De compositione medicamentorum secundum locos I-VI

Galen

Galen, De compositione medicamentorum secundum locos I-VI

[Πρὸς τὰς τοῦ αἰδοίου διαθέσεις.] Τῆς τοῦ αἰδοίου ἑλκώσεως ἡ διάγνωσις ἐκ τοῦ σαφῶς ὀδυνᾶσθαι κατ’ αὐτὸ μετὰ τοῦ καὶ κατὰ τὰς οὐρήσεις ἐκκρίνεσθαί τι τῶν συνεδρευόντων τῷ ἕλκει. διακρίνεται δὲ ταῦτα τῶν ἐκ κύστεως φερομένων τῷ φθάνειν αὐτίκα κατὰ τὴν πρώτην ἔξοδον φαίνεσθαι· τὰ δὲ ἐκ τῆς κύστεως ἀναμεμίχθαι τοῖς οὔροις. τὰ δ’ ἐν αἰδοίοις ἕλκη καὶ κατὰ τὴν ἕδραν χωρὶς φλεγμονῆς ὄντα ξηραινόντων πάνυ δεῖται φαρμάκων, οἷά ἐστι τό τε διὰ τοῦ κεκαυμένου χάρτου καὶ ἄνηθον κεκαυμένον

13.316
ξηρὸν καὶ κολοκύνθη κεκαυμένη. τοῖς δὲ ἀνίκμοις καὶ προσφάτοις τῶν ἑλκῶν καὶ ἀλόη φάρμακον ἀγαθὸν, ἐπιπαττομένη ξηρὰ χνοώδης. πάντων δ’ αὐτῶν ἀνωδυνώτατόν τε καὶ οὐδενὸς ἧττον δραστήριον ὁ πομφόλυξ ἐστίν. εἰ δὲ ὑγρότερα τύχοι τὰ ἕλκη, πίτυος φλοιὸς καθ’ ἑαυτὸν καὶ λίθος αἱματίτης. εἰ δὲ καὶ βάθος αὐτοῖς τι συνῇ τοῖς εἰρημένοις, μάννης μικτέον. αἱ δὲ κατὰ τὴν μήτραν ἑλκώσεις ἢ κύστιν τῶν αὐτῶν δεόμεναι φαρμάκων, ὀργάνων χρῄζουσι τῶν εἴσω παραπεμπόντων αὐτὰ, διὰ τῶν μητρεγχυτῶν καὶ καθετήρων καλουμένων. ἐπιτηδειότερα τοίνυν τὰ ξηρὰ, οἷός ἐστι κρόκος καὶ πομφόλυξ καὶ ἀλόη, μίγνυμεν ῥᾳδίως εἴτε ἀρνογλώσσου χυλῷ εἴθ’ ἑτέρῳ τοιούτῳ. πρὸς τοὺς ὀσχέου καὶ αἰδοίου πόνους. βουτύρῳ καὶ ῥητίνῃ ἴσοις χρῶ. ἢ λινόσπερμον ἑψήσας μεθ’ ὕδατος καὶ μίξας σμύρνης ὅσον δέκατον μέρος καὶ ῥητίνης ἴσον κατάπλασσε. πρὸς δὲ τὸ οἰδοῦν αἰδοῖον. ♃ ἀμπέλου φύλλων ἁπαλῶν δραχ. α΄. λιβανωτοῦ δραχ. α΄. ψιμυθίου δραχ. ε΄. τρίψας κατάπλασσε. χρῶ δὲ καὶ καταντλήσει θαλάσσης ψυχρᾷ καὶ ἀναπαύσει καὶ ἀναδέσει
13.317
τοῦ καυλοῦ. ἄλλο. φακὴν ἑφήσας ἐν ὕδατι καὶ ῥοιῶν λέπη λειώσας κατάπλασσε. ἐὰν δὲ ἀπὸ ἱδρώτων ἐν ὀσχέῳ ἕλκη γένηται, κηκίδα λείαν καὶ στυπτηρίαν ἐπίπασσε. πρὸς δὲ τὰ ἐν αἰδοίοις φυόμενα ἀπίου σπέρμα ἐπίπασσε καὶ τραγείᾳ χολῇ περίχριε. τὰς δὲ ῥαγάδας ἐν αἰδοίοις ὠφελεῖ ῥητίνη φρυκτὴ σὺν ῥοδίνῳ τριβεῖσα, ἄχρις ἂν γλοιωθῇ μιγνυμένης καὶ ὠοῦ λεκίθου ὀπτῆς ἢ ῥοδίνου καὶ ἀμύλου καὶ λιβάνου ἀνὰ γο α΄. ἢ κισσοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα, τριβεῖσα μετ’ ἐλαίου ἐν θυείᾳ μολυβδίνῃ. πρὸς τὰς τῶν αἰδοίων φλεγμονάς. σταφίδος ἐκγεγιγαρτισμένης καὶ κύμινον τρίψας ἐπιτίθει. ἢ κρίθινον ἄλευρον ἑψήσας ἐν μελικράτῳ, ἀμπέλου ἁπαλὰ φύλλα τρίψας μετὰ ἀλφίτου, ἅπαντα ἐπιτίθει. ἢ κύμινον τρίψας μετὰ βουτύρου καὶ ῥητίνης ἴσων τακέντων. πρὸς δὲ τοὺς διδύμους ἀφθῶντας, γῇ κιμωλίᾳ μεθ’ ὕδατος προκαταχρίσας, ἔασον ξηρανθῆναι καὶ κατανίψας ὕδατι θερμῷ μυρσίνην ξηρὰν λείαν καὶ σμυρνίου σμικρὸν τρίψας κατάπλασσε. τὰς δὲ ἐκσαρκώσεις τὰς ἐπὶ τῶν διδύμων
13.318
τέφρα κληματίνη, σὺν νίτρῳ καὶ ὕδατι. φυραθεῖσα, ἰᾶται καταπλασσομένη.

[Περὶ πριαπισμοῦ.] Ὁ πριαπισμὸς αὔξησις αἰδοίου ἐστὶ μόνιμος εἰς μῆκός τε καὶ κύκλον ὀγκουμένου, χωρὶς τῆς εἰς ἀφροδίσια ὁρμῆς. φυσῶδές ἐστι πνεῦμα δηλονότι τὸ ἐξογκοῦν τὸ μόριον, τικτόμενον ἐξ ὑγρῶν γλίσχρων καὶ παχέων, ὑπὸ θερμότητος μετρίας. πρόδηλον οὖν ὡς οὐ δεῖ τὰ μόρια θερμαίνειν, ἀλλὰ ψύχειν ἐπιεικῶς, τῇ ῥοδίνῃ κηρωτῇ μεθ’ ὕδατος ἀνακοπτομένῃ καὶ διὰ τοῦ χαμαιμήλου τῷ τε αἰδοίῳ καὶ ταῖς ψόαις ἐπιτεθέντα. τὰ δὲ ἐν διαίτῃ καὶ φαρμάκοις προσφέρειν τῆς λεπτυνούσης δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, προσάγειν δὲ καὶ τὰ φυσικῶς ἐνεργοῦντα διὰ τῆς πείρας εὑρημένα καὶ τήν τε νυμφαίαν πίνειν διδόναι καὶ τὸ τοῦ ἄγνου σπέρμα καὶ πήγανον χλωρὸν τοῖς ὄψοις μιγνύντα, τοῦτο δὲ κατ’ ἀρχὰς μὴ διδόναι, θερμαίνει γὰρ ἱκανῶς, ἀλλ’ ὕστερον μετὰ τὴν χρῆσιν τῶν ἄλλων λεπτυνόντων. κενώσει δὲ χρώμενον δι’ ἐμέτων τοῦτο ποιεῖν· αἱ γὰρ διὰ τῆς κάτω γαστρὸς ῥευματίζουσι

13.319
πολλάκις καὶ τὰ γειτνιῶντα μόρια. πρὸς τοὺς ἐνουροῦντας. κύστιν αἰγείαν ἢ προβατείαν κεκαυμένην πότιζε δι’ ὀξυκράτου, ἑσπέρας δὲ διψῶντας κοιμᾶσθαι. ποιεῖ δὲ καὶ λαγωοῦ ὄρχις ἐπιζεννύμενος οἴνῳ εὐώδει, εἶτα πινόμενος. καλαμίνθην καὶ σμύρναν δὸς πιεῖν ἐν οἴνῳ πρὸ τοῦ δείπνου. καταχριέσθω δὲ καὶ τὸ αἰδοῖον κιμωλίᾳ μετὰ περδικίου χυλοῦ.

[Πρὸς τὰς τῆς ὑστέρας διαθέσεις.] Ἐπὶ τῆς ὑστερικῆς πνιγὸς συμβαίνει ἀναισθησία καὶ ἀκινησία καὶ σφυγμὸς ἀμυδρὸς καὶ μικρὸς καὶ παντελὴς ἀσφυξία. ἐπ’ ἐνίων δὲ ἡ μὲν αἴσθησις καὶ ἡ κίνησις πάρεστι καὶ ὁ λογισμὸς, μόλις δὲ ἀναπνέουσιν. ἔνιαι δὲ καὶ ἄφωνοι τυγχάνουσιν, ἕτεραι δὲ συνέλκονται τὰ κῶλα. γίνεται τοίνυν ἡ ἀναισθησία καὶ ἀκινησία καὶ ἄπνοια κατὰ ψύξιν αὐταῖς, ἀρκουμέναις μόνῃ τῇ διὰ τῶν ἀρτηριῶν παντὸς τοῦ σώματος διαπνοῇ, τῆς διὰ τοῦ στόματος ἀναπνοῆς μὴ χρῃζούσαις, ὡς εἴρηται, διὰ ψύξιν, ὁπόταν ἐν τῷ πρόσθεν χρόνῳ καθαιρούμεναι καλῶς καὶ κυΐσκουσαι καὶ ἀνδράσιν ὁμιλοῦσαι στερηθῶσι

13.320
τούτων, ὡς ὁρᾷν τοῦ ὑγροῦ καὶ ψυχροῦ ἐν ἑαυτοῖς σπέρματος καταψύχοντος τὸ πᾶν σῶμα. πρὸς οὖν τοὺς ἀπὸ τῆς ὑστέρας πνιγμοὺς ἁρμόζει πινομένη ἀγαρικοῦ δραχ. α΄. ἐν οἴνῳ, ἀρνογλώσσου καρπὸς καὶ χυλὸς σὺν οἴνῳ. ὄνυξ ὁ ἐκ κοκχύλης πινόμενος. ὄξος σκιλλητικὸν ῥοφούμενον. ὀσφραινόμενα δὲ ἐπεγείρει τὰς πνιγομένας, ἄσφαλτον, καστόριον, χαλβάνη, πίσσα ὑγρὰ, κεδρία, τρίχες καεῖσαι καὶ πήγανον, κρόμμυον, σκόροδον. ὑποθυμιᾶται δὲ καὶ πρὸς τὰ αὐτὰ καὶ κέρας ἐλάφου καὶ πήγανον σὺν μέλιτι, ἐρίῳ ἀναληφθὲν προστίθεται τῷ δακτυλίῳ.