De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[α΄. Περὶ τερμίνθου.] Τερμίνθου καὶ ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἔχουσί τι στυπτικόν. ἀλλὰ καὶ θερμαίνουσι κατὰ τὴν δευτέραν τάξιν, ὥστ’ ἤδη δῆλον ὡς καὶ ξηραίνουσι πρόσφατοι μὲν ὑπάρχοντες ἔτι καὶ ὑγροὶ μετρίως, ξηρανθέντες δὲ κατὰ τὴν δευτέραν τάξιν. ὁ 

138
δὲ καρπὸς ὁ ξηρὸς ἐγγὺς καὶ τῆς τρίτης ἐστὶ τάξεως τῶν ξηραινόντων. ἔστι γὰρ οὕτω θερμὸς ὡς καὶ τοῖς μασωμένοις εὐθὺς εὔδηλον γίνεσθαι τὴν θερμότητα. ταῦτ’ ἄρα καὶ οὐρητικά ἐστι καὶ σπλῆνας ὀνίνησι.

[β΄. Περὶ τεύτλου.] Τεῦτλον νιτρώδους τινὸς μετείληφε δυνάμεως, ᾗ καὶ ῥύπτει καὶ διαφορεῖ καὶ διὰ ῥινῶν καθαίρει. ἑψηθὲν δὲ τὸ μὲν νιτρῶδές τε καὶ δριμὺ πᾶν ἀποτίθεται, γίγνεται δ’ ἀφλεγμάντου δυνάμεως καὶ ἀτρέμα διαφορητικῆς. ἰσχυρότερον δ’ εἴς τε τὸ ῥύπτειν καὶ διαφορεῖν ἐστι τὸ λευκὸν τεῦτλον, ὡς τό γε μέλαν ἔχει τι καὶ στύψεως καὶ μᾶλλον κατὰ τὴν ῥίζαν ἤπερ τὰ ἄλλα μόρια.

[γ΄. Περὶ τευκρίου.] Τεύκριον τμητικῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως, ὅθεν καὶ σπλῆνας ἰᾶται. καὶ θείη ἄν τις αὐτὴν ἐν τρίτῃ μὲν τάξει τῶν ξηραινόντων, τῇ δευτέρᾳ δὲ τῶν θερμαινόντων.

[δ΄. Περὶ τέφρας.] Τέφρα. τῶν κεκαυμένων ξύλων τὸ λείψανον οὕτω προσαγορεύεται, σύνθετον ὑπάρχον ἐξ ἐναντίων οὐσιῶν τε καὶ ποιοτήτων. ἔχει γὰρ ἐν αὑτῷ

139
τὸ μέν τι γεῶδες, τὸ δ’ οἷον αἰθαλῶδες ἢ λιγνυῶδες ἢ ὅπως ἂν ἐθέλῃ τις καλεῖν. ταυτὶ μὲν οὖν τὰ μόρια λεπτομερῆ τ’ ἐστὶ καὶ βρεχομένης ὕδατι τῆς τέφρας καὶ διηθουμένης συναποφέρεται. ὅσον δ’ ὑπολείπεται γεῶδες, ἀσθενὲς καὶ ἄδηκτον γίγνεται ἐν τῇ κονίᾳ τὴν θερμὴν δύναμιν ἀποτιθέμενον. οὐχ ἅπασα δὲ τέφρα τὴν αὐτὴν ἀκριβῶς ἔχει κρᾶσιν, ἀλλὰ κατὰ τὴν τῆς καυθείσης ὕλης διαφορὰν ὑπαλλάττεται. Διοσκορίδης δὲ οὐκ οἶδ’ ὅπως στυπτικὴν αὐτὴν ἔχειν φησὶ τὴν δύναμιν. καίτοι γε ἡ συκίνη πάσης ἀπήλλακται τοιαύτης ποιότητος, ὅτι καὶ αὐτὸ τὸ δένδρον οὐχ ὥσπερ δρῦς καὶ πρῖνος καὶ κόμαρος καὶ φηγὸς καὶ σχῖνος καὶ κισσὸς, ὅσα τ’ ἄλλα τοιαῦτα, τὴν στρυφνὴν ἐπιφαίνει ποιότητα κατ’ οὐδὲν ἑαυτοῦ μέρος, ἀλλ’ ἔστιν ὀποῦ πλῆρες ὅλον ἰσχυροῦ καὶ θερμοῦ καὶ δριμέος. ἐκ μὲν δὴ τῶν στρυφνῶν ξύλων ἡ τέφρα στυπτικὸν οὐκ ὀλίγον ἔχει, καὶ ἔγωγέ ποτε δι’ αὐτῆς ἐπισχὼν αἱμοῤῥαγίας οἶδα, μηδενὸς ἑτέρου παρόντος φαρμάκου. τῇ συκίνῃ δ’ οὐκ ἄν τις εἰς τοῦτο χρήσαιτό ποτε, πολὺ γὰρ αὕτη γε τὸ δριμὺ καὶ τὸ καυστικὸν
140
ἔχει τῷ ῥυπτικῷ μεμιγμένον καὶ κατ’ ἄμφω διενήνοχε τῆς ἐκ τῶν δρυΐνων ξύλων, ὅτι τε τὸ αἰθαλῶδες ἐν αὐτῇ πολλῷ δριμύτερόν ἐστι καὶ ὅτι τὸ οἷον γεῶδες, ἐν ἐκείναις μὲν ὑποστῦφόν πώς ἐστιν, ἐν ταύτῃ δὲ ῥυπτικὸν, ὥσπερ ἐν τῇ τῶν τιθυμάλλων. ἔστι δὲ καὶ ἡ τίτανος εἶδός τι τέφρας, λεπτομερεστέρα μὲν οὖσα τῆς ἐκ τῶν ξύλων, παρ’ ὅσον ἀκριβέστερον οἱ λίθοι κατοπτᾶσθαι δέονται πρὸς τὸ γενέσθαι τέφραν, ὅμως μὴν ἔχουσα καὶ αὐτὴ τὸ οἷον ἐμπύρευμα πολύ. καὶ διὰ τοῦτο πλυθεῖσα ξηραντικὸν ἀδήκτως γίνεται φάρμακον, καὶ μᾶλλον, εἰ δὶς ἢ καὶ τρὶς πλυθείη. διαφορητικὴ δ’ ἱκανῶς γίνεται θαλάσσῃ πλυθεῖσα. λεχθήσεται δὲ ὑπὲρ αὐτῆς κᾀπειδὰν περὶ τῶν μεταλλευομένων ὁ λόγος ἡμῖν γίγνηται.

[ε΄. Περὶ τηλεφίου.] Τηλέφιον ξηραντικῆς ἐστι καὶ ῥυπτικῆς δυνάμεως, οὐ μὴν ἐπιφανῶς γε θερμῆς, ἀλλὰ κατὰ τοῦτ’ ἄν τις ἴσως αὐτὸ θείη τῆς πρώτης τάξεως. ξηραίνει μέντοι κατὰ τὴν δευτέραν ἐπιτεταμένην, ἢ τὰ πρῶτα τῆς

141
τρίτης. καὶ διὰ τοῦτο πρός τε τὰ σηπεδονώδη τῶν ἑλκῶν ἁρμόττει καὶ λεύκας καὶ ἀλφοὺς ἰᾶται σὺν ὄξει.

[στ΄. Περὶ τήλεως.] Τῆλις θερμὴ μέν ἐστιν ἐκ τῆς δευτέρας τάξεως, ξηρὰ δ’ ἐκ τῆς πρώτης, καὶ διὰ τοῦτο τὰς μὲν ζεούσας φλεγμονὰς παροξύνει, τὰς δ’ ἧττον θερμὰς καὶ ὅσαι σκιῤῥωδέστεραι διαφοροῦσα θεραπεύει.

[ζ΄. Περὶ τιθυμάλλων.] Τιθύμαλλοι πάντες ἐπικρατοῦσαν μὲν ἔχουσι τὴν δριμεῖαν καὶ θερμὴν δύναμιν. ὑπάρχει δ’ αὐτοῖς καὶ πικρότης. ἰσχυρότατος μὲν οὖν αὐτῆς ὁ ὀπὸς, ἐφεξῆς δὲ ὅ τε καρπὸς καὶ τὰ φύλλα. μετέχει δὲ καὶ ἡ ῥίζα τῶν εἰρημένων δυνάμεων, ἀλλ’ οὐκ ἐπίσης. αὐτὴ μὲν οὖν ἑψομένη σὺν ὄξει τὰ τῶν ὀδόντων ἀλγήματα καὶ μάλισθ’ ὅσα βεβρωμένοις αὐτοῖς γίνεται θεραπεύει. οἱ δὲ ὀποὶ σφοδροτέραν ἔχοντες δύναμιν εἰς μὲν τὸ τρῆμα τῶν ὀδόντων ἐντίθενται· τῶν δ’ ἄλλων τοῦ σώματος εἰ ἅψαιντο μορίων εὐθὺς ἐπικαίουσί τε καὶ ἕλκουσι, διόπερ ἔξωθεν αὐτοῖς περιπλάσσεται κηρός. εἰσὶ γὰρ ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων, ἣν δὴ τῶν καυστικῶν ἔφαμεν ὑπάρχειν. οὕτως

142
δὲ καὶ τὰς τρίχας ἀφαιρεῖ περιχριόμενος ὁ ὀπός. ἐπεὶ δὲ σφοδρότερός ἐστιν, ἐλαίῳ μίγνυται· καὶ εἰ πολλάκις τοῦτο γένοιτο, τελέως αἱ ῥίζαι τῶν τριχῶν ἀπόλλυνται καυθεῖσαι καὶ ψιλὸν αὐτῶν γίγνεται τὸ σῶμα. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ἀκροχορδόνας καὶ μυρμηκίας καὶ πτερύγια καὶ θύμους ἀφαιροῦσιν. ἀποῤῥύπτουσι δὲ καὶ λειχῆνας καὶ ψώρας, ὅτι καὶ τῆς ῥυπτικῆς αὐτοῖς μέτεστι δυνάμεως διὰ τὴν πικρότητα καὶ τὰ φαγεδαινικά τε τῶν ἑλκῶν καὶ τὰ ἀνθρακώδη καὶ τὰ γαγγραινώδη, διότι θερμαίνουσί τε σφοδρῶς καὶ ῥύπτουσιν, ὠφελεῖν πεφύκασιν, ἄν τις ἐν καιρῷ καὶ μέτρῳ χρώμενος αὐτοῖς τύχῃ. καὶ γὰρ οὖν καὶ συρίγγων τοὺς τύλους κατὰ τὴν αὐτὴν δύναμιν ἐξαίρουσιν. ἅπαντα δὲ ταῦτα κατὰ γένος μὲν ὁμοίως, ἀσθενέστερον δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἐργάζεσθαι πεφύκασιν. οἷς δὴ καὶ πρὸς τοὺς ἐν τοῖς στασίμοις ὕδασιν ἰχθύας εἰώθασι χρῆσθαι. τάχιστα γὰρ ὑπ’ αὐτῶν σκοτωθέντες τε καὶ ἡμίθνητοι γενόμενοι, πρὸς τὴν ἐπιφάνειαν ἀναφέρονται τοῦ ὕδατος. ἑπτὰ δὲ ὄντων αὐτῶν ἰσχυρότατος μὲν ὅ τε χαρακίας ὀνομαζόμενος, ὃν δὴ καὶ 
143
ἄῤῥενα προσαγορεύουσιν ἔνιοι καὶ ὁ θῆλυς ὁ μυρσινίτης καλούμενος καὶ ὁ ἐν ταῖς πέτραις ὁ δενδροειδής. ἐφεξῆς δὲ ὅ τε τῇ φλόμῳ προσεοικὼς καὶ ὁ κυπαρισσίας, εἶθ’ οὕτως ὁ παράλιος, εἶτα ὁ ἡλιοσκόπος. κατὰ ἀναλογίαν δὲ τῆς εἰρημένης αὐτῶν δυνάμεως ἡ τέφρα καὶ ἡ ἀπ’ αὐτῆς κονία.

[η΄. Περὶ τραγακάνθης.] Τραγάκανθα παραπλησίαν ἔχει τῷ κόμμι δύναμιν, ἐμπλαστικήν τέ τινα καὶ δριμύτητα ἀμβλυωτέραν. καὶ δὴ καὶ ξηραίνει παραπλησίως ἐκείνῳ.

[θ΄. Περὶ τραγίου.] Τραγίου καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον ἑλκτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως. ἔστι δὲ καὶ λεπτομερὲς καὶ θερμὸν τὴν δύναμιν ἐκ τῆς τρίτης ἤδη που τάξεως κατ’ ἀρχάς. σκόλοπάς τε συνάγει καὶ λίθους θρύπτει καὶ καταμήνια κινεῖ δραχμῆς ὁλκῇ πινόμενον. γεννᾶται δ’ ἐν Κρήτῃ μόνῃ τοῦτο τὸ τράγιον ἐοικὸς σχίνῳ. τὸ δ’ ἕτερον τράγιον τὸ τούτου μικρότερον, οὗ τὰ φύλλα τῷ σκολοπενδρίῳ προσέοικε, φαίνεται μὲν πολλαχόθι, στυπτικῆς δ’ οὐκ ὀλίγης μετέχον δυνάμεως, ὡς καὶ πρὸς τὰ ῥοώδη τῶν παθημάτων ἁρμόττειν.

144

[ι΄. Περὶ τραγοριγάνου.] Τραγορίγανος. ἐν τῷ περὶ ὀριγάνου λόγῳ πρόσθεν εἴρηται.