De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[α΄. Περὶ ψευδοδικτάμνου.] Ψευδοδίκταμνον ἀσθενοῦς δικτάμνου δύναμιν ἔχει.

[β΄. Περὶ ψυλλίου.] Ψυλλίου τὸ σπέρμα μάλιστ’ ἐστὶ χρήσιμον, ἐκ τῆς δευτέρας ὑπάρχον τάξεως τῶν ψυχόντων· ἐκ τῆς κατὰ τὸ ξηραίνειν καὶ ὑγραίνειν συζυγίας μέσον πώς ἐστι καὶ σύμμετρον.

[α΄. Περὶ ὠκίμου.] Ὤκιμον ἐκ τῆς δευτέρας μέν ἐστι τάξεως τῶν θερμαινόντων, ἔχει δ’ ὑγρότητα περιττωματικήν. ὅθεν οὔτε χρήσιμόν ἐστιν εἴσω τοῦ σώματος λαμβανόμενον, καταπλασσόμενον δ’ ἔξωθεν εἰς τὸ διαφορεῖν καὶ συμπέπτειν ἐστὶ χρήσιμον.

[β΄. Περὶ ὠκιμοειδοῦς.] Ὠκιμοειδές· ἔνιοι δὲ φιλεταίριον ὀνομάζουσιν· ἄχρηστος μὲν ἡ ῥίζα, τὸ δὲ σπέρμα λεπτομεροῦς τε καὶ ξηραντικῆς ἀδήκτως ὑπάρχει δυνάμεως.

159

Προοίμιον. Ὅσα μὲν τῶν φυτῶν ἐστι μόρια καὶ καρποὶ καὶ χυλοὶ καὶ ὀποὶ πρόσθεν εἴρηται· νυνὶ δὲ τῶν ὑπολοίπων φαρμάκων ὅσα μεταλλεύεται καὶ ὅσα τῆς γῆς αὐτῆς ἐστιν εἴδη πρόκειται διελθεῖν. ἐφεξῆς δ’ αὐτῷ εἰρήσεταί τι καὶ περὶ τῶν ἐν τοῖς ζώοις μορίων, οἷς ἐν λόγῳ φαρμάκων χρώμεθα πρὸς τὰς ἰάσεις. κοινὸν δὲ τινα περὶ πάντων αὐτῶν λόγον ἄμεινον εἶναί μοι δοκεῖ προτάξαι

160
σαφηνείας τε ἅμα καὶ τοῦ διηρθρωμένως ἀκούειν ἕνεκα τῶν εἰρημένων. ἐὰν γὰρ ἕποιτό τις τὰ πάντα τοῖς γεγραφόσιν ἤτοι τὰς περὶ τῶν φαρμάκων πραγματείας ἢ τὰς περὶ ὕλης ἢ τὰς περὶ σκευασίας αὐτῶν, ἐν πολλοῖς σφαλήσεται μέγιστα καὶ παρακούσει τῶν ὑπ’ ἐμοῦ διωρισμένως λεγομένων. δυοῖν δ’ ὄντων κεφαλαίων τοῦ μέλλοντος λεχθήσεσθαι λόγου κοινοῦ, τὸ μὲν ἕτερόν ἐστιν εἰ τῶν αὐτοφυῶν φαρμάκων τὰ κεκαυμένα θερμότερα χρὴ νομίζειν ἢ ψυχρότερα, τὸ δ’ ἕτερον ὑπὲρ τῶν στυφόντων φαρμάκων, ὧν ἐν εἴδει πρόσθεν ἐδείχθη τὰ αὐστηρὰ καὶ τὰ στρυφνά. λέλεκται μὲν οὖν ἤδη περὶ τούτων ἐν τῷ τετάρτῳ τῶνδε τῶν βιβλίων, ἀναμνῆσαι δὲ καὶ νῦν ἄμεινον ὡς ἐναντιωτάτη φαίνεται ποιότης καὶ δύναμις εἶναι τοῖς στύφουσι φαρμάκοις πρὸς τὰ δριμέα. στύφει μὲν γὰρ ἀκακία καὶ βαλαύστιον, ὑπόκυστίς τε καὶ κύτινοι καὶ κηκὶς καὶ ῥῆον καὶ ῥοῦς, ὀμφάκιόν τε καὶ μέσπιλα, καὶ κρανία καὶ ῥοιᾶς λέμματα καὶ μύρτα. δριμέα δ’ ἐστὶν εὐφόρβιον καὶ σκόροδα καὶ κρόμμυα
161
καὶ πράσα καὶ νᾶπυ καὶ πέπερι καὶ γιγγίβερι καὶ σμύρνιον, ὀρίγανόν τε καὶ γλήχων, καὶ καλαμίνθη καὶ θύμος. χρὴ τοίνυν ἀναμνησθῆναι μόνον ἡμᾶς ὁποίαν αἴσθησιν ἔχομεν ἑκάστου τῶν εἰρημένων. ἀκολουθήσει γὰρ εὐθέως ἡ διαφορὰ τῆς ποιότητος αὐτῶν, ἣν ἐν τῷ τετάρτῳ λόγῳ διῆλθον ἅμα ταῖς ἄλλαις γευσταῖς ἁπάσαις διαφοραῖς. συνάγει μὲν οὖν καὶ σφίγγει καὶ πιλεῖ τὴν οὐσίαν ἡμῶν τὰ στύφοντα, καὶ διὰ τοῦτο ἐπιτιθέμενα, καθ’ ὅ τι ἂν ἐθελήσῃς μέλος ἔξωθεν, εὐθέως ἀποδείκνυσιν αὐτὸ ῥυσόν τε καὶ προσεσταλμένον. ἔμπαλιν δὲ τούτοις τὰ δριμέα κατὰ τοῦ δέρματος ἐπιτιθέμενα θερμαίνει τε σαφῶς αὐτὸ καὶ εἰς ὄγκον συναίρει σὺν ἐρυθρῷ χρώματι, καὶ εἰ χρονίσειεν, ἑλκοῖ. ταῦτα μὲν οὖν ἐναργῶς φαίνεται τέμνοντά τε καὶ θερμαίνοντα, καὶ διὰ τοῦθ’ ἕλκοντα πρὸς ἑαυτὰ τὸ ἐκ τῶν πλησιαζόντων μορίων αἷμα. τὰ στύφοντα δ’ ἀποκρουόμενα τὸ περιεχόμενον ἐν αὐτοῖς τῷ ψύχειν τε καὶ συνάγειν καὶ πιλεῖν πέφυκεν. ἡ δύναμίς τε οὖν ἐναντιωτάτη τοῖς στύφουσίν ἐστι πρὸς τὰ δριμέα, καὶ ἡ κατὰ τὴν γεῦσιν ποιότης οὐδὲν
162
ὅμοιον ἔχουσα. πῶς οὖν ἔνιοι καὶ τὸ πέπερι καὶ τὰ σκόροδα καὶ πάντα τὰ δριμέα στύφειν λέγουσιν οὐδ’ ἐπινοῆσαι δυνατόν. εἰ μὲν γὰρ ὥσπερ ταῦτα στύφειν, οὕτω καὶ ῥοῦν καὶ βαλαύστιον ὀμφάκιόν τε καὶ μέσπιλον ὅσα τ’ ἄλλα τοιαῦτα δριμέα προσηγόρευον, ὑπαλλάττοντες τὸ τῶν Ἑλλήνων ἔθος ἐν τοῖς ὀνόμασιν, ἀγνοεῖν μὲν ἂν αὐτοὺς ὑπολάβοιμεν τὰς φωνὰς τῶν Ἑλλήνων ἅμα τοῖς ὑπ’ αὐτῶν σημαινομένοις, οὐ μὴν ἀναισθήτους γε κατὰ τὴν γευστικὴν εἶναι δύναμιν, ἢ τὴν ὀσφρητικήν· ἐπεὶ δ’ ἑνὶ προσαγορεύουσιν ὀνόματι πράγματα δύο, καὶ τῇ κατὰ τὴν ὄσφρησιν αἰσθήσει καὶ τῇ κατὰ τὴν γεῦσιν, οἷς τε φαίνονται πράττοντα φύσιν ἐναντιωτάτην ἀλλήλοις ἔχοντα, θαυμάσαι προσήκει τοὺς ἀνθρώπους ἢ ἕνεκεν τῆς ἀναισθησίας ἤ τῆς ἀνοίας ἢ καὶ ἀμφοτέρου ἅμα. παραπλήσιον γάρ τοι ποιοῦσιν τῷ λέγοντι τὴν χιόνα τῷ πυρὶ τὴν αὐτὴν αἴσθησιν ἐργάζεσθαι, καί τις ὑπὸ συνηθείας τῆς εἰς τοσοῦτον ἀλλοκότου χρήσεως τῶν ὀνομάτων, ἔφη μοί ποτε μηδὲν κωλύειν φάναι τὴν αὐτὴν ἔχειν ποιότητά τε καὶ δύναμιν τῷ πυρὶ τὴν χιόνα· καὶ γὰρ καὶ ταύτην ὦφθαι πολλάκις ἀποκαίουσαν
163
τοὺς πόδας τῶν δι’ αὐτῆς ἐπιπολὺ βαδισάντων· τῶν μὲν δὴ τοιούτων ἀνθρώπων οὐ σμικροῦ χρόνου χρεία τὸν ῥύπον ἀποκαθῆραι τῆς ψυχῆς. ὅσοι δ’ οὐχ οὕτως ἠτύχησαν ὡς ἐν ἀμαθίᾳ τελέᾳ διαβιῶναι, προανεγνωκόσι τὸ τέταρτον τῶνδε τῶν ὑπομνημάτων, ἀρκεῖ τούτοις ἀναμνήσεως ἕνεκα τὰ μέχρι δεῦρο λελεγμένα, χάριν τοῦ διηρθρωμένως ἀκούειν τῶν ὀνομάτων ἐφ’ ἑκάστου τῶν οἰκείων πραγμάτων, ὡς ἅπαντες Ἕλληνες εἰώθασιν χρῆσθαι. μεταβήσομαι δ’ ἐπὶ τὸ δεύτερον ἤδη σκέμμα, μηκέθ’ ὑπὲρ ὀνόματός τε καὶ τοῦ κατ’ αὐτὸ σημαινομένου γιγνόμενον, ἀλλὰ περὶ φύσεως πράγματος. οἱ μὲν γὰρ πλεῖστοι νομίζουσι τὰ καυθέντα πάντα ψυχρότερα γίγνεσθαι σφῶν αὐτῶν, ἔνιοι δ’ ἔμπαλιν αὐξάνεσθαι τὴν θερμασίαν οἴονται τῶν καυθέντων ἁπάντων, ἁμαρτάνοντες ἑκάτεροι. φανίονται γὰρ ἐναργῶς ἔνια μὲν θερμότερα γινόμενα, κατά τε τὴν γεῦσιν καὶ τὴν ἁφὴν καὶ τὴν ἐν τῇ χρήσει θεωρουμένην δύναμιν, ὡς ἔμπροσθεν εἶπον ἐπί τε τῶν δριμέων καὶ τῶν στυφόντων, ἔνια δ’ ἔμπαλιν ἧττον θερμὰ φαινόμενα μετὰ τὸ καυθῆναι· καὶ τοῦτο διαγινώσκομεν σαφῶς τῇ τε αἰσθήσει καὶ τῇ χρήσει. λέγω δὲ χρῆσιν, 
164
ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν εἶπον, ὅταν ἐπιτιθέντα τῷ δέρματι τὰ μὲν ἐρυθρότερά τε καὶ θερμότερα αὐτὰ ποιῇ, τὰ δὲ ἄναιμά τε καὶ ψυχρὰ, καὶ τὰ μὲν εἰς ὄγκον ἐξαίρῃ, τὰ δὲ προστέλλῃ. τὰ μὲν οὖν δριμέα πολὺ τῆς θερμότητος ἀπόλλυσι καυθέντα, τὰ δὲ μὴ τοιαῦτα προσλαμβάνει, τελέως δὲ ψυχρὸν οὐδὲν τῶν καυθέντων ἐστίν. ἐγκαταλείπεται γὰρ αὐτοῖς οἷον ἐμπύρευμά τι· καὶ γὰρ προσηγόρευεν οὕτως Ἀριστοτέλης αὐτὸ, καὶ τοῦτ’ ἔστι τὸ κατὰ τὰς πλύσεις ἀποῤῥυπτόμενον. ἔστι δὲ τὸ λεπτομερέστατον τῆς τῶν καυθέντων οὐσίας, οὗ συναπελθόντος τῷ ὕδατι τὸ λοιπὸν τοῦ καυθέντος οὐσία γεώδης ἐστί. τὸ μὲν γὰρ ὑγρὸν ἅπαν ἡ καῦσις ἐκδαπανᾷ, τὸ δ’ ὑπολειπόμενον γεῶδές ἐστιν ἅμα τῷ πρὸς Ἀριστοτέλους ἐμπυρεύματι κληθέντι. τοῦτ’ οὖν ὅταν τις ἀφέληται καὶ χωρίσῃ τῇ πλύσει, τὸ μὲν ὕδωρ, ᾧ τὸ φάρμακον ἐπλύθη, θερμὴν δύναμιν ἐπεκτήσατο λεπτομερῆ, τὸ δ’ ὑπόλοιπον γίνεται γεῶδες ψυχρὸν, ξηραίνειν ἀδήκτως δυνάμενον. εἴρηται μὲν οὖν μοι καὶ περὶ τούτων ἔμπροσθεν, ἀλλ’ οὐδὲν χεῖρον ἀναμνῆσαι καὶ νῦν, ἵνα τις
165
ὑπόγυον ἐσχηκὼς τὴν ἀνάμνησιν αὐτῶν ἕπηται τοῖς λεχθησομένοις ἀκριβέστερον.

Περὶ τῶν γῶν. [α΄. Περὶ τῶν τῆς γῆς διαφορῶν.] Δυοῖν σημαινομένων πραγμάτων ἐκ τοῦ τῆς γῆς ὀνόματος ἀναγκαῖόν ἐστιν διαστεῖλαι πρότερον αὐτὰ σαφηνείας ἕνεκα τῶν λεχθησομένων. τὸ μὲν οὖν ἕτερον αὐτῶν σύνηθές ἐστιν ἅπασι τοῖς Ἕλλησιν. ὅταν τε γὰρ σπείρουσιν πυροὺς ἢ κριθὰς ἤ τι τῶν ἄλλων σπερμάτων, ἃ δημήτρια καλεῖται, μετρίως ὑγρὰν εἶναι χρῆναί φασι τὴν γῆν. ὅταν τε φυτεύουσιν ἀμπέλους ἢ συκὰς ἢ ἐλαίας ἤ τι τῶν ἄλλων δένδρων, φυλάττεσθαι κελεύουσι τήν τ’ ἄνικμον ἐσχάτως καὶ ξηρὰν τήν θ’ ὑγρὰν καὶ πηλώδη. καὶ γὰρ οὖν ὀνομάζουσι πηλὸν τὴν γῆν ὑγρῷ φυραθεῖσαν, οἵ τε τὰ γεωργικὰ γράψαντες ἐν ταῖς τῶν χωρίων διαφοραῖς τά τε μελάγγαια καὶ ἀργιλώδη καὶ ψαμμώδη διαστελλόμενα λέγουσιν. καλοῦσι δὲ καὶ λιπαρὰν γῆν, ἐξ ἧς ὁ πηλὸς γίνεται γλίσχρος. ἑτέραν τε κατὰ τοὐναντίον τῇδε διακειμένην, ἀλιπῆ καὶ ψαθυρὸν, ὡς ἂν εἴποι τις, ἐργαζομένη τὸν πηλόν. ἓν μὲν δὴ τοῦτο σημαινόμενόν

166
ἐστι τοῦ τῆς γῆς ὀνόματος ἅπασι σύνηθες. ἕτερον δὲ μόνον τοῖς φιλοσόφοις, ἐπειδὴ λέγωσι τῶν σωμάτων στοιχεῖα γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ. τὸ γὰρ ξηρὸν ἐσχάτως σῶμα καὶ ψυχρὸν ὀνομάζουσι γῆν. κατὰ τούτους οὖν οὐδὲν μὲν τῶν συνθέτων τούτων σωμάτων ἐστὶν ἡ στοιχειώδης γῆ, πλεῖστον μέντοι τῆς γῆς ἔχειν αὐτά φασιν, οἷον τόν τε ἀδάμαντα καὶ τὰς πέτρας, καὶ ὅσῳ γ’ ἂν ὦσι σκληρότερα τὸ σῶμα, τοσούτῳ μᾶλλον αὐτὰ εἶναί φασι γεωδέστερα ἔμπαλιν τοῖς γεωργοῖς. οὐ γὰρ τὴν σκληροτέραν σύστασιν τῶν σωμάτων ὀνομάζουσιν οὗτοι γεωδεστέραν, ἀλλὰ λίθους μὲν καὶ πέτρας τὰ τοιαῦτα καλοῦσιν ἀνεπιτηδειότατα πρὸς γεωργίαν. ἀκριβεστάτην δὲ γῆν εἶναί φασι τὴν ποῤῥωτάτην τῇ συστάσει τῆς πέτρας, ὅπου γε καὶ τὴν ἀργιλώδη τε καὶ τὴν ψαμμώδη μέμφονται πρὸς τὰ πλεῖστα. κατὰ μὲν οὖν τὸ παρὰ τοῖς φιλοσόφοις σημαινόμενον αἱ τῆς γῆς διαφοραὶ τρισὶν ὁρισθήσονται γένεσιν. ἔστι γὰρ τὸ μέν τι λίθος αὐτῆς, τὸ δὲ μεταλλευτόν τι σῶμα, τὸ δὲ τρίτον ἡ γεωργουμένη γῆ, διαφωνίας γεγονυίας παρ’ αὐτοῖς
167
περὶ τῶν χεομένων μεταλλευτῶν σωμάτων, οἷον χαλκοῦ καὶ κασσιτέρου καὶ μολύβδου. ταῦτα γὰρ ἔνιοί φασιν οὐ γῆς, ἀλλ’ ὕδατος ἔχειν τὸ πλέον. οἵ γε μὴν ἄλλοι πάντες ἄνθρωποι γῆν ὀνομάζουσιν ἐκείνην μόνην τὴν οὐσίαν, ἥτις ὑγρῷ φυραθεῖσα πηλὸς γίνεται. περὶ ἧς κᾀγὼ νῦν ἔγνωκα τὰς διαφορὰς εἰπεῖν, ἐκεῖνο μόνον ἔτι προσθεὶς, ὡς ἡ προειρημένη τομὴ τῶν γεωδῶν σωμάτων εἴς τε λίθους καὶ τὰ μεταλλευόμενα καὶ τὴν γεωργουμένην γῆν ἄνευ τῶν φυσικῶν ἰδίως ὀνομαζομένων σωμάτων εἴρηται. τούτων δὲ προσιόντων καὶ τὰ ξύλα πάντα καὶ καρπῶν μόρια πολλὰ, καθάπερ καὶ ζώων, ὀνομασθήσεται γεώδη τὴν οὐσίαν εἶναι. καρπῶν μὲν μόρια, πυρῆνες ἐλαιῶν καὶ γίγαρτα σταφυλῶν καὶ καρύων λέμματα καὶ κώνων, ἕτερά τε πολλὰ τοιαῦτα, τῶν ζώων δὲ τά τ’ ὀστέα καὶ τὰ κέρατα καὶ οἱ ὀδόντες. ἀλλὰ περὶ μὲν τῶν ἐν τοῖς φυτοῖς μορίων ὅσα γεώδη καὶ σκληρὰ, τὸ μέν πού τι καὶ πρόσθεν εἴρηται, τὸ δ’ ἂν καὶ νῦν ῥηθείη· περὶ δὲ τῶν ἐν τοῖς ζώοις ἐφεξῆς εἰρήσεται, πρότερον διελθόντος μου τὰ κατὰ τὴν γῆν εἴδη.
168
καλεῖν μὲν γὰρ ἔξεστί σοι καὶ διαφορὰς αὐτὰ καὶ εἴδη καὶ γένη. λέγω δὴ ταῦτα λίθους τε καὶ τὰ μεταλλευτὰ σώματα, καὶ τὴν εἰς πηλὸν λυομένην γῆν, καὶ πρῶτόν γε τὰς διαφορὰς ἐρῶ τῆς ὑπὸ πάντων Ἑλλήνων ὀνομαζομένης γῆς, ἥτις ἔχει κοινὸν ὕδατι πλησιάσασα, διαλύεσθαι παραχρῆμα καὶ πηλὸν γίνεσθαι. τὸ γὰρ τῆς παρὰ τοῖς φιλοσόφοις οὕτω καλούμενον οὐ κοινὸν ἅπασιν, ἀλλ’ ἐκείνοις μόνοις σύνηθες ἔχει τοὶ σημαινόμενον.

[β΄. Περὶ τῶν διαφορῶν τῆς συνήθως ὀνομαζομένης γῆς.] Γῆν ἔφην ὀνομάζεσθαι σύνηθες ἅπασιν Ἕλλησιν, ἥτις ἂν εἰς τὸ ὑγρὸν ἐμβληθεῖσα παραχρῆμα διαλύεταί τε καὶ πηλὸς γίνεται. ταύτης οὖν ἡ μέν τίς ἐστιν ἣν γεωργοῦσιν οἱ ἄνθρωποι, διαφορὰς ἔχουσά τινας μὲν κατὰ τὸν ἴδιον λόγον ἐν τῷ λιπαρά τε εἶναι καὶ γλίσχρος, ἥτις πάντως ἐστὶ καὶ μέλαινα τὴν χρόαν. ἡ δὲ ψαθυρωτέρα τε καὶ ἀλιπὴς, ἣν καλοῦσιν ἄργιλον, οὖσα καὶ ἥδε λευκοτέρα πως. ἐναντιώταται μὲν αὗται διαφοραί· αἱ δ’ ἄλλαι μεταξὺ τούτων, ἤτοι τῇ ἑτέρᾳ πλησιάζουσαι μᾶλλον ἢ τῇ ἑτέρᾳ, τινὲς δὲ κᾀν τῷ 

169
μέσῳ δοκεῖν ἀκριβῶς εἶναι, τὴν ἴσην ἀμφοῖν ἀφεστηκυῖαι διάστασιν. αἱ δ’ ἐξ ἐπιμιξίας ἑτερογενῶν σωμάτων διαφοραὶ τῆς γῆς εἰσι, καθὸ λιθώδεις τε καὶ ψαμμώδεις ὑπάρχουσιν, καὶ χωρίζουσί γε τῶν τοιούτων τὴν μεμιγμένην οὐσίαν, ἀναδεύσαντες καὶ ἀναφυράσαντες ὕδατι πολλῷ, μέχρι τοῦ πᾶν ὑγρὸν ἐργάσασθαι. καθισταμένου γὰρ τούτου τὸ μὲν τῆς λιθώδους τε καὶ ψαμμώδους ἐμφερόμενον ὑφιζάνει πᾶν, ἐποχεῖται δὲ ἡ ἀκριβὴς γῆ. τοιοῦτον γάρ τι καὶ κατὰ τὴν Λημνίαν γίνεται γῆν, ἣν μίλτον ὀνομάζουσιν ἔνιοι Λημνίαν καί τινες ἄλλοι σφραγῖδα Λημνίαν, διὰ τὴν ἐπιβαλλομένην αὐτῇ σφραγῖδα τῆς Ἀρτέμιδος ἱεράν. ταύτην γάρ τοι τὴν γῆν ἡ ἱέρεια λαμβάνουσα μετά τινος ἐπιχωρίου τιμῆς, οὐ ζώων θυομένων, ἀλλὰ πυρῶν καὶ κριθῶν ἀντιδιδομένων τῷ χωρίῳ, κομίζει μὲν εἰς τὴν πόλιν ἀναφυράσασα ὕδατι καὶ πηλὸν ὑγρὸν ἐργασαμένη καὶ τοῦτον ταράξασα σφοδρῶς, εἶτ’ ἐάσασα καταστῆναι, πρῶτον μὲν ἀφαιρεῖ τὸ ἐπιπολῆς ὕδωρ, εἶθ’ ὑπ’ αὐτῷ τὸ λιπαρὸν τῆς γῆς λαβοῦσα καὶ μόνον ἀπολιποῦσα τὸ ὑφιζηκὸς λιθῶδές τε καὶ ψαμμῶδες, ὅπερ καὶ
170
ἄχρηστόν ἐστιν, ἄχρι τοσούτου ξηραίνει τὸν λιπαρὸν πηλὸν, ἄχρις ἂν εἰς σύστασιν ἀφίκηται μαλακοῦ κηροῦ, καὶ τούτου λαμβάνουσα μόρια σμικρὰ τὴν ἱερὰν τῆς Ἀρτέμιδος ἐπιβάλλει σφραγῖδα, κἄπειτα πάλιν ἐν σκιᾷ ξηραίνει, μέχρις ἂν ἀκριβῶς ἄνικμος ἀποτελεσθῇ, καὶ γένηται τοῦτο δὴ τὸ γινωσκόμενον ἰατροῖς ἅπασι φάρμακον ἡ Λημνία σφραγίς. οὕτω γὰρ αὐτὴν ὀνομάζουσιν, ὡς ἔφην, ἔνιοι διὰ τὴν ἐπιβαλλομένην αὐτῇ σφραγῖδα, καθάπερ γε καὶ διὰ τὴν χρόαν ἔνιοι Λημνίαν μίλτον. ἔχει μὲν οὖν τὴν χρόαν τὴν αὐτὴν τῇ μίλτῳ, διαφέρει δ’ αὐτῆς τῷ μὴ μολύνειν ἁπτομένην, καθάπερ ἐκείνην, καὶ κατά γε τὸν λόφον ἐν τῇ Λήμνῳ τὸν ὅλον ὄντα κιῤῥὸν τῇ χρόᾳ, καθ’ ὃν οὔτε δένδρον ἐστὶν οὔτε πέτρα οὔτε φυτὸν, μόνη δ’ ἡ τοιαύτη γῆ. τρεῖς δ’ αὐτῆς εὑρίσκονται διαφοραί· μία μὲν ἡ προειρημένη τῆς ἱερᾶς γῆς, ἧς οὐδεὶς ἄλλος ἅπτεται πλὴν τῆς ἱερείας. δευτέρα δ’ ἑτέρα τῆς ὄντως μίλτου, χρῶνται δ’ οἱ τέκτονες αὐτῇ μάλιστα. τρίτη δ’ ἡ τῆς ῥυπούσης, ᾗ χρῶνται τῶν πλυνόντων ὀθόνας
171
τε καὶ ἐσθῆτας οἱ βουληθέντες. ἀνεγνωκὼς δὲ ἐγὼ παρά τε Διοσκορίδῃ καὶ ἄλλοις τισὶ μίγνυσθαι τράγειον αἷμα τῇ Λημνίᾳ γῇ, κᾀκ τοῦ διὰ μίξεως ταύτης γενομένου πηλοῦ τὴν ἱέρειαν ἀναπλάττειν τε καὶ σφραγίζειν ἃς ὀνομάζουσι Λημνίας σφραγῖδας, ὠρέχθην αὐτὸς ἱστορῆσαι τὴν συμμετρίαν τῆς μίξεως. ὥσπερ οὖν εἰς Κύπρον ἕνεκα τῶν ἐν αὐτῇ μετάλλων, εἴς τε τὴν κοίλην Συρίαν, μόριον οὖσαν τῆς Παλαιστίνης, ἕνεκεν ἀσφάλτου καί τινων ἄλλων κατ’ αὐτὴν ἀξίων ἱστορίας ἐπορεύθην, οὕτως καὶ εἰς Λῆμνον οὐκ ὤκνησα πλεῦσαι, θεασόμενος ὁπόσον μίγνυται τοῦ αἵματος τῇ γῇ. καὶ τό γε δεύτερον ἐξ Ἀσίας εἰς Ῥώμην ἀφικέσθαι πεζῇ πορευόμενος διὰ Θρᾴκης τε καὶ Μακεδονίας, ἔπλευσα πρότερον ἀπὸ Τρῳάδος Ἀλεξανδρείας εἰς Λῆμνον, ἐπιτυχὼν εἰς Θεσσαλονίκην ἀναγομένου πλοίου, συνθεμένῳ τῷ ναυκλήρῳ παραβάλλειν πρότερον τῇ Λήμνῳ· ὁ δὲ προσέσχε μὲν, οὐ μὴν ᾗ γ’ ἐχρῆν πόλει. τὴν ἀρχὴν γὰρ οὐδ’ ἠπιστάμην δύο πόλεις εἶναι κατὰ τὴν νῆσον, ἀλλὰ ᾤμην, ὡς Σάμον
172
καὶ Χίον καὶ Κῶ Ἄνδρον τε καὶ Τῆνον καὶ πάσας τὰς κατὰ τὸ Αἰγαῖον, οὕτω καὶ τὴν Λῆμνον ὁμώνυμον ἔχειν πόλιν ὅλῃ τῇ νήσῳ μίαν. ὡς δὲ ἀποβὰς τῆς νεὼς, ἔγνων Μυρίναν μὲν ὀνομάζεσθαι τὴν πόλιν, εἶναι δ’ οὔτε κατὰ Φιλοκτήτην οὔτε κατὰ τὸ ἱερὸν τοῦ Ἡφαίστου λόφον ἐν τῇ χώρᾳ τῆς πόλεως ἐκείνης, ἀλλ’ ἐν ἑτέρᾳ τῇ Ἡφαιστιάδι καλουμένῃ, καὶ οὐδ’ ἐγγὺς εἶναι τὴν πόλιν ἐκείνην τῆς Μυρίνης, ὅ τε ναύκληρος οὐκ ἠδύνατό με περιμένειν, ἀνεβαλλόμην εἰσαῦθις, ὅταν ἀπὸ Ῥώμης εἰς Ἀσίαν ἀφίκωμαι, θεάσασθαι τὴν Ἡφαιστιάδα. καί μοι τοῦτ’ ἐπράχθη, καθάπερ ἤλπισά τε καὶ προὐθέμην. ὡς γὰρ ἀπὸ τῆς Ἰταλίας διαβαλὼν εἰς τὴν Μακεδονίαν καὶ σχεδὸν ὅλην αὐτὴν ὁδοιπορήσας ἐν Φιλίπποις ἐγενόμην, ἥπερ ἐστὶν ὅμορος τῇ Θρᾴκῃ πόλις, ἐντεῦθεν ἐπὶ τὴν πλησίον θάλατταν εἴκοσιν ἐπὶ τοῖς ἑκατὸν ἀπέχουσαν στάδια κατελθὼν, ἔπλευσα πρότερον μὲν εἰς Θάσον ἐγγύς που διακοσίους σταδίους, ἐκεῖθεν δὲ εἰς Λῆμνον ἑπτακοσίους, εἶτ’ αὖθις ἀπὸ Λήμνου τοὺς ἴσους ἑπτακοσίους εἰς Ἀλεξανδρείαν Τρῳάδα. καὶ διὰ
173
τοῦτ’ ἐξεπίτηδες ἔγραψα περί τε τοῦ πλοῦ καὶ τῶν σταδίων, ὅπως εἴ τις ἐθέλῃ θεάσασθαι καὶ αὐτὸς ὁμοίως ἐμοὶ τὴν Ἡφαιστιάδα διαγινώσκων τὴν θέσιν αὐτῆς, οὕτως παρασκευάζοιτο πρὸς τὸν πλοῦν. ἐν γάρ τοι τῇ ὅλῃ νήσῳ τῇ Λήμνῳ, κατὰ μὲν τὸ πρὸς ταῖς ἀνατολαῖς μέρος αὐτῆς ἐστιν Ἡφαιστιὰς, κατὰ δὲ τὸ πρὸς ταῖς δυσμαῖς ἡ Μυρίνα. καὶ τό γε ὑπὸ τοῦ ποιητοῦ λεγόμενον ἐπὶ τοῦ Ἡφαίστου, κάππεσεν ἐν Λήμνῳ, διὰ τὴν φύσιν τοῦ λόφου δοκεῖ μοι τὸν μῦθον ἐπίστασθαι. φαίνεται γὰρ ὁμοιότατος κεκαυμένῳ κατά γε τὴν χρόαν καὶ διὰ τὸ μηδὲν ἐν αὐτῷ φύεσθαι. εἰς τοῦτον οὖν τὸν λόφον ἥ τε ἱέρεια παραγενομένη, καθ’ ὃν ἐγὼ καιρὸν ἐπέβην τῆς νήσου, καί τινα πυρῶν τε καὶ κριθῶν ἀριθμὸν ἐμβάλλουσα τῇ γῇ καὶ ἄλλα τινὰ ποιήσασα κατὰ τὸν ἐπιχώριον σεβασμὸν, ἐπλήρωσεν μὲν ὅλην ἅμαξαν τῆς γῆς. κομίσασα δ’ εἰς τὴν πόλιν, ὡς εἶπον ἀρτίως, ἐσκεύασε τὰς πολυθρυλήτους Λημνίας σφραγῖδας. ἔδοξεν οὖν μοι πυθέσθαι μή τι πρότερόν ποτε τράγειον ἢ αἴγειον αἷμα τῇ γῇ ταύτῃ μιγνύμενον ἐν ἱστορίᾳ παρειλήφασιν. ἐφ’ ᾗ 
174
πεύσει πάντες οἱ ἀκούσαντες ἐγέλασαν, οὐχ οἱ τυχόντες ἄνδρες ὄντες, ἀλλὰ καὶ πάνυ πεπαιδευμένοι τά τ’ ἄλλα καὶ τὴν ἐπιχώριον ἱστορίαν ἅπασαν. ἀλλὰ καὶ βιβλίον ἔλαβον. παρά τινος αὐτῶν, γεγραμμένον ὑπό τινος τῶν ἐπιχωρίων ἀνδρῶν ἔμπροσθεν, ἐν ᾧ τὴν χρῆσιν ἅπασαν ἐδίδασκε τῆς Λημνίας γῆς, ὅθεν οὐκ ὤκνησα κᾀγὼ πειραθῆναι τοῦ φαρμάκου, δισμυρίας λαβὼν σφραγῖδας. ἐχρῆτο δὲ καὶ αὐτὸς ὁ δοὺς τὸ βιβλίον, ἐν τοῖς πρώτοις ἀριθμούμενος τῆς Ἡφαιστιάδος, εἰς πολλὰ τῷ φαρμάκῳ. καὶ γὰρ ἐπὶ τραυμάτων καὶ παλαιῶν καὶ δυσεπουλώτων ἐχεοδήκτων τε καὶ ὅλως θηριοδήκτων, ἐπί τε τῶν θανασίμων φαρμάκων, οὐ προδιδοὺς μόνον, ἀλλὰ καὶ ἐπιδιδοὺς, ἐχρῆτο τῇ σφραγῖδι. ἔφασκε δὲ καὶ τοῦ διὰ τῶν ἀρκευθίδων φαρμάκου πεῖραν ἔχειν, εἰς ὃ καὶ τῆς Λημνίας ἐμβάλλεται κινοῦντος ἔμετον, εἴ τις ἔτι κατὰ τὴν κοιλίαν ὄντος τοῦ θανασίμου φαρμάκου πίοι τὸ ἀλεξητήριον. ἀλλὰ τούτου μὲν καὶ ἡμεῖς ἔχομεν πεῖραν ἐπί τε λαγωοῦ θαλαττίου καὶ κανθαρίδων, ὑποπτευσάντων μὲν εἰληφέναι
175
τι τοιοῦτον τῶν ἀνθρώπων, ἐμεσάντων δ’ αὐτίκα πᾶν ἐπὶ τῷ διὰ τῆς Λημνίας σφραγῖδος φαρμάκῳ, καὶ μηδὲν μετὰ ταῦτα παθόντων σύμπτωμα τῶν ἑπομένων λαγωῷ τε καὶ κανθαρίσι, καίτοι τῆς δόσεως τῶν ὀλεθρίων φαρμάκων ἐλεγχθείσης. εἰ δὲ καὶ πρὸς τἄλλα θανάσιμα φάρμακα, ταῦτα δὴ τὰ δηλητήρια καλούμενα, τὴν αὐτὴν δύναμιν ἔχει τὸ διὰ τῶν ἀρκευθίδων καὶ τῆς Λημνίας φάρμακον, ἐμοὶ μὲν ἄδηλον. ὁ δ’ ἐκ τῆς Ἡφαιστιάδος ἐπηγγείλατο μέχρι τοῦ καὶ λυττῶντος κυνὸς ἰᾶσθαι δῆγμα φάσκειν αὐτὴν, πινομένην δι’ οἴνου κεκραμένου, κατὰ δὲ τοῦ ἕλκους ἐπιτιθεμένην δι’ ὄξους πάνυ δριμέος. ἀλλὰ δι’ ὄξους μὲν καὶ τὰ τῶν ἄλλων θηρίων ἔλεγεν αὐτὴν ἰᾶσθαι δήγματα, φύλλων βοτανῶν ἔξωθεν ἐπιτιθεμένων, ἃς ἐμάθομεν ἀντιπεπονθέναι σηπεδόσιν. μάλιστα δ’ ἐπῄνει σκόρδιον, εἶτα κενταύριον τὸ λεπτὸν, εἶτα πράσιον. ἐπί γε μὴν κακοήθων καὶ σηπεδονωδῶν ἑλκῶν εἴ ποτ’ ἐχρησάμην τῇ Λημνίᾳ, μεγάλως ὠφέλησε. ἡ δὲ χρῆσις γίνεται κατὰ τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας.
176
τὸ μὲν γὰρ δυσῶδες καὶ λίαν πλαδαρόν τε καὶ ῥυπαρὸν, ἀνέχεται δι’ ὄξους δριμυτάτου τῆς Λημνίας λελυμένης εἰς πηλώδη σύστασιν ὁμοίως τοῖς τροχίσκοις, ὧν ἄλλος ἄλλῳ χρῆται, Πολυείδου λέγω καὶ Πασίωνος καὶ Ἄνδρωνος, καὶ τούτῳ τῷ νῦν εἰρημένῳ, προσαγορευομένῳ δὲ Βητινῷ. καὶ γὰρ οὗτοι πάντες ἰσχυρῶς ξηραίνοντες ὠφελοῦσι τὰ κακοήθη τῶν ἑλκῶν, ἀνιέμενοι ποτὲ μὲν οἴνῳ γλυκεῖ, ποτὲ δὲ σιραίῳ, ποτὲ δ’ οἰνομέλιτι, ποτὲ δὲ τῶν λευκῶν οἴνων ἐνίοις ἢ τῶν κιῤῥῶν ἢ ξανθῶν, ὡς ἂν ἡ χρεία κελεύῃ. διορισθήσεται γὰρ ὑπὲρ τούτων ἐν ἑτέροις. ὡσαύτως δὲ καὶ δι’ ὄξους ἀνίενταί ποτε, καὶ δι’ οἴνου ἢ ὕδατος ἢ ὀξυμέλιτος, ἢ ὀξυκράτου τε καὶ μελικράτου. καὶ ἡ Λημνία δὲ γῆ δι’ ἑκάστου τῶν εἰρημένων ἀνιεμένη φάρμακον ἐπιτήδειόν ἐστιν εἴς τε τὴν τῶν προσφάτων τραυμάτων κόλλησιν εἴς τε τὴν τῶν χρονίων ἢ δυσεπουλώτων ἢ κακοήθων ἴασιν. ὡσαύτως δὲ καὶ ἡ ἄλλη πᾶσα φαρμακώδης γῆ. διελέσθαι γὰρ δεήσει, καθάπερ ἔμπροσθεν ἀπὸ τῆς στοιχειώδους γῆς, ἐν ᾗ καὶ οἱ λίθοι περιείχοντο τὴν εἰς πηλὸν λυομένην, οὕτω νῦν ἀπὸ τῆς
177
γεωργουμένης τὴν φαρμακώδη. καλέσαι γὰρ οὐδὲν χεῖρον οὕτως ᾗ πρὸς τὰς θεραπείας χρώμεθα, καίτοι καὶ τῆς γεωργουμένης ἡ λιπαρὰ χρήσιμος εἰς θεραπείαν ἐστὶν ἁπάντων τῶν ξηρανθῆναι δεομένων μορίων, ὅθεν αὐτῇ κατὰ Ἀλεξάνδρειάν τε καὶ Αἴγυπτον χρῶνται πολλοὶ μὲν ἰδίᾳ προαιρέσει, πολλοὶ δ’ ἐξ ὀνειράτων. εἶδον γοῦν ἐπὶ τῆς Ἀλεξανδρείας ὑδερώδεις τε καὶ σπληνώδεις ἐνίους χρωμένους τῷ πηλῷ τῆς Αἰγυπτίας γῆς. πολλοὶ δὲ καὶ κνήμας καὶ μηροὺς καὶ πήχεις καὶ βραχίονας καὶ νῶτα καὶ πλευρὰς καὶ στέρνα τῷ πηλῷ τῆς γῆς ταύτης χριόμενοι σαφῶς ὠφελοῦντο. κατὰ δὲ τὸν αὐτὸν τρόπον τάς τε παλαιὰς φλεγμονὰς καὶ τὰ χαῦνα τῶν οἰδημάτων ὀνίνησιν ὁ πηλὸς οὗτος, ὥστ’ ἐνίους οἶδα καὶ ὅλην τὴν ἕξιν οἰδαλέους ἐξ αἱμοῤῥοΐδων ἀμέτρου κενώσεως γενομένους, ὠφεληθέντας ἐναργῶς. καί τινες ἀλγήματα χρόνια κατά τι μόριον ἐστηριγμένα τῷ πηλῷ τούτῳ τελέως ἐξιάσαντο, ξηραντικὴν γὰρ ἔχει πᾶσα γῆ δύναμιν. ἐπεὶ καὶ φύσει ξηρὸν αὐτῆς ἐστι τὸ σῶμα, καὶ ὅτε γε ἀκριβῶς ᾖ πυρώδους ἄμικτος
178
οὐσίας, ἀδηκτότατα ξηραίνει, συντελεῖ δὲ εἰς τοῦτο αὐτῇ τὸ πεπλύσθαι.

[γ΄. Περὶ πλύσεως γῆς.] Πλύνεται δὲ κατὰ τὸν αὐτὸν τρόπον ἅπασα γῆ τῷ προειρημένῳ περὶ τῆς Λημνίας, ὕδατι μὲν πρῶτον ἀναφυραθεῖσα μηδεμιᾶς φαρμακώδους ποιότητος ἔμφασιν ἔχοντι. καταστάντος δὲ τοῦ πηλοῦ καὶ περιαιρεθέντος ἄνωθεν τοῦ ὕδατος, εἶτα τοῦ μετ’ αὐτὸ χωρισθέντος ἀπὸ τῶν ὑφισταμένων κάτω λιθωδῶν τε καὶ ψαμμωδῶν. εἰ δὲ καὶ γεγυμνασμένην ἔχεις τὴν γευστικὴν αἴσθησιν, αὐτὸς ἔσῃ κριτὴς ἀκριβὴς ἧς τε δεῖ πλύνειν γῆς ἧς τε μή. τίνες μὲν γὰρ οὐ δέονται πλύσεως, τινὲς δὲ δὶς ἢ τρὶς δέονται πλυθῆναι. τὴν μὲν οὖν Λημνίαν ἑτοίμην λαμβάνεις ἅπαξ πεπλυμένην ὑπὸ τῆς ἱερείας, ἐκ δευτέρου δὲ πλυθῆναι μὴ δεομένην.

[δ΄. Περὶ Σαμίας γῆς.] Ἡ Σαμία δ’ οὐδὲ δεῖται πλυθῆναι. χρώμεθα δ’ αὐτῆς θατέρῳ τῶν εἰδῶν μᾶλλον, ὃ δὴ καὶ Σάμιον ἀστέρα καλοῦσιν, εἰς τὰς τοῦ αἵματος πτύσεις, 

179
ὁπόθεν ἂν γιγνόμεναι τύχωσιν, ὥσπερ καὶ τῇ Λημνίᾳ σφραγῖδι. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ὠφελοῦσι καὶ τὰς ἐκ μήτρας αἱμοῤῥαγίας καὶ τὸν ὀνομαζόμενον ῥοῦν γυναικεῖον, καὶ μέντοι καὶ τὰς δυσεντερικὰς ἑλκώσεις πρὸ τοῦ σηπεδονώδη γενέσθαι τὰ ἕλκη, καλεῖν δ’ ἔθος ἐστὶν τοῖς ἰατροῖς τὰς τοιαύτας διαθέσεις νομὰς ἀπὸ τοῦ νέμεσθαι τὴν σηπεδόνα πρὸς τὰ πλησιάσαντα μόρια, συνδιαφθείρουσαν αὐτὰ τῷ πρώτῳ κακωθέντι. τῇ γε μὴν Λημνίᾳ κᾀπὶ τοιούτων ἐχρησάμην ἐνίοτε καὶ σαφῶς ὤνησεν ἐνεθεῖσά τε δι’ ἕδρας καὶ ποθεῖσα, προαποκλυσθέντων τῶν ἑλκῶν, ὡς εἰώθαμεν πράττειν, μελικράτῳ μὲν ἀκρατεστέρῳ προτέρῳ, δευτέρῳ δ’ ἅλμῃ. ἐνέθη μὲν οὖν δι’ ἀρνογλώσσου χυλοῦ, δι’ ὀξυκράτου δ’ ὑδαροῦς ἐπόθη. φαίνεται δ’ οὐκ ὀλίγῳ τινὶ δραστικωτέραν δύναμιν ἔχειν ἡ Λημνία γῆ τῆς Σαμίας, ὅθεν οὐδὲ τὰ φλεγμῆναι φθάσαντα φέρει τὴν δύναμιν αὐτῆς, ἀλλὰ τραχύνεται σαφῶς καὶ μάλισθ’ ὅταν ὁ ἄνθρωπος ᾖ μαλακόσαρκος. ὑπὸ δὲ τῆς Σαμίας οὐ μόνον οὐ παροξύνεταί τι τῶν οὕτως ἐχόντων μορίων, ἀλλὰ καὶ παρηγορεῖται,
180
καὶ μάλιστά γε τὰ θερμότερα καὶ χαυνότερα, καθάπερ οἵ τε τιτθοὶ καὶ οἱ ὄρχεις καὶ οἱ ἀδένες. ἐπιτηδείως δ’ ἂν χρῶ τηνικαῦτα τῇ τοιαύτῃ γῇ, μετὰ τὸ λειῶσαι δι’ ὕδατος, ἐπιμιγνὺς ῥοδίνου καλοῦ τοσοῦτον, ὅσον τὸ μιχθὲν οὐκ ἐάσει ξηρανθῆναι τὸ φάρμακον. ἀγαθὸν δὲ τὸ οὕτως σκευασθέν ἐστι καὶ πρὸς τὰς ἄλλας φλεγμονὰς ὅσαι θερμαὶ καὶ βουβῶνας ἀρχομένους καὶ ποδαγρικὰ ῥεύματα καὶ ὅλως ὅπου ψῦξαι βουλόμεθα μετρίως μετὰ τοῦ παρηγορεῖν, ὥστ’ ἐναργῶς φαίνεσθαι τῆς Σαμίας τὴν δύναμιν μετρίως ψυκτικήν. ἔστι δὲ καὶ ἀερωδεστέρα πως αὐτῆς ἡ οὐσία παραβαλλομένη τῇ Λημνίᾳ, δηλοῖ δ’ ἡ κουφότης. ἐκ τούτων οὖν τῶν γνωρισμάτων καὶ πᾶσαν ἄλλην φαρμακώδη γῆν δοκίμαζε. λέγω δὲ γνωρίσματα τήν τε ἐν τῇ συστάσει κουφότητά τε καὶ βαρύτητα καὶ τὴν ἐν τῇ γεύσει τραχύτητα καὶ λειότητα καὶ προσέτι τὸ κολλῶδές τε καὶ ῥυπτικόν. ἐχέκολλος μὲν γάρ ἐστι καὶ γλίσχρος ὁ Σάμιος ἀστὴρ, ἐχούσης τι καὶ τῆς Λημνίας σφραγῖδος ὀλίγον τοιοῦτον. ῥυπτικήν τε δύναμιν ἔχει καὶ μετρίαν Σελινουσία τε γῆ καὶ Χία, διὸ καί τινες
181
τῶν γυναικῶν ἐπὶ τὸ πρόσωπον αὐταῖς χρῶνται. δέδεικται δὲ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου τὸ βραχέως ῥυπτικὸν ἅπαν εἰς σάρκωσιν ἑλκῶν ἐπιτήδειον, ἐὰν δὲ ξηραίνῃ, καὶ πρὸς ἐπούλωσιν ἀγαθόν· ἐπιτηδειότατα δ’ ἐξ αὐτῶν ἐστι τοῖς τε ἐπιπολῆς ἕλκεσι καὶ πυρικαύτοις ὅσα πρὸς τῷ ξηραίνειν ἀδήκτως οὔτε θερμαίνει σαφῶς οὔτε ψύχει. ὅθεν ἥ τε Σελινουσία καὶ ἡ Χία γῆ κάλλιστα φάρμακα πρὸς τὰ πυρίκαυτα τῶν ἑλκῶν ἐστι· δεῖται γὰρ ταῦτα μετριώτατα ῥυπτόντων φαρμάκων ἄνευ θάλψεως ἢ ψύξεως ἐπιφανοῦς, ὅπερ ὑπάρχει καὶ τῇ Σελινουσίᾳ καὶ τῇ Χίᾳ καὶ τῇ Σαμίᾳ γῇ. λέλεκται δὲ ὅτι καὶ ταύτης εἶδός ἐστιν ὁ ἀστὴρ ὀνομαζόμενος, ὑπερέχων τῆς ἄλλης γῆς τῷ γλίσχρον τι καὶ κολλῶδες ἔχειν, ὅθεν οὔτε πρὸς τὰ ἄλλα τῶν ἑλκῶν οὔτε πρὸς τὰ πυρίκαυτα ταῖς ἄλλαις ἐνάμιλλός ἐστιν, ὅσαι τε κολλῶδες οὐκ ἔχουσιν. ἐμπλαστικωτέραν γὰρ ἐργάζεται τὴν οὐσίαν τὸ κολλῶδες, ὡς μὴ ῥύπτειν, ὅταν γε δηλονότι μηδεμία δριμύτης ἄλλη προσῇ τῷ γλίσχρῳ τε καὶ κολλώδει σώματι, καθάπερ
182
ἐν τοῖς ἰξοῖς ἐστιν. ἥ γε μὴν Χία καὶ ἡ Σελινουσία γῆ τῆς μὲν Σαμίας λείπονται πρὸς τὰς περὶ τιτθοὺς καὶ ὄρχεις καὶ βουβῶνας ἀρχομένας φλεγμονάς. ὅμως δ’ οὐκ ἀνάρμοστοι τυγχάνουσιν οὖσαι, μηδενὸς ἄλλου τῶν ἄκρως ποιούντων παρόντος. ἡ δὲ Κιμωλία μικτῆς οὖσα δυνάμεως, ἔχει μέν τι καὶ ψυκτικὸν, ἔχει δέ τι καὶ διαφορητικὸν βραχὺ, διό πλυθεῖσα μὲν ἀποτίθεται τοῦτο, χωρὶς δὲ τοῦ πλυθῆναι κατ’ ἀμφοτέρας ἐνεργεῖ τὰς δυνάμεις, καθάπερ καὶ ἄλλα πολλὰ τῶν συνθέτων φαρμάκων διαφοροῦντά τε καὶ ἀποκρουόμενα. παρὰ δὲ τὴν τῶν μιγνυμένων ὑγρῶν αὐτῇ φύσιν ἐναργῶς ἐπιδείκνυται τῶν δυνάμεων ἑκατέραν. τοῖς μὲν γὰρ ἀποκρουομένοις καὶ ψύχουσι μιχθεῖσα τὸν γενόμενον ἐξ αὐτῆς τε κᾀκείνων πηλὸν ἐργάζεται ψύχοντά τε καὶ ἀποκρουόμενον, τοῖς δὲ διαφορητικοῖς διαφοροῦντα καὶ αὐτόν. οὕτω γοῦν καὶ τοῖς πυρικαύτοις ἁρμόττει, καί τινες τῶν ἰδιωτῶν ἐπιχρίουσιν αὐτὴν, παραχρῆμα φυράσαντες ὄξει. χρὴ δ’ ἐν τῇ τοιαύτῃ χρήσει μὴ λίαν εἶναι δριμὺ τὸ ὄξος. εἰ δὲ τοιοῦτον εἴη, βέλτιον ὕδατος αὐτῷ μιγνύναι. μέμνησό γε μὴν τοῦτο
183
κοινὸν ἐπὶ πάσης γῆς εἶναι τῆς κούφης. ἅπασαι γὰρ ὀνίνασι τὰ πυρίκαυτα παραχρῆμα παραχριόμεναι δι’ ὄξους, ἢ ὀξυκράτου, κωλύουσαι φλυκταινοῦσθαι. προσεπιβλέπειν δ’ ἐν τούτῳ καὶ τὴν φύσιν τοῦ θεραπευομένου σώματος, εἰ μαλακὸν ἢ σκληρὸν, εἰδὼς ἀεὶ καθόλου τοῦτο, τὰ μὲν μαλακὰ σώματα μὴ φέρειν τὴν δύναμιν τῶν ἰσχυρῶν φαρμάκων, τὰ δὲ σκληρὰ φέρειν. οὐ μὴν τῆς γ’ ἐνεστώσης πραγματείας ἴδια ταῦτα. ῥηθήσεται γὰρ ἐπιπλέον ἔν τε τοῖς περὶ συνθέσεως φαρμάκων κᾀν τοῖς περὶ τῶν εὐπορίστων. ἡ δὲ παροῦσα διέξοδος ἀπ’ ἀρχῆς ἐσπούδακε τὰς καθόλου δυνάμεις τῶν φαρμάκων εὑρεῖν, αἷς προσέχων τις τὸν νοῦν εἰς τὴν τῶν κατὰ μέρος χρῆσιν εὐπορίαν ἕξει παμπόλλην ἐπιμαθὼν δηλονότι τὴν μέθοδον τῆς χρήσεως αὐτῶν, ὥστ’ οὐκέτι προσήκει μηκύνειν, ἀλλ’ ὅπερ εἴρηται καὶ πρόσθεν ἀναμνῆσαι καὶ νῦν αὐτὴν μὲν τὴν ἄμικτον γῆν ἄλλῃ τινὶ τῶν ἑτερογενῶν οὐσιῶν ξηραντικῆς ἀδήκτως εἶναι δυνάμεως. ἐπεὶ δ’ ἀδύνατόν ἐστιν ἄμικτον εὑρεῖν ἀκριβῶς τι σῶμα, προσεπισκέπτεσθαι προσήκει τὴν μίξιν τῶν συμβεβηκότων 
184
αὐτῇ κατά τε τὰς ἐν κουφότητι καὶ βαρύτητι διαφορὰς καὶ τὰς ἐν τῇ γεύσει. στύψεως μὲν γάρ τινος ἔμφασιν ἔχουσα τοσοῦτον προσείληφε ψύξεως, ὅσον καὶ στύψεως. εἰ δὲ δριμύτητος ἐμφαίνοιτό τι, τοσοῦτον ἔχει θερμότητος, ὅσον δριμύτητος. ὡσαύτως δ’ ἐπὶ τῆς κούφης καὶ βαρείας σκοπεῖσθαι. τῆς μὲν κούφης τοιαύτης γινομένης, ὅταν ἀερώδους οὐσίας μετέχῃ δαψιλοῦς ἐν τῇ δι’ ὅλης ἑαυτῆς κράσει, τῆς δὲ βαρείας, ὅσῳ περ ἂν ᾖ μᾶλλον τοιαύτη, τοσούτῳ μᾶλλον εἰλικρινεστέρας γῆς ὑπαρχούσης. ἴδιον δὲ γῆς ἐστι τὸ μὴ χεῖσθαι πυρὶ πλησιάζουσαν, ὅπερ ὅ τε μόλυβδος καὶ καττίτερος, ἄργυρός τε καὶ χρυσὸς ἔχουσιν, ὥσθ’ ὅταν ἀργυρῖτιν ἢ χρυσῖτιν ἢ σιδηρῖτιν ἀκούσῃς γῆν, ὀνομάζουσι γὰρ οὕτως ἔνιοι τὰς ἐκ τῶν μετάλλων λαμβανομένας, μὴ νόμιζε δι’ ὅλου κεκρᾶσθαι τὸν ἄργυρον ἢ τὸν χρυσὸν ἢ τὸν σίδηρον τῇ γῇ· πλησιάζειν δὲ μορίοις μικροῖς τῆς γῆς ἀναμεμιγμένα μόρια μικρὰ, κατὰ μὲν τὴν χρυσῖτιν χρυσοῦ, κατὰ δὲ τὴν ἀργυρῖτι νἀργύρου, κατὰ δὲ τὴν σιδηρῖτιν σιδήρου, καὶ ταῦτ’ ἐν ταῖς καμίνοις ὑπὸ τοῦ πυρὸς χεόμενα συνέρχεσθαι πρὸς ἄλληλα.
185
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἡ τὴν ὕαλον ἔχουσα ψάμμιός ἐστιν, ἐν ψάμμῳ γὰρ μάλιστα τῆς τοιαύτης οὐσίας εὑρίσκεται ψήγματα πολλάκις μικρά. καὶ ὅσοι τούτων ἔμπειροι θεασάμενοι τὰς τοιαύτας ψάμμους γνωρίζουσιν ὁπόσον ἐξ αὐτῶν ἀθροῖσαι δύνανται τῆς ὑάλου, καὶ χρυσοῦ δὲ ψήγματα μικρὰ πολλὰ κατά τινας εὑρίσκεται ψάμμους, ἀλλ’ οὐκ ἐξ ἁπάσης ψάμμου τὸν χρυσὸν ἐξαίρουσι καὶ τὴν ὕαλον οἱ περὶ ταῦτ’ ἔχοντες, ἐκλεγόμενοι δηλονότι τὰς μετ’ ὀλίγης δαπάνης ἀθροιζούσας πλεῖστον, ὡς τό γ’ ἐν ταῖς καμίνοις ἀναλώσαντας πολλὰ βραχύ τι σχεῖν τῆς διαθροιζομένης οὐσίας ἀκερδὲς αὐτοῖς εἶναι δοκεῖ. διὰ τοῦτο μὲν οὖν καίτοι γε πολλαῖς ψάμμοις χρυσοῦ καὶ ὑάλου ψηγμάτων περιεχομένων οὐκ ἐπὶ πάσας οἱ περὶ ταῦτα δεινοὶ παραγίνονται. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ χαλκὸν ἢ ἄργυρον ἢ σίδηρον ἢ κασσίτερον ἢ μόλυβδον ἐκ πάσης γῆς ἐκλέγουσιν. οὐ μὴν οὐδ’ ὅταν χωρίσωσιν ἑκάστην τῶν εἰρημένων ἀπὸ τῆς ἀναμεμιγμένης γῆς, ἡ καταλειπομένη παραπλησία ταῖς ἄλλαις γαῖς ἐστιν, ἃς συνήθως ἔφην ὀνομάζεσθαι πᾶσιν Ἕλλησιν, ἐχούσαις
186
γνώρισμα κοινὸν τὸ τέγγεσθαί τε καὶ διαλύεσθαι ῥᾳδίως εἰς πηλόν. τῆς γὰρ ἐν τοῖς μετάλλοις γῆς ὑπόλειμμα λιθῶδες γίγνεται, ἄτηκτόν τε καὶ ἄτεγκτον. λέγω δὲ τέγγεσθαι μὲν τὸ δι’ ὅλης τῆς οὐσίας ὑγραίνεσθαι, βρέχεσθαι δὲ τὸ κατὰ τὴν ἔξωθεν ἐπιφάνειαν μόνην, οὐ διικνουμένης εἰς τὸ βάθος αὐτῆς τῆς ὑγρότητος. οὕτως οὖν καὶ ἡ μεταλλευομένη Καδμεία γεννᾶται, λιθώδης οὖσα καὶ ἄτεγκτος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων σωμάτων ἐφεξῆς εἰρήσεται· νυνὶ δ’ ἐπανήξω πάλιν ἐπὶ τὴν φαρμακώδη γῆν, ἥτις, ὅτι μὲν εἰς πηλὸν λύεται ῥᾳδίως ἐν ὕδατι τεγγομένη, διὰ τοῦτ’ ὀνομάζεται γῆ, διότι δὲ χρῄζομεν αὐτῆς ὥσπερ καὶ ἄλλων φαρμάκων, διὰ τοῦτο φαρμακῖτις εἰκότως ἂν λέγοιτο. καίτοι τήν γ’ ἀμπελῖτιν ὀνομαζομένην γῆν ἔνιοι φαρμακῖτιν ὀνομάζουσιν μόνην, ἤτοι γ’ ὡς μόνην τοιαύτην οὖσαν ἢ ὡς ἐνεργεστέραν τὴν φαρμακώδη δύναμιν ἔχουσαν, ὅπερ καὶ ἀληθές ἐστιν. ὀνομάζεται δ’ ἀμπελῖτις οὐχ ὅτι φυτεύειν ἀμπέλους ἐν ταύτῃ βέλτιον, ἀλλ’ ὅτι περιχριομένη ταῖς ἀμπέλοις φθείρει τοὺς γεννωμένους ἐπ’ αὐτῶν σκώληκας, οὓς σκνῖπας ὀνομάζουσιν οἱ παρ’ ἡμῖν ἀμπελουργοί. γεννῶνται δὲ οὗτοι τοῦ
187
ἦρος εἰσβάλλοντος, ἡνίκα βλαστάνουσιν οἱ ἄμπελοι καὶ τό γ’ ἐνοιδισκόμενον αὐτῶν μέρος, ὅθεν ὁ βλαστὸς φύεται, ὃ καλοῦσιν ὀφθαλμόν. τούτους οὖν τοὺς ὀφθαλμοὺς διεσθίοντες οἱ σκνῖπες οὐ μικρὰ βλάπτουσιν τὰς ἀμπέλους, διὸ καὶ τὰς ῥίζας τῶν ὀφθαλμῶν τούτων περιχρίουσιν οἱ περὶ ταῦτα δεινοί. κατὰ τοῦτο μὲν οὖν ἀμπελῖτίς τε καὶ φαρμακῖτις ἡ τοιαύτη γῆ προσαγορεύεται, δηλοῦσα κᾀκ τοῦ φθείρειν τοὺς σκνῖπας ὅσον αὐτῇ μέτεστι δυνάμεως φαρμακώδους. ἀφέστηκεν δὲ πολὺ καὶ τῶν ἄλλων εἰδῶν τῆς γῆς, οἷς χρώμεθα πρὸς τὰς ἰάσεις, ἐγγὺς ἤδη τῆς λιθώδους ἥκουσα. διὸ καὶ μιγνυμένην αὐτὴν ἐν ταῖς τῶν φαρμάκων γραφαῖς εὑρήσεις, ἔνθα ξηρᾶναί τι καὶ διαφορῆσαι προσήκει. τὸ γὰρ ἄδηκτον καὶ μέτριον καὶ παρηγορικὸν οὐκ ἔχει καθάπερ ἡ Χία τε καὶ Σαμία καὶ Σελινουσία. καὶ περὶ τῆς Κιμωλίας δὲ προείρηται βραχὺ τούτων οὔσης ἰσχυροτέρας, ἀδήκτου δ’ ἔτι καὶ αὐτῆς, καὶ μάλιστα εἰ πλυθείη. καὶ ἡ Κρητικὴ δὲ γῆ παραπλησία πώς ἐστι ταύταις, ἀλλ’ ἱκανῶς ἀσθενὴς ὑπάρχει, πολὺ τὸ ἀερῶδες ἔχουσα, τὸ μέντοι ῥυπτικὸν
188
ἔχει, διὸ καὶ οἱ ἄνθρωποι λαμπρύνουσιν αὐτῇ τὰ ῥυπαρὰ τῶν ἀργυρωμάτων, ὥστ’ ἔχοις ἂν καὶ ταύτην ἐς ὅπερ καὶ τὰς ἄλλας τὰς ἀδήκτως ῥυπτούσας προειρήκαμεν ἐπιτηδείους εἶναι. τούτων δ’ ἁπασῶν ἡ Λημνία δύναμιν ἰσχυροτέραν ἔχει, πρόσεστι γὰρ αὐτῇ τι καὶ στύψεως, ἡ δ’ Ἐρετριὰς ἔτι καὶ ταύτης ἰσχυροτέραν, οὐ μὴν ὥστ’ ἤδη δάκνειν. ἐὰν δὲ καὶ πλυθῇ, πάνυ μετρία γίνεται παραπλησίως ταῖς προειρημέναις. ἐγχωρεῖ δὲ τὴν γῆν ταύτην οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς ἢ τρὶς πλυθῆναι, καθάπερ καὶ τὴν Κιμωλίαν. καὶ μέντοι καὶ καίουσιν αὐτὴν ἔνιοι ποιοῦντες δηλονότι λεπτομερεστέραν τε καὶ δριμυτέραν, ὥστ’ εἰς τὴν διαφορητικὴν μεταπίπτειν δύναμιν. εἰ δὲ πλυθείη καυθεῖσα, τὸ μὲν δριμὺ καταλιποῦσα τῷ ὕδατι, τὸ δ’ ἐκ τῆς ὀπτήσεως λεπτομερὲς ἔχουσα, ξηραντικωτέρα γίνεται. διὸ τῆς ἀκαύστου τῷ κοινῷ λόγῳ γῆς ἁπάσης ἐπὶ τῶν ἑλκῶν οὔσης χρησίμης, ἔτι μᾶλλον ἡ μετὰ τὸ καυθῆναι πλυθεῖσα, καὶ πρὸς τὰ δυσσάρκωτά τε καὶ δυσεπούλωτα χρήσιμός ἐστιν. ὄντων δ’ αὐτῆς δυοῖν εἰδῶν ἡ 
189
τεφρώδης κατὰ τὴν χρόαν ἀμείνων ἐστὶ τῆς πάνυ λευκῆς. ἔστι δὲ καὶ ἄλλη γῆ πνιγῖτις ὀνομαζομένη, κατὰ μὲν τὴν ὅλην δύναμιν ἐοικυῖα τῇ Κιμωλίᾳ, κατὰ δὲ τὴν χρόαν ἀφεστηκυῖα. μέλαινα γάρ ἐστιν ὁμοίως τῇ ἀμπελίτιδι, τὸ δὲ γλίσχρον καὶ κολλῶδες οὐχ ἧττον ἔχει Σαμίας γῆς, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον. ἐδόθη δ’ ἡμῖν ἐν τῷ μεγάλῳ τούτῳ λοιμῷ, καὶ ἄλλη τις ἐξ Ἀρμενίας τῆς ὁμόρου Καππαδοκίας γῆ ξηραντικωτέρα, τὴν χρόαν ὠχρά· λίθον δ’ αὐτὴν ὠνόμαζεν, οὐ γῆν, ὁ δοὺς, καὶ ἔστιν εὐλειοτάτη, καθάπερ καὶ ἡ τίτανος. ὀνομάζω δ’ οὕτω δηλονότι τὴν κεκαυμένην πέτραν. ἀλλὰ καὶ ὥσπερ ἐκείνης οὐδὲν ἐμφέρεται ψαμμῶδες, οὕτως οὐδὲ τῆς Ἀρμενίας. μετὰ γὰρ τὸ θραυσθῆναι τῷ δοίδυκι κατὰ τὴν θυίαν, οὕτως ἐστὶ λεία καὶ ἄλιθος ὥσπερ ἡ τίτανος καὶ ὁ Σάμιος ἀστὴρ, οὐ μὴν ὁμοίως γε κούφη τῷ ἀστέρι. διὸ καὶ πεπύκνωται μᾶλλον αὐτοῦ καὶ ἧττον ἀερώδης ἐστὶν, καὶ διὰ τοῦτο φαντασίαν ἀποφαίνει τοῖς ἀμελέστερον ὁρῶσι λίθος εἶναι. διαφέρει δ’ οὐδὲν ὡς πρὸς τὰ παρόντα λίθον ἢ γῆν
190
αὐτὴν ὀνομάζειν, εἰδότας ἄκρως ξηραίνουσαν. ἐπί τε γὰρ δυσεντεριῶν καὶ τῶν κατὰ γαστέρα ῥευμάτων, αἵματός τε πτύσεως καὶ κατάῤῥου καὶ προσέτι τῶν κατὰ τὸ στόμα σηπεδονωδῶν ἑλκῶν ἁρμόττει μάλιστα. καὶ μέντοι καὶ τοὺς ἀπὸ κεφαλῆς εἰς θώρακα ῥευματιζομένους ὀνίνησι μεγάλως, ὥστε καὶ τοὺς διὰ τὴν τοιαύτην αἰτίαν συνεχῶς δυσπνοοῦντας ἰσχυρῶς ὠφελεῖ. καὶ μέντοι καὶ ὅσοι φθόῃ κάμνουσιν, καὶ τούτους ὀνίνησιν. ξηραίνει γὰρ αὐτῶν τὸ ἕλκος, ὡς μηδὲ βήττειν ἔτι, πλὴν εἰ κατὰ τὴν δίαιταν ἁμαρτάνοιεν ἀξιολόγως ἢ τὸ περιέχον ἐξαιφνίδιον εἰς δυσκρασίαν μεταπέσοι. καί μοι δοκεῖ, καθάπερ ἐπὶ τῶν συρίγγων ἐθεασάμεθα πολλάκις, οὐ μόνον ἐν ἄλλοις μορίοις, ἀλλὰ καὶ κατὰ τὴν ἕδραν ἄνευ τοῦ κολλύριον καθεῖναι τὸν ῥύπον ἢ τὸν τύλον ἐξαιροῦν τῆς σύριγγος, αὐτῷ μόνῳ τῷ ξηραίνοντι φαρμάκῳ προστελλομένας τε καὶ κλειομένας αὐτὰς, οὕτω κᾀπὶ τοῦ κατὰ τὸν πνεύμονα συμβαίνειν ἕλκους. φαίνεται γὰρ καὶ τοῦτο διὰ τῶν ξηραινόντων φαρμάκων ὁμοίως ὀνινάμενον, ὅταν τε μέτριον ᾖ καὶ μὴ μέγα λίαν, ὥστ’ ἔδοξαν ἔνιοι τῶν ἐχόντων
191
αὐτὰ τελείως ἀπηλλάχθαι, καὶ τῶν γ’ εἰς τὴν Λιβύην ἀπὸ Ῥώμης διὰ τοιαύτην αἰτίαν πορευθέντων ἔνιοι τελείως ἐπείσθησαν ὑγιεῖς εἶναι, καὶ μέχρι γέ τινων ἐτῶν ἀμέμπτως διήγαγον, εἶθ’ ὕστερόν ποτε πάλιν ἀφυλακτότερον αὐτοῖς διαιτηθεῖσιν ὑποστροφὴ τοῦ νοσήματος ἐγένετο. τούτους οὖν, ὡς ἔφην, ἡ ἐκ τῆς Ἀρμενίας βῶλος ἐναργῶς ὠφέλησε καίτοι γ’ ἐν Ῥώμῃ διατρίβοντας, ἔτι τε μᾶλλον τοὺς δυσπνοοῦντας συνεχῶς. ἐν δὲ τῷ μεγάλῳ τούτῳ λοιμῷ παραπλησίῳ τὴν ἰδέαν ὄντι τῷ κατὰ Θουκυδίδην γενομένῳ πάντες οἱ πιόντες τούτου τοῦ φαρμάκου διὰ ταχέων ἐθεραπεύθησαν, ὅσους δ’ οὐδὲν ὤνησεν ἀπέθανον πάντες, οὐδ’ ὑπ’ ἄλλου τινὸς ὠφελήθησαν, ᾧ καὶ δῆλον ὅτι μόνους τοὺς ἀνιάτως ἔχοντας οὐκ ὠφέλησε. πίνεται δὲ μετ’ οἴνου λεπτοῦ τὴν σύστασιν, κεραμένου μετρίως μὲν, εἰ ἀπύρετος εἴη παντάπασιν ὁ ἄνθρωπος ἢ βραχὺ πυρεταίνοι, πάνυ δ’ ὑδαροῦς, εἰ πυρέττοι μειζόνως. οὐ μὴν οὐδὲ σφοδροὶ κατὰ τὴν θερμασίαν εἰσὶν οἱ λοιμώδεις πυρετοί. περὶ δὲ τῶν ξηρανθῆναι δεομένων ἑλκῶν τί δεῖ καὶ λέγειν ὁπηλίκην ἔχει δύναμιν ἡ
192
Ἀρμενικὴ βῶλος αὕτη; καλεῖν δ’ ἔξεστί σοι, καθάπερ ἔφην, καὶ λίθον αὐτὴν, ὡς ὁ δοὺς ὠνόμαζεν, καὶ γῆν, ὡς ἂν ἐγὼ φαίην, ἐπειδὴ καὶ τέγγεται τοῖς ὑγροῖς.

Περὶ λίθων. [α΄. Περὶ ἐνεργουσῶν ποιοτήτων τῶν λίθων.] Τῶν αὐτοφυῶν σωμάτων εἰσὶ καὶ αἱ λίθοι, διαφέρουσαι τῆς συνήθως ὀνομαζομένης γῆς τῷ μὴ τέγγεσθαι. δυνάμεις δ’ ἔχουσι τὰς μὲν κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας, τὰς δὲ κατὰ τὰς δραστικὰς ποιότητας. ὅπως δ’ ἀλλήλων διαφέρει ταῦτα πρόσθεν εἴρηται. νῦν οὖν ὁ λόγος ἡμῖν ἔστω περὶ τῶν κατὰ τὰς δραστικὰς ποιότητας ἐνεργουσῶν, ἐν αἷς ἐστι καὶ ἡ τῆς χρήσεως αὐτῆς μέθοδος. ἐδείκνυντο γὰρ αἱ κατὰ τὴν ἰδιότητα τῆς ὅλης. οὐσίας δυνάμεις ἀμέθοδοί τ’ εἶναι καὶ ἄλογοι καὶ δι’ ἐμπειρίας μόνης γινωσκόμεναι. διὰ τί γὰρ ἥδε ἡ λίθος ἁψαμένη τραύματος αἱμοῤῥαγοῦντος ἐπέχει τὴν φορὰν οὐκ ἴσμεν· διὰ τὶ μέντοι τὸν αἱματίτην καλούμενον λίθον ἐμβάλλουσιν ὀφθαλμικαῖς δυνάμεσιν ἴσμεν, ἔστι γὰρ εὕρημα λόγου τὸ τοιοῦτον. ἐὰν

193
γοῦν ἐπ’ ἀκόνης ὀφθαλμικῆς ἀποτρίψας μεθ’ ὕδατος αὐτὸν εἰς πάχος μέλιτος ἐθελήσῃς γεύσασθαι, στυφούσης αἰσθήσῃ δυνάμεως. ἔμαθες δ’ ὅτι τὰς αὐξανομένας ἔτι φλεγμονὰς, καὶ μάλιστα ἐν νευρώδεσι μορίοις, ἀποκρούεσθαι δεῖ τοῖς στύφουσι φαρμάκοις. ὅταν δὲ μηκέτ’ ἐπιῤῥέῃ τὸ αἷμα τῷ μέρει, προσμιγνύναι τοῖς στύφουσιν τὰ διαφοροῦντα, καὶ κατὰ βραχύ γε μεταβαίνειν ἐπ’ αὐτὰ μόνα. περὶ μὲν οὖν τῶν τοιούτων δυνάμεων ἐν ταῖς λίθοις ἐροῦμεν, ἀναμνήσαντες πρότερον ὧν ἐπὶ πλεῖστον διήλθομεν ἐν τοῖς πρὸς τοὺς ἐπιτιμῶντας τοῖς σολοικίζουσιν τῇ φωνῇ. τούτων γὰρ ἔνιοι λίθον ἀῤῥενικῶς οὐκ ἐπιτρέπουσι λέγειν, ἀλλ’ ἐὰν εἴπῃς, ἔμβαλλον τὸν λίθον ἐπὶ τὸν κύνα, κεκράγασιν ὡς αὐτοὶ πεπληγμένοι λίθῳ τὴν κεφαλήν· ὥσπερ γε καὶ ἂν τὸν δρῦν εἴπῃ τις, ὡς ξύλῳ πεπληγότος ἐκβοῶσιν. ἐὰν οὖν ἐκείνοις τις πειθόμενος τὰ συνήθη τοῖς ἰατροῖς ὀνόματα μεταῤῥυθμίζῃ, τὴν λίθον λέγων τὴν αἱματῖτιν καὶ τὴν πυρῖτιν καὶ τὴν γαλακτῖτιν καὶ τὴν σχιστὴν, ὡς περίεργός τε καὶ παράσημος καταγνωσθήσεται, 
194
πάντων ἐξ ἔθους ἤδη παλαιῶν λεγόντων ἀῤῥενικῶς τὰς διαφορὰς αὐτῶν, αἱματίτην, πυρίτην, γαλακτῖτην, μελιτίτην, γαγάτην, σχιστὸν, Φρύγιον, Ἀράβιον, Μεμφίτην. ἔμπαλιν δὲ τὴν πέτραν λέγουσιν θηλυκῶς, οὐ τὸν πέτρον ἀῤῥενικῶς. Ἀσίαν οὖν πέτραν ὀνομάζουσιν, οὐκ Ἄσιον πέτρον, τὸν λίθον Ἄσιον. οὕτως δὲ καὶ Ἀσίας πέτρας ἄνθος, ἐκ πέτρας δὲ κεκαυμένης φασὶ γίνεσθαι τὴν τίτανον. ὅ γε μὴν Ταραντῖνος Ἡρακλείδης καὶ ἄλλοι τινὲς οὐκ ἐκ πάσης λίθου φασὶ γίγνεσθαι τὴν τίτανον, ἀλλ’ ἐκ μόνης γε τῆς πέτρας, ὀνομάζοντες οὕτως κατ’ ἐξοχὴν τῶν λίθων μίαν τὴν σκληροτάτην. ἐγὼ γοῦν ἐξεπίτηδες εἴωθα, μεταβάλλων τὰ ὀνόματα, λέγειν ἑκατέρως ἅπαντα τὰ τοιαῦτα, περὶ ὧν ἀχρήστως ἐρίζουσιν ἔνιοι, δεικνὺς ἔργῳ μηδὲν βλαπτομένην τὴν σαφήνειαν τῆς ἑρμηνείας, ὁποτέρως ἄν τις εἴπῃ. θαυμαστὸν δ’ οὐδὲν τοὺς ἀγνοοῦντας ὅτι τῆς κατὰ φύσιν ἑρμηνείας ἤτοι μίαν μόνην ἀρετὴν θετέον εἶναι τὴν σαφήνειαν, ἢ πρώτην γε τῶν ἄλλων ἁπασῶν καὶ ἀρίστην, εἰς τοσούτους λήρους
195
ἐκτρέπεσθαι. περὶ πρώτων οὖν ἐρῶ λίθων ὅσοι παρατριβόμενοι θυίαις ἢ ἀκόναις εἰς χυλὸν ἀναλύονται.

[β΄. Περὶ αἱματίτου, γαλακτίτου καὶ μελιτίτου.] εἷς δέ τίς ἐστι τῶν τοιούτων καὶ ὁ καλούμενος αἱματίτης, ἀπὸ τῆς κατὰ τὴν χρόαν ὁμοιότητος οὕτως ὠνομασμένος, ὥσπερ γε καὶ ὁ γαλακτίτης, ἐπειδὴ κᾀκεῖνος εἰς χυλὸν λυθεὶς ὅμοιος φαίνεται γάλακτι. παραπλήσιον δ’ αὐτῷ κατὰ τὴν χρόαν τὸν χυλὸν ἐργαζόμενος ὁ μελιτίτης, ἀπὸ τῆς κατὰ τὴν γεῦσιν ὁμοιότητος οὕτως ὠνόμασται. δέδεικται δ’ ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ὁ μὲν γλυκὺς ἅπας χυλὸς ὑπὸ συμμέτρου θερμασίας τοιοῦτος γινόμενος, ὁ δὲ στύφων ὑπὸ ψύξεως. ἕξει τοιγαροῦν ὁ μὲν αἱματίτης λίθος τοσοῦτον τῆς ψύξεως, ὅσον καὶ τῆς στύψεως, ὁ δὲ μελιτίτης σύμμετρον θερμότητα, μέσην δ’ ἀμφοῖν κρᾶσιν ὁ γαλακτίτης. εἰκότως οὖν ἐτόλμησαν οἱ ἰατροὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν μιγνύναι τὸν αἱματίτην λίθον. καὶ μόνῳ δ’ ἂν αὐτῷ χρήσαιο τραχέων γεγονότων βλεφάρων, εἰ μὲν ἅμα φλεγμονὴ τοιαῦτ’ εἴη γεγονότα, δι’ ὠοῦ τὴν ἄνεσιν ποιούμενος, ἢ μᾶλλον

196
ἔτι διὰ τήλεως ἀφεψήματος· εἰ δὲ χωρὶς φλεγμονῆς, δι’ ὕδατος. ἄρχου δ’ ἀεὶ μὲν ἀπὸ μετρίως ὑγροῦ διὰ τῆς μήλης ἐγχέων, ὅταν δ’ ὅτι φέρει τὴν δύναμιν αὐτοῦ θεάσῃ, παχύτερον ἀεὶ καὶ μᾶλλον ἐργάζου. καὶ τελευτῶν οὕτω παχὺ ποιήσεις ὡς διὰ μήλης πυρῆνος ὑπαλείφεν καθ’ ὑποβολὴν ἢ ἐκτροπὴν τοῦ βλεφάρου. ὁ δ’ αὐτὸς οὗτος λίθος ὁμοίως ἐπ’ ἀκόνης ἀποτριβόμενος αἵματος πτύσεσιν ἁρμόττει καὶ πᾶσιν ἕλκεσιν. ξηρὸς δὲ λειωθεὶς ὡς χνοώδης γενέσθαι καταστέλλει τὰ ὑπερσαρκοῦντα. χρῆται μὲν οὖν οὐδεὶς αὐτῷ μόνῳ καθ’ αὑτόν. ἐγὼ δ’ ἐφ’ ὧν εἶπον ἐχρησάμην, ἐκ τῆς κατὰ τὴν γεῦσιν ποιότητος εὑρὼν τὴν δύναμιν, εἶτα τῇ πείρᾳ βασανίσαι βουληθεὶς εἰ καλῶς ἐτεκμηράμην. καὶ αὐτὰ δὲ τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη συνουλοῖ μόνος αὐτὸς, ἀποτριβόμενος μὲν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, ἤτοι δ’ ἐγχυματιζόμενος ἢ ὑπαλειφόμενος. ἐβασάνισα γὰρ καὶ τοῦτο τῇ πείρᾳ.

[γ΄. Περὶ σχιστοῦ καὶ ἄλλων πολλῶν λίθων.] Τούτῳ δὲ τῷ λίθῳ παραπλησίαν μὲν, ἀσθενεστέραν δὲ τὴν δύναμιν

197
ὁ σχιστὸς καλούμενος ἔχει, καὶ μετ’ αὐτὸν ὁ γαλακτίτης. ὁ δὲ μελιτίτης, ὡς ἔφην, ἤδη τι καὶ θερμότητος προσείληφεν. ἕκαστος οὖν αὐτῶν ὁ ἀποχωρῶν κατὰ βραχὺ τῆς τοῦ αἱματίτου δυνάμεως ἐπὶ μὲν τῶν ὀφθαλμῶν ὁμοίως εἰς χρῆσιν ἄγεται, πρᾳότερος δέ ἐστιν· ἀεὶ δὲ τὰ πρᾳότερα φάρμακα τοῖς μὲν ἔτι φλεγμαίνουσι μορίοις ἐστὶ προσηνέστερα, τοῖς δ’ ἀποφλεγμήνασιν μορίοις ἀσθενέστερα πρὸς τὸ τέλος ἐξυγιάσαι. κοινοῦ δὲ τοῦ ξηραίνειν ἅπασι τοῖς λίθοις ὑπάρχοντος, ὅσοι μὲν αὐτῶν ἢ εἰς χυλὸν λυθέντες ἢ ἄλλως λειωθέντες οὐδεμίαν ἐν ἀρχῇ κατὰ τὴν γεῦσιν ἔχουσι ποιότητα, τούτους μὲν ἡγητέον ἀσθενεστάτους τ’ εἶναι καὶ προσηνεστάτους καὶ ἀδηκτοτάτους. ὅσοι δὲ φαίνονταί τινα σαφῆ ποιότητα κατὰ γεῦσιν ἐνδεικνύμενοι, τῆς ποιότητος ἀνάλογον ἔχουσι τὴν ἰσχύν· εἰ μὲν στύφοιεν, εἰς τὸ καταστεῖλαι καὶ σφίγξαι καὶ πιλῆσαι καὶ συναγαγεῖν, εἰ δὲ δάκνοιεν, εἰς τὸ θερμῆναί τε καὶ διαφορῆσαι καὶ τῆξαι, μέσοι δ’ αὐτῶν εἰσὶν οἱ ῥύπτοντες μόνον ἄνευ τοῦ στύφειν ἢ δάκνειν. ὁ μὲν οὖν αἱματίτης καὶ ὁ σχιστὸς, ὅ τε γαλακτίτης καὶ ὁ μελιτίτης
198
εἰς χυλὸν ἀναλύονται, παρατριβόμενοι, καθάπερ εἶπον, ἀκόναις τε καὶ θυίαις, ὄντων καὶ ἄλλων εἰς χυλὸν λυομένων λίθων, ὥσπερ οὗτος ὁ κατ’ Αἴγυπτον γεννώμενος, ᾧ χρῶνται στιλπνοῦντες τὰς ὀθόνας. ἔστι δ’ ἀποιότερος τῶν εἰρημένων, οὔτε στύψιν οὔτε ῥύψιν οὔτε δῆξιν ἐμφαίνων. ὅθεν αὐτὸ δὴ τοῦτο μόνον ὑπάρχει τῷ λίθῳ τούτῳ τὸ ξηραίνειν, καὶ διὰ τοῦτο κηρωτῇ μιγνύντες αὐτὸν εἰς ἐπούλωσιν ἑλκῶν ἐπὶ τῶν μαλακῶν σωμάτων χρῶνται. μίγνυνται δὲ καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν ὁμοίως τοῖς προειρημένοις. ὅσῳ δ’ ἐστὶ μαλακτικώτερος αὐτῶν διὰ τὸ μηδεμίαν ἔχειν δραστικὴν ποιότητα, τοσούτῳ μετριώτερός τε καὶ ἀναισθητότερος ὑπάρχει. τοῦτον τὸν λίθον ἔνιοι μὲν μόροξον, ἔνιοι δὲ γραφίδα καλοῦσιν.

[δ΄. Περὶ τοῦ Διοσκουρίδου θυΐτου.] Ἁπάντων δὲ τῶν εἰρημένων λίθων ἰσχυροτέραν ἔχει δύναμιν ὁ ἐκ τῆς Αἰθιοπίας κομιζόμενος, ὑπόχλωρός πως, ὡς ἴασπις ὀνομαζόμενος. ἀνιέμενος οὗτος ὁ λίθος εἰς χυλὸν γαλακτώδη κατὰ τὴν χρόαν δακνώδη τοῖς γενομένοις, καὶ διὰ τοῦτ’ αὐτὴν οὐδεὶς ἔμιξεν 

199
ὀφθαλμικαῖς δυνάμεσιν, οὔτ’ ἀποκρουστικαῖς ῥευμάτων οὔθ’ ἑλκῶν ἰατικαῖς, ἀλλὰ μόνον εἰς τὸ καθῆραί τε καὶ ῥύψαι τὰ χωρὶς φλεγμονῆς ἐπισκοτοῦντα ταῖς κόραις, ἐξ ὧν εἰσι καὶ αἱ πρόσφατοι τῶν οὐλῶν, ἃς λεπτύνειν πέφυκεν. ἀποῤῥύπτει δὲ καὶ τὰ μὴ πάνυ σκληρὰ τῶν πτερυγίων.