De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[κα΄. Περὶ μίλακος τραχείας.] Μῖλαξ ἡ τραχεῖα κληματώδης ἐστὶν, ὡς ἑλίττεσθαι περὶ τὰ δένδρα πολυειδῶς ἄνω καὶ κάτω. τὰ δὲ φύλλα καὶ γευσάμενα δριμύ τι ἔχει καὶ ἄλλως χρώμενα θερμαίνει.

[κβ΄. Περὶ μίλακος λείας.] Μῖλαξ ἡ λεία παραπλησία πώς ἐστι τῇ προειρημένῃ κατὰ τὴν δύναμιν.

[κγ΄. Περὶ μορέας.] Μορέας ὁ καρπὸς ὁ μὲν πέπειρος ὑπάγει γαστέρα, ὁ δ’ ἄωρος ξηρανθεὶς στεγνωτικὸν ἱκανῶς γίνεται φάρμακον, ὥστε καὶ πρὸς δυσεντερίας ἁρμόττει καὶ κοιλιακὰς διαθέσεις καὶ τὰς ἄλλας ὅσαι ῥοώδεις. κόπτεται

79
δὲ καὶ τοῖς ὄψοις μίγνυται, καθάπερ καὶ ὁ τῆς ῥοῦ καρπὸς, ἢ εἴ τις ἐθέλει δι’ ὕδατος ἢ οἴνου πίνεται. ὅτι δὲ ὁ τῶν πεπείρων χυλὸς εἰς τὰ στοματικὰ φάρμακα χρήσιμος ὑπάρχει διὰ τὴν συνοῦσαν αὐτῷ στύψιν, οὐδεὶς ἀγνοεῖ. καὶ πρὸς ἄλλα δὲ δηλονότι πολλὰ τῶν κατὰ μέρος, ὅσα μετρίας δεῖται στύψεως, ἁρμόττει. τὰ δ’ ἄωρα πρὸς τῇ στρυφνότητι καὶ ὀξύτητος μετέχει. καὶ τὸ σύμπαν δένδρον ἐν ἅπασι τοῖς αὐτοῦ μέρεσι μικτήν τινα δύναμιν ἔοικεν ἔχειν ἐξ ἐφεκτικῆς τε καὶ καθαρτικῆς συγκείμενον. ἐπικρατεῖ δὲ ἐν μὲν τῷ φλοιῷ τῆς ῥίζης ἡ καθαρτικὴ μετά τινος πικρότητος, ὥστε καὶ πλατεῖαν ἕλμινθα κτείνει· ἐν δὲ τοῖς ἄλλοις μορίοις ἡ ἐφεκτικὴ. κατὰ δὲ τὰ φύλλα καὶ τοὺς βλαστοὺς, μέση πως ἀμφοῖν ἐστιν ἡ κρᾶσις.

[κδ΄. Περὶ μυάγρου.] Μυάγρου τὸ σπέρμα λιπαρόν ἐστιν, ὥστ’ εἰ καὶ θλασθείη, μεθείη ἐλαιῶδές τι δυνάμεως ἐμπλαστικῆς ὑπάρχον.

[κε΄. Περὶ μυκήτων.] Μύκης ψυχρὸν καὶ ὑγρὸν ἱκανῶς φυτὸν, ὅθεν καὶ δηλητηρίου δυνάμεως ἐγγὺς ἥκει. καί

80
τινές γε ἐξ αὐτῶν καὶ ἀναιροῦσι, καὶ μάλισθ’ ὅσοι τὴν φύσιν ἐπίμικτον ἔχουσιν σηπεδονώδει τινὶ ποιότητι.

[κστ΄. Περὶ μύλης.] Μύλης ἡ ῥίζα μικρῷ βολβῷ παραπλήσιος ὑπάρχουσα συνακτικῆς ἐστι δυνάμεως, ὥστε καὶ μετὰ αἰρίνου ἀλεύρου προστιθεμένην αὐτὴν ἀνεστομωμένην μήτραν ἰᾶσθαί φησι Διοσκορίδης.

[κζ΄. Περὶ μυὸς ὠτός.] Μυὸς ὠτίς. ἔνιοι δὲ μυὸς ὦτα. ξηραίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, θερμότητα δ’ οὐδεμίαν ἐπιφανῆ κέκτηται.

[κη΄. Περὶ μυρίκης.] Μυρίκη ῥυπτικῆς καὶ τμητικῆς ἐστι δυνάμεως, ἄνευ τοῦ ξηραίνειν ἐπιφανῶς, ἔχει δέ τινα καὶ στύψιν. καὶ διὰ ταύτας τὰς ποιότητάς τε καὶ δυνάμεις σπλῆνα μὲν ἱκανῶς ὀνίνησιν ἐσκιῤῥωμένον σὺν ὄξει, ἢ οἴνῳ τῶν ῥιζῶν, ἢ τῶν ἀκρεμόνων, ἢ τῶν φύλλων ἀφεψομένων. ἰᾶται δὲ καὶ ὀδονταλγίας. ὁ καρπὸς δὲ καὶ ὁ φλοιὸς οὐ βραχεῖαν στύψιν προσειλήφασιν, ὥστε καὶ κηκίδος ὀμφακίτιδος ἐγγὺς ἥκειν, πλὴν ὅσῳ μὲν ἡ στρυφνότης ἐναργής ἐστιν ἐν τῇ κηκίδι, τῷ δὲ καρπῷ τῆς μυρίκης ἡ κρᾶσις

81
ἀνώμαλος. ἀναμέμικται γὰρ αὐτοῦ τῇ φύσει πολὺ τὸ ῥυπτικόν τε καὶ λεπτομερὲς, ὃ μὲν οὐχ ὑπάρχει τῇ κηκίδι. χρήσασθαι μέντοι τις αὐτῷ δύναται, μὴ παρούσης κηκίδος εἰς ὅσα περ ἐκείνῃ, κατὰ τὰ αὐτὰ καὶ τῷ φλοιῷ. καὶ ἡ τέφρα δὲ καυθείσης τῆς μυρίκης ξηραντικῆς ἱκανῶς γίνεται δυνάμεως, ἐχούσης πλεῖστον μὲν τὸ ῥυπτικόν τε καὶ τμητικὸν, ὀλίγον δὲ τὸ στυπτικόν.

[κθ΄. Περὶ μυριοφύλλου.] Μυριόφυλλον ξηραντικῆς ἐστιν εἰς τοσοῦτο δυνάμεως ὡς κολλᾷν τραύματα.

[λ΄. Περὶ μύῤῥιδος.] Μύῤῥις, ἔνιοι δὲ μύῤῥαν ὀνομάζουσιν, εὐώδη καὶ γλυκεῖαν ἔχει τὴν ῥίζαν, ἐπιμηνίων τε κινητικὴ, καὶ τῶν ἐκ θώρακος καὶ πνεύμονος ἀνακαθαρτικὴ, ὥστ’ εἴη ἂν ἐκ τῆς δευτέρας τῶν θερμαινόντων τάξεως, ἔχουσά τι καὶ λεπτομερές.

[λα΄. Περὶ μυῤῥίνης.] Μυῤῥίνη. ἐξ ἐναντίων καὶ τοῦτο τὸ φυτὸν οὐσιῶν σύγκειται. ἐπικρατεῖ δ’ ὅμως ἐν αὐτῷ γεῶδες ψυχρὸν, ἔχει δὲ καὶ λεπτομερὲς θερμὸν, ὅθεν ἰσχυρῶς ξηραίνει. ἔστι δὲ καὶ τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ καρπὸς

82
καὶ ὁ χυλὸς οὐ πολλῷ τινι διαφέροντα κατὰ τὴν στύψιν. ἡ μέντοι τῷ στελέχει τε καὶ τοῖς κλάδοις αὐτοῖς ἐπίφυσις ὀχθώδης, ἣν ἔνιοι μυρτάδα ὀνομάζουσιν, εἰς ὅσον δέ ἐστι ξηροτέρα τῶν εἰρημένων, εἰς τοσοῦτο καὶ ξηραίνει καὶ στύφει σφοδρότερον. ἀποτίθενται δ’ αὐτὴν ἔνιοι κόπτοντες, κᾄπειτ’ ἀναλαμβάνοντες οἴνῳ καὶ τροχίσκους ἀναπλάττοντες. ἔστι δὲ καὶ τὰ ξηρὰ φύλλα τῶν χλωρῶν ξηραντικώτερα, μέμικται γάρ τις ὑγρότης δηλονότι τοῖς χλωροῖς. ὁ δὲ χυλὸς οὐκ ἐκ τῶν φύλλων μόνον ἐκθλίβεται τῶν χλωρῶν, ἀλλὰ καὶ ἐκ τοῦ καρποῦ. στεγνωτικῆς δ’ ἐστὶν ἅπαντα ταῦτα δυνάμεως, ἔξωθέν τε τοῦ σώματος ἐπιτιθέμενα καὶ εἴσω λαμβανόμενα, διὰ τὸ μηδεμίαν ἀναμεμιγμένην ἔχειν ἤδη δηλητήριον ἢ καθαρτικὴν οὐσίαν.

[λβ΄. Περὶ μώλυος.] Μῶλυ. τινὲς τοῦτο πήγανον ἄγριον ὀνομάζουσιν, ἔνιοι δὲ ἅρμολαν, Σύροι δὲ βησασὰν, ὥσπερ δὴ καὶ οἱ Καππαδόκαι μῶλυ, διότι τῇ ῥίζῃ μέν ἐστι μέλαν, ἄνθος δ’ ἔχει γαλακτῶδες. ἡ δύναμις δ’ αὐτοῦ λεπτομερής τ’ ἐστὶ καὶ θερμὴ κατὰ τὴν τρίτην ἀπόστασιν, ὅθεν καὶ τέμνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ διαφορεῖ καὶ ἐπ’ οὔρησιν προτρέπει.

83

Προοίμιον. Ὅσον μὲν οὖν ὑπόλοιπον ἐστι τῆς κατὰ φυτὰ δυνάμεως ἐν τῷδε λεχθήσεται, οὐδὲ τοῦτο ἅπαν, ἀλλ’ αἱ τῶν δραστικῶν ποιοτήτων ἐνέργειαι μόναι. τὰ γὰρ ὅλης ἔργα τῆς οὐσίας τῶν φυτῶν ὕστερον αὐτὰ καθ’ αὑτὰ διέξιμεν. ἀναμνήσαντες οὖν πάλιν κατ’ αὐτὰ τοὺς ἀνεγνωκότας τὰ πρόσθεν, ὡς καθ’ ἑκάστην δύναμιν ἁπλῆν εἰς τάξεις τέτταρας ἐποιησάμεθα τὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον

84
διαίρεσιν, ὅτι τε σαφέσιν ὅροις ἑκάστης τάξεως τὸ πλάτος ἀφωρισάμεθα καὶ αὐτῆς τῶν δυνάμεων εὑρέσεως ἐδιδάξαμέν τινα μέθοδον, ἁπάντων τε τούτων ἀποδείξεις ἐποιησάμεθα καὶ σκοποὺς ἐθέμεθα καὶ κριτήρια καθ’ ἑκάστην δύναμιν ἴδιά τε καὶ κοινὰ, προσθήσομεν οὕτως ἤδη τὰ λείποντα, παρακαλέσαντες, εἴ τις οὐχ ὡμίλησε τοῖς ἔμπροσθεν, ἤτοι καὶ τούτων ἀφίστασθαι παντάπασιν, ἢ εἴπερ ἦν φιλόπονος ἐξ ἀρχῆς πρότερον ἀναλέξασθαι τὴν πραγματείαν. ἀσαφῆ τε γὰρ ἅμα καὶ ἀναπόδεικτα πάντ’ αὐτῷ φανεῖται τὰ λεχθησόμενα, πρὶν ἐν ἐκείνοις γυμνάσασθαι.

[α΄. Περὶ νάρδου στάχυος.] Νάρδου στάχυς θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν συμπληρουμένην. σύγκειται δὲ ἔκ τε στυφούσης αὐτάρκως οὐσίας καὶ δριμείας θερμῆς οὐ πολλῆς καί τινος ὑποπίκρου βραχείας. ἐκ τοιούτων δ’ ἡ ῥίζα συγκειμένη δυνάμεων καὶ πρὸς ἧπαρ καὶ πρὸς στόμαχον εὐλόγως ἁρμόζει. πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ οὖρα κινεῖ καὶ δήξεις ἰᾶται στομάχου καὶ τὰ κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα ῥεύματα ξηραίνει καὶ πρὸς τούτοις ἔτι τὰ

85
κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα. ἰσχυροτέρα δ’ ἐστὶν ἡ Ἰνδικὴ προσαγορευομένη, μελαντέρα τῆς Συριακῆς καλουμένης ὑπάρχουσα.

[β΄. Περὶ νάρδου Κελτικῆς.] Νάρδος Κελτικὴ παραπλησίας πώς ἐστι κατὰ γένος δυνάμεως ταῖς προειρημέναις, ἀσθενεστέρα δ’ εἰς ἅπαντα πλὴν εἰς οὖρα. θερμοτέρα μὲν γὰρ ἐκείνων ἐστὶν, ἧττον δὲ στύφει.

[γ΄. Περὶ πάρδου ὀρείας.] Νάρδος ὀρεία, ἥτις καὶ θυλακῖτις καὶ πυρῖτις ὀνομάζεται, γεννᾶται μὲν ἐν Κιλικίᾳ πλείστη, ἔστι δ’ ἀσθενεστέρα τῶν προειρημένων.

[δ΄. Περὶ νάρθηκος.] Νάρθηκος τὸ μὲν σπέρμα θερμαίνει καὶ λεπτύνει, τὸ δ’ ἐντὸς ἔτι χλωρὸν, τὸ λεγόμενον ἐντεριώνη, στυπτικῆς τινος μετέχει ποιότητος, δι’ ἣν αἱμοπτυϊκοῖς τε καὶ κοιλιακοῖς ἁρμόττει.

[ε΄. Περὶ νάπυος.] Νᾶπυ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην τάξιν.

[στ΄. Περὶ ναρκίσσου.] Ναρκίσσου ἡ ῥίζα ξηραντικῆς ἐστι δυνάμεως εἰς τοσοῦτον ὡς κολλᾷν τραύματα μέγιστα,

86
μέχρι καὶ τῶν περὶ τοὺς τένοντας διακοπῶν. ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ ἐπισπαστικόν.

[ζ΄. Περὶ νευράδος.] Νευρὰς, ἔνιοι δὲ ποτήριον ὀνομάζουσι, ξηραντικῆς ἀδήκτου δυνάμεώς ἐστιν, ὡς καὶ νεῦρα διακοπέντα πιστεύεσθαι κολλᾷν. αἱ ῥίζαι δ’ αὐτῆς μάλιστα τοιαῦται. καὶ μὲν δὴ καὶ τὸ ἀφέψημά τινες αὐτῶν διδόασι τοῖς τὰ νεῦρα πεπονθόσιν.

[η΄. Περὶ νηρίου.] Νήριον, ἢ ῥοδοδάφνη, γνώριμος ἅπασι θάμνος. ἔξωθεν μὲν τοῦ σώματος εἰ καταπλασθείη, διαφορητικῆς ἐστι δυνάμεως, εἴσω δὲ λαμβανομένη ὀλέθριός τε καὶ δηλητήριος οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς πλείστοις τῶν βοσκημάτων.