De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ια΄. Περὶ πιτύας.] Πιτύα πᾶσα δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως καὶ δηλονότι ξηραντικῆς· ἕπεται γὰρ τοῖς εἰρημένοις ἐξ ἀνάγκης τοῦτο. ἀλλὰ τὴν μὲν τῶν λαγωῶν ἐπιλήπτους θεραπεύειν ἔγραψαν, εἰ μετ’ ὄξους πίνοιτο, καὶ ῥοῦν γυναικεῖον ἰᾶσθαι καὶ γάλα τεθρομβωμένον ἐν κοιλίᾳ διαλύειν, οὗ καὶ ἡμεῖς ἐπειράθημεν οὐκ ἐπὶ λαγώας μόνης, ἀλλὰ καὶ τῶν ἄλλων ζώων πιτύας. ἀμείνω δ’ ἁπάντων αὐτῶν ἐστιν ἡ λαγώα. διαλύει δὲ καὶ τὸ θρομβούμενον αἷμα κατὰ κοιλίαν ὁμοίως ποθεῖσα, μᾶλλον μὲν ἴσως τῶν ἄλλων ἡ λαγώα, οὐ μὴν μόνη γε, ὥς τινες ἔγραψαν, ἀλλὰ καὶ τοῦτο κοινὸν ἁπάσης ἐστὶ πιτύας, ἔνιοι δὲ τὰς ἐκ θώρακος πτύσεις αἵματος ἐπέχειν φασὶν πινομένην πιτύαν λαγώαν, ἀλλ’ οὔτ’ ἄλλον χρησάμενον εἶδον οὔτ’ αὐτὸς ἐτόλμησα χρήσασθαι δριμεῖ φαρμάκῳ πρὸς πάθος δεόμενον στύψεως. ἱππείαν δὲ πιτύαν ἐπί τε δυσεντερικῶν καὶ κοιλιακῶν ἔγραψαν ἰδίως ἁρμόττειν.

[ιβ΄. Περὶ πιτύας τῆς φώκης.] Τὴν δὲ τῆς φώκης ἁρμόττειν 

275
ἐξαιρέτως ἐπαινοῦσιν ὡς καστορίου δύναμιν ἔχουσαν. ὅσα δὲ διὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ἐνεργεῖν ἔγραψαν ἑκάστην τῶν πιτύων, οὐ νῦν λέγειν καιρός.

[ιγ΄. Περὶ χολῆς.] Οὗτος ὁ χυμὸς ἀποδέδεικται θερμότατος εἶναι τῶν ἐν ἑκάστῳ ζώῳ χυμῶν. ὥσπερ οὖν τὸ αἷμα καὶ τὰς σάρκας ἀνομοίας ἔχει κεκραμένα τὰ ζῶα, κατὰ τὸν αὐτὸν λόγον καὶ τὴν χολήν. ἐν μὲν γὰρ τοῖς θερμοτάτοις ἀναγκαῖόν ἐστι καὶ τὴν χολὴν ὑπὲρ τὰς τῶν ἄλλων ζώων χολὰς εἶναι, ἐν δὲ τοῖς ἧττον ἐκείνων θερμοῖς ἀνάλογον ἀπολείπεσθαι καὶ τὸν χυμὸν τοῦτον, ὅσον ἀπολείπεται κᾀν τοῖς ἄλλοις. ἔμαθες γὰρ εἶναι τοὺς πάντας ἐν ἑκάστῳ τῶν ἐναίμων ζώων χυμοὺς τέσσαρας, αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. ἔμαθες δὲ καὶ ὡς ἔθος ἐστὶν οὐ μόνον τοῖς ἰατροῖς, ἀλλὰ καὶ τοῖς Ἕλλησιν ἅπασιν τὴν μὲν ξανθὴν χολὴν ἁπλῶς ὀνομάζειν χολὴν, ὡς ὑπακουσομένων τῶν ἀκουσάντων τὸ τῆς χρόας ὄνομα, τὴν μέλαιναν δ’ οὐχ ἁπλῶς ὀνομάζειν χολὴν, ἀλλὰ μετὰ προσθήκης ὅλου τούτου μέλαιναν χολήν. ἀλλὰ καὶ ὡς τὴν ξανθὴν

276
χολὴν ἐνίοτε καλοῦσιν ὠχρὰν ἐπίστασαι καὶ ὡς κατὰ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἐνίοτε μὲν ὠχρὰν, ἐνίοτε δὲ ξανθὴν ἐν ταῖς τῶν ζώων ἀνατομαῖς ὁρῶμεν αὐτήν. ἤκουσας δὲ καὶ ὡς ἡ ξανθὴ θερμοτέρα τῆς ὠχρᾶς ἐστι τοσοῦτον ὅσον καὶ παχυτέρα. μιγνυμένης γὰρ ὀῤῥώδους ὑγρότητος τῇ ξανθῇ χολῇ τὴν ὠχρὰν συμβαίνει γίνεσθαι, καθάπερ καὶ τὴν ὠχρὰν θερμαινομένην ἐπὶ πλέον παχεῖαν μὲν ἀποτελεῖσθαι τῇ συστάσει, ξανθὴν δὲ τῇ χρόᾳ. καὶ γὰρ οὖν καὶ κατὰ τὰ ζῶα φαίνεται τοῖς μὲν μᾶλλον θερμοῖς ξανθὴ, τοῖς δ’ ἧττον ὠχρά. καὶ ὅταν γε τὰ θερμὰ ζῶα πεινήσαντα τύχῃ καὶ διψήσαντα, πρὸς τὸ μέλαν ἐκτρέπεται χρῶμα, ποτὲ μὲν ἰῶδες ἔχουσα τοῦτο, ποτὲ δὲ κυανοῦν, ἐνίοτε δὲ τὸ τῆς ἰσάτιδος, ὅπερ ἐστὶ φαιότερον τοῦ τῆς κράμβης. πρόσεχε τοίνυν καὶ σὺ τῷ χρώματι τῶν χολῶν, ὅταν σκευάζῃς φάρμακον ἐν ᾧ καὶ χολῆς τι περιέχεται. μιγνῦσι δὲ τοῖς μὲν ὀνομαζομένοις κυκλίσκοις τε καὶ τροχίσκοις, οἷος ὅ τε τοῦ Ἄνδρωνός ἐστι καὶ Πολυείδου καὶ Πασίωνος καὶ ὁ Βιτῖνος, τὴν τοῦ ταύρου χολήν. ὅταν μὲν γὰρ τῶν εἰς τοὺς ὀφθαλμοὺς χρησίμων
277
φαρμάκων σκευάζουσιν, ὑαίνης καὶ ἀλεκτρυόνος καὶ πέρδικος καί τινων ἑτέρων ζώων. ἔστι δὲ ἡ τοῦ ταύρου θερμοτέρα δηλονότι καὶ ξηραντικωτέρα τῆς τῶν εὐνουχισθέντων βοῶν. ὁμοιοῦται γὰρ ἀεὶ τὸ εὐνουχισθὲν ζῶον τῷ θήλει τε καὶ νέῳ. ὥσπερ οὖν ταῦτα πλεονεκτεῖ μὲν ὑγρότητι τῶν τελείων, ἀπολείπεται δὲ θερμότητι, κατὰ τὸν αὐτὸν τρόπον ὁ εὐνουχισθεὶς βοῦς τῶν ταύρων. καί τινων ταύρων ἐθεασάμην χολὴν κυανὴν ὑπεροπτηθείσης τῆς ξανθῆς, ἣν οὐκ ἠξίωσα βαλεῖν εἰς τὸ σκευαζόμενον φάρμακον, ἀλλ’ ἑτέρου ταύρου τὴν μετρίως ξανθὴν εἱλόμην. ὑπερπεπονήκει γὰρ ὁ ταῦρος ἐκεῖνος ἑλκόμενος βιαίοις δεσμοῖς, ὥστε εὔδηλον ὅτι καὶ θυμωθεὶς ἐν τούτῳ τῷ ἔργῳ θερμοτέραν ἔσχε τὴν κρᾶσιν. εἰκὸς δ’ αὐτὸν ἦν καὶ διψῆσαι καὶ πεινῆσαι βιαίως συρόμενον, ἐν κεφαλαίῳ δ’ εἰπεῖν, ὥσπερ τὸ οὖρον ἐπὶ μὲν τῷ συμμέτρῳ πόματι συμμέτρως ὠχρὸν φαίνεται, διψησάντων δὲ καὶ ἀσιτησάντων καὶ πολλὰ καμόντων ξανθὸν, ἐμπλησθέντων δὲ καὶ μεθυσθέντων λευκὸν, οὕτω καὶ ἡ χολὴ μεταβάλλει τὰς χρόας, ἐπὶ μὲν τὸ ξανθότερον ἐν γυμνασίοις
278
καὶ ἀσιτίαις καὶ δίψεσι, ἐπὶ δὲ τὸ λευκότερον ἐν τοῖς ἐναντίοις. ἴσθι τοίνυν ἐὰν μὲν ξανθὴν ἱκανῶς ἐμβάλῃς χολὴν τῷ σκευαζομένῳ φαρμάκῳ, θερμότερον αὐτὸ ποιήσεις, ἐὰν δὲ ὠχρὰν, μετρίως θερμὸν, ἐὰν δὲ ἔκλυτόν τε καὶ ὑδατώδη, τοσούτῳ τῆς προσηκούσης κράσεως ἀπολειπόμενον, ὅσῳ καὶ ἡ χολὴ πρὸς τὸ λευκότερον ἐτράπετο. οὕτως οὖν καὶ τοῖς τὰς μεμυκυίας αἱμοῤῥοΐδας ἀναστομοῦσι διὰ ταύρου χολῆς ἐνίοτε μὲν ἀσθενὴς, ἐνίοτε δὲ περαιτέρω τοῦ προσήκοντος ἐφάνη δριμεῖα. γίνεται μὲν οὖν καὶ παρὰ τὸ χρώμενον τῇ χολῇ σῶμα διαφορά τις, εὐαίσθητόν τε καὶ δυσαίσθητον ὑπάρχον εὐπαθές τε καὶ δυσπαθές. ἀλλὰ παρ’ αὐτὴν μὲν, ὡς ἔφην, τὴν χολὴν οὐ μικρά τίς ἐστιν ἡ παραλλαγή. ὁ γοῦν αὐτὸς ἄνθρωπος ὑπὸ μὲν τῆς ξανθῆς χολῆς μᾶλλον, ἧττον δὲ ὑπὸ τῆς ὠχρᾶς δάκνεται. εὔδηλον μὲν οὖν ἔνεστι κᾀκ τοῦ τὰς αἱμοῤῥοΐδας ἀναστομοῦν, ὅπως ἐστὶ δριμὺς ὁ χυμὸς οὗτος, ἀλλὰ καὶ τοῖς χρωμένοις αὐτοῖς φαίνεται δάκνων, καὶ διὰ τοῦτο φυλαττόμεθα πρὸς ἄλλο τι νόσημά τε καὶ σύμπτωμα χρῆσθαι τῇ ξανθῇ χολῇ καθ’ ἑαυτὴν μόνῃ. καὶ γὰρ
279
οἱ εἰρημένοι κυκλίσκοι τῆς χολῆς ὀλίγον λαμβάνουσι καὶ τὰ πρὸς ὀξυδερκίαν συντιθέμενα φάρμακα τὰ μὲν ὑαίνης χολῆς, τὰ δὲ πέρδικος ἢ ἀλεκτρυόνος ἢ ἄλλου τινὸς λαμβάνονται, μέλι τε μιγνύμενον ἔχει καὶ μαράθρου χυλὸν ἢ ὀποβάλσαμον. ἐνίων δὲ ζώων ἐξαιρέτως ἐπῄνηται χολὴ παρὰ τοῖς ἰατροῖς, ὡς ὀξυδερκές τε ἅμα καὶ ὑποχυμάτων ἀρχὰς διαφοροῦσα, καθάπερ ἥ τε τοῦ ἰχθύος, ὀνομάζουσι δ’ αὐτὸν καλλιώνυμον, ὑαίνης τε καὶ τοῦ θαλαττίου σκορπίου καὶ ἀλεκτορίδος καὶ πέρδικος. ἀσθενεστάτη δ’ ἐστὶν ἡ τῶν ὑῶν εἰς τοσοῦτον, ὥστε μηδὲ τοῖς ἕλκεσιν ἀφόρητον εἶναι, φαίνεταί γε μάλιστα πασῶν χολῶν ὑδατωδεστάτη, πλὴν τῶν ἀγρίων καὶ κατ’ ὄρη διαιτωμένων ὑῶν. ὥσπερ γὰρ ἡ σὰρξ ὅλη θερμοτέρα τε καὶ ξηροτέρα τούτων ἐστὶν, οὕτω καὶ ἡ χολή. τῇ δὲ τῶν ἡμέρων ὑῶν χολῇ χρῶνταί τινες ἐπὶ τῶν ἐν ὠσὶν ἑλκῶν, οὐκ ἀδοκίμῳ φαρμάκῳ, καὶ χρῶ καὶ σὺ μὴ παρόντος ἄλλου τινὸς τῶν συνθέτων, ἔστι γὰρ μυρία. κατὰ δὲ τὸ μέγεθος τῆς διαθέσεως καὶ ἄλλη τις ἄλλου ζώου χολὴ δύναιτ’ ἂν ἁρμόττειν. ὅταν γὰρ ᾖ χρόνιόν τε τὸ ἕλκος ἰχῶρά 
280
τε καὶ πῦον ἔχον πολὺν, καὶ τῶν ξηραντικωτέρων ἀνέξεται χολῶν, οἵα τῶν τε προβάτων βραχὺ δριμυτέρα τῆς τῶν ὑῶν καὶ μᾶλλον ταύτης ἡ τῶν αἰγῶν, ᾗ παραπλησία πώς ἐστιν ἡ τῶν ἄρκτων τε καὶ βοῶν. ἡ δὲ τῶν ταύρων ἰσχυροτέρα μὲν τούτων, ἀπολειπομένη δὲ τῆς τῶν ὑαινῶν. αὕτη δ’ αὖ πάλιν αὐτὴ τῇ τε τοῦ καλλιωνύμου καὶ σκορπίου θαλαττίου καὶ χελώνης θαλαττίας. τὴν δὲ τῆς ἀγρίας αἰγὸς χολὴν ἔγραψαν ἔνιοι τοὺς νυκταλωπιῶντας ὠφελεῖν. εἰσὶ δὲ καὶ αἱ τῶν πτηνῶν ζώων χολαὶ πᾶσαι δριμύτεραί τε καὶ ξηραντικώτεραι τῶν ἐν τοῖς τετράποσι, τῶν δὲ πτηνῶν αὐτῶν αἵ τε τῶν ἀλεκτορίδων τε καὶ περδίκων εἰσὶ μὲν ἀμείνους εἰς ἰατρικὴν χρείαν. αἱ δὲ τῶν ἱεράκων τε καὶ ἀετῶν δριμεῖαι ἱκανῶς, εἰσὶ δὲ καὶ διαβρωτικαὶ, διὸ καὶ ἰώδεις φαίνονται κατὰ τὴν χρόαν, ἐνίοτε δὲ καὶ μέλαιναι. ταύτας οὖν αὐτῶν ἐπιστάμενος τὰς διαφορὰς, ἐπιστάμενος δὲ καὶ τῶν παθῶν τίνα μὲν δεῖ μᾶλλον ξηραίνεσθαι, τίνα δ’ ἧττον, ἐὰν μιᾶς ἡστινοσοῦν χολῆς ἀπὸ τῶν ἔργων πειραθείης, ἀπ’ ἐκείνων ἐπὶ τὰς ἄλλας μεταβαίνειν δυνήσῃ κατὰ μέθοδον, ὥστ’ ἀεὶ τὴν ἁρμόττουσαν τῷ πάθει παραλαμβάνειν. ἅτε γὰρ ἐν
281
στοχασμῷ κειμένης τῆς καθ’ ἑκάστην δύναμιν σφοδρότητος, ἀπό τινος ὡρισμένης ἀρχῆς ἐπὶ τὴν ἀπείραστον ὕλην μεταβαίνειν σε χρὴ, παρὰ τοῦ προπεπειραμένου μαθόντα τὰς ἐν αὐτοῖς ὑπεροχάς. ἐγὼ δὲ καὶ γνωρίσματά σοι σαφῆ διῆλθον ἀπὸ τῆς χρόας τῶν χολῶν καὶ τῆς κράσεως τῶν ζώων.

[ιδ΄. Περὶ ἱδρῶτος.] Ἱδρώς. ἕν τι καὶ τοῦτο τῶν ἐν σώματι τοῦ ζώου γεννωμένων ὑγρῶν, ὕλην τε τὴν αὐτὴν ἔχον καὶ τρόπον γενέσεως τὸν αὐτὸν τοῖς οὔροις. ἐκ γὰρ τῆς πινομένης ὑγρότητος ἡ γένεσις ἀμφοτέρων ἐστὶ, θερμαινομένης τε ἅμα κατὰ τὸ σῶμα καί τι χολώδους οὐσίας προσλαμβανούσης. ἐπὶ πλέον δ’ ὁ ἱδρὼς κατείργασται, διεξεληλυθὼς ἄχρι τοῦ δέρματος ἅπαντα τὰ μεταξὺ μόρια. διαφέρειν γε μὴν ἀναγκαῖον ἀλλήλων ἐστὶ καὶ τοὺς ἱδρῶτας καὶ τὰ οὖρα παρά τε τὰς τῶν ζώων κράσεις, φύσει τε καὶ κατὰ τὰς ἡλικίας ὑπηλλαγμένας ἀλλήλων, οὐ σμικρὰ καὶ κατὰ τὴν προηγουμένην δίαιταν. εὔδηλον δὲ, κᾂν παραλείπηταί ποτε τὸ κατὰ τὰς ὥρας τοῦ ἔτους καὶ τὴν παροῦσαν κατάστασιν, ἔτι δὲ καὶ τὰς χώρας, διαφορὰν οὐ σμικρὰν ἐργάζεσθαι τοῖς

282
σώμασιν τῶν ζώων. ἀλλ’ ἕνεκα τῆς κατὰ τὸν λόγον συντομίας ἑνὶ κεφαλαίῳ περιλαμβάνειν εἴωθα τὰ τοιαῦτα πάντα κατὰ τὴν περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν ὑπαλλάττεσθαι λέγων αὐτά. καὶ γὰρ καὶ τὰς ἐν ταῖς χώραις διαφορὰς κατὰ θερμασίαν καὶ ψύξιν οὗτος περιλαμβάνει, καθάπερ καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὴν παροῦσαν ἢ τὴν προγεγονυῖαν κατάστασιν. ὅταν οὖν ὁ λόγος ἤτοι περὶ οὔρων ἢ ἱδρώτων ἢ αἵματος ἢ πιμελῆς ἢ στέατος ἤ τινος ἄλλου τῶν κατὰ τὸ σῶμα γίνηται, διαιρουμένων ἡμῶν τὰς ἐν τοῖς ζώοις διαφορὰς, ἐπὶ τῶν ὑγιαινόντων σωμάτων ἀκούειν χρὴ τοῦ λόγου τὴν μέσην τῆς ἑαυτῶν οἰκείας κράσεως ἐχόντων κατάστασιν· οὕτως καὶ ὁ ἱδρὼς, ὅτι μὲν οὖν τῆς ἁλυκῆς τε καὶ ἁλμυρᾶς ὀνομαζομένης μετέχει ποιότητος, ἡ γεῦσις μαρτυρεῖ. παραῤῥυεὶς γὰρ εἰς τὸ στόμα πολλάκις ἀκόντων ἱδρὼς ἐνδείκνυται τὴν εἰρημένην ποιότητα, πολλάκις δὲ αὐτὴ καὶ πικρότητα σαφῆ συνενδείκνυται. δηλοῖ γε μὴν καὶ ἡ χρόα αὐτοῦ τὴν φύσιν. ὥσπερ γὰρ τὸ κατὰ φύσιν οὖρον ὠχρὸν μετρίως ἐστὶν, οὕτω καὶ ὁ ἱδρώς. γνώσῃ δὲ τοῦτο ῥᾳδίως ἐπὶ
283
τῶν λουομένων, ὅταν ἐλαίου χωρὶς ἀποστλεγγίζωνται. κατὰ γὰρ τὸ κοῖλον τῆς στλεγγίδος ἀθροίζεται, τήν γε χρόαν ἐνδεικνύμενον οἵαν εἴρηκα καὶ τὴν γεῦσιν, τὸ μὲν ἁλυκὸν ἔχων ἐναργῶς, ἀμυδρὸν δὲ τὸ πικρόν. ἀλλὰ περὶ μὲν οὔρου καὶ πλείω τοῦ προσήκοντος ἔγραψαν οἱ ἰατροὶ, διὰ τὸ δαψιλὲς ἑκάστης ἡμέρας ἀθροίζεσθαι τοῦτο πᾶσιν ἀνθρώποις ἰδίᾳ τε καὶ δημοσίᾳ. περὶ δὲ τῶν ἱδρώτων ἢ οὐδὲν ἢ τῶν περιέργων τινὰ μᾶλλον, ἃ γοητείας ἔχεται. καὶ χωρὶς δὲ τῶν τοιούτων ἀναγεγράφασιν ἔνιοι περιττὰ δι’ ἄλλης ὕλης ἰατρικῆς γίνεσθαι δυνάμενα. μίγνυται δ’ ἱδρὼς ἐν ταῖς παλαίστραις ὁ τῶν γυμναζομένων τῷ πάτῳ, κονίσαλον δ’ αὐτὸν ὀνομάζουσιν ἔνιοι τῶν περιέργως ἀττικιζόντων, συντελοῦν τι τῷ ψιλῷ πάτῳ πρὸς διαφόρησιν ὄγκων τῶν παρὰ φύσιν. ἐκεῖνος γὰρ τὸ μὲν ἀποκρουστικὸν πλέον ἔχει, διαφορητικὸν δ’ ἀμυδρὸν πάνυ. μετὰ δὲ τὸ δέχεσθαι τὸν ἱδρῶτα τῶν γυμναζομένων ἐπικτᾶται πολὺ τῆς διαφορητικῆς δυνάμεως. ἐπὶ γοῦν τῶν φλεγμονῶν τῶν τιτθῶν δραστικώτερόν ἐστι βοήθημα μόνος ὁ τοιοῦτος πάτος ἐπιτιθέμενος. ἐὰν δὲ ξηρότερόν
284
σοι φάνηται, κύπρινον ἐπαλείφειν, κᾂν πάνυ σφόδρα ξηρὸς ᾖ, καὶ ἀναμάλαττε τῷ κυπρίνῳ. κάλλιον δὲ μὴ τὸν ξηρὸν, ἀλλὰ τὸν μαλακὸν αἱρεῖσθαι. μὴ παρόντος δὲ τοῦ κυπρίνου ῥόδινον καλὸν ἀρκεῖ μιγνύειν. τοῦτο τὸ φάρμακον καὶ πρὸς τὰς ἐκ τόκων σβέσαι τὸ γάλα προαιρουμένας, ὅταν οἷον τυρωθῇ κατὰ τοὺς μαστοὺς, χρήσιμον ἱκανῶς ἐστιν. ἐξ αὐτοῦ δὲ ὁρμώμενος καὶ πρὸς ἄλλα παραπλήσια παθήματα χρῆσθαι δύνασαι. ἐγὼ γοῦν ποτε καὶ κατὰ βουβῶνος αὐτῷ χρησάμενος ἐν τάχει παυόμενον ἐθεασάμην τὸν ὄγκον.

[ιε΄. Περὶ οὔρου.] Οὖρον. εἴρηται μὲν οὖν ἤδη περὶ τῆς ὅλης φύσεως αὐτοῦ κατὰ τὸν περὶ τῶν ἱδρώτων λόγον. εἰρήσεται δὲ καὶ νῦν ὅση ταῖς χολαῖς ἐστι διαφορὰ κατὰ τὰ ζῶα, τοσαύτην καὶ τοῖς οὔροις εἶναι. θερμὰ μὲν ἅπαντα ταῖς δυνάμεσίν ἐστιν, ἀλλὰ μᾶλλον μὲν τὸ τῶν θερμοτέρων ζώων, ἧττον δὲ τὸ τῶν ψυχροτέρων. περὶ ἀνθρωπείου οὔρου. ἀνθρώπου δὲ οὖρον ἁπάντων τῶν ἄλλων οὔρων σχεδόν ἐστιν ἀσθενέστατον, ὅτι μὴ τῶν ἡμέρων ὑῶν, ὧν ἐκτέμνουσι τοὺς ὄρχεις. ἐκείνων γὰρ ἥ τε κρᾶσις ὅλου τοῦ σώματος ὁμοία τῇ τῶν ἀνθρώπων ἐστὶν τό τ’ οὖρον ὡσαύτως ἀσθενές. 

285
ἰσχυρὸν δὲ καὶ τῶν ἐν τοῖς ὄρεσι κάπρων, ὡς καὶ διὰ τῆς ὀσμῆς φαίνεται δριμυτάτης οὔσης. κᾀπὶ τῶν ἄλλων δὲ ζώων ἁπάντων ἔνεστί σοι διὰ τῆς ὀσμῆς γνωρίζειν τὴν δύναμιν αὐτοῦ. τὸ μὲν γὰρ γεύεσθαι τῶν οὔρων ἐκείνων βδελυρώτατον, ὅπου καὶ τὸ τῶν παίδων οὖρον οὐχ ὑπέμεινέ τις ἀνὴρ ἀξιόλογος ἤθει καὶ βίῳ πιεῖν, ὁπότε λοιμωδῶς ἐνόσησεν ἐν Συρίᾳ, καθ’ ἣν πολλοὶ πεπωκότες οὖρόν τινες καὶ παίδων καὶ ἀνδρῶν ἐδόκουν ἐκ τούτου διασεσῶσθαι. ῥυπτικῆς μὲν οὖν δυνάμεως εἴπερ τι καὶ ἄλλο τὸ τῶν ἀνθρώπων ἐστὶν οὖρον, ὡς δηλοῦσι πολλοὶ καὶ οἱ γναφεῖς, τὰ ῥυπαρὰ τῶν ἀμφιεσμάτων ἐκκαθαίροντές τε καὶ ἀποῤῥύπτοντες ἡμῖν αὐτῷ. ταύτην δὲ τὴν δύναμιν αὐτοῦ καὶ οἱ ἰατροὶ θεασάμενοι ψώραν καὶ λέπραν ἀποσμήχουσί τε καὶ καταντλοῦσιν τῶν ἑλκῶν τὰ πολλῆς ὑγρότητος μεστὰ καὶ ῥύπου καὶ ἀκαθαρσίας, καὶ πολύ γε μᾶλλον ὅταν ἔχῃ τι σηπεδονῶδες. ἀλλὰ καὶ τοῖς αἰδοίοις, ὅταν οὕτω πάσχῃ, τὸ οὖρον ἐνίασιν καὶ τοῖς πυοῤῥοοῦσιν ὠσί. καὶ τοὺς ἀχῶρας δὲ καὶ πίτυρα δι’ αὐτοῦ θεραπεύουσι, καταντλοῦντες τὴν κεφαλήν. ἡμεῖς δὲ
286
ταῦτα ἐμυσάχθημεν μᾶλλον ποιεῖν, ἑτέρων εὐποροῦντες εἰς αὐτὰ φαρμάκων. τὰ δ’ ἐν τοῖς δακτύλοις τῶν ποδῶν ἕλκη καὶ μάλιστα ἐκ προπταισμάτων, ἐπειδὰν ἀφλέγμαντα γένηται, καὶ αὐτὸς ἰασάμην οὔρῳ πολλάκις ἐπί τε δούλων καὶ ἀγροίκων ἀνθρώπων, εἰς ὁδοιπορίαν ἀπιόντων χωρὶς ἰατροῦ. μοτὸν γὰρ αὐτοῖς ἐπιτιθεὶς κατὰ τοῦ ἕλκους, εἶτ’ ἔξωθεν καὶ ὀθονίῳ περιελίξας καὶ δήσας ὁσάκις οὐρεῖν προθυμηθῶσιν, κατὰ τοῦ δακτύλου φέρεσθαι τὸ οὖρον ἐπιτρέπειν ἐκέλευσα καὶ μὴ λύειν, ἄχρις ἂν ἀκριβῶς θεραπευθῇ. συνεχώρησα γὰρ καὶ εἴ τινα ἄλλον ἐπυθόμην ἐν ἀγρῷ χωρὶς ἰατροῦ καταντλοῦντα τῶν ἑλκῶν τὸ οὖρον, ὅταν ἐν τοῖς κάτω μέρεσιν ᾖ τοῦ θώρακος ἄχρι τῶν ποδῶν ἄκρων, ὅσα δὲ περὶ κεφαλὴν ἢ κατὰ τὸ πρόσωπον ἕλκη γίγνεται, ταῦτ’ ἐμυσάχθην οὔρῳ καταντλεῖν ἐᾶσαί τινα. τό γε μὴν δι’ οὔρου παιδὸς σκευαζόμενον φάρμακον, ὃ καλοῦσιν ἔνιοι χρυσοκόλλαν, ἐπειδὴ πρὸς τὴν τοῦ χρυσοῦ κόλλησιν αὐτῷ χρῶνται, κάλλιστον εἶναί φημι πρὸς ἕλκη δυσίατα. γίνεται δὲ θυίας τῷ τῆς φιάλης σχήματι κατασκευασθείσης ἐξ ἐρυθροῦ
287
χαλκοῦ, δοίδυκα δὲ τῆς αὐτῆς ὕλης ἐχούσης εἰς ἣν ἐνουροῦντος τοῦ παιδὸς ὁ δοῖδυξ περιάγεται πολλάκις, ὡς ἀπορῖψαί τι μὴ μόνης τῆς θυίας, ἀλλὰ καὶ ἑαυτοῦ, καὶ γίνεται τοῦτο πλείοσιν ἡμέραις, ἄχρις ἂν μελιτώδη σύστασιν σχῇ τὸ οὖρον. ἐν ἡλίῳ δὲ χρὴ πράττεσθαι τοῦτο. ῥᾷον γὰρ ἀποτρίβεται τοῦ χαλκοῦ κατὰ τὸν τοιοῦτον ἀέρα ἢ εἰ μὴ ἥλιος εἴη, θερμὸν ἄλλως εἶναι τὸν οἶκον. τούτῳ τῷ φαρμάκῳ μιγνυμένῳ τοῖς ἐπιτηδείοις εἰς ἴασιν ἑλκῶν κακοήθων χρώμεθα, καθάπερ εἶπον, ὡς ἀρίστῳ. βδελυρίαν γὰρ οὐδεμίαν ἔχει, παραπλησίως τῷ οὔρῳ κατὰ τῆς κεφαλῆς καταχεομένῳ καὶ περὶ τίνων ἄλλων μορίων. τὸ μὲν γὰρ καὶ πίνειν οὔρου, τί ἄν τις καὶ λέγοι; γεγράφασι μὴν ἔνιοι τῶν ἰατρῶν περὶ τοῦ κατὰ τὸ οὖρον ὑφισταμένου παχέος τε καὶ λευκοῦ, λέγοντες αὐτὸ θεραπεύειν ἐρυσιπέλατα. τὰ μὲν οὖν ἔτι πυρώδη καὶ ὄντως ἐρυσιπέλατα τῶν θερμῶν καὶ δριμέων φάρμακον οὐδὲν ὠφελῆσαι δύναται. τὰ δ’ ἤδη διὰ τῶν ψυχόντων ἐνεψυγμένα καὶ τοῦτο καὶ ἄλλα πολλὰ τῶν διαφορητικῶν φαρμάκων ὀνινάναι δύνανται. τούτῳ μὲν οὖν ἐγχωρεῖ χρῆσθαι
288
μὴ περὶ πρόσωπον ἢ ἐγγὺς τούτου συστάντος ἐρυσιπέλατος, ἀλλ’ ἤτοι κατά τι τῶν κώλων ἢ κατὰ τὸν νῶτον ἢ τὴν γαστέρα. πιεῖν δ’ οὔρου παιδὸς ἕνεκα τῆς καλουμένης ὀρθοπνοίας οὐκ ἀναγκαῖον, ὄντων γε καὶ ἄλλων φαρμάκων ἃ βοηθεῖ τῷ πάθει τούτῳ. καὶ μέντοι καὶ πιών τις οὐκ ἀπηλλάγη τοῦ πάθους, ὥστ’ οὐδ’ ἐξαίρετον ἔχει τι παρὰ τἄλλα.

[ιστ΄. Περὶ σιέλου.] Σίελον, εἴτε σίαλον, εἴτε πτύελον ὀνομάζειν θέλει τις, οὔ μοι διαφέρει. γινώσκειν δὲ αὐτοῦ χρὴ τὴν δύναμιν εἶναι διάφορον ἔν τε τοῖς ζώων εἴδεσι καὶ καθ’ ἕκαστον αὐτῶν ὑγιαῖνον ἢ νοσοῦν ἐδηδοκότος ἢ πεπωκότος ἢ ἀπότου τε καὶ νενηστευκότος. ὡς γὰρ τὰ οὖρα καὶ αἱ χολαὶ καὶ ὁ ἱδρὼς, οὕτως καὶ τὸ πτύελον ἀσθενὲς μὲν ἐδηδοκότων ἐστὶν, ἰσχυρὸν δὲ καὶ δριμὺ τὸ τῶν ὑπερδιψάντων καὶ ὑπερπεινησάντων. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν τὸ τῶν εὐπεπτηκότων μὲν, οὐδέπω δ’ ἐδηδοκότων ἢ πεπωκότων. τούτῳ τοιγαροῦν τῷ σιέλῳ καὶ αἱ τροφαὶ τῶν παίδων τοὺς λειχῆνας ἰῶνται, βρέχουσαι τὸν μικρὸν δάκτυλον, εἶτα ἀνατρίβουσαι τὸ πεπονθὸς δέρμα. καὶ τοῦτο ποιοῦσι πολλάκις, ὡς διασώζεσθαι

289
κατὰ τὸν μεταξὺ τῶν χρήσεων χρόνον ἐν τῷ λειχῆνι τὴν ἀπὸ τοῦ σιέλου δύναμιν. ἀλλὰ καὶ πυροὺς μασώμενοι πολλοὶ τῶν ἀγροίκων δοθιῆσιν ἐπιτιθέασιν. διαφορεῖ τε γὰρ αὐτοὺς καὶ πέττει ταχέως. καίτοι γε εἰ δι’ ὕδατος δευθεῖεν, οὐχ ὁμοίως ὠφελοῦσιν. εὔδηλον οὖν ὅτι τὸ σίαλον αὐτὸ τὴν ἰσχὺν τῆς ὠφελείας παρέχει. κατὰ δὲ τῶν μαλακῶν καὶ παιδικῶν σωμάτων ἄρτον, οὐ πυροὺς ἐπιτιθέασι μασωμένους. διαφορεῖ δὲ πάντα τὰ οὕτω μασηθέντα καὶ ὑπώπια καὶ τὰ ἄλλα ἐκχυμώματα, καὶ μᾶλλον ὅταν ὁ ἄρτος ἅμα βραχείᾳ ῥαφανῖδι μασηθείη. καθ’ ὅλην δὲ τὴν οὐσίαν τὸ πτύελον ἐναντιώτατόν ἐστι τοῖς ἀναιροῦσιν ἀνθρώπους θηρίοις, ὥς που καὶ Νίκανδρος ὁ ποιητὴς λέγει. καί μοί τις ἐπαγγειλάμενος ἐπῳδὴν ἀναιροῦσαν σκορπίους ἐπιδείξειν, ἅπαξ εἰπὼν αὐτὴν ἐπέπτυσε τῷ σκορπίῳ, κἄπειθ’ ἑξῆς δεύτερον εἰπὼν αὖθις ἐπέπτυσεν, εἶτα καὶ τὸ τρίτον εἰπόντος τε καὶ καταπτύσαντος ἀπέθανεν ὁ σκορπίος. ὕστερον δ’ ἐγὼ χωρὶς τῆς ἐπῳδῆς ἐθεασάμην ἐπὶ τῷ σιάλῳ μόνῳ τὸν σκορπίον ἀποθανόντα καὶ τοῦτ’ αὐτὸ πάσχοντα ταχέως μὲν ἐπὶ τοῦ 
290
τῶν πεινώντων τε καὶ διψώντων πτυέλου, βραδέως δὲ ἐπὶ τῶν ἐμπεπλησμένων ἐδεσμάτων τε καὶ πομάτων, ἐπὶ δὲ τῶν ἄλλων ἀνάλογον.

[ιζ΄. Περὶ τῶν ἐν τῷ σώματι γεννωμένων.] Γεννᾶται μὲν ἐν τῷ σώματι καὶ ἄλλα παρὰ φύσιν, ὧν οὐ καλὸν μεμνῆσθαι, γεννᾶται δὲ καὶ ὁ ἐν κύστει λίθος, ὑπὲρ οὗ τινες ἔγραψαν, ὡς εἰπεῖν ὅτι θρύπτει λίθους τοὺς ἐν κύστει. τοῦτο μὲν οὖν ψεῦδός ἐστι κεκριμένον τῇ πείρᾳ. εἰ δὲ καὶ τοὺς ἐν νεφροῖς λίθους θρύπτει τὴν ἀρχὴν, οὐδ’ ἐπειράθην μὲν, ἔχων ἕτερα δόκιμα φάρμακα πρὸς τὸ σύμπτωμα τοῦτο. περὶ δὲ τοῦ πύου καὶ ὅσα τοιαῦτα παρίημι λέγειν τοῖς τὰ τοιαῦτα δεινοῖς ἅμα γοητείαις τισίν. ἡ μέντοι κόπρος ἕν τι τῶν ἐν τῷ σώματι γεννωμένων ἐστὶ, κατὰ φύσιν ἐχόντων τῶν ζώων, ὥσπερ καὶ ὁ ἐν τοῖς ὠσὶ ῥύπος· ὑπὲρ ἑκατέρου τοίνυν ἐφεξῆς δίειμι.

[ιη΄. Περὶ κόπρου.] Κόπρος εἴτε κόπρον εἴτ’ ἀποπάτημα καλεῖν ἐθέλοις οὐ διοίσει. γίγνωσκε δὲ τὴν οὐσίαν ταύτην διαφορητικωτάτην ἔχειν δύναμιν. ἔστι δ’ ἡ τῶν ἀνθρώπων

291
διὰ τὴν δυσωδίαν βδελυρά. βοῶν δὲ καὶ αἰγῶν καὶ χερσαίων κροκοδείλων καὶ κυνῶν, ὅταν ὀστᾶ φάγωσιν, οὔτε δυσώδης ἐστὶ καὶ πεῖραν ἱκανὴν οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις τῶν ἔμπροσθεν ἰατρῶν ἔδωκεν. Ἀσκληπιάδης μέν γε ὁ ἐπικληθεὶς φαρμακείων καὶ τἄλλα μὲν ἅπαντα σύνθετα φάρμακα συνήθροισεν, ὡς πολλὰς βίβλους πληρῶσαι. καὶ κόπρῳ δὲ χρῆται πολλάκις ἐπὶ πολλῶν παθῶν ἀναμιγνὺς, οὐ μόνον τοῖς ἔξωθεν ἐπιτιθεμένοις φαρμάκοις, ἀλλὰ καὶ τοῖς εἴσω τοῦ στόματος λαμβανομένοις.

[ιθ΄. Περὶ κυνείας πόπρου.] Ἐγὼ γοῦν οἶδα καὶ αὐτὸς θαυμαστῆς δυνάμεως πειραθεὶς ἀνθρωπείας τε καὶ κυνὸς κόπρου. λέξω δέ σοι περὶ προτέρας τῆς κυνείας, ᾗ συνεχῶς ἐχρῆτό τις τῶν ἡμετέρων διδασκάλων, ὀστᾶ διδοὺς ἐσθίειν κυνὶ μόνα δυεῖν ἐφεξῆς ἡμερῶν, ἐξ ὧν σκληρὰ καὶ λευκὴ καὶ ἥκιστα δυσώδης ἡ κόπρος γίγνεται. ταύτην οὖν λαμβάνων ἐξήραινεν, ὡς ὕστερον ὁπότε βούληται χρῆσθαι λειοῦσθαι ῥᾳδίως. ἐχρῆτο δ’ αὐτῇ πρός τε συνάγχας καὶ δυσεντερίας

292
καὶ τὰ παλαιότατα τῶν ἑλκῶν. πρὸς μὲν οὖν συνάγχας, ἀναμιγνὺς τοῖς καὶ ἄλλως ἁρμόττουσιν πρὸς τὸ πάθος τοῦτο φαρμάκοις· ἐπὶ δὲ δυσεντερικῶν τῷ ἀφεψημένῳ γάλακτι, τῶν καλουμένων καχλήκων διαπύρων ἐμβεβλημένων, ἢ ὡς ὕστερον ἐγὼ διὰ τὸ εὐπόριστον ἐπὶ τὸν σίδηρον ἧκον, ἐμβάλλων τοῦτον διάπυρον τῷ γάλακτι καλῶς προαφεψημένῳ. καλοῦσι δ’ ἔνιοι τῶν ἰατρῶν οὐκ οἶδ’ ὅπως τὸ τοιοῦτον γάλα σχιστόν. ἐχρῆν γὰρ οὐ τοῦτο καλεῖν οὕτως, ἀλλ’ ἐφ’ ὧν χωρίζομέν τε καὶ σχίζομεν ἀπὸ τοῦ τυρώδους τὸν ὀῤῥόν. ἀλλὰ τῆς κυνείας κόπρου ξηρᾶς λειώσας ὁ ἰατρὸς ἐνέβαλλε τῷ τοὺς κάχληκας ἐναπεσβεσμένους ἔχοντι γάλακτι λανθανόντως καὶ μόνους τοὺς γνησιωτάτους μαθητὰς ἐδίδαξε τοῦτο. τούτων μὲν οὖν τῶν δύο χρήσεων τῆς κυνείας κόπρου πάνυ πολλὴν ἔχω πεῖραν ὡς θαυμαστοῦ φαρμάκου, καθάπερ καὶ τῆς ἐπὶ τῶν κακοηθεστάτων ἑλκῶν. ἐμίγνυε γὰρ οὖν κᾀπ’ ἐκείνων τοῖς δοκίμοις φαρμάκοις τῆς κυνείας κόπρου βραχὺ, καὶ σαφῶς ἰσχυρότερον ἑαυτοῦ τὸ φάρμακον ἐγίγνετο, καὶ εἴ που διαφορῆσαί τι καὶ ξηράναι, κἀκείνοις τοῖς φαρμάκοις ἐμίγνυεν.

293

[κ΄. Περὶ ἀνθρωπείας κόπρου.] Τῆς ἀνθρωπείας κόπρου τοιάνδε τινὰ πεῖραν ἔχω. συνεχῶς τις ὑπὸ τῶν κατὰ τὴν φάρυγγα φλεγμονῶν ἠνωχλεῖτο σφοδρῶς, ὡς κινδυνεύειν ἀποπνιγῆναι, καὶ δὴ φλεβοτομεῖσθαι διὰ τὸν κίνδυνον τοῦτον ἠναγκάζετο. τούτῳ τις ἐντυχὼν ἐπηγγείλατο πεῖραν δώσειν φαρμάκου καὶ καλεῖν ἑαυτὸν ἠξίου πρὸ τῆς φλεβοτομίας, ὅταν αὖθίς ποτε φλεγμήνῃ τι τῶν κατὰ τὴν φάρυγγα μορίων αὐτοῦ. καὶ τοίνυν κληθεὶς, εἶτα διαχρίσας φαρμάκῳ ταχέως ἐθεράπευσε τὸν ἄνθρωπον. ὡς δὲ καὶ αὖθις ἤδη ἐνήργησεν, οὐκ ἐπὶ αὐτοῦ μόνου, ἀλλὰ καὶ ἐπ’ ἄλλων τῶν ὁμοίως πασχόντων ἠξίου δοὺς μισθὸν ὁ συνεχῶς κινδυνεύων πνιγῆναι μαθεῖν τὸ φάρμακον. ἦν δ’ ἅμα τε πλούσιος καὶ περὶ χρημάτων δαπάνην ἐλευθέριος. ὡς δὲ περὶ τοῦ μισθοῦ συνέβησαν, ὁ πιπράσκων τὴν γραφὴν ἀντιπαθείᾳ τινὶ τὴν ὠφέλειαν ἔφη τὸ φάρμακον ἔχειν. εἶναι δὲ τὴν ἀντιπάθειαν τὸ μὴ γνῶναι τὸν θεραπευόμενον ἐξ ὧν σύγκειται. ἐκέλευσεν οὖν ἄλλον ἀνθ’ ἑαυτοῦ μαθησόμενον, ὅστις ἂν αὐτῷ πιστότατος εἶναι δοκῇ, καὶ τοῦτο αὐτὸν ὀμόσαι βουλόμενον

294
μηδενὶ δοῦναι τὴν γραφὴν τοῦ φαρμάκου, μέχρις ἂν αὐτὸς ὁ ἀποδιδόμενος ζῇ. κατὰ τοῦτον μὲν δὴ μετὰ τὸν τοῦ δείξαντος θάνατον ὁ μαθὼν οὐ μόνον τὸν ἴδιον ἄνθρωπον, ἀλλὰ καὶ τοὺς ἄλλους ἰᾶται, κᾀμοῦ μηδ’ αἰτήσαντος τοῦ φαρμάκου τὴν γραφὴν οὗτος ἔδωκεν ἑκών· ἦν δὲ κόπρος παιδίου ξηρὰ μετὰ μέλιτος Ἀττικοῦ λελειωμένη. διῃτᾶτο δὲ τὸ παιδίον, οὗ τὴν κόπρον ἔμελλον λήψεσθαι, καθάπερ αὐτὸς ὁ δοὺς τὸ φάρμακον ἔδειξεν, ἐπὶ θέρμων ἐδωδῇ. τούτων δὴ τῶν συνήθως ἐσθιομένων μετ’ ἄρτου καλῶς ὠπτημένου κλιβανίτου συμμέτρων ἁλῶν τε καὶ ζύμης ἔχοντος. ἐδίδου δὲ καὶ οἶνον παλαιὸν πίνειν. ἅπαντα ταῦτα σύμμετρα κατὰ τὸν ὄγκον, ὡς ἀκριβῶς εὐπεπτῆσαι τὸ παιδίον. ἐπὶ μὲν δὴ τῆς πρώτης ἡμέρας τοιαύτῃ διαίτᾳ χρώμενος οὐδέπω κατὰ τὴν ὑστεραίαν ἀνῃρεῖτο τὴν κόπρον· ἐν ἐκείνῃ δ’ αὖ πάλιν ὁμοίως διαιτήσας τὸ κατὰ τὴν τρίτην ἐκκριθὲν ἐλάμβανεν καὶ ξηραίνων ἐχρῆτο παραπλησίως τῇ κυνείᾳ κόπρῳ, καθότι προείρηται. ἔλεγε δὲ τὸν διδάξαντα διὰ τὴν δυσωδίαν τῶν ἄλλων ἐδεσμάτων φεύγοντα τοὺς θέρμους 
295
αἱρεῖσθαι, ἑαυτὸν δὲ ἕνεκα πείρας ὀρνιθείου κρέως καὶ περδικείου δι’ ὕδατος ἢ λιτοῦ ζωμοῦ καλῶς ἑψημένου ἐδηδοκέναι πολλάκις, ἐνηργηκέναι δὲ τὸ φάρμακον οὐδὲν ἧττον. ἐγὼ μὲν δή σοι ταῦτα λέγειν ἔχω περὶ κυνείας τε καὶ ἀνθρωπείας κόπρου.