De compositione medicamentorum secundum locos I-VI

Galen

Galen, De compositione medicamentorum secundum locos I-VI

Ὅτι μὲν νεφριτικὰς ἀντιδότους τε καὶ δυνάμεις ὀνομάζουσιν ὅσαι νεφροὺς πάσχοντας ὠφελοῦσιν ἐξ αὐτῆς τῆς προσηγορίας δῆλον. ἔστι δὲ αὐτῶν ἡ διαφορὰ ἡ γενικωτάτη διττή. τινὲς μὲν γὰρ τοὺς λιθιῶντας νεφροὺς ὀνίνασιν, ἔνιαι δὲ τοὺς φλεγμονώδεις τε καὶ ἑλκώδεις, αἵπερ καὶ πρὸς τὴν κύστιν ὁμοίως πάσχουσαν ἁρμόττουσιν. ἐναντιώταται δέ εἰσιν ἀλλήλαις αἱ δυνάμεις τῶν εἰρημένων φαρμάκων.

13.322
πρὸς μὲν γὰρ τὰς φλεγμονώδεις καὶ ἑλκώδεις διαθέσεις συντιθέμεναι παρηγορικῶν δέονται φαρμάκων. ἐπεὶ δ’ ἀδύνατόν ἐστι ταῦτα διὰ ταχέων ἀφικέσθαι πρὸς τὰ κατὰ νεφροὺς χωρία, διὰ ταῦτα αὐτοῖς μίγνυμεν διουρητικὰ φάρμακα· τὰ δὲ τοῖς λιθιῶσιν ἀρήγοντα μιᾶς δεῖται δυνάμεως τῆς τέμνειν καὶ διαῤῥύπτειν πεφυκυίας μετὰ θερμότητος ἐπιφανοῦς. ἔστι δὲ τὰ τοιαῦτα σχεδὸν ἅπαντα πικρά. καθάπερ οὖν ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τούτων τὴν πεπειραμένην ὕλην ἐφεξῆς γράψω, τὴν ἀρχὴν ἀπὸ τῶν πρὸς τὰς ἑλκώδεις τε καὶ φλεγμονώδεις διαθέσεις ἁρμοττόντων ποιησάμενος, ἀφ’ ὧν καὶ οἱ περὶ τὸν Ἀνδρόμαχόν τε καὶ Ἀσκληπιάδην ἀρξάμενοι μετέβησαν ἐφεξῆς ἐπὶ τὰς λίθους θρυπτούσας.

[Αἰ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι νεφριτικαὶ πρὸς τὰς ἐν νεφροῖς καὶ κύστει διαθέσεις.] Πότημα. ♃ λινοσπέρματος, μήκωνος λευκοῦ σπέρματος, σικύου σπέρματος, τραγακάνθης ἀνὰ δραχ. β΄. ἀμύλου δραχ. δ΄. δι’ ὕδατος τροχίσκους ἀναλάμβανε, δίδου πρὸς κύστιν ἡλκωμένην καὶ δυσουρίαν.

323
ἄλλο. ♃ στροβίλους λ΄. ἀμύγδαλα κ΄. φοίνικας ιε΄. τραγακάνθης δραχ. δ΄. χυλοῦ γλυκυῤῥίζης δραχ. β΄. κρόκου ὀβολὸν α΄. σμύρνης ὀβολὸν α΄. διεὶς οἴνῳ προτρόπῳ, ὡς ἐπιτηδείῳ χρῶ. ἄλλο πρὸς τὰς ἐν κύστει διαθέσεις καὶ ἑλκώσεις. τροχίσκος ᾧ χρῶμαι. ♃ σικύου σπέρματος δραχ. ιβ΄. ὑοσκυάμου σπέρματος δραχ. στ΄. κωνείου σπέρματος, ὀπίου, μαράθρου, κρόκου ἀνὰ δραχ. γ΄. κασσίας δραχ. δ΄. ἀμύγδαλα ι΄. κάρυα Ποντικὰ ι΄. σελίνου σπέρματος δραχ. στ΄. μαλάχης ἀγρίας σπέρματος δραχ. γ΄. γλυκεῖ Κρητικῷ ἀναλαβὼν δίδου τριώβολον ἀπυρέτοις ἐν γλυκεῖ, ἔν τισι κωνείου δραχ. στ΄. ἄλλο πρὸς τὰ αὐτὰ καὶ ἀλγήματα κύστεως. ♃ κρόκου, βήσασα σπέρματος, μαλάχης ἀγρίας σπέρματος ἀνὰ δραχ. στ΄. ὑοσκυάμου σπέρματος δραχ. ιβ΄. ὀπίου δραχ. στ΄. σελίνου σπέρματος δραχ. ιβ΄. κάρυα Ποντικὰ η΄. ἀμύγδαλα κ΄. σικύου σπέρματος δραχ. ιβ΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μετ’ οἰνομέλιτος κυάθων τριῶν. ἄλλο, πρὸς τοὺς αἱμοῤῥοοῦντας ἀπὸ κύστεως. ♃ σχιστῆς δραχ. α΄. τραγακάνθης δραχ. β΄. κόμμεως ὀβολὸν α΄. ἐν γλυκεῖ δίδου ὀβολοὺς β΄. ποτὲ δὲ ὀβολὸν α΄.
13.324
πρὸς τὰς ἐν κύστει διαθέσεις οὐρητικὰ ἀπὸ Μακεδόνος καὶ πρὸς ἡπατικοὺς, ὑδρωπικοὺς, ἰκτερικοὺς, νεφριτικοὺς καὶ πάντα τὰ περὶ τὴν κύστιν συμπτώματα, θρύπτει λίθους. ♃ ἀκόρου δραχ. ν΄. φοῦ δραχ. κε΄. νάρδου Κελτικῆς δραχ. κδ΄. δαύκου σπέρματος δραχ. κβ΄. κινναμώμου δραχ. λβ΄. μήου δραχ. ιστ΄. ἀσάρου δραχ. κδ΄. πετροσελίνου δραχ. ιστ΄. ὀποβαλσάμου δραχ. ιστ΄. καὶ τοῦ καρποῦ τὸ αὐτὸ, κρόκου δραχ. κδ΄. σμύρνης δραχ. κ΄. γλυκείας ῥίζης δραχ. ιστ΄. νάρδου Ἰνδικῆς δραχ. ιστ΄. κασσίας δραχ. ιβ΄. ἀμώμου δραχ. ιστ΄. σταφίδος δραχ. η΄. τραγακάνθης δραχ. θ΄. τὰ ξηρὰ ἀναλαμβάνων μέλιτι, τὴν τραγάκανθαν οἴνῳ Ἀμιναίῳ βρέχων, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, μετ’ οἴνου κυάθων τεσσάρων, πυρέττουσιν ἐν μελικράτῳ. ἄλλο πρὸς τὰ ἐν κύστει ἕλκη καὶ φλεγμονάς. ♃ στροβίλους κ΄. σικύου σπέρματος ἡμέρου κόκκους μ΄. ἀμύλου τριώβολον, λιβανωτοῦ, νάρδου ἀνὰ δραχ. α΄. σελίνου σπέρματος κυάθους β΄. ἐν ὕδατος ξε. α΄. ἕψεται νάρδος σέλινον, εἶτα τοῦ ἀφεψήματος μίγνυνται τοῖς προγεγραμμένοις κύαθοι β΄. πρὸς λιθιῶντας, ὡς βάσσα ἡ Μαρίου ἐθεραπεύθη, ὥστε θρύπτειν καὶ αὖθις μὴ
13.325
συνίστασθαι. ♃ κασσίας δραχ. β΄. σελίνου σπέρματος δραχ. γ΄. σμύρνης μιναίας δραχ. δ΄. πεπέρεως λευκοῦ δραχ. β΄. λιβάνου δραχ. γ΄. λίθου Συριακοῦ ἄῤῥενος δραχ. α΄ ἢ τοῦ θήλεος δραχ. α΄. σταφυλίνου σπέρματος, ἀνίσου ἀνὰ δραχ. β΄. στύρακος δραχ. γ΄. ἴρεως Ἰλλυρικῆς δραχ. γ΄. μήκωνος λευκῆς σπέρματος δραχ. β΄. ναρδοστάχυος ἴσον, ἀμυγδάλων πικρῶν καθαρῶν, ἀσάρου ἀνὰ δραχ. γ΄. σμυρνίου σπέρματος, κυπέρου ἀνὰ δραχ. β΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, δίδου καθ’ ἡμέραν· πρὸς λιθιῶντας, θραύουσα καὶ κατὰ μικρὸν ἐκκρίνουσα, μέχρις οὗ καθαρίσῃ τὴν κύστιν, εἶτα διαυγὲς ἀπουρήσῃ· καὶ τὸ μέγιστον, ἀποθεραπεύει, ὡς μηκέτι γεννᾶσθαι. ♃ δαύκου σπέρματος, ἀνίσου, σικύου σπέρματος, πετροσελίνου, σμύρνης ἀνὰ δραχ. στ΄. κασσίας δαφνίτιδος, κινναμώμου, νάρδου Κελτικῆς ἀνὰ δραχ. δ΄. λεῖα ποιήσας ἀναλάμβανε σὺν ὕδατι, ἡλίκα θέρμος μικρὸς καὶ δίδου νήστεσι καθ’ ἡμέραν, ἐπὶ ἡμέρας λ΄. σὺν ὕδατος κυάθοις γ΄. τοῦτο, ὡς παρελάβομεν, μετά τινος θρησκείας σκευάζεται. ξυλίνῳ γὰρ ὅλμῳ καὶ ὑπέρῳ κόπτεται, 
13.326
καὶ τὸν κόπτοντα δεῖ μήτε δακτυλίδιον ἔχειν σιδηροῦν μήτε ὑποδήματα ἡλοκοπημένα. τοῦτο ἀπὸ Ῥουστίκου ὡς μυστήριον ἐλάβομεν. πρὸς νεφριτικοὺς καὶ ῥεῦμα πᾶν, ὡς Ἀπολλώνιος. ♃ μανδραγόρου φλοιοῦ πεφωγμένου δραχ. α΄ S". ὑοσκυάμου σπέρματος πεφωγμένου, μήκωνος μελαίνης σπέρματος πεφωγμένου ἀνὰ δραχ. α΄ S". ἀνίσου πεφωγμένου δραχ. α΄ S". τραγακάνθου, φοινικοβαλάνων τῆς σαρκὸς ἀνὰ δραχ. γ΄. μετὰ μέλιτος δίδου.

[Αἱ ὑπ’ Ἀσκληπιάδου γεγραμμέναι νεφριτικαί.] Ἀντωνίου Μούσα. ♃ πιτυΐδων κεκομμένων καὶ κεκοσκινισμένων δραχ. κ΄. μήκωνος μελαίνης σπέρματος, τραγακάνθης ἀνὰ δραχ. β΄. νάρδου Κελτικῆς, κρόκου, ἀνίσου ἐπτισμένου, δαύκου Κρητικοῦ τῆς ῥίζης, γλυκείας ῥίζης ἀνὰ δραχ. α΄. κόστου τριώβολον, σκεύαζε διὰ προτρόπου καὶ ἀνελοῦ εἰς πυξίδα καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ προτρόπου κύαθον α΄. καὶ ὕδατος θερμοῦ κυάθους β΄. ἄλλο. ♃ σικύου ἡμέρου σπέρματος πεφωγμένου δραχ. γ΄. μαλάχης καρποῦ δραχ. ε΄. στροβίλου πεφωγμένου δραχ. στ΄. σελίνου σπέρματος δραχ. ζ΄. λινοσπέρματος

327
δραχ. α΄. ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. θ΄. ἀναλάμβανε γλυκεῖ καὶ δίδου καθὰ προείρηται. ἄλλο νεφριτικοῖς Ὀνησιδήμου. ♃ ἀμυγδάλων πικρῶν δραχ. ιστ΄. δαύκου Κρητικοῦ σπέρματος, μαλάχης καρποῦ ἀνὰ δραχ. στ΄. ἴρεως ἀγρίας ῥίζης δραχ. η΄. κέρατος ἐλαφείου κεκαυμένου, τραγακάνθης, νάρδου Κελτικῆς, σικύου ἡμέρου σπέρματος ἀνὰ δραχ. στ΄. γλυκέος, ὅσον ἐξαρκεῖ, σκεύαζε καθὰ προείρηται. ἄλλο φάρμακον ἐπιτετευγμένον. τούτῳ ἔσμεν πολλοὺς χρησαμένους νεφριτικοὺς καὶ τῆς ὅλης ἀπαλλαγέντας διαθέσεως. δεῖ δὲ ἐπὶ πολλὰς ἡμέρας ἐπιμένειν τῷ φαρμάκῳ, δίδοται καὶ λιθιῶσι καὶ κωλικοὺς θεραπεύει καὶ τὰς περὶ κύστιν διαθέσεις, ἔχει δὲ οὕτω. ♃ καρύων Ποντικῶν κεκαθαρμένων, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, σικύου σπέρματος κεκαθαρμένου ἀνὰ δραχ. γ΄. κωνείου σπέρματος, κρόκου, μαλάχης σπέρματος, ὀπίου ἀνὰ δραχ. στ΄. ὑοσκυάμου λευκοῦ σπέρματος, σελίνου σπέρματος ἀνὰ δραχ. ιβ΄. ἀναλάμβανε τροχίσκους μέλιτι ἀναπλάττων καὶ δίδου τριώβολον καὶ μελικράτου θερμοῦ κυάθους γ΄. ἐν ἄλλῳ καὶ βήσασα δραχ. στ΄. ἄλλο πρὸς τὰς ἐν νεφροῖς πωρώδεις
13.328
ὑποστάσεις, Ὀνησιδήμου. σύμφυτον καὶ σίον καὶ ἀρτεμόνιον ἕψε μετ’ οἴνου καὶ τὸ ὑγρὸν ἐκθλίψας δίδου κυάθους δύο καὶ ὕδατος τὸ ἴσον. ἄλλο. μαλάχης ἀγρίας τὴν ῥίζαν καὶ πηγάνου ἀγρίου ῥίζαν καὶ ὀρεοσελίνου ῥίζαν, ἕψε μετ’ οἴνου καὶ καθὰ προείρηται δίδου. ἄλλο πρὸς λιθιῶντας καταπαστόν. ♃ βαλσάμου καρποῦ μέρη β΄. λίθου τοῦ ἐν σπόγγοις εὑρισκομένου τὸ ἴσον, γλήχωνος ξηρᾶς, μαλάχης ἀγρίας σπέρματος, ὠκίμου ξηροῦ ἑκάστου τὸ ἴσον, κόψας καὶ σήσας, ἀπόθου καὶ δίδου κοχλιάριον καὶ οἴνου κεκραμένου κυάθους δύο. ἄλλο. στρουθίου ῥίζης μέρος ἓν, ἴριδος ἀγρίας ξηρᾶς ἴσον, ὀξαλίδος ξηρᾶς τὸ ἴσον, ἀνεμώνης ἐχούσης τὸ ἄνθος μήλινον ξηρᾶς τοσόνδε, κόψας καὶ σήσας καθὰ προείρηται χρῶ. καταπότια Ἡρακλείδου Ταραντίνου, διαλύει τοὺς ἐν κύστει πώρους, ἀγαθὰ δὲ καὶ πρὸς στραγγουρίαν. ♃ πεπέρεως, χαλβάνης ἀνὰ δραχ. α΄. ὀποῦ Λιβυκοῦ δραχ. β΄. σμύρνης δραχ. δ΄. προτρόπου τὸ ἱκανὸν, ποίει καταπότια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου τρία καὶ γλυκέος ἐπιπιεῖν
13.329
κυάθους δύο. ἄλλο. ♃ ἀμμωνιακοῦ θυμιάματος, πεπέρεως, ἀφρονίτρου ἀνὰ δραχ. α΄. βαλσάμου καρποῦ δραχ. β΄. σμύρνης δραχ. δ΄. ἀναλάμβανε προτρόπῳ καὶ ποίει καταπότια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου τρία καὶ οἴνου γλυκέος ἐπιῤῥοφείτω τεταρτημόριον, δίδου δὲ ἐπὶ ἡμέρας μη΄. προλούων. τροχίσκος διουρητικὸς, κατάγει λίθους καὶ πωρώδεις ὑποστάσεις. ♃ ἀσάρου, πετροσελίνου, φοῦ, μήου ἀνὰ δραχ. δ΄. ἀκόρου, ἀνίσου σπέρματος, δαύκου σπέρματος, ὀρεοσελίνου, καρποῦ βαλσάμου, τραγακάνθης ἀνὰ δραχ. β΄. τὴν τραγάκανθαν γλυκεῖ διαλύσας, ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου τριώβολον μετὰ γλυκέος κεκραμένου κυάθων β΄. ἄλλο Χαρικλέους, κατάγει ψαμμώδεις ὑποστάσεις, ποιεῖ πρὸς τὰς μεθ’ ἑλκώσεως διαθέσεις. ♃ σελίνου σπέρματος, πετροσελίνου. σπέρματος, ἀνίσου ἀνὰ δραχ. ιστ΄. σχοίνου ἄνθους, κρόκου, τραγακάνθης ἀνὰ δραχ. στ΄. δαύκου Κρητικοῦ σπέρματος, πεπέρεως λευκοῦ ἀνὰ δραχ. δ΄. σκεύαζε καθὰ προείρηται καὶ δίδου δραχ. α΄. μετὰ προτρόπου κεκραμένου κυάθων γ΄. Ἀντίδοτος ἡ διὰ τῶν λίθων, ὡς Μιθριδάτης,
330
ποιεῖ νεφριτικοῖς καὶ πρὸς τὰς περὶ κύστιν διαθέσεις θρύπτει λίθους καὶ πώρους διαλύει. ♃ σμυρνίου σπέρματος, κυπέρου, ναρδοστάχυος, μήκωνος λευκῆς σπέρματος, κινναμώμου, κασσίας σύριγγος, πεπέρεως λευκοῦ σταφυλίνου σπέρματος ἀνὰ γο α΄. λιβάνου ἀτμήτου, σελίνου σπέρματος, κρόκου, στύρακος, ἴρεως, ἀμυγδάλων πικρῶν, ἀκόρου, ἑκάστου γο α΄ S". λίθου Συριακοῦ θήλεος ἢ ἄῤῥενος γο S". σμύρνης μινναίας γο β΄. μέλιτι φύρα. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλη ἡ τοῦ Βιεννίτου, φάρμακον ἐπιτετευγμένον, ἀνώδυνον, χρήσιμον καὶ νεφριτικοῖς καὶ πρὸς τὰς περὶ κύστιν ἑλκώσεις καὶ λίθους θρύπτει καὶ πηλὸν ἀπουρεῖν ποιεῖ. ♃ ἴρεως δραχ. δ΄. μήου, σεσέλεως, χαμαίδρυος, ὑπερικοῦ, κνεώρου, κάγχρυος, ἑκάστου τοσόνδε, ἀμώμου δραχ. η΄. κινναμώμου δραχ. ιβ΄. λιβανωτίδος ὀρεινῆς, νάρδου Ἰνδικῆς, κρόκου Κιλικίου, πετροσελίνου, πολίου, πηγάνου ἀγρίου σπέρματος, δικτάμνου Κρητικοῦ, ἑκάστου τὸ ἴσον, γλυκυῤῥίζης, λίθου Συριακοῦ ἄῤῥενος ἀνὰ δραχ. ιστ΄. θλάσπεως δραχ. κδ΄. ἄγνου καρποῦ, σμύρνης, σφονδύλου, ἑκάστου τοσόνδε, καρδαμώμου 
13.331
δραχ. μή. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ οἰνομέλιτος κεκραμένου κυάθους δ΄.

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς τοὺς νεφριτικοὺς, ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Τοὺς δὲ νεφριτικοὺς διαιτῶ προσηκόντως, ἐπιθεὶς μὲν κηρωτὴν ῥοδίνην μετὰ στύρακος, μαλαγματῶδες ποιήσας. σφόδρα ἔφη ἀξιολόγως ὁ παρὰ τῷ Φρίκῃ Λινοφόβῳ ἀντιπαθῶς βοηθεῖν εἰς ἀνασκευὴν, πρωτοτόμου καυλοῦ ἀφεψήματος κυ. β΄. νήστει διδομένους ἐπὶ ἡμέρας θ΄. ἐπίπασσε δὲ ἅλας ὀλίγους καὶ μᾶλλον ὀνίνησιν. ἄλλο. πότιζε ῥόδων φύλλων, ἀμυγδάλων λελεπισμένων, λιβάνου ἴσα, μήκωνος κωδυῶν τὸ διπλοῦν, προτρόπῳ ἀναλάμβανε καὶ εἰς κεραμεοῦν ἀγγεῖον ἀπόθου μὴ ἐν νοτίδι, δίδου δύο ὀβολοὺς μετὰ προτρόπου. ἔνιοι ἀντὶ τῶν ἀμυγδάλων ἄμυλον βάλλουσι, καὶ ἀντὶ προτρόπου ὕδατι μὲν ἀναλαμβάνουσι, ποτίζουσι δὲ μετὰ προτρόπου.

[Περὶ ἰσχιάδος καὶ ποδάγρας καὶ ἀρθρίτιδος.] Ἐκ τοῦ γένους τῆς ἀρθρίτιδος ἥ τε ἰσχιάς ἐστι καὶ ποδάγρα.

13.332
ὅπερ γὰρ ἐν ἅπασι τοῖς ἄρθροις ἡ ἀρθρῖτις ἐστὶ, τοῦτ’ ἐφ’ ἑνὸς μὲν τοῦ κατ’ ἰσχίον ἰσχιάδα καλοῦσιν, ἐπὶ ποδὸς δὲ ποδάγραν. ἄρχεται μὲν οὖν ὡς τὰ πολλὰ καὶ ἡ τῆς ποδάγρας γένεσις ἐξ ἑνὸς ἄρθρου, προέρχεται δὲ ἐπὶ πάντα χρονίζουσα. κοινὸν δὲ τῶν τριῶν παθῶν ἐστι πλεονεξία χυμοῦ, καταλαμβάνουσα τὴν πάσχουσαν διάρθρωσιν, ἧς πληρωθείσης εἰς πάντα συμβαίνει τείνεσθαι τοῖς περικειμένοις νευρώδεσι μορίοις, κᾀκ τούτων γίγνεσθαι τὴν ὀδύνην. ἐνίοτε μὲν οὖν ὁ κατασκήπτων χυμὸς αἱματικός ἐστιν, ὡς τὸ πολὺ δὲ φλεγματώδης ἢ μικτὸς ἐκ φλεγματώδους τε καὶ χολώδους ἢ καὶ σὺν αὐτοῖς αἵματος. ἀκριβέστερον δέ τις ἑρμηνεύων οὐ φλεγματώδη χυμὸν, ἀλλὰ τὸν ἰδίως ὀνομαζόμενον ὠμὸν, ἐπικρατεῖν ὡς τὸ πολὺ φαίη κατὰ τὰς ἀρθρίτιδας. ἔστι δὲ παχὺς οὗτος, ὁμοίως τῷ πύῳ τῷ παχεῖ. χρονίζων δὲ ἐν τοῖς ἄρθροις οὐ μόνον παχύτερος, ἀλλὰ καὶ γλισχρότερος γίνεται. τῶν τε οὖν ὀνομαζομένων πώρων ἡ γένεσις ἐκ τούτων, κᾀπειδὰν γένωνται, μηκέτι ἐλπίσῃς εἰς τὴν ἀρχαίαν κατάστασιν
13.333
ἀκριβῶς ἐπανελθεῖν δύνασθαι τὸ ἄρθρον. εὐφώρατοι δὲ αἱ διαφοραὶ τῶν λυπούντων χυμῶν εἰσι, ταῖς χροιαῖς καὶ τοῖς συμπτώμασι καὶ τῇ πείρᾳ τῶν προσφερομένων φαρμάκων. ἡ μὲν οὖν ἀπὸ τῆς χρόας διάθεσίς τε καὶ διάγνωσις αὐτῶν ἅπασι γνώριμος, ἡ δὲ ἀπὸ τῶν συμπτωμάτων εἰ καὶ μὴ πᾶσι μηδ’ ἐκ προχείρου σαφὴς, ἀλλ’ οὐδὲ χαλεπὴ γνωσθῆναι. τὸ γὰρ χολῶδες αἷμα θερμασίας πολλῆς αἴσθησιν ἐργάζεται τῷ κάμνοντι παροξύνεταί τε τῶν θερμαινόντων ἐπιτιθεμένων, ὥσπερ αὖ πάλιν ὑπὸ ψυχόντων ἀνίεται. πρὸς δὲ τὴν διάγνωσιν τοῦ λυποῦντος χυμοῦ συντελέσει σοι καὶ ἡ προγεγενημένη δίαιτα, διὰ γυμνασίων ἢ ἀργίας γεγονυῖα καὶ λουτρῶν ἐπὶ τροφαῖς ἢ πρὸ τροφῶν, ὥσπερ γε καὶ τούτων τῶν γυμνασίων καὶ ἐδεσμάτων ἥ τε ποσότης καὶ ἡ ποιότης, ἥ θ’ ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις τοῦ χωρίου, ὥσπερ γε καὶ ἡ ἡλικία καὶ ἡ ἕξις τοῦ σώματος, ὧν ἁπάντων ἐν πολλοῖς πολλάκις τὰς δυνάμεις διῆλθον. ἀρχὴ δὲ ἔστω σοι τῆς θεραπείας ἡ τοῦ λυπεῖν εὑρεθέντος χυμοῦ κένωσις. εἰ μὲν πληθωρικὸν εἴη τὸ σῶμα, φλεβοτομίας πρῶτον ἁπάντων
13.334
παραλαμβανομένης, εἶτα καθάρσεως ἐφ’ ᾗ ἡ τῶν ῥηθησομένων φαρμάκων ἐν καιρῷ καὶ τάξει προσήκουσα χρῆσις, ἐπὶ μὲν τῶν χειρῶν καὶ ποδῶν ἀποκρουστικοῖς τοῦ ῥεύματος χρωμένων ἡμῶν φαρμάκοις, ἐπὶ δὲ τῆς κατ’ ἰσχίον διαρθρώσεως φυλαττομένων τοῦτο δρᾷν. ἐν βάθει γὰρ οὔσης αὐτῆς, συλλαμβάνεται τὸ ἐκ τῶν περιεχόντων ἀγγείων αἷμα καὶ μυῶν πρὸς ἐκείνην. παρηγορικῶν οὖν ἐν ἀρχῇ φαρμάκων χρεία, ἐπὶ τῆς κατ’ ἰσχίον ὀδύνης οὔτε ψυχόντων ἱκανῶς οὔτε θερμαινόντων ἰσχυρῶς, ὁποίων ὕστερον δεῖται. παροξύνεται γὰρ ἐπ’ αὐτῶν τὰ ῥεύματα, τῆς θερμασίας ἑλκούσης αὐτὰ μᾶλλον ἢ κωλυούσης. ἐπεὶ δὲ οὐ πρόκειται κατὰ τὴν ἐνεστῶσαν ἡμῖν πραγματείαν οὔτε περὶ καταπλασμάτων οὔτε περὶ ἐπιβροχῶν τι λέγειν, ἀλλὰ περὶ τῆς μεθόδου τῶν συνθέτων φαρμάκων, ἐπὶ ταύτην ἀφίξομαι μόνην, ἀπὸ τῆς ἰσχιάδος ἀρξάμενος, ὀλιγάκις ὑπὸ πλήθους αἵματος γινομένης καὶ θεραπευομένης γε τάχιστα τῶν κατὰ τὴν ἰγνύαν ἢ κατὰ τὰ σφυρὰ φλεβῶν τεμνομένων. ὥσπερ δὲ πολλάκις μόνη
13.335
ἡ ἐκ τοῦ αἵματος κένωσις αὐτάρκης γίνεται βοήθεια, κατὰ τοὐναντίον ἐπὶ πάσης ἰσχιάδος, ἐξαιρέτως δὲ ἐπὶ τῆς διὰ πλῆθος, ἄν τις πρὸ τοῦ κενωθῆναι τὸ πᾶν σῶμα δριμέσι φαρμάκοις χρήσεται κατὰ τοῦ πεπονθότος μορίου, δυσιατοτάτην ἐργάσεται τὴν διάθεσιν, σφηνουμένου τοῦ πλήθους αὐτόθι δυσλύτως. πρὸς γὰρ τοῖς ἄλλοις καὶ παχύνεται καὶ γλίσχρον γίγνεται τῇ θερμότητι καὶ ξηρότητι τῶν δριμέων φαρμάκων, ὀπτήσει τι παραπλήσιον πάσχον. ὡς οὖν μεγίστην δύναμιν ἐς θεραπείαν ἐχούσης ἐπὶ τοῦ πάθους τῆς τοῦ παντὸς σώματος κενώσεως, ἀπ’ αὐτῆς ἀρκτέον, οὐ μόνον ἀπὸ τῶν σκελῶν, ἀλλὰ καὶ ἀπ’ ἀγκῶνος ἀφαίρεσιν ποιουμένοις. ὠφελοῦσι δὲ καὶ οἱ ἔμετοι τοὺς ἰσχιαδικοὺς μᾶλλον τῶν διὰ τῆς κάτω γαστρὸς κενώσεων, ἀντισπῶντες τὸν κάτω ῥέποντα χυμόν. ποιητέον δὲ αὐτοὺς ἐν ἀρχῇ μὲν μετὰ τροφῆς, ὕστερον δὲ καὶ διὰ φαρμάκων ἐμετικῶν, ἀρχομένους ἐπὶ τούτων ἀπὸ τῶν μετριωτέρων. ἐφ’ ὧν δὲ σφήνωσις ἐγένετο σφοδρὰ καὶ δύσλυτος ὑπὸ τῶν ἀκαίρως χρησαμένων ἰατρῶν φαρμάκοις δριμέσιν, ἡ σικύα βοήθεια μεγίστη καὶ ἣ 
13.336
διὰ τῶν καθαρτικῶν γίγνεται κλυσμάτων, ὁποῖός ἐστι καὶ ὁ διὰ τῆς κολοκυνθίδος. ἔχοντες οὖν πρὸ ὀφθαλμῶν ταῦτα τὰ νῦν εἰρημένα, τοῖς γεγραμμένοις φαρμάκοις ὑπὸ τῶν ἔμπροσθεν ἕξετε χρῆσθαι κατὰ μέθοδον· ἄρξομαι δ’ ἐν αὐτοῖς ὑπὸ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἐν ἐκείνῳ τῷ μέρει τῆς τῶν ἐκτὸς φαρμάκων βίβλου, καθὰ προγράψας μαλάγματα πρὸς τοῖς κυρίοις ὀνομαζομένοις, οὕτω καὶ τὰ ἄλλα γράφει πάντα τὰ καθ’ ὁντιναοῦν τρόπον ὠφελοῦντα τὰς χρονιζούσας διαθέσεις, ἐν αἷς ἐστι καὶ ἡ τῶν ἰσχιαδικῶν ὀνομαζομένων.

[Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι δυνάμεις αὐτοῖς ὀνόμασιν, ἐν τοῖς τῶν ἐκτὸς πρὸς ἰσχιαδικούς.] ♃ Πηγάνου ἀγρίου σπέρματος δραχ. δ. σιλφίου, δαφνίδων ἀνὰ δραχ. δ΄. ἀφρονίτρου, ἀβροτόνου, κολοκυνθίδος, καρδαμώμου, ἄμμεως ἀνὰ δραχ. δ΄. πηγάνου χλωροῦ μνᾶς ὄγδοον, τινὲς τούτων ἀνὰ δραχ. κ΄. πίσσης τερμινθίνης, ῥητίνης, κηροῦ τὸ ἴσον καὶ στέατος ταυρείου ἴσον, χαλκάνης δραχ. στ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄.

13.337
ὀποπάνακος δραχ. δ΄. θείου ἀπύρου δραχ. δ΄. ὅτι τοῦτο φάρμακον ἰσχυρῶς ἐστι θερμαντικὸν, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν γεγραμμένων πολλάκις ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, οὐδὲν ἔτι δεησώμεθα λόγου καινοτέρου. σφοδρότατον γὰρ καὶ θερμαντικώτατόν ἐστι τὸ φάρμακον ἀγρίου πηγάνου σπέρμα, σὺν τούτῳ δὲ σίλφιον καὶ δαφνίδες, εἶτα τὸ ἀφρόνιτρον, μετὰ ταῦτα καὶ ἀβρότονον, ἐφ’ οἷς ἡ κολοκυνθὶς καὶ τὸ καρδάμωμον καὶ τὸ καλούμενον ἄμμι καὶ τὸ χλωρὸν δὲ πήγανον, ἧττον μὲν τούτων, οὐ μὴν εὐκαταφρόνητον ἔχει τὴν θερμασίαν, ὥσπερ οὐδὲ τὸ θεῖον ἄπυρον. ἐκ βάθους οὖν ἕλκειν πάντα ταῦτα δύναται, τοὺς λυποῦντας τὸ κατ’ ἰσχίον ἄρθρον χυμούς. ὅπως δὲ ἔμπλαστρος ἐξ αὐτῶν γένηται, πίττης τε τερμινθίνης καὶ ῥητίνης καὶ κηροῦ καὶ στέατος ἔμιξε, συνθεὶς τὸ φάρμακον. ἀμμωνιακὸν δὲ θυμίαμα καὶ χαλβάνη πρὸς τῷ συντελεῖν εἰς ἐμπλάστρου σύνθεσιν, ἔτι καὶ μαλακτικὸν ἔχει τι καὶ παρηγορικόν. ὁ δὲ ὀποπάναξ ἐκ ταὐτοῦ μὲν αὐτοῖς ἐστι γένους, ἰσχυροτέραν δὲ δύναμιν ἔχει. ἑτέραν δὲ δύναμιν πρὸς αὐτὸ τὸ πάθος
13.338
ὁ Ἀνδρόμαχος οὕτως ἔγραψεν. ἄλλο μάλαγμα πρὸς ἰσχιαδικοὺς καὶ ἄλλα πολλά. ♃ κηροῦ δραχ. οβ΄. τερμινθίνης δραχ. μη΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. λγ΄. προπόλεως δραχ. μγ΄. χαλβάνης δραχ. λστ΄. βδελλίου δραχ. κε΄. κρόκου δραχ. ε΄. ὀποπάνακος δραχ. ιβ΄. νίτρου ἀφροῦ δραχ. λ΄. μύρῳ ἰρίνῳ κόπτων παράπτου. ἄλλο Πρωτᾶ Πηλουσιώτου πρὸς ἰσχιαδικοὺς καὶ κεφαλαλγικοὺς καὶ πρὸς πάντα τὰ χρόνια ἀλγήματα δυνάμενον ἁρμόττειν τόδε. ♃ κηροῦ δραχ. κδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ζ΄. τερμινθίνης δραχ. ζ΄. θαψίας χυλοῦ δραχ. η΄. ἐλαίου κύαθον ἕνα. καὶ ἄλλην δὲ δύναμιν ἐν τοῖς μαλάγμασιν ὁ Ἀνδρόμαχος ἔγραψεν ὡδί πως. πρὸς ἰσχιαδικοὺς παρὰ Ἥρα Καππάδοκος. ♃ πίσσης ὑγρᾶς κο. γ΄ ἢ β΄ S". κηροῦ λίτραν α΄. πιτυΐνης λίτραν α΄. θείου ἀπύρου λίτραν α΄. νίτρου λίτραν μίαν S". σταφίδος ἀγρίας ξε. α΄. πυρέθρου λίτρας S". οἴνου τρυγὸς κεκαυμένης λίτρας β΄. καρδαμώμου ξε. α΄. χαλβάνης λίτρας S". τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. τοῦτο τὸ φάρμακον καὶ αὐτὸς ὁ Ἥρας ἐν τῷ ἰδίῳ βιβλίῳ τῆς τελευτῆς πλησίον ἔγραψεν. οὐ πρόσκειται δὲ ἐν αὐτῷ ἐπὶ τῆς πίσσης τὸ β΄.
13.339
ἢ S". ἀλλ’ ἁπλῶς γέγραπται κο. γ΄. προέγραψε δὲ αὐτῆς κατὰ λέξιν οὕτως. κηρωτὴ πρὸς ἰσχιαδικοὺς, ἀνασκευάζουσα καὶ τὰς λίαν κεχρονισμένας διαθέσεις, ταύτῃ ἐχρησάμην πρὸς ἀνασκευὴν ἐπὶ Φροντίνου. ♃ πίσσης ὑγρᾶς κοτύλας γ΄. κηροῦ λίτραν α΄. πιτυΐνης λίτραν α΄. θείου ἀπύρου λίτραν α΄. νίτρου λίτραν α΄. σταφίδος ἀγρίας ξε. α΄. πυρέθρου λίτρας S". οἴνου τρυγὸς κεκαυμένης λίτρας β΄. καρδαμώμου ξε. α΄. χαλβάνης λίτρας S". τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἔγραψε δὲ καὶ ἄλλας ἰσχιαδικὰς ὁ Ἥρας δύο δυνάμεις, ὧν ἡ μὲν ἑτέρα τόνδε τὸν τρόπον ἔχει. πρὸς ἰσχιαδικοὺς παρηγορικὴ λίαν. ♃ πίσσης μέρη δύο, θείου ἀπύρου μέρος ἓν, λεῖα ἀμφότερα μίξας, σύμπλασσε τὸν ἀλγοῦντα τόπον, προλούσας δὲ τὸν πάσχοντα χρῶ ἵνα κολληθῇ τὸ φάρμακον, καὶ ἄνωθεν ἐπίῤῥιπτε χάρτην καὶ ἔα μέχρις ἀφ’ ἑαυτοῦ ἀποστῇ, ἐνδέχεται δὲ λούεσθαι ἔχοντα τὴν χάρτην. ἔν τισι τῶν ἀντιγράφων πίσσης μέρος ἓν, καὶ δυνατόν ἐστι καὶ οὕτως αὐτὸ σκευασθῆναι, γιγνωσκόντων ἡμῶν ὅτι πρακτικώτερόν ἐστι τὸ ἴσα μιγνύναι ἀμφότερα, τὴν πίσσαν καὶ τὸ θεῖον ἄπυρον. ἀσθενέστερον
13.340
δὲ ἐφ’ οὗ ἡ πίσσα διπλασία τοῦ θείου βάλλεται. ἡ δὲ λοιπὴ, καὶ ταύτῃ τῶν ἰσχιαδικῶν δυνάμεων, οὕτως ὑπὸ τοῦ Ἥρα γέγραπται.

[Ἄλλη ἰσχιαδική. ταύτῃ ἐχρησάμην ἐπὶ Φροντίνου, εὐθὺς ἐπὶ τῶν παροξυσμῶν.] ♃ Κηροῦ δραχ. ρ΄. ἰξοῦ δρυΐνου δραχ. ιστ΄. σμύρνης δραχ. στ΄. τερμινθίνης δραχ. κε΄. χαλβάνης δραχ. στ΄. ἴρεως Ἰλλυρικῆς δραχ. στ΄. κεδρίας κοτύλης τὸ ἥμισυ, κυπρίνου, κοτύλης S". τὸν κηρὸν καὶ τὴν κεδρίαν μετὰ τοῦ κυπρίνου τῆξον, εἶτα τὴν ῥητίνην καὶ τὴν χαλβάνην. ὅταν δὲ μέλλῃς αἴρειν, ἐπίπασσε τὴν ἴριν καὶ τὸν ἰξόν. ᾐρμένης δὲ τῆς λοπάδος, ἔστω λελειωμένη ἡ σμύρνα, εἶτα τὰ τηκτὰ κατάχει καὶ μίξας χρῶ. ἔνιοι καὶ νίτρου προσέβαλλον δραχ. ε΄.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ἐν τῷ τετάρτῳ τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ὀνομάζει μὲν καὶ οὗτος ἅπαντα τὰ τοιαῦτα μαλάγματα. προστίθησι δὲ τοῖς μὲν ὅτι πρὸς ἰσχιάδα, τοῖς δὲ ὅτι πρὸς σπλῆνα, τοῖς δὲ πρὸς πλευρὰν ἢ ἄλλο τι μέρος. ἔνια δὲ καὶ πολύχρηστά φησιν εἶναι, 

13.341
καθάπερ καὶ τόδε γεγραμμένον ὑπ’ αὐτοῦ κατὰ λέξιν οὕτως. μάλαγμα Ἀντιοχίδος, σπληνικοῖς, ὑδρωπικοῖς, ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἐσκευάσθη Φαβίλλῃ Λιβυκῇ. ♃ κηροῦ λίτρας τρεῖς, δρυΐνου ἰξοῦ λίτρας γ΄. ῥητίνης τερμινθίνης λίτρας γ΄. μυροβαλάνου πιέσματος λίτραν α΄. νίτρου ἀφροῦ λίτραν α΄ λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. ἐλαίου κυπρίνου λίτρας τρεῖς, ὄξους ὡς τὸ ἀμμωνιακὸν διαλῦσαι. μετὰ τοῦτο γράφει ἐφεξῆς πάλιν οὕτως. ἄλλο Φαβίλλῃ συντεθὲν, σφόδρα γενναῖον πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ σμύρνης στακτῆς λίτρας β΄. βδέλλης ὄνυχος λίτρας β΄. μυελοῦ ἐλαφείου λίτρας β΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας β΄. ἴρεως ξηρᾶς λίτρας δύο, ὀποπάνακος λίτραν μίαν, χαλβάνης, στύρακος ἀνὰ λίτραν α΄. μαστίχης λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. ὀποῦ συκομόρων λίτραν α΄. κάγχρυος λίτραν α΄. πεπέρεως λευκοῦ λίτραν α΄. κηροῦ, τερμινθίνης ἀνὰ λίτρας ε΄. κοπτέον ἐστὶ τὸ φάρμακον καὶ δεῖ κόπτοντα παράπτεσθαι ἰρίνου μύρου τῇ ὑποστάθμῃ, ἕως ἂν εὐαφέστερον γένηται τὸ φάρμακον. ἕτερον ἐφεξῆς ἔγραψεν ὁ Ἀσκληπιάδης οὕτως. μάλαγμα
13.342
ὃ καὶ χρυσίζουσαν καλοῦμεν. ♃ ἀρσενικοῦ χρυσίζοντος, ἀσβέστου ἀνὰ γο β΄. στυπτηρίας ὑγρᾶς γο β΄. στυπτηρίας σχιστῆς γο β΄. τὰ ξηρὰ κόπτομεν καὶ σήθομεν καὶ εἰς θυείαν βάλλοντες, τούτοις ἐπιβάλλομεν ὄξους κυάθους η΄. καὶ λεάναντες ἐπιμελῶς ἀναλαμβάνομεν τοῖς τηκτοῖς. ἔστι δὲ ταῦτα. ♃ κηροῦ, ῥητίνης φρυκτῆς καὶ πιτυΐνης ἀνὰ λίτρας β΄. ἐλαίου κοινοῦ κυάθους η΄. ταῦτα τήξαντες ἐῶμεν ψυγῆναι καὶ ἀναξύσαντες ἐπιβάλλομεν τοῖς λεανθεῖσιν. ἡμεῖς προστεθείκαμεν τῇ τοῦ φαρμάκου σκευασίᾳ σμύρνης γο β΄. καὶ ἕτεροι δὲ προστιθέασι καὶ σανδαράχης γο β΄. ὑφαιροῦντες τὰς δύο γο τῆς ὑγρᾶς στυπτηρίας. ἡμεῖς δὲ ἐμβάλλοντες πάντα τὰ ὑπογεγραμμένα σκευάζομεν, καὶ γίνεται δραστικώτερον. μετὰ τὸ προγεγραμμένον ἕτερον ἔγραψεν οὕτως. τούτῳ ἐχρήσατο Ἀνδρόμαχος, ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις. ♃ κηροῦ, πίσσης Βρυτίας ἀνὰ λίτραν α΄. ἀντὶ τῆς πίσσης ῥητίνην φρυκτὴν βάλλομεν, ῥητίνης πιτυΐνης λίτραν α΄. ἐλαίου κυάθους
343
η΄. ἀρσενικοῦ χρυσίζοντος, στυπτηρίας σχιστῆς, ἀσβέστου ἀνὰ γο β΄. σκεύαζε καθὰ προείρηται, ἡμεῖς προσεθήκαμεν τῷ φαρμάκῳ σμύρνης γο β΄. ἰξοῦ δρυΐνου γο δ΄. μετὰ τὰ προειρημένα διελθὼν ἕτερά τινα πρὸς ὑδρωπικοὺς καὶ σπληνικούς· αὖθις ἔγραψε πολύχρηστον δύναμιν, ἣν καὶ τοῖς ἰσχιαδικοῖς ἁρμόττειν φησὶν ὡδί πως. Ἀνδρέου μάλαγμα. δύναμις θαυμαστὴ πρὸς ἃ βούλει κατατρῆσαι, διαλῦσαι, ἐξισῶσαι ἀνάγει ὀστᾶ ἐφθορότα, σκόλοπας, ἀκίδας. ἀναγέγραπται δὲ καὶ Σεραπίωνι τῷ ἐμπειρικῷ. ποιεῖ καὶ πρὸς ἰσχιαδικοὺς, χρήσιμόν ἐστι καὶ τοῖς ἐμπυϊκοῖς. ποιεῖ καὶ πρὸς τὰς σκιῤῥώδεις τῶν σπλάγχνων διαθέσεις. ἔστι δὲ καὶ ἄκοπος ἀγαθὴ παρειμένοις χρονίοις, διεστραμμένοις μέρος τι τοῦ σώματος. ποιεῖ καὶ πρὸς τὰ λιπανθέντα, ὥστε ἀνάγειν τὰ ἀλλότρια καὶ τὸ ἕλκος εἰς οὐλὴν ἄγειν. ♃ κόκκου κνιδίου κεκαθαρμένου, νίτρου ἐρυθροῦ, ἁλὸς ἀμμωνιακοῦ, ἀριστολοχίας Κρητικῆς, σικύου ἀγρίου ῥίζης, τερμινθίνης ἀνὰ δραχ. κ΄. πεπέρεως στρογγύλου καὶ μακροῦ, ἀμμωνιακοῦ θυμιάματος, τινὲς καὶ τοῦ ἀμώμου καὶ τοῦ ξυλοβαλσάμου ἀνὰ δραχ. ι΄.
13.344
λιβάνου ἄῤῥενος, σμύρνης, ῥητίνης ξηρᾶς, ἰξοῦ εἰργασμένου ἀνὰ δραχ. ι΄. συκαμίνου ὀποῦ δραχ. ι΄. κηροῦ δραχ.λ΄. στέατος αἰγείου δραχ. ιε΄. ἰρίνου μύρου ὑποστάθμης εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ. τὰ ξηρὰ κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ καὶ τὰ τηκτὰ κόπτεται καθ’ ἕκαστον φιλοπόνως, εἶθ’ ὁμοῦ πάντα μίγνυται καὶ πάλιν κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ παραπτομένου ἰρίνου ὑποστάθμῃ. εἶθ’ ὅταν καλῶς ἑνωθῇ, μαλάξαντες ἀποτιθέμεθα, ὁπότε δὲ βούλει καὶ ἀκόπῳ χρῆσθαι, λάμβανε τοῦ φαρμάκου γο γ΄. στέατος χηνείου γο γ΄. ἐλαίου κυπρίνου γο γ΄. μίξας χρῶ. καὶ τούτου δ’ ἐφεξῆς οὕτως ἔγραψεν. ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ πυρέθρου δραχ. κ΄. κόκκου κνιδίου καὶ ἀφρονίτρου ἀνὰ δραχ. κ΄. ἁλὸς ἀμμωνιακοῦ, ἀριστολοχίας Κρητικῆς λεπτῆς τοῦ φλοιοῦ, σικύου ἀγρίου ῥίζης, τερμινθίνης ἀνὰ δραχ. κ΄. πεπέρεως στρογγύλου καὶ μακροῦ, ἀμμωνιακοῦ θυμιάματος, βδελλίου, ξυλοβαλσάμου, λιβάνου, σμύρνης, καρδαμώμου, ἀμώμου, στέατος αἰγείου, ῥητίνης ξηρᾶς ἀνὰ δραχ. ι΄. κηροῦ δραχ. λ΄. ἰξοῦ εἰργασμένου δραχ. η΄. συκαμίνου ὀποῦ δραχ. η΄. ἰρίνου μύρου τῆς ὑποστάθμης
13.345
εἰς ἀνάληψιν, οἴνου Ἰταλικοῦ ὅσον ἐξαρκεῖ, διαβρέξας ὅσα χρὴ διαλύειν, σκεύαζε κατὰ τρόπον. ἐν ἄλλῳ οὔτε τὸ ξυλοβάλσαμον οὔτε τὸ καρδάμωμον εὗρον οὔτε ἄμωμον. μετὰ τὰ γεγραμμένα γράψας ἕτερα φάρμακα, πάλιν ἐμνημόνευσε τῶν ἰσχιαδικῶν οὕτω γράψας. ἄλλο τοῦ αὐτοῦ ἐπίθεμα ἰσχιαδικοῖς, ἀρθριτικοῖς παραχρῆμα ὠφελεῖ. τῆλιν βαλὼν εἰς ἄγγος κεραμοῦν καὶ ταύτῃ ἐπιβαλὼν ὀξυκράτου ὅσον ἐξαρκεῖ, ἕψε θεὶς ἐπ’ ἀνθράκων μέχρι διαλύσεως. ὅταν δὲ διαλυθῇ, ἐπίβαλλε μέλιτος ὅσον ἐξαρκεῖ καὶ πάλιν ἕψε, εἶτα ἐξελὼν τρῖβε φιλοπόνως καὶ εἰς ὀθόνιον ἐπιπλάσας ἐπιτίθει κατὰ τῶν πονούντων τόπων καὶ ταινιδίῳ περιειλήσαντες ἐῶμεν καὶ τοῦτο πράττομεν ἐπὶ δύο καὶ τρεῖς ἡμέρας. ἐν δὲ τῷ τρίβεσθαι, ὅταν σκληρανθῇ τὸ φάρμακον, ἐπιβάλλομεν τοῦ ὑγροῦ ὅσον ἐξαρκεῖ. τὸ δὲ ἐπιβαλλόμενον τοσοῦτον ἔστω ὥστε τὸ κατάπλασμα γενέσθαι ἀλκιμώτερον. ἄλλο τοῦ αὐτοῦ. τῶν προγεγραμμένων συνεχὲς ἔγραψε φάρμακον οὕτω. συμφύτου λίτραν α΄ S". ξύσας καὶ εἰς λεπτὰ τεμὼν καὶ βαλὼν εἰς θυίαν ὀστρακίνην, φιλοπόνως τρῖβε, καὶ ὅταν λειωθῇ, 
346
ἐπίβαλλε μάννης γο γ΄. καὶ ὠῶν τριῶν προσφάτων ὠμῶν τὸ λευκὸν σὺν ταῖς λεκίθοις καὶ πάλιν τρῖβε, καὶ ὅταν ἑνωθῇ, ἐπίβαλλε τούτοις στέατος ὑείου παλαιοῦ λίτραν μίαν, καὶ ἀνακόψας ἐπιμελῶς ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει, παρηγορεῖ παραχρῆμα. μετὰ τὸ γεγραμμένον ἐφεξῆς ἕτερον ἔγραψεν οὕτως. ἄλλο τοῦ αὐτοῦ. μάλαγμα ἰσχιαδικοῖς ἐπὶ τῶν παροξυσμῶν εὐθὺς ἐπιτιθέμενον, διδυμαία λεγόμενον. ποιεῖ καὶ πρὸς τὰ συντρίμματα καὶ πρὸς πᾶσαν νευριτικὴν συμπάθειαν. ἔστι δὲ καὶ διαλυτικὸν πάσης σκληρίας. ποιεῖ καὶ πρὸς τὰς ἄλλας φλεγμονὰς, καθαίρει καὶ τὰς οὐλὰς τὰς πονηρὰς, ποιεῖ πρὸς τὰ στρέμματα καὶ λυγίσματα, ποιεῖ καὶ πρὸς τὰς τῶν μασθῶν διαθέσεις κακοήθεις. ♃ κηροῦ, ἰξοῦ δρυΐνου, τερμινθίνης, ἴριδος ξηρᾶς, σμύρνης, χαλβάνης ἀνὰ δραχ. μη΄. ἐλαίου κυπρίνου ἢ μύρου Αἰγυπτίου ὅσον ἐξαρκεῖ, τὴν χαλβάνην βαλόντες εἰς τὸ κύπρινον ἢ εἰς τὸ μύρον τὸ Αἰγύπτιον καὶ θέντες ἐπὶ τὸ πῦρ διαλύομεν καὶ τὸν κηρὸν μαλάσσομεν καὶ τοῖς λοιποῖς μίξαντες κόπτομεν φιλοπόνως καὶ τούτοις ἐμβαλόντες τακεῖσαν τὴν χαλβάνην μετὰ τοῦ
13.347
κυπρίνου πάλιν κόπτομεν, καὶ ποιήσαντες ἁφέστατον μάλαγμα ἀνελόμενοι χρώμεθα. ἐφεξῆς τῶν προγεγραμμένων καὶ τοῦτο ἔγραψεν ὁ Ἀσκληπιάδης. ἄλλο τοῦ αὐτοῦ ἐκ τοῦ Ἀρείου. ποιεῖ κωλικοῖς ἀφάτως, ἐν αὐτοῖς παροξυσμοῖς ἐπιτιθέμενον καὶ ψώρας θεραπεύσει χωρὶς ἑλκώσεως. ♃ κηροῦ, πίσσης ὑγρᾶς ἀνὰ λίτραν α΄. πίσσης ξηρᾶς λίτραν α΄. θείου ἀπύρου, στυπτηρίας σχιστῆς, νίτρου ἐρυθροῦ ἀνὰ λίτρας S". τὰ τηκτὰ τῆκε, τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, καὶ ὅταν τὰ τηκτὰ συστρέφηται, ἐπίβαλλε τὰ ξηρὰ κατ’ ὀλίγον ἐπιπάσσων καὶ κινῶν συνεχῶς καὶ εἰς θυίαν κατεράσας καὶ ἀνακόψας ἀνελόμενος χρῶ. μετὰ τὸ προγεγραμμένον ἕτερον ἔγραψεν ὡδί πως.

[Ἄλλο τοῦ αὐτοῦ μάλαγμα, τὸ διὰ τοῦ σιλφίου ἰσχιαδικοῖς σφόδρα γενναῖον.] ♃ Ἄμμεως δραχ. ιβ΄. σιλφίου, πηγάνου ἀγρίου σπέρματος, δαφνίδων κεκαθαρμένων ἀνὰ δραχ. ιδ΄. κολοκυνθίδος τοῦ ἐντὸς δραχ. β΄. νίτρου δραχμὰς δ΄. ἀβροτόνου Θηβαϊκοῦ δραχ. δ΄. καρδαμώμου δραχ. δ΄. κηροῦ Ποντικοῦ μνᾶς ὄγδοον, πίσσης, ῥητίνης, στέατος χηνείου, ἀμμωνιακοῦ

13.348
θυμιάματος ἀνὰ μνᾶς ὄγδοον, τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἐφεξῆς τῷ προγεγραμμένῳ καὶ τόδε γέγραπται ὑπὸ Ἀσκληπιάδου κατὰ λέξιν οὕτως.

[Ἄλλο τοῦ αὐτοῦ ᾧ ἐχρήσατο Ἀντίπατρος.] ♃ Σιλφίου, πηγάνου ἀγρίου ξηροῦ, δαφνίδων ξηρῶν, ἀφρονίτρου, κολοκυνθίδος τοῦ ἐντὸς, ἀβροτόνου Θηβαϊκοῦ, ἄμμεως, καρδαμώμου, ἑκάστου δραχ. δ΄. πηγάνου ἡμέρου χλωροῦ, πίσσης ξηρᾶς, ῥητίνης τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος, στέατος μοσχείου, ἑκάστου μνᾶς ὄγδοον, χαλβάνου δραχ. ιστ΄. ὀποπάνακος δραχ. δ΄. θείου ἀπύρου δραχ. δ΄. ἐλαίου κυπρίνου κοτύλας δ΄. ἐν δὲ τῇ χρήσει πρότερον χρὴ κορίαννον ξηρὸν καύσαντα ἀναλαμβάνειν κυπρίνῳ καὶ οὕτως ἐπιχρίειν τὸ ἰσχίον καὶ μετὰ τὴν τούτου χρῆσιν ἐπιθεῖναι τὸ μάλαγμα. μετὰ τοῦτο δὲ πάλιν ἕτερον ἔγραψεν ὡδί πως.

[Ἄλλο τοῦ αὐτοῦ μάλαγμα ἰσχιαδικὸν, μετασυγκριτικὸν, ἀπαλλάσσει τῆς ὅλης διαθέσεως. ποιεῖ καὶ παρέτοις καὶ τρομώδεσι καὶ ταῖς κεχρονισμέναις διαθέσεσιν.] ♃ Πίσσης ὑγρᾶς Βρυτίας λίτρας γ΄. τρυγὸς ξηρᾶς κεκαυμένης λίτρας β΄.

13.349
νίτρου ἐρυθροῦ λίτραν α΄ S". ῥητίνης πιτυΐνης λίτραν α΄. κηροῦ λίτραν α΄. σταφίδος ἀγρίας λίτραν α΄. θείου ἀπύρου λίτραν α΄. πυρέθρου λίτρας S". καρδαμώμου ξε. α΄. ἕψε πίσσαν, κηρὸν, ῥητίνην, τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ τοῖς τηκτοῖς ἀναλαβὼν χρῶ. μετὰ τὸ προγεγραμμένον ἕτερον φάρμακον ἔγραψεν ὡδί πως.

[Ἄλλο τοῦ αὐτοῦ ᾧ ἐχρήσατο Φιλόκαλος.] ♃ Νάπυος, τήλεως ἀληλεσμένης ἑκάστου ξε. S". πυρέθρου, σταφίδος ἀγρίας, νίτρου ἐρυθροῦ ἀνὰ δραχ. δ΄. ὀποπάνακος δραχ. β΄. χαλβάνης δραχ. β΄. ῥητίνης τερμινθίνης λίτραν α΄. κηροῦ λίτραν μίαν, ἐλαίου κυπρίνου λίτραν α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν.

[Ἡ ὑπὸ Δαμοκράτους γεγραμμένη θεραπεία τῶν ἰσχιαδικῶν διὰ τῆς Ἰβηρίδος.] ♃ Ἐπιγράφεται βιβλίον Δαμοκράτους κλίνικος, ἐν ᾧ διὰ μέτρων ἰαμβικῶν, ὡς εἴωθε, περὶ τῶν τριῶν διαλέγεται φαρμάκων, πρώτου μὲν τοῦ διὰ τῆς βοτάνης, ἣν καὶ αὐτὸς Ἰβηρίδα καλεῖ, τοῦ δευτέρου δὲ τοῦ διὰ σπέρματος ἀνωδύνου, τρίτου δὲ τοῦ καθαρτικοῦ καλουμένου

13.350
ὑπ’ αὐτοῦ ἱερᾶς. περὶ πρώτης οὖν τῆς τῶν ἰσχιαδικῶν θεραπείας ἔγραψεν ἐν τῷ βιβλιδίῳ ταῦτα. ἐν Ἰβηρίδι, φησὶν, ἰατρόν τινα φίλον ἑαυτοῦ θεραπευθῆναι διὰ τῆς βοτάνης, ἣν, ὡς ἔφην, αὐτὸς ὁ Δαμοκράτης Ἰβηρίδα καλεῖ, μαθὼν μὲν αὐτοπτικῶς τὴν βοτάνην, ὄνομα δὲ οὐδὲν ἀκούσας αὐτῆς, ὅτι μηδ’ ὁ διδάσκων ἠπίστατο. δι’ ὧν δὲ γράφει γνωρισμάτων, ἔοικε τὴν ὑπὸ τῶν Ἑλλήνων ὀνομαζομένην λεπίδιον Ἰβηρίδα καλεῖν, ἀπὸ τῆς χώρας ἐν ᾗ θεραπευθεὶς ἔτυχεν ὁ φίλος αὐτοῦ. γράφει δὲ αὐτοῦ τὰ γνωρίσματα διὰ τῶν ἰάμβων.

  • Φύεται δὲ πολλὴ πανταχοῦ, μάλιστα δὲ
  • Παρὰ τοῖς παλαιοῖς μνήμασι, τοίχοισίν τε καὶ
  • Παρὰ ταῖς ὁδοῖσι ταῖς πάλαι τετριμμέναις,
  • Παρ’ αἷς γεωργὸς τὰ λήϊ’ οὔ ποτ’ ἤροσεν.
  • Ἀεὶ δὲ θάλλει, φύλλ’ ἔχουσα καρδάμου.
  • Ἔαρος μὲν εὐθαλῆ τε καὶ μείζω·
  • Καυλῷ δὲ αὐτῆς ὄντι μῆκος πήχεως,
  • Μικρῷ τ’ ἔλαττον καὶ πάλιν μικρῷ πλέον,
  • 13.351
  • Θέρους περίκειται λεπτὰ φύλλα, μέχρι περ ἂν
  • Κρύους γενομένου, φρυγανώδη τἄλλα μὲν
  • Τὰ φύλλα ἀποβάλλει τε καὶ μαραίνεται,
  • Πρὸς τῇ δὲ ῥίζῃ προσπεφύκασίν τινα.
  • Φέρει δ’ ὁ καυλὸς ἐν θέρει λεπτὸν πάνυ
  • Πολύχροον ἄνθος, τῇ χρόᾳ γαλάκτινον,
  • Εἶτ’ ἐπακολουθεῖ παντελῶς τούτῳ βραχὺ
  • Σπέρματος, ἀκριβῶς αὐτὸ μηδ’ ὁρᾷν τινα.
  • Ἡ ῥίζα δὲ καὶ ὀσμὴν δριμυτάτην ἔχει,
  • Μάλιστα πάντων καρδάμῳ προσεμφερῆ.
  • Διὰ τούτων μὲν ἐδήλωσε τὴν ἰδέαν τῆς βοτάνης, ἐφεξῆς δὲ τὴν χρῆσιν αὐτῆς διὰ τῶνδε.

  • Ταύτην ὀρύξας καὶ λαβὼν πλῆθος πολὺ,
  • Θέρους μάλιστα δ’ ἐστὶ πρακτικωτάτη
  • Καὶ πρόσφατος. ξηρὰ γὰρ ἀδρανὴς τυγχάνει,
  • Κόψας δ’ ἐπιμελῶς, ἔστι γὰρ καὶ δύσκοπος,
  • Ἀξουγγίῳ λίπανον ὀλίγῳ παντελῶς,
  • Εἶτα ἐπιθεὶς κοτύλῃ τε καὶ παντὶ σκέλει,
  • 13.352
  • Δήσας τ’ ἄφες ὥρας μὴ μένειν ἐλάττονας,
  • Γυναιξὶ μὲν δύ’, ἀνδράσιν δὲ τέτταρας.
  • Εἶτ’ εἰς βαλανεῖον ἐσάγων αὐτοὺς, μηθενὶ
  • Μήτε προαλείψας μήτε χρίσας σμήγματι.
  • Σμικρᾶς δὲ νοτίδος γενομένης, εἰς τὴν μακρὰν
  • Καθεὶς, κράτησον, ἐπιφέρει γὰρ πολλάκις
  • Δηγμὸν φέροντ’ αἴσθησιν ἔνθερμόν τινα.
  • Μικρὸν δ’ ἀποβρέξας ἔξαγ’ αὐτοὺς ἔξωθεν,
  • Κᾂν ὦσι πολλῶν χερσὶν εἰσκεκομισμένοι,
  • Ἰδίοις ἕκαστος ἐξελεύσεται ποσί.
  • Μίξας δ’ ἐλαίῳ δαψιλεῖ βραχὺν πάνυ
  • Οἶνον ἀνάκοπτε καὶ συνάλειφ’ αὐτοὺς ὅλους.
  • Ἄρας τ’ ὀθονίοις, ἰκμάδα καὶ ἅπαν λίπος,
  • Σκέπασον τὸ κῶλον κουφοτάτοις ἐριδίοις.
  • Τἄλλα τε κέλευε πάντα πράττειν ὅσα θέλοις
  • Ἐν τοῖς συνήθεσιν ὄντα καὶ τοῖς ἡδέσι.
  • Τὸ γὰρ βοήθημ’ αὐτοτελὲς ὂν τυγχάνει,
  • Οὐ χρῇζον ἄλλου συμβάλλεσθ’ αὐτῷ τινος,
  • 13.353
  • Κᾂν μὲν δίχα πόνου διαμένωσιν, ὃ γίνεται
  • Τὰ πολλὰ, χαίρων προσκύνει τὸ ῥιζίον.
  • Ἄν δὲ καταλειφθῇ τοῦ πάθους ἴχνος ἔτι,
  • Ἅπαν ἐπαλείψεις αὐτὸ χρίσει δευτέρᾳ,
  • Μέσας διαλιπὼν ἡμέρας ὡς εἴκοσι.
  • Τούτῳ τῷ τρόπῳ τῆς χρήσεως καὶ κεφαλαλγίας χρονίας καὶ ἄλλα πάντα καθ’ ὅ τι ἂν ᾖ μέρος ἀλγήματα χρόνια καὶ δυσλύτους διαθέσεις καὶ παραλύσεις τεθεραπευκέναι φησί. καὶ ὅλως ἐφ’ ὧν οἱ ἄλλοι χρῶνται τῷ καλουμένῳ σιναπισμῷ καὶ τῷ διὰ θαψίας βοηθήματι, διὰ τῆς βοτάνης ταύτης ἐξιᾶσθαί φησί. περὶ τῆς Ἰβηρίδος ταύτης καὶ ὁ Ἀρχιγένης λέγει, ὀνομάζων αὐτὴν λεπίδιον ἐν τῷ β΄. τῶν κατὰ γένος φαρμάκων, ἁρμόζειν δὲ αὐτὴν σπληνικοῖς καὶ ἰσχιαδικοῖς λέγει. πρὸς ἰσχιάδας καὶ ψυγμοὺς Ὑγιεινοῦ Ἱππάρχου· βοτάνην Ἰβηρίδα, ἥν τινες καλοῦσι λεπίδιον ἢ ἀγριοκάρδαμον, ἀνελόμενος τὴν ῥίζαν αὐτῆς κόψον καὶ στέατι χοιρείῳ συμμαλάξας εἰς τρόπον ἐμπλάσματος ἐπιτίθει κατὰ τοῦ ἀλγοῦντος τόπου ἐπὶ ὥρας τρεῖς, εἶτα πέμπε εἰς βαλανεῖον.

    13.354
    τὸ αὐτὸ ἀπαλλάττει καὶ παλαιὰς κεφαλαλγίας ἐν ὁμοίᾳ χρήσει, ἣν Δαμοκράτης ὁ ἰατρὸς διὰ στίχων ἔγραψεν.

    [Περὶ τῶν ποδαγρικῶν καὶ ἀρθριτικῶν παθῶν.] Εἴρηται πρόσθεν ἐν τῷ περὶ τῆς ἰσχιάδος λόγῳ, ῥευμάτων ἔκγονα τὰ τοιαῦτα ὑπάρχειν πάθη, κατασκηπτόντων εἰς τὰς χώρας τῶν διαρθρώσεων, ὥστε καὶ τὴν θεραπείαν αὐτῶν ἑνὸς ἔχεσθαι τρόπου, τοῦ κενῶσαι τὸ κατασκῆψαν. ἔτι μὲν οὖν ἐπιῤῥέοντος αὐτοῦ, τῷ κοινῷ τῶν ἐπιῤῥεόντων χυμῶν λόγῳ τὸν σκοπὸν τῶν βοηθημάτων ὑποβάλλειν χρὴ ἀποκρουομένους καὶ ἀναστέλλοντας. ἐπειδὰν δὲ μηκέτι ἐπιῤῥέῃ, διαφοροῦντας τὸ κατασκῆψαν. ἡ δὲ ὕλη τῶν φαρμάκων δι’ ὧν ταῦτα γίνεται πολυειδής ἐστιν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων παθῶν, νοησάντων μὲν ἐξ ἀρχῆς τῶν συνετωτέρων κατά τινα τεχνικὸν στοχασμὸν, ἄλλοτ’ ἄλλου τῇ πείρᾳ καὶ τῶν ἀρίστων κεκριμένων. διὸ κᾀγὼ καθάπερ ἐπὶ τῶν ἄλλων παθῶν, οὕτω κᾀπὶ τούτων τῶν πεπειραμένων τοῖς πρὸ ἐμοῦ γράψω τὰ κάλλιστα.

    13.355

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς τὰ εἰρημένα πάθη ἐν τῷ τετάρτῳ τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ἐπίθεμα ποδαγρικοῖς, ἀρθριτικοῖς ἀνώδυνον, ἡ χρῆσις ἐν αὐτοῖς τοῖς παροξυσμοῖς. ♃ ὀποῦ μήκωνος δραχ. δ΄. κρόκου δραχ. α΄. λεάνας μετὰ γάλακτος βοείου ἢ αἰγείου καὶ ἄρτου τὸ ἐντὸς ἐπιβαλὼν τρῖβε φιλοπόνως, ὥστε εὐαφὲς εἶναι κατάπλασμα καὶ μαλάξας παράπτου ῥοδίνῳ καὶ χρῶ καταπλάσματι προσηνεῖ, ἔξωθεν ἐπιβαλὼν φυλακῆς χάριν φύλλα σεύτλου ἢ θρίδακος. ἔστι δ’ ὅτε τὸ ὄπιον καὶ τὸν κρόκον μετὰ γάλακτος λεάναντες, ἀναλαμβάνομεν κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου, ἔπειτα ἐμπλάσαντες εἰς ὀθόνιον ἐπιτιθέμεθα. ἄλλο. ♃ στύρακος δραχ. β΄. ὀπίου δραχ. α΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο. παραχρῆμα τὸν πόνον ἀπαλλάττει. δεῖ δὲ πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τὸν πάσχοντα λούειν καὶ τότε περισμήξαντα τοὺς τόπους ἐπιτιθέναι. ♃ ἀψινθίου Ποντικοῦ χυλοῦ, κρόκου, ὀπίου ἀνὰ δραχ. α΄. κηροῦ Ποντικοῦ δραχ. δ΄. ἰρίνου μύρου δραχ. στ΄. γλυκέος Κρητικοῦ ὅσον ἐξαρκεῖ, διάλυε ὄπιον, ἀψίνθιον, κρόκον, καὶ ὅταν διαλυθῇ, ἀναλάμβανε 

    356
    τοῖς τηκτοῖς καὶ εἰς ὀθόνιον ἑλκύσας ἐπιτίθει. ἄλλο. ♃ κωνείου σπέρματος ἐκλελεπισμένου δραχ. στ΄. κρόκου δραχ. α΄. ὀπίου δραχ. α΄. γλυκέος Κρητικοῦ ὅσον ἐξαρκεῖ, καὶ λεάνας ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου.

    [Ἐπίθεμα ποδαγρικῶν, ἀρθριτικῶν, ποιεῖ πρός τὰς μεγίστας διαθέσεις, ᾧ ἐχρήσατο Ἐρασίστρατος ὁ Σικυώνιος.] Καππάρεως ῥίζης κεκομμένης καὶ σεσησμένης χοῖνιξ εἷς, ὑοσκυάμου σπέρματος χοίνικος S". χαμαιλέοντος μέλανος ῥίζης χοίνικος τέταρτον, κωνείου σπέρματος χοίνικος δ΄. μανδραγόρου ῥίζης χοῖνιξ α΄. στρύχνου, οἱ δὲ δορυκνίου ῥίζης χοίνικος τέταρτον. ἅπαντα μίξας κεκομμένα καὶ σεσησμένα ἀπόθου εἰς ἄγγος κεραμεοῦν καὶ φιμώσας ἐπιμελῶς φύλαττε. ἐν δὲ τῇ χρήσει λαβὼν χοίνικος τέταρτον καὶ γλυκεῖ λεάνας καὶ βαλὼν εἰς ἄγγος κεραμεοῦν ἀκονίατον, ἐπίβαλλε τρυγὸς ξηρᾶς κοτύλης τέταρτον καὶ θεὶς ἐπ’ ἄνθρακας, ἕψε κινῶν ἐπιμελῶς, ἕως δὶς ἢ τρὶς ἀναζέσῃ, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς κατάπλαττε θερμότατον ἢ ὡς δύναται φέρειν. δεῖ δὲ πρὸ τοῦ

    13.357
    καταπλάσματος τοὺς πόδας καταιονῆσαι πολλῷ ὕδατι ψυχρῷ καὶ περισπογγίσαντας χρῆσθαι τῷ φαρμάκῳ. ἔπειτα δὲ τὸ κατάπλασμα δι’ ὀθονίων λεπτοτάτων εἰς ὄξος ἐμβάπτοντας ἐπιτιθέναι, καὶ ταινιδίῳ ἐπικαταλαβόντας, ἐᾷν ἐπικείμενον τὸ φάρμακον ἐπὶ ὥρας δύο, καὶ μετὰ ταῦτα αἴροντας τὸ ἐπικείμενον, τὰς ἐπαναστάσας φλυκτίδας βελόναις δεῖ κεντεῖν. ἀπὸ τούτων γὰρ ὑγρὸν ἀποῤῥεῖ μυξῶδες καὶ πολὺ καὶ κολλῶδες. μετὰ δὲ τὴν τῶν τοιούτων ὑγρῶν ἔκκρισιν χρὴ πολλῷ ὕδατι ψυχρῷ τοὺς πόδας καταντλεῖν καὶ πάλιν χρῆσθαι τῇ ἐπιθέσει τοῦ φαρμάκου, καθὰ προείρηται, ἀντὶ τοῦ ὄξους χρωμένους ὕδατι ποτίμῳ καὶ τὸ ἐπιτιθέμενον ὀθόνιον ὕδατι ψυχρῷ βρέξαντας.

    [Ἄλλο τοῦ αὐτοῦ. τούτῳ ἀντὶ σικύων καὶ βδελλῶν χρώμεθα, ὥστε ἐκμυζῆσαι ἰχῶρας αἱματώδεις, ποιεῖ καὶ πρὸς πώρους καὶ πρὸς σκίῤῥους, ὥστε διαλῦσαι.] ♃ Τήλεως ἀληλεσμένης ξε. α΄. λίθου Ἀσίου τοῦ ἄνθους ξε. α΄. ἀλεύρου ἐρεγμίνου τοῦ μέλανος συναληλεσμένου, ἀλεύρου θερμίνου ἀνὰ ξέστην ἕνα. πάντα μίξας καὶ ὕδατι θερμῷ φυράσας

    13.358
    ἐπιτίθει θερμῷ καὶ ταινιδίῳ καταλάμβανε. δεῖ δὲ πρότερον καταντλῆσαι τοὺς πάσχοντας τόπους ἢ καὶ τούτους λούοντας ἐμβιβάζειν. ἤδη δὲ τῶν ἐπικειμένων ἐπιδέσμων ᾑμαγμένων καὶ διαβρόχων γιγνομένων, αἴρομεν τὸ φάρμακον, καὶ τοὺς τόπους ἀποπυριάσαντες χρώμεθα τῷ διὰ πικρῶν ἀμυγδάλων καὶ μαλάγματι ἔχοντι κρόκον καὶ ἴριν καὶ ἀριστολοχίαν. τοῦτο δ’ ἀναγέγραπται ἐν τοῖς ἀναγεγραμμένοις πρὸς ποδάγραν μαλάγμασιν.

    [Τροχίσκος ποδαγρικοῖς, ἀρθριτικοῖς. ἡ χρῆσις ἐν αὐτοῖς τοῖς παροξυσμοῖς.] ♃ Ἀλόης λίτραν α΄. κενταυρείου χυλοῦ γο στ΄. λιβάνου ἀτόμου γο δ΄. σμύρνης γο δ΄. λίθου Ἀσίου τοῦ ἄνθους γο β΄. ὀπίου γο β΄. μανδραγόρου χυλοῦ γο β΄. στυπτηρίας σχιστῆς γο β΄. ἀναλάμβανε γλυκεῖ καὶ ποίει τροχίσκους. ἐν δὲ τῇ χρήσει ἐν γάλακτι διαλύων ἐπίχριε πτεροῖς καὶ κατὰ τοῦ χρίσματος ἐπίβαλλε ὀθόνιον γλυκεῖ δεδευμένον. ἄλλος, ὁ Ζεὺς ἐπικαλούμενος. ♃ ἀλόης δραχ. ιβ΄. ὀπίου δραχ. η΄. μηκωνείου χυλοῦ δραχ. στ΄. ὑοσκυάμου χυλοῦ δραχ. στ΄. ἀκονίτου δραχ. δ΄. ὑποκυστίδος δραχ. στ΄. γλαύκου δραχ. η΄.

    13.359
    κρόκου δραχ. ιβ΄. κόμμεως δραχ. κδ΄. μήλων μανδραγόρου δραχ. κ΄. ὄξους κοτύλας δύο. ἕψε μῆλα μετ’ ὄξους, καὶ ὅταν ἐκθλίψῃς, ἐπίβαλλε τοῖς προειρημένοις, καὶ διϋλίσας καὶ λεάνας ἐπιμελῶς, ἀνάπλαττε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἡ χρῆσις δεδήλωται.

    [Μάλαγμα ἀρθριτικοῖς, ποδαγρικοῖς, τὸ διὰ κωνείου καὶ ἀγαρικοῦ, φάρμακον ἐπιτετευγμένον.] ♃ Κωνείου σπέρματος ξέστην α΄. ἀγαρικοῦ ξέστην α΄. τήλεως ξέστην α΄. νίτρου γο α΄. κηροῦ λίτραν μίαν, ῥητίνης φρυκτῆς λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. μυελοῦ ἐλαφείου γο δ΄. Ἰλλυρικῆς γο τέτταρας. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, τὰ δὲ τηκτὰ τῆκε, εἶτα ἐάσας ψυγῆναι καὶ ἀναξύσας ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνακόψας ἀνελόμενος χρῶ. τοῦ αὐτοῦ ἄλλο. ♃ κηροῦ λίτραν α΄. ἐλαίου παλαιοῦ ἢ Σαβίνου ξέστην α΄. τήλεως ξέστην α΄. κωνείου ξε. S". ῥητίνης φρυκτῆς λίτραν α΄. νίτρου ἐρυθροῦ γο. ἐννέα, λίθου Ἀσίον ἄνθους γο στ΄. μυελοῦ ἐλαφείου γο β΄. Ἰλλυρικῆς γο δ΄. σκεύαζε καθὰ προείρηται.

    13.360

    [Τοῦ αὐτοῦ ἄλλο μάλαγμα τὸ διὰ τῶν δᾳδίων, Τίτου Καίσαρος, ποδαγρικοῖς, ἀρθριτικοῖς, καὶ πᾶσαν σκληρίαν μαλάττει.] ♃ Ἰξοῦ δρυΐνου λίτραν α΄ S". λιβάνου λίτραν α΄. κηροῦ λίτραν α΄. δᾳδίων λιπαρῶν λίτραν α΄. πιτυΐνης λίτραν α΄. ἕψε τὰ τηκτὰ κινῶν δᾳδίοις λιπαροῖς· καὶ ὅταν ἀποῤῥεύσῃ πᾶν τούτων τὸ λίπασμα, καθελὼν ἀπὸ τοῦ πυρὸς, ὕλιζε τὸ ὑγρὸν καὶ τούτῳ βάλλε τὸν λίβανον λειότατον, κινῶν συνεχῶς ἕως ἀμολύντου, καὶ εἰς θυείαν ἐξεράσας ἀνελόμενος χρῶ. ἄλλο. ♃ δᾳδίων λιπαρωτάτων λίτραν α΄. λιβάνου ἄῤῥενος λίτραν α΄. ῥητίνης πιτυΐνης λίτραν α΄. ἰξοῦ δρυΐνου λίτρας S". σκεύαζε καθὰ προείρηται.

    [Μάλαγμα τὸ διὰ τοῦ Ἀσίου, ποδαγρικοῖς, ἀρθριτικοῖς σφόδρα γενναῖον, ἀπαλλάττει τῆς ὅλης διαθέσεως, ἡ χρῆσις ἐν διαλείμματι.] ♃ Ἰξοῦ δρυΐνου, τερμινθίνης ἀνὰ λίτραν α΄. ἀφρονίτρου, λίθου Ἀσίου τοῦ ἄνθους, λιβάνου ἀνὰ λίτρας S". ἐλαίου κυπρίνου λίτραν α΄. στέατος ὅσον ἐξαρκεῖ, τὰ ξηρὰ κόπτεται καὶ σήθεται καὶ μετὰ τοῦ ὕδατος τρίβεται,

    13.361
    ὥστε κηρωτῆς ὑγρᾶς ἔχειν τὸ πάχος. τὰ δὲ τηκτὰ τήκεται καὶ τοῖς λεανθεῖσιν ἐπιβάλλεται καὶ ἀνακόψαντες ἀνελόμενοι χρώμεθα. ἄλλο. ♃ ἰξοῦ λίτραν μίαν, τερμινθίνης λίτραν μίαν, λίθου Ἀσίου, νίτρου ἀνὰ γο δ΄. μάννης γο γ΄. κυπρίνου γο β΄. ὕδατος πηλοποιητικοῦ τὸ αὔταρκες.

    [Ἄλλο τὸ ἀρθριτικὸν σφόδρα γενναῖον, παραχρῆμα ὠφελεῖ ἀναπίνων καὶ τὰς ἐν βάθει ὑγρασίας.] ♃ Ἰξοῦ λίτραν α΄. τερμινθίνης λίτραν α΄. στέατος ταυρείου, λίθου Ἀσίου τοῦ ἄνθους ἀνὰ γο γ΄. ἀσβέστου γο γ΄. μάννης γο γ΄. κυπρίνου λίτραν α΄. σκεύαζε καθὰ προείρηται. ἄλλο Διοδώρου. ♃ ἀσβέστου δραχ. α΄. λιβάνου, τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. δ΄. στέατος ταυρείου δραχ. η΄. ἀφρονίτρου δραχ. δ΄. λίθου Ἀσίου τοῦ ἄνθους δραχ. β΄. ἐν ἄλλῳ δραχ. δ΄. ἐλαίου κυάθους β΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. τὸ φάρμακον σφόδρα καλόν ἐστιν, ἀναπίνει καὶ τὰς περὶ πάντα τὰ ἄρθρα συνισταμένας συλλογὰς καὶ ἀπαλλάττει τῶν πόνων.