De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[μστ΄. Περὶ ἀνθυλλίδος.] Ἀνθυλλὶς διττὴ μέν ἐστιν, ἀμφότεραι δὲ ξηραίνουσι μετρίως, ὥστε καὶ ἕλκη κολλᾷν. ἡ δ’ ἑτέρα αὐτῶν, ἡ τῇ χαμαιπίτυϊ ἐοικυῖα, λεπτομερεστέρα πώς ἐστι τῆς ἑτέρας, ὡς καὶ τοῖς ἐπιλήπτοις ἁρμόττειν. αὐτὴ δὲ καὶ ῥυπτικωτέρα τῆς ἑτέρας ὑπάρχει.

[μζ΄. Περὶ ἀνθεμίδος.] Ἀνθεμὶς ἢ χαμαίμηλον. εἴρηται μὲν κᾀν τῷ τρίτῳ γράμματι περὶ ταύτης τῆς πόας ἐπὶ πλέον. εἰρήσεται δὲ καὶ νῦν ἐν κεφαλῇ, ὡς ξηραίνει καὶ θερμαίνει κατὰ τὴν πρώτην τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς καὶ διὰ ταῦτα διαφορητικὴ καὶ ἀραιωτικὴ καὶ χαλαστικὴ τὴν δύναμιν ὑπάρχει.

[μη΄. Περὶ ἀνίσου.] Ἀνίσου τὸ σπέρμα μάλιστ’ ἐστὶ χρήσιμον, δριμὺ καὶ ὑπόπικρον ὑπάρχον, ὥστ’ ἐγγὺς ἥκειν θερμότητος τῶν καυστικῶν. ἔστι δὲ κᾀν τῷ ξηραίνειν ἐκ τῆς τρίτης ἀποστάσεως, ὥσπερ κᾀν τῷ θερμαίνειν. ταῦτ’ ἄρα καὶ οὐρητικόν ἐστι καὶ διαφορητικὸν, ἐμπνευματώσεις τε τὰς κατὰ γαστέρα καθίστησιν.

834

[μθ΄. Περὶ ἀντιῤῥίνου.] Ἀντίῤῥιον ἢ ἀνάῤῥινον ὅμοιον μόσχου ῥισὶν ἔχει τὸν καρπὸν, ἄχρηστον εἰς τὰς ἰάσεις. αὐτὸ δὲ παραπλησίας ἐστὶ τῷ βουβωνίῳ δυνάμεως, ἀλλὰ πολὺ καταδεέστερον, ὥστε ἐξ ἐκείνων καὶ περὶ τούτου μαθήσῃ.

[ν΄. Περὶ ἀπαρίνης.] Ἀπαρίνη· οἱ μὲν φιλάνθρωπον, οἱ δὲ ὀμφακόκαρπον, μετρίως ῥύπτει καὶ ξηραίνει. ἔχει δὲ καί τι λεπτομερές.

[να΄. Περὶ ἀπίου.] Ἀπίου τὰ μὲν φύλλα καὶ οἱ ἀκρέμονες αὐστηροὶ, ὁ δὲ καρπὸς ἔχει τι καὶ γλυκύτητος ὑδατώδους, ἐξ ὧν δήλη καὶ ἡ κρᾶσίς ἐστιν ἀνώμαλός τις ὑπάρχουσα κατὰ τὰ μόρια, καὶ τὸ μέν τι γεῶδες ἔχουσα, τὸ δ’ ὑδατῶδες, καὶ καθ’ ἑκάτερον τὸ μέν τι ψυχρὸν, τὸ δ’ εὔκρατον. καὶ διὰ τοῦτ’ ἐσθιόμενοι μὲν εὐστόμαχοί τ’ εἰσὶ καὶ ἄδιψοι. καὶ καταπλαττόμενοι δὲ ξηραίνουσί τε καὶ μετρίως ψύχουσιν, ὡς ἔγωγε κολλήσας αὐτοῖς οἶδα τραῦμα, μηδενὸς ἄλλου φαρμάκου παρόντος.

[νβ΄. Περὶ ἀχράδων.] Ἀχράδες ὀνομαζόμεναι καὶ στύφουσι μᾶλλον τῶν ἄλλων ἀπίων καὶ ξηραίνουσι, καὶ διὰ

835
τοῦτο δηλονότι καὶ κολλῶσι τραύματα μείζονα καὶ ἀποτρέπουσι ῥεύματα.

[νγ΄. Περὶ ἀποκύνου.] Ἀπόκυνον ἢ κυνοκράμβη. καλοῦσι δ’ ἔνιοι καὶ κυνόμορον αὐτὴν, ἐπειδὴ τάχιστα τοὺς κύνας ἀναιρεῖ, καθάπερ τὸ λυκοκτόνον τοὺς λύκους. ἔστι δὲ ἀνθρώπων δηλητήριον, ἱκανῶς δυσώδης πόα, διὸ καὶ θερμὴ πάντως ἐστὶν οὐκ ἀγεννῶς, οὐ μὴν ἀνάλογόν γε ξηρά διὰ τοῦτ’ οὖν καὶ καταπλασσόμενον ἱκανῶς διαφορητικῆς ἐστι δυνάμεως.

[νδ΄. Περὶ ἀργεμόνης.] Ἀργεμόνη. καὶ ταύτης τῆς πόας ἡ δύναμις ῥυπτική τέ ἐστι καὶ διαφορητική.

[νε΄. Περὶ ἀρισάρου.] Ἀρίσαρον. τοῦτο καὶ μικρότερόν ἐστι πολλῷ τοῦ ἄρου, καὶ ῥίζαν ἐλαίας ἔχει τὸ μέγεθος. ἔστι δ’ αὐτοῦ πολὺ δριμύτερον.

[νστ΄. Περὶ ἀριστολοχίας.] Ἀριστολοχίας ἡ ῥίζα χρειωδεστάτη πρὸς τὰς ἰάσεις, πικρὰ καὶ ὑπόδριμυς ὑπάρχουσα. λεπτομερεστέρα δ’ ἐξ αὐτῶν ἐστιν ἡ στρογγύλη καὶ κατὰ πάντα δραστικωτέρα. τῶν δ’ ἄλλων δυοῖν ἡ μὲν κληματῖτις

836
εὐωδεστέρα μὲν, ὥστε καὶ πρὸς τὰ μύρα χρῆσθαι τοὺς μυρεψοὺς αὐτῇ, πρὸς τὰς ἰάσεις δ’ ἀσθενεστέρα. ἡ μακρὰ δ’ ἧττον μὲν λεπτομερής ἐστι τῆς στρογγύλης, οὐ μὴν οὐδ’ αὐτή γε ἄπρακτος, ἀλλ’ ἔστι τῆς ῥυπτικῆς τε καὶ θερμαντικῆς δυνάμεως, καὶ τῆς στρογγύλης ἧττον μὲν ῥύπτει καὶ διαφορεῖ, θερμαίνει δ’ οὐχ ἧττον, ἀλλ’ ἴσως καὶ μᾶλλον. ὅθεν ἐφ’ ὧν μέν ἐστι χρεία τοῦ μετρίως ῥύπτειν, ἡ μακρὰ χρησιμωτέρα, καθάπερ ἔν τε ταῖς τῶν ἑλκῶν σαρκώσεσι καὶ ταῖς τῶν ὑστερῶν πυρίαις· ἐφ’ ὧν δὲ παχὺν χυμὸν ἰσχυρότερον λεπτῦναι, τῆς στρογγύλης ἡ χρεία. διὰ τοῦτο καὶ τὰ δι’ ἔμφραξιν ἤ τι πάχος ἀπέπτων πνευμάτων ἀλγήματα θεραπεύει μᾶλλον ἡ στρογγύλη καὶ σκόλοπας ἀνάγει καὶ σηπεδόνας ἰᾶται καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρει καὶ ὀδόντας καὶ οὐλὰς λαμπρύνει. βοηθεῖ δὲ καὶ ἀσθματικοῖς καὶ λύζουσιν, ἐπιληπτικοῖς τε καὶ ποδαγρικοῖς, μεθ’ ὕδατος πινομένη, καὶ ῥήγμασι δὲ καὶ σπάσμασιν εἴπερ τι ἄλλο φάρμακον ἐπιτήδειός ἐστιν.

[νζ΄. Περὶ ἀρκεύθου.] Ἄρκευθος θερμὴ καὶ ξηρὰ

837
τῆς τρίτης τάξεως κατ’ ἄμφω. ὁ δὲ καρπὸς αὐτῆς θερμὸς μὲν ὁμοίως, ξηραίνει δ’ οὐχ ὁμοίως, ἀλλ’ εἴη ἂν ἐν τῷδε τῆς πρώτης τάξεως.

[νη΄. Περὶ ἀρκτίου.] Ἄρκτιον τὸ μὲν τῷ φλόμῳ παραπλήσιον, τὸ τὴν ῥίζαν ἁπαλὴν καὶ λευκὴν καὶ γλυκεῖαν ἔχον καὶ τὸν καυλὸν μακρὸν καὶ μαλακὸν καὶ τὸν καρπὸν ὅμοιον κυμίνῳ, λεπτομεροῦς μὲν ἱκανῶς ἐστι δυνάμεως, καὶ δι’ αὐτὸ τοῦτο ξηραντικῆς μέντοι καὶ ῥυπτικῆς μετρίως, ὅθεν καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς αὐτοῦ ἀφεψόμενοι σὺν οἴνῳ πραΰνει πως ὀδόντων ἀλγήματα. πυρικαύτων τε καὶ χιμέθλων καὶ τὸ τούτων μὲν ἀφέψημα καταντλώμενον, ἀλλὰ καὶ οἱ κλῶνές εἰσιν ἰάματα.

[νθ΄. Περὶ ἑτέρου ἀρκτίου.] Τὸ δ’ ἕτερον ἄρκτιον, ὃ δὴ καὶ προσωπίδα καλοῦσιν, οὗ τὰ φύλλα τοῖς τῆς κολοκύνθης ἐστὶν ὁμοιότατα, πλὴν ὅσῳ μείζω τε καὶ σκληρότερα, διαφορητικὸν μέν ἐστιν καὶ ξηραντικόν. ἔχει δέ τι καὶ στυπτικὸν μετρίως, διὰ τοῦτο αὐτοῦ καὶ τὰ φύλλα παλαιῶν ἑλκῶν ἐστιν ἰατικά.

838

[ξ΄. Περὶ ἀρνογλώσσου.] Ἀρνόγλωσσον. μικτῆς καὶ τοῦτο κράσεώς ἐστιν. ἔχει μὲν γάρ τι καὶ ὑδατῶδες ψυχρὸν, ἔχει δέ τι καὶ αὐστηρὸν, ὅπερ ἐστὶ γεῶδες, ξηρὸν ψυχρὸν, ὥστε ψύχει τε ἅμα καὶ ξηραίνει καὶ κατ’ ἄμφω τῆς δευτέρας ἐστὶν ἀποστάσεως τῶν μέσων. ὅσα δὲ μετὰ ψύξεως ξηρά ἐστι φάρμακα, καὶ πρὸς ἕλκη κακοήθη πάντα καὶ πρὸς ῥεύματα καὶ σηπεδόνας ἁρμόττει. καὶ διὰ τοῦτο καὶ πρὸς δυσεντερίας, καὶ γὰρ καὶ τὰς αἱμοῤῥαγίας ἵστησι καὶ, εἴ τι διακαὲς, ἐμψύχει, καὶ κολλητικὰ κόλπων ἐστὶ καὶ τῶν ἄλλων ἑλκῶν προσφάτων τε ἅμα καὶ παλαιῶν. ἐν ἅπασι δὲ σχεδὸν τοῖς τοιούτοις φαρμάκοις ἢ πρῶτον ἢ οὐδενὸς δεύτερον ἀρνόγλωσσον ὑπάρχει τῇ συμμετρίᾳ τῆς κράσεως. καὶ γὰρ ξηρότητος ἀδήκτου μετέχει καὶ ψύξεως μηδέπω ναρκούσης, καὶ ὁ καρπὸς δ’ αὐτοῦ καὶ αἱ ῥίζαι παραπλησίας εἰσὶ δυνάμεως, πλήν γε ὅτι ξηροτέρας τε καὶ ἧττον ψυχρᾶς. ἀλλ’ ὁ μὲν καρπὸς λεπτομερέστερος, αἱ δὲ ῥίζαι παχυμερέστεραι. καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς πόας ξηρανθέντα λεπτομερεστέρας τε καὶ ἧττον ψυχρᾶς γίγνεται δυνάμεως, ὡς ἀποπνεύσαντος

839
αὐτῶν καὶ διαφορηθέντος τοῦ ὑδατώδους περιττώματος. ταῦτ’ ἄρα ταῖς μὲν ῥίζαις καὶ πρὸς ὀδόντων ἀλγήματα χρῶνται, διαμασωμέναις τε καὶ τοῖς διακλύμασιν αὐτῶν ἐνεψομέναις. πρὸς δὲ τὰς καθ’ ἧπαρ καὶ νεφροὺς ἐμφράξεις καὶ ταύταις μὲν, ἀλλὰ καὶ τοῖς φύλλοις καὶ πολὺ μᾶλλον ἔτι τῷ καρπῷ. μετέχει γάρ τινος ἅπαντα ταῦτα δυνάμεως ῥυπτικῆς, ἣν εἰκὸς εἶναι κᾀν τῇ πόᾳ μὲν χλωρᾷ, νικᾶσθαι δ’ ὑπὸ τοῦ πλήθους τῆς ὑγρότητος.