστον δὲ φάρμακον εἰς τὰ τοιαῦτα καὶ ὁ κεκαυμένος μόλυβδός
663
ἐστι καὶ μετ’ αὐτὸν σῶρυ καὶ στίμμι, κεκαυμένα καὶ ταῦτα. καὶ ἡ σκωρία δὲ τοῦ μολύβδου ξηραίνει καλῶς, ὥσπερ γε καὶ ἡ τοῦ σιδήρου λεπὶς καὶ μᾶλλον ἡ τοῦ στομώματος. ἡ δὲ τοῦ χαλκοῦ πρὸς τῷ ξηραίνειν καὶ ῥύπτει, διὸ καὶ καθαρὰ ποιεῖ τὰ ἕλκη, τῶν ἄλλων λεπίδων οὐκ ἐχουσῶν τοῦτο. ταῦτ’ οὖν πάντα τὰ φάρμακα ξηρὰ καταπάττων ἕλκεσι κακοήθεσι θαυμαστῶς ὄψει ξηραινόμενα χωρὶς δήξεως, ὥσπερ γε καὶ τὰ τῶν κηρύκων ὄστρακα καυθέντα πορφυρῶν τε καὶ ὀστρέων, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ τὸ διαφανὲς δὲ καλούμενον, ὃ σπεκλάριον ὀνομάζουσι Ῥωμαῖοι, τῶν ἀδήκτως ξηραινόντων ἐστὶ καυθὲν ἐπὶ τῶν δυσεπουλώτων ἑλκῶν χρήσιμον ὑπάρχον, οὐ μὴν τῶν κακοήθων. μετριώτερον γὰρ ἢ κατὰ ταῦτα ξηραίνει. τῆς αὐτῆς δ’ αὐτῷ δυνάμεώς ἐστι καὶ ὕαλος κεκαυμένη καὶ τὸ συνιστάμενον πυρῶδες ἐν τοῖς θερμαντηρίοις χαλκείοις. μετὰ δὲ τοῦ ξηραίνειν ἔτι καὶ στυπτικὴν ἔχει δύναμιν ὁ καρπὸς τῆς Αἰγυπτίας ἀκάνθης ἥ τε ὀμφακῖτις κηκὶς καὶ τὸ ῥῆον καὶ τὰ σίδια, οὐκ ὀλίγαι τε
664
ῥίζαι καὶ πόαι. καὶ γὰρ καὶ ἀριστολοχία καὶ ἴρις ἄκορόν τε καὶ ἀρτεμισία καὶ πάνακος ῥίζα καὶ ἀργεμόνη, χαμαιλέοντός τε μέλανος ἡ ῥίζα καὶ κύπερον, δρακόντιόν τε καὶ ξίφιον ἱκανῶς ξηραίνει, καὶ τούτων ἔτι μᾶλλον κενταύριόν τε καὶ πόλιον. ἀσθενεστέρα δὲ βραχὺ τούτων ἐστὶν ἡ Ἐρετριὰς ὀνομαζομένη γῆ, καθάπερ γε ἡ ἀμπελῖτις ἰσχυροτέρα. τοιαύτη μέν τις ὕλη τῶν τὰ κακοήθη θεραπευόντων ἕλκη ἁπλῶν φαρμάκων ἐστίν. ἔξωθεν δ’ αὐτοῖς προστίθεταί τινα καθ’ ἑαυτὰ μὲν οὐ προσαγόμενα διὰ τὸ σφοδρὸν τῆς δυνάμεως, ἑτέροις δὲ μιγνύμενα, καθάπερ ὁ ἄκαυστος ἰὸς καὶ ἡ ἄσβεστος καὶ ἡ ἄπλυτος τίτανος καὶ τὸ μαλακὸν ἀφρόνιτρον, ὅπερ ὄντως ἐστὶν ἀφρόλιτρον. ὅσῳ γὰρ ἂν ἀφρωδέστερον ᾖ, τοσούτῳ κάλλιόν ἐστι κατ’ ἄμφω καὶ τὸ δάκνειν ἧττον καὶ τὸ διαφορεῖν μᾶλλον. ἐμάθετε γὰρ κᾀν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων τοιαύτης ἔχεσθαι δυνάμεως τὰ λεπτομερέστερα τοῦ παχυμερεστέρων ἐν τοῖς ὁμοειδέσιν ἅπασιν. οὐδὲν δὲ οὕτως ἐστὶ φυλακτέον ὡς τὰ μαλθακώδη καλούμενα πρὸς Ἱπποκράτους φάρμακα, τοῦ κατὰ τὸ ἔλαιον ὄντα
665
γένους. ἔστι δὲ τοιαῦτα τά γε στέατα πάντα καὶ μάλιστα αὐτῶν τὸ χοίρειον, εἶθ’ ἑξῆς αἱ ῥητίναι καὶ μετὰ ταῦτα ὁ κηρός. ἑτέρῳ δὲ τρόπῳ καὶ τὰ μαλακτικὰ τῶν ἐσκληρυσμένων οὐκ ἐπιτήδεια· χαλβάνη, βδέλλιον, ἀμμωνιακὸν θυμίαμα, στύραξ καὶ οἱ μυελοί. καὶ κατ’ ἄλλον αὖ τρόπον τὰ δριμέα, πέπερι, ζίγγιβερ, νᾶπυ, κάγχρυ καὶ πολὺ πλῆθος ἑτέρων τοιούτων.

[Πῶς δεῖ χρῆσθαι τοῖς εἰρημένοις ἄρτι ξηροῖς φαρμάκοις ἐπὶ τῶν δυσεπουλώτων τε καὶ κακοήθων ἑλκῶν.] Ἀναγκαῖόν ἐστι τὰ τοιαῦτα τῶν ἑλκῶν ὑγρότητος εἶναι μεστὰ μοχθηρᾶς, οὐκ ὀλίγα δ’ αὐτῶν καὶ ῥύπον ἔχει δαψιλῆ. ἐπειδὰν οὖν ἐπιπάττειν αὐτοῖς μέλλωμέν τι τῶν ξηρῶν φαρμάκων, προεκμάττειν δι’ ὀθονίου χρὴ μαλακοῦ τε καὶ καθαροῦ καὶ ξηροῦ, πληρώσαντα δὲ τῷ φαρμάκῳ τὸ κοῖλον τοῦ ἕλκους ἐπιβάλλειν ἔξωθεν ἐμπλάστρου λεπτυνούσης τὰ χείλη πλάτυσμα, κατά τε τούτου πάλιν ἔξωθεν ὀθόνιον ἴσον ἁπάντῃ καὶ κατ’ αὐτοῦ σπόγγον ἐξ ὕδατος ἢ οἴνου. περὶ παντὸς δὲ ποιεῖσθαι χρὴ, ψυχρὸν διαμένειν τὸν

666
σπόγγον, ὃ γίγνοιτ’ ἂν εὐκόλως εἰ συνεχῶς αὐτοῦ καταντλοίη τις ὕδωρ ψυχρὸν, ἄνευ τοῦ λύειν τὸν ἐπίδεσμον. αὐτὸν δὲ τὸν ἐπίδεσμον ἐπιβάλλειν τε καὶ περιβάλλειν, ὡς ἐν τοῖς περὶ καταγμάτων Ἱπποκράτης ἐδίδαξε, μεγίστην βλάβην ἡγούμενος ἐξ ἐπιδέσεως ἔσεσθαι τῆς εἰς εὐμορφίαν, οὐκ ὠφέλειαν διαφερούσης. εἰ μὲν οὖν εἷς ὁ ἐπίδεσμος εἴη, κάτωθεν ἄνω νέμεσθαι χρὴ, κᾂν ἀντικνήμιον ᾖ, κᾂν γόνυ, κᾂν σφυρὸν, κᾂν ἀγκὼν ἢ χεὶρ ἄκρα, κᾂν ὁτιοῦν ἄλλό ἠέρος. εἰ δὲ δυοῖν ἐθέλοις χρῆσθαι, καθάπερ ἐπὶ τῶν καταγμάτων, ὁ μὲν πρότερος ἀπὸ τοῦ πεπονθότος μορίου πρὸς τὴν ἄνω χώραν νεμέσθω μόνην, ὁ δὲ δεύτερος κάτωθεν πρότερον, ἐφεξῆς δὲ ἄνω τελευτῶν ἐπ’ αὐτὸ τῷ προτέρῳ παραγιγνέσθω. πρόδηλον οὖν ὅτι τοὺς ἐπιδέσμους τούτους ἐξ ὀθονίων οὐ ῥάκους εἶναι προσήκει. λύειν δὲ διὰ τρίτης μὴ καθ’ ἑκάστην ἡμέραν καὶ λύσαντα μὴ προσφέρειν ὕδωρ τῷ ἕλκει, ἀλλὰ καθ’ ὃν προείρηται τρόπον ἀρτίως, δι’ ὀθόνης μαλακῆς τε καὶ καθαρᾶς καὶ ξηρᾶς ἀπομάττοντα τοὺς ἰσχῶρας. ἐὰν δὲ καὶ τὰ πέριξ τοῦ ἕλκους ἐμφαίνῃ τι φλεγμονῶδες, ἐπιβάλλειν κατὰ τοῦ πλατύσματος ἔξωθεν ἐπὶ πολὺν τόπον 
667
ἐξῆκον ὑγρὸν φάρμακον ἐκ τῆς ἐμῆς φοινικίνης, οὐχ ἁπλῶς τετηκυίας, ἀλλὰ στύφοντος οἴνου προσειληφυίας ὅσον οἷόν τε πλεῖστον. οὐ μὴν οὐδὲ διὰ τοῦ τυχόντος ἐλαίου τήκειν αὐτὴν προσήκει, ἀλλ’ εἰ μὲν ἐρυθρότης τις ἢ ὅλως θερμότης ἐπικρατεῖ κατὰ τὰ πέριξ τοῦ ἕλκους, διά τινος τῶν στυφόντων καὶ ψυχόντων· ἔστι δὲ τοιαῦτα μύρσινόν τε καὶ μήλινον· εἰ δὲ μὴ παρείη ταῦτα, τὸ καλούμενον ὀμφάκινόν τε καὶ ὠμοτριβὲς ἔλαιον· εἰ δὲ σκληρότης ἐπικρατεῖν φαίνοιτο, δι’ ἐλαίου παλαιοῦ τηκτέον ἢ διὰ κικίνου τὴν αὐτὴν φοινικίνην. ἀσφαλέστερον δὲ, κᾂν μηδὲν ἐν τῷ περιέχοντι τὸ ἕλκος τόπῳ μοχθηρὸν ἐμφαίνηται. αὐτῷ γοῦν τῷ ὑπερκειμένῳ χωρίῳ τὸ ὑγρὸν φάρμακον ἐπιβάλλειν ἀποκρουσόμενον, εἴ τι πρόσθεν ἢ μοχθηρὸν ἢ πλέον τοῦ προσήκοντος ἐπιῤῥεῖ, καὶ μάλισθ’ ὅταν ἐν σκέλει τὸ ἕλκος ὑπάρχον ὑπερκειμένην ἔχοι φλέβα κιρσώδη. μεγάλης δ’ οὔσης αὐτῆς καὶ κατὰ τὴν χρόαν ἐμφαινούσης οὔτε ἐρυθρὸν οὔτε χρηστὸν αἷμα περιέχειν, ἀλλὰ μελάντερον καὶ μελαγχολικώτερον, ἐκκόπτειν χρὴ τὴν φλέβα. συνέβη δέ ποτε φλεβὸς τοιαύτης
668
ἐκκοπείσης, τὸ μὲν ἕλκος εὐθέως ἐπουλωθῆναι, καίτοι γ’ ἐνιαυσιαῖον ὂν, ἀντ’ αὐτοῦ δὲ κατὰ τὴν διαίρεσιν ὅθεν ἡ φλὲψ ἐξεκόπη γενέσθαι κακόηθες ἕλκος, ἐπουλωθῆναι μὴ δυνάμενον. ἄμεινον οὖν ἐπὶ τῶν τοιούτων τὴν ἰσχὺν τοῦ θεραπευομένου θεασάμενον ἀπὸ φλεβοτομίας μὲν ἄρξασθαι, καθῆραι δὲ ἐφεξῆς φαρμάκῳ μελαγχολικὸν ἐκκενοῦντι χυμὸν καὶ σὺν τούτῳ καὶ φλεγματικὸν, ἐπειδὴ καὶ οὗτος συνεπιῤῥεῖ ποτε τῷ μελαγχολικῷ κατὰ τὰς τῶν κιρσῶν γενέσεις. εἶθ’ ἑξῆς αὐτὴν κατὰ τὸ μῆκος σχάσαι τὴν ὑπερκειμένην τοῦ ἕλκους φλέβα καὶ κενώσαντα δαψιλὲς, αὐτὴν ταύτην πρότερον ἰᾶσθαι τὴν γενομένην διαίρεσιν τῆς φλεβὸς, ὅταν δ’ ἀκριβῶς ἤδη φαίνηται συνουλουμένη, τηνικαῦτα τῇ θεραπείᾳ τοῦ κακοήθους ἕλκους ἐπιχειρεῖν, ὡς προείρηται. καὶ σπλὴν δὲ ἐνίοτε μοχθηρῶς διακείμενος αἴτιος γίγνεται τοιαύτης κεκοχυμίας, ὥσπερ γε καὶ ἧπαρ· ὧν χρὴ προνοησάμενον οὕτως ἐπιχειρεῖν τῇ τοῦ ἕλκους ἰάσει. κατὰ δὲ τὸν αὐτὸν λόγον, κᾂν κακόχυμον ἢ πληθωρικὸν ὅλον ᾖ τὸ σῶμα, προκαθῆραί τε καὶ προκενῶσαι πρότερον αὐτὸ, πρὶν ἐπιτιθέναι τῷ ἕλκει
669
φάρμακον. ἐν αὐτῷ δὲ τῷ θεραπεύειν τὸ ἕλκος διὰ τῶν ξηρῶν φαρμάκων ἐφ’ ἑκάστῃ ἐπιλύσει προσέχειν χρὴ τὴν γεγενημένην ὑπ’ αὐτοῦ περὶ τὸ μόριον ἐνέργειαν, ἐπισταμένους τε καὶ μεμνημένους ὅτι τὰ μὲν ἄνευ τοῦ ῥύπτειν ξηραίνοντα, τοιαῦτα δ’ ἐστὶν ἐν οἷς ἡ στύφουσα ποιότης ἐπικρατεῖ, καθαρὸν οὐκ ἐργάζεται τὸ ἕλκος. ὅσα δὲ πρὸς τῷ ξηραίνειν ἔτι καὶ τὸ ῥύπτειν ἔχει, ταῦτα οὐ μόνον ξηρὸν, ἀλλὰ καὶ καθαρὸν ἀποδείκνυσι τὸ ἡλκωμένον ὅλον μόριον. εἰδέναι δὲ χρὴ καὶ ὡς δάκνεται τὰ καθαρὰ τῶν ἑλκῶν, ὑφ’ ὧν ἔμπροσθεν οὐδὲν ἐδάκνετο φαρμάκων, ἡνίκα ἦν ῥυπαρά. μεταβαίνειν οὖν ἀπὸ τῶν ἰσχυρότερον ῥυπτόντων ἐπὶ τὸ πρᾳότερον καὶ ἀδηκτότερον, καθ’ ὃν ἂν καιρὸν ἀκριβῶς καθαρὸν εὑρέθη τὸ ἕλκος, ὥσπερ γε πάλιν ἐπὶ τῶν ῥυπαρῶν, ἐπανέρχεσθαι ἐπὶ τὰ ῥυπτικώτερα, πλὴν εἰ μὴ διὰ τὸ δηχθῆναι ῥυπαρὸν ἐφάνη. τουτὶ γὰρ ἐνίοτε καὶ τοὺς ἀγαθοὺς δοκοῦντας εἶναι ἰατροὺς ἐξηπάτησεν, ὡς μεταβῆναι πρὸς ἄλλο ῥυπτικώτερόν τε καὶ δριμύτερον, ὑφ’ οὗ πάλιν ἀναβρωθὲν
670
τὸ ἕλκος ὁμοίως ῥυπαρὸν ἢ καὶ μᾶλλον ἔτι κατὰ τὴν ἑξῆς λύσιν ἐφάνη, τῆς συντακείσης ὑπὸ τοῦ φαρμάκου σαρκὸς ῥυπαινούσης αὐτό. λύεται μὲν γὰρ εἰς ἰχῶρας μοχθηροὺς ἡ συντηκομένη σὰρξ, αὐτῶν δὲ τούτων ὅσον μὲν λεπτομερέστερόν ἐστι κατὰ τὴν σύστασιν, ὑπὸ τοῦ φαρμάκου διαφορεῖται, τὸ λοιπὸν δ’ αὐτόθι περιπηγνύμενον τοῖς ἕλκεσι ῥύπος αὐτοῖς γίγνεται. προσέχειν οὖν χρὴ πότερον ἀναβιβρωσκομένης τε καὶ συντηκομένης τῆς ὑποκειμένης σαρκὸς ἐῤῥυπάνθη τὸ ἕλκος ἢ διὰ τὸ δεῖσθαι μὲν ἀφαιροῦντος τὸν ῥύπον φαρμάκου, τὸ δὲ ἐπιτεθὲν οὐκ εἶναι τοιοῦτον. διακρίνεται δὲ τῷ κοιλότερόν τε ἅμα γεγονέναι τὸ ἕλκος ἐνερευθῆ τε τὰ χείλη καὶ θερμότερα ἔχειν, ὅταν ὑπὸ τῆς τοῦ φαρμάκου δριμύτητος ῥυπαίνηται. τάχα μὲν οὖν περιττὸν εἴη ἐν τῇ προκειμένῃ πραγματείᾳ τὸν τρόπον τῆς χρήσεως τῶν συνθέτων φαρμάκων προσγράφειν· εἴρηται γὰρ ἐν τῇ θεραπευτικῇ μεθόδῳ· τὰ δ’ ἀναγκαῖα καὶ μεγάλην φέροντα βλάβην εἰ παροφθείη, βέλτιόν ἐστι καὶ δὶς καὶ τρὶς λέγειν ἀναμνήσεως ἕνεκα. προσκείσθω τοιγαροῦν ἔτι καὶ τοῦτο κατὰ τὸν λόγον, ἐν τῇ θεραπείᾳ τῶν τοιούτων ἑλκῶν, εἰ μὲν εἴη
671
δυνατὸν ἄνευ τῆς τοῦ παντὸς σώματος βλάβης ἀλουτεῖν τὸν θεραπευόμενον ἀνατριβόμενόν τε σινδόσιν ἐπὶ πλέον, ἐφεξῆς τε δι’ ἐλαίου, κᾄπειτα δι’ ἁλτήρων γυμναζόμενον, εἰ σκέλος εἴη τὸ πεπονθὸς ἢ διὰ δρόμων ἐπὶ τῶν ὑπερκειμένων. εἰ δὲ ἀλουτεῖν ἀδύνατον εἴη τῷ θεραπευομένῳ χωρὶς βλάβης ὅλου τοῦ σώματος, οὐ χρὴ λύειν τὴν ἐπίδεσιν, ἀλλ’ ὡς ἐπιδέδεται λουσάμενον, ἐκθλίψαντα τὸ τοῦ σπόγγου θερμὸν ὕδωρ, εὐθέως ἄλλο καταχεῖν ψυχρὸν, ὡς μηδεμίαν ὑπολείπεσθαι θερμότητα κατὰ τὴν ἐπίδεσιν. εἰ δὲ φαίνοιτο προχωρεῖν ἡ θεραπεία, καὶ χωρὶς ἐπιδέσεως σπόγγου θεραπεύεσθαι, τῆς ὑγρᾶς φοινικίνης ἐπιβαλλομένης ἔξωθεν ὡς εἴρηται· καὶ χωρὶς ἐπιθέσεως σπόγγου καταλαμβανομένης ἐπιδέσμοις καταγματικῷ τρόπῳ περιελιττομένης τῷ θεραπευομένῳ μέρει τοῦ σώματος.

[Σύνθεσις ἐμπλαστρωδῶν φαρμάκων.] Ἐπειδὴ τὸ κεφάλαιόν ἐστι τῆς τῶν κακοήθων τε καὶ δυσεπουλώτων ἑλκῶν θεραπείας ἐν τῷ ξηραίνειν ἀδήκτως τὸ φάρμακον, ὑγραίνει δὲ πάντων μάλιστα τό θ’ ὕδωρ καὶ τὸ ἔλαιον. 

672
ἀπέχεσθαι χρὴ τούτων, ὡς μήτε αὐτὰ καθ’ ἑαυτὰ προσφέρειν μήτε κατὰ τῶν εἰρημένων ξηρῶν φαρμάκων μιγνύναι. κηρὸν οὖν ἐκλέγεσθαι χρὴ μήτε φύσει ξηρὸν μήθ’ ὑπὸ παλαιότητος εἰς τοῦθ’ ἥκοντα, πρόσφατον δὲ καὶ φύσει λιπαρὸν, ὃν ἐν ἡλίῳ μαλάττων τις ἀναλαβεῖν εἰς αὐτὸν δυνήσεται τῶν εἰρημένων ξηρῶν φαρμάκων. μὴ ὄντος δὲ ἡλίου, παρά τε πυρὶ θαλπόμενος μαλάττηται καὶ καθιέμενος εἰς ὕδωρ θερμόν. οὐ γὰρ ἀναμίγνυται δι’ ὅλου τὸ ὕδωρ, ἀλλ’ ἀποῤῥεῖ ταχέως αὐτοῦ μαλαττομένου πρὶν ἐπιτεθῆναι τῷ ἕλκει. συμμετρία δὲ τῆς μίξεώς ἐστι τοιάδε. μέτριον μὲν εἴ τις βούλοιτο γενέσθαι τὸ φάρμακον, τὸ τέταρτον μέρος προσβάλῃ τῷ κηρῷ τῶν μεταλλικῶν, ἰσχυρότερον δὲ ἔσται τοῦ τρίτου μιχθέντος. αὐτῶν δὲ τῶν μεταλλικῶν ἧττόν τε καὶ μᾶλλον ἀδήκτων τε καὶ ξηραντικῶν ὄντων, ἐπιταθήσεται μὲν ἐν τοῖς ξηραντικωτέροις ἡ δύναμις, ἐκλυθήσεται δ’ ἐν τοῖς ἧττον ξηραίνουσιν, ὥσπερ γε πάλιν, ἀσφαλεστέρα μὲν ἡ χρῆσις ἔσται διὰ τῶν ἀδηκτοτέρων σφαλερωτέρα δὲ διὰ τῶν δακνωδεστέρων. εἴρηται γὰρ πολλάκις ὡς ἔνιαι μὲν φύσεις σωμάτων αἰσθητικώτερον ἔχουσι τό τε δέρμα καὶ τὰς σάρκας
673
ἐνίαις δὲ δυσαισθητότερα ταῦτ’ ἐστὶν ἄμφω. κατὰ δὲ τὸ μαλλόν τε καὶ ἧττον αἰσθάνεσθαι καὶ τὸ τῆς ὀδύνης πάθος ἀκολουθεῖ μᾶλλόν τε καὶ ἧττον, ὥς γε καὶ τὸ τῆς φλεγμονῆς, οὐ μικρὰ δὲ διαφορὰ καὶ παρὰ τὸ μαλακόσαρκον ὑπάρχει ἢ σκληρότερον, εὔχυμόν τε καὶ κακόχυμον, ἤ πληθωρικὸν ἢ κενὸν ἢ μέσως διακείμενον ἐν τοῖς εἰρημένοις. οὐκοῦν οἷόν τε πᾶσιν ἀνθρώποις ἓν ἐπιτήδειον σκευάσαι φάρμακον. ἀλλ’ ὁποῖον ἂν σκευασθῇ τῶν ὁμοειδῶν, ἐπίστασθαι τούτῳ χρῆσθαι προσήκει τεχνωθέντα κατὰ τὴν ἐν τῷδε τῷ λόγῳ διδασκομένην μέθοδον, οἷον εὐθέως ἐπὶ τῆς προκειμένης ὕλης, ἐὰν ἴσον μὲν ἑκατέρου μίξῃς ἰοῦ τε καὶ χαλκοῦ κεκαυμένου. μέρους δ’ ἑνὸς ἥμισυ στυπτηρίας σχιστῆς, ὡς γενέσθαι τὸ συμπληρούμενον ἐκ τῶν τριῶν ἤτοι δραχ. β΄. καὶ ἡμισείας ἢ οὐγγίας τοσαύτης, ἀρκέσει κηροῦ μῖξαι μὲν δραχ. ι΄. ταῖς δραχμαῖς γο δ’ ι΄. ταῖς οὐγγίαις εἰς μετρίου τε καὶ μέσου τῇ δυνάμει φαρμάκου σύνθεσιν. ἄμεινον δ’ ἅμα καὶ ἀδηκτότερον ἔσται διφρυγὲς λαμβάνον ἀντὶ τῆς σχιστῆς καὶ μιᾶς τε δραχμῆς ὅλης ἐμβληθείσης, ὥσπερ τοῦ
674
χαλκοῦ τε καὶ ἰοῦ, κάλλιον ἔσται τὸ φάρμακον. εἰ δὲ τὴν ἀπὸ τοῦ ἰοῦ δῆξιν ὑποπτεύοντες ἐθελήσαιμεν ἀκριβῶς ἄδηκτον αὐτὸ γενέσθαι, κεκαυμένον ἐμβάλλειν χρὴ τὸν ἰόν. εἰ δὲ καὶ ῥύπον ἀφαιρεῖν, λεπίδος χαλκοῦ προσβλητέον ἥμισυ δραχμῆς, ὡς γενέσθαι τὴν ὅλην συμμετρίαν τοιάνδε. ♃ χαλκοῦ καὶ ἰοῦ κεκαυμένου καὶ διφρυγοῦς ἴσον ἑκάστου, τουτέστιν ἀνὰ δραχ. α΄. τῆς δὲ τοῦ χαλκοῦ λεπίδος ἡμίδραχμον ἀναλαμβανέσθω δὲ ταῦτα τῷ λιπαρῷ κηρῷ μαλαττομένῳ. καθότι προείρηται. ξηροτέρου δ’ ὄντος ἢ ὡς δέξασθαι τὰ εἰρημένα, μιγνύναι χρὴ μαλάττοντα μύρσινον ἢ μήλινον ἢ σχίνινον ἢ κίκινον ἢ κύπρινον ἢ παλαιὸν ἔλαιον ὠμοτριβὲς ἢ τὸ πρόσφατον Σπανὸν ἢ τὸ παρ’ ἡμῖν διὰ θαλλῶν ἐλαίας ἐσκευασμένον. εἰ δὲ μηδ’ ὅλως ἐθέλοιμεν ἐλαιῶδές τι τῷ φαρμάκῳ προσφέρειν, τῆς λάρικος ῥητίνης μιγνύειν. εἰ δὲ μὴ παρείη ταύτης ἡμῖν, ἀντ’ αὐτῆς τῇ τερμινθίνῃ χρηστέον. ἀεὶ δὲ καὶ τούτου χρὴ μεμνῆσθαι τοὺς ἀναγινώσκοντας ταῦτα, μάλιστα μὲν ἐπὶ τὸ πρῶτον εἰρημένον ὡς ἄριστον
675
ἔρχεσθαι, μετὰ τοῦτο δ’ ἐπὶ τὸ δεύτερόν τε καὶ τρίτον ἐφεξῆς τε τἄλλα τὰ μετὰ τὸ τρίτον, ὡς ἀνάλογον τῆς τῶν φαρμάκων ἀρετῆς τε καὶ δυνάμεως τῇ τάξει τοῦ λόγου χρωμένων ἡμῶν. προακηκοὼς οὖν τις ταῦτα καὶ τῶν ἁπλῶν φαρμάκων τὰς δυνάμεις ἐπιστάμενος ἱκανὸς ἔσται διακρίνειν ὅσα τοῖς πρὸ ἡμῶν ἐγράφη πρὸς τὰ κακοήθη τῶν ἑλκῶν φάρμακα, οἷον εὐθέως Ἀσκληπιάδης ὁ φαρμακίων ἐπικληθεὶς ἐν τῷ τρίτῳ τῶν ἐκτὸς οὕτως ἔγραψε.

[Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων φαρμάκων.] Πρὸς τὰ χειρώνεια καὶ δυσαλθῆ τῶν ἑλκῶν φάρμακον ἐπιτετευγμένον. ♃ λεπίδος χαλκοῦ οὐγγίαν α΄. ἰοῦ ξυστοῦ οὐγγίαν α΄. κηροῦ ἡμίλιτρον, ῥητίνης λάρικος γο α S". τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ μαλάσσων ἐπιμελῶς καὶ πλατυσμάτιον ἐπιῤῥίπτων κατὰ μόνου τοῦ πεπονθότος, ὥστε περιλαμβάνειν μόνον τὸ ἕλκος. δεῖ δὲ τὰ περὶξ ἀφλεγμάντῳ φαρμάκῳ περιλαμβάνειν. ἐν δὲ τῇ θεραπείᾳ λύειν χρὴ διὰ τρίτης τὸ ἕλκος, ἔπειτα προπυριᾷν καὶ

676
τὸ αὐτὸ πλατυσμάτιον ἀπονίπτοντα μαλάσσειν καὶ πάλιν ἐπιτιθέναι, ἔα; ἂν ἄρξηται συνουλώσεως. αὕτη μὲν ἡ τοῦ φαρμάκου γραφὴ, καλῶς προσγράψαντος αὐτοῦ πρὸς τὰ χειρώνεια, καλοῦσι γὰρ οὕτως τὰ μὴ μετρίως κακοήθη τῶν ἑλκῶν, ἀλλὰ τὰ πάνυ σφόδρα τοιαῦτα. γενναῖον δ’ ἐστὶ τοῦτο τὸ φάρμακον, ὡς ἂν ἐκ τρίτου μέρους ἔχον τοῦ κηροῦ τὰ μεταλλικὰ, τὸν μὲν ἰὸν ἰσχυρότερον φάρμακον, τὴν δὲ λεπίδα τοῦ χαλκοῦ, μετριώτερον μὲν πολὺ τοῦ ἰοῦ, γενναῖον δὲ ὅμως καὶ αὐτό. συμμέτρως δ’ εἴπερ εἶχε κράσεως ὡς καὶ τὰ μετρίως κακοήθη θεραπεύειν, οὐ τριπλάσιος, ἀλλὰ τετραπλάσιος ὁ κηρὸς ἐμέμικτο τοῖς ἄλλοις, ἔτι δ’ ἂν μετριώτερον, εἰ πενταπλάσιος, ὡς καὶ τὰ μηδέπω κακοήθη, δυσεπούλωτα δὲ ἄλλως ὄντα θεραπεύειν. ὥσπερ γὰρ κᾂν εἰ τὸν κηρὸν ἑξαπλάσιον ἐργάσαιτό τις τῶν μεταλλικῶν, ὡς εἶναι τοῦ μὲν ἰοῦ καὶ τῆς λεπίδος ἑκατέρου δραχμὴν, κηροῦ δὲ δραχ. ιβ΄. τῆς λάρικος δὲ τὸ ἀνάλογον. ἀνάλογον δὲ ἔσται, εἰ τρεῖς εἶεν αὐτῆς δραχμαί. λιπαροῦ δ’ ὄντος τοῦ κηροῦ, κᾂν ἔλαττον ἐμβληθῇ τῆς ῥητίνης, αὐτάρκη σύστασιν 
677
ἕξει τὸ φάρμακον. ἐπὶ γάρ τοι τῶν τοιούτων φαρμάκων ἡ ῥητίνη διὰ τὴν σύστασιν ἐμβάλλεται, καθάπερ γε καὶ τὸ μύρσινον ἢ σχίνινον. ἐγὼ δὲ καὶ Ἀττικῷ ποτε οἰσύπῳ μαλάττων τὸν κηρὸν ἔμιξα. καί μοι κατὰ τὴν χρῆσιν ἐφάνη τὸ φάρμακον ἢ οὐδὲν ἢ βραχὺ παντελῶς ἀπολείπεσθαι τῶν ἄνευ τούτων σκευασθέντων. εὔδηλον δὲ ὡς εὐτονίαν λέγω τοῦ γενησομένου φαρμάκου ταῦτα. τὸ γὰρ τῆς ὠφελείας ἐν τῷ πρός τι, δυναμένου τοῦ μαλακωτέρου φαρμάκου πρὸς τὰ μετριώτερα τῶν κακοήθων ἁρμόττειν, μᾶλλον τοῦ σφοδροτέρου. ἔνθα γοῦν ἧττον μέν ἐστι κακόηθες αὐτὸ τὸ ἕλκος, ὀχθώδη δὲ τὰ χείλη, βελτίων ἐπὶ τούτων ἐστὶν ὁ οἰσύπος. ἀγαθὸν δ’ εἰς ταῦτα φάρμακόν ἐστι καὶ ὁ τῆς ἐλάφου τε καὶ μόσχου μυελὸς, ὅντινα χρὴ προλειώσαντα μιγνύναι τῷ κηρῷ πρότερον, εἶθ’ οὕτως αὐτοῖς ἡνωμένοις ἀναλαμβάνειν τὰ μεταλλικὰ προλελειωμένα, μέχρι τοῦ χνοώδη γενέσθαι. δακνώδη γάρ ἐστι τὰ τοιαῦτα. καὶ πάντα δ’ ἱκανῶς προλελειώσθω τὰ ξηρὰ καὶ γεώδη τῇ συστάσει φάρμακα, καθάπερ ἥ τε κηκίς ἐστι καὶ οἱ κύτινοι καὶ τὰ σίδια καὶ ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπός. καὶ γὰρ δυσλείωτα
678
πάντ’ ἐστὶ τὰ τοιαῦτα, καθάπερ εὐλείωτα τὰ ἐκ χυλῶν ἢ ὀπῶν ἐξηρασμένων γεγονότα, σμύρνα καὶ ἀλόη καὶ ἀκακία καὶ ὅσα τούτοις ὁμογενῆ. καλῶς δ’ ἐπὶ τῇ τελευτῇ τοῦ προειρημένου φαρμάκου τῆς γραφῆς ὁ Ἀσκληπιάδης προσέθηκεν αὐτοῖς ὀνόμασι· καὶ ταῦτα λῦε διὰ τρίτης καὶ ἀποπυρία καὶ τὸ αὐτὸ πλατυσμάτιον ἀπονίψας μάλαξον καὶ πάλιν ἐπιτίθει. εἰ μὴ γὰρ ἐπὶ πλέον ὁμιλήσειε τῷ χρωτὶ τὸ φάρμακον, οὐδὲν ἀνύσει. λέληθε δὲ καὶ τοῦτο αὐτὸ τοὺς πολλοὺς τῶν ἰατρῶν, καὶ νομίζουσιν, εἰ τρὶς τῆς ἡμέρας ἐκμάξαιεν τοὺς ἰχῶρας τοῦ ἕλκους, ἄμεινόν τι πράττειν τῶν δὶς ἀποματτόντων. τοὺς δ’ ἅπαξ λύοντας καὶ αὐτοὶ πολλάκις οἱ κάμνοντες ὡς ἀμελούμενοι μέμφονται. προσήκει δ’ ὑμᾶς μεμνῆσθαι κᾀνταῦθα τοῦ πολλάκις ἡμῖν εἰρημένου κατὰ πολλὰ τῶν ἡμετέρων ὑπομνημάτων, ὡς αἱ ποιότητες ἁπάντων τῶν πλησιαζόντων σωμάτων εἰς ἀλλήλας τι δρῶσι, κᾂν τὸ ἕτερον αὐτῶν ἰσχυρότερον ᾖ πολλῷ. κατὰ γάρ τοι τοῦτον τὸν λόγον ὁμοειδεῖς πως ἀλλήλαις ἐν τῷ χρόνῳ γίγνονται, κᾂν διαφέρωσι πάμπολυ. γενομένης δ’ ὁμοειδοῦς τῷ θεραπευομένῳ σώματι τῆς τοῦ φαρμάκου ποιότητος ἡ ὠφέλεια
679
μείζων ἕπεται. διὰ τούτων οὖν ὅ τε πρῶτος ἐπινοήσας χρῆσθαι τὸ πρότερον ἐπιτεθέντι πλατύσματι δικαίως ἂν ἐπαινοῖτο καὶ ἡμᾶς ἕπεσθαι προσῆκεν αὐτῷ πολὺ μᾶλλον, ἐπεὶ καὶ τῇ πείρᾳ μαρτυρουμένην τὴν ἐπίνοιαν ἐγνώκαμεν. εὐλόγως δὲ καὶ πυριᾶσθαι κελεύει διὰ τρίτης αὐτὸ καθ’ ἑκάστην δηλονότι λύσιν, ἐπεὶ γὰρ ἰσχυρόν ἐστι τὸ φάρμακον, εἰκότως παρηγορίας δεῖται. βέλτιον οὖν ἐπὶ τῶν μὴ πάνυ κακοήθων τετραπλάσιον ἢ πενταπλάσιον εἶναι τὸν κηρὸν ἀμφοῖν ὁμοῦ τῶν μεταλλικῶν. ἐφεξῆς δὲ τῷ προγεγραμμένῳ φαρμάκῳ γέγραφεν ἕτερον φάρμακον ὁ Ἀσκληπιάδης τὴν σύστασιν ἔχον τήνδε. ♃ ἰοῦ γο β΄. λεπίδος γο β΄. διφρυγοῦς γο α΄. κηροῦ λι. α΄. λάρικος γο γ΄. αὕτη πάλιν ἡ συμμετρία τῶν ἁπλῶν φαρμάκων ἡ αὐτὴ τῇ πρόσθεν ἐστὶν, μόνῳ τῷ διφρυγεῖ πλεονεκτοῦσα. τἄλλα γοῦν ἅπαντα διπλάσια τῶν ἔμπροσθέν ἐστιν. ἐν ἐκείνῃ μὲν γὰρ τῇ γραφῇ γο α΄. ἔβαλλεν ἰοῦ καὶ λεπίδος ἑκατέρου, συναμφοτέρου δ’ αὐτῶν τὸν κηρὸν τριπλάσιον, εἴ γε τὰς πάσας γο στ΄. ἠξίου βάλλειν αὐτοῦ, τὴν μέντοι ῥητίνην ἡμιούγγιον
680
ἑκατέρου τῶν μεταλλικῶν. ἐν δὲ τῇ δευτέρᾳ γραφῇ ταύτης μὲν ἀντὶ μιᾶς καὶ ἡμισείας οὐγγίας τρεῖς ἐμβάλλειν κελεύει, τῶν μεταλλικῶν δ’ ἀντὶ γο α΄. ἑκατέρου δύο, καὶ τοῦ κηροῦ λίτραν ἐν τῇ προτέρᾳ γραφῇ βάλλων ἡμίλιτρον. εὔδηλον οὖν ὅτι τὸ διφρυγὲς μόνον ἐν τῇ δευτέρᾳ προσέθηκε, καὶ εἴπερ οὐγγίαν αὐτοῦ βάλλειν κελεύει κατὰ διπλασίων τῶν ἄλλων, ἐάν τις ἁπλᾶ πάντα τὰ κατὰ τὴν προτέραν γραφὴν μιγνὺς τοῦ διφρυγοῦς αὐτοῖς ἡμιούγγιον προσθήσει, ποιήσει τὴν σύνθεσιν τοῦ φαρμάκου τοιάνδε. ♃ λεπίδος γο α΄. ἰοῦ γο α΄. κηροῦ ἡμίλιτρον, ῥητίνης λάρικος γο α΄. καὶ ἡμίσειαν, διφρυγοῦς ἡμιούγγιον, ἡ αὐτὴ κατὰ πᾶν καὶ ἥδε τῇ προτέρᾳ γίγνεται, πλὴν τοῦ διφρυγοῦς. ἔστι δὲ τὸ μὲν διφρυγὲς οὕτω μέτριον φάρμακον, ὡς καὶ μόνον ἐπιπαττόμενον ἰᾶσθαι τὰ δυσεπούλωτα τῶν ἑλκῶν. ὁμοίως δ’ αὐτῷ καὶ ὁ κεκαυμένος χαλκός. ἰσχυρότερος δ’ ἱκανῶς ὁ ἰὸς, ὡς ἐκπεπτωκέναι τοῦ καὶ τὰ πάνυ ῥυπαρὰ καὶ ὑγρὰ θεραπεύειν, εἰ καταπάττοι τις αὐτὸ μόνον· ἀναβιβρώσκει γὰρ καὶ δάκνει σφοδρῶς. ἐπὶ δὲ τῶν χειρωνείων ἑλκῶν τοῖς ἄλλοις μιχθεὶς
681
φαρμάκοις εἰς τοσοῦτον ἐκλύεται μὲν αὐτὸς τοῦ σφοδροῦ τῆς δυνάμεως, αὐξάνει δὲ τὴν ἐκείνων, ὡς γενέσθαι τὸ σύνθετον ἐξ ἁπάντων φάρμακον κάλλιστον. ᾧ λόγῳ δ’ ἐμίχθη τοῖς εἰρημένοις φαρμάκοις ὁ ἰὸς, τούτῳ καὶ ἡ ἄσβεστος τίτανος, ὀλίγη τῇ ἀναλογίᾳ πολλοῖς ἐπεμβληθεῖσα πρός τινων. ἡ δ’ ἐσβεσμένη μέτριόν ἐστι φάρμακον, εἰ δὲ καὶ πλυθείη, παντάπασιν ἄδηκτον. ταύτην μὲν οὖν τὴν ἔμπλαστρον ἕνεκα παραδείγματος ἔγραψε, διότι γυμνάζεσθαι τοὺς νέους ἐπὶ τῶν κατὰ μέρος ἀξιῶ, καὶ μὴ μόνοις ἀρκεῖσθαι τοῖς καθόλου. πάλιν δ’ ἐπ’ ἀρχὴν ἀγαγὼν τὸν λόγον ἐπὶ τὰς ὑπ’ Ἀνδρομάχου γεγραμμένας μεταβήσομαι.

[Περὶ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἐμπλάστρων πρὸς τὰ κακοήθη τῶν ἑλκῶν.] Παραθήσομαι τοίνυν ἕνεκα παραδείγματος ὅσα τῇ πείρᾳ κέκριται τῶν συνθέτων φαρμάκων πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἁρμόττοντα, τὴν ἀρχὴν ἀπὸ τῶν Ἀνδρομάχου γεγραμμένων ποιησάμενος. μέμψαιτο δ’ ἄν τις αὐτῷ χωρὶς διορισμοῦ τὰ φάρμακα γράψαντι. τούτου ηὰρ παραλελειμμένου συμβαίνει κακῶς αὐτοῖς 

682
χρῆσθαι τοὺς πολλοὺς τῶν ἰατρῶν, καὶ διὰ τοῦτο ποτὲ μὲν ἐπιτυγχάνειν τοῦ σκοποῦ θαυμασίως, ἔστι δὲ ὅτε καὶ διαμαρτάνειν ἀποπίπτοντας πάμπολυ. δέον οὖν εἰπεῖν ἰσχυρότατον τόδε τι, πάνθ’ ἑξῆς ἔγραψεν ὁ Ἀνδρόμαχος καὶ τούτου πάλιν ἕτερον μετριώτατον. ἀσθενέστατον δὲ τοῦτο οὐδένα διορισμὸν προσθείς. ἄρχεται γοῦν αὐτῶν τούτων προσγράψας μὲν ἐπουλωτικαί. μετὰ δὲ τὸ πρόσγραμμα τοῦτο γράφων ἐφεξῆς. ♃ καδμείας ὀπτῆς λίτραν α΄. χαλκίτεως κεκαυμένης λι. α΄. κηροῦ λίτρας δ΄. ῥητίνης ξηρᾶς λίτρας γ΄. μυρσίνου λίτρας γ΄. οἴνου εἰς τὰ ξηρά. τούτων δὲ ἐφεξῆς γράφει κατὰ λέξιν οὕτως· ἡ διὰ λαδάνου. καὶ προσθεὶς τὴν συμμετρίαν ἐφεξῆς πάλιν ἔγραψεν· ἄλλως, ὡς. Ἀλκιμίων. εἶτα κᾀνταῦθα τὰς συμμετρίας τῶν ἁπλῶν φαρμάκων γράψας ἐπιφέρων φησίν· ἡ διὰ κριθῶν. καὶ μετὰ τὸ ταύτην συνθεῖναι πάλιν οὕτως ἔγραψεν· ἄλλη ἐπουλωτική. ♃ ῥητίνης ξηρᾶς δραχ. ιη΄. διφρυγοῦς δραχ. δ΄. λιθαργύρου δραχ. ιστ΄. κηροῦ δραχ. ι΄. ἐλαίου κο. δ΄. ὡς εἶναι τοῦτο τὸ φάρμακον ἕκτον ἀπὸ τῆς ἀρχῆς αὐτῷ. καὶ μετ’ αὐτὸ πάλιν ἕξ
683
ἄλλα γράφει προγράφων ἑκάστου τὸ ἄλλη, προσυπακοῦσαι δηλονότι κελεύων ἡμᾶς τὸ ἐπουλωτική. τὰ μὲν· οὖν πέντε τῶν συνήθων ἐστὶν ἐπουλωτικῶν οὔτε τῶν δυσεπουλώτων οὔτε τῶν κακοήθων, τὸ δ’ ἕκτον τῶν δυσεπουλώτων, οὐ μὴν ἤδη γε τῶν κακοήθων. ἀλλ’ αἱ γραφαὶ τῶν ὑπολοίπων ἓξ φαρμάκων τοῖς κακοήθεσιν ἁρμόττουσι διαφέρουσαι κατ’ ἰσχὺν ἀλλήλων, αἷς δυοῖν θάτερον ἐχρῆν, ἤτοι λογικὴν καὶ μεθοδικὴν ποιούμενον τὴν διδασκαλίαν προσγεγραφέναι τὴν κατὰ σφοδρότητα διαφορὰν, ὡς ἡμῶν νοησάντων, ἐπὶ μὲν τῶν κακοηθεστέρων ἑλκῶν τοῖς ἰσχυροτέροις χρῆσθαι φαρμάκοις, ἐπὶ δὲ τῶν μετριωτάτων τοῖς ἀσθενεστέροις· ἢ τοῖς ἐμπειρικοῖς ὁμοίως γράψαι, τοῖς μὲν φαγεδαινικοῖς καὶ ὅλως τοῖς ἀναβιβρωσκομένοις καὶ νεμομένοις ἐπιτήδεια τάδε τινὰ τῶν φαρμάκων εἶναι, τοῖς δὲ κοίλοις τάδε τινὰ, καὶ τοῖς μὲν ἱκανῶς ῥυπαροῖς ταυτὶ, τοῖς δὲ μετὰ φλεγμονώδους ἢ σκιῤῥώδους διαθέσεως ἢ τῶν χειλῶν τοῦ ἕλκους σκληρῶν ἢ ὀχθωδῶν ἢ μελάνων ἤ τινα ἄλλην χροιὰν ἐχόντων, ἴδια ἑκάστου. τούτων μὲν οὐδὲν ἐποίησεν ἐφεξῆς δ’ ἀλλήλων ἔγραψεν
684
ἓξ ἐπουλωτικὰς δυνάμεις, ὧν ἐγὼ τὴν σύνθεσιν ἐρῶ μετὰ τῶν οἰκείων διορισμῶν. τὸ μὲν οὖν πρῶιον αὐτῷ γεγραμμένον, ἕβδομον δ’ ἀπὸ τῆς ἀρχῆς ἰσχυρὸν ἱκανῶς ἐστιν ὡς ἂν ἴσον ἔχον ὄγκον, ἔλαβεν ἰοῦ καὶ λεπίδος, ἐκλέλυκε δ’ αὐτοῦ καὶ καθῄρηκε τὴν ἰσχὺν, ἡ τοῦ κηροῦ μίξις ὀκταπλασία μὲν ἑκατέρου, τετραπλασία δὲ συναμφοτέρου γενομένη. τοῦ μὲν γὰρ ἰοῦ καὶ τῆς λεπίδος οὐγγίαν ἑκατέρου μῖξαι κελεύει, τοῦ κηροῦ οὐγγίας ὀκτὼ, πάνυ καλῶς τοῦ συνθέντος αὐτὸ φυλαξαμένου μῖξαι τι τῶν μαλθακωδῶν, ἐλαίου λέγω καὶ στέατος, οἰσύπου τε καὶ βουτύρου καὶ ῥητίνης. ἀλλ’ ἐὰν λιπαρὸς ὁ κηρὸς μὴ ᾖ, δύσμικτά γε ἕξει τὰ μεταλλικὰ, κᾂν βιασόμεθα τὴν μίξιν αὐτῶν, ἢ παρὰ πυρὶ ποιεῖν ἢ ἐν ἡλίῳ θερμῷ, μικρὸν ὕστερον σκληρὸν ἔσται τὸ φάρμακον, ὥσθ’ ὅταν ἐπιτεθῇ τῷ ἕλκει, διφθέραν ἑαυτοῦ σκληρὰν ὁ κάμνων οἰήσεται ψαύειν. πάντα γὰρ τὰ τοιαῦτα φάρμακα τὴν χρῆσιν ἔχει τοιαύτην, ἢν καὶ θερμὰς ἔχων τις τὰς χεῖρας ἀναιρεῖται τηλικοῦτον μέγεθος ἐξ αὐτῶν, ἡλίκον μαλαχθέν τε καὶ πλατυνθὲν, ἐπιτεθήσεται καθ’ ὅλου τοῦ ἕλκους,
685
ὡς καὶ τὰ χείλη σκέπειν. ὅταν δ’ ᾖ βαθὺ, προσαναπληροῦται τὸ κοῖλον αὐτοῦ πᾶν, ἐντεθέντος αὐτῷ τοῦ φαρμάκου. καὶ μετὰ τοῦτο πάλιν ἐπιτίθεται πλάτυσμα ἕτερον, συμπεριλαμβάνον καὶ τὰ χείλη. κᾄπειτα τούτῳ βεβρεγμένον πάλιν ὀθόνιον ὕδατι ψυχρῷ τηλικοῦτον ἐπιβάλλεται κατὰ παντὸς, ὡς σκεπάσαι τὸ φάρμακον, εἶτ’ ἔξωθεν σπόγγος μαλακὸς, ἐπιδέσμῳ κατειλημμένος ἐξ ὀθόνης, ἤτοι ἅπαξ ἢ δὶς ἐν κύκλῳ περὶ τὸ πεπονθὸς μόριον ἑλιττομένῳ, τηλικούτῳ τὸ πλάτος, ὡς ἅπαν κατειλῆφθαι τὸ ἕλκος ἅμα τοῖς χείλεσι, καί τι καὶ τῶν ὑπερκειμένων τε καὶ ὑποκειμένων αὐτοῖς, ἡ δὲ ἐπίδεσις ἀπὸ δυοῖν ἀρχῶν γιγνέσθω, καλοῦσι δ’ οὕτως, ὅταν τὸ μέσον ὅλον τοῦ τελαμῶνος ἐπιβάλληται τῷ πεπονθότι τόπῳ, τῶν κεφαλῶν δ’ ἑκάτερον ἀπάγηται πρὸς τὸ ἀντικείμενον. εἶτα ἐὰν μὲν ἰσχυρὸν ᾖ τὸ ὀθόνιον, ὡς διὰ μιᾶς ἐπιβολῆς ἀσφαλῶς κατέχειν τὸν σπόγγον, αὐτόθι που συῤῥαφήσεται διὰ τῶν περάτων, ἀφαιρουμένου ψαλίδι τοῦ περιττεύοντος· ἐὰν δὲ ἀσθενὲς, αὖθις ἀχθήσεται τῶν κεφαλῶν ἑκάτερον ὁμοτόνως ἑλκόμενον ἐπὶ τὸ πεπονθὸς, ὅπερ ἐν τοῖς μάλιστα φυλακτέον ἐστὶ κατά τε τὴν πρώτην ἐπιβολὴν,
686
οὐχ ἥκιστα δὲ καὶ κατὰ τὴν δευτέραν. οὐ μὴν οὐδὲ ἐκείνου σε χρὴ λήθην ἔχειν, οὗ πρῶτος ὧν ἴσμεν Ἱπποκράτης εὗρεν, ἁμαρτανομένου πάλαι μὲν ὑπὸ πάντων τῶν πρὸ αὐτοῦ, νυνὶ δ’ ὑπὲρ τῶν μὴ μαθόντων νομίμως τὴν τέχνην. οἴονται γὰρ ἄμεινον εἶναι, τὸ μὲν ἡλκωμένον μέρος ἄθλιβον φυλάττειν, ἑκατέρωθεν δ’ αὐτοῦ περιβάλλειν τὸ ἐπίδεσμον, ὅπερ εἰς ὅσον ἐστὶ βλαβερὸν ὑφ’ Ἱπποκράτους ἐδείχθη. ὅταν οὖν σοι ταῦτα κατὰ τὴν πρώτην ἡμέραν πραχθῇ, τῇ δευτέρᾳ διάβρεχε τὸν σπόγγον, ἐπιχέων ὕδατι ψυχρῷ. θερμοῦ δὲ καὶ ξηροῦ τοῦ περιέχοντος ὄντος καὶ δὶς καὶ τρὶς τῆς ἡμέρας ποιητέον τοῦτο καὶ λυτέον τὸ ἐπίδεσμον διὰ τρίτης· εἰ δὲ χειμὼν εἴη, καὶ διὰ τετάρτης. ἐπισκεπτέον δὲ τὴν γεγονυῖαν ἐκ τοῦ φαρμάκου περὶ τὸν πεπονθότα τόπον ἀλλοίωσιν, ἔν τε τῇ κοιλότητι τοῦ ἕλκους καὶ κατὰ τὰ χείλη καὶ μέντοι περὶξ αὐτῶν. ἡ δ’ ἐπίσκεψις, ἐξ ὧν ἔμαθες ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι γιγνέσθω σοι, λέλεκται δὲ περὶ τούτων τῶν ἑλκῶν καὶ κατὰ τὴν θεραπευτικὴν μέθοδον. ἤτοι γὰρ ξηρότερον ἢ ὑγρότερον ἢ θερμότερον 
687
ἢ ψυχρότερον ἐφάνη τοῦ πρόσθεν, ὅλον τε τὸ πεπονθὸς μόριον ἕκαστόν τε τῶν μερῶν αὐτοῦ. καὶ πρὸς τούτοις ἐπισκέπτεσθαι προσήκει πότερα καθῄρηταί τι τῶν χειλῶν ἤ μεμάλακταί πως ἢ λελέπτυνται καὶ περὶ τῆς κατὰ τὴν χροιὰν ὑπαλλαγῆς καὶ περὶ τοῦ κατὰ τὸν ῥύπον πλήθους. ἐκ τούτων γὰρ εἴσῃ πότερον ἰσχυρότερον ἢ μαλακώτερον ἐπιθεῖναι προσήκει φάρμακον ἢ ταὐτὸ τῷ πρώτῳ. δυνήσῃ δὲ καὶ τὸ πρῶτον αὐτὸ ῥᾳδίως ἐξαλλάττειν, εἰ μὲν μαλακώτερον ποιῆσαι βούλοιο, μιγνὺς ἐν τῷ μαλάττειν ὀλίγον τινὸς τῶν στυφόντων ἐλαίου ἤτοι μυρσίνου ἢ ῥοδίνου ἢ μηλίνου ἢ σχινίνου ἢ μαστιχίνου ἢ κυπρίνου. εἰ δ’ ἰσχυρότερον ἤτοι τῆς λεπίδος ἢ τοῦ ἰοῦ, παρεσκευάσθω γάρ σοι τούτων ἑκατέρου βραχὺ λεῖον ἀκριβῶς, ἵν’ ἐν τῷ μαλάττειν προσβάλλῃς. ἐγὼ δὲ, ὡς ἴστε, καὶ προσεπιπάττω τι τῶν πραέων φαρμάκων τῷ ἕλκει καὶ κατ’ αὐτοῦ τὸ πρῶτον ἐπιτίθημι φάρμακον ἐμπλαστρῶδες. εὔδηλον δ’ ὅτι πραέα λέγω φάρμακα διφρυγὲς, σαρκοκόλλαν, χαλκῖτιν κεκαυμένην, ὁμοίως δὲ καὶ τὸν χαλκὸν καὶ τὸν ἰὸν κεκαυμένον καὶ τὸ χάλκανθον. ἄκαυστα μὲν γὰρ ταῦτα πάντα δριμέα, καυθέντα δὲ
688
μέτρια, πλυθέντα δὲ μετὰ τὴν καῦσιν ἄδηκτα γίγνεται. ἄμεινον δὲ καὶ τὴν ἔμπλαστρον αὐτὴν μεταῤῥυθμίζειν, ὡς εἴρηται, τῇ μίξει καί τι τῶν ἄλλων ἐπιτιθέναι φαρμάκων, ὧν ἐφεξῆς Ἀνδρόμαχος ἐμνημόνευσε, μὴ μόνον ὁρῶντας δυνάμεις τῶν μιγνυμένων, ἀλλὰ καὶ τὰς ποσότητας, ὥσπερ ἐπ’ αὐτοῦ τοῦ νῦν εἰρημένου. τετραπλάσιος γὰρ ὁ κηρὸς μίγνυται συναμφοτέρῳ τῷ τε ἰῷ καὶ τῇ τοῦ χαλκοῦ λεπίδι. μιχθεὶς οὖν τριπλάσιος ἰσχυρότερον αὐτὸν ποιήσει, καθάπερ γε κᾂν πενταπλάσιος, ἀσθενέστερον. οὕτως οὖν πράττειν χρὴ κᾀπὶ τῶν ἄλλων, οἷον ἐπὶ τοῦ μετὰ τὸ προειρημένον φάρμακον γεγραμμένου κατὰ τὴν ἑξῆς τάξιν ὀγδόου, συμμετρίαν ἔχοντος τήνδε. ♃ χρυσοκόλλης δραχ. β΄. λεπίδος δραχ. β΄. κηροῦ δραχ. στ΄. διφρυγοῦς δραχ. β΄. λιθαργύρου δραχ. η΄. ῥοδίνου ἢ μυρσίνου ὀλίγον. ἐν τούτῳ τῷ φαρμάκῳ χρυσοκόλλα μὲν καὶ διφρυγὲς αὐτὰ καθ’ αὑτὰ μόνα καταπαττόμενα τοῖς κακοήθεσιν ἕλκεσιν ἱκανὰ θεραπεύειν ἐστίν. ἡ λεπὶς δὲ ἰσχυρότερον καὶ τραχυντικώτερον καὶ δηκτικώτερον φάρμακόν ἐστι, καὶ διὰ τοῦτο λιθάργυρον ἔμιξεν ὁ συνθεὶς τὸ φάρμακον, ὑπειδόμενος
689
τὸ βίαιον τῆς λεπίδος, ἐκλῦσαί τε βουληθεὶς αὐτὸ τῇ μίξει τοῦ μαλακωτέρου φαρμάκου. καὶ εἴ τις ἄνευ κηροῦ τὰ τέτταρα μίξειε κατὰ τὴν εἰρημένην συμμετρίαν, ἕξει φάρμακον ξηρὸν ἐπίπαστον οὐκ ἀγεννὲς εἰς τὴν τῶν κακοήθων ἑλκῶν ἴασιν. ἀλλ’ ἔμπλαστρόν γε βουλομένῳ σοι ποιῆσαι τόν τε κηρὸν ἀναγκαῖόν ἐστι μιγνύναι. καὶ διὰ τὸ τῶν μεταλλικῶν πλῆθος ἐξ ἀνάγκης καὶ τῶν ὑγρῶν ἐμνημόνευσεν ὁ Ἀνδρόμαχος ἐν τῇ προκειμένῃ δυνάμει ῥοδίνου τε καὶ μυρσίνου. πάνυ γὰρ ὁ κηρὸς ὀλίγος ἐστὶν, ὡς πρὸς τὸ τῶν μεταλλικῶν πλῆθος. ὅπου τοίνυν τῆς χρυσοκόλλης μὲν καὶ τῆς λεπίδος καὶ τοῦ διφρυγοῦς, ἐκ δυοῖν δραχμῶν τῶν εἰρημένων, τῆς λιθαργύρου δὲ ὀκτὼ μίγνυσθαι κελεύει, τεσσαρεσκαίδεκα δηλονότι τὰς πάσας ἐργαζόμενος ἢ κηρὸν λιπαρὸν ἐδεῖτο μῖξαι πάμπολυ ἢ προσμῖξαί τι τῷ φαρμάκῳ τῶν ἐλαιωδῶν. ἐπὶ δὲ τοῦ προειρημένου φαρμάκου τετραπλάσιος ἦν ὁ κηρὸς τῶν μεταλλικῶν. ἔξεστιν οὖν ἡμῖν ἀφελοῦσι τὴν λιθάργυρον ἐκ τῶν ἄλλων συντιθέναι τὸ φάρμακον, ὥσπερ ἐγώ ποτε ἐποίησα. εἰ γὰρ τοῦτο πράξειέ τις, οὐ δεήσεται τοῦ μυρσίνου, λιπαροῦ γε, ὡς ἔφην, ὄντος τοῦ κηροῦ. σκληρὸς δ’ εἴπερ
690
εἴη, δεήσει προσθεῖναί τι καὶ τῶν ὑγρῶν. διὰ τοῦτο οὖν μοι δοκοῦσιν ἔνιοι καὶ τὰ τοιαῦτα φάρμακα προσγεγραφέναι τῷ κηρῷ, τινὲς μὲν τοῦ νέου, τινὲς δὲ τοῦ προσφάτου, οὐ μὰ Δία τῆς ἡλικίας αὐτοῦ χρῄζοντες, ὥσπερ ἐπ’ ἄλλων φαρμάκων, ἀλλὰ τῆς ὑγρότητος. ἔστι μὲν γὰρ ὄντως κρείττων ὁ νέος, ἀλλ’ οὐχ ὥστε φεύγειν ἤδη τὸν δυοῖν ἢ τριῶν ἐτῶν. ἐπὶ δὲ τὴν ἐφεξῆς τῇδε γεγραμμένην ἔμπλαστρον ἰέναι καιρὸς οὕτως ἔχουσαν. ♃ διφρυγοῦς δραχ. πδ΄. λιθαργύρου δραχ. σμ΄. κηροῦ δραχ. τιη΄. ἐλαίου κο. στ΄. εἴη δ’ ἂν τοῦτο τὸ φάρμακον ἐπουλωτικὸν, ἑλκῶν οὐδέπω μὲν κακοήθων, ἤδη δὲ δυσεπουλώτων. ξηραίνει μὲν γὰρ, ἀλλ’ οὐκ ἰσχυρῶς, ὥσπερ τὸ μετ’ αὐτὸ γεγραμμένον, οὐ μὴν οὐδ’ ἐν τηλικαύτῃ συμμετρίᾳ σκευάζειν αὐτὸ προσήκει. ταὐτὸν γὰρ αὐτῷ τοῦτό ἐστι. ♃ διφρυγοῦς δραχ. ιδ΄. λιθαργύρου δραχ. μ΄. κηροῦ δραχ. νγ΄. μυρσίνου ἐλαίου γο ι΄. ἑξαπλάσια γὰρ τούτων ἐστὶ τὰ ὑπὸ τοῦ Ἀνδρομάχου γεγραμμένα. τοῦτο μὲν οὖν ἐπουλωτικὸν ὄντως ἐστὶν ὅμοιον τῷ διὰ καδμείας καὶ τῇ γλυκείᾳ καλουμένῃ, περὶ ὧν κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται. τὸ δὲ μετ’
691
αὐτὸ γεγραμμένον ἰσχυρότερον μὲν, οὐ μὴν ἐγγύς γε τῷ πρώτῳ τῶν ἓξ τούτων, ἑβδόμῳ δ’ ἀπὸ τῆς πρώτης ἀρχῆς, εἰς ὃν τήν τε λεπίδα καὶ τὸν ἰὸν ἔμιξε τετραπλασίῳ κηρῷ. διφρυγοῦς γὰρ ἐπὶ τούτοις δραχ. ιστ΄. μιγνὺς, λιθαργύρου μὲν ἐπιβάλλει δραχ. μή. κηροῦ δὲ ξστ΄. εἶτα διὰ τὸ τούτων πλῆθος ἠναγκάσθη μιγνύειν αὐτοῖς μυρσίνου κο. α΄ S". ἀριθμείσθω τοιγαροῦν ἡμῖν ἐν τοῖς ἐπουλωτικοῖς καὶ τοῦτο. καὶ τὸ μετ’ αὐτὸ δὲ ταὐτοῦ μέν ἐστι γένους, πρᾷον δὲ ἱκανῶς καὶ ἄδηκτον ἐκ μολύβδου κεκαυμένου καὶ πεπλυμένου καὶ σποδίου καὶ καδμείας καὶ διφρυγοῦς καὶ τερμινθίνης συγκείμενον. Ζήνωνα δέ φησι καὶ χαλβάνην αὐτῷ μιγνύειν, ὅπερ ἐμοὶ περιττὸν εἰς τὰ προκείμενα φαίνεται. γράφει δ’ οὖν αὐτοῦ τὴν συμμετρίαν τοιάνδε. ♃ τοῦ μὲν πεπλυμένου μολύβδου δραχ.β΄. τοῦ δὲ σποδίου δραχ. δ΄. καὶ τῆς καδμείας ὡσαύτως δραχ. δ΄. τοῦ διφρυγοῦς δὲ α΄. ἢ δ΄. ἀναλαμβάνει δὲ αὐτὰ δραχ. στ΄. τῆς τερμινθίνης. τὸν δὲ Ζήνωνά φησι τῆς χαλβάνης μιγνύναι δραχ. S". ἄλλως δ΄. εἰ μὲν ὡς πρὸς τὸ μαλάξαι τὰ τυλώδη καὶ σκληρὰ χείλη καὶ διὰ τοῦτο καλούμενα 
692
πρός τινων ὀχθώδη καλῶς μιγνύντα, εἰ δ’ ὡς πρὸς τὴν κακοήθειαν τοῦ ἕλκους, οὐκ ὀρθῶς. κᾂν μὴ προσλάβῃ δὲ τῆς χαλβάνης ἔτι καὶ οὕτως ἀπολείπεται τῆς τῶν κακοήθων ἑλκῶν ἰσχύος. εἰκότερον οὖν ὡς ἐπουλωτικὰ τὰ δώδεκα ταῦτα ἐφεξῆς ἀλλήλων ἔγραψε φάρμακα. πλὴν γὰρ δυοῖν ἐν αὐτοῖς, τοῦ τε κατὰ τὴν τάξιν ἀπὸ τῆς ἀρχῆς ἑβδόμου καὶ τοῦ μετ’ αὐτὸ, τἄλλα πάντα δυσεπουλώτων μὲν ἐστιν ἑλκῶν ἰατικὰ, κακοήθων δ’ οὐκ ἔτι. καὶ γὰρ τὸ δωδέκατον ἐπ’ αὐτοῖς ὁμοίως ἐπουλωτικὸν μέν ἐστιν, ἀσθενέστερον δὲ ἢ ὣς γε κακοήθη θεραπεύειν. ἡ δὲ σύνθεσις καὶ τούτου τοιάδε τίς ἐστι. ♃ μολυβδαίνης δραχ. ρ΄. διφρυγοῦς δραχ. ιστ΄. σώρεως δραχ. ι΄. μίσυος κυπρίου ὀπτοῦ δραχ. η΄. ῥητίνης τερμινθίνης δραχ. η΄. κηροῦ δραχ. μ΄. μυρσίνου δραχ. μ΄. . διὰ βραχυτέρας δὲ συμμετρίας ἀνάλογον ἐχούσης τῇδε συντιθέναι χρὴ πάντα τὰ τοιαῦτα φάρμακα γινώσκοντας ὑμᾶς, σκληρὰ καὶ λιθώδη γίγνεσθαι ταχέως αὐτά. τοσοῦτον οὖν ἄμεινον ἑκάστου σκευάζειν, ὅσου περ ἂν ᾖ χρεία. καὶ μάλιστα ἐὰν χειμὼν διαδέχηται τὴν χρῆσιν
693
αὐτῶν. εἰ δὲ τέταρτον μέρος ἑκάστου τῶν εἰρημένων λαμβάνοις, τῆς μὲν μολυβδαίνης πέντε καὶ εἴκοσι ἔσονται δραχμαὶ, τέσσαρες δὲ τοῦ διφρυγοῦς, δύο δὲ καὶ ἡμίσεια τοῦ σώρεως, τοῦ δὲ ὀπτοῦ μίσυος δύο καὶ τῆς τερμινθίνης δραχ. θ΄. ἄλλως β΄. κηροῦ δὲ καὶ μυρσίνου τὸ ἴσον ἑκατέρου δραχ. ι΄. συναμφότεροι δὲ δηλονότι τῶν εἴκοσιν. ἐπὶ πάντων δὲ τῶν τοιούτων φαρμάκων τήξας τὰ τηκτὰ καὶ ψύξας, ἔπειτα ξύσας μίγνυε τοῖς ξηροῖς ἀκριβῶς λελειωμένοις. ἐὰν γὰρ ἐπικαταχέῃς αὐτοῖς τὰ τηκτὰ, συμβαίνει πολλάκις ἐγκηρίδας γίγνεσθαι, καὶ μάλισθ’ ὅταν ᾖ κρύος. εἰ δ’ ἐν ἡλίῳ θερμῷ τὴν μίξιν ποιοῖς, καὶ καταχεῖν ἐγχωρεῖ κινοῦντα σφοδρῶς, τὰ μὲν πρῶτα τῇ σπάθῃ, τῷ δοίδυκι δ’ ὀλίγον ὕστερον. ἄμεινον δὲ ἐπὶ τῶν τοιούτων πάντων τὴν σπάθην φοίνικος εἶναι κλάδον. ταῦτα μὲν οὖν ὁ Ἀνδρόμαχος ἔγραψεν, ὡς ἔφην, ἀδιορίστως ιβ΄. φάρμακα προγράψας αὐτῶν κοινῇ τοῦτο μόνον, ὥς ἐστιν ἐπουλωτικά. τὴν διαφορὰν δ’ αὐτῶν ἐξηγησάμην ἐγὼ σαφῶς ὡς νομίζω, ποδηγῆσαι δυναμένην ἄνδρα συνετὸν εἰς τὴν κατὰ μέρος ἐπιδέξιον χρῆσιν. ἔξωθεν δὲ
694
τούτων ἄλλων ἐμνημόνευσε πολυχρήστων φαρμάκων, ὥσπερ εἰς ἄλλας πολλὰς διαθέσεις ἐπιτηδείων, οὕτως καὶ εἰς τὴν τῶν δυσεπουλώτων, ὧν κᾀγὼ μνημονεύσω κατὰ τὸν ἑξῆς λόγον, ἔνθα περὶ τῶν πολυχρήστων φαρμάκων διέξειμι. νυνὶ δὲ περὶ τῶν ἰδίως ἁρμοττόντων τοῖς κακοήθεσι καὶ δυσεπουλώτοις ὁ λόγος ἐστί μοι. καὶ μᾶλλόν γε περὶ τῶν κακοήθων, ἃ καὶ χειρώνεια καλοῦσιν ἔνιοι, καθάπερ καὶ αὐτὸς ὁ Ἀνδρόμαχος. ἐφεξῆς γοῦν ὧν ἄρτι πέπαυμαι λέγων δώδεκα φαρμάκων δύο μὲν πρὸς ἄνθρακας, ἓν δὲ πρὸς ἕρπητας, γράψας ἐπὶ τοῖς τρισὶ τέταρτον ἄλλο κατὰ τήνδε τὴν λέξιν ἔγραψεν. ἐπουλωτικὴ πρὸς τὰ χειρώνεια Διοσκορίδου. πσικιλώτερον μὲν, οὐ μὴν ἰσχυρότερον φάρμακον τοῦ προγεγραμμένου συνθεὶς, καθ’ ὃ τετραπλάσιον ἐμίγνυε τὸν κηρὸν συναμφοτέρου, τῆς τε λεπίδος καὶ τοῦ ἰοῦ. κατὰ δὲ τὸ νῦν προκείμενον ἐλάττονα βαλὼν τὸν κηρὸν τῆς τῶν μεταλλικῶν ἀναλογίας τήκειν αὐτὸν κελεύει μυρσίνῳ ἢ ῥοδίνω ὀλίγῳ, μὴ προσγράψας αὐτῶν τὴν ποσότητα. παραγράψω δὲ ἤδη τὸ σύμπαν αὐτοῦ κατὰ τὴν τοῦ Ἀνδρομάχου
695
λέξιν. ἐπουλωτικὴ πρὸς τὰ χειρώνεια Διοσκορίδου. ♃ χρυσοκόλλης δραχ. β΄. ἰοῦ ξυστοῦ δραχ. β΄. λεπίδος δραχ. β΄. κηροῦ δραχ. στ΄. διφρυγοῦς δραχ. β΄. λιθαργύρου δραχ. η΄. ῥοδίνου ἢ μυρσίνου ὀλίγον, ὥστε τακῆναι. τοῦτο τὸ φάρμακον ἀκριβῶς ταὐτόν ἐστι τῷ προγεγραμμένῳ, κατὰ τὰ δώδεκα ἐπουλωτικὰ μετὰ τὸ διὰ τῆς λεπίδος καὶ τοῦ ἰοῦ τῇ τάξει, καθάπερ ἔφην, ὄγδοον ἐν αὐτοῖς, ἑνὶ μόνῳ πλεονεκτοῦν ἐκείνου τῷ ἰῷ, καὶ διὰ τοῦτο ἐκεῖνο μὲν ἐν τοῖς ἐπουλωτικοῖς ἔγραψεν, ἐπὶ τούτου δὲ μείζονα τὴν ἐπαγγελίαν ἐποιήσατο πρὸς τὰ χειρώνεια φήσας ἁρμόττειν αὐτό. καὶ μέντοι καὶ κατὰ τοῦτο καλλίστου φαρμάκου μνημονεύει γράφων οὕτως. ἐπουλωτικὴ ἐκ τῶν Πριμίωνος πρὸς τὰ ἀπεγνωσμένα. βούλεται δ’ αὐτῷ τοὔνομα τὸ ἀπεγνωσμένα σημαίνειν ἐκεῖνα τῶν ἑλκῶν, ὅσα πολλοὶ θεραπεῦσαι σπουδάσαντες οὐκ ἔτυχον τοῦ τέλους, ἀλλ’ ἀπέστησαν ὡς ἀνιάτων. χρὴ θαῤῥεῖν τῷ φαρμάκῳ τῷδε τά τ’ ἄλλα καὶ τῇ πείρᾳ κεκριμένῳ. σύνθεσιν δ’ αὐτοῦ γράφει τήνδε. ♃ σώρεως δραχ. κδ΄. στυπτηρίας σχιστῆς
696
δραχ. ιστ΄. σιδίων δραχ. ιστ΄. ἀσβέστου δραχ. ιστ΄. λιβάνου δραχ. λβ΄. κηκίδος δραχ. λβ΄. κηροῦ δραχ. ρκ΄. στέατος μοσχείου δραχ. ρξ΄. ἐλαίου παλαιοῦ κοτύλην α΄. αὕτη μὲν ἡ συμμετρία τῶν μιγνυμένων ἁπλῶν φαρμάκων, εἰ τὴν τοῦ προκειμένου συνθέτου κατασκευήν. ὅπως δὲ χρὴ σκευάζειν αὐτὸ παρέλιπεν, ὥσπερ καὶ ἐπὶ ἄλλων πολλῶν ἀναγκαίαν ἐχόντων τὴν διήγησιν τῆς σκευασίας. ἐπὶ τούτου μὲν γὰρ καὶ πάνυ ῥᾴδιός ἐστιν, ὡς ὀλίγον ὕστερον εἰρήσεται. γινώσκειν δὲ ὑμᾶς βούλομαι πρὸ πάντων ὡς ἐὰν μὴ παρείη ποτὲ μόσχειον στέαρ, ἀντ’ αὐτοῦ μιγνύναι τὸ παλαιὸν ὕειον, ὃ καλοῦσιν ἀξούγγιον. ἄναλον δ’ εἶναι χρὴ τοῦτο καὶ μὴ πάνυ πολλῶν ἐτῶν. ἔστιν οὖν καὶ τὸ παλαιὸν ἔλαιον ἱκανῶς διαφορητικὸν, ἔστι δὲ καὶ τὸ στέαρ ἀδήκτως ἄμφω τοῦτο δρῶντα. τὸ δὲ βόειον ὁμοίως μέν ἐστι διαφορητικὸν, ἄδηκτον δ’ οὐχ ὁμοίως. ἐν τῷ μεταξὺ δ’ ἀμφοῖν ἐστι τὸ μόσχειον, ὅσῳ τοῦ χοιρείου δριμύτερόν ἐστι, τοσούτῳ τοῦ βοείου μαλακώτερον ὑπάρχει. τὸ μὲν οὖν φάρμακον, ὑπὲρ οὗ πρόκειται λέγειν, ἰσχυρότατα μὲν ἔχει σῶρυ καὶ τὴν σχιστὴν στυπτηρίαν καὶ 
697
τὰ σίδια καὶ τὴν κηκίδα, οὐ μὴν διαφορητικήν γε δύναμιν ἔχοντα γενναίαν, ἀλλὰ τὴν καλουμένην στυπτικήν. εὔδηλον, δ’ ὅτι κηκίδα μὲν ἀεὶ βάλλειν προσήκει τὴν ὀμφακῖτιν ὀνομαζομένην, στυπτηρίαν δὲ τὴν Αἰγυπτίαν τε καὶ σχιστήν. εἰ δὲ ἀπορήσαιμεν αὐτῆς, τὴν στρογγύλην παχυμερεστέραν μὲν οὖσαν τῆς σχιστῆς, οὐχ ἧττον δὲ στύφουσαν. ὅτι δὲ σίδια τὰ τῆς ῥοιᾶς λέμματα καλεῖται πάντες γινώσκουσιν. ὀλιγοχρόνιός γε μήν ἐστι τῆς ἀκμῆς αὐτῶν ὁ καιρὸς, ἐάν τις θέλῃ ξηρὰ κόπτειν τε καὶ λειοῦν. ἅμα γὰρ τῷ ξηραίνεσθαι καὶ τὴν δύναμιν ἀσθενεστέραν ἔχει τὰ σίδια μετὰ τῆς διαφορουμένης ὑγρότητος αὐτῶν ἀπολλυμένην. ἀσφαλέστερον οὖν ἐστιν ἔγχυλα λαβόντα προαφεψεῖν ἐν οἴνῳ μέχρις ἂν εὐλείωτα γένηται. χρὴ δὲ τὸν οἶνον αὐστηρὸν μὲν εἶναι πάντως, ἀλλὰ μήτε λίαν νέον· οἱ γὰρ αὐστηροὶ παχυμερεῖς εἰσι, πρὶν χρονισθῆναι· μήτε λίαν παλαιὸν, ὡς ἤδη δριμὺν ὑπάρχειν αὐτόν. ὁ μὲν γὰρ νέος οὐκ εἰσδύεται τῷ βάθει τοῦ σώματος, ὁ δὲ παλαιὸς δριμὺς καὶ δακνώδης ἐστίν. ἀμείνων οὖν ὁ μέσος κατὰ τὴν ἡλικίαν. εἴη δ’ ἄν οὗτος τοὐπίπαν ἐν τῷ μεταξὺ τοῦ τε πενταετοῦς καὶ τοῦ δεκαετοῦς.
698
ἀνασμνῆσαι δὲ καὶ νῦν ἀναγκαῖόν ἐστι τοῦ πολλάκις πολλοῖς εἰρημένου περὶ τῶν αὐστηρῶν καὶ στρυφνῶν καὶ ὅλως στυφόντων οἴνων τε καὶ σιτίων καὶ φαρμάκων, ἔτι δὲ πρότερον ὑπὲρ τῶν κατὰ τὰς εἰρημένας φωνὰς σημαινομένων. ἐκ μὲν γὰρ τῆς αὐστηρὸν τὸ μετρίως στῦφον σημαίνεται παρὰ τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς στρυφνὸν τὸ βιαίως καὶ σφοδρῶς. τὸ δ’ ἀμφοῖν γένος κοινὸν ἐκ τοῦ τῆς στύψεως ὀνόματος δηλοῦται, μὴ προσδιασαφουμένου πότερα σφοδρῶς ἢ ἀμυδρῶς. πάντα μὲν οὖν τὰ στύφοντα συνάγει καὶ πυκνοῖ τοὺς πόρους κᾀπιδεῖ καὶ σφίγγει τὴν οὐσίαν τῶν ὁμιλούντων ἑαυτοῖς μορίων. ἧσσον δὲ καὶ μᾶλλον ἐργάζεται τοῦτο πρὸς τὸ ποσὸν τῆς στύψεως. ἐν δὲ τῷ σφίγγεσθαι καὶ πυκνοῦσθαι τὸ ἐπιπολῆς τοῦ στυφομένου σώματος ἀποκλείεταί τε καὶ κωλύεται πρὸς τὸ βάθος ἰέναι τῶν στυφόντων ἡ δύναμις. καὶ διὰ τοῦτο καλῶς ἐπενόησαν ἔνιοι τῶν ἰατρῶν μιγνύναι τοῖς τοιούτοις φαρμάκοις ἕτερα λεπτομερῆ καὶ δριμεῖαν ἔχοντα δύναμιν ἕνεκα τοῦ δι’ αὐτῶν εἰς τὸ βάθος τοῦ σώματος ἄγεσθαι ποδηγουμένας τὰς τῶν στυφόντων δυνάμεις. τοῦτ’ οὖν αὐτὸ νοήσας ὁ συνθεὶς αὐτὸ τὸ
699
προκείμενον φάρμακον ἔμιξεν αὐτῷ τὴν τίτανον ἄσβεστον. ἐν δὲ τῇ τοῦ Ἀνδρομάχου βίβλῳ παραλέλειπται μὲν ἡ τῆς τιτάνου προσηγορία, τὸ δὲ τῆς ἀσβέστου μόνον ὄνομα γέγραπται, πολλὰ καὶ ἄλλα τῶν ἰατρῶν ἕνεκα συντόμου λέξεως οὕτως ἑρμηνευόντων. αὐτίκα χοῦν ἐν αὐτοῖς τοῖς φαρμάκοις, ὅσα πρὸς δυσεπούλωτα καὶ κακοήθη συντεθείκασι, λεπίδος ἁπλῶς γεγραμμένης χωρὶς τοῦ προσκεῖσθαι χαλκοῦ καὶ σχιστῆς χωρὶς στυπτηρίας καὶ τὸ τερμινθίνης χωρὶς τοῦ προσκεῖσθαι τὸ ῥητίνης· προσυπακούομεν αὐτοῖς τὰ παραλελειμμένα κατὰ τὴν λέξιν οὕτως, ὥσπερ καὶ νῦν ἐπὶ τῆς ἀσβέστου τὴν τίτανον. ὀνομάζουσι γὰρ κατ’ ἐξοχὴν τὴν αὐτὴν μόνην ἐσβεσμένην τε καὶ ἄσβεστον, οὐχ ἧττον καὶ τοῖς ἄλλοις ὅσα καίεται, πρεπούσης τῆς προσηγορίας. μίξας οὖν τὴν ἄσβεστον τίτανον ὁ συνθεὶς τὴν ἔμπλαστρον τήνδε τοῖς στρυφνοῖς φαρμάκοις, ἰσχυρὸν εἰργάσατο τὸ ἐξ ἁπάντων σύνθετον ἕνεκα τοῦ μέχρι τοῦ βάθους ἀφικνεῖσθαι τὴν δύναμιν αὐτοῦ. ἐπεὶ δὲ ἐξ ἰσχυροτάτων φαρμάκων ἡ σύνθεσις ἐγεγόνει, παρηγορικὸν δ’ οὐδὲν οὐδὲ πραϋντικὸν, οὐδὲ
700
τῆς πεπτικῆς ὕλης εἶχεν, εἰκότως ἔμιξεν αὐτῷ πυοποιὸν φάρμακον τὸν λιβανωτόν. εἰ μὲν οὖν ξηρῷ τῷ συνθέτῳ χρῆσθαί τις ἔμελλεν, ἐπιπάττων αὐτὸ κατὰ τοῦ ἕλκους, ἦν ἂν οὕτω γε σφοδρὸν ἱκανῶς καὶ δακνῶδες καὶ τραχυντικὸν καὶ διαβρωτικόν. ἐπεὶ δ’ ἔμπλαστρον αὐτὸ προὔκειτο ποιῆσαι, δῆλον μὲν ὅτι ῥητίνης ἢ κηροῦ μικτέον ἦν ἢ καὶ πρὸς τούτοις στέατος ἢ μυελοῦ, καὶ εἰ μηδέπω σύστασιν ἐμπλαστρώδη διὰ τούτων λάβοι προσβαλεῖν ἐλαίου τινός. ὅταν δὲ προσθῶ τό τινος, ἀκούειν χρή σε πρὸς τῷ κυρίως τε καὶ ἁπλῶς ἐλαίῳ λεγομένῳ καὶ τὸ μετὰ προσθήκης ὀνομαζόμενον ῥόδινον ἔλαιον ἢ μύρσινον ἢ κύπρινον ἢ τι τοιούτων. διώρισται γὰρ ἤδη πολλάκις ὅπῃ διαφέρει μύρον εἰπεῖν ῥόδινον ἐλαίου ῥοδίνου καὶ μύρον κύπρινον ἐλαίου κυπρίνου καὶ τῶν ἄλλων ὁμοίως. εἰκότως οὖν ἡ τῶν τοιούτων φαρμάκων μίξις οὐχ ἡ αὐτὴ γέγονεν ἅπασι τοῖς συνθεῖσι τὰς τοιαύτας ἐμπλάστρους. ὅτι γὰρ αἰτίαι πλείους εἰσὶ τῆς τοιαύτης διαφορᾶς οὐκ ἐξ ἐπινοίας, ἀλλ’ ἐμπειρίας εὗρον ἐμαυτῷ συμβεβηκυίας. ἐνίοτε μὲν γὰρ ἐξ ὀλίγων τὸν ἀριθμὸν τῶν ἁπλῶν
701
ἔσπευσα συνθεῖναι τὸ φάρμακον, ἐνίοτε δὲ ἐκ πλειόνων, ἔστι δ’ ὅτε καὶ πλείστων ἢ πάντων τῶν ὁμογενῶν. καὶ μέντοι καὶ τῷ τινὰ μὲν ἔχειν ἄφθονα, τινὰ δ’ οὐδ’ ὅλως ἢ ἐλάχιστα κατὰ τὸν καιρὸν ἐκεῖνον ἐξ ὧν εἶχον, περὶ τὴν σύνθεσιν ἐτραπόμην τοῦ φαρμάκου τῆς χρείας ἐπειγούσης, εἶθ’. εὑρὼν αὐτὸ τῇ πείρᾳ δόκιμον, οὕτως ἐχρησάμην ἀεί. πολλάκις δ’ ἑκὼν ἔνια μὲν ἰσχυρότερα τῶν συνθέτων φαρμάκων, ἔνια δὲ ἀσθενέστερα ποιῆσαι προθέμενος, ὡς πρὸς πλείονας ἔχειν διαθέσεις ἁρμόττοντα φάρμακα, διαφερούσας ἐποιησάμην τὰς συνθέσεις, καὶ μέντοι κᾀκ τοῦ πλειόνων χρῄζειν δυνάμεων τὸ τὴν ἕλκωσιν ἔχον μόριον, ὥσπερ ὅταν ἅμα τε κοῖλον καὶ πλαδαρὸν καὶ ῥυπαρὸν ὀχθῶδές τε τοῖς χείλεσι καὶ ῥευματιζόμενον ἐκ τῶν ὑπερκειμένων. ἐὰν γὰρ ἁρμόζεσθαί τις ἐθέλοι πρὸς ἅπαντα τὰ συμβεβηκότα τοῖς ἡλκωμένοις οὕτω μορίοις, ἀναγκαῖον αὐτῷ διαφορουσῶν δυνάμεων ὕλας μιγνύειν. ἐὰν δ’ ἕν τι πρῶτον, ὃ κατεπείγει, θεραπεύειν ἐθέλῃ τῶν ἄλλων ἀμελῶν, οὐκ ἀναγκαῖον εἰς ποικιλίαν φαρμάκων ἐκτρέπεσθαι. δῆλον οὖν ὅτι καὶ οἱ πρὸ 
702
ἐμοῦ συνθέντες τὰ τοιαῦτα φάρμακα διὰ τὰς προειρημένας αἰτίας διηνέχθησαν, οἷον εὐθέως ἐπὶ τοῦ προκειμένου νῦν φαρμάκου τὸ μόσχειον εἵλετο στέαρ συνθεὶς, ἐπειδὴ μαλακτικόν ἐστι τῶν ἐσκληρυσμένων χειλῶν. ἔμελλεν οὖν αὐτῷ διττὴν παρέξειν χρείαν, τὴν μὲν ἑτέραν ὡς μαλακώδη εἰς ἕνωσιν τῶν ξηρῶν, ἃ πρώτως ἦν ὠφέλιμα, τὴν δ’ ἑτέραν, ὅπως καὶ αὐτό τι τῶν συμβεβηκότων τῷ πεπονθότι μορίῳ θεραπεύοι. ἔτι δ’ ἂν μᾶλλον ὠφελίμως μιχθείη μυελὸς ἐλάφειος ἐπὶ τῶν ἐσκληρυσμένων χειλῶν, ἢ εἰ μὴ τοῦτον ἔχοιμεν, μόσχειος. εἰ δὲ μηδὲν τούτων παρείη, τῶν ὑγρῶν τε καὶ μὴ δριμέων ῥητινῶν τις. ἐκ μὲν γὰρ τῆς ὑγρότητος, ἅμα δὲ καὶ γλισχρότητος, ἣν ἔχουσι σύμφυτον αἱ ῥητίναι πᾶσαι, σύνδεσμος γίγνεται τῶν ξηρῶν φαρμάκων, ἐκ δὲ τοῦ μὴ σαφῶς εἶναι δριμείας τὸ μὴ παροξύνειν τὸ ἕλκος. εἰκότως οὖν ἔμιξάν τινες ἐν ταῖς συνθέσεσι ταῖς τοιαύταις τῶν φαρμάκων ἤτοι τὴν τερμινθίνην ἢ τὴν λάρικα προσαγορευομένην ῥητίνην. μεμνῆσθαι δ’ ὑμᾶς ἐν τῇ συνθέσει χρὴ καὶ τοῦδε, τοῖς πολλοῖς τῶν ἰατρῶν ἀμελουμένου, τισὶ δὲ καὶ δι’ ἄγνοιαν
703
ἁμαρτανομένου. πιστεύουσι γὰρ τοῖς ῥωποπώλαις ἔλαιον παλαιὸν ἐπαγγελλομένοις διδόναι μὴ γιγνώσκοντες ὅπως αὐτὸ παραδιδόναι ποιοῦσι στέαρ παλαιὸν ὕειον, ὅταν ἀκριβῶς ἐξινίσωσι, τήκοντες καὶ ἀναμιγνύντες ἐλαίῳ τῷ κοινῷ. φαίνεται γὰρ οὕτω παχὺ μὲν ὁρῶσιν, ὀσμωμένοις δὲ δυσῶδες, ὡς τὸ παλαιόν. ὁμοία μὲν οὖν ἡ δυσωδία, τῷ δ’ ἀκριβῶς ἑκατέρου μεμνημένῳ σαφὴς ἡ διαφορά. ἄλλη μὲν γὰρ ἰδιότης ἐστὶ τῆς ὀσμῆς στέατος, ἄλλη δὲ ἐλαίου παλαιοῦ. καὶ τὸ πάχος δὲ αὐτοῦ τοῦ δεδολωμένου συνεχὲς οὐκ ἔστιν, οὐδ’ ὁμοιομερὲς, ὥσπερ τὸ τοῦ μὴ δολωθέντος, ἀλλὰ καὶ πρὸς τῷ πυθμένι τοῦ ἀγγείου παχύτερον γίγνεται. τὸ δ’ ἐπιπολῆς λεπτότερον, ὅθεν καὶ διακινοῦσιν αὐτὸ, διδόντες τοῖς ὠνουμένοις οἱ παραποιήσαντες. ἀλλὰ κᾂν ἀληθῶς ᾖ τὸ ἔλαιον ἄνευ τῆς τοιαύτης πανουργίας αὐτοφυὲς, ὄνομα μὲν ἔχει τοῦτο δὴ τὸ παλαιὸν, ἡ δύναμις δ’ οὐκ ἐγγύς ἐστι τῷ τριετεῖ πρὸς τὸ τριακονταετὲς ἢ τῷ τετραετεῖ πρὸς τὸ πεντηκονταετές. ἐπικτᾶται μὲν γάρ τινα δῆξιν ἐν τῷ χρόνῳ τό τε ἔλαιον καὶ τὸ στέαρ, ὅταν παλαιωθῇ. ἀλλὰ αὕτη μὲν μεγίστη,
704
μεγίστη δὲ ἡ κατὰ δύναμιν ἐξαλλαγή. διαφορικώτατα γάρ ἐστι τό τε ἔλαιον καὶ τὸ στέαρ, ὅταν παλαιωθῇ. καὶ τούτου πειραθεὶς ἐγὼ διὰ τὸ κατά τινα τύχην ἔλαιόν τε καὶ στέαρ ἔχειν παλαιότατον, τοῦ πατρὸς ἐκ πολλοῦ φυλάττοντος αὐτὰ, αὐτὸς πάλιν ἄμφω κατέθηκα δαψιλῆ, κομιδῇ νέος ὢν, ὅπως ἔχοιμι χρονίζουσιν αὐτοῖς χρῆσθαι μετὰ τὸ καταναλῶσαι τὰ τοῦ πατρός. ἀλλὰ καὶ μετὰ ταῦτα πάλιν οὐκ ὀλιγάκις ἀπεθέμην ἀμφότερα παλαιωθησόμενα. καὶ νῦν ἐστί μοι τοσοῦτον πλῆθος αὐτῶν, ὡς ἐξαρκέσαι κᾂν ἑκατὸν ἔτη ζήσω. καὶ τοίνυν τὸ προκείμενον ἐν τῷ λόγῳ φάρμακον ἔλαιόν τε καὶ στέαρ ἐτῶν τεσσαράκοντα λαβὸν ἀεὶ παρ’ ἐμοὶ τὰ κακοηθέστατα τῶν πολυχρονίων ἑλκῶν ὠφέλησε. ἐλπίδος μειζόνως. ἔστι δὲ τὰ τοιαῦτα τῶν ἑλκῶν, ἐφ’ ὧν αὐτὸ τὸ πεπονθὸς μόριον ἐν καχεξίᾳ τοσαύτῃ γέγονεν, ὡς κᾂν εὔπεπτον ᾖ τὸ παραγιγνόμενον ἐπ’ αὐτὸ τροφῆς ἕνεκεν αἷμα, μεταβάλλειν τε καὶ διαφθείρειν, ἐάν τε κακόχυμον ᾖ τὸ ἐπιῤῥέον εἰς τοσοῦτον, ὡς εἰ καὶ μηδὲν ἐπεπόνθει τὸ μόριον, ὑπ’ ἐκείνου γοῦν αὐτοῦ μόνου διαβιβρώσκεσθαι.
705
θαυμαστῶς οὖν ὁ συνθεὶς αὐτὸ τὰ μὲν στυπτικὰ φάρμακα δύναμιν ἀποκρουστικὴν ἔχοντα παρέλαβεν, ὡς μηδὲν ἐπιῤῥέοι τῷ πεπονθότι μορίῳ κατὰ τὸν τῆς ἰάσεως καιρὸν, τὰ δὲ διαφορητικὰ, χάριν τοῦ τοὺς περιεχομένους ἰχῶρας ἐν τῷ πεπονθότι μορίῳ διαφορῆσαί τε καὶ κενῶσαι. περὶ δὲ τῆς συμμετρίας αὐτῶν ᾧδε ἔχει. τῆς μὲν σχιστῆς στυπτηρίας καὶ τῶν σιδίων, ὡς σφοδρότατα στυφόντων, ἔλαττον ἐνέβαλεν, ἑκκαίδεκα δραχμαῖς ἑκατέρου μίξας εἰς ταὐτὸ, τοῦ σώρεως δὲ τὸ ἡμιόλιον ἑκατέρου, τουτέστι τέσσαρας ἐπὶ ταῖς εἴκοσι, ἧττον μὲν στύφοντος, οὐχ ἧττον δὲ ξηραίνοντος, ἴσον δὲ συναμφοτέρου, τῆς τε σχιστῆς καὶ τῶν σιδίων, ἐνέβαλλε τῆς κηκίδος ἐπὶ ταῖς τριάκοντα δραχμαῖς δύο προσθεὶς, ὡς ἀσθροισθῆναι τὰς πάσας ἐκ τῶν φαρμάκων ὀκτὼ καὶ ὀγδοήκοντα. τούτοις δ’ ἀντέταξεν ἰσχυρῶς διαφορητικόν τε καὶ ξηραντικὸν φάρμακον τὴν ἄσβεστον, ἀρκεσθεὶς ἑκκαίδεκα δραχμαῖς, ἱκαναὶ γὰρ αὗται τὴν τῶν στυφόντων ποδηγῆσαι δύναμιν. ἑκατὸν γοῦν καὶ τεττάρων ἀθροισθεισῶν δραχμῶν ἐκ τῶν μεταλλικῶν φαρμάκων, ἐνεδέχετο μὲν
706
καὶ πλέον αὐταῖς μῖξαι τοῦ λιβανωτοῦ. καὶ τοσούτῳ γε ἂν ἐγεγόνει τὸ φάρμακον πρᾳότερον, ὅσῳ πλέον ἐμέμικτο. σφοδρὸν δ’ αὐτὸ φυλάξαι βουληθεὶς ἔλαττον ἔμιξε. σοὶ δ’ ἔξεστι διττῶς αὐτὸ συνθεῖναι. μετὰ γὰρ τὸ λειῶσαι τὰ πρῶτα πέντε καὶ μῖξαι πάνθ’ ὁμοῦ, διελὼν εἰς δύο μοίρας τὸ γενησόμενον ἄθροισμα τῇ μὲν ἑτέρᾳ μοίρᾳ μῖξον ἑκκαίδεκα δραχμῶν τοῦ λιβανωτοῦ, τῇ δ’ ἑτέρᾳ τὸ διπλάσιον, εἶτα τήξας καὶ ψύξας καὶ ξύσας τὴν γενομένην ἐκ τῶν τηκτῶν φαρμάκων κηρωτὴν, διελὼν καὶ ταύτην δίχα τὸ μὲν ἕτερον μέρος μῖξον τῷ πλέονα τὸν λιβανωτὸν ἔχοντι, τὸ δ’. ἕτερον τῷ λοιπῷ. καὶ περὶ τὴν τοῦ κηροῦ δὲ καὶ στέατος συμμετρίαν ὁ πρῶτος στοχασμὸς ἱκανὸν ἔχει τὸ πλάτος, οὐκ εἰδότων ἡμῶν ἀκριβῶς ὁποῖόν τι τῇ συστάσει τὸ φάρμακον ἔσοιτο. μετὰ δὲ τὸ μιχθῆναι πάντα δῆλον γίγνεται πότερον ἁπαλώτερον ἢ σκληρότερον ἀπετελέσθη τοῦ προσήκοντος, ὥστ’ ἐν τῇ δευτέρᾳ συνθέσει προσελθεῖν ἡμᾶς ἀκριβέστερον τῷ στοχασμῷ καὶ τούτων μὲν αὐτῶν καὶ σὺν αὐτοῖς δὲ τοῦ ἐλαίου. ὥσπερ γὰρ ἄνευ λογικῆς μεθόδου συνθεῖναι φάρμακον ἀδύνατόν ἐστιν, οὕτως ἄνευ πείρας οὐχ 
707
οἷόν τε γνῶναι βεβαίως τε καὶ ἀκριβῶς τὴν δύναμιν αὐτοῦ. τοῦτο μὲν οὖν τὸ φάρμακον αὐτὸς ὁ Ἀνδρόμαχος ἔφη τοὺς ἀπεγνωσμένους ἀρήγειν. ἐφεξῆς δ’ αὐτοῦ πρὸς παρωνυχίας τι γράψας, μετ’ αὐτὸ πάλιν οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασι. πρὸς τὰ κακοήθη ἐπὶ Βαλλερίας Σεκούνδης. προσυπακοῦσαι δὲ δεῖ δηλονότι τὸ ἐχρησάμην. ἡ δ’ ὕλη τοῦ φαρμάκου δηλοῖ θεραπείας μὲν ἀγωνιστικῶς ἀπολειπομένη, παρηγορεῖν δὲ δυναμένη τὰ παροξυνόμενα διὰ τῆς τῶν ἀγωνιστικῶν φαρμάκων προσαγωγῆς. ἡ οὖν σύνθεσις αὐτοῦ τοιάδε τίς ἐστι. ♃ Τυῤῥηνικοῦ δραχ. η΄. προσυπακοῦσαι δὲ δηλονότι τοῦ κηροῦ, στέατος ταυρείου δραχ. δ΄. τερμινθίνης δραχ. δ΄. μολύβδου κεκαυμένου δραχ. δ΄. ἐμμότῳ χρῶ. ταῦτα μὲν ἔγραψεν αὐτῇ λέξει. κακῶς δὲ ἐποίησε μήτε πρὸς τίνα κακοήθη φησὶν ἁρμόττειν αὐτὸ δηλώσας, μήθ’ ὡς ἀγωνιστικὸν, μήθ’ ὡς παρηγορικόν ἐστι προσθείς. ἕτερα γάρ ἐστι παρηγορικὰ φάρμακα, τὰ μὲν καὶ προσωφελοῦντα βραχύ τι τὰς διαθέσεις, ἔνια δὲ καὶ βλάπτοντα βραχύ. τινὰ δὲ μήτ’ ὠφελοῦντα μήτε βλάπτοντα, πραΰνοντα δὲ μόνον τὰς ὀδύνας, ὑπὲρ ὧν αὖθις
708
εἰρήσεται καὶ πολλά γε τοιαῦτα διὰ πείρας μακρᾶς βεβασανισμένα γραφήσεται. καί τινά γε θαυμαστῶς οὕτως ἐπιτετευγμένα ταῖς συμμετρίαις, ὡς ὠφελεῖν μὲν πάντως, ἐνίοτε δὲ καὶ θεραπεύειν αὐτὰς μόνας τὰς διαθέσεις τῶν ἀγρίων ὡς ἂν εἴποι τις ἑλκῶν. ἀλλ’ ἐκ τῆς ἐκείνων ὕλης ὁ μὲν Τυῤῥηνικὸς κηρός ἐστι καὶ ὁ κεκαυμένος μόλυβδος, οὐ μὴν ἡ τερμινθίνη καὶ τὸ ταύρειον στέαρ, ἀλλ’, ὡς ἔφην, ἴδιος ὁ τῶν τοιούτων ἑλκῶν τε καὶ φαρμάκων λόγος ὑπάρχων ὕστερον ἡμᾶς ἀναμένει. νυνὶ δὲ περὶ τῶν δυσαλθῶν ἢ χειρωνείων ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ πρόκειται διελθεῖν, ἐξ ὧν καὶ αἵδ’ εἰσὶν αἱ ἐγγεγραμμέναι κατὰ τὴν τετάρτην Κρίτωνος βίβλον, οὐσῶν τῶν ἁπασῶν ε΄.

[Περὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμένων, ἡ διὰ λαδάνου.] Ἡ διὰ λαδάνου καλλίστη ἐπουλωτικὴ, ἁρμόζουσα δὲ ἐπὶ τῶν ὀχθωδῶν ἑλκῶν καὶ κοίλων. δεῖ δὲ ἀνεπίλυτον τηρεῖν ἐφ’ ἡμέρας τέσσαρας. ♃ πίσσης ξηρᾶς δραχ. ρ΄. ἰοῦ ξυστοῦ δραχ. κδ΄. χαλκοῦ κεκαυμένου δραχ. ιε΄. λεπίδος

709
ἐρυθρᾶς δραχ. κδ΄. λαδάνου γο θ΄. λιθαργύρου λι. γ΄. ἐλαίου ξε. α΄S". οἴνου καλοῦ ξε. α΄ S". ταύτην τὴν ἔμπλαστρον ἐσκεύασα κᾀγὼ, τὴν ὕλην ἀποδεξάμενος, οὐδὲν ἔχουσαν μαλθακῶδες. οὕτως γὰρ Ἱπποκράτης ὀνομάζει τὸ γένος ὅλον τῶν ὑγρότητα σύμφυτον ἐχόντων φαρμάκων, ὁποῖα τὸ στέαρ ἐστὶν, ἅπαντά τε τὰ ἐλαιώδη φάρμακα καὶ δηλονότι τὸ ἔλαιον αὐτὸ καὶ ὕδωρ. ἔχει δέ τι καὶ ἡ ῥητίνη καὶ ὁ κηρὸς μαλθακῶδες. ἐν μέσῳ δ’ αὐτῶν, λέγω δὲ τῶν ξηρῶν τῇ κράσει καὶ τῶν μαλθακῶν, ἐστὶν ἡ πίττα. καὶ διὰ τοῦτο μίγνυται τοῖς γένεσιν ἀμφοτέροις ἀβλαβῶς, ὥσπερ καὶ ἡ λιθάργυρος, ὅσα τε ἄλλα φάρμακα περὶ τὴν μέσην ἐστὶ κρᾶσιν, εἰ καὶ βραχὺ παραλλάττοι ποτὲ πρὸς ὁποτερανοῦν τῶν ἀμετριῶν. τῶν τοιούτων ἐστὶ καὶ ἡ πίττα, κατά γε τὴν τοῦ ξηραίνειν καὶ ὑγραίνειν ἀντίθεσιν, ἀποκεχωρηκυῖα σαφῶς ἤδη τῶν μέσων, κατὰ τὴν ἑτέραν ἀντίθεσιν τῶν θερμαινόντων καὶ ψυχόντων φαρμάκων οὐκ ἔτι· θερμαίνει γὰρ μετρίως καὶ διὰ τοῦτο καὶ τοῖς ἐκπυΐσκουσι φαρμάκοις μίγνυται, ὥστε κατὰ τὸ προκείμενον φάρμακον ἡ μὲν ξηρὰ
710
πίττα τῶν μέσων ἐστὶ καὶ λιθάργυρος ἔτι μᾶλλον, τά τ’ ἄλλα τῶν ξηραντικῶν. δυναμένης δὲ κᾀνταῦθα παρακοῆς γενέσθαι διαλέξομαι περὶ αὐτῆς ἀναμνήσας γε πρῶτον εἰς πολλὰ χρησίμου θεωρήματος, ὃ καὶ κατ’ ἄλλας μὲν εἴρηταί μοι πραγματείας, ἱκανῶς δ’ ἐξείργασται κατά γε τὴν περὶ τῶν ἁπλῶν φαρμάκων καὶ τὴν τῆς θεραπευτικῆς μεθόδου. θερμὸν γὰρ καὶ ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν ὀνομάζομεν φάρμακον, ὅ τι περ ἀνθρώπου σῶμα θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν δύνηται, πρὸς τὴν ἀρίστην κρᾶσιν ἐν ἀνθρώπῳ τὴν ἀναφορὰν ποιούμενοι. μέση δέ τις αὕτη τῶν μεμπτῶν, ἃς καὶ δι’ αὐτὸ τοῦτο θερμὰς ἢ ψυχρὰς ἢ ὑγρὰς ἢ ξηρὰς ὀνομάζομεν, ἀπὸ τῆς ἐπικρατούσης ἐν αὐταῖς εἴτε ποιότητος εἴτε δυνάμεως εἴτ’ οὐσίας εἴτε κράσεως ἐθέλοις φάναι παρονομάζοντες. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ’ εἰ παρώνυμον ἀπὸ τοῦ πλεονάζοντος ἐν τῇ μίξει στοιχείου τὴν ὅλην κρᾶσιν ἐθέλοις λέγειν, ἐμποδίσεις τῇ τῶν πραγμάτων ἐπιστήμῃ. δέδεικται γὰρ ἐν τῇ θεραπευτικῇ πραγματείᾳ τῶν βοηθημάτων ἡ εὕρεσις γιγνομένη δι’ ἐνδείξεως,
711
ἀπὸ μὲν αὐτῶν τῶν παθῶν τῆς ἐναντίας αὐτοῖς κράσεως, ἀπὸ δὲ τῆς ἑκάστου φύσεως ὅλης τοῦ ζώου καὶ καθ’ ἕκαστον αὖ πάλιν μόριον οἰκείας τε καὶ ὁμοίας, ὥστε κᾂν ἁπλοῦν ἕλκος ἔχῃ τις κοῖλον, ἀπὸ μὲν τῶν αὐτῶν κατὰ γένος, οὐ μικρὰν δὲ ἐχόντων ἐν τοῖς κατὰ μέρος εἴδεσι διαφορὰν ἡ θεραπεία γενήσεται. καὶ διὰ τοῦτ’ ἐδείχθη τῶν ἀπαραλλάκτως ὁμοίων ἑλκῶν ἔνια μὲν ἀπὸ τῶν ἱκανῶς ξηραινόντων φαρμάκων θεραπευόμενα, πάνακος ῥίζης, ἀριστολοχίας, ἀκόρου τε καὶ ἴρεως, ἔνια δὲ ὑπὸ μόνου λιβανωτοῦ, καίτοι μὴ σαρκοῦντος, ἀλλὰ διαπυΐσκοντος ἐκείνας τὰς φύσεις, ἃς ἀριστολοχία σαρκοῖ. καθάπερ δ’ ἐν τοῖς θεραπευομένοις σώμασιν ἡ κατὰ μέρος διαφορὰ παμπόλλη τίς ἐστι, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἑλκῶν. ἁπλοῦν μὲν γὰρ ἕλκος κοῖλόν τε καὶ καθαρὸν ὑπὸ τῶν μετρίως ξηραινόντων θεραπεύεται, ῥυπαρὸν δὲ καὶ κακόηθες καὶ τοῖς χείλεσι μὲν ὀχθῶδες, πλαδαρὸν δὲ τῇ κατὰ τὸ δέρμα σαρκὶ τῶν σφοδρότατα ξηραινόντων δεῖται. ἐπὶ τούτων οὖν τῶν ἑλκῶν, ἐπειδὴ καὶ περὶ τούτων ὁ λόγος ἐστὶν, ὁ μὲν λιβανωτὸς 
712
οὕτως ἐστὶν ἀσθενὲς φάρμακον, ὡς μηδὲ διαπυΐσκειν δύνασθαι. λιθάργυρος δὲ τούτου μὲν ἰσχυρότερον, ἀλλ’ ἔτι καὶ αὐτὸ κατωτέρω τῶν μέσων. ἡ ξηρὰ δὲ πίττα τῶν μέσων, ὥσπερ γε ταύτην ὑπεράνω κατὰ τὸ ξηραίνειν ὁ κεκαυμένος χαλκὸς ἥ τε χρυσοκόλλα καὶ τὸ διφρυγές. ἐναργῶς δὲ ξηραίνει χαλκῖτις κεκαυμένη καὶ ἰὸς καὶ μίσυ καὶ χάλκανθος ἥ τε λεπὶς τοῦ χαλκοῦ, καὶ κατὰ θάτερον τρόπον ὅσα στρυφνὰ, κηκὶς, ὀμφακῖτις, σίδια, στυπτηρία. διαβρωτικὰ δὲ πρὶν καυθῆναι χαλκῖτίς τε καὶ ἰὸς καὶ μίσυ καὶ τίτανος. ὅσα μὲν οὖν ἰσχυροτάτας ἔχει δυνάμεις, ἐπὶ πάντων δοκεῖ τῶν σωμάτων τὴν αὐτὴν ἐνέργειαν ἐπιδείκνυσθαι· τὰ δὲ ἀσθενῆ σαφῆ τὴν διαφορὰν ἐνδείκνυται, προσέχοντί σοι δὲ τὸν νοῦν οὐδὲ ἧττον φανεῖται. καὶ τοῖς ἰσχυροῖς φαρμάκοις οὐ μικρὰ διαφορὰ τῆς ἐνεργείας, ἣν ποιεῖται κατὰ τὰ μαλακὰ καὶ σκληρὰ σώματα, καὶ γὰρ θᾶττον ἅπτεται τῶν μαλακῶν καὶ σφοδρότερον ἀνιᾷ καὶ φλεγμονὰς ἐπεγείρει μείζονας. ὁπότ’ οὖν ταῦτά μοι χρησίμως οὐκ εἰς τὰ παρόντα μόνον, ἀλλὰ καὶ εἰς ἄλλα πολλὰ τῶν κατὰ τήνδε τὴν πραγματείαν
713
εἴρηται, πάλιν ἐπὶ τὸ προκείμενον ἀφίξομαι φάρμακον, ἐφ’ οὗ τῆς μὲν ξηρᾶς πίττης ἔφην ὑπὸ τοῦ Κρίτωνος γεγράφθαι δραχ. ρ΄. λιθαργύρου δὲ λίτρας γ΄. οὐδετέρου μὲν αὐτῶν ἐκ τῆς οἰκείας δυνάμεως ἰᾶσθαι δυναμένου κακόηθες ἕλκος, ἵνα δ’ ἔμπλαστον γένηται τὸ συντιθέμενον φάρμακον, εὐλόγως μιχθέντων τοῖς ὠφελοῦσιν. ἡ δὲ ποσότης αὐτῶν στοχασμῷ τεχνικῷ ληφθεῖσα κατὰ τὸν εἰρημένον ἀρτίως ἐγένετο σταθμὸν, εὐλαβουμένου τοῦ συντεθέντος ἢ οὕτως ὀλίγον ἑκατέρου μῖξαι τοῖς ἰσχυροῖς φαρμάκοις, ὡς τὰ δακνώδη τε καὶ διαβρωτικὰ λυπηρὰ γενέσθαι τοῖς θεραπευομένοις, ἢ οὕτω πολλὰ κατά τε τὸν ὄγκον καὶ τὸν σταθμὸν, ὡς ἐκλῦσαι τὴν δύναμιν αὐτῶν ἥ τε γὰρ τοῦ χαλκοῦ λεπὶς ἰσχυρῶς ξηραίνει τε καὶ ῥύπτει καὶ μᾶλλον ἔτι ταύτης ὁ ἰός. ἄμφω δὲ ταῦτα δρᾷ καὶ διαβιβρώσκει τὰς σαρκάς. ὁ δὲ κεκαυμένος χαλκὸς οὔτ’ ἐπιτείνεσθαι πρός τινος οὔτ’ ἐκλύεσθαι χρῄζει, σύμμετρος ὑπάρχων κατὰ δύναμιν εἰς τὰ παρόντα. πρόδηλον δ’ ὅτι τοῦ μὲν ἐλαίου τὸ μέτρον ἔκ τε τῶν μιγνυμένων αὐτῷ καὶ τῆς κατὰ τὴν ἕψησιν ἐστοχάσθη ποσότητος. ἐπὶ πλέον γὰρ ἑψηθῆναι δεῖται
714
τὰ μεταλλικὰ παρασκευαζόμενα πρὸς τὸ ξηραίνειν ἀδήκτως. καὶ διὰ τοῦτο καὶ τὴν ἕψησιν αὐτοῖς προσέθηκεν ὁ Κρίτων ᾧδέ πως γράψας αὐτοῖς ὀνόμασιν. ἕψε λιθάργυρον, ἔλαιον ἕως συστραφῇ ποσῶς, εἶτε λεπίδα χαλκοῦ καὶ ἰὸν ἕως συστραφῇ καὶ εὔχρους γένηται, εἶτα πίσσαν ἐπίβαλλε, εἶτα ψύξας λάδανον λεῖον γενόμενον σὺν οἴνῳ προσέχων μὴ ὑπερζέσῃ τούτου βληθέντος, εἶτα ἐπὶ μαλακοῦ πυρὸς ἑνώσας κατάχει καὶ μάλασσε. αὕτη μὲν ἡ τῆς ἑψήσεως γραφή. ἐγχωρεῖ δὲ καὶ πλεῖον ἔλαιον βαλόντας ἐπὶ πλέον ἑψῆσαι, πρῶτον μὲν τὴν λιθάργυρον, εἶτα κατὰ ταύτην ἐμβληθέντας τόν τε ἰὸν καὶ τὴν λεπίδα καὶ τὸν χαλκόν. τὰ γὰρ ἐπὶ πλέον ἑψόμενα διττὴν ἐπί γε τῶν τοιούτων ἑλκῶν ἀρετὴν ἐπικτᾶται, ξηραντικώτερα ταὶ ἀδηκτότερα γινόμενα. περὶ μὲν οὖν τῶν ἄλλων φαρμάκων τῶν ἁπλῶν, ὅσα κατὰ τὴν προκειμένην ἔμπλαστρον εἴρηται τῷ Κρίτωνι, λέλεκταί μοι συμμέτρως. ἐφύλαξα δὲ τὸν περὶ τοῦ λαδάνου λόγον, ὅτι καὶ μόνον ἁρμόττει τοῖς δυσεπουλώτοις σὺν οἴνῳ τριβόμενον, οὐχ ὅτι δεῖται οἴνου δυνάμεως, ἀλλ’ ὅτι σκληρότερόν
715
ἐστιν ἢ κατὰ τὴν ἔμπλαστρον. ἀλλ’ ἐάν τις αὐτῷ μίξας ἔλαιον ἑψήσῃ, τὴν δύναμιν ἀμβλύνει τοῦ φαρμάκου. ἔστι δ’ οὐχ οὕτως ἰσχυρὸν ὡς ἀμβλυνθῆναι δεῖσθαι· καθάπερ ὁ ἰὸς ἢ ἡ χαλκῖτις ἢ ἡ λεπὶς ἤ τι τοιοῦτον καὶ διὰ τοῦτο μαλακώτερον. ἔστι δὲ τοιοῦτον τὸ νέον, ἐπιτηδειότατον γάρ ἐστιν εἰς ἐπούλωσιν ἑλκῶν δυσεπουλώτων. ἐν Κύπρῳ γοῦν ἔνθα πλεῖστον γίγνεται, πρόσφατον ἔτι καὶ μαλακὸν ὑπάρχον αὐτὸ μαλάττων τις ἰατρὸς ἐπετίθει τοῖς τοιούτοις ἕλκεσιν· εἰ δὲ καὶ βραχὺ σκληρυνθείη, κατὰ μυρσίνου τὴν μάλαξιν ἐποιεῖτο, μὴ παρόντος δὲ μυρσίνου, μετὰ κυπρίνου ἢ ῥοδίνου ἕτερον δὲ φάρμακον οὐ μετὰ πολὺ τοῦδε κατὰ τὴν τετάρτην βίβλον ὁ Κρίτων ἔγραψεν ἐν αὐτοῖς ὀνόμασιν ᾧδε. ἡ διὰ χαμαιλέοντος ποιοῦσα πρὸς τὰ αὐτὰ τῇ Τυρίᾳ. ἔστι δὲ ἐπουλωτικωτάτη τῶν δυσαλθῶν καὶ τυλωδῶν καὶ χρονίων ἑλκῶν. ἰᾶται δὲ καὶ τὰς ἐν τῷ δακτυλίῳ ῥαγάδας καὶ κονδυλώματα καὶ σκληρίας. λιθαργύρου μνᾶ α΄. κηροῦ μνᾶς S". ἰοῦ μνᾶς τέταρτον καὶ χαμαιλέοντος ὄγδοον, ἐλαίου μνᾶ. ἔλαιον καὶ λιθάργυρον ἕψε κινῶν
716
σπάθῃ, ἕως ὅσου συστῇ καὶ γένηται μηλίνη. τούτου δὲ γινομένου ἰὸν ἐπίπασον. ἔπειτα πρόσβαλλε κηρὸν, τήξας ἐπιμελῶς καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασον τὸν χαμαιλέοντα, ὅταν δὲ ἑνωθῇ, κατέρα εἰς θυείαν καὶ μαλάξας ἀναιροῦ. τοῦτο τὸ φάρμακον ἀντὶ μὲν τοῦ λαδάνου τὸν χαμαιλέοντα τῆς αὐτῆς ὄντα δυνάμεως ἔλαβεν. ἀμφότερα γάρ ἐστιν ἐπουλωτικὰ τῶν δυσιάτων ἑλκῶν. ἡ διαφορὰ δ’ αὐτῶν ἐν τῷ τὸν μὲν κεκαυμένον χαλκὸν ἔχειν ἐκεῖνο καὶ μηδ’ ὅλως ἔχειν τὸν κηρὸν, ἐν τούτῳ δὲ τῷ τὸν μὲν κηρὸν εἶναι, τὸν χαλκὸν δὲ οὐκ εἶναι, καὶ τοῦτ’ εὐλόγως ἐποίησεν. ἐν ἐκείνῳ μὲν γὰρ ἀντὶ τοῦ κηροῦ τῷ λαδάνῳ συνεχρήσατο πρὸς τὴν τῶν ἀνίκμων φαρμάκων ἕνωσιν, ἐνταυθοῖ δὲ μηδὲν ἔχων τοιοῦτον τὸν κηρὸν ἔμιξε, μαλακτικὸν μὲν ὄντα μετρίως φάρμακον, οὐ μὴν ἐπουλωτικόν γε. δυνατὸν δ’ ἦν κᾀνταῦθα πλέον ἔλαιον ἐμβεβλῆσθαι, καθάπερ γε καὶ παλαιὸν ἢ κίκινον. ἐγὼ δὲ εἰς τὰ τοιαῦτα καὶ σχίνινον ἐμβάλλω πλεόνων μετέχον δυνάμεων. καὶ γὰρ μαλακτικὸν ἔχει τι καὶ διαφορητικὸν καὶ στυπτικὸν, ὧν ἁπάντων δεῖται τὰ μετὰ σκληρότητος τῶν χειλῶν δυσεπούλωτα ἕλκη.

717

[Περὶ τῶν ὑφ’ Ἡρακλείδου γεγραμμένων.] Καιρὸς οὖν ἤδη καὶ τῶν ὑφ’ Ἡρακλείδου τοῦ Ταραντίνου γεγραμμένων ἐν τῇ πρὸς Ἀστυδάμαντα βίβλῳ μνημονεῦσαι. πιστὸς γὰρ ἀνὴρ εἴπερ τις ἄλλος ἐστὶ, τὰ διὰ τῆς πείρας αὐτῷ κεκριμένα μόνα γράφων. οὗτος οὖν ὁ ἀνὴρ κατὰ λέξιν οὕτως ἔγραψε. πρὸς τὰ παλαιὰ ἕλκη. λεπίδος μέρος ἓν, ἰοῦ ξυστοῦ μέρη δ΄. κηρωτῇ μυρσίνῃ προσαναλαμβάνεται ὀκταπλῇ. ὁ μὲν οὖν Ἡρακλείδης, ὡς ἂν ἰατροῖς γράφων ὑπομνήματα, προσέγραψε, κηρωτῇ μυρσίνῃ ἀναλάμβανε. τολμηροὶ δ’ οὕτως εἰσὶ πολλοὶ τῶν νῦν, ὡς πρὸ τοῦ παρὰ διδασκάλων κτήσασθαί τινα ἕξιν ἰατρικὴν, ἐκ τῶν τοιούτων βιβλίων ὁρμώμενοι χρῆσθαι καλοῖς φαρμάκοις ἀμεθόδως καὶ διὰ τοῦτο πολλάκις ἀποτυγχάνειν. αὐτίκα γέ τοι τῆς μυρσίνης κηρωτῆς ἔξεστιν ἔλαττόν τε καὶ πλέον μίξαντα ποτὲ μὲν ὑγροτέρῳ τε καὶ μαλακωτέρῳ χρῆσθαι τῷ φαρμάκῳ, ποτὲ δὲ σκληροτέρῳ καὶ ξηροτέρῳ, κατὰ μὲν τὴν πρώτην ἐπίθεσιν ἐν πλατεῖ στοχασμῷ, καθάπερ εἴρηται πρόσθεν, ἐν δὲ τῇ δευτέρᾳ χρήσει πλησιαίτερον ἀφικνουμένου, ὡς ἐδείχθη.

718
βλέποντες γὰρ τὸ ἕλκος, εἰ μὲν ἐνδεῶς ἐξηράνθη, σφοδρότερον ἐργασόμεθα τὸ φάρμακον, ὡς μᾶλλον ξηραίνειν· εἰ δ’ ἐπὶ πλέον ἢ δεῖ, μαλακώτερον αὐτὸ ποιήσομεν πλείονα μίξαντες τὴν μυρσίνην κηρωτήν. ἡ γὰρ τῶν μεταλλικῶν δύναμις οὐ μόνον ὑπὸ ταύτης, ἀλλὰ καὶ πάσης κηρωτῆς ἐκλύεται. ἑξῆς δὲ τούτῳ προσγράψας, ἄλλη· προσυπακοῦσαι δὲ χρὴ δηλονότι δύναμις· ὑπέταξε ταυτί. λεπίδα λεάνας ἐπίχεε ὄξος καὶ τρῖβε ὑπὸ κύνα, μέλιτος ποιῶν πάχος ἢ ἕψε. ὅταν δὲ ξηρὸν γένηται, προσεπιλεάνας μίσγε κηρωτῆς μέρη ὀκτὼ καὶ χρῶ πρός τε τὰ πρόσφατα τραύματα καὶ τὰ παλαιὰ ἕλκη καὶ σύρματα καὶ τρίμματα καὶ χίμεθλα τὰ μὴ ἄγαν ἑλκώδη. γινώσκειν δ’ ὑμᾶς χρὴ καὶ περὶ τοῦδε τοῦ φαρμάκου ταῦτα. πρὸς μὲν τὰ ἄλλα μετρίως ἄν τις ὀκταπλασίαν κηρωτὴν μίξειε τῇ λεπίδι, πρὸς δὲ τὰ παλαιὰ πάνυ, τουτέστι τὰ δυσίατα, κᾂν ἑξαπλασίαν ἢ πενταπλασίαν μίξῃς, οὐ βλάψεις, ἰσχυροτέρων γὰρ δέονται. τὴν δὲ περὶ τοῦ φαρμάκου διήγησιν ἔγραψεν ὁ Ἡρακλείδης οὕτως. ἐγχωρεῖ δὲ καὶ ἐπὶ πυρὸς ἀναξηράναντα τὴν λεπίδα χρῆσθαι. βούλεται
719
δ’ ὁ λόγος αὐτῷ, κᾂν ἐν ἄλλῳ τινὶ καιρῷ συντιθῶμεν τὸ φάρμακον, ἀντὶ τῆς ἡλιακῆς θερμασίας χρῆσθαι πυρί. καλλίω μέντοι γίγνεται τὰ τοιαῦτα πάντα κατὰ τὸν θερινὸν ἥλιον ἐν πολλαῖς ἡμέραις λειούμενα, τὰ μὲν δι’ οἴνου, τὰ δὲ δι’ ὄξους. λεπτομερέστερα μὲν οὖν γίγνεται τὰ δι’ ὄξους λειωθέντα καὶ διὰ τοῦτο καθαιρετικώτερά τε καὶ λεπτυντικώτερα καὶ ξηραντικώτερα. πρὸς δὲ τὰς ἐπουλώσεις τὰ δι’ οἴνου βελτίω, καὶ χρεία γε τούτων γίγνεται προξηρανθέντων, εἶτα προκαθαρθέντων τῶν δυσεπουλώτων ἑλκῶν. προξηρανθήσεται μὲν οὖν διὰ τῶν ἰσχυρῶς ξηραινόντων, καθαρθήσεται δὲ διὰ τῶν ῥυπτόντων, ἀπολωθήσεται δὲ διὰ τῶν στυφόντων. ἄλλο. ἐφεξῆς δ’ ἕτερον φάρμακον ἔγραψεν ὁ Ἡρακλείδης ἐκ μὲν τῆς αὐτῆς ὕλης, οὐκ ἰσχυρὸν δὲ διὰ τὸ πολὺ τῆς λιθαργύρου μῖξαι τῷ διφρυγεῖ. τῆς μὲν γὰρ λιθαργύρου πέντε καὶ τριάκοντα δραχμὰς ἀξιοῖ βάλλειν εἰς αὐτὸ, τοῦ διφρυγοῦς δὲ ὀκτώ. καὶ ταῦτα δὲ ἀναλαμβάνει κηρωτῆ, τοῦ μὲν κηροῦ ἐχούσης δραχ. μ΄. τοῦ δ’ ἐλαίου κο. γ΄. ἐγὼ δὲ πολλάκις ἐχρησάμην μόνῳ τῷ διφρυγεῖ μετὰ τῆς τοιαύτης
720
κηρωτῆς, οὐδ’ οὖν οὐδ’ αὐτῷ πρὸς τὰ φαγεδαινικὰ καὶ χειρώνεια καὶ σηπεδονώδη, πολὺ γὰρ ἀποδεῖ τῇ δυνάμει τῶν τὰ τοιαῦτα θεραπευόντων, ἀλλ’ ἐπὶ τῶν ἄνευ μεγάλης κακίας δυσεπουλώτων, ὥστε ἂν καὶ λιθάργυρον αὐτῷ τις μίξῃ, καὶ ταύτην πολλὴν ἀσθενὲς ἐργάσεται τὸ φάρμακον. μετὰ δὲ τοῦτο τῆς αὐτῆς ἐπαγγελίας ἐχόμενον γέγραπται φάρμακον τοιόνδε. ♃ κηροῦ δραχ. ιβ΄. ῥητίνης τερμινθίνης δραχ. γ΄. λεπίδος δραχ. δ΄. λαδάνου δραχ. δ΄. ἀσφάλτου δραχ. γ΄. τὸ λάδανον τρῖψον κατ’ ἰδίαν καὶ τὴν λεπίδα, εἶτα τὰ ἄλλα τήξας μετὰ μυρσίνου ἐλαίου μίσγε. ἐὰν δὲ ᾖ τὸ λάδανον μαλακὸν, τῆκε. κατὰ τὴν γραφὴν ταύτην ἐνεδείξατο σαφῶς ὁ Ἡρακλείδης, ὅταν μὲν σκληρὸν ᾖ τὸ λάδανον, ἐν τῇ θυείᾳ λειοῦν αὐτὸ μόνον, ὅταν δὲ ὑγρόν τε καὶ μαλακὸν, ἐπὶ πυρὸς διατήκειν ἤτοι μόνον ἢ καὶ μετ’ ἐλαίου βραχέος, ὅπερ ἑοράκατέ με διὰ παντὸς οὐκ ἐπὶ τούτου μόνου, ἀλλὰ καὶ τοῦ ἀμμωνιακοῦ θυμιάματος ποιοῦντα. ἔστι δὲ καὶ τὸ μετὰ τοῦτο γεγραμμένον φάρμακον ὑπὸ τοῦ Ταραντίνου τῆς αὐτῆς ἐπαγγελίας κατὰ τήνδε τὴν συμμετρίαν. ♃ χαλκίτιδος δραχ. κε΄.
721
καδμείας δραχ. ιβ΄ S". λεάνας κατ’ ἰδίαν καὶ μίξας οἶνον ἀπαράχυτον καὶ ζέσας κατάχες, ὥστε φυραθῆναι συμμέτρως, εἶτα λέαινε ἄχρι τοῦ ξηρανθῆναι καὶ τήξας κηροῦ δραχ. ν΄. ῥητίνης τερμινθίνης δραχ. λ΄. μυρσίνης κο. η΄. μίσγε τῇ κηρωτῇ ἄπ’ τῶν ξηρῶν δραχ. κ΄. καὶ τοῦτο τὸ φάρμακον οὐδὲν ἔχει τῶν μαλθακωδῶν. ἐν μέντοι τῇ πρὸς τὴν κηρωτὴν μίξει τὴν προσήκουσαν ἐφ’ ἑκάστου τῶν ἑλκῶν ποσότητι τῆς μίξεως, ὁ γεγυμνασμένος λογικῶς ἐν αἷς ὑπεθέμην μεθόδοις ἐπιτηδείως ἐργάσαιτο. καλῶς δὲ καὶ τὸν ἀπαράχυτον οἶνον, τουτέστιν ᾧ μὴ μέμικται θάλαττα, θερμὸν καταχεῖ τῆς χαλκίτεως καὶ τῆς καδμείας, ὡς ἀφελέσθαι τὴν δριμύτητα τῆς χαλκίτεως βουλόμενος διὰ τῆς θερμασίας αὐτοῦ. ἕτερον δὲ συνεχὲς τούτῳ γέγραπται φάρμακον ἀξιόλογον, ἐκ τοσῶνδε καὶ τοιῶνδε τῶν ἁπλῶν συγκείμενον. ♃ λεπίδος στομώματος δραχ. δ΄. ἰοῦ ξυστοῦ δραχ. β΄. ἐν ἐνίοις δὲ τῶν ἀντιγράφων γέγραπται δραχ. α΄. χρυσοκόλλης δραχ. κε΄. ἢ ιε΄. κηροῦ δραχ. κε΄. ἔν τισι δ’ ἀντιγράφοις οὔτε τὸν κηρὸν οὔτε τὸν ἰὸν εὕρομεν. λεάνας τὰ ἄλλα 
722
τῆκε τὸν κηρὸν μετ’ ὀλίγης ῥητίνης, ὥστε μὴ κατάσκληρον τὸ φάρμακον εἶναι, καὶ μίξας χρῶ, ἄνωθεν δὲ σπόγγον ἐξ ὄξους ἐκθλίψας ἐπιτίθει. Δημήτριος δὲ ὁ Βιθυνὸς ἔφη, αὐτὴν τὴν χρυσοκόλλαν λίαν κηρῷ θερμῷ ἀναλαμβάνων χρῆσθαι. ἐνεδείξατο καὶ κατὰ τοῦτο τὸ φάρμακον ὁ Ἡρακλείδης ὡς οὐ κατὰ πρώτην χρείαν ἡ ῥητίνη μίγνυται τοῖς τοιούτοις φαρμάκοις, ἀλλ’ ὑπὲρ τοῦ γλισχρότητά τινα παρασχεῖν αὐτοῖς εἰς ἐμπλαστρώδη σύστασιν, καὶ μάλισθ’ ὅταν ὁ κηρὸς ᾖ μήτε λιπαρὸς φύσει μήτε νέος, ἀλλὰ σκληρός τε καὶ αὐχμηρός. ἡ μέντοι τοῦ στομώματος λεπὶς ἰσχυρῶς ξηραίνει πρὸς τῷ καὶ στυπτικὴν ἔχειν δύναμιν. Δημήτριον δ’ ἔφη τὸν Βιθυνὸν ἀναλαμβάνοντα τῷ κηρῷ μόνην τὴν χρυσοκόλλαν οὕτως χρῆσθαι. καὶ καλῶς γε ποιῶν ὁ Δημήτριος οὕτως ἐχρῆτο· καθάπερ κᾀγὼ πολλάκις οὐ χρυσοκόλλαν μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον αὐτὸ καθ’ αὑτὸ μετά μαλακοῦ μαλάττων κηροῦ κατὰ τὰ τοιαῦτα χρῶμαι. δῆλον δ’ ὅτι τῶν ἄλλων ἕκαστον εἶπον ὧν διῆλθον ἔμπροσθεν ὠφελεῖν τὰ τοιαῦτα τῶν ἑλκῶν καὶ λεᾶσθαί γέ με καθ’
723
ἕκαστον, ὧν ἂν θεραπεύω τῶν δυσιάτων ἑλκῶν μετὰ τοῦ κηροῦ συντεθέντα τὰ τοιαῦτα φάρμακα. ποτὲ μὲν γὰρ τὴν χρυσοκόλλαν ἀναλαμβάνω κηρῷ, ποτὲ δὲ τὸν κεκαυμένον χαλκὸν ἢ τὴν λεπίδα, καὶ ταύτην ἤτοι στομώματος ἢ σιδήρου ἢ χαλκοῦ, ποτὲ τὸν ἰὸν ἄκαυστον ἢ κεκαυμένον, ὥσπερ καὶ μίσυ καὶ χαλκῖτιν. ἐνίοτε δὲ καὶ τῶν αὐστηρῶν τι μίγνυμι, περὶ ὧν ἔμπροσθεν εἶπον, ὅταν ἀποκρούσασθαι βουληθῶ τὸ ἐπιῤῥέον, ἐξ ὧν ἐστιν ἥ τε στυπτηρία καὶ τὰ σίδια καὶ ἡ κηκὶς, οἵ τε κύτινοι καὶ τὸ βαλαύστιον, ὅσα τ’ ἄλλα τοιαῦτα. πιστεύσαντες οὖν ἐμοὶ τῶν εἰρημένων ἄχρι τοῦ δεῦρο φαρμάκων ἁπάντων οὐδὲν ἀπόβλητον ὑπάρχειν ἀσκεῖτε τὴν μέθοδον τῆς χρήσεως αὐτῶν, ὅπως ἐπιτυγχάνητε καθάπερ ἐγώ. γεγραμμένων δ’ ἐφεξῆς ὑπὸ τοῦ Ταραντίνου καὶ ἄλλων δύο φαρμάκων ἀξιολόγων, εὔλογον ἔδοξέ μοι κᾀκεῖνα προσθεῖναι. τὸ μὲν οὖν πρότερον αὐτῶν ὡδί πως ἔγραψε. ♃ λεπίδος δραχ. δ΄. μάννης δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. β΄. μίσυος δραχ. β΄. τρίψας μετὰ ὄξους καὶ κυκλίσκους ποιήσας, ἄγοντας ἀνὰ δραχ. β΄. ἀπόθου. ὑπὸ δὲ τὴν χρείαν κηροῦ
724
δραχ. δ΄. ἄλλ. μ΄. ῥητίνης πιτυΐνης δραχ. β΄. στέατος ταυρείου δραχ. δ΄. τήξας καὶ ἐάσας παγῆναι μίσγε τῷ τροχίσκῳ. χρῶ δὲ πρὸς τραύματα ὡς κολλώδει καὶ ἀφλεγμάντῳ. ταῦτα μὲν ὁ Ταραντῖνος. ἐγὼ δὲ τῇ μὲν οὕτως μιχθείσῃ φησὶ χρῆσθαι δέον πρὸς τραύματα, πρὸς μέντοι τὰ κακοήθη τῶν ἑλκῶν οὐ χρὴ μιγνύειν τὴν τοιαύτην κηρωτὴν, ἀλλ’ ἱκανὸς ὁ κηρὸς μόνος, ὡς ἐπὶ τῶν ἔμπροσθεν εἴπομεν. καὶ εἰ δεήσει ποτὲ μῖξαί τι τῶν μαλθακωδῶν αὐτῷ, βραχὺ μύρσινον ἢ κύπρινον ἢ ῥόδινον ἔστω. βλάψεις δ’ οὐδὲν, οὐδ’ εἰ τὴν λάρικα προσαγορευομένην ῥητίνην μίξειας, οὐδὲ τὴν τερμινθίνην, ἧττον μὲν ἐπιτήδειον ὡς πρὸς τὰ τοιαῦτα τῶν ἑλκῶν οὖσαν, οὐ μὴν ἀπόβλητόν γε. τὰς δ’ ἄλλας ῥητίνας οὐ χρὴ μιγνύναι ἄνευ μεγάλης ἀπορίας τῶν προειρημένων. οὕτω δὲ καὶ περὶ στέατος. οὐ γὰρ οὖν οὐδὲ τοῦτο μιγνύναι χρὴ, πλὴν εἰ καὶ τὰ χείλη μαλάττειν ἐθέλῃς. ὅτι δὲ ξηραντικώτερον ὑπάρχει τὸ ταύρειον στέαρ πάντων τῶν ἄλλων, ὅσα τῶν ἡμέρων ζώων ἐστὶν, ἀκηκόατε πολλάκις. ὑπερέχει γὰρ αὐτοῦ λεπτομέρεια, τό τε τοῦ λέοντος καὶ τὸ τῶν παρδάλεων
725
καὶ δηλονότι καὶ τὸ τῆς ὑαίνης. ἄμεινον οὖν, ὅταν δέῃ μιγνύναι στέαρ, τὸ χήνειον ἐμβάλλειν, καὶ μᾶλλόν γε τῶν νομάδων χηνῶν· ἱκανῶς γάρ ἐστι λεπτομερές τε καὶ παρηγορικόν. ἔτι δ’ ἑνὸς ὑπολοίπου γεγραμμένου τοῦ φαρμάκου συνεχοῦς τῷ προγεγραμμένῳ, καθ’ ὃ τὴν ἀρχὴν ἐποιήσατο τῆς διδασκαλίας οὕτως εἰπὼν ὁ Ἡρακλείδης τὸ ἰπωτήριον, καὶ μάλιστα πρὸς τοὺς ἁπαλοχρῶτας, ἐπειδὴ τῆς ἑτέρας ἐστὶν ὕλης τε καὶ δυνάμεως, ἣν ἔφαμεν ἁρμόττειν τοῖς μὴ φέρουσι τῶν ἰσχυρῶν φαρμάκων τὴν προσαγωγὴν, ἀλλὰ δακνομένοις τε καὶ παροξυνομένοις καὶ ῥευματιζομένοις, ἀναβεβλήσθω μὲν ὁ περὶ τούτου λόγος, ὅταν περὶ τῶν τοιούτων φαρμάκων διεξέρχωμαι λεχθησόμενος. νυνὶ δὲ τῇ ἐπὶ τὰ παραπλήσια τοῖς προγεγραμμένοις μεταβήσομαι τοσοῦτον ἔτι προσθεὶς ὑπὲρ αὐτῶν, ὅτι καὶ καθ’ ἕτερον βιβλίον ὁ Ἡρακλείδης ἐπιγεγραμμένον στατιώτην ἔγραψε τὰ αὐτὰ φάρμακα κατὰ τὸ τρίτον ἐν αὐτοῖς τῇ τάξει μόνον ἑαυτῷ διαφωνήσας. ἐνταῦθα μὲν γὰρ ἁπλῶς γέγραπται κηροῦ δραχ. μ΄. κατὰ δὲ τὸν στρατιώτην πρόσκειται, οἱ δὲ δραχ. ιστ΄. καὶ βέλτιόν γε τοῦτ’.
726
ἔστιν. ἡ γὰρ πολλὴ μίξις τοῦ κηροῦ καθαιρεῖ τὴν δύναμιν τοῦ φαρμάκου. τῶν αὐτῶν τούτων φαρμάκων ὁ Ἡρακλείδης μέμνηται κᾀν τοῖς πρὸς τὴν Ἀντιοχίδα γεγραμμένοις αὐτῷ, καὶ πρώτως γε τοῦ πρώτου, καθάπερ ἐν τούτοις καὶ ἐν ἐκείνοις γράφων οὕτως. πρὸς μὲν τὰ ἄγαν πεπαλαιωμένα καὶ τυλώδη χρήσῃ ταύτῃ. λεπίδος μέρος α΄. ἰοῦ κατὰ τινὰ μὲν τῶν ἀντιγράφων ἀπεστιγμένον τὸ δ΄. γέγραπται· κατὰ τινὰ δὲ γραμμὴν ἄνωθεν ἔχον μακρὰν, ὥστε ἤτοι μέρη δ΄. σημαίνειν ἢ τοῦ ἑνὸς τὸ δ΄. οὕτως δὲ καὶ κατὰ τὰ προειρημένα συγγράμματα διαφερόντως εὗρον αὐτὸ γεγραμμένον, ὥστε καὶ κατὰ τοῦτο χρεία τῆς προκειμένης πραγματείας ἐστὶν, ὅπως ἄν τις ἐπίστηται διαγιγνώσκειν τῶν φαρμάκων τὰς διαφοράς. μόνος γὰρ οὗτος αὐτοῖς κατὰ τρόπον χρήσαιτο. τοῦτο γοῦν αὐτὸ τὸ προκείμενον φάρμακον, ἐὰν μὲν τετραπλάσιον λάβῃ τὸν ἰὸν, ἱκανῶς ἔσται δριμύ. τέταρτον δὲ μέρος ἰοῦ βαλών τις ὡς πρὸς ἓν μέρος τῆς λεπίδος ἕξει μέτριον φάρμακον, ὡς πρὸς τὰ κακοήθη, καὶ μάλιστα, ἐὰν μὴ διὰ κηροῦ μόνου τὴν μίξιν αὐτῶν, ἀλλὰ διὰ κηρωτῆς ποιήσηται. προείρηται δ’ ὅτι καὶ μαλακὸν εἶναι χρὴ καὶ νέον 
727
τὸν κηρόν· ἐὰν δὲ ἀπορῶ μὲν τοῦ τοιούτου, παρὰ πυρὶ θερμαίνοντες ὃν ἔχομεν ἢ ἐν ἡλίῳ καὶ μαλάττοντες μετ’ ὀλίγου μυρσίνου μίξομεν οὕτως τήν τε λεπίδα καὶ τὸν ἰόν. εἴρηται δὲ καὶ κατὰ τὴν ἀρχὴν τούτου τοῦ γράμματος ὡς εἴη κάλλιστον φάρμακον συγκείμενον ἐκ λεπίδος καὶ ἰοῦ, προσλαβὸν τετραπλάσιον τὸν κηρόν. καὶ διὰ τοῦτο συνεχῶς αὐτῷ χρῶμαι μιγνὺς ὡς τὸ πολὺ καὶ τοῦ κεκαυμένου χαλκοῦ τὸ ἴσον. προστέθεικε δὲ τῇ χρήσει τοῦ φαρμάκου τούτου κατὰ τὸ πρὸς τὴν Ἀντιοχίδα γεγραμμένον αὐτῷ βιβλίον ὁ Ταραντῖνος, ἃ διὰ τῶν ἔμπροσθεν ὧν εἶπον συγγραμμάτων αὐτοῦ οὐ προσέθηκεν. ὅλην οὖν αὐτοῦ γράψω τὴν ῥῆσιν οὕτως ἔχουσαν. πρὸς μὲν τὰ ἄγαν πεπαλαιωμένα καὶ τυλώδη χρήσῃ ταύτῃ. λεπίδος μέρος ἓν, ἰοῦ τέταρτον, λεάνασα μυρσίνῃ κηρωτῇ ὀκταπλῇ σκληρᾷ, ἀναλαμβάνουσα χρῶ, προκατανίψασα τὸ ἕλκος ὕδατι ψυχρῷ. προσέθηκε μὲν καὶ ὅτι προκατανίψαι χρὴ τὸ ἕλκος ὕδατι ψυχρῷ. νῦν οὖν ἤδη γράψω τὰ παραλελειμμένα μοι τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἐπὶ τὴν αὐτὴν ἐπαγγελίαν. τὰς γὰρ ἐμπλάστρους μόνας διῆλθον
728
ἔμπροσθεν. ὅσα δὲ φάρμακα διὰ τροχίσκων προπαρεσκευασμένα μιγνυμένων κηρωταῖς ἐπὶ τῆς χρείας ἐπουλωτικά φησιν εἶναι τῶν δυσιάτων ἑλκῶν ἢ ὅσα ξηρὰ καταπαστὰ, ταῦτα προσθήσω νῦν, ἀρξάμενος ἀπὸ τοῦ γεγραμμένου κατὰ τὰ ξηρὰ πλησίον τοῦ τέλους.

[Ξηρὰ ἐκ τῶν Ἀνδρομάχου, ἐπουλοῦν ξηρόν.] ♃ Ὀστέων ἄλλως ὀστρέων κεκαυμένων δραχ. β΄. μάννης δραχ. α΄. καδμείας ὀβολοὺς δ΄. ἐν ἄλλῳ δραχ. δ΄. λείοις χρῶ καὶ πρὸς νομάς. ἄλλο ἐπουλοῦν ξηρόν. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. ἀριστολοχίας δραχ. στ΄. κισσήρεως δραχ. δ΄. ῥητίνης ξηρᾶς δραχ. δ΄. μάννης δραχ. στ΄. εὔδηλον δ’ ὅτι τὴν κολοφωνίαν λέγει. ἴρεως Ἰλλυρικῆς δραχ. β΄. λείοις χρῶ. ἄλλο ἐπουλοῦν καὶ κακοήθη. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχ. δ΄. καδμείας δραχ. ιη΄. μάννης, ἄλλως ψιμυθίου δραχ. δ΄. ἰοῦ ξυστοῦ δραχ. β΄. λείοις χρῶ. ἄλλο ♃ κηκίδος δραχ. δ΄. ψιμυθίου δραχ. η΄. μυρσίνης δραχ. δ΄. λιθαργύρου δραχ. η΄. σκωρίας μοβύβδου δραχ. δ΄. λείοις χρῶ. τούτων τῶν τεττάρων φαρμάκων τὸ μὲν πρῶτον ἁπλοῦν ἐστι λίαν, ἄδηκτόν τε καὶ ξηραντικὸν,

729
ἀμυδρᾶς μετέχον στύψεως. τὸ δὲ δεύτερον διὰ τὸ μεμίχθαι φλοιὸν αὐτῷ πίτυος αἰσθητὴν ἔχει τὴν στύψιν, ὁποίαν ἔχειν χρὴ τὰ μέλλοντα καλῶς ἐπουλοῦν. διὰ τὸ δὲ γ΄. οὐ μόνον τὸν φλοιὸν τῆς πίτυος, ἀλλὰ καὶ τὸν ἰὸν, πρὸς τὰ μετὰ ῥύπου ῥᾳδίως ἐπιτρεφομένου τοῖς ἡλκωμένοις ἁρμόττει· τόν τε γὰρ ῥύπον αὐτῶν ἀφαιρεῖ καὶ τὴν ἐπούσωσιν οὐκ ἐμποδίζει. τὸ δ’ ἐφεξῆς ἀντὶ τοῦ τῆς πίτυος φλοιοῦ τὴν μυρσίνην ἔχει καὶ τἄλλα ξηραίνοντα χωρὶς δήξεως. μετὰ δὲ ταῦτα τρία γράψας ἕτερα ξηρὰ, τέταρτον ἐπ’ αὐτοῖς προσέθηκε κατὰ λέξιν οὕτως. ἄλλο ξηρὸν πρὸς τὰ ὑπερσαρκοῦντα ἐπουλοῦν ἄδηκτον, ὡς Ἁρπόκρας. σανδαράχης, χρυσοκόλλης, ἀρσενικοῦ ἴσον ἑκάστου. καὶ πρὸς κακοήθη ποιεῖ τοῦτο τὸ φάρμακον. οὐδὲν ἔοικε τοῖς ἔμπροσθεν, ἀλλ’ ἐπὶ τῶν ὑπερσαρκούντων ἑλκῶν δι’ ὑγρότητα πολλὴν ἁρμόττει καὶ καθαιρετικὸν ὑπάρχον αὐτῶν. τοιαύτης γὰρ δυνάμεώς ἐστιν ἥ τε σανδαράχη καὶ τὸ ἀῤῥενικόν. ἓν δ’ αὐτοῖς πρόσκειται, τῶν κακοήθη θαυμαστῶς ὠφελούντων ἡ χρυσοκόλλα.

[Περὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων.]

730
Ἃ δ’ Ἀρχιγένης ἔγραψε περὶ τῶν τοιούτων ἑλκῶν ἐν τῷ δευτέρῳ περὶ φαρμάκων βιβλίῳ διὰ τῆς ἐκείνου λέξεως αὐτοῖς ὀνόμασιν οὕτω γέγραπται. περὶ ἑλκῶν ἀτυλώτων καὶ παλαιῶν. τῶν δ’ ἑλκῶν τὰ μὲν παλαιὰ οὕτως ἐπουλοῦν· κοινῷ τινι ἀνακαθάρας ἔλαιον παλαιότατον μετὰ μοτῶν ἐπιτίθει. ἢ ἰὸν ξυστὸν μετὰ κηρωτῆς ῥοδίνης, ὀλίγον ῥητίνης ἐχούσης ἀναλαβὼν ἐπιτίθει. καὶ λεπίδος ἐρυθροῦ χαλκοῦ ὡς πλεῖστον ἀναλαβὼν κηρωτῇ μυρσίνῃ χρῶ. ἢ ἀμύλου πεπλυμένου μέρη γ΄. στέατος μοσχείου μέρη γ΄. κηροῦ Τυῤῥηνικοῦ μέρος α΄. τήξας τὰ τηκτὰ μίσγε τὸ ἄμυλον καὶ χρῶ. ἢ διφρυγοῦς καὶ λεπίδος χαλκοῦ ἀνὰ δραχ. δ΄. μάννης δραχ. η΄. σὺν ὄξει εὖ λεάνας μέχρι μέλιτος πάχους, κηροῦ μὲν δραχ. λβ΄. μετ’ ἐλαίου κο. α΄ S". τήξας κατάχει καὶ ἑνώσας χρῶ, ἔμμοτον ἢ ἔλασσον τὸ ἔλαιον καὶ σπλήνιον ποίει. ἢ χαλκίτιδος, ψιμυθίου ἴσον, ἁλὸς κοινοῦ τὸ διπλοῦν, λιθαργύρου τὸ διπλοῦν τοῦ ἁλὸς, οἴνῳ καὶ ἐλαίῳ ἐναλλὰξ λεαίνων ὡς λιπαρῷ χρῶ. ἢ λιθαργύρου, ψιμυθίου, διφρυγοῦς ἴσα, ἀσβέστου
731
τὸ διπλοῦν μετὰ μυρσίνης κηρωτῆς χρῶ. ἢ διφυγὲς, λεπίδα, κηκίδα ἴσα, ἰοῦ τὸ ἥμισυ μετὰ κηρωτῆς μυρσίνης. ἔνιοι δὲ καὶ πιτυΐνην ῥητίνην προσμιγνύουσιν. ἢ σικύου ἀγρίου ῥίζαν ἐπίπασσε, ἐπάνω δὲ τίλμα ἐκ ψυχροῦ ἀνακαθαίρει καὶ ἐπουλοῖ. πρὸς τὰ ἐν οἵῳ δή ποτε τόπῳ ἕλκη τοῦ σώματος δυσκατούλωτα. ἐρυσίμου σπέρματος λείου μιγέντος καὶ γενομένου ῥυπώδους, ἐπιτιθέντος σπληνίου τρόπον, τάχιστα ἐπουλοῖ καὶ τὰ κακοήθη. ἐπουλωτικὴ πρεσβυτικῶν. πρὸς δὲ τὰ πρεσβυτικὰ σκωρίᾳ μολύβδου μετὰ μυρσίνης κηρωτῆς χρῶ. ἐὰν δὲ παλαιῶσαι θέλῃς, καὶ στέαρ χοίρειον μίσγε. τὰ δὲ μελαινόμενα ἕλκη προπυριάσας ἄρτοις κριθίνοις ἀρτίως πεσσομένοις, βούτυρον καὶ ψιμύθιον ἴσα ἐπιμελῶς ἑνώσας χρῶ.

[Περὶ σηπεδονικῶν καὶ νομῶν.] Ἐπὶ δὲ τῶν σηπεδονικῶν καὶ τῶν νομῶν ὀρόβινον ἄλευρον, στυπτηρίαν ὑγρὰν, ἄρτου σεμιδαλίτου τὸ ἐντὸς, χοιρείου παλαιοῦ ἢ ἄλλου ταριχηροῦ παλαιοῦ, σαρκὸς ἀπλύτου, τερμινθίνην ὑγρὰν, 

732
μέλι καλὸν, ἴσα σταθμῷ συνελάσας ἐπιτίθει. ἢ ἀριστολοχίας καὶ κικίνων φύλλων χυλοῦ ἴσα, ἰοῦ τὸ ἥμισυ, δι’ ὕδατος, μέλιτος δὲ τὸ πάχος κατάχριε μικρὸν τοῦ ὑγροῦ προσλαμβάνων. ἐὰν δὲ μὴ ἀφίστηται ἡ ἐσχάρα, ἐλατηρίου, ἰοῦ τὸ ἴσον πρόσμισγε. καλῶς ποιεῖ ἐπὶ τῶν σηπεδόνων, σῶρυ λεῖον ἐπὶ πάχος ἐπιπασσόμενον καὶ ἐπάνω τίλμα ξηρόν. ἢ ἀριστολοχίαν στρογγύλην καὶ κηκίδα ἴσα μετ’ ἐλαίου περίχριε. ἢ σικύου ἀγρίου ῥίζαν ἢ κράμβης ἢ τεύτλου ἢ λαπάθου φύλλοις ἐνδήσας θερμοσποδίᾳ ἔγκρυψον. ὅταν δὲ μαλακυνθῇ, συντρίψας ἐπίθες, εὐτόνως ἀνακαθαίρει. ἢ θαλλίᾳ ἐν οἴνῳ ἑφθῇ μετὰ μέλιτος κατάπασσε, ἢ χαλκῖτιν κατάπασσε, ἄνωθεν δὲ τίλματα ξηρὰ ἐπιτίθει. ἐλατηρίου ἢ λινοσπέρμου λεῖα μετὰ χαλκάνθου ἐπιτίθει, ἢ θύμῳ καὶ σταφίδι ἀγρίᾳ ἢ ἡμέρῳ κατάπασσε μετὰ σύκων ἑφθῶν, ἢ συκίνοις φύλλοις λείοις μετὰ μέλιτος, ἢ νίτρον μετὰ κυμίνου καὶ ἄλευρον μετὰ μέλιτος, ἢ σικύου ἀγρίου ῥίζαν μετὰ μέλιτος, ἢ σκίλλης ἑφθῆς μετὰ μέλιτος, ἢ ἐλλεβόρου μετὰ μέλιτος. ποιεῖ καὶ πρὸς φαγεδαίνας
733
ταῦτα καὶ μελανίας καὶ νομὰς, ἢ σώρεως δραχ. ιβ΄. χαλκίτεως δραχ. ι΄. μίσυος δραχ. δ΄. σὺν ὄξει δριμυτάτῳ ἡμικοτυλίῳ λέαινε, μέχρις ἂν ξηρανθῇ, καὶ ἀνελοῦ. χρῶ δὲ μήλην βάπτων καὶ ἐπικυλίων τῷ ἕλκει καὶ ἐπάνω ὀθόνιον ἁπλοῦν ἐξ οἰνελαίου ἐπιτίθει. ἐὰν δὲ φλεγμαίνῃ, ὑοσκυάμῳ μετὰ ἀλφίτων ἢ κράμβῃ μετὰ μέλιτος κατάπασσε. ἐπὶ δὲ τῶν σκώληκας ἐχόντων ψιμύθιον καὶ πόλιν ἴσα σὺν πίσσῃ ὑγρὰ κατάχριε.

[Περὶ καρκινωδῶν.] Ἐπὶ δὲ τῶν καρκινωδῶν καὶ κακοήθων ἑλκῶν, καρκίνου ποταμίου κεκαυμένου, καδμείας, ἴσα λεῖα ἐπίπασσε, ἢ τὴν σποδὸν τῶν καρκίνων μετὰ κηρωτῆς ἐπιτίθει, ἢ ἐρυσίμου σπέρμα λειότατον σὺν μέλιτι τρυγῶδες ποιῶν ἐπιτίθει ὡς πλήνιον. ἄκρως ποιεῖ πρὸς τὰ χειρώνεια καὶ παλαιὰ καὶ δυσκατούλωτα καὶ τὰ ἐπὶ τῶν κνημῶν κακοήθη μελάντρια καὶ τὰ ἐν μαστοῖς κακοήθη. χοιράδας καὶ παρωτίδας ἐπισπάσαι ἄλρως ποιεῖ, στέατος βοείου λίτρας γ΄. ὡς δέ τινες ε΄. τερμινθίνης οὐγγίας ε΄. μάννης

734
οὐγγίας S". γῆς τῆς λεγομένης σάρδης, ᾗ οἱ γναφεῖς χρῶνται οὐγγίας ε΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καὶ ἑνώσας χρῶ, ἢ φακῷ ἑφθῷ μετὰ μέλιτος ἢ θαλλίᾳ ἢ ἀμφοτέροις κατάπασσε.

[Περὶ τῶν τυλωδῶν.] Ἐπὶ δὲ τῶν τετυλωμένων καὶ ὀχθωδῶν, γλυκέων λεγομένων ἑλκῶν, ποιήσουσι μὲν καὶ τὰ διὰ πείρας καυστικά. ἰδίως δὲ λίτρον πεφωγμένον καὶ ἄσβεστον μετ’ οὔρου παιδὸς ἀφθόρου περίχριε, ἢ ἰὸν, λίβανον, ἅλας, μέλι περίχριε.

[Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου εἰς τὰ τοιαῦτα τῶν ἑλκῶν γεγραμμένων ἐμπλάστρων.] Κάλλιστα περὶ τῶν τοιούτων ἑλκῶν Ἀσκληπιάδης ἔγραψεν, ὁ ἐπικληθεὶς φαρμακίων. ἑνὸς γὰρ ὄντος ἅπασιν αὐτοῖς κοινοῦ τοῦ δυσεπουλώτοις εἶναι, τινὰ μὲν ἐκ τοῦ θεραπεύεσθαι κακῶς ἢ μαλακῶς διαιτᾶσθαι τὸν θεραπευόμενον οὐκ ἐπουλοῦται, μηδεμίαν οἰκείαν αὐτὰ κακοήθειαν ἔχοντα, τινὰ δὲ δι’ ἑαυτὰ δυσθεράπευτά ἐστιν, ἤτοι διὰ τὸ χυμοὺς ἐπιῤῥεῖν αὐτοῖς μοχθηροὺς

735
ἢ διὰ τὸ τοιαύτην ἤδη διάθεσιν ἐσχηκέναι τὸν ἡλκωμένον τόπον, ὡς, κᾂν χρηστὸν ᾗ τὸ ἐπιῤῥέον αἷμα, διαφθείρειν αὐτό. διελόμενος οὖν ὁ Ἀσκληπιάδης τρισὶ γένεσι τὰ τοιαῦτα τῶν ἑλκῶν, ὑπὲρ ἑκάστου διωρισμένως ἐποιήσατο τὸν λόγον, ἃ κᾀγὼ ταῖς ἐκείνου λέξεσιν ἐφεξῆς παραγράψω, προστιθεὶς ἐξήγησιν ἢ κρίσιν, εἴ πού τις ἀμφιβολία κατὰ τὸν λόγον ὑπάρχοι. περὶ μὲν οὖν τοῦ πρώτου γένους τῶν τοιούτων ἑλκῶν τε καὶ φαρμάκων ὧδέ πως γράφει κατὰ λέξιν ὁ Ἀσκληπιάδης. τετυλωμένων δὲ τῶν σωμάτων καὶ μόλις εἰς οὐλὴν ἀγομένων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. Ἀνδρέου κατασταλτικὴ πάσης ἐξοχῆς. ἔστι δὲ καὶ ἔναιμος, τραυματικὴ, ἀφλέγμαντος. ποιεῖ πρὸς τὰ νεμόμενα καὶ κόλπους παρακολλᾷ. ποιεῖ πρὸς τὰ ῥευματικὰ τῶν ἑλκῶν καὶ χρόνια καὶ δυσεπούλωτα. ♃ λιθαργύρου λίτρας γ΄. λεπίδος χαλκοῦ, χαλκίτεως, ἰοῦ ξυστοῦ ἀνὰ οὐγγίας γ΄. ὄξους κοτύλην α΄. ἐλαίου παλαιοῦ λίτρας η΄. σκεύαζε κατὰ τρόπον. Ἀστέρος φάρμακον ἐπιτετευγμένον πρὸς τὰς προειρημένας διαθέσεις. ἔστι δὲ διαφορητικὴ ἀγαθή. ♃
736
λιθαργύρου λίτραν α΄. ἐλαίου παλαιοῦ λίτρας β΄ S". ἰοῦ οὐγγίαν α΄. χαλκίτεως οὐγγίαν α΄. λεπίδος ἐρυθρᾶς οὐγγίαν α΄. ὄξους κοτύλην α΄. Ἀμφίωνος πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ λιθαργύρου λίτρας β΄. ἐλαίου παλαιοῦ λίτρας δ΄. χαλκίτεως οὐγγίας θ΄. λεπίδος χαλκοῦ δραχ. δ΄. ὄξους κοτύλην α΄. σκεύαζε κατὰ τρόπον. Τουρπιλιανοῦ ἡ τῶν φιλοσόφων λεγομένη. ποιεῖ πρὸς τὰ ῥευματικὰ τῶν ἑλκῶν, ποιεῖ πρὸς τὰ χρόνια καὶ δυσεπούλωτα, ἀνάγει ὀστᾶ διεφθορότα. ♃ λιθαργύρου λίτρας γ΄. ἐλαίου παλαιοῦ ξέστας γ΄. χαλκίτεως λίτρας β΄ S". λεπίδος χαλκοῦ δραχ. κε΄. ὄξους κοτύλην α΄. λιθάργυρον, ἔλαιον ἕψε μέχρι συστάσεως, εἶτα βάλλε λεπίδα λειοτάτην καὶ κίνει συνεχῶς, καὶ ὅταν εὖ ἔχῃ, βάλλε κατὰ μικρὸν τὴν χαλκῖτιν λεανθεῖσαν μετ’ ὄξους, ποσῶς κατεψυγμένῳ τῷ φαρμάκῳ, εἶτα θεὶς ἐπὶ τὸ πῦρ, πάλιν ἕψε μέχρις ἀμολύντου καὶ εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας καὶ μαλάξας, ἀνελόμενος χρῶ πρὸς τὰς προειρημένας διαθέσεις. ἡ ἴσις λεγομένη κιῤῥὰ φάρμακον ἐπιτετευγμένον πρὸς τὰ ῥευματικὰ 
737
καὶ χρόνια καὶ κακοήθη καὶ δυσαλθῆ καὶ μάλιστα ἐπὶ τῶν ἀκρωτηρίων. σκευάζειν δὲ αὐτὸ δεῖ ἁπαλώτερον, συστρέφεται γὰρ κείμενον καὶ ξηρότερον γίνεται. ἔχει δὲ οὕτως. ♃ λιθαργύρου δραχ. ρ΄. μίλτου Σινωπίδος δραχ. η΄. διφρυγοῦς κηροῦ, χαλκίτιδος κεκαυμένης ἀνὰ οὐγγίαν α΄. ἐν ἄλλῳ ἀνὰ δραχ. δ΄. χαλκίτεως ὠμῆς δραχ. β΄. ἐλαίου κο. β΄. ἕψε λιθάργυρον, ἔλαιον, ἕως ἂν ξέσῃ ἐκ δευτέρου καὶ τρίτου. τούτου δὲ γενομένου κατάῤῥαινε ὕδατι ὀλίγον τοῖς δακτύλοις, εἶτα ἐπίπασσε τὸ διφρυγὲς καὶ τὴν χαλκῖτιν ὀπτὴν λείαν ὑπὸ χεῖρα τῷ ὕδατι καταῤῥαίνων ἕως ἂν μηκέτι ψοφῇ ἑψόμενον τὸ φάρμακον. ὅταν δὲ συστῇ, ἐπίβαλλε κηρόν. ἔστω δέ σοι τὰ μετ’ ὀλίγου ἐλαίου λειανθέντα κείμενα, χαλκῖτις ὠμὴ καὶ σινωπίς. καὶ ὅταν εὖ ἔχῃ τὸ φάρμακον, ἐπίβαλλε ταῦτα καὶ κίνει συνεχῶς, καὶ ὅταν καλῶς ἔχῃ, εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας καὶ μαλάξας, ἀνελόμενος χρῶ. ἄλλη Σκριβωνίου Λάργου φάρμακον ἐπιτετευγμένον. ♃ κηροῦ δραχ. ρ΄. ἄλλ· ν΄. λιθαργύρου δραχ. ν΄. ἐλαίου μυρσίνου κο. α΄. μίσυος κεκαυμένου, χαλκίτεως κεκαυμένης, στυπτηρίας σχιστῆς κεκαυμένης,
738
ψιμυθίου, ῥητίνης τερμινθίνης ἀνὰ δραχ. β΄. σκεύαζε κατὰ τρόπον. ἄλλη. καταστέλλει καὶ τὰ ἐν ὀφθαλμοῖς σταφυλώματα, ποιεῖ πρὸς τὰ δυσαλθῆ. ♃ μίλτου Σινωπίδος δραχ. ιε΄. λιθαργύρου δραχ. ρ΄. κηροῦ δραχ. μ΄. πιτυΐνης δραχ. κ΄. χαλκίτεως δραχ. λ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. α΄. λιβάνου δραχ. α΄. ἐλαίου κο. α΄. σκεύαζε κατὰ τρόπον. ἄλλη, ὡς Ἀφροδᾶς. ποιεῖ καὶ πρὸς κονδυλώματα καὶ ῥαγάδας δυσαλθεῖς. ♃ λιθαργύρου δραχ. μη΄. τερμινθίνης δραχ. κη΄. μίσυος ὀπτοῦ, χαλκίτιδος ὀπτῆς ἀνὰ δραχ. η΄. μίλτου Σινωπίδος, χαλκάνθου ἀνὰ δραχ. δ΄. ἐλαίου παλαιοῦ κο. α΄. ὕδατος κο. α΄. κηροῦ δραχ. μ΄. κικίνου λίτραν α΄. ἄλλοι κυάθου S". τὰ ξηρὰ μετὰ τοῦ ὕδατος λεαίνεται. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον.

[Περὶ τοῦ δευτέρου γένους τῶν δυσθεραπεύτων ἑλκῶν περὶ ὧν ὁ Ἀσκληπιάδης ἔγραψε κατὰ λέξιν οὕτως.] Πρὸς δὲ τὰ ῥευματικὰ τῶν ἑλκῶν καὶ δυσαλθῆ χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. ἡ διὰ χαμαιλέοντος, ᾗ ἐχρήσατο Φιλόξενος πρὸς τὰ ῥευματικὰ τῶν ἑλκῶν καὶ δυσαλθῆ. ♃ λιθαργύρου

739
λίτραν α΄. ἐλαίου παλαιοῦ λίτρας β΄. χαμαιλέοντος ῥίζης οὐγγίας δ΄. ἀριστολοχίας οὐγγίας δ΄. χαλβάνης οὐγγίας β΄. κηκίδος οὐγγίας β΄. λιβάνου γο β΄. σκεύαζε κατὰ τρόπον. ἄλλη, ἡ τοῦ Θηβαίου λεγομένη. ♃ λιθαργύρου λίτραν α΄. ἐλαίου παλαιοῦ ξε. α΄. χαλκάνθου δραχ. κδ΄. χαμαιλέοντος δραχ. ιβ΄. ἀριστολοχίας δραχ. ιβ΄. χαλβάνης δραχ. η΄. λιβάνου δραχ. η΄. σκεύαζε κατὰ τρόπον. ἄλλη διὰ τῶν καλάμων πρὸς τὰ ῥευματικὰ καὶ χειρώνεια ἕλκη, ποιεῖ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγήν. ♃ λιθαργύρου λίτραν μίαν, ἐλαίου παλαιοῦ λίτρας β΄. χαμαιλέοντος μέλανος τῆς ῥίζης, ἀριστολοχίας, κηκίδων ὀμφακίνων, ἑκάστου ἀνὰ δραχ. δ΄. χαλβάνης, ἀμμωνιακοῦ θυμιάματος, λιβανωτοῦ, ἑκάστου ἀνὰ οὐγγίας β΄. σκεύαζε κινῶν ῥίζαις καλάμων χλωρῶν. Κάστου γαγγραινικὴ λεγομένη, φάρμακον ἐπιτετευγμένον. ♃ λιθαργύρου δραχ. ρκ΄. ἐλαίου ξε. β΄. ἥμισυ, χαμαιλέοντος μέλανος ῥίζης δραχ. ιστ΄. ὄξους ξέστας β΄. ἥμισυ, ἰοῦ δραχ. η΄. πίτυος φλοιοῦ δραχ. η΄. σμύρνης δραχ. δ΄. σκεύαζε κατὰ τρόπον μέλαινα ἡ διὰ τοῦ πυρίτου
740
λεγομένη Δαμονικοῦ. ποιεῖ πρὸς τὰ ῥευματικὰ καὶ δυσαλθῆ καὶ φαγεδαινικά. ποιεῖ καὶ πρὸς σύριγγας ἐντιθεμένη καὶ μαλάττει πᾶσαν σκληρίαν. ♃ λιθαργύρου, ἀσφάλτου ἀνὰ δραχ. ρ΄. ἢ ν΄. πίσσης, κηροῦ ἀνὰ δραχ. η΄. πυρίτου, τερμινθίνης ἀνὰ δραχ. κε΄. προπόλεως, σχιστῆς ἀνὰ δραχ. ιε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄. χαλβάνης, ἀλόης ἀνὰ δραχ. η΄. ἰοῦ, μάννης ἀνὰ δραχ. ε΄. ἐλαίου παλαιοῦ ξε. β΄. ἕψε λιθάργυρον μετ’ ἐλαίου ἕως συστραφῇ, εἶτα ἐπίβαλλε ἄσφαλτον, πίσσαν, κηρὸν, ῥητίνην, πρόπολιν, καὶ ὅταν τακῇ, ἐάσας ψυγῆναι ἐπίβαλλε ἰὸν καὶ τὸν λίθον, ἔπειτα τὸ ἀμμωνιακὸν, εἶτα ἄρας καὶ ἐπ’ ὀλίγον ψύξας ἐπίβαλλε σχιστὴν, χαλβάνην, μάννην καὶ ὀλίγον ἑψήσας κατέρασον εἰς ψυχρὸν ὕδωρ καὶ ἐάσας ἡμέραν καὶ νύκτα μαλάξας χρῶ. ποιεῖ πρὸς τὰ δυσαλθῆ. ἄλλη. ♃ πίσσης, κηροῦ, πυρίτου ἀνὰ δραχ. ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ι΄. ἀσφάλτου δραχ. ν΄. λιθαργύρου δραχ. μ΄. προπόλεως δραχ. η΄. σχιστῆς δραχ. ε΄. ἰοῦ δραχ. β΄. ἐλαίου ξε. α΄. ἄλλη μέλαινα ἡ διὰ τῶν ἰτεῶν πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ μίσυος
741
ξενικοῦ, στυπτηρίας στρογγύλης, χαλκίτεως, μελαντηρίας, ἰοῦ ξυστοῦ, στυπτηρίας σχιστῆς, κηκίδων ὀμφακίνων, ψιμυθίου, ἑκάστου ἡμίλιτρον, κηροῦ, ῥητίνης ξηρᾶς, πίττης Βρυτίας, ἀσφάλτου ἀνὰ λίτρας β΄. ὄξους δριμέος, ξέστου τὸ ἥμισυ, ἐλαίου ὀμφακίνου λίτρας β΄. ἰτέας ἀκρεμόνων ἁπαλῶν τῶν φύλλων λίτρας β΄. τὰ φύλλα τῆς ἰτέας εἰς ὄξος βαλὼν καὶ θεὶς ἐπὶ τὸ πῦρ ἕψε, κινῶν συνεχῶς ἕως τὸ τρίτον τῷ ὑγρῷ ὑπολειφθῇ. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ εἰς θυείαν βαλὼν ἐπίβαλλε τούτοις ἐκθλίψας τὸ ὑγρὸν καὶ τρῖβε φιλοπόνως, ὥσπερ τὰς κεφαλικὰς δυνάμεις. τὰ δὲ τηκτὰ ἕψε μέχρις ἀμολύντου, εἶτ’ ἐάσας ψυγῆναι καὶ ἀναξύσας ἐπίβαλλε τοῖς λεανθεῖσι καὶ εἰς θυείαν ἐξεράσας ἀνελόμενος χρῶ. ἡ Ἰνδὴ Θαρσέου χειρουργοῦ πρὸς τὰς προειρημένας διαθέσεις. ♃ κηροῦ, ῥητίνης φρυκτῆς, πίσσης ξηρᾶς, ἀσφάλτου ὑγρᾶς, Ζακυνθίας, ἑκάστου λίτρας β΄. ψιμυθίου, ἰοῦ, χαλκίτιδος, μίσυος ξενικοῦ, μελαντηρίας, στυπτηρίας καὶ σχιστῆς καὶ στρογγύλης, κηκίδων ὀμφακίδων, σιδίων, ῥοῦ, λιβάνου ἑκάστου ἀκὰ ἡμίλιτρον, ὄξους ὅσον 
742
ἐξαρκεῖ. τὰ τηκτὰ ἕψε μέχρις ἀμολύντου, τὰ δὲ ξηρὰ κόψας καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ, ὄξει φυράσας ἀναλάμβανε τοῖς τηκτοῖς. ἄλλη Κυζικηνή. ποιεῖ πρὸς τὰς κεχρονισμένας διαθέσεις καὶ τὰς τῶν νεύρων διακοπάς. ♃ λιβανωτοῦ, ὡς καλλίστου, κηροῦ, σμύρνης, ἀριστολοχίας, χαλκίτιδος, Ἰλλυρικῆς, χαλβάνης ἀνὰ δραχ. δ΄. τερμινθίνης, λιθαργύρου ἀνὰ δραχ. η΄. ἐλαίου κοτύλην α΄. ἅπαντα βαλὼν εἰς ἄγγος χαλκοῦν ἕψε ἐπὶ τέφρας μαλακῆς, κινῶν ἕως ἂν ἀποσταζόμενον εἰς ὕδωρ ψυχρὸν πάχος ἔχῃ μέλιτος. μετὰ δὲ ταῦτα αἶρε κινῶν, τοῦτο ἐγχρίσας εἰς δερμάτιον ἐπιτίθει καὶ λῦε χειμῶνος μὲν μετὰ τὴν ἑβδόμην ἡμέραν, θέρους δὲ μετὰ τὴν πέμπτην. ἄλλη ἐκ τῶν Φιλοξένου. ♃ λιβάνου, σμύρνης, κρόκου, Ἰλλυρικῆς, βδελλίου, λεπίδος χαλκοῦ, χαλκάνθους, χαλκίτεως, στυπτηρίας στρογγύλης καὶ σχιστῆς, μίσυος ξενικοῦ, ἀμμωνιακοῦ θυμιάματος, προπόλεως, ἰξοῦ δρυίνου, ὀποπάνακος, σιδίων μεμυκότων ἀνὰ δραχ. δ΄. ἀριστολοχίας δραχ. η΄. κηροῦ δραχ. ρ΄. ὃ μνᾶν ἐπιγράφει, στέατος ταυρείου δραχ. ρ΄. ῥητίνης τερμινθίνης δραχ. οε΄. ὃ τριατέτταρα ἐπιγράφει. τὴν ῥητίνην βαλὼν εἰς λοπάδα
743
ὀστρακίνην καινὴν, ἕψε ἕως ἂν ἄνοσμος γένηται. εἶτα τὸ στέαρ καὶ τὸν κηρὸν κατανίσας ἐπίβαλλε καὶ τῆκε. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, ἔπειτα καθελὼν ἀπὸ τοῦ πυρὸς τὰ τηκτὰ ποσῶς ἐάσας ψυγῆναι, τούτοις κατάπασσε τὰ ξηρὰ κινῶν ἐπιμελῶς. ἔχειν δὲ δεῖ μετ’ ὄξους τετριμμένα σμύρναν, λίβανον, βδέλλιον, ὀποπάνακα καὶ τούτοις ἐμβάλλεται τὰ ἐν τῇ λοπάδι καὶ τρίβεται, ὥστε ἐγκηρίδας μὴ γενέσθαι. ὅταν δὲ καλῶς ἔχῃ, ἀνελοῦ εἰς πυξίδα ξυλίνην προυποχρίσας ἰρίνῳ.

[Περὶ τοῦ τρίτου γένους τῶν δυσθεραπεύτων ἑλκῶν, περὶ ὧν κατὰ λέξιν ὁ Ἀσκληπιάδης ἔγραψε ταῦτα.] Ἐπὶ δὲ τῶν μηδ’ ὅλως συνερχομένων ἑλκῶν ἢ συνερχομένων μὲν, ἀναλυομένων δὲ πάλιν, ἤτοι τῆς σαρκὸς διαφθειρομένης ἢ καὶ τῶν ὑποκειμένων ὀστέων ἐφθορότων χρηστέον ταῖς ὑποκειμέναις σκευασίαις. πρὸς τὰ χειρώνεια καὶ δυσαλθῆ φάρμακον ἐπιτετευγμένον. ♃ λεπίδος χαλκοῦ, ἰοῦ ξυστοῦ ἀνὰ γο α΄. κηροῦ ἡμίλιτρον, ῥητίνης λάρικος γο α΄. ἥμισυ

744
τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ, μαλάσσων ἐπιμελῶς καὶ πλατυσμάτιον ἐπιῤῥίπτων κατὰ μόνου τοῦ πεπονθότος, ὥστε περιλαμβάνειν μόνον τὸ ἕλκος. δεῖ δὲ τὰ πέριξ ἀφλεγμάντῳ φαρμάκῳ περιλαμβάνειν. ἐν δὲ τῇ θεραπείᾳ λύειν χρὴ διὰ τρίτης τὸ ἕλκος, ἔπειτα προπυριᾷν καὶ τὸ αὐτὸ πλατυσμάτιον ἀπονίπτοντα μαλάσσειν καὶ πάλιν ἐπιτιθέναι, ἕως ἂν ἄρξηται συνουλώσεως. ἄλλη ἐπιτετευγμένη. ♃ ἰοῦ, λεπίδος χαλκοῦ ἀνὰ γο β΄. διφρυγοῦς γο α΄. κηροῦ λίτραν α΄. λάρικος γο γ΄. σκεύαζε καὶ χρῶ καθὼς προείρηται. μετὰ ταῦτα περὶ τῶν ὀνομαζομένων κεφαλικῶν ὡς ἔγραψεν Ἀσκληπιάδης κατὰ λέξιν οὕτως. Δηϊλέοντος κεφαλική. πρὸς τὰ χρόνια καὶ δυσαλθῆ, ἀνάγει ὀστᾶ διεφθορότα. ♃ λεπίδος χαλκοῦ, μάννης, λιβανωτοῦ, ῥητίνης ξηρᾶς ἀνὰ δραχ. ρ΄. ὄξους κο. ιβ΄. τρῖβε λεπίδα χαλκοῦ μετ’ ὄξους καὶ ὅταν ἐκλειωθῇ, ἐπίβαλλε λειότατον λιβανωτὸν καὶ ῥητίνην καὶ ἀνάπλαττε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει ἐφ’ ὧν βούλει ἐκτυλῶσαι, λάμβανε τοῦ φαρμάκου μέρος ἓν καὶ
745
κηρωτῆς σκευασθείσης διὰ ῥοδίνου τὸ ἴσον. ἐπὶ δὲ τῶν ἄλλων ἔστω τοῦ φαρμάκου μέρος ἓν καὶ τῆς κηρωτῆς μέρη γ΄ ἢ δ΄. δεῖ γὰρ τὴν κρᾶσιν γίγνεσθαι κατάλληλον ταῖς ὑποκειμέναις διαθέσεσι. μελάγχλωρος κεφαλικὴ, ᾗ ἐχρήσατο Τρύφων ὁ ἀρχαῖος. ποιεῖ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ, ἀνάγει ὀστᾶ διεφθορότα. ♃ λεπίδος χαλκοῦ ιβ΄. μάννης, λιβανωτοῦ, ἀμμωνιακοῦ θυμιάματος, ῥητίνης πιτυΐνης ξηρᾶς, στέατος μοσχείου θεραπευομένου, ῥητίνης τερμινθίνης ἀνὰ δραχ. ιστ΄. κηροῦ, ἐλαίου ἀνὰ μνᾶς τέταρτον, ὄξους κοτύλην α΄. σκεύαζε κατὰ τρόπον. Φιλώτου κεφαλικὴ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ, ἀνάγει ὀστᾶ διεφθορότα καὶ τύλους ὑπεκτήκει. ♃ γῆς Ἐρετριάδος δραχ. ρ΄. λεπίδος χαλκοῦ δραχ. ν΄. ἰχθυοκόλλης δραχ. κε΄. ὄξους κοτύλας ιβ΄. τὴν ἰχθυοκόλλαν δὲ εἰς λεπτὰ χρὴ συγκόψαντα βάλλειν εἰς ἄγγος ὕελοῦν καὶ ταύτῃ ὄξος ἐπιβάλλοντα ἐᾷν βρέχεσθαι καὶ διαλυθεῖσαν ἐπιβάλλειν σκευασθέντι τῷ φαρμάκῳ καὶ μίξαντας ἀναπλάττειν τροχίσκους, ἡ χρῆσις δεδήλωται. Διονυσίου Σαμίου. ♃ γῆς Ἐρετριάδος
746
μνᾶν α΄. λεπίδος χαλκοῦ ἡμίμνουν, ἰχθυοκόλλης μνᾶς τέταρτον, λιβάνου μνᾶς ὄγδοον, ἰοῦ ξυστοῦ μνᾶς ὄγδοον. σμύρνης μνᾶς ἑκκαιδέκατον, ὄξους χόας β΄. συντίθει ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἐν ἡλίῳ τρίβων πάντα ὁμοῦ σὺν τῷ ὄξει. τὴν δ’ ἰχθυοκόλλαν λεπτὰ ποιήσας βρέχε σὺν ὀλίγῳ ὄξει ἐν ὑελίνῳ ἀγγείῳ, εἶτα μίξας τοῖς ἐν τῇ θυείᾳ ἀνάπλαττε τροχίσκους ἀνὰ ὁλκὰς ἄγοντας τέσσαρας, οὕς δὲ ὀκτὼ καὶ ξήραινε. ἐπὶ δὲ τῆς χρήσεως τοῦ φαρμάκου μέρος ἓν πρὸς τρία κηρωτῆς σκευασθείσης διὰ ῥοδίνου, ἐπὶ δὲ τῶν σπληνίων ἐπιῤῥίπτει ἔρια οἰσυπηρὰ βεβρεγμένα ὄξει, ἐπὶ συρίγγων πρὸς μέρος ἓν φαρμάκου, κηρωτῆς ῥοδίνης μέρη β΄. ποιῶν κολλύρια ἐντίθει. ἡ διὰ τῶν βοτανῶν, ὡς Λεύκιος ὁ Καθηγητής. ♃ ἀναγαλλίδος τῆς τὸ κυάνεον ἄνθος ἐχούσης δραχ. νστ΄. μήκωνος ἀγρίας δραχ. νστ΄. ὑοσκυάμου χλωροῦ τῶν φύλλων καὶ πράσων χλωρῶν ἀνὰ δραχ. νστ΄. λεπίδος χαλκοῦ δραχ. κε΄. μάννης δραχ. κ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ιστ΄. ἀλόης δραχ. στ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. καὶ στρογγύλης δραχ. δ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. δ΄. κηροῦ μνᾶν α΄. ἐλαίου παλαιοῦ 
747
κο. β΄. ὄξους τὸ ἱκανόν. τὰς βοτάνας κόψας ἐπιμελῶς καὶ ὄξει διαλύσας ἔκθλιβε τὸ ὑγρὸν πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν. ἡ ἴσις κεφαλικὴ πρὸς τὰ χειρώνεια καὶ δυσαλθῆ. ἔστι δὲ καὶ ἔναιμος ἀγαθή. ♃ κηροῦ δραχ. ρ΄. ῥητίνης κολοφωνιακῆς δραχ. σ΄. ἀμμωνιακοῦ θυμιάματος, λεπίδος χαλκοῦ, λιβανωτοῦ κεκαυμένου, ἀριστολοχίας λεπτῆς, ἰοῦ, ἁλὸς ἀμμωνιακοῦ ἀνὰ δραχ. η΄. χαλβάνης, μάννης, σμύρνης, ἀλόης ἀνὰ δραχ. ιβ΄. στυπτηρίας στρογγύλης δραχ. στ΄. ἐλαίου παλαιοῦ κο. α΄. ὄξους τὸ ἱκανόν. σκεύαζε καὶ χρῶ ποτὲ μὲν ἀκράτῳ τῷ φαρμάκῳ ποτὲ δὲ ἀνιεμένῳ.

[Περὶ τῶν ὑπὸ τοῦ Ἥρα γεγραμμένων χρησίμων ἐμπλάστρων εἰς τὰ δυσθεράπευτα τῶν ἑλκῶν.] Ἄλλας μέν τινας ἐμπλάστρους ἔγραψε πολυχρήστους, ἃς καὶ πρὸς τὰ δυσκατούλωτα καὶ κακοήθη φησὶν ἁρμόττειν. ἐξαιρέτως δὲ πρὸς ταῦτα μόνα διαφερούσης, ἐμνημόνευσε μιᾶς ὡδί πως γράψας αὐτοῖς ὀνόμασι περὶ αὐτῆς. ἡ Ὑγιεινοῦ αὐτοῦ πρὸς πολλὰ εὔχρους, ποιοῦσα ἐπὶ τῶν δυσεπουλώτων καὶ ἐπὶ παρωνυχιῶν, ταύτης καλλίων ἔμπλαστρος οὐκ ἔστι. ♃ λιθαργύρου

748
χρυσίτιδος μνᾶν α΄. κηροῦ μνᾶν α΄. χαμαιλέοντος μέλανος ῥίζης δραχ. λστ΄. ἰοῦ ξυστοῦ δραχ. ιη΄. χρυσοκόλλης δραχ. μ΄. ἐλαίου κο. γ΄. λιθάργυρον, ἔλαιον ἕψε μαλακῷ πυρὶ, ἕως ἄρξηται ἀναζεῖν, εἶτα ἔμπασσε τὸν ἰὸν, ἄρας ἀπὸ τοῦ πυρὸς καὶ κίνει πάλιν ἕψων, ἕως τὸ χρῶμα τὸ ἴδιον ἀπολάβῃ, εἶτα κηρὸν, ὅταν δὲ καλῶς ἔχῃ, χρυσοκόλλαν καὶ χαμαιλέοντα, κατεράσας δὲ εἰς θυείαν ὄξος ἐπίῤῥαινε. πρὸς μὲν τὰ προγεγραμμένα ποιεῖ καὶ τῆς χρυσοκόλλης παραπλεκομένης. χωρὶς μέντοι ταύτης παρηγορικωτάτη ἐστὶ καὶ ἄκρως ποιοῦσα πρὸς τὰ τῶν νεύρων νύγματα καὶ ὅπου τι ἀναπλεῦσαι δεῖ ἀπὸ μυῶν ἢ νεύρων. καλῶς ἐποίησεν ὁ Ἥρας, ἐπὶ τῷ τέλει τοῦ περὶ τῆς ἐμπλάστρου λόγου, προσγράψας ὅτι μετὰ τῆς χρυσοκόλλης οὐκ ἔστι παρηγορικὴ, στυπτικὸν γὰρ ἔχει τι φάρμακον τοῦτο, χαλαστικῶν δὲ δεῖται τὰ παρηγορούμενα δι’ ὀδύνην δηλονότι. παρηγορεῖσθαι γὰρ ἐν τούτῳ μόνον τὸ σύμπτωμα χρῄζει καὶ πολλάκις γε τὰ παρηγοροῦντα τὴν ὀδυνώδη διάθεσιν αὐτὴν βλάπτει. ἀλλὰ πρὸς τὸ
749
κατεπεῖγον ἱστάμενοι τὴν ὀδύνην πρῶτον πραΰνομεν, εἶθ’ οὕτως ἐπὶ τὰ τὴν διάθεσιν ἰᾶσθαι δυνάμενα παραγινόμεθα. χρυσοκόλλα μὲν οὖν, ὡς καὶ πρόσθεν εἴρηται, τῶν θαυμαστῶς ἐστι τοιούτων φαρμάκων πρὸς τὰ δυσίατα τῶν ἑλκῶν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν σφοδρῶς ξηραινόντων, ἅμα τῷ στυπτικόν τι ἔχειν, παρηγορικὸν δ’ οὐδέν ἐστι τῶν τοιούτων φαρμάκων. ἐπεὶ δὲ καὶ μνᾶς ἐμνημόνευσε καὶ κοτύλης, λιθαργύρου μὲν μνᾶν α΄. κελεύσας ἐμβαλεῖν, ἐλαίου δὲ κοτύλην, εἴρηται γάρ μοι καὶ διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων ἐνίους μὲν εἴκοσιν οὐγγιῶν, ἐνίους δὲ ἑκκαίδεκα νομίζειν τὴν μνᾶν, ὥσπερ γε καὶ κοτύλην ἐνίους μὲν γο θ΄. τινὰς δὲ ιβ΄. διορίσαι χρὴ καὶ περὶ τούτων. ὁ διορισμὸς δὲ ἐκ τῆς ἐπαγγελίας τοῦ φαρμάκου καὶ τῆς ποσότητος τῶν μεταλλικῶν γίγνεται. διὰ μὲν γὰρ τὴν ἐπαγγελίαν ἑψήσεως ἱκανῶς δεῖται, διὰ τοῦτο δὲ καὶ πλέονος ἐλαίου, διὰ δὲ τὴν τῶν μεταλλικῶν μίξιν οὐκ ὀλίγων ὄντων ὑγρότητος ἐλαιώδους δεῖ τῷ φαρμάκῳ. μὴ λαμβάνοντος οὖν αὐτοῦ μήτε στέαρ μήτε μυελὸν μήτε ῥητίνην ὑγρὰν εὔδηλον αὐξῆσαι
750
τὸ ἔλαιον. ἐὰν μὲν οὖν ὡς πρὸς εἴκοσι οὐγγίας τὴν μνᾶν λογιζώμεθα, βαλοῦμεν ἐλαίου πάντως τρεῖς κοτύλας, ἑκάστην οὐγγιῶν ιβ΄. ἐὰν δὲ ἑκκαίδεκα, δυνατὸν μέν ἐστι καὶ τὴν τοῦ ἐλαίου κοτύλην, ὡς πρὸς ἐννέα οὐγγίας ἐμβαλεῖν. δυνατὸν δὲ καὶ ὡς πρὸς ιβ΄. καὶ διὰ τὴν ἕψησιν ἐπὶ πλέον ὠφελοῦσαν γενέσθαι. τοῖς γὰρ τοιούτοις φαρμάκοις ὠφελιμώτατον τοῦτο καὶ διὰ τὰ μεταλλικὰ πλῆθος οὐκ ὀλίγον ὄντα. ἐὰν γὰρ τὰς τοῦ χαμαιλέοντος δραχ. λστ΄. συναριθμήσαις ταῖς ιη΄. μὲν τοῦ ἰοῦ, χρυσοκόλλης δὲ μ΄. γένοιντ’ ἂν ἐνενήκοντα τέσσαρες δραχ. δεόμεναι καὶ αὗται μίξεως ἐλαίου συχνοῦ, καὶ μάλισθ’ ὅτι καὶ κηροῦ δραχ. ρ΄. ἀξιοῖ βάλλεσθαι. πάντως γὰρ δήπου καὶ οὕτως πολλοῦ ἐλαίου δεήσεται. ταύτην μὲν οὖν τὴν ἔμπλαστρον ὁ Ἥρας ἔγραψε, μαρτυρήσας αὐτῇ τὸ ἐπὶ τῶν δυσεπουλώτων ἁρμόττειν, ἄλλας δὲ πολυχρήστους κατὰ τὴν αὐτὴν βίβλον γράψας, ἐπὶ πολλοῖς ἔργοις αὐτῶν καὶ τὸ τοῖς δυσεπουλώτοις ἢ καὶ κακοήθεσιν ἢ χειρωνείοις ἀρήγειν προσέγραψε. πάντες γὰρ τήν τε Ἀριβαρζάνειον ὑπ’ αὐτοῦ καλουμένην ἐπῄνεσαν, ὡς τὰ κακοήθη καὶ νεμόμενα
751
καὶ δυσαλθῆ θεραπεύουσαν καὶ τὴν ἴσιν, ὡς γαγγραίνας περιγράφουσαν. καὶ τρίτην ἐπὶ ταύταις, ἧς ἤρξατο κατὰ τήνδε τὴν λέξιν. εὔχρους, ἔναιμος, ἐπουλωτικὴ, λέγων αὐτὴν καὶ τοῖς χειρωνείοις βοηθεῖν. καὶ τετάρτην, ἣν αὐτὸς ὀνομάζει πανάκειαν, καὶ πέμπτην τὴν Ἱκεσίου. περὶ μὲν οὖν τῶν πολυχρήστων ἐμπλάστρων ὁ μετὰ τοῦτο τὸ βιβλίον ἔσται μοι λόγος, ἐν ᾧ καὶ ταύτας γράψω τὰς ἐπῃνημένας ὑπὸ Ἥρα. ἐν τούτῳ δὲ προσγράψω τὰ πρὸς δυσθεράπευτα, χειρώνεια δὲ ὑπό τινων καλούμενα, διὰ μακρᾶς πείρας βεβασανισμένα τοῖς τε διδασκάλοις ἡμῶν καὶ ἡμῖν αὐτοῖς. ἔνια δ’ αὐτῶν καὶ ὑπὸ παλαιοτέρων ἀνδρῶν ἐνδόξων μεμαρτύρηται, καθάπερ γε καὶ ἡ γεγραμμένη κατὰ τὸ βιβλίον τὸ ἐπιγεγραμμένον Μαντίου φαρμακοπώλης ὁ κατ’ ἰατρεῖον. ἔγραψε δὲ περὶ αὐτῶν αὐτοῖς ὀνόμασιν οὕτως. Ἰώδης Μαντίου. ♃ χαλκοῦ κεκαυμένου μνᾶς δ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. η΄. κηροῦ δραχ. η΄. ἰοῦ δραχ. ι΄. ἐλαίου κο. α΄. γῆς κιμωλίας δραχ. δ΄. λιβάνου δραχ. δ΄. λεπίδος χαλκοῦ δραχ. δ΄. τὰ ξηρὰ λεάνας ἔασον ἐν τῇ θυείᾳ, τὸν δὲ κηρὸν τήξας μετὰ τοῦ ἐλαίου κατέρασον 
752
ἐπάνω τῶν τετριμμένων καὶ ἔασον συμπιεῖν βραχὺν χρόνον καὶ παράχει ὄξους κο. α΄. καὶ λεῖα ποίει ἐπὶ ἡμέρας γ΄. παραχέων ὄξους ὅσον ἂν ἐπιδέχηται, ὥστε γενέσθαι κηρωτῆς ὑγρᾶς πάχος. χρῶ δὲ αὐτῇ πρὸς πᾶν τραῦμα καὶ τὰ παλαιὰ καὶ τὰ δυσεπούλωτα ἕλκη καὶ ὅσα καρκινώδη ἐστὶ μετὰ τιλμάτων. δεῖ δὲ ἐπάνω τοῦ σπληνίου ἔριον οἰσυπηρὸν οἴνῳ καὶ ἐλαίῳ βρέχοντας ἐπιδεσμεύειν ἐλαφρῶς, λύοντα τοῦ μὲν θέρους δι’ ἡμερῶν β΄. τοῦ δὲ χειμῶνος διὰ τριῶν, καὶ κατανίπτειν τὰ ἕλκη ὕδατι χλιαρῷ. τὰ δὲ βαθέα τῶν τραυμάτων ἐλαφρῶς διαμοτοῦν αὐτὰ τὰ στόματα. ἡ γὰρ δύναμίς ἐστιν ἔμμοτος καὶ πυοποιός. ᾧ δ’ ἂν καθαρὰ γένηται τὰ ἕλκη καὶ ἡ ἐσχάρα ἐκπέσῃ, κηρῷ μίσγων ἴσον ἰῷ ἀπουλοῦν. ἐκβάλλει δὲ καὶ τοὺς ἄνθρακας ἀλύπως καὶ πᾶν νεμόμενον κακόηθες ἵστησι καὶ ἐκθεραπεύει. χρῶ δὲ καὶ πρὸς τοὺς ἕρπητας καὶ τοὺς σαπροὺς ὄνυχας. ὁμοίως δὲ καὶ πρὸς πάντα τῷ οἴνῳ καὶ ἐλαίῳ δεῖ χρῆσθαι μετὰ τοῦ ἐρίου καὶ τοὺς ὀδόντας δὲ τοὺς βεβρωμένους πλήρου τῷ φαρμάκῳ. ἔμπλαστρος Γαληνοῦ. καλὴ ἡ ἡμετέρα. ♃ κηροῦ δὲ πίσσης
753
καὶ ἀσφάλτου ἀνὰ λίτραν α΄. μάννης, ἰοῦ, ψιμυθίου κατὰ τὸ S". τῶν προειρημένων, τουτέστιν ἡμίλιτρον ἑκάστου. σιδίων δὲ καὶ κηκίδος καὶ ἀκάνθης Αἰγυπτίας καὶ ἴρεως Ἰλλυρικῆς καὶ ἀριστολοχίας στρογγύλης καὶ χαλκάνθου, τούτων ἑκάστου τὸ τρίτον τῆς λίτρας, τουτέστιν οὐγγίας δ΄. ἀριστολοχίας δὲ μακρᾶς καὶ χαλκοῦ κεκαυμένου τὸ ἕκτον ἑκατέρου τῆς λίτρας, τουτέστιν ἀνὰ γο β΄. τὰ μὲν οὖν ξηρὰ λέαινε σὺν ὄξει πλείοσιν ἡμέραις, ὡς καὶ πρόσθεν εἴρηται. καλῶς δὲ αὐτῶν κατειργασμένων τὰ τηκτὰ τήξας σὺν ἐλαίῳ, κοτύλην κατάχεε κατ’ αὐτῶν ἐπιπάσσων τὴν μάνναν, καὶ ψύξας τὰ τηκτὰ καὶ ξύσας οὕτως μίγνυε τοῖς ξηροῖς, λελειωμένοις σὺν ὄξει, μή πως ἐν τῷ καταχεῖν ἐγκηρίδας ποιήσῃς, καὶ μάλισθ’ ὅταν τὸ περιέχον ψυχρὸν ᾖ. ἡμετέρα ἄλλη. ♃ ἀσφάλτου καὶ στυπτηρίας ὑγρᾶς, ἑκατέρου λίτραν α΄. πίσσης δὲ καὶ ῥητίνης πιτυΐνης καὶ κηροῦ διπλάσιον ἑκάστου, τουτέστιν ἀνὰ λίτρας β΄. ἀριστολοχίας δὲ στρογγύλης καὶ κηκίδος καὶ ἀκάνθης Αἰγυπτίας ἀνὰ γο η΄. τούτου δὲ σταθμοῦ τὸ S". καθ’ ἕκαστον τούτων, σιδίων καὶ χαλκοῦ κεκαυμένου καὶ μάννης καὶ ἀριστολοχίας μακρᾶς, τουτέστιν ἀνὰ
754
γο δ΄. ἐλαίου κικίνου, ἢ παλαιοῦ, ἐὰν μὴ ἔχῃς τὸ κίκινον, λίτρας β΄. τῆς λίτρας ἐχούσης γο ιβ΄. ὥστε εἶναι τὰς πάσας γο κδ΄. καὶ σκεύαζε καὶ τοῦτο τὸν αὐτὸν τρόπον τῷ προτέρῳ, λειῶν τὰ μεταλλικὰ σὺν ὄξει καὶ μετὰ ταῦτα προσεμβάλλων τὰ ξηρὰ καὶ πάλιν λειῶν, εἶθ’ ὅταν ἔχῃ ταῦτα πηλώδη σύστασιν τὰ τηκτὰ μιγνὺς ὡς προείρηται. ἄλλη. ♃ ἀσφάλτου καὶ ῥητίνης τερμινθίνης καὶ πίσσης Βρυτίας ἀνὰ λίτραν α΄. ἐλαίου δραχ. κδ΄. λιθαργύρου καὶ ψιμυθίου καὶ μάννης καὶ ἰοῦ καὶ λεπίδος καὶ ὀποπάνακος ἴσον ἑκάστου ταῖς εἴκοσι τέσσαρσι δραχμαῖς τοῦ ἐλαίου, λαδάνου γο δύο, ὅπερ ἐστὶ δραχ. ιστ΄. καὶ δύο κοτύλας ὄξους, ὁμοίως καὶ τοῦτο τὸ φάρμακον τοῖς πρὸ αὐτοῦ δύο σκευάζεται. ἄλλη. ♃ χρυσοκόλλης καὶ λεπίδος καὶ στομώματος ἀνὰ δραχ. δ΄. ἰοῦ δὲ καὶ χαλκάνθου, ἑκατέρου τὸ ἥμισυ, τουτέστιν ἀνὰ δραχ. β΄. κηροῦ δραχ. κε΄. τουτέστι γο γ΄. καὶ δραχμὴν μίαν, ῥητίνης τερμινθίνης γο β΄. τουτέστιν δραχ. ιστ΄. τὸν κηρὸν μετὰ τῆς τερμινθίνης τῆξον, εἶτα τοῖς ἄλλοις μιγνὺς, διττῶς σκευάζων τὸ
755
φάρμακον, ποτὲ μὲν ὡς τὰ πρόσθεν ὄξει τρίβων τὰ ξηρὰ, ποτὲ χωρὶς ὄξους ἀκριβῶς λελειωμένα μιγνὺς τοῖς τηκτοῖς. ἔστω δὲ ἡ τερμινθίνη ὑγροτέρα, καθάπερ ὡς ἐπὶ πολὺ ἡ λάριξ ὀνομαζομένη. καθόλου δὲ πᾶσι τοῖς φαρμάκοις τούτοις, ὅσα τοῖς χειρωνείοις ἁρμόττειν ὡμολόγηται τῆς λάρικος ῥητίνης μιγνὺς ἀντὶ τῆς τερμινθίνης, οὐχ ἁμαρτήσεις. ἄλλη. ♃ κηροῦ οὐγγίας γ΄. τουτέστι δραχ. κδ΄. χαλκοῦ κεκαυμένου καὶ λεπίδος καὶ ἰοῦ ἀνὰ δραχ. β΄. ὡς εἶναι τῶν τριῶν ὁμοῦ δραχ. στ΄. ὁ κηρὸς ἔστω λιπαρὸς, ὡς μαλασσόμενος μετ’ ὀλίγου ῥοδίνου ἢ μυρσίνου, ἀναλαμβάνειν τὰ ξηρὰ λελειωμένα καλῶς, ὅπερ ἐπὶ πάντων τῶν πρὸς τὰ χειρώνεια συντιθεμένων φαρμάκων ἀναγκαιότατόν ἐστι. καὶ μέντοι καὶ μετὰ τὸ μῖξαι τὰ ξηρὰ τῷ κηρῷ κάλλιον ἐν ὅλμῳ κόπτειν ἐπὶ πλέον αὐτά. ἄλλη. ♃ κηροῦ γο στ΄. ἰοῦ τὸ ἕκτον, ὅπερ ἐστὶν γο α΄. χαλκοῦ κεκαυμένου καὶ ῥητίνης λάρικος ἑκατέρου δραχ. γ΄. ὡς εἶναι συναμφοτέροις δραχ. στ΄. ὁ κηρὸς λιπαρὸς ἔστω. καὶ βληθεὶς εἰς ὕδωρ θερμὸν, ὡς μαλακώτερος γενέσθαι μαλασσέσθω διὰ τῶν χειρῶν, ἀναλαμβανομένων εἰς αὐτὴν τοῦ τε ἰοῦ καὶ
756
τοῦ χαλκοῦ καὶ μετὰ ταῦτα κοπτομένων ἐν ὅλμῳ, ἐν ᾧ καὶ ἡ τῆς ῥητίνης μίξις γενήσεται κατὰ βραχὺ παρασταζομένη. ἄλλη. ♃ καδμείας γο γ΄. τῷ ἡμίσει σταθμῷ χαλκίτεως μίξας, ὅπερ ἐστὶν γο α΄. καὶ ἡμίσεια, λειώσας καλῶς, ἐπίχει οἶνον αὐστηρὸν καὶ πάλιν λείου καὶ ποιήσας μελιτῶδες τῇ συστάσει, μῖξον τὴν κηρωτὴν ἐκ κηροῦ καὶ ῥητίνης φρυκτῆς γεγενημένην. ἔστω δ’ ἑκατέρου τὸ ἴσον οὐγγία α΄. ὥστε συναμφότεραι οὐγγίαι β΄. εἶναι. προσμίξεις δὲ αὐτοῖς βραχὺ μυρσίνου τηκομένης. ἄλλη. ♃ ἐλαίου παλαιοῦ ἢ κικίνου κοτύλην α΄. κηροῦ καὶ πίσσης καὶ ἀσφάλτου ἀνὰ λίτραν α΄. μάννης, ἰοῦ, ψιμυθίου κατὰ τὸ ἥμισυ τῶν προειρημένων, ὅπερ ἐστὶν ἑκάστου ἀνὰ ἡμίλιτρον, σιδίων, κηκίδος, ἀκάνθης Αἰγυπτίας, ἴρεως, ἀριστολοχίας στρογγύλης, χαλκάνθου τὸ τρίτον τῆς λίτρας ἑκάστου, ὅπερ ἐστὶν οὐγγίαι δ΄. χαλκοῦ κεκαυμένου, ἀριστολοχίας μακρᾶς, ἕκτον τῆς λίτρας, ὅπερ ἐστὶν οὐγγίαι β΄. ἑκατέρου τὰ τηκτὰ συμμίξεις τοῖς ξηροῖς προλελειωμένοις ἐν ὄξει, καθότι προείρηται. ἄλλη ♃ καδμείας, χαλκίτεως ἀνὰ δραχ. μ΄. δι’ οἴνου λειοτριβήσας 
757
ἐν ἡμέραις πλείοσι μίξεις κηρωτὴν γενομένην δι’ ἐλαίου καὶ κηροῦ. ἔστωσαν δὲ τοῦ μὲν ἐλαίου λίτραι β΄. τοῦ δὲ κηροῦ δραχμαὶ σ΄. κάλλιον δὲ ἐν ἐλάττονι συμμετρίᾳ σκευάζειν τοῦτο, καδμείας μὲν καὶ χαλκίτεως ἀνὰ δραχ. ι΄. ἐμβάλλοντα, κηροῦ δὲ καὶ ἐλαίου ἀνὰ δραχμὰς ν΄. ἄλλη. ♃ καδμείας κεκαυμένης καὶ χαλκίτεως κεκαυμένης καὶ τερμινθίνης καὶ κηροῦ τὸ ἴσον ἑκάστου, τὰ ξηρὰ λειώσεις ἐν οἴνῳ. ἄλλη διὰ κίκεως. ♃ ἰοῦ δραχμὴν μίαν, στυπτηρίας ὑγρᾶς λίτραν μίαν, σιδίων καὶ χαλκοῦ κεκαυμένου καὶ μάννης μὲν τρίτον τῆς λίτρας ἑκάστου, ὅπερ ἐστὶν οὐγγίας δ΄. κηκίδος τὸ διπλάσιον, ὅπερ ἐστὶν οὐγγίας η΄. πίσσης δὲ καὶ πιτυΐνης ἀνὰ λίτρας β΄. καὶ ἀσφάλτου τὸ ἥμισυ, τουτέστι λίτραν, ὅπερ καὶ τῆς ὑγρᾶς στυπτηρίας ἐμβεβλήκῃς, ἀριστολοχίας δὲ στρογγύλης καὶ τῆς κηκίδος γο η΄. τῆς δὲ μακρᾶς ἀριστολοχίας ἥμισυ, τουτέστιν οὐγγίας δ΄. ἐλαίου κικίνου λίτρας β΄. τὰ μεταλλικὰ σὺν ὄξει λειώσεις, ὡς ἐπὶ τῶν προγεγραμμένων. ἄλλη. ♃ κηροῦ οὐγγίας γ΄. χαλκοῦ κεκαυμένου καὶ λεπίδος καὶ ἰοῦ ἀνὰ λι΄. β΄. τὸν κηρὸν προθερμάνας ἐν ὕδατι θερμῷ
758
μαλάξεις ἐν ταῖς χερσὶ μιγνὺς ῥόδινον, εἶτα ἀναλαβὼν τὰ ξηρὰ κόψεις ἐν ὅλμῳ μέχρι πλείονος, ὡς ἀληθῶς ἑνωθῆναι πάντα διὰ τρίτης ἢ τετάρτης ἡμέρας. λῦε καὶ τοῦτο καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα σπόγγον ἐπιτιθεὶς ἔξωθεν ἐξ ὕδατος ἢ ὀξυκράτου. ἄλλη. ♃ κηροῦ οὐγγίας στ΄. ῥητίνης λάρικος τὸ ἥμισυ, τουτέστιν γο γ΄. ἰοῦ τὸ τρίτον ἢ κατὰ τὴν λάρικα, τουτέστιν γο α΄. πίσσης Βρυτίας δραχ. γ΄. χαλκίτεως κεκαυμένης ὁμοίως δραχ. γ΄. σκεύαζε καὶ τοῦτο παραπλησίως τῷ προγεγραμμένῳ. ἄλλη. ♃ χαλκοῦ κεκαυμένου, λεπίδος καὶ ἰοῦ, τὸ ἴσον ἑκάστου μῖξον ἡμιολίῳ κηρῷ, μαλάξας τὸν κηρὸν ὡς προείρηται, προβρέξας ὕδατι θερμῷ καὶ προσβαλὼν ἐν τῷ μαλάσσειν ἢ ῥόδινον ἢ μύρσινον, εἶτα εἰς ὅλμον ἐμβαλών. ἄμεινον δὲ τῶν τριῶν σταθμῶν τὸν κηρὸν ἴσον μιγνύειν, ὡς ὅτι νεώτατόν τε καὶ μαλακώτατον καὶ λιπαρώτατον, ἵνα μὴ δεηθῇς πολλοῦ τοῦ ἐλαιώδους ὑγροῦ. ἄλλη. ♃ ἰοῦ καὶ τερμινθίνης ἴσον ἑκατέρου, κηροῦ δὲ τὸ τριπλάσιον, στυπτηρίας δὲ τῆς σχιστῆς καὶ καδμείας καὶ λεπίδος ἑκάστου τὸ τετραπλάσιον, ὡς εἶναι τοῦ μὲν ἰοῦ μέρος α΄.
759
καὶ τῆς τερμινθίνης μέρος α΄. τοῦ δὲ κηροῦ γ΄. μέρη, λεπίδος καὶ καδμείας καὶ στυπτηρίας σχιστῆς ἑκατέρου μέρη τέσσαρα. τὰ ξηρὰ κόψας καὶ σήσας καὶ λειώσας ἀκριβῶς, εἰς ὅλμον ἐμβαλὼν τὸν κηρὸν καὶ τὴν τερμινθίνην κόπτε προσεπιπάσσων τὰ ξηρά. βρέχων τὸ ὕπερον μυρσίνῳ ἢ ῥοδίνῳ ἐν ἀέρι θερμῷ, ῥᾳδίως γὰρ ἐν τούτῳ κοπήσεται, μάλιστα δὲ εἰ ἐν ἡλίῳ κόπτοιτο θερινῷ. ἡ χρῆσις ὡς καὶ τῶν ἄλλων προαποῤῥυφθέντος τοῦ ἕλκους ἀφρολίτρῳ καὶ καταπλυθέντος μελικράτῳ καὶ σπογγισθέντος καλῶς ὡς ἄνικμον εἶναι καὶ μετὰ ταῦτα πλατύσματος ἐκ τῆς ἐμπλάστρου κατὰ τοῦ ἕλκους τεθέντος, εἶτα ἔξωθεν ἐξ ὕδατος ψυχροῦ διπλοῦ πτύγματος ἐξ ὀθόνης, εἶτα καινοῦ σπόγγου μαλακοῦ, καὶ λύσαις δηλονότι διὰ τρίτης ἢ τετάρτης. ἄκηρος ἡμετέρα. ♃ λιθαργύρου λίτρας γ΄. ἐλαίου κικίνου παλαιοῦ λίτρας δ΄ S". ὄξους δριμυτάτου λίτρας β΄. λεπίδος χαλκοῦ μελαίνης καὶ χαλκίτεως καὶ ἰοῦ, τῶν τριῶν ἑκάστων ἀνὰ γο β΄. τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου προέψειν χρὴ, μέχρι γλοιώδους συστάσεως, εἶτ’ ἐπεμβάλλειν τὰ μεταλλικὰ, λελειωμένα
760
πλείοσιν ἡμέραις μετ’ ὄξους, καὶ οὕτως ἑψεῖς μέχρις ἀμολύντου. ἔνεστι δὲ καὶ κατ’ ἀρχὴν εὐθέως τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου καὶ τοῦ ὄξους ἀκριβῶς μίξαντα ἕψειν, ἐπεμβάλλειν τε ὅταν ἡμίεφθον γένηται τὴν λεπίδα καὶ τὴν χαλκῖτιν καὶ τὸν ἰόν. ὀνομάζω δὲ νῦν λίτραν ἐλαίου καὶ ὄξους τὴν Ῥωμαϊκὴν, ἥτις ἐστὶν οὐγγιῶν τῶν ἰδίων δεκαδύο. βάλλων δέ ποτε καὶ ἓξ λίτρας ἐλαίου πρὸς τὰς τρεῖς τοῦ λιθαργύρου, καὶ δηλονότι μέχρι πλείονος ἕψεται κατὰ ταύτην τὴν συμμετρίαν. σκευάζοντί σοι καὶ τοῦτο τὸ φάρμακον, ἄμεινόν ἐστι προηψῆσθαι μετὰ τοῦ ἐλαίου μόνου τὴν λιθάργυρον, εἶτα μετὰ τοῦ ὄξους ἐμβεβλῆσθαι τὰ μεταλλικά. τριῶν δὲ ὄντων αὐτῶν ἑκάστου γο β΄. ἔφην βάλλεσθαι πρὸς ὄξους λίτρας β΄. λιθαργύρου δὲ γ΄. ἐλαίου δὲ κικίνου παλαιοῦ τὰς ἓξ λίτρας ἢ, ὡς ἔμπροσθεν ἔφην, τὰς τέσσαρας καὶ ἡμίσειαν. τοῦτο τὸ φάρμακον καὶ σύριγγας κολλᾷ καὶ τετυλωμένας γε ἤδη ξηραῖνον συνάγει καὶ κλείει καὶ, εἰ καλῶς διαιτώμενος εἴη τις, οὐκ ἀναλύονται. πλήθους δὲ ἀθροισθέντος ἀξιολόγου κίνδυνος ἐκ ῥεύματος ἐπελθόντος ἀναφλεγμῇναί τε καὶ τὸ μόριον ἀνοιχθῆναί τε τὴν σύριγγα, καὶ ἐπὶ
761
τῶν πεπαλαιωμένων δὲ ἑλκῶν καὶ δυσεπουλώτων, ἃ καὶ χειρώνεια καλεῖται, οὐ μόνον αὐτὸ τὸ φάρμακον ἄκρατον ἐπιτίθεμεν, ἀλλὰ καὶ τακὲν ἐν ἐλαίῳ παλαιῷ ἢ κικίνῳ ἔμμοτον ἐπιτεθὲν, εἰ καὶ μή πω πρόσθεν ποτὲ πύου, μηδὲ τὸ ἐλάχιστον εἴη γεγονὸς ἐν τῷ ἕλκει, συμπέσσει τε αὐτὸ καὶ πυοποιεῖ, καὶ τό γε πῦον ἐργάζεται παχύ. λύσεις καὶ τοῦτο διὰ τρίτης, ἐὰν μηδὲν κωλύῃ. ἐὰν δὲ ἡ λεπὶς στομώματος ᾖ, βέλτιον. εἰ δὲ μὴ ταύτην ἔχοις μήτε τὴν μέλαιναν, ἡ τοῦ Κυπρίου χαλκοῦ βληθήσεται. ἐσκεύασά ποτε ταύτην τὴν ἔμπλαστρον καὶ λίθου Φρυγίου μίξας οὐγγίαν, ἄλλοτε δὲ καὶ χρυσοκόλλης οὐγγίαν, ὥσπερ γε καὶ ἀμφοτέρων ποτὲ, κολλᾷ καὶ τὰ μεγάλα τραύματα. ἄλλη πρὸς ἁπαλοχρῶτας καὶ δυσελκεῖς ἐπὶ τῶν αὐτῶν ἑλκῶν. ♃ κηροῦ λίτραν α΄. ῥοδίνου λίτραν α΄. ψιμυθίου γο η΄. ἁλὸς ἀμμωνιακοῦ γο δ΄. λεπίδος Κυπρίας γο β΄. λιβανωτοῦ γο α΄. ἀσβέστου γο α΄. σχιστῆς γο α΄. ἰοῦ γο α΄. σιδίων γο α΄. ἡ χρῆσις ταῖς προγεγραμμέναις ὡσαύτως θ΄. τὰ παρόντα ἐστὶ φάρμακα συντεθέντα χωρὶς τοῦ ῥοδίνου, δέκατον γὰρ ἐκεῖνο. τῶν ἐννέα πέντε
762
μέν ἐστιν ἴσα τῷ σταθμῷ ἄσβεστος καὶ σίδια καὶ λιβανωτὸς καὶ σχιστὴ στυπτηρία καὶ ὁ ἰός. ἡ δὲ λεπὶς διπλασίου σταθμοῦ καὶ ταύτης οἱ ἀμμωνιακοὶ ἅλες διπλάσιοι. καὶ τούτων τὸ ψιμύθιον. ἡμιόλιος δὲ τούτου πάλιν ὁ κηρὸς εἰς λίτραν α΄. ἀγόμενος, ἥνπερ καὶ τὸ ῥόδινον.