De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[νγ΄. Περὶ κριθῶν.] Κριθαὶ τῆς πρώτης εἰσὶ τάξεως ἐν τῷ ξηραίνειν τε καὶ ψύχειν, ἔχουσι δέ τι καὶ ῥυπτικὸν ὀλίγον. εἰσὶ δὲ τοῦ τῶν κυάμων ἀλεύρου τοῦ χωρὶς τοῦ λέμματος βραχεῖ τινι ξηραντικώτεραι. τὰ δ’ ἄλλα πάντα παραπλήσια χρωμένοις ἔξωθεν. ἐσθιόμεναι δὲ ταύτῃ πλεονεκτοῦσι κυάμων, ὅτι τὸ φυσῶδες ἀποτίθενται. κυάμῳ δὲ ὅπως ἂν ἑψηθῇ παραμένει τὸ φυσῶδες. παχυμερεστέρας γάρ ἐστιν οὐσίας ἢ κατὰ κριθὴν, διὰ τοῦτο καὶ τροφιμώτερος αὐτῆς ἐστιν. ἐπεὶ δ’ ὀλίγον ἄμφω τῆς μεσότητος ἀποκεχωρήκασι, διὰ τοῦτό εἰσι πολύχρηστοι. τὰ γὰρ τοιαῦτα

45
φάρμακα πολλὰ ἑτέροις μίγνυται, καθάπερ τινὲς ὗλαι, καὶ διὰ τοῦτο καὶ ὁ κηρὸς καὶ τὸ ἔλαιον οὐκ ὀλίγοις ἐπιπλέκεται φαρμάκοις. τὰ δ’ ἄλφιτα πολὺ καὶ τῶν κριθῶν αὐτῶν ἐστι ξηραντικώτερα.

[νδ΄. Περὶ κρίμνου.] Κρίμνον. τὸ παχυμερὲς οὕτως ὀνομάζεται τοῦ τε πυρίνου καὶ τοῦ ἐκ τῶν ζειῶν ἀλεύρου. ἔστι δὲ τροφιμώτερον μὲν ἀλφίτου, δυσπεπτότερον δέ. καλεῖται δὲ τὸ ἐξ αὐτοῦ ῥόφημα πολτὸς, καὶ ἔστιν ὁ ἀπὸ τῆς ζειᾶς στατικὸς ἠρέμα τῆς κοιλίας καὶ μᾶλλον εἰ φρυχθείη.

[νε΄. Περὶ κρίνου.] Κρίνου τὸ μὲν ἄνθος κράσει μικτόν ἐστιν ἐκ λεπτομεροῦς τέ τινος καὶ γεώδους οὐσίας, ἐξ ἧσπερ ἔχει καὶ τὴν ἐν τῇ γεύσει πικρότητα, καί τινος ὑδατώδους εὐκράτου. ὅθεν καὶ τοὔλαιον τὸ ἐξ αὐτοῦ καὶ τὸ μύρον ἀδήκτου διαφορητικῆς τε καὶ μαλακτικῆς ἐστι δυνάμεως, ἐξ ὧνπερ καὶ ταῖς ἐν μήτραις σκληρότησιν ἐπιτηδειότατόν ἐστιν, καὶ ἡ ῥίζα δὲ καὶ τὰ φύλλα καθ’ ἑαυτὰ λειούμενα ξηραίνει καὶ ῥύπτει καὶ διαφορεῖ μετρίως. οὕτω γοῦν κᾀπὶ τῶν κατακαυμάτων ἁρμόττει. δεῖται γὰρ καὶ ταῦτα 

46
μετρίως ξηραντικῆς τε ἅμα καὶ ῥυπτικῆς δυνάμεως. τὴν μὲν οὖν ῥίζαν ὀπτήσαντες, εἶθ’ ἅμα ῥοδίνῳ λειώσαντες ἐπιτιθέασι τοῖς κατακαύμασιν ἄχρι συνουλώσεως. ἔστι γὰρ καὶ ἄλλως ἁπάντων ἑλκῶν εἰς ἐπούλωσιν ἀγαθὸν φάρμακον. οὐ μὴν ἀλλὰ καὶ ὑστέρας μαλάττει καὶ καταμήνια προκαλεῖται. τὰ δὲ φύλλα προσέψοντες ἐπιτιθέασιν καὶ αὐτὰ μέχρι κατουλώσεως οὐ τοῖς καύμασι μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἕλκεσιν. καὶ ταριχεύουσι δέ τινες ἐν ὄξει καὶ χρῶνται τραυματικοῖς. πλεῖον δ’ ἐν τῇ ῥίζῃ τῆς ῥυπτικῆς ἐστι δυνάμεως ἤπερ ἐν τοῖς φύλλοις, οὐ μὴν οὐδ’ ἐν ταύτῃ πολὺ, καθὰ προείρηται· τῆς πρώτης γάρ εἰσι τάξεως τῶν ῥυπτικῶν φαρμάκων, ὅθεν ὅταν ἀλφοὺς ἢ ψώραν ἢ λέπραν ἢ ἀχῶρας ἤ τι τοιοῦτον ἀποῤῥῦψαι βουληθῶμεν, ἐπιμίγνυμεν αὐτῇ τῶν ἄλλων τι τῶν ἰσχυροτέρων φαρμάκων, οἷόν πέρ ἐστιν καὶ τὸ μέλι. συμμέτρως δὲ αὐτῇ τοῦτο μιχθὲν καὶ πρὸς τὰς τῶν νεύρων ἁρμόττει διαιρέσεις καὶ πρὸς τὰ ἄλλα σύμπαντα ὅσα δεῖται ξηραίνεσθαι σφοδρῶς ἄνευ δήξεως. ἀπεθέμεθα δέ
47
ποτε καὶ τὸν τῶν φύλλων χυλὸν, ἑψήσαντες σὺν ὄξει καὶ μέλιτι. πενταπλάσιος δ’ ἦν ὁ χυλὸς ἑκατέρου καὶ ἦν εὐδόκιμον τὸ φάρμακον εἰς πάντα τὰ ξηραίνεσθαι σφοδρῶς δεόμενα χωρὶς τοῦ δάκνεσθαι, καθάπερ ὅσα τε τραύματα μεγάλα καὶ μάλιστα κατὰ τὰς κεφαλὰς γίγνεται τῶν μυῶν, ὅσα τε πλαδαρὰ καὶ χρόνια καὶ δυσεπούλωτα τῶν ἑλκῶν ἐστι. ταυτὶ μὲν οὖν ἤδη τῆς περὶ συνθέσεως φαρμάκων πραγματείας ἐστὶ, ἧς ἀπέχεσθαι μὲν ὡς οἷόν τε πειρῶμαι τό γε νῦν εἶναι, πολλάκις δ’ αὐτῆς τῶν πραγμάτων ἡ φύσις ἀναγκάζει προσάπτεσθαι, καὶ ἀποχωρεῖν τε χρὴ ταχέως αὖθις αὐτῶν ἐπανέρχεσθαί τε πρὸς τὰ νῦν ἡμῖν προκείμενα.

[νστ΄. Περὶ κροκοδειλίου.] Κροκοδειλίου τὸ σπέρμα δριμὺ μέν ἐστι καὶ ἀρωματίζον οὐρητικόν τε καὶ καταμηνίων κινητικὸν, ὥστε καὶ θερμῆς ἂν εἴη δυνάμεως καὶ διαφορητικῆς καὶ ξηραντικῆς. καὶ ὁ χυλὸς δὲ τοῦ τε καυλοῦ καὶ τοῦ σπέρματος ὁμοίας ὢν δυνάμεως μὲν ὠφελεῖ τοὺς νεφριτικούς. ἡ δὲ ῥίζα ταῖς τοῦ θώρακος ἀναπτύσεσιν ἰσχυρῶς

48
συνεργεῖ, δριμεῖα μὲν ἧττον ὑπάρχουσα τοῦ σπέρματος, πικρὰ δ’ οὐχ ἧττον οὖσα. ἄγει δὲ καὶ διὰ ῥινῶν αἷμα.

[νζ΄. Περὶ· κρόκου.] Κρόκος ἔχει μέν τι καὶ στῦφον ὀλίγον, ὅπερ ἐδείχθη γεῶδες ψυχρόν. ἐπικρατεῖ δ’ ἐν αὐτῷ θερμαίνουσα ποιότης τε καὶ δύναμις, ὥστε τὴν ὅλην οὐσίαν αὐτοῦ τῆς δευτέρας μὲν εἶναι τῶν θερμαινόντων τάξεως, τῆς πρώτης δὲ τῶν ξηραινόντων, καὶ διὰ τοῦτο καὶ πεπτικὸν ἔχει τι, συντιμωρούσης εἰς τοῦτο καὶ τῆς βραχείας στύψεως. οἷς γὰρ ἂν μὴ σφοδρῶς θερμαίνουσι φαρμάκοις ὀλίγη προσῇ στύψις, ἶσον δύναται ταῖς ἐμπλαστικαῖς καλουμέναις οὐσίαις, ἃς, ὅταν θερμότητι συνυπάρχωσι, μὴ σφόδρα πεπτικὰς ἐδείκνυμεν ὑπάρχειν.

[νη΄. Περὶ κρομμύου.] Κρόμμυον ἐκ τῆς τετάρτης ἐστὶ τάξεως τῶν θερμαινόντων. ἡ δ’ οὐσία παχυμερής ἐστιν αὐτοῦ μᾶλλον, ὅθεν καὶ τὰς αἱμοῤῥοΐδας ἀναστομοῖ προστιθέμενον καὶ σὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ τοὺς ἀλφοὺς ἀποῤῥύπτει καὶ παρατριβόμενον ἀλωπεκίαις θᾶττον ἀλκυονίου παρορμᾷ τὰς τρίχας. εἰ δ’ ἀποχωρίσειεν αὐτοῦ τις

49
τὸν χυλὸν, ὅσον μὲν ὑπόλοιπον ἱκανῶς ἐστι γεώδους οὐσίας θερμῆς, αὐτὸς δ’ ὁ χυλὸς ὑδατώδους τε καὶ ἀερώδους θερμότητος. οὕτω οὖν καὶ τοὺς ὑποχεομένους καὶ ἀμβλυώττοντας ἐπὶ πάχει χυμῶν ὀνίνησιν ὑπαλειφόμενος. ἐκ δὲ τῆς τούτου κράσεως ὅλον τὸ κρόμμυον φυσῶδές ἐστιν ἐσθιόμενον, καὶ διὰ τοῦτο ὅσα ξηρότερα τὴν κρᾶσιν ἀφυσότερα.

[νθ΄. Περὶ κυάμου.] Κύαμος καθ’ ἑκάτερα τῆς μέσης κράσεώς ἐστιν, ἐγγυτάτω κατὰ τὸ ξηραίνειν καὶ κατὰ τὸ ψύχειν. μετέχει δέ τινος ἐπ’ ὀλίγον καὶ ῥυπτικῆς δυνάμεως ἡ σὰρξ αὐτοῦ, καθάπερ τὸ λέμμα τῆς στυπτικῆς, καὶ διὰ τοῦτο τῶν ἰατρῶν ἔνιοι τὸν κύαμον ὅλον ἑψήσαντες σὺν ὀξυκράτῳ τοῖς δυσεντερικοῖς καὶ τοῖς κοιλιακοῖς καὶ τοῖς ἐμετικοῖς ἔδοσαν. ἔστι δὲ ὡς ἔδεσμα μὲν εἴπερ τι καὶ ἄλλο φυσῶδές τε καὶ δύσπεπτον, ἀναπτύσεσι μέντοι ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἐπιτήδειον. ὡς φάρμακον δ’ ἔξωθεν ἐπιτιθέμενον ἀλύπως ξηραίνει. ἐπὶ μέντοι ποδαγρικοῖς ἐχρησάμεθα πολλάκις αὐτῷ δι’ ὕδατος ἑψήσαντες, εἶτα μίξαντες ὕειον στέαρ. ἐπὶ δὲ τῶν κατὰ νεῦρα θλασμάτων τε καὶ

50
ἑλκῶν δι’ ὀξυμέλιτος τὸ ἄλευρον ἐπεθήκαμεν· ἐπὶ δὲ τῶν ἤδη φλεγμαινόντων ἐκ πληγῆς σὺν ἀλφίτοις. καὶ διδύμων δ’ ἐστὶ καὶ μαστῶν ἀγαθὸν κατάπλασμα, φιλεῖ γὰρ ταῦτα τὰ μόρια μετρίως ψύχεσθαι φλεγμαίνοντα, καὶ μάλιστα, ὅταν ἐκ γάλακτος ἐν αὐτοῖς τυρωθέντος οἱ μαστοὶ φλεγμαίνωσι. τοιγαροῦν καὶ τὸ γάλα σβέννυται πρὸς τοῦ τοιούτου καταπλάσματος, ὥσπερ καὶ τὸ τῶν παίδων ἐφήβαιον ἐπιπλασσόμενον ἀλεύρῳ κυαμίνῳ μέχρι πλέονος ἄνηβον διαμένει.

[ξ΄. Περὶ κυκλαμίνου.] Κυκλάμινος ποικίλος τὴν δύναμίν ἐστι· καὶ γὰρ καὶ ῥύπτει καὶ τέμνει καὶ ἀναστομοῖ καὶ ἐπισπᾶται καὶ διαφορεῖ. δῆλον δ’ ἐκ τῶν κατὰ μέρος ἔργων. ὁ μὲν γὰρ χυλὸς αὐτῆς αἱμοῤῥοΐδας ἀναστομοῖ καὶ προκαλεῖται βιαίως εἰς ἀπόπατον, ἐν κροκύδι προστιθέμενος. οὕτω δὲ καὶ ταῖς τὰ φύματα καὶ τὰς χοιράδας ἁπάσας τε τὰς ἄλλας σκληρότητας διαφορούσαις δυνάμεσι μίγνυται καὶ τοῖς ὑποχεομένοις ἁρμόττει, μετὰ μέλιτος ὑπαλειφόμενος, καὶ πρὸς τούτοις ἔτι διὰ ῥινῶν καθαίρει. σφοδρὰ δ’ οὕτως ἐστὶν ἡ δύναμις αὐτοῦ, ὥστε καὶ τοῦ ἐπιγαστρίου καταχριομένου 

51
κοιλίαν ὑπάγει καὶ ἔμβρυα διαφθείρει, καὶ γὰρ καὶ ἄλλως φθόριον ἰσχυρὸν ἐν πεσσῷ προστιθέμενος. ἡ δ’ ὅλη ῥίζα τοῦ χυλοῦ μέν ἐστιν ἀσθενεστέρα, σφοδρὰ δ’ ἐστὶ καὶ αὐτή. καὶ γὰρ ἔμμηνα κινεῖ πινομένη τε καὶ προστιθεμένη καὶ ἰκτεριῶντας ὀνίνησιν, οὐ μόνον ἐκκαθαίρουσα τὸ σπλάγχνον, ἀλλὰ τὴν ἐν ὅλῳ τῷ σώματι χολὴν ἐκκρίνουσα δι’ ἱδρώτων. ὅθεν ἐπὶ τῇ πόσει συνεργεῖν δεῖ παντὶ τρόπῳ τῇ τῶν ἱδρώτων γενέσει. χρὴ δ’ εἶναι τὸ πινόμενον πλῆθος αὐτῆς ἄχρι τριῶν δραχμῶν, ἤτοι μετὰ γλυκέος ἢ μελικράτου. ῥύπτει δὲ καὶ τὸ δέρμα, κατά τε τὰ ἄλλα κᾀν τῷ τὰς ἀλωπεκίας καὶ τὰς ἐφηλίδας, ἅπαντά τε τὰ ἐξανθήματα θεραπεύειν. ὀνίνησι δὲ καὶ τοὺς σκληροὺς σπλῆνας ἐπιπλαττομένη πρόσφατός τε καὶ ξηρά. διδόασι δ’ ἔνιοι τὴν ξηρὰν ῥίζαν καὶ τοῖς ἀσθματικοῖς. ἡ δ’ ἑτέρα κυκλάμινος, ἣν ἔνιοι κισσάνθεμον ὀνομάζουσι, διὰ τὸ κισσῷ κατὰ τὸ ἄνθος ἐοικέναι, τὴν ῥίζαν ἄχρηστον ἔχουσα τὸν καρπὸν ἔχει δραστικὸν ἱκανῶς, ὥστε καὶ μετ’ οἴνου λευκοῦ κυάθων δυοῖν πινόμενος ἐπὶ πλείους ἡμέρας ἰᾶται σπλῆνας, κινῶν οὖρα
52
καὶ τὴν κοιλίαν ὑπάγων, ἐκβάλλει δὲ καὶ τὰ χόρια καὶ τοῖς ἀσθματικοῖς ἀρήγει. ἡ ποιότης δ’ αὐτοῦ γευομένῳ δριμεῖά τε καὶ ὑπόγλισχρός ἐστι.