De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ιζ΄. Περὶ λινοσπέρμου.] Λινόσπερμον ἐσθιόμενον φυσῶδές ἐστι, κᾂν φρυχθῇ, οὕτως ἄρα περιττωματικῆς ὑγρότητος ὑπάρχει μεστόν. ἔστι δὲ καὶ θερμὸν ἐν τῇ πρώτῃ που τάξει καὶ ὑγρότητός τε καὶ ξηρότητος ἐν τῷ μέσῳ που τέτακται.

63

[ιη΄. Περὶ λινοζώστιδος.] Λινοζώστιδι χρῶνται μὲν ἅπαντες εἰς τὰς τῆς γαστρὸς καθάρσεις μόνον. οὐ μὴν ἀλλ’ εἰ καὶ πειραθῆναί τις βούλοιτο καταπλάττων αὐτὴν, εὑρήσει διαφορητικῆς ἱκανῶς δυνάμεως.

[ιθ΄. Περὶ λογχίτιδος.] Λογχίτιδος τῆς μὲν τὸ σπέρμα τρίγωνον ἐχούσης ἐοικὸς λόγχῃ κατὰ τὸ σχῆμα, παραπλησία μάλιστά πως ἡ ῥίζα τῇ τοῦ δαύκου τετύχηκεν οὖσα, καὶ διὰ τοῦτο καὶ οὐρητικόν ἐστι φάρμακον. τῆς δὲ τῷ σκολοπενδρίῳ παραπλησίας τὰ φύλλα χλωρὰ μὲν εἰς κόλλησιν τραύματος ἐπιτήδεια, ξηρὰ δὲ μετ’ ὄξους πινόμενα σπλῆνας ἰᾶται σκιῤῥουμένους.

[κ΄. Περὶ λυκίου.] Λύκιον ἢ πυξάκανθον ἀκανθῶδες δένδρον, ἐξ οὗ καὶ τὸ καλούμενον γίγνεται λύκιον. τοῦτο δὴ τὸ ὑγρὸν φάρμακον, ᾧ πρὸς ὑπώπιά τε χρῶνται καὶ πρὸς τὰς ἐν ἕδρᾳ καὶ στόματι φλεγμονὰς καὶ ἑλκώσεις, ἕρπητάς τε καὶ σηπεδόνας καὶ τὰ κακοήθη τῶν ἑλκῶν καὶ ὦτα πυοῤῥοοῦντα καὶ παρατρίμματα καὶ παρωνυχίας. ἔστι γὰρ ξηραντικῆς δυνάμεως ἐξ ἑτερογενῶν οὐσιῶν συγκείμενον, τῆς μὲν

64
ἑτέρας λεπτομεροῦς τε καὶ διαφορητικῆς καὶ θερμῆς, τῆς δ’ ἑτέρας γεώδους ψυχρᾶς, ἐξ ἧς ἔχει τὴν στύψιν. ἀλλ’ αὐτὴ μὲν ἡ ποιότης ὀλίγη παντάπασιν ὑπάρχει τῷ φαρμάκῳ, τὸ διαφορεῖν δὲ καὶ ξηραίνειν οὐκ ὀλίγον, ἀλλὰ κατὰ τὴν δευτέραν ἀπόστασιν, ἐν θερμότητι δὲ περὶ τὰ μέσα πως τέτακται καὶ σύμμετρα. διὸ καὶ πρὸς διαφέροντα πάθη χρῶνται τῷ φαρμάκῳ, ὡς ῥυπτικῷ μὲν πρὸς τὰ ἐπισκοτοῦντα τῶν κορῶν, ὡς συνακτικῷ δὲ κοιλιακοῖς τε καὶ δυσεντερικοῖς καὶ ῥῷ γυναικείῳ προσφέροντες. τοῦτο μὲν οὖν τὸ λύκιον ἐν Λυκίᾳ τε καὶ Καππαδοκίᾳ πλεῖστον γίγνεται. τὸ δ’ ἕτερον, τὸ Ἰνδικὸν, ἰσχυρότερόν ἐστιν εἰς ἅπαν.