De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[κα΄. Περὶ ἀφροσελίνου.] Καὶ ὁ ἀφροσέλινος καλούμενος καὶ τοὺς ἐπιλήπτους, οὐ μὴν ἡμεῖς ἐπειράθημεν. εἰσὶ δὲ καὶ ἄλλοι τινὲς λίθοι περιαπτόμενοι πρός τινων, ἔνιοι δὲ καὶ χαρακτῆράς τινας ἐγγραφομένους ἔχοντες καὶ γράμματα, καθάπερ καὶ ὁ πρὸς τὰς αἱμοῤῥοΐδας ἥρμοκεν ἱερακίτης, οὗ καὶ ἡμεῖς ἐπειράθημεν. ἀλλ’ οὐ νῦν περὶ τῶν τοιούτων λέγειν καιρὸς ἐξ ἐμπειρίας μόνης ἐχόντων τὴν πίστιν, οὐ κατὰ μέθοδόν τινα λογικὴν εἰς χρῆσιν ἠγμένων. ἄλλος οὖν ὁ περὶ τούτων ἔσται καιρός τε καὶ τόπος. νυνὶ δ’ ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς ἡμῖν ἐν ὅλῃ τῇ πραγματείᾳ πάλιν ἀνέλθωμεν.

Περὶ τῶν μεταλλικῶν φαρμάκων. [α΄. Περὶ κοινῶν τῶν μετάλλων λόγων τε καὶ συστάσεων καὶ δυνάμεων.] Μεταλλικὰ φάρμακα προσαγορεύειν ἔθος ἐστὶν τοῖς ἰατροῖς ὧν ἡ γένεσις ἐν τοῖς μετάλλοις ἐστὶν, ἤτοι γε αὐτοφυὴς ἢ διὰ καμίνου γινομένη. καὶ τρίτα γε πρὸς αὐτοῖς ἐστιν ὅσα πάλιν ἐκ τούτων αὐτῶν οἱ ἄνθρωποι συσκευάζουσιν καθ’ ὁντιναοῦν τρόπον, οἷον ψιμμύθιον, ψωρικὸν, σάνδικα, φύκον. ἐφεξῆς οὖν ὑπὲρ ἁπάντων εἰρήσεται 

209
κατὰ τὴν τῶν γραμμάτων τάξιν, ἀφ’ ὧν ἄρχεται τῶν ὀνομάτων ἕκαστον, ἐκεῖνο πρότερον ὑπὲρ ἁπάντων αὐτῶν κοινῇ προειποῦσιν ἡμῖν, ὥσπερ ἐπί τε τῶν λίθων ἐποιήσαμεν ὀλίγον ἔμπροσθεν ἐπί τε τούτων ἀνώτερον περὶ τῆς φαρμακώδους γῆς. ὥσπερ γὰρ ἐκεῖνα, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ μεταλλικὰ πάντα φάρμακα κοινὸν ἔχει τὸ ξηραίνειν. γεώδης γὰρ αὐτῶν ἐστιν ἡ οὐσία, κατὰ τὸ τῆς στοιχειώδους γῆς σημαινόμενον ὀνομάζοντός μου νῦν. ἀλλ’ ὥσπερ ὑφ’ ἡμῶν ἐκ τῆς κεραμίτιδος γῆς οἱ πίθοι τε καὶ αἱ κεραμίδες αἵ τε χύτραι καὶ τἄλλα τὰ τοιαῦτα γίνεται, διὰ πυρὸς ἐκφρυγέντος αὐτῆς τοῦ νοτεροῦ σκληρυνθέντας, τὸν αὐτὸν τρόπον ἐν τῇ γῇ θερμασίας πολυχρονίου τὴν μικτὴν οὐσίαν ἐκ γῆς καὶ ὕδατος, ἐνίοτε δὲ καὶ ἀέρος ἑνοῦντός τε καὶ κεραννύντος, εἶτα ξηραίνοντος, αἱ συστάσεις γίνονται τῶν μεταλλικῶν φαρμάκων. ἡ δὲ τῶν χωρίων φύσις ἐν οἷς ταῦτα συνίσταται παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον εἶναι ψυχρὰ τὰ μὲν μᾶλλον πήγνυσι, τὰ δ’ ἧττον. ὥσπερ οὖν ἐν ταῖς τῆς γῆς διαφοραῖς πλείστη μὲν ἡ οὐσία τῆς στοιχειώδους γῆς,
210
ὀλίγη δὲ ἡ τοῦ ἀερώδους, οὕτως ἐν τοῖς μεταλλευτοῖς πολὺ τῆς πυρώδους ἐγκέκραται. μεταξὺ δ’ αὐτῶν εἰσιν αἱ λίθοι, διὸ καὶ τὰ πλεῖστα τῶν μεταλλικῶν φαρμάκων πλυνόμενα τὰ μὲν ἅπαξ ἢ δὶς, τὰ δὲ πλεονάκις, εἰς τὰς ἀδήκτως ξηραινούσας δυνάμεις γίγνεται χρήσιμα. οὕτω μὲν οὖν οἱ κοινοὶ λόγοι, οὓς περὶ πάντων αὐτῶν ἀναγκαῖον προεγνῶσθαι· λεχθήσονται δ’ ἐφεξῆς οἱ καθ’ ἕκαστον ἴδιον κατὰ τὴν τῶν γραμμάτων τάξιν, ἀφ’ ὧν αἱ προσηγορίαι τῶν φαρμάκων ἄρχονται.

[β΄. Περὶ ἁλῶν.] Ἅλες. εἰσὶ μὲν καὶ οὗτοι ἐκ τῆς θαλάσσης γενόμενοι κατὰ τὰς καλουμένας ἅλας, ὧν κᾀν τοῖς θαλαττίοις φαρμάκοις μνημονεύσομεν. εἰσὶ δὲ καὶ οἱ ὀρυκτοὶ καλούμενοι τῷ τῶν μεταλλικῶν φαρμάκων περιλαμβανόμενοι γένει. δύναμιν δ’ ἔχουσι παραπλησίαν ἀλλήλοις ἅπαντες οἵ τ’ ὀρυκτοὶ καὶ οἱ ἀπὸ τῆς θαλάττης, ὑπὲρ ὧν εἴρηται μὲν πρόσθεν ἐν τῷ τετάρτῳ γράμματι κατ’ ἐκεῖνον τὸν λόγον ἡνίκα τὸν ἁλυκόν τε καὶ ἁλμυρὸν χυμὸν ἀπὸ πικροῦ διωρίζομεν. εἰρήσεται δὲ καὶ νῦν ὡς ὁ μὲν ἐν τοῖς ἀφρονίτροις πικρός τέ ἐστι καὶ ῥυπτικὸς, ὁ δ’ ἐν τοῖς ἁλσὶ

211
τοσοῦτον ἀπολείπεται κατὰ τὸ ῥύπτειν, ὅσον πλεονεκτεῖ κατὰ τὴν στύψιν. ἔστι γὰρ μικτὸς ἐκ δυοῖν ποιοτήτων, ῥυπτικῆς τε καὶ στυπτικῆς. ὅτι δ’ ἱκανῶς ἀμφότεροι ξηραίνουσιν ἐδέδεικτο καὶ πρόσθεν. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν ὁ τοῦ λίτρου.

[γ΄. Περὶ ἀρμενιακοῦ.] Ἀρμενιακὸν δύναμιν ἔχει ῥυπτικὴν ἅμα βραχείᾳ δριμύτητι καὶ στύψει βραχυτάτῃ. μίγνυται τοιγαροῦν ὡς τοιοῦτο καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, καὶ αὐτὸ δὲ καθ’ αὑτὸ λειώσαντες καὶ χνοῶδες ἐργασάμενοι χρῶνται ξηρῷ πρὸς αὔξησιν τῶν ἐν τοῖς βλεφάροις τριχῶν, ὅταν ὑπὸ δριμύτητος χυμῶν τινὲς μὲν ἐκπίπτοντες αὐτῶν, τινὲς δὲ ἀναυξεῖς καὶ ἄτροφοι γίγνωνται. τὰς γὰρ δριμύτητας ταύτας ἐπιδαπανῆσαν εἰς τὴν κατὰ φύσιν εὐεξίαν ἐπανάγειν τὸ μόριον, οὗ τά τ’ ἄλλα καὶ τὸ φύειν καὶ αὔξειν καὶ ῥωννύναι τὰς τρίχας τῶν βλεφάρων ὑπάρχει. τινὰ μὲν γὰρ αὐτῶν ἐστιν ἄντικρυς τῶν φαρμάκων ἔργα, τινὰ δὲ διὰ μέσης τῆς τῶν ζώων σωμάτων διοικούσης φύσεως, καθάπερ καὶ τὰ τούτων αὐτῶν καλλιβλέφαρα προσαγορεύουσιν· αὐτὰ μὲν

212
γὰρ ξηραίνει μετρίως τὰ μετρίως βεβλαμμένα μόρια, τὴν φθείρουσαν τὰς τρίχας ὑγρότητα δαπανῶντα. ταύτης δὲ ἀπολομένης ἡ φύσις ἐπὶ τὰς ἰδίας ἐνεργείας ἀφικνεῖται τῶν τέως αὐτὴν ἐμποδιζόντων οὐκέτ’ ἐνόντων.

[δ΄. Περὶ ἀῤῥενικοῦ.] Ἀῤῥενικὴ ἢ ἀῤῥενικὸν, ἑκατέρως γὰρ ὀνομάζεται, καυστικῆς ἐστι δυνάμεως, ἄκαυτόν τε καὶ κεκαυμένον. εὔδηλον δ’ ὅτι καὶ λεπτομερέστερον γίγνεται καυθέν. χρῶνται δ’ αὐτῷ καὶ εἰς τὰς ψιλώσεις τῶν τριχῶν ὡς ἀποκαίοντι· εἰ χρονίσειέ γε, καὶ αὐτοῦ τοῦ δέρματος ἅπτεται.

[ε΄. Περὶ ἀφρολίτρου.] Ἀφρόλιτρον ἀφρονίτρου διαφέρει. νίτρου μὲν γὰρ ἀφρὸς ξηραντικόν ἐστι φάρμακον ἀλεύρῳ πυρίνῳ παραπλήσιος ὀφθῆναι. καὶ γὰρ καὶ λευκός ἐστιν, οὐχ ὥσπερ τὸ τῆς Ἀσίας πέτρας ἄνθος τεφρώδης. ἀφρόνιτρον δ’ οὐκ ἀλευρῶδες οὐδὲ διαλελυμένον, ἀλλὰ πεπηγός ἐστιν καὶ συνεστὸς, ᾧ πάντες οἱ ῥυπῶντες ἐν τοῖς βαλανείοις ὁσημέραι χρῶνται, ῥυπτικὴν ἔχοντι δύναμιν, ὡς μὴ μόνον ἀποσμῆξαι ῥύπον, ἀλλὰ καὶ κνησμὸν ἰάσασθαι, διαφορουμένων ὑπ’ αὐτοῦ τῶν ἐργαζομένων αὐτὸν ἰχώρων.

213
εἰκότως οὖν δι’ αὐτοῦ σκευάζουσιν ἰατροὶ πολλὰ τῶν διαφορούντων φαρμάκων. ὁ δ’ ἀφρὸς τοῦ νίτρου τῆς αὐτῆς μέν ἐστι φύσεως καὶ δυνάμεως τῷ νίτρῳ, λεπτομερεστέραν δ’ ἔχει τὴν οὐσίαν. ἐῤῥέθη γε μὴν ὀλίγον ἔμπροσθεν ἐν τῷ μεταξὺ κατὰ τὴν δύναμιν εἶναι τὸ ἀφρόλιτρον ἀφρονίτρου τε καὶ ἁλῶν. ἀφρολίτρῳ μὲν γὰρ ἡ ῥυπτικὴ δύναμις ὑπάρχει μόνη, τοῖς δ’ ἁλσὶ καὶ ἡ στυπτικὴ, πολὺ πλείων δὲ ἡ ῥυπτική.

[στ΄. Περὶ γύψου.] Γύψος καὶ αὐτὴ πρὸς τῇ κοινῇ πάντων τῶν γεωδῶν σωμάτων καὶ λιθωδῶν δυνάμει, καθ’ ἣν ἐλέγετο ξηραίνειν, ἔτι καὶ τοῦτο προσείληφεν, ὅτι ἐμπλαστικῆς τ’ ἐστὶ δυνάμεως. ἑνοῦται γὰρ αὐτὴ πρὸς αὑτὴν καὶ πήγνυται καὶ λιθοῦται βρεχεῖσα, διὸ καὶ τοῖς πρὸς αἱμοῤῥαγίαν ἁρμόττουσι φαρμάκοις ξηροῖς μίγνυται χρησίμως. αὐτὴ γὰρ μόνη καθ’ αὑτὴν λιθώδης γίγνεται καὶ σκληρὰ πηγνυμένη, καὶ διὰ τοῦτο ἐπενόησα δεύειν αὐτὴν ὠοῦ τῷ λεπτῷ καὶ λευκῷ, τῷ πρὸς τὰς ὀφθαλμίας χρησίμῳ, μιγνὺς ἀλεύρου πυρίνου τὸ χνοωδέστατον, ὃ προσίζει τοῖς τοίχοις 

214
κατὰ τοὺς μύλωνας. ἀναλαμβάνειν δὲ χρὴ τὸ οὕτως φυραθὲν ἁπαλαῖς ταῖς θριξὶν λαγῴαις, ἢ καί τισι τῶν ὁμοίως μαλακῶν.

[ζ΄. Περὶ γύψου κεκαυμένης.] Καυθεῖσα δὲ γύψος τὸ μὲν ἐμπλαστικὸν οὐχ ὁμοίως ἔχει, λεπτομερεστέρα δὲ καὶ ξηραντικωτέρα γίγνεται, καὶ μέντοι καὶ ἀποκρουστικὴ, καὶ μάλισθ’ ὅταν ὀξυκράτῳ δευθῇ.

[η΄. Περὶ διφρυγοῦς.] Διφρυγὲς μικτῆς ἐστι ποιότητος καὶ δυνάμεως. ἔχει γάρ τι καὶ μετρίως στῦφον ἐν αὑτῷ καὶ δριμὺ μετρίως, διὸ καὶ τῶν κακοήθων ἑλκῶν ἀγαθόν ἐστι φάρμακον. ἐκόμισα δὲ καὶ τούτου τοῦ φαρμάκου πολύ τι πλῆθος ἐκ τῶν ἐν Κύπρῳ Σόλων, ἔνθα τὸ μέταλλόν ἐστιν, ὡς ἀπὸ σταδίων τῆς πόλεως τριάκοντα. ἔῤῥιπτο γὰρ ἐν τῷ μεταξὺ τόπῳ τοῦ τε προκειμένου κατὰ τὸ μέταλλον οἴκου καὶ τῆς ὑποκειμένης αὐτῷ κώμης. ὁ δὲ προεστὼς ἐπίτροπος τοῦ μετάλλου τὸ μετὰ τὴν. καδμείαν εὑρισκόμενον ἄχρηστον ἔλεγεν ὑπάρχειν αὐτὸ, διὸ καὶ ῥίπτεσθαι παραπλησίως τῇ κατὰ τὰς ἑστίας τέφρᾳ τῶν καόντων ξύλων. πολύχρηστον

215
δ’ ἱκανῶς ἐγένετό μοι τὸ φάρμακον τοῦτο πρός τε τὰ κατὰ τὸ στόμα σηπεδονώδη τῶν ἑλκῶν, αὐτό τε καθ’ αὑτὸ καὶ μετὰ μέλιτος ἀπηφρισμένον καὶ πρὸς συνάγχην, ὅταν ἤδη φθάνῃ διὰ τῶν στυφόντων ἀνεσταλμένον τὸ ἐπιῤῥέον. καὶ γαργαρεῶνα δὲ ἀποτεμὼν αὐτῷ μόνῳ παραχρῆμά τε καὶ μέχρι συνουλώσεως ἐχρησάμην, πολλάκις ἐσφραγισμένην ἀκριβῶς οὐλὴν ἐργαζομένῳ καὶ τούτου τοῦ μορίου καὶ πάντων τῶν ἑλκωθέντων. οὕτω δὲ καὶ κατὰ τῶν ἐν αἰδοίοις τε καὶ ἕδρᾳ πάντων ἑλκῶν. ἡ δὲ χρῆσις ὁμοία τοῖς κατὰ τὸ στόμα. καὶ γὰρ καὶ χαίρει πως τοῖς αὐτοῖς φαρμάκοις τὰ μέρη θερμὰ καὶ ὑγρὰ παραπλησίως ὄντα. προσάπτεται δὲ ὁ τοιοῦτος λόγος ἤδη καὶ τῆς περὶ συνθέσεως φαρμάκων πραγματείας. ἐάσαντες οὖν αὐτὸν ἐπὶ τὸ προσκείμενον ἴωμεν, αὐτὴν τὴν καθόλου δύναμιν ἑκάστου λέγοντες φαρμάκου, ὥσπερ καὶ τοῦ διφρυγοῦς εἴπομεν. προσθήσω δή τι τῷ κατ’ αὐτὸ λόγῳ χρήσιμον οὐ περὶ διφρυγοῦς μόνον γινώσκειν, ἀλλὰ καὶ περὶ Λημνίας σφραγῖδος καὶ πομφόλυγος καὶ ὀποβαλσάμου καὶ λυκίου τοῦ Ἰνδικοῦ. τούτων
216
γὰρ ἔμαθον ἔτι μειράκιον ὢν σκευασίας, ἀδιάγνωστον τὸ σκευασθὲν ἐργαζόμενος τῶν ἀληθινῶν. ἦν δὲ ὁ διδάξας ἄνθρωπος ἐπὶ μισθῷ μεγάλῳ περιεργότατος οὐκ ἐς ταῦτα μόνον, ἀλλὰ καὶ ἄλλα παραπλήσια. διὰ τοῦτο τοιγαροῦν ἔς τε Λῆμνον καὶ Κύπρον καὶ τὴν Παλαιστίνην Συρίαν ἐσπούδασα πορευθεὶς ἑκάστου· τῶν φαρμάκων τούτων πολὺ πλῆθος εἰς ὅλον ἐμαυτοῦ παραθέσθαι τὸν βίον, ἀλλὰ καὶ τὸ λύκιον τὸ Ἰνδικὸν ἀρτίως ἐνηνεγμένον ἐς Φοινίκην ἅμα τῇ Ἰνδικῇ ἀλόῃ κατ’ ἐκεῖνον τὸν χρόνον εὐτύχησα λαβεῖν, ἡνίκα τὴν ἀπὸ τῆς Παλαιστίνης ὁδὸν ἐπανῄειν, αὐτῷ τε τῷ κεκομίσθαι διὰ τῶν καμήλων, σὺν τῷ παντὶ φορτίῳ, πεισθεὶς Ἰνδικὸν ὑπάρχειν αὐτὸ καὶ τῷ τὸ νοθευόμενον οὐ δύνασθαι πρὸς τῶν κομιζόντων γινώσκεσθαι, τῆς ὕλης ἐξ ἧς σκευάζεται κατὰ τοὺς τόπους ἐκείνους μὴ γεννωμένης. ἄμεινον δ’ ἔδοξέ μοι οὐδαμῶς γράφειν τὰς τῶν νόθων συνθέσεις, τῶν πονηρῶν ἀνθρώπων ἕρμαιον ἡγουμένων τὰ τοιαῦτα μανθάνειν. οὐδὲ γὰρ ἀναγκαῖον ἅμα τοῖς διαγνώσεσιν τῶν ἀληθινῶν καὶ γνησίων τὰς τῶν νόθων συνθέσεις
217
γινώσκειν, μηδέν γε συντελούσας εἰς τὴν διάγνωσιν αὐτῶν. ἐβουλόμην δ’ ἂν, εἴ μοι δυνατὸν ἦν, καὶ τὰς παρὰ τοῖς ἐμοῦ πρεσβυτέροις τῶν παραπεποιημένων φαρμάκων σκευασίας ἀπαλεῖψαι.

[θ΄. Περὶ θείου.] Ἅπαν μὲν θεῖον ἑλκτικῆς ἐστι δυνάμεως, θερμὸν μὲν τῇ κράσει, λεπτομερὲς δὲ κατὰ τὴν οὐσίαν ὑπάρχον, ὡς καὶ πρὸς πολλὰ τῶν ἰοβόλων ἀνθίστασθαι. ἔγωγ’ οὖν ἐπί τε τρυγόνος θαλασσίας καὶ δράκοντος ἐχρησάμην αὐτῷ πολλάκις, ἁλιεῖς τέ τινας διδάξας ἤκουσα μετὰ χρόνον αὐτῶν ἐπαινούντων μεγάλα τὸ φάρμακον. ἡ δὲ χρῆσις γίνεται καὶ ξηροῦ κατὰ τοῦ νύγματος ἐπιπαττομένου τοῦ φαρμάκου καὶ σιάλου μεμιγμένου. καὶ γὰρ καὶ τοῦτο ἐπινοήσας εὗρον ὑπὸ τῆς πείρας μαρτυρούμενον, ἐπενόησα δὲ καὶ δι’ οὔρου δευθὲν αὐτὸ ποιήσειν. εὐπόριστα γὰρ ἁλιεῖς ὅλως ἐδίδασκον φάρμακα, καὶ σὺν ἐλαίῳ δὲ παλαιῷ καὶ σὺν μέλιτι καὶ σὺν ῥητίνῃ τερμινθίνῃ καλῶς ἂν ἔφην αὐτοὺς χρήσασθαι. καὶ μέντοι καὶ πάντων τούτων ἡ πεῖρα τὴν κρίσιν ἐποιήσατο. καὶ ψώρας δὲ καὶ λειχῆνας καὶ

218
λέπρας οὐκ ὀλιγάκις ἰασάμην τῷ φαρμάκῳ τῷδε, μετὰ ῥητίνῃ τερμινθίνῃ. ἀποῤῥύπτει γὰρ τὰ τοιαῦτα πάντα πάθη χωρὶς τοῦ πρὸς τὸ βάθος ἀποκρούεσθαι, πολλῶν ἄλλων φαρμάκων τῶν ἰωμένων αὐτὰ μικτὴν ἐχόντων δύναμιν ὡς διαφορεῖν τε καὶ ἀποκρούεσθαι.

[ι΄. Περὶ ἰοῦ.] Ἰὸς δριμεῖαν ἔχει γευομένοις ποιότητα διαφορητικός τε καὶ καθαιρετικὸς καὶ τηκτικὸς ὢν οὐχ ἁπαλῆς μόνον, ἀλλὰ καὶ σκληρᾶς σαρκός. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ὡς ἔνιοι πολλὰ τῶν τοιούτων φαρμάκων ἐπουλωτικὰ καλοῦσιν, ἐπειδὴ λειώσαντες αὐτὸν καὶ χνοώδη ποιήσαντες, ἅπτονται τῶν ὑπερσαρκούντων ἑλκῶν διὰ μήλης πυρῆνος. εἶτα καὶ τὴν ὑστεραίαν εὑρίσκουσιν προσεσταλμένα, καίτοι γε γινώσκοντες ὡς εἰ βραχεῖ πλέον ἐπιθεῖεν, οὐ κατεσταλμένον, ἀλλὰ καὶ καταβιβρωσκόμενον εὑρήσουσι τὸ ἕλκος· τήκει γὰρ καὶ διαφορεῖ τὴν σάρκα, τῶν ἐπουλωτικῶν φαρμάκων συναγόντων τε καὶ πιλούντων καὶ σφιγγόντων καὶ τυλούντων αὐτήν. ἔστι δὲ καὶ τῇ γεύσει δακνώδης, οὐ μόνον τοῖς ἕλκεσιν ὁ ἰός. εἰ δέ τις μίξειεν ὀλίγον κηρωτῇ 

219
πολλῇ, ῥυπτικὸν ἀδήκτως γίνεται τὸ μικτὸν ἐξ ἀμφοῖν. εἴρηται δ’ ἔμπροσθεν ὑπὲρ τῆς φύσεως τῶν τοιούτων φαρμάκων, ὅπως τε παραλογίζονταί τινες ἑαυτοὺς ἐκ τῶν τοιούτων συνθέσεων, ἤτοι σαρκωτικὴν ἢ ἐπουλωτικὴν δύναμιν οἷς οὐ χρὴ προσάπτοντες φαρμάκοις, οὐκ αὐτοῖς τοῦτο ποιεῖν πεφυκόσιν, ἀλλὰ τοῖς ἐξ αὐτῶν συντελοῦσιν συγκειμένοις.

[ια΄. Περὶ καδμείας.] Καδμεία γίνεται μὲν καὶ κατὰ τὴν ἐν ταῖς καμίνοις γένεσιν τοῦ χαλκοῦ, τῆς γῆς ὅλης ἐκείνης ἐξ ἧς ὁ χαλκὸς γεννᾶται κατὰ τὴν καμινείαν ἀναπεμπούσης εἰς ὕψος οἷον αἴθαλόν τινα ἢ ἄσβολον, ἢ αἰθάλην γε καὶ ἀσβόλην, ὡς ἂν ἐθέλῃ τις καλεῖν. εἰ δ’ οὐ γῆν, ἀλλὰ λίθον ἐθέλεις καλεῖν, ἐξ οὗ διακρινομένου κατὰ τὰς καμίνους τὸ μέν τι χαλκὸς γίνεται, τὸ δὲ καδμεία, τὸ δὲ διφρυγὲς, διαφερέτω μηδέν. γίγνεται δὲ καὶ ἐν τοῖς ἀργυρίοις μετάλλοις κατὰ τὴν ὁμοίαν διάκρισιν ἢ γένεσιν ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν. ἀλλὰ καὶ τοῦ πυρίτου λίθου καμινευομένου γίγνεται καδμεία. καὶ χωρὶς δὲ καμίνου καδμεία κατὰ Κύπρον εὑρίσκεται, καὶ δικαίως ἄν τις τὴν τοιαύτην ὀνομάζοι

220
λίθον. ἐν γοῦν τοῖς Σόλοις τῆς ἐν ταῖς καμινείαις γεννωμένης καδμείας ὀλίγιστον ἦν ἔτι καθ’ ὃν ἐγὼ χρόνον ἐπεδήμησα τῇ νήσῳ. λίθους δὲ λαβὼν παρὰ τοῦ τοῖς μετάλλοις ἐπιτεταγμένου κατά τε τὰ ὄρη καὶ τοὺς ῥύακας εὑρισκομένους, οὓς εἰς Ἀσίαν τε καὶ Ἰταλίαν κομίσαντός μου, μέγιστον δῶρον ἐδόκουν οἱ φίλοι λαμβάνειν, ὡς τῆς ἄλλης καδμείας ἐκείνην οὖσαν ἀμείνονα. τὴν τοιαύτην μὲν οὖν εἰκότως ἄν τις ὀνομάζοι λιθώδη καδμείαν, τῆς δὲ καμινευομένης ἡ μέν τις βοτρυῗτις, ἡ δὲ πλακῖτις ὑπὸ τῶν ἰατρῶν καλεῖται· βοτρυῗτις μὲν ἡ ἐν τοῖς ὑψηλοτέροις μέρεσι τῶν οἴκων ἀθροιζομένη κατὰ τὰς καμινείας, πλακῖτις δὲ ἡ ἐν τοῖς ταπεινοτέροις. καὶ πρόδηλον ὅτι λεπτομερεστέρα μὲν ἡ βοτρυῗτίς ἐστι, παχυμερεστέρα δὲ ἡ πλακῖτις, ἀμφότεραι δὲ ξηραντικῆς δυνάμεως, ὥσπερ καὶ τἄλλα τὰ μεταλλευόμενά τε καὶ λιθώδη καὶ γεώδη. πρὸς δὲ τῇ ξηραντικῇ καὶ τὴν ῥυπτικὴν μετρίως ἔχει. ἥ γε μὴν ἐκ τῶν καμίνων ἐξ ἀνάγκης ἔχει τι καὶ τῆς τοῦ πυρὸς δυνάμεως. εἰκότως οὖν πλύνοντες αὐτὴν φάρμακον ἐργάζονται ξηραῖνόν τε καὶ ῥύπτον
221
μετρίως ἄνευ δήξεως ὡς εἰς τὰ πληρώσεως ἕλκη δεόμενα κατά τε τοὺς ὀφθαλμοὺς καὶ τὸ πᾶν σῶμα χρήσιμον. τὰ δὲ λίαν ὑγρὰ τῶν ἑλκῶν ἢ σηπεδονώδη κατὰ μὲν τὰ πάνυ μαλακὰ τῶν σωμάτων, οἷα τὰ τῶν εὐνούχων τε καὶ παίδων καὶ γυναικῶν ἐστιν, ὀνίνησιν ἡ τοιαύτη καδμεία· κατὰ δὲ τὰ σκληρὰ καὶ σύντονα τῶν εὐτονώτερον ξηραινόντων ἐστὶ χρεία φαρμάκων. ἀεὶ τοίνυν χρὴ μεμνῆσθαι πρὸς τὴν εὔκρατόν τε καὶ μέσην τῶν ὑπερβολῶν φύσιν ἀναφέρεσθαι τὸν λόγον ἐν ἅπασι τοῖς ἁπλῶς λεγομένοις, οἷον ὅτε εἴπωμεν ἤτοι πληρωτικὸν ἑλκῶν ἢ ἐπουλωτικὸν εἶναι φάρμακον, ἢ ἄλλο ὁτιοῦν ἄλλο ποιοῦν, πρὸς ἣν καὶ ἡμεῖς νῦν ἀναφέροντες ξηραντικὴν καὶ βραχέως ῥυπτικὴν τῇ καδμείᾳ τὴν δύναμιν εἶναί φαμεν, ἐν δὲ τῇ κατὰ θερμότητά τε καὶ ψύξιν διαφορᾷ σύμμετρός πώς ἐστιν οὐδέτερον ἐπιφανῶς ἐργαζομένη.

[ιβ΄. Περὶ κινναβάρεως.] Κιννάβαρι δριμείας μετρίως δυνάμεώς ἐστιν, ἔχει δέ τι καὶ στύψεως.

[ιγ΄. Περὶ κισσήρεως.] Κίσσηρις ἐάν τ’ ἐν τοῖς μεταλλευτοῖς

222
τάξῃς αὐτὴν, ἐγκαλέσουσιν οἱ φιλεγκλήμονες, ἄν τ’ ἐν τοῖς λίθοις, οὐ συγχωρήσουσι λίθον εἶναι, πολὺ δὲ μᾶλλον οὐδὲ γῆν, οὐδὲ τῶν ἐκ θαλάττης τι. καὶ μὴν δεῖ ποτε περὶ αὐτῆς εἰπεῖν, ἐμβαλλομένης εἴς τε τὰ σαρκωτικὰ φάρμακα καὶ τὰ τῶν ὀδόντων ῥυπτικά. τοῦτο μὲν οὖν ἀκαύτου, τοῦτο δὲ κεκαυμένης, ἡνίκα καὶ λεπτομερεστέρα γίνεται τοῖς ἄλλοις τοῖς κεκαυμένοις ἅπασι παραπλησίως, ἀλλ’ ἐν τῇ καύσει προσλαμβάνει τι δριμὺ, καὶ ἀποτίθεταί γε πάλιν αὐτὸ πλυνομένη. δόξειε δ’ ἂν τοὺς ὀδόντας λαμπρύνειν οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ τῇ τραχύτητι, καθάπερ εἰ καὶ σμύριν ἢ ὄστρακον ἤ τι τοιοῦτον λειώσας προσφέροις, ἅτινα καὶ αὐτὰ λαμπρύνει τάχα κατ’ ἄμφω, διότι τε ῥυπτικὸν ἔχει τι καὶ τῇ τραχύτητι. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ κεκαυμένα κέρατα λαμπρυντικὰ τῶν ὀδόντων ἐστίν.

[ιδ΄. Περὶ κονίας τῆς ἐκ τῆς τέφρας.] Κονία. τῆς τέφρας πλυθείσης ἡ κονία γίνεται, τέφραν δὲ τὸ ὑπόλειμμα τῶν κεκαυμένων σωμάτων ὀνομάζουσιν οἱ Ἕλληνες, ἐάν τε λιθώδη τὴν φύσιν, ἐάν τε δένδρων ἢ ζώων ᾖ μόρια. κατὰ

223
τὴν φύσιν οὖν τοῦ πλυνομένου καὶ ἡ κονία γίνεται, τοῦ μὲν ἐμπύρευμα δριμύτατον ἔχοντος δριμυτάτη, τοῦ δὲ μὴ τοιούτου μετριωτέρα, διὸ καὶ ταῖς σηπταῖς λεγομέναις δυνάμεσι μίγνυται καυστικὴν ἔχουσα θερμότητα, τῷ λεπτομερεῖ τῆς οὐσίας ἀνωδύνως κάουσα.

[ιε΄. Περὶ κυανοῦ.] Κυανὸς εἴτ’ ἀρσενικῶς εἴτε θηλυκῶς ἐθέλεις ὀνομάζειν τὸ φάρμακον τοῦτο, δριμείας ἐστὶν δυνάμεως, καθαιρετικῆς τε καὶ διαφορητικῆς πλέονος ἢ κατὰ τὸ κιννάβαρι· μετέχει δὲ καὶ στύψεως.

[ιστ΄. Περὶ λεπίδος τῆς ἀπὸ χαλκοῦ καὶ σιδήρου καὶ στομώματος.] Λεπὶς ἡ μέν τίς ἐστι. χαλκοῦ πολύχρηστον φάρμακον, ἡ δέ τις σιδήρου τε καὶ στομώματος. ὀνομάζουσι δέ τινες καὶ ἡλῖτιν λεπίδα. ξηραίνουσι μὲν οὖν ἰσχυρῶς ἅπασαι, διαφέρουσι δ’ ἀλλήλων αὐτῷ τε τῷ ξηραίνειν ἧττόν τε καὶ μᾶλλον καὶ τῷ παχυμερεστέρας ἢ λεπτομερεστέρας οὐσίας εἶναι καὶ τῷ στύψεως μετέχειν ἧττόν τε καὶ μᾶλλον. ἡ μὲν οὖν ἡλῖτις ἐν τῷ ξηραίνειν πρωτεύει. καὶ 

224
γὰρ καὶ λεπτομερεστέρα τῶν ἄλλων ἐστὶν, προσειληφυῖά τι καὶ ἰοῦ, στύψεως δὲ πλείονος ἡ τοῦ σιδήρου μετέχει λεπὶς, καὶ ταῦτ’ ἔτι μᾶλλον ἡ τοῦ στομώματος, διὸ καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἀμείνους εἰσὶ τῆς τοῦ χαλκοῦ. καθαιρεῖ δὲ καὶ τήκει σάρκα μᾶλλον ἡ τοῦ χαλκοῦ, ταύτης δ’ ἔτι μᾶλλον ἡ ἡλῖτις. ἅπασαι δὲ λεπίδες δακνώδεις εἰσὶν οὐκ ἀγγεννῶς, ᾧ καὶ δῆλον ὡς ἡ τῆς οὐσίας αὐτῶν σύστασις οὐ πάνυ τι λεπτομερής ἐστιν, ἀλλὰ παχυμερὴς μᾶλλον. ἀδηκτότερον γὰρ ἀεὶ τῶν τὴν αὐτὴν δύναμιν ἐχόντων ἐστὶ τὸ λεπτομερέστερον, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐδείχθη.

[ιζ΄. Περὶ λιθαργύρου.] Λιθάργυρος ξηραίνει μὲν ὥσπερ καὶ τἄλλα πάντα τὰ μεταλλικά τε καὶ γεώδη καὶ λιθώδη φάρμακα, μετριώτατά γε μὴν τοῦτο ποιεῖ. καὶ κατὰ τὰς ἄλλας δὲ ποιότητάς τε καὶ δυνάμεις ἐν τῷ μέσῳ πώς ἐστιν, οὔτε θερμαίνουσα σαφῶς οὔτε ψύχουσα καὶ τοῦ στύφειν τε καὶ ἀποῤῥύπτειν μετρίως μετέχει. διὸ καὶ τῶν σαρκωτικῶν φαρμάκων, ἃ μετρίως ἐδείχθη ῥυπτικὰ, λείπεται καὶ

225
τῶν συναγόντων δὲ καὶ στυφόντων. πρὸς δὲ τὰ κατὰ μηροὺς παρατρίμματα χρήσιμόν ἐστι φάρμακον, ἐπειδὴ βραχέως ἀμφοτέρων τῶν εἰρημένων μετέχει δυνάμεων. τῆς μέσης οὖν τάξεως εἰκότως ἂν ἐν τοῖς μεταλλικοῖς νομίζοιτο. διὸ καὶ ὡς ὕλῃ χρώμεθα πολλάκις αὐτῇ, μιγνύντες τοῖς ἰσχυρὰν ἔχουσι δύναμιν ἢ δάκνουσαν ἢ στύφουσαν ἢ ὅ τι ἄλλο ποιοῦσαν, ὥσπερ κᾀν τοῖς τηκτοῖς τῷ κηρῷ χρώμεθα πρὸς τὰ πλεῖστα τῶν φαρμάκων ὥσπερ ὕλῃ τινί. διότι καὶ αὐτὸς ἐν τῷ μέσῳ πως τέτακται τῶν ἰσχυρὰν ἐχόντων δύναμιν.

[ιη΄. Περὶ νίτρου.] Νίτρον εἴρηται καὶ πρόσθεν ἐν τῷ μεταξὺ τοῦ ἀφρονίτρου τε καὶ ἁλῶν δυνάμεως εἶναι, καυθὲν δ’ ἐγγυτέρω γίγνεται τῷ ἀφρονίτρῳ, λεπτομερέστερον δ’ ἐκ τῆς καύσεως ἀποτελούμενον. ξηραίνει τοιγαροῦν καὶ διαφορεῖ καὶ, εἰ εἴσω τοῦ σώματος ληφθείη, τέμνει καὶ λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς πολὺ μᾶλλον τῶν ἁλῶν. ἀφρόνιτρον δ’ εἰ μὴ μεγάλης ἀνάγκης οὔσης οὐδὲ καταπίνει τις ὡς ἂν κακοστόμαχον ὂν, ἐπεί τοι μᾶλλόν ἐστι νίτρου τμητικόν. ἐπὶ γοῦν μυκήτων πνιγόντων ἐχρῆτό τις

226
ἀγροῖκος αὐτῷ καὶ διὰ παντὸς εὐδοκίμει. νίτρῳ δὲ κεκαυμένῳ τε καὶ ἀκαύστῳ καὶ ἔτι μᾶλλον αὐτοῦ τῷ ἀφρῷ καὶ ἡμεῖς ἐπὶ τοιούτων χρώμεθα.

[ιθ΄. Περὶ μελαντηρίας.] Μελαντηρία τῶν στυφόντων ἱκανῶς ἐστι φαρμάκων, μετὰ τοῦ καὶ λεπτομερὴς εἶναι σχεδὸν ἁπάντων τῶν στυφόντων μάλιστα.