De simplicium medicamentorum temperamentis ac facultatibus I-VI
Galen
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI
[α΄. Περὶ ἐβίσκου.] Ἐβίσκος ἢ ἀλθαία. ἔστι δὲ μαλάχη ἡ ἀγρία διαφορητικὴ, χαλαστικὴ, ἀφλέγμαντος, πραϋντικὴ, πεπτικὴ φυμάτων δυσπέπτων. καὶ ἡ ῥίζα δὲ αὐτῆς καὶ τὸ σπέρμα τὰ μὲν ἄλλα ὁμοίως ἐνεργεῖ τῇ πόᾳ χλωρᾷ, λεπτομερεστέραν δὲ ἐκείνης καὶ ξηραντικωτέραν καὶ προσέτι ῥυπτικωτέραν ἐπιδείκνυνται τὴν δύναμιν, ὥστε καὶ ἀλφοὺς ἀποῤῥύπτειν καὶ τὸ σπέρμα τοὺς ἐν νεφροῖς λίθους διαιρεῖν. τὸ δὲ τῆς ῥίζης ἀφέψημα καὶ πρὸς δυσεντερίαν καὶ διάῤῥοιαν καὶ πρὸς αἵματος ἀναγωγὴν ὠφέλιμόν ἐστιν ἐχούσης τινὰ δύναμιν στυπτικήν.
[β΄. Περὶ ἐβένου.] Ἔβενος τῶν εἰς χυλὸν ἀναλυομένων ἐστὶ ξύλων εἰ παρατρίβοιτο μεθ’ ὕδατος, ὥσπερ ἔνιοι τῶν λίθων. ἡ δὲ δύναμις θερμαντική τέ ἐστι καὶ ῥυπτικὴ καὶ λεπτομερὴς, ὅθεν καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα πεπίστευται ῥύπτειν. ταῖς τε ἄλλαις ὀφθαλμικαῖς μίσγεται δυνάμεσιν,
[γ΄. Περὶ ἐλαίας.] Ἐλαίας οἱ μὲν θαλλοὶ τοσούτῳ μετέχουσι ψύξεως, ὅσον καὶ στύψεως. ὁ δὲ καρπὸς ὁ μὲν ἀκριβῶς πέπειρος θερμὸς συμμέτρως ἐστὶν, ὁ δ’ ἄωρος στυπτικώτερός ἐστι καὶ ψυχρότερος.
[δ΄. Περὶ ἐλαίου.] Ἔλαιον τὸ μὲν ἐκ τῆς ἐλαίας, ὅπερ καὶ κυριώτατον καλοῦμεν ἔλαιον, ὁποῖόν τι τὴν κρᾶσίν ἐστιν ἐν τοῖς ἔμπροσθεν λόγοις διώρισται. ὑγραντικόν τε γὰρ ἐδείκνυτο καὶ συμμέτρως θερμόν. τοιοῦτο δ’ ἐστὶν τὸ γλυκύτατον, ἐκ δρυπετοῦς μάλιστα τοῦ καρποῦ γενόμενον. τὸ δ’ ὠμοτριβὲς καὶ ὀμφάκινον ὀνομαζόμενον εἰς ὅσον στύψεως μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως. τὸ δὲ παλαιὸν ἔλαιον τὸ μὲν ἐκ τοῦ γλυκέος παλαιουμένου γιγνόμενον θερμότερόν τε καὶ διαφορητικώτερόν ἐστι, τὸ δ’ ἐξ ὠμοτριβοῦς, ἄχρι μὲν ἀποσώζει τι τῆς στύψεως, μικτῆς ὑπάρχει δυνάμεως, ἐπειδὰν δ’ ἀποβάλλῃ τελέως αὐτὴν, ὁμοιοῦται
[ε΄. Περὶ ἐλατίνης.] Ἐλατίνη μετρίως ἐστὶ ψυκτική τε καὶ στυπτική.
[στ΄. Περὶ ἐλαφοβόσκου.] Ἐλαφόβοσκος θερμῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως καὶ διὰ τοῦτο καὶ ξηραντικῆς κατὰ τὴν δευτέραν που μάλιστα τῶν ἀποστάσεων.
[ζ΄. Περὶ Ἐλενίου.] Ἐλενίου τῆς πόας ἡ ῥίζα ἐστὶ μάλιστα χρήσιμος, οὐκ εὐθὺς κατὰ τὴν πρώτην προσβολὴν θερμαίνουσα, καὶ διὰ τοῦτο λεκτέον αὐτὴν οὐ θερμὴν καὶ ξηρὰν ἀκριβῶς, ὥσπερ τὸ μέλαν καὶ λευκὸν πέπερι, ἀλλὰ σὺν ὑγρότητι περιττωματικῇ, καὶ διὰ τοῦτο καὶ τοῖς ἐκλείγμασι τοῖς εἰς τὰς ἀναγωγὰς τῶν γλίσχρων καὶ τῶν παχέων ἐν θώρακι καὶ πνεύμονι χυμῶν ἐπιτηδείως μίγνυται καὶ φοινίσσουσιν αὐτῇ τὰ μόρια, ψυχροῖς καὶ χρονίοις ἐνοχλούμενα πάθεσιν, ὥσπερ ἰσχιάδες τέ τινές εἰσι καὶ ἡμικρανίαι καὶ συνεχεῖς ἄρθρων τινῶν ἐκπτώσεις δι’ ὑγρότητος.
[η΄. Περὶ ἐλελισφάκου.] Ἐλελίσφακος θερμαντικῆς ἐναργῶς ἐστι κράσεως, ὑποστυφούσης ἀτρέμα.
[θ΄. Περὶ ἐλλεβόρου.] Ἐλλέβορος ἑκάτερος, ὅ τε λευκὸς καὶ ὁ μέλας, ῥυπτικῆς τε ἅμα καὶ θερμαντικῆς εἰσι δυνάμεως. διὸ καὶ πρὸς ἀλφοὺς καὶ λειχῆνας καὶ ψώρας καὶ λέπρας ἁρμόττουσι, καὶ μὲν δὴ καὶ εἰς σύριγγα τετυλωμένην ὁ μέλας, καθιέμενος ἐν δύο που καὶ τρισὶν ἡμέραις ἀφίστησιν αὐτῆς τὸν τύλον, καὶ ὀδόντας δὲ σὺν ὄξει διακλυζόμενος ὀνίνησι. καὶ κείσθωσαν ἐν τῇ τρίτῃ τάξει τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἔστι δὲ τῇ γεύσει θερμότερος μὲν ὁ μέλας, ὑπόπικρος δὲ ὁ λευκός.
[ι΄. Περὶ ἑλξίνης.] Ἑλξίνη, ἔνιοι δὲ περδίκιον ὀνομάζουσιν, ἄλλοι δὲ παρθένιον, ἄλλοι δὲ σιδηρίτιδα, εἰσὶ δ’ οἳ Ἡρακλείαν. δύναμις δ’ αὐτῆς ῥυπτική τε καὶ ἀτρέμα στυπτικὴ μεθ’ ὑγρότητος ὑποψύχρου. ὅθεν ἰᾶται φλεγμονὰς ἁπάσας ἐν ἀρχῇ τε καὶ ἐν ἀναβάσει μέχρι τῆς ἀκμῆς, καὶ μάλιστα τὰς θερμάς. καὶ μὲν δὴ καὶ ἀρχομένοις φυγέθλοις ἐπιπλάττεται. καὶ ὁ χυλὸς δ’ αὐτῆς μετὰ ῥοδίνου πρὸς ὤτων ἀλγήματα φλεγμαινώδη μετρίως ἥρμοκεν. ἀνακογχυλίζονται δ’ αὐτὴν ἔνιοι καὶ πρὸς παρίσθμια, καί τινες τῶν
[ια΄. Περὶ ἑλξίνης μελαίνης.] Ἑλξίνη, ἡ καὶ κισσάμπελος ὀνομαζομένη, δυνάμεώς ἐστι διαφορητικῆς.
[ιβ΄. Περὶ ἐλύμου.] Ἔλυμος, καλεῖται δὲ καὶ μελίνη. ἔστι μὲν ἐκ τῶν ὀσπρίων, ὅμοιον κέγχρῳ τήν τε ἰδέαν καὶ τὴν δύναμιν, ὀλιγότροφόν τε καὶ ξηραντικόν. ἵστησί τέ τι καὶ τὰ κατὰ γαστέρα ῥεύματα, καθάπερ καὶ ὁ κέγχρος. εἰ δ’ ἔξωθεν ἐπιπλασθείη, ξηραίνει τε καὶ ψύχει.
[ιγ΄. Περὶ ἐμπέτρου.] Ἔμπετρον εἰς καθάρσεις μόνας δοκεῖ χρήσιμον ὑπάρχειν ἄγον φλέγμα καὶ χολήν. ἔστι δὲ ἁλυκὸν τῇ γεύσει, ὥστε καὶ εἰς ἄλλα χρήσαιτ’ ἄν τις αὐτῷ εἰς ἅπερ καὶ τὴν ἁλυκὴν οὐσίαν ἐδείκνυμεν δυναμένην· ὀνομάζεται δὲ καὶ πρασοειδές.
[ιδ΄. Περὶ ἐπιθύμου.] Ἐπίθυμον τῆς θύμου δυνάμεώς ἐστιν ἰσχυρότερον, τὰ πάντα ξηραινούσης τε καὶ θερμαινούσης κατὰ τὴν τρίτην ἀπόστασιν.
[ιε΄. Περὶ ἐπιμηδίου.] Ἐπιμηδίου ἡ δύναμις ψυκτικὴ μετρίως ἐστὶ, μεθ’ ὑγρότητος ὑδατώδους. οὐδεμίαν γοῦν ἐπίσημον ἔχει ποιότητα, δύναται δὲ καταπλαττομένη μαστοὺς ὀρθίους διαφυλάττειν, φασὶ δὲ καὶ ἀτόκιον εἶναι πινομένην.
[ιστ΄. Περὶ ἐπιμήλιδος.] Ἐπιμηλίς· στρυφνὸν τοῦτο τὸ φυτόν ἐστι καὶ ὡς ἄν εἴποι τις ἀγρία μηλέα. καλεῖται δ’ ὑπὸ τῶν κατὰ τὴν Ἰταλίαν ἀγροίκων οὐνέδων. πλεῖστον δὲ ἐν τῇ Καλαβρίᾳ γίγνεται. ὁ καρπὸς δ’ αὐτῆς στρυφνὸς μὲν, κακοστόμαχος δὲ καὶ κεφαλαλγής. ἀναμέμικται γὰρ αὐτῷ τις ἀλλόκοτος ποιότης.
[ιζ΄. Περὶ ἐρεβίνθου.] Ἐρέβινθος, ὀσπρίον φυσῶδες, τρόφιμον, εὐκοίλιον, οὐρητικὸν, γάλακτος καὶ σπέρματος γεννητικὸν, προτρέπει δὲ καὶ καταμήνια. εἰσὶ δ’ οἱ κριοὶ καλούμενοι τῶν ἄλλων οὐρητικώτεροι. τὸ δ’ ἀφέψημα αὐτῶν τοὺς λίθους τοὺς ἐν νεφροῖς θρύπτει. τὸ δ’ ἕτερον γένος τῶν ἐρεβίνθων καλοῦνται μὲν ὀροβίαι, τῆς δ’ αὐτῆς ἐστι δυνάμεως, ἐπισπαστικῆς, διαφορητικῆς, τμητικῆς, ῥυπτικῆς.
[ιη΄. Περὶ ἐρεβίνθου ἀγρίου.] Ἐρέβινθος ἄγριος ἰσχυρότερος εἰς πάντα τοῦ ἡμέρου, τοῦτ’ ἔστι θερμότερός τε καὶ ξηραντικώτερος, ὅσον περ καὶ δριμύτερός τέ ἐστι καὶ πικρότερος.
[ιθ΄. Περὶ ἐρείκης.] Ἐρείκη διαφορητικῆς ἐστι δυνάμεως. τῷ δ’ ἄνθει μάλιστα καὶ τοῖς φύλλοις αὐτῆς χρηστέον.
[κ΄. Περὶ ἑρπύλλου.] Ἕρπυλλος θερμαντικῆς εἰς τοσοῦτόν ἐστι δυνάμεως, ὡς καταμήνιά τε καὶ οὖρα κινεῖν. ἔστι δὲ καὶ πρὸς τὴν γεῦσιν ἱκανῶς δριμύς.