De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[β΄. Περὶ ἡδυσάρου.] Ἡδύσαρον ἢ πελεκῖνος. τούτου τοῦ θάμνου τὸ σπέρμα πυῤῥὸν μὲν τὴν χρόαν, ἀμφίστομον δὲ καθάπερ οἱ πελέκεις· πικρὸν καὶ ὑπόστρυφνον

884
φαίνεται, ὅθεν εὐστόμαχόν τ’ ἐστὶ πινόμενον, ἐκκαθαίρει τε τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις. οὕτω καὶ οἱ κλῶνες ὅλου τοῦ θάμνου δρῶσιν.

[γ΄. Περὶ ἡμεροκάλλους.] Ἡμεροκάλλους ἡ ῥίζα παραπλησία τῇ τοῦ κρίνου κατά τε τὴν ἰδέαν οὖσα καὶ κατὰ τὴν δύναμιν ὠφελεῖ παραπλησίως ἐκείνῃ τὰ πυρίκαυτα. καὶ γὰρ διαφορητικῆς ἀτρέμα δυνάμεώς ἐστι μετὰ τοῦ καὶ ἀποκρουστικὸν ἔχειν τι.

[δ΄. Περὶ ἡμιονίτιδος.] Ἡμιονίτις στύψεως ἅμα σὺν πικρότητι μετέχει, διὸ καὶ σπληνικοὺς ὠφελεῖ σὺν ὄξει πινομένη.

[ε΄. Περὶ ἠριγέροντος.] Ἠριγέρων δύναμιν ἐπίμικτον ἔχει, ψυκτικήν τε ἅμα καὶ μετρίως διαφορητικήν.

[στ΄. Περὶ ἠρυγγίου.] Ἠρύγγιον θερμότητι μὲν ἢ βραχὺ τῶν συμμέτρων ἢ οὐδὲν ὑπερέχει, ξηρότητος δὲ λεπτομεροῦς οὐκ ὀλίγης μετέχει.

[α΄. Περὶ θαλιήκτρου.] Θαλίηκτρον κοριάννῳ μὲν ἔχει τὰ φύλλα παραπλήσια, τὸν καυλὸν δὲ πηγάνου τὸ

885
πάχος. ἡ δύναμις δ’ αὐτοῦ ξηραντικὴ χωρὶς δήξεως, ἐπουλοῖ γοῦν τὰ χρόνια τῶν ἑλκῶν.

[β΄. Περὶ θαψίας.] Θαψία δριμείας ἐστὶ καὶ ἰσχυρῶς θερμαντικῆς δυνάμεως σὺν ὑγρότητι. ἕλκεται γὰρ οὖν ἐκ βάθους βιαίως καὶ αὐτὸ διαφορεῖ τὸ ἑλχθέν. χρόνῳ δὲ ἐργάζεται πλείονι ταῦτα, διὰ τὸ περιττωματικῆς ὑγρότητος ἐμπεπλῆσθαι δαψιλοῦς, δι’ ἣν καὶ ταχέως διαφθείρεται.

[γ΄. Περὶ θέρμου.] Θέρμος, ἐσθίεται μὲν ἑψηθείς τε καὶ πολλαῖς ἡμέραις, ἐναποθέμενος ὕδατι τὴν πικρότητα, καὶ γίνεται τηνικαῦτα τροφὴ παχύχυμος. ὡς φάρμακον δὲ ὁ μὲν τοιοῦτος ἐκ τῶν ἐμπλαστικῶν ἐστιν, ὁ δὲ τὴν σύμφυτον πικρότητα ἔχων ῥυπτικός τε καὶ διαφορητικὸς ὑπάρχει. ἀναιρεῖ δὲ καὶ ἕλμινθας ἐπιπλαττόμενός τε καὶ μετὰ μέλιτος ἐκλειχόμενος ἢ μετ’ ὀξυκράτου πινόμενος, οὐ μὴν ἀλλὰ καὶ τὸ ἀφέψημα αὐτοῦ τὰς ἕλμινθας ἐκβάλλειν πέφυκε. καὶ μέν γε καὶ καταντλούμενον ἔξωθεν ὀνίνησιν ἀλφοὺς, ἀχῶρας, ἐξανθήματα, ψώρας, γαγγραίνας, ἕλκη κακοήθη, τὰ μὲν τῷ ῥύπτειν, τὰ δὲ τῷ διαφορεῖν καὶ

886
ξηραίνειν ἀδήκτως. ἐκκαθαίρει δὲ καὶ ἧπαρ καὶ σπλῆνα, μετὰ πηγάνου καὶ πεπέρεως ἡδονῆς ἕνεκα λαμβανόμενον. ἐπισπᾶται δὲ καὶ καταμήνια καὶ ἔμβρυα, σὺν σμύρνῃ καὶ μέλιτι προστιθέμενον. ἔστι δὲ καὶ τὸ ἄλευρον τῶν θέρμων ἀδήκτως διαφορητικόν. οὐ γὰρ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοιράδας καὶ φύματα σκληρὰ θεραπεύει, ἐν ὄξει δ’ ἑψεῖν αὐτὸ χρὴ τηνικαῦτα, ἢ ὀξυμέλιτι, ἢ ὀξυκράτῳ, κατά τε τὰς κράσεις δηλονότι τῶν καμνόντων καὶ τοῦ πάθους τὴν διαφορὰν ἐξευρίσκοντα τὸ δέον. οὐκ ἔστι δὲ τῆς προκειμένης νῦν ἡμῖν πραγματείας τὰ τοιαῦτα διαιρεῖσθαι. διαφορεῖ δὲ καὶ τὰ πελιδνά· καὶ τἄλλα ὅσα πρόσθεν εἴρηται τὸ ἀφέψημα δρᾷν, πάντα καὶ τὸ ἄλευρον ἐργάζεσθαι πέφυκε. καταπλάσσουσι δ’ ἔνιοι καὶ τοὺς ἰσχιαδικοὺς αὐτῷ.

[δ΄. Περὶ θέρμου ἀγρίου.] Θέρμος ἄγριος πικρότερος καὶ ἰσχυρότερος εἰς ἅπαντα τοῦ ἡμέρου ἐστὶ, τῆς αὐτῆς ὑπάρχων αὐτῷ κατὰ γένος δυνάμεως.

[ε΄. Περὶ θλάσπεως.] Θλάσπι σπέρμα. δριμὺ καὶ τοῦτ’ ἔστι τὴν δύναμιν, ὥστε καὶ τὰ ἐντὸς ἀποστήματα ῥήσσει

887
ποτιζόμενον καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κτείνει καὶ δι’ ἕδραν ἐνιέμενον ἰσχιάδας ὀνίνησιν αἱματώδη κενοῦν. ἔστι γὰρ καὶ ἄλλως καθαρτικὸν ἄνω τε καὶ κάτω χολωδῶν, ὀξυβάφου πλῆθος πινόμενον.

[στ΄. Περὶ θρίδακος.] Θρίδαξ ὑγρὸν καὶ ψυχρὸν λάχανον, οὐ μὴν ἐσχάτως γε, οὐδὲ γὰρ ἂν ἐδώδιμον ἦν, ἀλλὰ κατὰ τὴν τῶν κρηναίων ὑδάτων, ὡς ἂν εἴποι τις, μάλιστα δύναμιν ἤτοι ψυχρότητα. διὰ τοῦτο πρὸς μὲν τὰς θερμὰς φλεγμονὰς ἁρμόττει καὶ πρὸς τὰ μικρὰ καὶ κοῦφα τῶν ἐρυσιπελάτων, οὐ μὴν τοῖς γε μείζοσιν ἐπαρκεῖν ἱκανή. ἔστι δὲ καὶ ἄδιψον ἔδεσμα. τὸ δὲ σπέρμα πινόμενον ἐπέχει γονοῤῥοίας, ὅθεν καὶ τοῖς ὀνειρώττουσι δίδοται. οὕτω καὶ τὸ τῆς ἀγρίας, ἧς καὶ τὸν ὀπὸν ἀθροίζουσιν, ἄργεμά τε καὶ ἀχλῦς ἀποκαθαῖρόν τε καὶ πρὸς τὰ ἐπικαύματα, μετὰ γυναικείου γάλακτος ὑπαλειφόμενον.

[ζ΄. Περὶ θύμου.] Θύμος τέμνει καὶ θερμαίνει σαφῶς, διὰ τοῦτο καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κατασπᾷ

888
καὶ τὰ σπλάγχνα διακαθαίρει πινομένη, ταῖς τε ἐκ θώρακος καὶ πνεύμονος ἀναγωγαῖς συναίρεται. καὶ τοίνυν ἔν τε τῷ ξηραίνειν. καὶ θερμαίνειν ἐν τῇ τρίτῃ τάξει θετέον αὐτήν.

[α΄. Περὶ ἰδαίας ῥίζης.] Ἰδαία ῥίζα καὶ γευομένη μέν ἐστι σφόδρα στρυφνὴ καὶ τοῖς ἔργοις δὲ πειρωμένῳ τὴν αὐτὴν ἐπιδείκνυται δύναμιν, αἱμοῤῥαγίας τε καὶ κοιλίας ῥεύματα καὶ δυσεντερίας καὶ ῥοῦν γυναικεῖον καὶ ὅσα τἄλλα τοιαῦτα θεραπεύουσα πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη.

[β΄. Περὶ ἰξοῦ.] Ἰξὸς ἐκ πλείστης μὲν ἀερώδους τε καὶ ὑδατώδους οὐσίας θερμῆς, ἐλαχίστης δὲ γεώδους σύγκειται. τὸ γοῦν δριμὺ πλέον ἐστὶν ἐν αὐτῷ τοῦ πικροῦ καὶ τοίνυν καὶ τὰ ἔργα κατὰ τὴν οὐσίαν αὐτῷ. ἕλκει γὰρ ἐκ τοῦ βάθους ἰσχυρῶς ὑγρότητας, οὐ τὰς λεπτὰς μόνον, ἀλλὰ καὶ τὰς παχυτέρας, καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ. ἔστι δὲ τῶν οὐκ εὐθὺς θερμαινόντων φαρμάκων, μετὰ τὴν πρώτην ἐπίθεσιν, ἀλλὰ χρόνου δεομένων ὥσπερ ἡ θαψία. τοῦτο δ’ εἴρηται καὶ πρόσθεν, ὡς τοῖς θερμοῖς κατὰ

889
δύναμιν ὑπάρχει φαρμάκοις, ὅταν ὑγρότητα περιττωματικὴν ἔχῃ δαψιλῆ.

[γ΄. Περὶ ἴου.] Ἴου τὰ φύλλα τὴν ὑδατώδη καὶ ὑπόψυχρον οὐσίαν ἐπικρατοῦσαν κέκτηται, καὶ διὰ τοῦτο καὶ καθ’ ἑαυτὰ καὶ μετὰ ἀλφίτων ἐπιπλαττόμενα, τὰς θερμὰς φλεγμονὰς παρηγορεῖ. ἐπιτίθεται δὲ καὶ κατὰ τοῦ στόματος τῆς γαστρὸς ἐκκαιομένου καὶ κατ’ ὀφθαλμῶν.

[δ΄. Περὶ ἱππούριδος.] Ἵππουρις στυπτικὴν μετὰ πικρότητος ἔχει ποιότητα, καὶ διὰ τοῦτο ξηραντικὴν ἰσχυρῶς τε ἅμα καὶ ἀδήκτως. τραύματα οὖν τὰ μέγιστα καταπλαττομένη κολλᾷ, κᾂν νεῦρα διατετμημένα τύχῃ καὶ τὰς καλουμένας ἐντεροκήλας, ἀλλὰ καὶ πρὸς τὰς ἀναγωγὰς τοῦ αἵματος, καὶ πρὸς ῥοῦν τὸν γυναικεῖον καὶ μάλιστα τὸν ἐρυθρὸν, ἔτι τε δυσεντερίας καὶ τἄλλα τὰ κατὰ τὴν γαστέρα ῥεύματα, γενναῖόν ἐστι φάρμακον ἡ πόα πινομένη δι’ ὕδατος ἢ οἴνου. γράφουσι δ’ ὑπὲρ αὐτῆς τινες ὡς καὶ κύστεως ἰάσατό ποτε καὶ τῶν λεπτῶν ἐντέρων τραύματα ὁ χυλὸς αὐτῆς. αἱμοῤῥαγίας τε τὰς ἐκ ῥινῶν ὠφελεῖ καὶ κατὰ

890
τὴν γαστέρα ῥοώδη πάθη, σύν τινι τῶν αὐστηρῶν οἴνων πινόμενος καὶ δι’ ὕδατος, ἂν πυρέττοντες τύχωσιν.

[ε΄. Περὶ ἱππομαράθρου.] Ἱππομάραθρον. ἅμα τῷ μαράθρῳ περὶ τούτου ῥηθήσεται.

[στ΄. Περὶ ἰσάτιδος.] Ἰσάτις ἡ μὲν ἥμερος, ᾗ οἱ βαφεῖς χρῶνται, ξηραντικῆς ἰσχυρῶς ἐστι δυνάμεως, οὐδέπω δακνούσης. ἔστι γὰρ πικρά τε ἅμα καὶ στυπτική. ταῦτά τοι καὶ τὰ μεγάλα τραύματα τῶν σκληρῶν σωμάτων κολλᾷ, κᾂν ἐν ταῖς τῶν μυῶν ᾖ κεφαλαῖς, καὶ κατὰ τῶν αἱμοῤῥαγούντων ὠφελίμως ἐπιπλάττεται καὶ τοὺς οἰδηματώδεις ὄγκους, θαυμαστῶς διαφορεῖ τε ἅμα καὶ προστέλλει καὶ πρὸς πάντα τὰ κακοήθη ἕλκη θαυμαστῶς ἀνθίσταται, κᾂν σήπηται κᾂν διαβιβρώσκηται. εἰ δέ ποτε τῆς τοῦ κάμνοντος φύσεως ἰσχυρότερος φαίνοιτο, μιγνύναι χρὴ τοῖς φύλλοις αὐτῆς λεανθεῖσιν ἢ ἄρτον ἢ κρίθινον ἄλευρον ἢ πύρινον ἢ ἄλφιτα κατὰ τὴν ἐπικρατοῦσαν ἐν ἑκάστῳ διάθεσιν. ἡ δὲ ἀγρία ἰσάτις ἔχει τι δριμὺ σαφὲς ἤδη κατά τε τὴν γεῦσιν καὶ κατὰ τὴν ἐνέργειαν, καὶ διὰ τοῦτο τῆς ἡμέρου ξηραντικωτέρα

891
γενομένη πρὸς τὰς ὑγρὰς σηπεδόνας ἰσχυροτέρως ἀνθίσταται, τὰ δ’ ἄλλα τὰ προειρημένα χείρων ἐστὶν, ἀμετροτέρως γὰρ ἤδη καὶ μετὰ τοῦ δάκνειν ξηραίνει. τὰ τοιαῦτα δ’ ἐρεθίζεται καὶ φλεγμονώδη γίνεται. διὰ δὲ τὸ ἰσχυρὸν τῆς δυνάμεως καὶ τοῖς σπληνικοῖς ὑπάρχει χρήσιμος, οὔπω τῆς ἑτέρας ὠφελούσης.

[ζ΄. Περὶ ἰσοπύρου.] Ἰσόπυρον ἢ φασίολον σπέρμα πικρὸν καὶ ὑπόστρυφνον ἔχει. ῥύπτει τοιγαροῦν καὶ τέμνει τοὺς παχεῖς χυμοὺς, μετὰ τοῦ συνάγειν καὶ σφίγγειν τὰ σώματα, καὶ διὰ τοῦτο καὶ ταῖς ἐκ θώρακος ἀναπτύσεσι συναίρεται, καὶ ἧπαρ ἐκκαθαίρει καὶ αἱμοπτυχϊκοῖς οὐκ ἀντιπράττειν, ἀλλ’ ἔτι καὶ προσωφελεῖν πεπίστευται. διὰ γὰρ τὸ μικτὸν τῆς κράσεως ἁρμόττειν δοκεῖ καὶ πρὸς τὰ ἐναντία.

[η΄. Περὶ ἰτέας.] Ἰτέας χρήσαιτο μὲν ἄν τις καὶ τοῖς φύλλοις εἰς τραυμάτων ἐναίμων κόλλησιν, οὐ μὴν ἀλλὰ τῷ ἄνθει μάλιστ’ αὐτῆς ἅπαντες σχεδὸν οἱ ἰατροὶ χρῶνται πρὸς ἐμπλάστρου ξηραινούσης σκευασίαν. ἔστι γὰρ ἡ δύναμις αὐτῶν ξηραντικὴ καὶ ἄδηκτος, ἔχει δὲ καὶ στύψιν. ἔνιοι δὲ

892
καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες, ἄδηκτον καὶ ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον. οὐδὲν γάρ ἐστι πολυχρηστότερον ἀδήκτου καὶ ξηραίνοντος φαρμάκου, στύφοντος ὀλίγον, ὡς κᾀν τοῖς περὶ συνθέσεως τῶν φαρμάκων ἀκριβέστερον δειχθήσεται. καὶ ὁ φλοιὸς δὲ τοῦ δένδρου παραπλήσιος ὑπάρχει τῇ τε τῶν ἀνθῶν καὶ τῶν φύλλων δυνάμει, πλὴν ὅσα ξηρότερός ἐστι τὴν κρᾶσιν, ὥσπερ ἀμέλει καὶ πάντες οἱ φλοιοί. ἀλλὰ τοῦτόν γε καίουσιν ἔνιοι καὶ χρῶνται τῇ τέφρᾳ πρὸς ὅσα περ ἂν ἰσχυρῶς δέωνται ξηραίνειν. τοὺς γοῦν καλουμένους ἥλους καὶ τύλους, ἔτι τε μυρμηκίας ἐξαίρουσιν αὐτὴν δεύοντες ὄξει δριμεῖ. ἔνιοι δὲ κατὰ τὸν καιρὸν τῆς ἀνθήσεως ἐντέμνοντες τὸν φλοιὸν, ὀπὸν ἀθροίζουσί τινα καὶ χρῶνται πρὸς τὰ ταῖς κόραις ἐπισκοτοῦντα, ῥυπτικῷ τε ἅμα καὶ λεπτομερεῖ φαρμάκῳ. χρήσαιτο δ’ ἄν τις καὶ εἰς ἄλλα πολλὰ τοιούτῳ γε ὄντι αὐτῷ.