De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[α΄. Περὶ γαλλίου.] Γάλλιον ὠνόμασται μὲν ἀπὸ τοῦ τὸ γάλα πηγνύναι. παραπλήσιον δ’ ἐστὶν ἀπαρίνῃ

856
δύναμιν ἔχον ξηραντικὴν καὶ ὑπόδριμυν. τὸ δὲ ἄνθος αὐτοῦ πρὸς αἱμοῤῥαγίας ἁρμόττειν δοκεῖ καὶ πυρίκαυστα ἰᾶσθαι. ἔστι δὲ εὔοσμόν τε καὶ τῇ χροιᾷ μήλινον.

[β΄. Περὶ γεντιανῆς.] Γεντιανή. ταύτης τῆς πόας ἡ ῥίζα δραστήριος ἱκανῶς ἐστιν, ἵνα χρὴ λεπτῦναί τε καὶ διακαθῆραι, καὶ ἀποῤῥῦψαι καὶ ἐκφράξαι, καὶ οὐδὲν θαυμαστὸν εἰ ταῦτα δύναται πικρὰ σφοδρῶς ὑπάρχουσα.

[γ΄. Περὶ γιγάρτων.] Γίγαρτα ξηρὰ μέν ἐστι κατὰ τὴν δευτέραν τάξιν, ψυχρὰ δὲ κατὰ τὴν πρώτην. ἡ δ’ οὐσία παχυμερὴς αὐτῶν ἐστι καὶ γεώδης, ὡς τῇ γεύσει δηλοῦται· στρυφνὰ γὰρ φαίνεται, καὶ ἡ πεῖρα διδάσκει. πᾶσι γὰρ τοῖς κατὰ γαστέρα πάθεσι τοῖς ῥοώδεσιν ἱκανῶς ἁρμόττει.

[δ΄. Περὶ γιγγιδίου.] Γιγγίδιον, ὥσπερ τῇ γεύσει πικρότητός τε καὶ στύψεως μετέχει, οὕτως καὶ τῇ κράσει θερμότητός τε καὶ ψύξεως. ξηραντικὸν δ’ ἐστὶν κατ’ ἀμφοτέρας τὰς ποιότητας, καὶ μέντοι καὶ εὐστόμαχον, ὅτι στύψεως

857
οὐκ ὀλίγης μετείληφε. θερμασίαν μὲν οὖν οὐ πάνυ τι σαφῆ κέκτηται. ξηραίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν.

[ε΄. Περὶ γλαυκίου.] Γλαύκιον στύφει μετά τινος ἀηδίας, ἀλλὰ καὶ ψύχει σαφῶς οὕτως, ὥστε θεραπεύειν μόνον ἐρυσιπέλατα πολλάκις, ὅσα γε μὴ ἰσχυρά. καὶ ἔστιν ἡ κρᾶσις αὐτοῦ σύνθετος ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας, ψυχρῶν μὲν ἀμφοῖν, οὐ μὴν ἄκρως, ἀλλ’ οὕτως ὡς ὕδωρ κρηναῖον.

[στ΄. Περὶ γλαυκός.] Γλαὺξ ἡ πόα· καὶ αὐτὴ γάλακτος εἶναι δοκεῖ γεννητική. καὶ εἴπερ τοῦτο οὕτως ἔχει, θερμὴ ἂν πως εἴη καὶ ὑγρὰ τὴν κρᾶσιν.

[ζ΄. Περὶ γλήχωνος.] Γλήχων. καὶ αὕτη ἡ πόα ὡς ἂν δριμεῖά τε καὶ ὑπόπικρος οὖσα θερμαίνει τε καὶ λεπτύνει σφοδρῶς. ἱκανὸν δὲ τεκμήριον τοῦ μὲν θερμαίνειν ὅτι καταπλαττομένη φοινίσσει, καὶ εἰ ἐπιμένοι, ἐπὶ πλέον ἑλκοῖ· τῷ δὲ λεπτύνειν, ὅτι τά τ’ ἐκ θώρακος καὶ πνεύμονος ὑγρὰ παχέα καὶ γλίσχρα ῥᾳδίως ἀναπτύεσθαι ποιεῖ καὶ καταμήνια προτρέπει.

858

[η΄. Περὶ γλοιοῦ.] Γλοιὸς μετρίως ἐστὶ καὶ μαλακτικός.

[θ΄. Περὶ γλυκυρίζης.] Γλυκύριζα. τούτου τοῦ θάμνου τῶν ῥιζῶν ὁ χυλὸς μάλιστ’ ἐστὶ χρήσιμος ὁμοίως ταῖς ῥίζαις αὐτοῦ γλυκὺς ὑπάρχων, ἅμα βραχείᾳ τινὶ στύψει. διὸ καὶ τραχύτητας ἐκλεαίνειν πέφυκεν, οὐκ ἐν ἀρτηρίᾳ μόνον, ἀλλὰ καὶ ἐν ψωρώδει κύστει, τῷ μετρίῳ τῆς κράσεως· εἴη ἂν οὖν ἡ φύσις αὐτοῦ οἰκεία τῆς ἡμετέρας κράσεως· τοιοῦτον γὰρ ἐδείχθη τὸ γλυκύ. προσούσης δέ τινος καὶ στύψεως ἡ σύμπασα κρᾶσις αὐτῆς, ὅσον ἐπὶ θερμότητι καὶ στύψει, κατὰ τὴν χλιαρὰν μάλιστα ἂν εἴη θερμασίαν, ἐγγυτάτω τῆς συμμέτρου. ἐπεὶ δὲ καὶ ὑγρόν ἐστι τῇ κράσει τὸ μετρίως γλυκὺ, δεόντως ἄδιψόν ἐστι τὸ φάρμακον, ὑγρόν τε ἅμα μετρίως καὶ ψυχρότερον ὑπάρχον τῆς ἀνθρώπου φύσεως. φησὶ δ’ ὁ Διοσκουρίδης τὴν ῥίζαν ξηρὰν λεανθεῖσαν πτερυγίων ἐπιτήδειον γίνεσθαι κατάπαστον φάρμακον.

[ι΄. Περὶ γλυκυσίδης.] Γλυκυσίδην, ἣν καὶ πεντόροβον

859
ὀνομάζουσι καὶ παιονίαν, ῥίζαν ἀτρέμα στύφουσαν ἔχει μετά τινος γλυκύτητος, ἐπὶ πλέον δὲ μασωμένη καὶ δριμύτητος ὑποπίκρου. ταῦτ’ ἄρα καταμήνιά τε κινεῖ, μέγεθος ἀμυγδάλου σὺν μελικράτῳ πινομένη· κόπτειν δὲ δηλονότι χρὴ καὶ διαττᾷν αὐτὴν καὶ οὕτως ἐπιπάττειν. ἐκκαθαίρει δὲ καὶ ἧπαρ ἐμπεφραγμένον καὶ νεφρούς. ἀλλὰ ταῦτα μὲν ᾗ δριμεῖά τέ ἐστι καὶ ὑπόπικρος ἐργάζεσθαι πέφυκεν, ᾗ δ’ ἔχει τι καὶ στυπτικὸν, ἵστησι τὰ κατὰ τὴν γαστέρα ῥεύματα. χρὴ δ’ αὐτὴν ἐν οἴνῳ τηνικαῦτα τῶν αὐστηρῶν τινι καθεψήσαντα πίνειν. ὅλως δὲ ξηραντικὴ τὴν δύναμίν ἐστιν ἰσχυρῶς, ὥστ’ οὐκ ἂν ἀπελπίσαιμι καὶ περιαπτομένην αὐτὴν εὐλόγως πεπιστεῦσθαι παιδίων ἐπιληψίας ἰᾶσθαι. καὶ οἶδά γέ ποτε παιδίον ὀκτὼ μησὶ μηδ’ ὅλως ἐπιληφθὲν ἐξ ὅτου τῆς ῥίζης ἐφόρει, ὡς δ’ ἀπεῤῥύη πως ἀπὸ τοῦ τραχήλου τὸ περιάπτον, εὐθὺς ἐπελήφθη, καὶ αὖθίς τε περιαφθέντος ἑτέρου πάλιν ἀμέμπτως εἶχεν. ἔδοξε δέ μοι κάλλιον εἶναι καὶ αὖθις ἀφελεῖν αὐτὸ πείρας ἕνεκα, καὶ οὕτω πράξαντες, ἐπειδὴ πάλιν
860
ἐσπάσθη, μέγα τε καὶ πρόσφατον μέρος τῆς ῥίζης ἐξηρτήσαμεν αὐτοῦ τοῦ τραχήλου, κᾀντεῦθεν ἤδη τοῦ λοιποῦ τελέως ὑγιὴς ἐγένετο ὁ παῖς καὶ οὐκέτ’ ἐπελήφθη. εὔλογον οὖν ἦν ἢ ἀποῤῥέοντά τινα τῆς ῥίζης μόρια, κᾄπειτα διὰ τῆς εἰσπνοῆς ἑλκόμενα, θεραπεύειν οὕτω τοὺς πεπονθότας τόπους ἢ καὶ τοῦ ἀέρος αὐτοῦ τρεπομένου καὶ ἀλλοιουμένου πρὸς τῆς ῥίζης. οὕτω γάρ τοι καὶ ὁ Κυρηναῖος ὀπὸς ὀνίνησι γαργαρεῶνα φλεγμαίνοντα καὶ τὸ πεφρυγμένον μελάνθιον ἐναργῶς ξηραίνει κατάῤῥους καὶ κορύζας, εἴ τις δήσας αὐτὸ θερμὸν εἰς ὀθόνιον ἀραιὸν ἐπισπῷτο συνεχῶς τὴν ἐξ αὐτοῦ θερμότητα διὰ τῆς κατὰ τὰς ῥῖνας εἰσπνοῆς. καὶ μὲν δὴ εἰ λίνα πλείονα, καὶ μάλιστα ἀπὸ θαλασσίας πορφύρας, περιβαλὼν ἐχίδνης τραχήλῳ πνίξειας αὐτοῖς τὴν ἔχιδναν, εἶτα περιάπτοις ἕκαστον τῶν λίνων τῷ τραχήλῳ, θαυμαστῶς ὀνίνησι παρίσθμιά τε καὶ ὅσα περὶ τράχηλον ἐκβλαστάνει. περὶ μὲν οὖν τῶν τοιούτων κᾂν ἰδίᾳ ποτὲ διέλθοιμι. τῆς δὲ παιονίας τὴν κρᾶσιν ἰστέον εἶναι λεπτομερῆ τε καὶ ξηραντικὴν, οὐ
861
μὴν ἐπιφανῶς γε θερμὴν, ἀλλ’ ἤτοι σύμμετρον ἢ βραχεῖ τινι θερμοτέραν.

[ια΄. Περὶ γναφαλίου.] Γναφάλιον. ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ φύλλοις αὐτοῦ μαλακοῖς οὖσιν ἀντὶ γναφάλων χρῆσθαι. ἔστι δὲ λευκὰ καὶ μετρίως στύφοντα, καὶ διὰ τοῦτό τινες αὐτὸ διδόασι δυσεντερικοῖς μετά τινος τῶν αὐστηρῶν οἴνων.

[ιβ΄. Περὶ γογγυλίδος.] Γογγυλίδος τὸ σπέρμα πρὸς ἀφροδίσια παροξύνει, φυσώδους πνεύματος ὑπάρχον γεννητικόν. οὕτω δὲ καὶ ἡ ῥίζα δύσπεπτός τε καὶ φυσώδης ἐστι καὶ σπέρματος γεννητική.