De methodo medendi

Galen

Galen, De methodo medendi

Τῶν μὲν γὰρ δυνάμεων ἰσχυρῶν ὑπαρχουσῶν τοῦ τὸν ἐπὶ σηπεδόνι πυρετὸν πυρέττοντος, ὡς ὑπόκειται, φλεβοτομητέον αὐτίκα χωρὶς ἀπεψίας τῆς κατὰ γαστέρα τοῦ νοσήματος ὑπαρξαμένου. τῆς δυνάμεως δὲ ἀσθενεστέρας οὔσης, ἢ τῆς ἡλικίας κωλυούσης, οὐ χρὴ τέμνειν φλέβα. λέλεκται δ’ ἔμπροσθεν ὡς οὐδὲ συνεισβάλλει τῷ τοιούτῳ πυρετῷ δύναμις ἄῤῥωστος· εὐεκτικῶν τε γάρ ἐστι σωμάτων καὶ ἡλικίας θερμῆς ὁ σύνοχος πυρετὸς οἰκεῖος. ἀλλ’

778
ἐὰν ἐν παιδίῳ γένηται μήπω τεσσαρεσκαιδέκατον ἔτος ἄγοντι, φλεβοτομεῖν οὐ προσήκει, διότι τοῖς τηλικούτοις γε θερμοῖς καὶ ὑγροῖς οὖσι καθ’ ἑκάστην ἡμέραν ἀποῤῥεῖ καὶ διαφορεῖται πάμπολυ τῆς τοῦ σώματος οὐσίας. ὥσθ’ ὅπερ ἂν ἐκ τῆς φλεβοτομίας ἐμηχανησάμεθα, τοῦτ’ αὐτόματον ἐκ τῆς τοῦ θεραπευομένου σώματος ὑπάρχει φύσεως. εἰ δ’ ὑπὲρ τεσσαρεσκαιδέκατον ἔτος εἴη τὸ σῶμα, σκεπτέον αὐτοῦ τὴν σχέσιν ὁποία τίς ἐστιν, ἆρ’ ἰσχνὴ καὶ πυκνὴ καὶ σκληρὰ καὶ πολύαιμος ἢ τἀναντία· καὶ οὕτως ἐπὶ μὲν τῇ προτέρᾳ παραλήψῃ τὴν φλεβοτομίαν, ἐπὶ δὲ τῆς δευτέρας οὐκέτι. καὶ μὲν δὴ καὶ τὸ μέτρον σοι τῆς κενώσεως ἐκ τῶν αὐτῶν σκοπῶν λαμβανέσθω. καὶ γὰρ εἰ τριακονταετὴς μὲν ὁ φλεβοτομούμενος εἴη, πλαδαρός τε καὶ μαλακὸς καὶ πιμελώδης καὶ λευκὸς καὶ μικρὰς ἔχων τὰς φλέβας, ἤτοι γ’ οὐδ’ ὅλως φλεβοτομήσεις αὐτὸν ἢ ὀλίγον ἀφαιρήσεις· οὐδ’ ὅλως μὲν ἐν ὥρᾳ θερινῇ καὶ πνιγώδει χωρίῳ, θερμῆς καὶ ξηρᾶς οὔσης τῆς καταστάσεως, ὀλίγον δ’ ἐν ταῖς ἄλλαις ὥραις καὶ χώραις καὶ καταστάσεσιν. εἰ μὲν γὰρ μήτ’ ἔμφραξις ὑπέκειτο μήτε σηπεδὼν, ἀλλὰ μόνον ἦν 
779
τὸ πλῆθος τῶν χυμῶν, εὐθὺς ἂν ἐπὶ τῇ φλεβοτομίᾳ κατὰ φύσιν ἔσχεν. ὥστε ἀφαιρεῖν ἦν προσῆκον ἐν ἁπάσῃ κράσει σώματος καὶ πάσῃ χώρᾳ καὶ ὥρᾳ καὶ καταστάσει τοσοῦτον τῶν χυμῶν ὅσον ὑπὲρ τὸ κατὰ φύσιν ηὔξητο. ἐπεὶ δ’ οὔτε τὴν ἔμφραξιν οὔτε τὴν σηπεδόνα δυνατόν ἐστι θεραπεῦσαι διὰ τῆς φλεβοτομίας, ἑτέρων δεομένας βοηθημάτων, ὡς ἔμπροσθεν ἐδείκνυμεν, ἀποθέσθαι χρή τι τοῦ αἵματος εἰς τὸν τῆς θεραπείας χρόνον, ὅπως μήποτ’ ἀνάγκη καταλάβῃ τις ἡμᾶς ἀκαίρως τρέφειν. ὅσον μὲν γὰρ ἐπὶ τοιούτῳ πυρετῷ θρεπτέον οὐδ’ ὅλως ἐστίν. ἐδείχθη γάρ σοι καὶ πρόσθεν ὁ ἀπὸ τῆς δυνάμεως σκοπὸς μόνος, ἐνδεικνύμενος τὴν τροφήν· ὅσον δ’ ἐπὶ τῷ κεκενῶσθαι τὸ σῶμα δεήσει τρέφειν. ὥστ’ ἀναγκαῖον ἔσται δυοῖν θάτερον, ἢ τρέφοντα τὸν πυρετὸν αὐξάνειν, ἢ μὴ τρέφοντα καταλύειν τὴν δύναμιν. ἄμεινον οὖν, ὡς εἴρηται, καταλιπεῖν τι τοῦ αἵματος, οἰκείαν τροφὴν τοῖς τοῦ ζώου μορίοις· αὐτὸν δ’ ἀρκεσθῆναι προσφοραῖς ὀλιγίσταις ῥοφημάτων καὶ ποτῶν,
780
ὧν ὡς φαρμάκων μᾶλλον ἢ τροφῶν χρῄζομεν. ἐδείχθη γάρ σοι καὶ περὶ τοῦδε πρόσθεν, ὅθεν οὐ χρὴ μηκύνειν ἔτι περὶ αὐτῶν.

Ἀλλὰ καὶ περὶ καταπλασμάτων τε καὶ περὶ τῆς τῶν ὑποχονδρίων αἰονήσεως λεκτέον. ὁ μὲν γὰρ πολὺς ὅμιλος τῶν ἰατρῶν ἕν τι καὶ τοῦτο τῶν ἐκ τοῦ νόμου τῆς ἀμεθόδου θεραπείας ἔθετο. καὶ πάντας ὥσπερ τρέφουσι μετὰ τὴν διάτριτον, οὕτω καὶ προκαταντλοῦσιν ἐλαίῳ, κᾄπειτα μίαν ὑπερβαλόντες αὖθις τρέφουσι προκαταπλάττοντες, εἰ δέ που γαστὴρ ἐπισχεθείη, καὶ κλύζοντες· ὥστε τό γε κατὰ τούτους ὥρᾳ μιᾷ δύνασθαι μαθεῖν τινα τέχνην διαιτητικήν. οὐ μὴν ὦδ’ ἔχει τἀληθές. ἀλλ’ ὅλης οὔσης μεγάλης τῆς τέχνης ἕν τι τῶν μερῶν αὐτῆς οὐ τὸ φαυλότατόν ἐστιν ἐπιστήμη διαίτης, ἥτις ἐκ τούτων μάλιστα συμπληροῦται τῶν βοηθημάτων, τροφῶν καὶ πομάτων ἐπιβροχῶν τε καὶ καταπλασμάτων καὶ κλυστήρων. ἡ γάρ τοι φλεβοτομία κατὰ τὴν ἀρχὴν καὶ αὐτὴ μόνη πρὸς τῶν αὐτῶν ἰατρῶν παραληφθεῖσα τὴν ἐφεξῆς ἅπασαν ἴασιν τοῦ νοσοῦντος ἐπιτρέπει τῇ διαίτῃ.

781
μιᾶς οὖν ὥρας, ὡς ἔφην, ἐστὶν ἡ μάθησις τῆς διαίτης αὐτῶν. εἰ δ’ ὁ μανθάνων εἴη συνετὸς οὐδὲ ταύτης ὅλης, ἀλλ’ ὀλιγοστοῦ μέρους αὐτῆς, ἐν ᾧ τούτων τῶν νῦν λεχθησομένων ἀκοῦσαι δυνατόν ἐστιν. ἅπαντας τοὺς πυρέττοντας ἐν ἀρχῇ μὲν φλεβοτομήσεις, ἐὰν ἰσχυροὶ τὴν δύναμιν ὦσι· καταντλήσας δ’ ἐλαίῳ μετὰ τὴν διάτριτον, ἤτοι μελικράτῳ μετὰ χόνδρου θρέψεις ἢ ῥοφήματι. κᾄπειθ’ ἑξῆς τρέφε παρὰ μίαν, ἀρτομέλιτι προκαταπλάττων. εἰ δ’ ἐπισχεθείη ποτὲ ἡ γαστὴρ, ὑπάγειν αὐτὴν κλυστῆρι. τὴν μὲν οὖν ἐκείνων διαιτητικὴν τέχνην ἤδη σύμπασαν ἀκήκοας ἐν τοῖσδε τοῖς ῥήμασιν, οὐκ ἐν ἓξ μησὶν, ἀλλ’ ἐν ἓξ στίχοις. τὴν δ’ ὄντως διαιτητικὴν ἑξῆς ἄκουσον. θερμαίνειν ὑποχόνδρια καταπλάσμασιν ἢ αἰονήσεσιν οὐ διὰ παντὸς ἀσφαλὲς, ἀλλ’ ἐπ’ ἐκείνων μόνων τῶν ἀῤῥώστων, ἐφ’ ὧν οὐκέτ’ ἀλᾶται περιττὸν ἐν ὅλῳ τῷ σώματι. τοῖς δ’ ἄλλοις ἅπασι κακὸν ἔσχατον. ἐάν τε γὰρ ᾖ πλῆθος ὁποτερονοῦν, εἴτε τὸ πρὸς τὴν δύναμιν εἴτε πρὸς τὴν εὐρυχωρίαν τῶν ἀγγείων, ἐάν τε περιττώματα μοχθηρὰ κατά τι μόριον ἓν ἢ καὶ πλείω, ταῦθ’ ἕλκεται πάντα πρὸς
782
τὸ θερμαινόμενον. ἐθεάσω γοῦν οὐκ ὀλιγάκις ἀφλέγμαντα τελέως ὑποχόνδρια κατὰ τέσσαρας ἡμέρας ἀρχομένων αἰονᾷν αὐτὰ τῶν ἀγελαίων ἰατρῶν φλεγμήναντα, αὐτὸ τοῦτό σοι δείξαντος ἐμοῦ καὶ κελεύσαντος ἀκριβῶς προσέχειν τὸν νοῦν τῇ μελλούσῃ γενήσεσθαι φλεγμονῇ. ἐφ’ ὧν καὶ μάλιστα ἔγνως πηλίκον ἐστὶ κακὸν ἄλογος τριβή. διὰ παντὸς γὰρ αὐτοὶ γεννῶντες τὰς φλεγμονὰς ἐξ ὧν πράττουσιν οὐ γινώσκουσιν, ἀλλ’ ἀεὶ τοῖς αὐτοῖς ἁμαρτήμασι περιπίπτουσιν, ὥσπερ Ἱπποκράτης ἔλεγε, τοὺς ἔνθεν τε καὶ ἔνθεν ἐπιδοῦντας τὰ μεθ’ ἕλκους κατάγματα. καὶ γὰρ κᾀκεῖνοι φλεγμονὰς ἐργαζόμενοι κατὰ τὸ ἕλκος ὅμως οὐκ ἐπαύοντα, νομίζοντες οὐ τὴν ἐπίδεσιν αἰτίαν ὑπάρχειν, ἀλλ’ ἄλλην τινὰ ἀποτυχίαν. πῶς δ’ ἂν καὶ μετέβησαν ἐφ’ ἕτερον ἰάσεως τρόπον οἱ τὴν ἄλογον πρεσβεύοντες τριβὴν, ἀφ’ ὧν αὐτοί τε διὰ παντὸς εἰθίσθησαν οὕτω πράττειν, τούς τε διδασκάλους ἐθεάσαντο πρὸ αὐτῶν; οὐδὲν γὰρ οὐδ’ ἐπιχειρεῖν ἀξιοῦσιν οἱ τοιοῦτοι δι’ ἐνδείξεως λαμβάνειν, ἀρκούμενοι μόνῃ τῇ πείρᾳ. ἀλλ’ Ἱπποκράτης ἀπὸ
783
τῆς τοῦ πράγματος ὁρμηθεὶς φύσεως ἐξεῦρε τρόπον ἰάσεως ἐπιτήδειον. οὗ λοιπὸν εἰς πεῖραν ἐλθόντος ἐγνώθη πόσον ὁ πρότερος ἐσφάλλετο. καὶ τοίνυν εἴ τις ἐθελήσειεν ἐπὶ τῶν τοιούτων διαθέσεων ἀποστὰς καταπλασμάτων τε καὶ τῆς δι’ ἐλαίου καταντλήσεως, ἐπὶ τὴν ἐκ τοῦ λόγου διδασκομένην ἀφικέσθαι θεραπείαν, οὐ χαλεπῶς ἂν οὐδ’ αὐτὸς τῇ πείρᾳ κρίνειε πηλίκον ἁμαρτάνουσιν οἱ οὕτω θεραπεύοντες τά τε πληθωρικὰ καὶ τὰ μὴ καθαρὰ σώματα. συμβαίνει δ’ ἐν τοῖς τοιούτοις νοσήμασι τοὺς πλουσίους μᾶλλον τῶν πενήτων κακῶς θεραπεύεσθαι. ἀμφότερα γὰρ ἐπ’ αὐτῶν ἁμαρτάνεται διὰ τὴν τρυφὴν οὐκ ὀλιγάκις, ἥ τε τῆς φλεβοτομίας ἔνδεια καὶ ἡ περιττοτέρα δῆθεν ἐπιμέλεια τῶν ἰατρῶν, ὡς καθ’ ἑκάστην τι πράττειν ἡμέραν ἐπὶ τῷ τοῦ κάμνοντος σώματι. κατ’ ἀρχὰς μὲν οὖν ὑπὸ τρυφῆς οὐκ ἀνέχονται τῆς φλεβοτομίας οἱ πλείους αὐτῶν, καίτοι μᾶλλον τῶν πενήτων ἁλισκομένοι ταῖς πληθωρικαῖς διαθέσεσιν, ὡς ἂν καὶ μᾶλλον ἐμπιπλάμενοι καὶ βιοῦντες ἀργότερον. οἱ θεραπεύοντες δ’ αὐτοὺς ἰατροὶ, διότι παραλέλειπται μέγιστον βοήθημα τῇ διὰ 
784
τῶν ἄλλων χρήσει νομίζουσιν ἀναπληρώσειν ὁπόσον ἐνδεῖ. καὶ μέντοι καὶ οἱ κάμνοντες, οἰόμενοι τὴν μὲν ἐφ’ ἡσυχίας δίαιταν ἀμέλειαν εἶναι, τὸ δ’ ὁτιοῦν πράττειν ἐπιμέλειαν, ἐπαναγκάζουσιν αὐτοὺς ἑκάστης ἡμέρας προσφέρειν τι τοῖς ὑποχονδρίοις· βουλομένοις δὲ δήπου καὶ τοῖς ἰατροῖς ἔτι τοῦτο πρὸς τὸ δοκεῖν ἐνεργεῖν τι διαπαντὸς, ἐντεῦθεν γὰρ ἐλπίζουσι καὶ τὸν μισθὸν πλείω λήψεσθαι. συμβαίνει τοιγαροῦν ἐν ἐκείνῳ τῷ χρόνῳ τὰς φλεγμονὰς ἄρχεσθαι τοῖς πλουσίοις, ἐν ᾧ πλησίον ἤδη τῆς λύσεώς ἐστιν ἐπὶ τῶν πενήτων τὸ νόσημα. φλεβοτομηθέντες γὰρ ἐν ἀρχῇ κατὰ τοὺς προκειμένους ἐν τῷ λόγῳ πυρετοὺς οὐ μόνον οἱ πένητες, ἀλλὰ καὶ οἱ δοῦλοι τῶν πλουσίων, οἱ πλεῖστοι μὲν ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἐκρίθησαν, ἔνιοι δὲ ἐς τὴν ἑβδόμην ἀφίκοντο, ποῤῥωτέρω δ’ οὐδείς. ἀλλ’ οἵ γε πλούσιοι τὸ μὲν πλῆθος καὶ τὰ περιττώματα πλείω τῶν πενήτων καὶ δούλων ἔχοντες, παραλιπόντες δὲ τὸ τῆς φλεβοτομίας βοήθημα, κᾄπειτα καθ’ ἑκάστην ἡμέραν αἰονώμενοί τε δι’ ἐλαίου θερμοῦ καὶ καταπλαττόμενοι τοῖς χαλαστικοῖς καταπλάσμασι φλεγμονήν τινα συνισταμένην ἴσχουσιν, ἤτοι περὶ τὸ ἧπαρ ἢ τὴν κοιλίαν ἤ τι τῶν ἄλλων τῶν τῇδε
785
σπλάγχνων, ἔνιοι μὲν ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν, ἔνιοι δ’ ἐν τῇ πέμπτῃ, πάντες δ’ οὖν ἐν τῇ ἕκτῃ. οἶσθα δὲ δήπου καὶ τὸν ἐν αὐτῷ τῷ καταντλεῖσθαι δυσπνοήσαντα, τοῦ περιττοῦ παντὸς ἐπὶ τὰς φρένας ἑλχθέντος ὑπὸ τῆς θερμασίας. οὗτός τε οὖν ἀπέθανε καὶ ἄλλοι μυρίοι καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκουσιν, ὥσπερ σικύας τοῦ καταπλάσματος ἕλκοντος ἐπὶ τὰ σπλάγχνα τὰ καθ’ ὅλον τὸ σῶμα περιττά. τινὲς δ’ ἀμέλει καὶ αὐτῇ τῇ σικύᾳ κατ’ αὐτῶν ἐχρήσαντο, τοῦθ’ ἓν μόνον ἐννοοῦντες κᾀκεῖνοι, τὸ φαίνεσθαί τι πράττοντες ἀεὶ περὶ τὸν κάμνοντα. κάλλιστον μὲν οὖν, ὡς εἴρηται, φλέβα τέμνειν οὐ μόνον ἐν τοῖς συνόχοις πυρετοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἐπὶ σήψει χυμῶν, ὅταν γε ἤτοι τὰ τῆς ἡλικίας ἢ τὰ τῆς δυνάμεως μὴ κωλύῃ. κουφισθεῖσα γὰρ ἡ διοικοῦσα τὰ σώματα ἡμῶν φύσις, ἀποθεμένη τε τὸ βαρῦνον αὐτὴν οἷόν πέρ τι φορτίον, ἐπικρατήσει τοῦ λοιποῦ ῥᾳδίως. ὥστε καὶ πέψει τὸ πεφθῆναι δυνάμενον, ἐκκρινεῖ τε τὸ δυνάμενον ἐκκριθῆναι ἀναμνησθεῖσα τῶν οἰκείων ἐνεργειῶν. ἡ γὰρ τῶν μέσων τοῦ σώματος, ὡς οὗτοι καλοῦσι, πρόνοια μέγιστον μὲν κακὸν ἐπὶ τῶν
786
μὴ φλεβοτομηθέντων ἐστὶν, οὐ μέγιστον δὲ ἐπὶ τῶν φλεβοτομηθέντων. ἀλλ’ ὅμως κᾀπὶ τούτων τι βλάπτειν πέφυκεν ἐν τοῖς συνόχοις πυρετοῖς· διακαιόμενα γὰρ ὑπὸ τοῦ πλήθους τῆς θέρμης τὰ σπλάγχνα προσέτι διακαίεται καὶ ἐξοπτᾶται. μόνοι τοιγαροῦν ἐκεῖνοι δεήσονται προνοίας τοιαύτης, οἷς ἡ σῆψις ἐν ἑνὶ συνέστη μορίῳ, προφλεβοτομηθέντες δηλονότι καὶ οὗτοι. ποιησόμεθα δ’ αὐτῶν τὴν πρόνοιαν οὐχ ὁμοίως τοῖς ἐκ τῆς τριόδου τούτοις ἰατροῖς, εὐθέως ἔξ ἀρχῆς χαλῶντες, ἀλλὰ πᾶν τοὐναντίον ἐπὶ τῶν πλείστων ἐργαζόμενοι. τὰ μὲν γὰρ χαλαστικὰ τῶν βοηθημάτων ὥσπερ γε διαφορεῖ τὸ περιεχόμενον ἐν τοῖς μέλεσιν, οὕτως ἐπισπᾶται πλέον ἀντ’ αὐτοῦ, κατ’ ἀρχὰς προσαγόμενα. φερομένων γὰρ ἔτι τῶν ῥευμάτων ἐπὶ τὸ πεπονθὸς, ἀποκρούεσθαι βέλτιόν ἐστι καὶ ἀναστέλλειν, οὐχ ἕλκειν ἐπ’ αὐτά. τὰ δ’ ἀποκρουστικὰ καλούμενα, μετέχοντα δηλονότι τῆς στυπτικῆς δυνάμεως, ἐπιτήδεια πρὸς τὰς ἀρχάς ἐστιν, ἅμα μὲν ἐντιθέντα τόνον τοῖς πάσχουσι μορίοις, ὡς μὴ ῥᾳδίως ὑποδέχοιντο τὰ ἐπιῤῥέοντα τῶν περιττωμάτων, ἅμα δὲ καὶ τῶν ἐν αὐτοῖς
787
ἤδη περιεχομένων ἀντεκθλίβοντα τὸ λεπτότατον. εἰ δ’ ἥ τε φορὰ παύσαιτο διὰ τῶν τοιούτων βοηθημάτων, ἥ τ’ ἐκ τῆς στύψεως ἐγγενομένη πύκνωσις τοῖς πεπονθόσι κατέχοι τὰ παχύτερα, καιρὸς ἤδη χαλᾷν ὑπὲρ τοῦ κενῶσαι τὰ περιεχόμενα. μάλιστα δ’ ὅταν εἰς ἧπαρ ἢ γαστέρα κατασκήπτῃ τὰ περιττὰ τοῖς στύφουσι χρῆσθαι· κύριά τε γὰρ ἱκανῶς τὰ μόρια καὶ πάντως ἐργάζεσθαι τὸ σφέτερον ἔργον ἀναγκαῖα κᾀν ταῖς νόσοις. ἐστὶ δὲ οὐ σμικρὸν αὐτῶν τὸ ἔργον, οἷόν περ ἑκάστου τῶν ἄλλων, ἃ μόνον ἐκεῖνο κατεργάζεσθαι πέφυκεν ὑφ’ οὗ θρέψεται· ἀλλ’ οὕτως εἰς μέγα τῷ ζώῳ διαφέρειν, ὡς εἰ μήτε κατὰ γαστέρα πεφθείη καλῶς ἡ τροφὴ μήθ’ αἱματωθείη κατὰ τὸ ἧπαρ, οἷόν περ ἐν λιμῷ πάσχομεν ἀπορίᾳ βρωμάτων ἀσιτεῖν ἀναγκαζόμενοι, τοιοῦτόν τι καὶ νῦν συμβήσεται πᾶσι τοῖς τοῦ ζώου μορίοις· οὐ γὰρ ἐκ τῶν καταποθέντων, ἀλλ’ ἐκ τῶν κατεργασθέντων ἐν τοῖς εἰρημένοις σπλάγχνοις ἡ χορηγία τῆς τροφῆς ἐστιν ὅλῳ τῷ σώματι. διὰ ταῦτα μὲν δὴ περιττότερον ἢ τὰ ἄλλα μόρια γαστήρ τε καὶ ἧπαρ τῶν στυφόντων χρῄζουσιν. ἀμέλει κᾀπειδὰν καιρὸς
788
ᾖ διαφορεῖν τὰ στηριχθέντα, καὶ τότε δεῖται στύφεσθαι τὰ μέτρια· τὸ γὰρ ἔξ ἐπιμέτρου περὶ τὰ ἄλλα μόρια κατ’ ἀρχὰς αὐτοῖς προστιθέμενον τῆς στύψεως ἀεὶ φυλάττεσθαι χρὴ, μενούσης γε τῆς ἐνδειξαμένης αὐτὸ χρείας· ἡ χρεία δ’ ἐστὶν, ὡς ὀλίγον ἔμπροσθεν εἴπομεν, ἡ κατεργασία τῆς τροφῆς. ἐὰν οὖν ἀτονήσαντα μὴ πέψῃ καλῶς, οὐ μόνον οὐδὲν ὄφελος ἔσται τῶν καταποθέντων σιτίων, ἀλλ’ ἐπὶ ταῖς διαφθοραῖς αὐτῶν πολλάκις ἐρεθισθείσης τῆς γαστρὸς, συναπέρχεταί τι καὶ τῶν προϋπαρχόντων. ὥστε διχόθεν ἤδη τὴν βλάβην γίνεσθαι τῷ παντὶ σώματι, μήθ’ ὑπὸ τῶν σιτίων τραφέντι καὶ τῆς οἰκείας παρασκευῆς τι προσαπολλύντι. καὶ χωρὶς δὲ τῶν εἰρημένων αἱ πέψεις τῶν σιτίων, ἄν τε καθ’ ἧπαρ ἀτυχήσωσιν, ἄν τε κατὰ γαστέρα, τοὺς πυρετοὺς αὐξάνουσι καὶ δριμυτέρους ἐργάζονται τῇ κακοχυμίᾳ. διὰ τοῦτο τοίνυν πολλὴν χρὴ πεποιῆσθαι πρόνοιαν ἐν ἅπασι πυρετοῖς πέψεως σιτίων. καὶ διὰ ταύτην τοῦ τόνου τῶν πεπτικῶν ὀργάνων οὐ σμικρὰ φροντιστέον. ἔνιοι δ’, ὥς φησιν Ἱπποκράτης, οὐ σμικρὰ κερδαίνουσιν ὅτι ἀγνοοῦσιν. οἴονται 
789
γοῦν ἥπατος φλεγμονὴν ἰᾶσθαι χαλαστικοῖς βοηθήμασιν, ἐξ ὧν ἐν τῇ διαγνώσει σφάλλονται, δόξαν ἑαυτοῖς ποριζόμενοι· φαίνεται γὰρ ἐνίοτε τοῦ καθήκοντος εἰς ὑποχόνδρια μυὸς ἐκ τῶν πλευρῶν τοῦ θώρακος ἡ περιγραφὴ παραπλησία τῷ ἥπατι. θαυμαστὸν δ’ οὐδὲν, οἶμαι, τοὺς μήτ’ ἄλλο μηδὲν ἐν τῇ τέχνῃ καλῶς ἐκμαθόντας μήτ’ ἀσκηθέντας ἐν διαγνώσεσι πεπονθότων μορίων τὰ τοιαῦτα κερδαίνειν.

Ἐκείνους μὲν οὖν ἐατέον, ἡμεῖς δὲ κᾂν ἐλαχίστην ποθ’ ὑπόνοιαν σχῶμεν ἥπατος ἢ γαστρὸς κακοπραγούντων, εὐθέως ἀψίνθιον ἐλαίῳ προσαφεψήσαντες αἰονήσομεν τὰ μόρια. διττὴν δὲ ἅπαντος ἀψινθίου ποιότητα καὶ δύναμιν ἔχοντος, ὡς κᾀν τοῖς περὶ φαρμάκων εἴρηται, κατὰ μὲν τὸ Ποντικὸν ἡ στύφουσα ποιότης ἐστὶν οὐκ ὀλίγη, τοῖς δ’ ἄλλοις ἅπασιν ἡ μὲν πικρὰ ποιότης ὑπάρχει σφοδροτάτη· στύψεως δ’ ἤτοι παντάπασιν ἀμυδρᾶς ἢ καὶ οὐδ’ ὅλως ἂν αἴσθοιο γενόμενος αὐτῶν. ταῦτά τοι τὸ Ποντικὸν ἀψίνθιον αἱρεῖσθαι βέλτιόν ἐστιν εἰς τὰς ἥπατος

790
καὶ γαστρὸς φλεγμονάς· ἔστι δ’ αὐτοῦ καὶ τὸ φύλλον καὶ τὸ ἄνθος πολὺ σμικρότερον ἢ τῶν ἄλλων ἀψινθίων, καὶ ἡ ὀσμὴ τούτῳ μὲν οὐχ ὅπως ἀηδὴς, ἀλλά τι καὶ τῶν ἀρωμάτων ἐμφαίνουσα· τοῖς δ’ ἄλλοις δυσώδης ἅπασι· φεύγειν μὲν οὖν ἐκεῖνα προσήκει, χρῆσθαι δ’ ἀεὶ τῷ Ποντικῷ. καὶ τῶν ἄλλων δέ τι φαρμάκων ἐμβαλὼν εἰς τοὔλαιον, οἷς ἐπιμέμικται τῇ πικρᾷ ποιότητι δύναμις στυπτικὴ, κατὰ τὸν αὐτὸν τρόπον χρήσῃ. δέδεικται γὰρ ἐν τοῖς περὶ φαρμάκων ἡ πικρὰ ποιότης ποδηγοῦσα τὴν στύφουσαν. διὸ καὶ κρεῖττόν ἐστι τὸ τοιοῦτον φάρμακον ἅπαν τοῦ στύφοντος μόνον. εἰ μὲν οὖν ἰσχυροτέραν ἐθέλοις ἐργάσασθαι τὴν στύψιν, ἔστω σοι καὶ τὸ ἔλαιον στῦφον, ὁποῖόν ἐστι τό τε Ἱσπάνον ὀνομαζόμενον, ὅσα τ’ ἄλλα σκευάζουσι μετὰ θαλλῶν ἐλαίας· ἢ οἷόν πέρ ἐστι τὸ καλούμενον ὀμφάκινον. εἰ δ’ ἀσθενεστέρᾳ βούλοιο χρήσασθαι τῇ στύψει, τῶν ἄλλων ἐλαίων τι παρασκεύαζε καὶ μάλιστα τῶν λεπτομερῶν, οἷόν πέρ ἐστι τὸ Σαβῖνον. ἄριστον δὲ ἐν οἷς στύψεως ἰσχυροτέρας
791
ἐστὶ χρεία, τὸ Ἱστρικὸν ἔλαιον, ὡς ἂν ἑκατέρας ἔχον ἐν ἑαυτῷ τὰς ποιότητας, στύφουσαν καὶ πικράν. ἀποροῦντι δ’ ἀψινθίου μήλινον ἢ μαστίχινον ἢ σχίνινον ἀρκέσει τὴν πρώτην· εἰ δὲ μικρὸς ὁ πυρετὸς εἴη, καὶ τὸ διὰ τῆς νάρδου μύρον. ἔστω δὲ καὶ τοῦτ’ ἄριστον· οὐ σμικρὰ γὰρ ἡ διαφορὰ τοῦ τοιούτου πρὸς τὸ φαῦλον· ὃ γοῦν ἐν Νεαπόλει τῆς Ἰταλίας σκευάζουσιν, ὄνομα μόνον ἐστὶ μύρου ναρδίνου, παραβαλλόμενον τῷ κατὰ τὴν Ἀσίαν ἔμπροσθεν μὲν ἐν Λαοδικείᾳ μόνῃ σκευαζόμενον, νυνὶ δὲ ἐν πολλαῖς ἤδη πόλεσιν. εἰ δ’ ἡ παρακμὴ τοῦ πυρετοῦ, καθ’ ἣν δηλονότι πράττεις τὰ τοιαῦτα, μὴ πάνυ τι πρᾳεῖα γίγνοιτο, φυλάττεσθαι μὲν τὴν νάρδον· ἄμεινον δὲ χρῆσθαι τηνικαῦτα τῷ μηλίνῳ· μὴ παρόντος δὲ τούτου, τῷ σχινίνῳ· καὶ μετ’ αὐτὸ τῷ μαστιχίνῳ. πάντων γὰρ τούτων τὸ νάρδινον μύρον μᾶλλον θερμαίνει· διὸ καὶ μικτέον αὐτῷ τῶν ἄλλων ἀποροῦντι ῥοδίνου. ἡ δὲ τοῦ μυρσίνου στύψις οὐκ ἐπιτήδειος· ἔστι γὰρ τοῦτο παχυμερέστερον ἢ ὥστε διὰ βάθους ἰέναι. τὰ μὲν οὖν τοιαῦτα παραδείγματος ἕνεκα
792
λέλεκται· πολὺ γὰρ αὐτῶν ἐκλέξῃ πλῆθος ἐκ τῶν περὶ φαρμάκων ὑπομνημάτων. ὡσαύτως δὲ καὶ τὸ κατάπλασμα σύνθετον ἐχέτω τὴν δύναμιν ἔκ τε τῆς χαλαστικῆς λεπτομεροῦς καὶ πικρᾶς καὶ στυφούσης. ἐπικρατείτω δ’ ἐν αὐταῖς, εἰ μὲν ἀποκρούεσθαί τε καὶ τόνον ἐντιθέναι βουλοίμεθα, τὸ στῦφον· εἰ δὲ τέμνειν καὶ διαῤῥύπτειν τὸ πικρόν. εἰ δὲ διαφορεῖν, τὰ λεπτομερῆ τῶν χαλώντων· τὰ γὰρ παχυμερῆ τοῖς ἐκπυήσουσιν ἐδείχθη χρηστά. διωρισμένων δ’ ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασι τῶν τε μόνην ἐχόντων ἤτοι τὴν στύφουσαν ἢ τὴν πικρὰν ποιότητα τῶν τε συναμφοτέρας, ἄριστον μὲν οὖν ἀεὶ αἱρεῖσθαι τὰ συναμφοτέρας ἔχοντα· μὴ παρόντων δὲ τούτων, αὐτὸν μιγνύναι τὰ πικρὰ τοῖς στύφουσιν, ὥσπερ ἐθεάσω ποθ’ ἡμᾶς κατάπλασμα συντιθέντας ἥπατος φλεγμαίνοντος ἐκ τῶν παρόντων. ἦν μὲν γὰρ ἰατρὸς ὁ κάμνων· ἐθεασάμεθα δ’ αὐτὸν ἤδη λύχνων ἡμμένων, ὡς μηδὲν ἔτι δύνασθαι πρίασθαι παρὰ τῶν καπηλευόντων τὰ τοιαῦτα. παρακμὴν οὖν εὑρόντες ἀξιόλογον, ἐσπεύσαμεν ὅτι τάχιστα χρήσασθαι τῷ καιρῷ
793
καὶ μάλισθ’ ὅτι τὴν ὕποπτον ὥραν προσεδοκῶμεν ἀρχὴν οἴσειν ἑτέρου παροξυσμοῦ περὶ τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. ἀφεψήσαντες οὖν ἐλαίῳ μὲν ἀψίνθιον, ἐν ὕδατι δὲ κυδώνιον μῆλον. ἐν ᾧ ταῦθ’ ἥψετο, μυροβαλάνου πίεσμα καὶ ἴρεως τὴν ῥίζαν εὑρόντες ἔνδον καὶ κόψαντες καὶ διαττήσαντες, εἶτ’ ἐμβαλόντες λέβητι τοῦ τ’ ἐλαίου καὶ τοῦ ὕδατος, ὧνπερ ἐσκευάκειμεν, ἀφεψήσαντές τε μετρίως ἐπενεβάλλομεν ἅμα κηρῷ βραχεῖ τὴν μυροβάλανον καὶ τὴν ἴριν. ἕψομεν δ’, ὡς οἶσθα, τὸ μῆλον οὐ δι’ ὕδατος μόνον, ἀλλὰ καὶ δι’ οἴνου πολλάκις αὐστηροῦ· καὶ μίγνυμεν ἐνίοτε καὶ αὐτῆς τι τοῦ μήλου τῆς σαρκὸς ἅπασι τοῖς τοιούτοις καταπλάσμασιν. ὅταν μὲν γὰρ τό τε ἐπιῤῥέον εἴη πλέον, ἀτονώτερον τε τὸ μόριον, αὐξάνομεν, ὡς οἶσθα, τὴν στύψιν· ὅταν δὲ τό θ’ ὅλον σῶμα κενὸν, οὐκ ἄῤῥωστόν τε τὸ μόριον, ἐπιῤῥέῃ τε μηδὲν ἔτι, βραχύτατον ἔστω τὸ στῦφον, ἀξιολογώτερον δὲ αὐτοῦ τὸ χαλαστικὸν καὶ πρὸς τούτοις τό τε πικρὸν καὶ τὸ δριμὺ κατὰ τὴν τῶν ἐπεμβαλλομένων ὕλην. εἰ δὲ καὶ μικρὸς ὁ πυρετὸς εἴη, καὶ 
794
ἡ φλεγμονὴ μὴ πάνυ θερμὴ καὶ ἀσιτίαν ὁ κάμνων ἐνεγκεῖν δυνάμενος, αὐξανέσθω σοι τὸ διαφορητικὸν εἶδος τῆς θεραπείας, ἐκλυομένου τοῦ στυπτικοῦ. οὐ γὰρ δὴ τὴν φλεγμονὴν δυνατὸν ὠφελῆσαι τοῖς στύφουσιν, ἡνίκα μήτ’ ἐπιῤῥέῃ μηδὲν, ἐστήρικταί τε δυσλύτως ἐν τῷ πάσχοντι παχυμερὴς χυμὸς, ἀλλ’, ὡς εἴρηται, βραδύνειν αἱρούμεθα μᾶλλον ἐν τῇ θεραπείᾳ μιγνύντες τι τῶν στυφόντων ὑπὲρ τοῦ φυλάξαι τῶν μορίων τὸν τόνον. ὅθεν οὔτ’ ἐπὶ κώλου πάσχοντος ἢ τῶν ἄλλων ἐντέρων τινὸς οὔτε τῶν καθ’ ὑποχόνδρια μυῶν ἢ περιτοναίου μικτέον τὰ στύφοντα· καθάπερ οὐδὲ κύστεως ἢ μήτρας, ὅταν γ’, ὡς εἴρηται, μήτ’ ἐπιῤῥέῃ μηδὲν ἔτι μήτε πλῆθος ἢ περιττώματα πολλὰ καθ’ ὅλον ὑπάρχῃ τὸ σῶμα. νεφροὶ δὲ καὶ θώραξ ἐν μέσῳ τῶν εἰρημένων εἰσίν· ὅσον γὰρ ἀπολείπονται γαστρὸς καὶ ἥπατος, τοσοῦτον τῶν ἄλλων πλεονεκτοῦνται· ἐπὶ μὲν γὰρ τοῦ ἥπατος ἢ τῆς γαστρὸς ἐκλυθῆναι τὸν τόνον ὀλεθριώτατον, ἐπὶ δὲ τῶν ἄλλων ἀκινδυνότατον. ἐπὶ τούτων δὲ κινδυνῶδες μὲν, οὐ μὴν ἐκείνοις
795
γ’ ὁμοίως· πλὴν εἴ ποτε πῦον ἐκκαθαίρειν δέοι, περιεχόμενον ἐν θώρακι καὶ πνεύμονι. περὶ δὲ τοῦ σπληνὸς οὐχ ἁπλῶς ἀποφήνασθαι δυνατὸν, ἀλλὰ μετὰ τοῦ διορίσασθαι τήν τε φύσιν ὅλου τοῦ σώματος καὶ τὴν ἐν τῷ τῆς θεραπείας χρόνῳ διάθεσιν. εἰ μὲν γὰρ ἤτοι φύσει τῶν ἀθροιζόντων εἴη περίττωμα μελαγχολικὸν ὁ κάμνων ἢ κατ’ ἐκεῖνον τὸν χρόνον ὁ τοιοῦτος ἐν αὐτῷ πλεονάζοι χυμὸς, ἀναγκαῖόν ἐστιν ἐν τῇ θεραπείᾳ τοῦ σπληνὸς ἐπιπλέκεσθαι τοῖς ἄλλοις τὰ στύφοντα, χάριν τοῦ φυλάττεσθαι τοῦ σπλάγχνου τὸν τόνον. οὕτω γὰρ ἕλξει τε πρὸς ἑαυτὸν τὰ περιττώματα, καὶ καθάρας τὸ σῶμα, πάλιν αὐτὰ ἐκκρινεῖ διὰ τῆς γαστρὸς, ὡς ἐν τοῖς φυσικοῖς περὶ τούτων ἐπιδέδεικται λόγοις. εἰ δὲ μηδὲν οὐδ’ ὅλως ᾖ περίττωμα μελαγχολικὸν ἢ οὐδ’ ὅλως στυπτέον ἢ ὡς ἥκιστα. προσέχειν δ’ ἀκριβῶς τὸν νοῦν οὐ κατὰ τὸν σπλῆνα μόνον, ἀλλὰ καὶ κατὰ σύμπαντα τἄλλα μόρια, καθ’ ἃ σήπεται χυμὸς, ὁποῖον μέν τοι τῶν συμπτωμάτων ἐστὶ τὸ ἰσχυρότατον, ὁποῖον τὸ δεύτερον ἢ τὸ τρίτον, ἵν’ ἐξ αὐτῶν τὴν διάθεσιν ἀκριβῶς ἐξευρὼν, οἰκείαν αὐτῇ καὶ τὴν
796
θεραπείαν ἁρμόσῃς. ἐνίοτε μὲν γὰρ ἡ θέρμη κρατεῖ κατὰ τὸ πεπονθὸς, ἐνίοτε δ’ ὄγκος, ἤτοι διὰ τὸ πλῆθος τοῦ χυμοῦ σκληρὸς ἢ διὰ τὸ πάχος. εἰ μὲν οὖν ἡ θέρμη κρατοίη, πειρᾶσθαι διαφορεῖν ἀτρέμα, διὰ τῶν χλιαρὰν ἐχόντων θερμασίαν, οἷόν ἐστι τό τε λινόσπερμον καὶ τὸ χαμαίμηλον· ἐπιμιγνύναι δ’ αὐτοῖς ἄλευρον ἐκ κριθῶν ἢ κυάμων· οὐδέτερον γὰρ αὐτῶν θερμαίνει. πολλάκις δ’, ὡς οἶσθα, τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν ἀρτόμελι παρασκευάζοντες εἰς κατάπλασμα τοιαύτης φλεγμονῆς ὕδατος ἐπεμίξαμεν. ἐπὶ δὲ σπληνὸς ἔστιν ὅτε καὶ ὄξους. εἰ δ’ ἡ θέρμη τοῦ φλεγμαίνοντος μορίου μὴ πολὺ τοῦ κατὰ φύσιν ἐξεστήκοι, μέγεθος δ’ ἀξιόλογον εἴη, διαφορεῖν θαῤῥούντως χωρὶς ὕδατος ἐπιμιγνύντα τοῖς εἰρημένοις καὶ τῆλιν. εἰ δ’ οἷον σκιῤῥώδης τις φλεγμονὴ τύχοι, διὰ τὸ πάχος ἢ τὴν γλισχρότητα τῶν ἐν αὐτῇ χυμῶν, ὄξους τε ἅμα καὶ τῶν πικρῶν μικτέον φαρμάκων καὶ μάλιστ’ ἐπὶ σπληνός. τὸ γάρ τοι σπλάγχνον τοῦτο, διὰ τὸ παχὺν ἐπισπᾶσθαι χυμὸν ἐξ ἥπατος, ὑπὸ τοῦ τοιούτου καὶ νοσεῖ τὰ πολλά. διὰ τοῦτ’ οὖν αὐτὸ τά τε δι’
797
ὀξυμέλιτος καὶ ἀψινθίου καὶ καππάρεως ἐπιτήδεια καταπλάσματα. ταῦτ’ οὖν ἀγνοοῦντες οἱ πολλοὶ τῶν ἰατρῶν, ἅπαντας αἰονῶσιν ἐλαίῳ καὶ καταπλάττουσι τοῖς χαλαστικοῖς καταπλάσμασι, πρὶν κενῶσαι τὸ σῶμα, πάντων δ’, ὡς εἴρηται, μάλιστα τοὺς πλουσίους, οἷς οὐ μόνον εἰς τὰ τοιαῦτα ὑπηρετοῦσιν, ἀλλὰ καὶ λούεσθαι συγχωροῦσιν. ἐγὼ δ’ οὔτε λούσαιμ’ ἂν οὐδένα τῶν ἐπὶ σηπεδόνι χυμῶν πυρεττόντων οὔτε χαλαστικοῖς χρήσομαι καταπλάσμασι, πρὶν κενῶσαι τὰ περιττά. κενώσας δὲ καὶ λούοιμ’ ἂν ἤδη θαῤῥῶν καὶ καταπλάττοιμι, τὰ μὲν ἄλλα μόρια τοῖς χαλαστικοῖς, ἧπαρ δὲ καὶ γαστέρα μετὰ τοῦ τὰ μέτρια στύφειν.

Ἧττον δὲ ἐπὶ θώρακος τοῖς στύφουσι χρηστέον, ἀποκρούεται γὰρ εἰς πνεύμονα καὶ καρδίαν ἐνίοτε τὰ τοιαῦτα τοὺς τὴν φλεγμονὴν ἐργαζομένους χυμούς. ἀλλὰ διὰ τῶν ἐδεσμάτων αὐτοῖς φυλακτέον τὸν τόνον· οὐ γὰρ ὥσπερ ἐπὶ γαστρὸς καὶ ἥπατος, οὕτω καὶ ἐνθάδε λεπτότατα διαιτᾷν ἀναγκαῖον. ἐν ἐκείνοις μὲν γὰρ ἡ τροφὴ πέττεται καὶ

798
κίνδυνός ἐστι φλεγμαινόντων αὐτῶν μήτε πεφθῆναι καλῶς αὐξηθῆναί τε τὰς φλεγμονάς· εἰς θώρακα δὲ τοσοῦτον ἀφικνεῖται τῶν πεφθέντων ὅσον ἱκανὸν αὐτῷ μόνῳ τῷ τρεφομένῳ μορίῳ. πολὺ δὲ δὴ μᾶλλον ἐπὶ πνεύμονος φλεγμαίνοντος ἀφεκτέον ἐστὶ τῶν στυφόντων, ὅπου γε καὶ τοῖς χαλαστικοῖς μικτέον, ἐπ’ αὐτῶν τῶν δριμυτέρων τι καὶ σαφῶς θερμαινόντων· ἕλκειν γὰρ ἔξω μᾶλλον ἢ ἀποκρούεσθαι προσήκει. διὸ καὶ αἱ σικύαι προκενωθέντων χρήσιμοι, πληθωρικῶν δὲ ὑπαρχόντων οὐ μᾶλλον ἐκ πνεύμονος εἰς θώρακα μεθιστᾶσί τι τῶν περιττωμάτων ἢ ἐξ ὅλου τοῦ σώματος ἕλκουσιν εἰς ἀμφότερα.

Τῷ δὲ αὐτῷ λόγῳ κᾀπὶ τῶν κατὰ τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας φλεγμονῶν οὐ χρησόμεθα σικύαις ἐν ἀρχῇ τῶν παθῶν· ἀλλ’ ὅταν μήτ’ ἐπιῤῥέῃ μηδὲν ἔτι καὶ προκενώσωμεν ὅλον τὸ σῶμα, κατὰ τὴν ἀρχὴν δὲ κᾀνθάδε τοῖς ἀποκρουστικοῖς ὀνομαζομένοις χρηστέον. ἐπεὶ δὲ τῶν ὀστῶν τοῦ κρανίου μέσων κειμένων τὴν δύναμιν 

799
αὐτῶν ἐξικέσθαι βουλοίμεθα πρὸς τὸ βάθος, ἐπιμίξομεν τοῖς ἀποκρουστικοῖς ὀνομαζομένοις τῶν ποδηγεῖν τι δυναμένων, τουτέστι τῶν λεπτομερῶν κατὰ τὴν οὐσίαν. ὄξος μὲν οὖν οὐ μόνον ἐστὶ λεπτομερὲς, ἀλλὰ καὶ αὐτῆς τῆς ἀποκρουστικῆς δυνάμεως οὐ μετρίως μετείληφεν. ὅθεν εἰκότως ἐν ἀρχῇ τῶν παθῶν αὐτῷ χρῶνται, τῷ ῥοδίνῳ μιγνύντες. ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ καὶ σπονδυλίου καὶ ἑρπύλλου μιγνύουσιν, ἤδη τι καὶ θερμαῖνον ἐχόντων, οὐ μόνον λεπτομερές· ἐν ᾧ καιρῷ χρὴ μεταβαίνειν ἐπὶ τὰ διαπέττοντά τε καὶ διαφοροῦντα πλέον, ἢ κατὰ τὴν χρείαν τῶν φλεγμαινόντων αἱρούμενον ἑκάτερον, ὡς ἂν ἐκλυομένης αὐτῶν τῆς δυνάμεως ἐν τῷ μεταξὺ τεταγμένων ὀστῶν. οὕτως οὖν καὶ τῷ καστορείῳ χρώμεθα, καίτοι γ’ ἐπὶ τῶν ἄλλων οὐ χρώμενοι φλεγμονῶν, οὐδ’ ἢν ἐν ἐσχάτῳ τῆς παρακμῆς ὦσι· θερμότερον γάρ ἐστιν ἢ ὡς ἐν ταῖς φλεγμοναῖς ἐπιτήδειον εἶναι. τοῖς μέντοι κατὰ τὸν ἐγκέφαλον χωρίοις ἄριστον ἐν ταῖς παρακμαῖς τῶν φλεγμονῶν, ὡς ἂν οὐκ εὐθέως αὐτοῖς προσπῖπτον, ἀλλὰ διὰ μέσων τῶν ὀστῶν. ὑπάρχει δὲ τῷ τοιούτῳ φαρμάκῳ καὶ τὸ λεπτομερὲς
800
τῆς οὐσίας, ὃ καὶ αὐτὸ τοῖς διὰ προβλημάτων στεγανῶν διαπέμψειν μέλλουσι τὴν ἑαυτῶν δύναμιν ἐπιτήδειόν ἐστιν.

Οἶσθα δὲ δήπου καὶ τοὺς ἑκάστου τῶν μορίων οἰκείους πόρους εἰς τὴν τῶν περιττωμάτων ἔκκρισιν εὔρους ἡμᾶς παρασκευάζοντας· ἐντέρῳ μὲν καὶ γαστρὶ καὶ μεσαραίῳ καὶ τοῖς σιμοῖς τοῦ ἥπατος τὸν δι’ ἀπευθυσμένον· νεφροῖς δὲ καὶ κύστει καὶ τοῖς κυρτοῖς τοῦ ἥπατος καὶ κοίλῃ φλεβὶ καὶ ἀρτηρίᾳ τῇ μεγάλῃ καὶ πᾶσι τοῖς κατ’ ὀσφὺν τὸν τοῖς οὔροις ἀνακείμενον· πνεύμονι δὲ καὶ θώρακι τὸν διὰ τραχείας ἀρτηρίας καὶ φάρυγγος· ἐγκεφάλῳ δὲ καὶ μήνιγξι τὸν δι’ ὑπερώας καὶ ῥινός. ἡ δ’ εὔροια τοῖς μὲν δι’ ἕδρας ἐκκριθήσεσθαι μέλλουσιν ὑπό τε μελικράτου γενήσεται καὶ τῶν ἐδεσμάτων ὅσα λαπάττει τὴν γαστέρα, καὶ φαρμάκων ὅσα μετρίως ἐρεθίζειν πέφυκε· φυλάττεσθαι γὰρ χρὴ τὰ δριμύτερα, παροξύνοντα τὰς φλεγμονάς. ἐπὶ δὲ γαστρὸς καὶ ἥπατος καὶ σπληνὸς φλεγμαινόντων, οὐδὲ τὸ μελίκρατον ἀγαθόν· ἐκχολοῦται γὰρ αὐτίκα καὶ τὰς φλεγμονὰς

801
αὐξάνει τῶν σπλάγχνων. τοῖς δὲ διουρητικοῖς ὀνομαζομένοις φαρμάκοις ἐπ’ οὖρα προτρέψεις τὴν περιουσίαν· ὥσπερ γε καὶ τοῖς βηχικοῖς τὰ κατὰ θώρακα καὶ πνεύμονα διὰ βηχῶν ἐκκενώσεις· ἔμαθες δ’ ἐν τοῖς περὶ φαρμάκων τὰς ὕλας ἑκάστων οὐ μόνον τῶν εἰρημένων, ἀλλὰ καὶ ὅσα διὰ ῥινῶν ἐκκενοῖ τὰ κατ’ ἐγκέφαλόν τε καὶ μήνιγγας περιττά.

Καὶ γὰρ καὶ τούτων ἁπάντων ἐν ἐκείνοις τοῖς ὑπομνήμασι τὴν ὕλην ἄφθονον ἔχεις. ὥστ’ ἀρκεῖ πρός γε τὰ παρόντα περὶ τῆς τῶν φλεγμαινόντων μορίων διαφορᾶς ὅσα λέλεκταί μοι. μελλήσω γὰρ ἐπὶ πλέον ἐρεῖν ὑπὲρ αὐτῶν ἐν τῇ μεθόδῳ τῆς θεραπείας ἁπάντων τῶν παρὰ φύσιν ὄγκων· οὐδὲ γὰρ οὐδὲ νῦν ὡς ἔργον τι καὶ σπούδασμα μετεχειρισάμην τόνδε τὸν λόγον, ἀλλ’ ἐν παρέργῳ διῆλθον, ὡς ἐξ ἀκολουθίας τινὸς ἐμπεσὼν αὐτῷ. προὔκειτο γὰρ οὐχ ὡς ἄν τις ἄριστα θεραπεύσειεν ἓν ἕκαστον τῶν μορίων φλεγμαῖνον ὑποθέσθαί σοι κατὰ τὸν ἐνεστῶτα λόγον, ἀλλ’ ἐνδείξασθαι τὴν βλάβην τῶν καταπλαττομένων ἐν πυρετοῖς ἄνευ τοῦ κενωθῆναι

802
τὸ σύμπαν σῶμα καὶ μάλισθ’ ὅταν μὴ φλεγμαίνῃ τι τῶν ἔνδον· εἰ γὰρ εἴη τὸ περιέχον θερμὸν ὡς κεχύσθαι τὰς ὕλας ἱκανῶς, μείζων ἡ βλάβη τοῖς τοιούτοις ἕπεται καταπλάσμασιν ἤπερ τοῖς λουτροῖς. καίτοι δοκοῦσί γε οἱ καθ’ ἑκάστην ἡμέραν αἰονῶντές τε καὶ καταπλάττοντες τὰ ὑποχόνδρια ἐκ τούτων μὲν οὐχ ὅπως βλάβην, ἀλλὰ καὶ μεγάλην ὠφέλειαν γίγνεσθαι τοῖς νοσοῦσιν, ἐκ λουτρῶν δ’ οὐκ ὠφέλειαν γίγνεσθαι, ἀλλὰ καὶ μεγίστην βλάβην, ἀγνοοῦντες ὥσπερ τῶν ἄλλων ἁπάντων ὧν περὶ τὸν κάμνοντα πράττουσιν, οὕτω καὶ τῶν βαλανείων τὴν φύσιν. ἐγὼ δὲ περὶ μὲν ὅλης αὐτῶν τῆς δυνάμεως ἔμπροσθεν εἴρηκα τελεώτατα, νυνὶ δ’ ἀρκεῖ μοι τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐπὶ τινῶν μὲν οὔ τι βλάψει τὸ βαλανεῖον ὅλως, ἐπὶ τινῶν δὲ τοῦ καταπλάσματος ἧττον. ὃ γὰρ ἐν τοῖς ὑποχονδρίοις ἐργάζεται τὰ χαλαστικὰ πρὸς αὐτῶν ὀνομαζόμενα βοηθήματα, τοῦτ’ ἐν ὅλῳ τῷ σώματι τὸ βαλανεῖον. ὥσθ’ ὅταν ἐν τῇ παρακμῇ παραλαμβάνηται, διαπνεομένου τοῦ σώματος ἤδη μετρίως, οὐ σμικρὸν ὄφελος ἐργάζεται, κενῶσαν ἅπαντ’ ἔξ αὐτοῦ τὰ λιγνυώδη καὶ
803
καπνώδη περιττώματα. καὶ εἴ γε μηδὲν εἴη τῶν σπλάγχνων ἀσθενὲς, ὀνήσει τὸν κάμνοντα, χωρὶς τοῦ φρῖξαι τότε γενόμενον. τρεῖς γὰρ ἔχειν δεῖ τούτους σκοποὺς ἐπὶ τῶν ἐν ἅπασι πυρετοῖς λουτρῶν· ἕνα μὲν εἰ χωρὶς τοῦ φρῖξαι γένοιτο, δεύτερον δ’ εἰ μηδὲν τῶν κυρίων μορίων ἀσθενὲς ὑπάρχοι, καὶ τρίτον εἰ μὴ πλῆθος ὠμῶν εἴη χυμῶν κατὰ τὰς πρώτας φλέβας. ἡ μὲν γὰρ φρίκη λέλεκται πρόσθεν ὅπως οὐ μόνον αὐξάνειν τοὺς ὄντας ἤδη πυρετοὺς, ἀλλὰ καὶ γεννᾷν ἐνίοτε πέφυκε τοὺς οὐκ ὄντας· ἡ δ’ ἀσθένεια τῶν μορίων χυθέντας τοὺς χυμοὺς ὑποδέχεται μᾶλλον ἢ πρὶν χυθῆναι· τὸ δὲ τῶν ὠμῶν χυμῶν πλῆθος εἰς ὅλον ἀναδίδοται τὸ σῶμα. μηδενὸς δὲ τούτων ἐμποδίζοντος ἐπὶ τῶν βαλανείων δύο ἂν ταῦτα κερδαίνοιτο τῷ κάμνοντι, κενωθῆναί τι τῆς περιουσίας τῶν χυμῶν καὶ διαπνεῦσαι τὸ πολὺ τῆς τοῦ πυρετοῦ θερμότητος. εἰ δὲ πρὸς τῷ μηδὲν ἀσθενὲς εἶναι τῶν κυρίων μορίων, ἔτι καὶ τῶν ἀκύρων ἀσθενὲς ὑπάρχει τι, καθάπερ ἐπὶ μὲν τῶν ποδαγρικῶν οἱ πόδες, ἐπὶ δὲ τῶν ἀρθριτικῶν ἅπαντα τὰ τοῦ σώματος ἄρθρα, μεγίστη τις ἂν ἐκ τοῦ βαλανείου τῷ 
804
κάμνοντι πρὸς τὴν σωτηρίαν ἀπεργασθείη μοῖρα, δεξαμένων τὰ περιττὰ τῶν ἀσθενῶν. εἴωθε μὲν γὰρ ἐνίοτε καὶ χωρὶς τῶν βαλανείων ἐπιῤῥεῖν τοῖς ἀσθενέσι τὸ περιττόν· ἐπὶ βαλανείοις δὲ μᾶλλον, ὡς ἂν καὶ τῶν ὑγρῶν χεομένων καὶ τῶν ὁδῶν αὐτοῖς παρασκευαζομένων εἰς εὔροιαν· ἄμφω γὰρ ταῦτα θερμαινομένοις μετρίως ἀναγκαῖον ἐπακολουθεῖν. λέγω δὲ τήν τε χύσιν τῶν ὑγρῶν καὶ τὴν εὐρυχωρίαν τῶν ὁδῶν. ὅθεν ὅταν ἧπαρ, ἢ γαστὴρ, ἢ πνεύμων, ἢ θώραξ, ἤ τι τῶν οὕτω κυρίων ἀσθενὲς τύχῃ, μέγιστα βλάπτονται λουσάμενοι πάντες οἷς ἂν ᾖ τι περιττὸν ἐν τῷ σώματι· τοῖς δ’ αὐτοῖς τούτοις καταπλασθεῖσιν ἡ βλάβη γίγνεται διπλασία μετὰ τοῦ μηδὲν ὀνίνασθαι. τὰ μὲν γὰρ βαλανεῖα καὶ κενοῖ τὸ σύμπαν σῶμα καὶ τὸ καπνῶδες ἅμα τῷ λιγνυώδει διαφορεῖ, τὰ δ’ εἰρημένα καταπλάσματα τὰ χαλαστικὰ μετὰ τῶν ὁμοίων αἰονήσεων οὔτε τι τῶν ἀγαθῶν ἔχει καὶ πάνθ’ ἕλκει τὰ περιττὰ πρὸς τὸ τῶν μορίων ἀσθενέστερον, ὅ τί περ ἂν ᾖ τοῦτο τῶν κατὰ τὰ μέσα τοῦ σώματος, εἴτ’ οὖν ἧπαρ, εἴτε γαστὴρ, εἴτε φρένες, εἴτε μεσάραιον ἢ νῆστις ἢ κῶλον ἢ νεφροί.
805
εἰ δ’ ἐπιμελέστεροι βουλόμεθα φαίνεσθαι καὶ τὸν θώρακα συνθερμαίνοιεν, ἤτοι γ’ εἰς αὐτὸν ἐκεῖνον ἕλξουσι τὸ περιττὸν ἢ εἰς τὴν καρδίαν ἢ εἰς τὸν πνεύμονα. λέγω δὲ ἀσθενὲς μόριον ἤτοι τὸ φύσει δυσκρατότατον, ἄλλῳ γὰρ ἄλλο τοιοῦτον, ἢ τὸ κατά τινα προηγησαμένην νόσον ἐν δυσκρασίᾳ γενόμενον, ἢ κατὰ τὸν ἐνεστῶτα χρόνον εἰς αὐτὴν ἠγμένον. οὐ γὰρ ἁπάντων εὐθέως τῶν φλεγμαινόντων μορίων ἢ σηπομένους χυμοὺς περιεχόντων ἢ ἐμπεφραγμένων ἡ δύναμις ἀῤῥωστεῖ· θᾶττον μέντοι κᾀπὶ τούτων εἰς τὸ πεπονθὸς φέρεται τὸ περιττὸν, ὁπόσον ἂν ᾖ διὰ τὴν ἐκ τοῦ παθήματος θέρμην· ἡ γὰρ οἷον ἑστία τοῦ πυρετοῦ τὸ τὴν ἔμφραξιν ἢ τὴν σῆψιν ἢ τὴν φλεγμονὴν ἐκδεξάμενόν ἐστι μόριον. ὅταν οὖν ἕλκοντι διὰ θέρμην αὐτῷ προσέλθοι τις ἔξωθεν ἑτέρα πρόφασις, ἔκ τινος τῶν δυνάμει θερμαινόντων ἀναγκαῖον αὐξάνεσθαι τὴν διάθεσιν. εἰ δ’, ὡς εἴρηται, προκεκενωμένος ὅλον τὸ σῶμα διὰ τῶν χαλαστικῶν θεραπεύοιτο, χωρὶς τοῦ μέγιστον εἶναι τὸν πυρετὸν ὀνίναιτ’ ἄν τι. τηνικαῦτα δ’, ὡς ἐλέχθη, καὶ λούοιτ’ ἂν ἀβλαβῶς. χρὴ δὲ φυλάττεσθαι τὴν
806
ψυχρὰν δεξαμενὴν τοὺς τοιούτους· εἰώθασι γὰρ οἵ τ’ ὠμοὶ χυμοὶ καὶ οἱ σηπόμενοι δυσδιάπνευστοι γίγνεσθαι χρονιζόντων ἐν αὐτῇ. βλάπτει δ’ αὐτοὺς, κᾂν ἰσχυρῶς εἴη τὸ ὕδωρ ψυχρὸν, ἐπειδὴ διαπνεῖσθαι τῶν οὕτω διακειμένων καὶ ὅλον μὲν τὸ σῶμα δεῖται, μάλιστα δὲ τὸ πεπονθός. ὥστε ἤτοι περιχέειν αὐτοῖς, ὡς εἰώθαμεν, ἐπιτήδειον ὕδωρ, ἢ εἰ μετρίως εἴη τὸ κατὰ τὴν κολυμβήθραν ψυχρὸν, ἐπιτρέψαντας ἐμβῆναι διὰ ταχέων ἐξιέναι κελεύειν. ἐπὶ δὲ προήκοντι τῷ νοσήματι, καθ’ ὃν ἤδη καιρὸν ἐκδεδαπάνηται μὲν τὰ περιττὰ, πέπτεται δὲ τὰ ὠμὰ καὶ τὰ σηπόμενα, καὶ καταπλάσμασι χαλῶσι καὶ βαλανείοις ἀκίνδυνον χρῆσθαι.

Καιρὸς δ’ ἐπιτηδειότατος ἐν τοῖς διαλείπουσι πυρετοῖς ὅταν, ὡς εἴρηται, διαπνεῖν ἄρξηται τὸ πυρετῶδες θερμόν. εὐθὺς γὰρ τῇ τροφῇ παρασκευάζει τὸ σῶμα, δυοῖν τούτοιν σκοποῖν καὶ τοῦ ταύτης καιροῦ δεομένου, τῆς τ’ ἀκμῆς τοῦ προγεγονότος παροξυσμοῦ καὶ τῆς ἀρχῆς τοῦ γενησομένου. πρὸς τούτους γὰρ ἀποβλέποντας χρὴ πειρᾶσθαι ποῤῥωτάτω τρέφειν ἑκατέρου. εἰ μὲν οὖν ἱκανὸν εἴη τὸ

807
ἐν μέσῳ τῆς τ’ ἀκμῆς τοῦ προτέρου παροξυσμοῦ καὶ τῆς ἀρχῆς τοῦ δευτέρου, ῥᾷστον ἐξευρεῖν τὸν καιρόν· εἰ δ’ ὀλίγον, ἀναγκαῖόν ἐστι δυοῖν θάτερον, ἢ θερμὸν ἱκανῶς ἔτι τὸν κάμνοντα τρέφειν ἢ μελλούσης ὅσον οὔπω τῆς εἰσβολῆς γενέσθαι τοῦ δευτέρου παροξυσμοῦ. προγνωστικοῦ τοιγαροῦν ὁ τοιοῦτος πυρετὸς δεῖται ἰατροῦ, δυναμένου στοχάζεσθαι κατὰ τὰς πρώτας εὐθέως ἡμέρας εἰς πόσον ἐκταθήσεται χρόνον ὁ πυρετός· δῆλον γὰρ ὅτι σύνοχος ὑπάρχων ὀξεῖαν ἔχει τὴν λύσιν. εἰ μὲν οὖν μὴ πόῤῥω τῆς ἑβδόμης ἡμέρας μέλλοι προέρχεσθαι, παντάπασιν ἀσιτητέον ἐστὶ τῷ νοσοῦντι στοχασαμένων ἡμῶν εἰ ἡ δύναμις ἐξαρκέσει. εἰ δ’ ἤτοι μέχρι τῆς ἐννάτης ἢ ἑνδεκάτης ἢ τεσσαρεσκαιδεκάτης ἐκτείνεσθαι μέλλοι, ἢ καὶ περὶ μὲν τὴν ἑβδόμην λύεσθαι, τὴν δύναμιν δ’ ἀσθενεστέραν ἢ ὥστ’ ἐξαρκέσαι μέχρι τοσούτου χρόνου δόξειεν ἔχειν ὁ κάμνων, ἀναγκαῖον μὲν ἔσται τρέφειν, αἱρεῖσθαι δ’, ὡς ἐν ἀπόροις προσήκει, τὰ ἧττον βλαβερὰ διοριζόμενόν τε καὶ ἧττον ἀφορίζοντα τῶν μᾶλλον βλαπτόντων αὐτὰ τῷ τε τόπῳ τῷ πεπονθότι σὺν τῇ διαθέσει δηλονότι καὶ τῷ τοῦ
808
παροξυσμοῦ καὶ τῷ τῆς ἀρχῆς καὶ τῷ τῆς ἀκμῆς ἤθει. φλεγμαίνοντος μὲν γὰρ ἥπατος ἢ γαστρὸς ὀλεθριώτατον θρέψαι πρὸ τοῦ παροξυσμοῦ· χωρὶς δὲ φλεγμονῆς ἀῤῥωστούντων τὴν δύναμιν ὠφελιμώτατον. εἰώθασι γὰρ τῶν οὕτως ἐχόντων ἐπὶ μὲν τῷ ἥπατι κακοπραγοῦντι διαχωρήσεις τοῖς παροξυσμοῖς συνεισβάλλειν, ἐπὶ δὲ τῷ στόματι τῆς γαστρὸς συγκοπήν. τοῖς δ’ εἰρημένοις ὀργάνοις τοῦ ζώου τὸ ἀνάλογον ἐπὶ τῶν ἄλλων σκοπεῖν κατά γε τὴν θέσιν καὶ τὴν ἀξίαν τοῦ μορίου· λεχθήσεται δὲ καὶ αὖθις ὑπὲρ αὐτῶν. ἦθος δ’ ἀκμῆς καὶ παροξυσμοῦ ἀρχῆς ἀξιῶ σε σκοπεῖσθαι προσέχοντα τὸν νοῦν· ἐπὶ μὲν τῆς ἀκμῆς, εἰ ξηρὰ καὶ αὐχμώδης ἄνευ μεγέθους τῆς θέρμης τῆς πυρεκτικῆς ἢ διακαὴς χωρὶς αὐχμοῦ· τὴν μὲν γὰρ προτέραν ὅτι τάχιστα χρὴ τέγγειν ὑγραινούσαις τροφαῖς· ἐπὶ δὲ τῆς δευτέρας ἀναμένειν λωφῆσαι τὸ πλεῖστον τῆς θερμότητος. οὕτω δὲ καὶ τῆς ἀρχῆς τοῦ παροξυσμοῦ τὸ ἦθος ἐν τῷ καταψύχειν τὰ τοῦ σώματος ἀκρωτήρια καὶ πολλὴν εἴσω ποιεῖσθαι μετάστασιν τοῦ αἵματος ἢ χωρὶς ἁπάσης γίγνεσθαι θλίψεως ἐπισκέψῃ. τῆς μὲν γὰρ δευτέρας εἰρημένης
809
τῆς ἀθλίπτου καταφρονεῖν ὡς ἐπιεικοῦς, ἐπὶ δὲ τῆς προτέρας διορίσασθαι. χωρὶς μὲν γὰρ φλεγμονῆς σπλάγχνου ἢ περιουσίας χυμῶν, ἐπικρατούσης τῆς εἰς τὸ βάθος κινήσεως, ἐν τοῖς παροξυσμοῖς οὐδὲν βλάψεις ὀλίγῳ θᾶττον τρέφων· εἰ δ’ ἤτοι φλεγμονή τις ἢ πλῆθος εἴη, φυλακτέον τὴν πρὸ τοῦ παροξυσμοῦ τροφὴν ὡς βλαβερώτατον.