De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Περὶ τῶν μεταλλικῶν φαρμάκων. [α΄. Περὶ κοινῶν τῶν μετάλλων λόγων τε καὶ συστάσεων καὶ δυνάμεων.] Μεταλλικὰ φάρμακα προσαγορεύειν ἔθος ἐστὶν τοῖς ἰατροῖς ὧν ἡ γένεσις ἐν τοῖς μετάλλοις ἐστὶν, ἤτοι γε αὐτοφυὴς ἢ διὰ καμίνου γινομένη. καὶ τρίτα γε πρὸς αὐτοῖς ἐστιν ὅσα πάλιν ἐκ τούτων αὐτῶν οἱ ἄνθρωποι συσκευάζουσιν καθ’ ὁντιναοῦν τρόπον, οἷον ψιμμύθιον, ψωρικὸν, σάνδικα, φύκον. ἐφεξῆς οὖν ὑπὲρ ἁπάντων εἰρήσεται 

209
κατὰ τὴν τῶν γραμμάτων τάξιν, ἀφ’ ὧν ἄρχεται τῶν ὀνομάτων ἕκαστον, ἐκεῖνο πρότερον ὑπὲρ ἁπάντων αὐτῶν κοινῇ προειποῦσιν ἡμῖν, ὥσπερ ἐπί τε τῶν λίθων ἐποιήσαμεν ὀλίγον ἔμπροσθεν ἐπί τε τούτων ἀνώτερον περὶ τῆς φαρμακώδους γῆς. ὥσπερ γὰρ ἐκεῖνα, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ μεταλλικὰ πάντα φάρμακα κοινὸν ἔχει τὸ ξηραίνειν. γεώδης γὰρ αὐτῶν ἐστιν ἡ οὐσία, κατὰ τὸ τῆς στοιχειώδους γῆς σημαινόμενον ὀνομάζοντός μου νῦν. ἀλλ’ ὥσπερ ὑφ’ ἡμῶν ἐκ τῆς κεραμίτιδος γῆς οἱ πίθοι τε καὶ αἱ κεραμίδες αἵ τε χύτραι καὶ τἄλλα τὰ τοιαῦτα γίνεται, διὰ πυρὸς ἐκφρυγέντος αὐτῆς τοῦ νοτεροῦ σκληρυνθέντας, τὸν αὐτὸν τρόπον ἐν τῇ γῇ θερμασίας πολυχρονίου τὴν μικτὴν οὐσίαν ἐκ γῆς καὶ ὕδατος, ἐνίοτε δὲ καὶ ἀέρος ἑνοῦντός τε καὶ κεραννύντος, εἶτα ξηραίνοντος, αἱ συστάσεις γίνονται τῶν μεταλλικῶν φαρμάκων. ἡ δὲ τῶν χωρίων φύσις ἐν οἷς ταῦτα συνίσταται παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον εἶναι ψυχρὰ τὰ μὲν μᾶλλον πήγνυσι, τὰ δ’ ἧττον. ὥσπερ οὖν ἐν ταῖς τῆς γῆς διαφοραῖς πλείστη μὲν ἡ οὐσία τῆς στοιχειώδους γῆς,
210
ὀλίγη δὲ ἡ τοῦ ἀερώδους, οὕτως ἐν τοῖς μεταλλευτοῖς πολὺ τῆς πυρώδους ἐγκέκραται. μεταξὺ δ’ αὐτῶν εἰσιν αἱ λίθοι, διὸ καὶ τὰ πλεῖστα τῶν μεταλλικῶν φαρμάκων πλυνόμενα τὰ μὲν ἅπαξ ἢ δὶς, τὰ δὲ πλεονάκις, εἰς τὰς ἀδήκτως ξηραινούσας δυνάμεις γίγνεται χρήσιμα. οὕτω μὲν οὖν οἱ κοινοὶ λόγοι, οὓς περὶ πάντων αὐτῶν ἀναγκαῖον προεγνῶσθαι· λεχθήσονται δ’ ἐφεξῆς οἱ καθ’ ἕκαστον ἴδιον κατὰ τὴν τῶν γραμμάτων τάξιν, ἀφ’ ὧν αἱ προσηγορίαι τῶν φαρμάκων ἄρχονται.