De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[α΄. Περὶ μάκερος.] Μάκερ φλοιός ἐστιν ἐκ τῆς Ἰνδικῆς κομιζόμενος, ἐν μὲν τῷ γεύεσθαι στρυφνὸς ἱκανῶς, μετά τινος βραχείας δριμύτητος ἀρωματιζούσης· ὀσμώμενος δὲ ἡδὺς ὁμοίως τοῖς πλείστοις ἀρώμασι τοῖς Ἰνδικοῖς. ἔοικεν οὖν καὶ αὐτὸς ἐκ μικτῆς οὐσίας συνεστάναι, τῆς πλείστης μὲν γεώδους ψυχρᾶς, ὀλίγης δέ τινος θερμῆς τε καὶ λεπτομεροῦς, ὅθεν ἰσχυρῶς ξηραίνει καὶ στύφει καὶ διὰ τοῦτο κοιλιακαῖς τε καὶ δυσεντερικαῖς μίγνυται δυνάμεσιν, ἐν μὲν τῇ τρίτῃ τάξει τῶν ξηραινόντων ὑπάρχων, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μηδέτερον ἐπιφανῶς ἐργαζόμενος.

[β΄. Περὶ μαλαβάθρου.] Μαλαβάθρου φύλλον νάρδου στάχυϊ παραπλήσιόν ἐστι τὴν δύναμιν.

[γ΄. Περὶ μαλάχης καὶ ἀλθαίας.] Μαλάχη ἡ μὲν ἀγρία διαφορητικῆς ἀτρέμα καὶ μαλακτικῆς ἐπὶ βραχὺ μετέχει δυνάμεως.

67
ἡ δὲ κηπευομένη καθ’ ὅσον ὑδατώδους ὑγρότητος μετείληφε, κατὰ τοσοῦτον καὶ ἀσθενεστέρα τὴν δύναμιν ὑπάρχει. ὁ δὲ καρπὸς αὐτῆς εἰς τοσοῦτον ἰσχυρότερός ἐστιν, εἰς ὅσον καὶ ξηρότερος. ἔστι δὲ καὶ ἡ δενδρομαλάχη καλουμένη τούτου τοῦ γένους, ἀλλὰ διαφορητικωτάτη τῶν εἰρημένων. ὀνομάζεται δὲ καὶ ἀλθαία.

[δ΄. Περὶ μανδραγόρας.] Μανδραγόρας ἐπικρατοῦσαν μὲν ἔχει τὴν ψυκτικὴν δύναμιν, ὡς τῆς τρίτης εἶναι τῶν ψυχόντων τάξεως. οὐ μὴν ἀλλὰ καὶ θερμότητός τινος μετέχει καὶ κατά γε τὰ μῆλα καὶ ὑγρότητος, ὅθεν καὶ κωματώδη τὴν δύναμίν ἐστι ταῦτα. τῆς ῥίζης δ’ ὁ φλοιὸς ἰσχυρότατος ὢν οὐ ψύχει μόνον, ἀλλὰ καὶ ξηραίνει, τὸ δ’ ἄλλο τὸ ἔνδον ἀσθενὲς ὑπάρχει.