De causis pulsuum

Galen

Galen, De causis pulsuum

Τῶν ἀλλοιούντων τοὺς σφυγμοὺς αἰτίων ὅσα μὲν δι’ ἑαυτὰ τὴν τροπὴν ἐργάζεται συνέχοντα τὴν γένεσιν αὐτῶν, καὶ διὰ τοῦτο συνεκτικὰ κεκλημένα, διὰ τῶν προτέρων δυοῖν ὑπομνημάτων ἐγράψαμεν· ὅσα δὲ ἐκείνων προηγεῖται, τὰ μὲν ἐν αὐτοῖς τῶν ζώων τοῖς σώμασιν ὑπάρχοντα, τὰ δ’ ἔξωθεν προσπίπτοντα·, ταῦτα ἐν τοῖς ἐχομένοις δύο προθέμενοι διελθεῖν, ἐπειδὴ καὶ διὰ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου περὶ τῶν σφυγμῶν ἐφθάσαμεν εἰρηκέναι

157
περὶ αὐτῶν ἐν κεφαλαίοις τε καὶ χωρὶς ἀποδείξεως, ἄμεινον ἐκρίναμεν εἶναι καὶ νῦν αὐτῶν μνημονεύοντες αὐτοῖς ὀνόμασιν ἅμα μὲν ἐπιδιορίζειν ἀκριβέστερον, ἅμα δὲ καὶ τὰς αἰτίας ἀποδοῦναι. διὰ μὲν οὖν τοῦ τρίτου γράμματος τὸν περὶ τῶν ἡλικιῶν τε καὶ χωρῶν καὶ ὡρῶν καὶ φύσεων καὶ προσέτι τῶν καλουμένων ἐπιτηδευμάτων, ἐδεσμάτων τε καὶ πομάτων ἐποιησάμεθα λόγον· ἐν δὲ τούτῳ τῷ τετάρτῳ τε καὶ ὑστάτῳ τῆς προκειμένης πραγματείας ὄντι περὶ τῶν παρὰ φύσιν αἰτίων ὁ λόγος ἡμῖν ἔσται, τὴν ἀρχὴν μὲν ἀπὸ τῶν ψυχικῶν παθῶν ποιησαμένοις, ἐφεξῆς δὲ καὶ περὶ τῶν σωματικῶν διελθοῦσι. προσγράψομεν δὲ κᾀνταῦθα καθ’ ἕκαστον κεφάλαιον τὰς ῥήσεις ἐκ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου βιβλίου.

Θυμοῦ μὲν ὑψηλός ἐστιν ὁ σφυγμὸς καὶ μέγας καὶ σφοδρὸς καὶ ταχὺς καὶ πυκνός.

Καὶ τὰ περὶ θυμοῦ λεγόμενα δῆλα τῷ μεμνημένῳ τῶν ἔμπροσθεν. ὑπὲρ οὗ δὲ οὐδέπω πρότερον ἀπεφηνάμεθα, νῦν μὲν ἀναγκαῖον ἤδη προσθεῖναι, πότερον φαίνεται μόνον σφοδρότερος ὁ τῶν θυμουμένων σφυγμὸς, ἢ ὄντως τοιοῦτος γίνεται. κατελίπομεν γὰρ αὐτὸ,

158
καίτοι διελθόντες ἐπὶ πλέον ἐν τῷ πρώτῳ λόγῳ, σχεδὸν ἄκριτον. οὐδὲ γὰρ οὕτως ἄν τις ἐπείσθη τότε, λεγόντων ἡμῶν ὅτι μὴ φαίνεται μόνον, ἀλλὰ καὶ γίνεται σφοδρότερος, ὡς νῦν προσθήσεται, προακηκοὼς ἐν τῷ μεταξὺ λόγῳ πολλὰ συντελοῦντα πρὸς τὴν πίστιν καὶ μάλιστα τὰ περὶ τῶν ἀνωμαλιῶν εἰρημένα. φαίνεται γὰρ ἐναργῶς ἐναλλὰξ ἐν ταύταις ὁ σφυγμὸς ἀμυδρὸς καὶ σφοδρὸς γινόμενος, οὐ δήπου τῆς δυνάμεως οὕτω ταχέως εἰς ἀῤῥωστίαν τε καὶ ῥώμην μεταπιπτούσης, ἀλλὰ διαμαχομένης μὲν τοῖς λυποῦσιν αἰτίοις, οὐκ ἀεὶ δ’ αὐτῶν κρατούσης. ἐναργέστατα δ’ ἐπὶ τῶν ἀγαθῶν κρίσεων οἱ σφυγμοὶ γίνονται σφοδροὶ, ἐπεγειρούσης τηνικαῦθ’ ἑαυτὴν τῆς δυνάμεως ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα. φαίνεται δὲ τοῦτο κᾀπὶ τῆς ψυχικῆς δυνάμεως γινόμενον, οὐ μόνης τῆς ζωτικῆς. ἐκλελυμένοι γοῦν τινες ἐσχάτως ἢ διὰ γῆρας, ἢ διὰ νόσον, ἢ διά τινα προηγησάμενον κάματον, εἶτ’ ἐξαίφνης θεασάμενοι λῃστῶν ἔφοδον, ἢ πολεμίων, ἢ θηρίου τινὸς, ἔδραμον ὠκέως ἀποφεύγοντες τὸ δεινὸν οὐδὲν ἧττον τῶν ἰσχυρῶν. οὕτω δὲ καὶ διὰ σεισμὸν τινὲς ἐκπηδήσαντες
159
τῶν οἰκιῶν, ἢ δι’ ἐμπρησμὸν, ὠκύτατα διαθέουσιν, ἔμπροσθεν μόλις ὑπὸ τῆς ἀῤῥωστίας προβαίνοντες. ἐν ἅπασιν οὖν τοῖς τοιούτοις δῆλόν ἐστιν ὡς αἱ διοικοῦσαι τὸ ζῶον δυνάμεις ἀνάγκης τινὸς καταλαβούσης σφοδρότερον ἐνεργοῦσι, καὶ οὐ χρὴ θαυμάζειν οὐδ’ εἰ ἐν τοῖς θυμοῖς τοῦτο γίνεται. καὶ γὰρ φαίνεται καὶ λόγον ἔχειν, ὥσπερ οὖν καὶ γυμναζομένων καὶ ὁπωσοῦν ἀνδριζομένων οὐκ εἰς μέγεθος μόνον, ἀλλὰ καὶ εἰς σφοδρότητα τοὺς σφυγμοὺς ἰδεῖν ἔστιν τρεπομένους.

Ἡδονῆς δὲ μέγας καὶ ἀραιὸς καὶ βραδὺς, οὐ μὴν σφοδρότητί γε διάφορος.

Διαχεῖται γὰρ τὸ θερμὸν τοῖς ἡδομένοις εἰς ἅπαν τὸ σῶμα καὶ ἡ ἐκτὸς αὐτοῦ κρατεῖ κίνησις, ὥσπερ τοῖς λυπουμένοις ἡ ἐντός. εὐλόγως οὖν μείζων μὲν αὐτῶν ὁ σφυγμὸς γίνεται, σφοδρότερος δ’ οὐκ ἔτι. οὔτε γὰρ ἐπίκτητός τις προσγίνεται διὰ τὸ πάθος οὔτ’ ἰσχυροτέρας ἐνεργείας χρεία. δῆλον δ’ ὡς ἐπὶ τῆς κατὰ τὸν ἴδιον λόγον τῆς συμμέτρου ἀλλοιούσης τοὺς σφυγμοὺς ἡδονῆς εἴρηται ταῦτα. πολλάκις γὰρ κατὰ συμβεβηκὸς καὶ οἱ ἐναντίοι γίνονται σφυγμοὶ, τῆς

160
ἡδονῆς ἀμέτρου γινομένης, καὶ διὰ τοῦτο καταλυούσης τὴν δύναμιν. ἀλλὰ τότε γε οἱ ἐπὶ καταλύσεως δυνάμεως γίνονται σφυγμοί. προείρηται γὰρ ὡς τὰ σφοδρότερα τῶν παθῶν καθ’ ἑαυτὰ τὴν ὅλην τῶν σφυγμῶν ἀλλοίωσιν ἐργάζεται.

Λύπης δὲ μικρὸς καὶ ἀμυδρὸς καὶ βραδὺς καὶ ἀραιός.

Καὶ ἡ λύπη μετά τε καταψύξεως γίνεται καὶ τῆς ἔσω τοῦ θερμοῦ κινήσεως. εὐλόγως οὖν ἐπ’ αὐτῆς οἱ ἐναντίοι σφυγμοὶ τοῖς προειρημένοις ἕπεσθαι ταῖς ἡδοναῖς ἀποτελοῦνται.

Φόβου δὲ τοῦ μὲν ὑπογυίου καὶ σφοδροῦ ταχὺς καὶ κλονώδης καὶ ἄτακτος καὶ ἀνώμαλος, τοῦ δὲ ἤδη κεχρονισμένου οἷος ὁ τῆς λύπης.

Ὁ φόβος ἐν μὲν τῷ παραυτίκα πολλοῖς ταραχὴν τῆς διανοίας ἐργαζόμενος εὐλόγως εἰς ἀνωμαλίαν τρέπει τοὺς σφυγμούς. εἴρηται γὰρ ἔμπροσθεν ὑπὲρ τούτου. ἐν δὲ τῷ χρόνῳ τοῖς τῆς λύπης ἐξομοιοῖ, οὐδὲ γὰρ οὐδ’ ἄλλό τι λύπης γίνεται χρονίζων φόβος. ἅπασι δὲ τούτοις χρονίζουσιν, ἢ σφοδροῖς 

161
ἄγαν γενομένοις οἷοι διαλυομένης τῆς δυνάμεως ἕπονται σφυγμοί. καὶ γὰρ καὶ λύει τὴν δύναμιν ἅπαντα ταῦτα, συντόμως μὲν ὅσα ἰσχυρὰ, χρονίως δὲ τἀναντία. τοῦτο δὲ καὶ μικρῷ πρόσθεν ἐκ τῶν ἐπὶ ταῖς ἡδοναῖς λεχθέντων ἐδηλοῦτο. καὶ νῦν προσγέγραπται διά τε τὸ κατὰ τὴν εἰσαγωγὴν ἐφεξῆς ἐκείνων εἰρῆσθαι καὶ διὰ τὸ περὶ τῶν ὁμοίων ἁπάντων ἀποφήνασθαι καθόλου προσήκειν. ἐξηγήσεως δὲ περισσοτέρας οὐ δεῖται τὰ λεγόμενα, ἀλλ’ ἐπὶ τὰ συνεχῆ μεταβαίνωμεν ἤδη.

Ἄλγημα δὲ τὸ τρέπον τοὺς σφυγμούς· τρέπει δὲ τὸ ἰσχυρὸν, ἢ ἐν κυρίοις μορίοις, ὡς καὶ ἡ φλεγμονή· μικρὸν μὲν ὂν ἔτι καὶ ἀρχόμενον μείζονα καὶ σφοδρότερον καὶ ὠκύτερον καὶ πυκνότερον τὸν σφυγμὸν ἐργάζεται, αὐξηθὲν δὲ καὶ ἰσχυρὸν πάνυ γενόμενον, ὡς ἀδικεῖν ἤδη τὸν ζωτικὸν τόνον, μικρότερον καὶ ταχὺν καὶ πυκνόν. καὶ ὅσῳ ἂν ἐγχρονίζῃ μᾶλλον, ἢ σφοδρότερος γίνηται, τῶν εἰρημένων ἕκαστον ἐπιτείνει. τὸ δὲ ἤδη διαλῦον τὴν δύναμιν καὶ

162
εἰς ἀμυδρότητα καὶ μικρότητα καὶ τάχους ψευδῆ φαντασίαν καὶ ὑπερβάλλουσαν πυκνότητα τὴν τροπὴν ἐργάζεται.

Ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων τῶν λυπούντων, οὕτω καὶ τῶν ἀλγημάτων ἡ δύναμις ἐπεγείρειν πέφυκεν ἑαυτὴν καὶ διαμάχεσθαι καὶ διωθεῖσθαι πᾶν τὸ διοχλοῦν, ὅθεν εὐλόγως εἰς μέγεθος καὶ τάχος καὶ σφοδρότητα τρέπει τοὺς σφυγμοὺς. εἰ μέντοι μηδὲν ἀνύσειεν, ἐν τῷδε δῆλον ὡς ἐκ περιττοῦ κάματος αὐτῇ καὶ κατάλυσις τοῦ τόνου γίνεται, καὶ οὕτως εἰς ἀμυδρότητα μεταπίπτουσιν αἱ κινήσεις, ἡττηθείσης πρὸς τῶν λυπούντων τῆς δυνάμεως. διὰ τί δὲ τάχους ψευδῆ φαντασίαν εἴπομεν, ἐν τῷ τρίτῳ περὶ τῆς διαγνώσεως εἴρηται. καὶ μέντοι καὶ διὰ τί τοῖς μικροῖς σχεδὸν ἅπασι σφυγμοῖς ἔζευκται πυκνότης, ἐν τῷ πρώτῳ λόγῳ τῶνδε τῶν ὑπομνημάτων ἀποδέδεικται.

Φλεγμονῆς σφυγμὸς ὁ μὲν κοινὸς ἁπάσης οἷον ἐμπρίων ἐστὶν, ὡς δοκεῖν τὸ μέν τι διεστάλθαι τῆς ἀρτηρίας, τὸ δὲ μὴ, σκληροτέρας δηλονότι φαινομένης αὐτῆς. ἔχει δέ τι καὶ κλονῶδες σφυγμὸς οὗτος καὶ ταχὺς

163
μέν ἐστι καὶ πυκνὸς, οὐκ ἀεὶ δὲ μέγας. ὁ δὲ ἴδιος ἑκάστης ὁ μὲν τῆς ἀρχομένης μείζων τοῦ κατὰ φύσιν καὶ σφοδρότερος καὶ ὠκύτερος καὶ πυκνότερος, ὁ δ’ αὐξανομένης ἔτι ταῦτά γε προσαυξάνει πάντα, καὶ σαφῶς τε ἤδη σκληρότερός ἐστι καὶ κλονωδέστερος· τῆς δ’ ἀκμαζούσης σαφέστερος μὲν ἔτι καὶ σκληρότερος καὶ κλονωδέστερος, μικρότερος δὲ ἢ πρόσθεν, οὐ μὴν ἀμυδρότερός γε, πλὴν εἰ μὴ ὑπὲρ τὴν δύναμιν εἴη τὸ πάθος. ἀλλὰ καὶ πυκνότατος γίνεται καὶ ταχύς· εἰ δ’ ἱκανῶς χρονίζοι καὶ ἤδη σκληρύνοιτο σκιῤῥωδῶς, πρὸς τοῖς εἰρημένοις ἰσχνότης σφυγμοῦ καὶ σκληρότης γίνεται. ταῦτ’ ἐπὶ τῆς τὸν ἐν ὅλῳ τῷ ζώῳ σφυγμὸν τρεπούσης φλεγμονῆς, ἢ διὰ τὸ μέγεθος, ἢ διὰ τὸ κύριον τοῦ μέρους ἐν ᾧ συνέστη. τῆς δὲ μὴ συγκινούσης τὸ πᾶν ὅ γ’ ἐν τῷ φλεγμαίνοντι μέρει σφυγμὸς οἷος εἴρηται. ἐπιτείνεται δὲ καὶ ἀνίεται τῶν εἰρημένων ἕκαστον ἢ παρὰ τὸ ποσὸν τῆς φλεγμονῆς, ἢ παρὰ τὴν αὐτοῦ τοῦ φλεγμαίνοντος ὀργάνου φύσιν. τὰ μὲν γὰρ νευρωδέστερα μέρη σκληροτέρους καὶ μᾶλλον ἐμπρίοντας καὶ μικροτέρους τοὺς σφυγμοὺς ἐργάζεται, τὰ δὲ φλεβωδέστερα καὶ ἀρτηριωδέστερα τοὺς ἐναντίους.
164
αὐτῶν δὲ τούτων μείζων ὁ ἐν τοῖς ἀρτηριώδεσι καὶ ῥᾳδίως ἀνώμαλος καὶ ἄτακτος γενόμενος. δῆλον οὖν ἤδη καὶ ὁ τῶν τὸ ἧπαρ φλεγμαινόντων σφυγμὸς, οἷος ἂν εἴη, καὶ ὁ τῶν τὸν σπλῆνα καὶ ὁ τῶν τοὺς νεφροὺς, ἢ τὴν κύστιν, ἢ τὸ κῶλον, ἢ τὴν γαστέρα καὶ πλευριτικῶν καὶ περιπνευμονικῶν καὶ πάντων ἁπλῶς εἰπεῖν ὧν τῇ τοῦ μέρους φλεγμονῇ πυρετὸς ἕπεται, πλὴν ὅσα διὰ τὴν τῶν συμπτωμάτων φύσιν, τῶν τε ἐξ ἀνάγκης ἑπομένων αὐτοῖς καὶ τῶν κατὰ τύχην συνδραμόντων, ὡς ἂν ἕκαστον τρέπειν δύνηται. καὶ τὸν σφυγμὸν ἐπὶ τοσοῦτον ἀλλοιοῦσθαι συμβήσεται, μικτῆς τροπῆς ἐν αὐτῷ γινομένης τῆς τε κατὰ τὸν λόγον τῆς φλεγμονῆς καὶ ἣν ἡ τοῦ τόπου φύσις, ἢ τοῦ παρόντος συμπτώματος ἐργάζεται. σπασθῆναι μὲν γὰρ τοῖς τὰς φρένας φλεγμαίνουσιν ἕτοιμον, πνιγῆναι δὲ τοῖς τὸν πνεύμονα, συγκοπῆναι δὲ τοῖς τὸ στόμα τῆς γαστρὸς, ἀτροφῆσαι δὲ τοῖς τὸ ἧπαρ, ἀπεπτῆσαι δὲ τοῖς τὴν κοιλίαν, ἐπισχεθῆναι δὲ τὰ οὖρα τοῖς τοὺς νεφρούς. καὶ τὰ μὲν αἰσθητικώτερα μέρη καὶ διὰ τὰς ὀδύνας τρέπει τοὺς σφυγμοὺς, τὰ δὲ ἀναισθητότερα κατὰ
165
τὴν διάθεσιν μόνην. ἐκ τούτων οὖν ἁπάντων πολυειδεῖς αἱ ἀλλοιώσεις γίνονται τῶν ἐπὶ ταῖς φλεγμοναῖς σφυγμῶν. καὶ ὡς χρὴ διορίζειν αὐτὰς εἴρηται μὲν ἐν ἑτέροις τελέως, εἴρηται δὲ καὶ νῦν εἰς ὅσον τοῖς εἰσαγομένοις χρήσιμον.

Καὶ ἡ μὲν ῥῆσις ἐκ τῆς εἰσαγωγῆς αὕτη, σαφῶς ἐκδιδάσκουσα τὴν ὑπὸ τῶν φλεγμονῶν γινομένην ἀλλοίωσιν ἐν τοῖς σφυγμοῖς. ὅπως δὲ τὰ πρῶτα καὶ συνέχοντα τὴν γένεσιν αὐτῶν αἴτια διατιθέμενα πρὸς τῆς φλεγμονῆς τὴν εἰρημένην τροπὴν ἐργάζεται, λέγειν ἂν ἑπόμενον εἴη, τὴν ἀρχὴν ἔνθεν ποιησαμένους. παντὶ τῷ φλεγμαίνοντι μορίῳ δύο ταῦτ’ ἐξ ἀνάγκης συμβέβηκε, θερμότερον τοῦ κατὰ φύσιν ὑπάρχειν καὶ τετάσθαι. ταῦτ’ οὖν ἄμφω παντὶ τῷ σώματι μεταδίδωσιν, ὅταν ἤτοι κύριον ὑπάρχῃ τὸ μέρος ἢ μεγάλην ἱκανῶς ἔχῃ τὴν φλεγμονήν. ἀλλ’ ἡ μὲν καθ’ ὅλον τὸ ζῶον πλεονεξία τῆς θερμασίας πυρετός ἐστιν, καὶ δῆλον ὡς τὴν χρείαν οὗτος ἀλλοιώσει τῶν σφυγμῶν· ἡ δ’ ἐκ τοῦ φλεγμαίνοντος τάσις διαδίδοται καὶ εἰς τὰς ἀρτηρίας. διὰ ταύτην μὲν δὴ σκληρότερος ὁ σφυγμὸς ἔσται, καὶ μᾶλλόν γε σκληρότερος ἐπὶ τοῖς νευρώδεσι μορίοις, ὅτι καὶ τείνεται ταῦτα τῶν ἄλλων μᾶλλον 

166
ἐν ταῖς φλεγμοναῖς, ὡς ἂν ἤδη φύσει τεταμένα, καὶ συντείνειν ἑαυτοῖς τὰ συνεχῆ μᾶλλον πέφυκεν, ὡς ἂν ἰσχυρότερα. ἡ δὲ τῆς θερμασίας πλεονεξία ταχὺν ἐνεδείκνυτο καὶ μείζονα κατὰ τὸν ἑαυτῆς λόγον ἐργαζομένη τὸν σφυγμόν. ἐπειδὰν δὲ ἐλλείπῃ τι τῇ χρείᾳ, τηνικαῦτα ἤδη καὶ πυκνόν. εὐλόγως οὖν σκληρότερος ἅπασι τοῖς ἐπὶ φλεγμονῇ πυρέττουσιν ὁ σφυγμὸς γίνεται καὶ προσέτι γε διὰ τὴν δυσκρασίαν τὴν ἐν ταῖς ἀρτηρίαις ἀνώμαλος κατὰ μίαν προσβολήν· καὶ δῆλον ὡς ἀμφοῖν συνελθόντων τὸ εἰρημένον ὑπό τινων εἶδος ἔσται τῷ σφυγμῷ, τὸ οἷον ἐμπρῖον τὴν ἁφήν. οὕτω γὰρ ἀνάγκη φαντασιοῦσθαι τὸν ἁπτόμενον ὀργάνου σκληροῦ, τὴν προσβολὴν ἀνώμαλον ἔχοντος. ἔστι δ’, ὡς εἴρηται, θάττων ἐπιφανῶς, καὶ εἰ μὴ ἀντιβαίνοι γε ἡ σκληρότης, καὶ μείζων σαφῶς. εἰ δ’ ἀντιβαίνοι κατά τι, τοσούτῳ προσλήψεται κλονώδους κινήσεως ὅσῳ ἀφῃρέθη τοῦ μεγέθους. ὅτι δ’ ἐν τούτῳ καὶ πυκνότερον ἔσται τοσοῦτον ὅσον οὐχ ἱκανῶς ἐπλήρωσε τὴν χρείαν ἡ διαστολὴ, καὶ τοῦτο τῷ μεμνημένῳ τῶν ἐν τοῖς ἔμπροσθεν ἀποδεδειγμένων πρόδηλον· ὥσπέρ γε καὶ ὅτι τοῖς ἴσοις μεγέθεσι
167
τῶν φλεγμονῶν οὐκ ἴση τῶν σφυγμῶν ἀλλοίωσις ἕπεται, ἀλλ’ ἐν μὲν τοῖς φλεβώδεσιν μέρεσιν αἱ φλεγμοναὶ μείζους ἐργάζονται σφυγμοὺς, ἐν δὲ τοῖς νευρώδεσιν ἐλάττους, ὥσπερ καὶ σκληροτέρους τε καὶ μᾶλλον ἐμπρίοντας. οὐδὲ γὰρ τούτων ἀσαφὲς οὐδὲν, εἰ μνημονεύοιμεν ὅτι μειζόνως τείνεσθαι τὰς ἀρτηρίας ἀναγκαῖον ὑπὸ τῶν νευρωδῶν μορίων φλεγμαινόντων. τὰ δ’ ἀρτηριώδη μέρη δῆλον ὡς καὶ ταῦτα τό τε πλῆθος τῆς ἐν ταῖς ἀρτηρίαις θερμασίας, ὡς ἂν θερμοτέραις οὔσαις, ἐπὶ μᾶλλον παραυξήσει, καὶ διὰ τοῦτο μεγίστους ἀναγκάζει γίνεσθαι τοὺς σφυγμούς. καὶ εἴ τις ἀνωμαλία συνίσταιτο καθ’ ὁντιναοῦν λόγον, ἐπιφανέστερον αὐτὴν ἀποδείξει. δύο γὰρ, εἴ τι μεμνήμεθα, τὰς πρώτας αἰτίας ἐδείκνυμεν ἀνωμαλίας σφυγμῶν, ἀῤῥωστίαν τε τῆς κινούσης δυνάμεως τὰς ἀρτηρίας, διὰ πλῆθος βαρῦνον, καὶ προσέτι τῶν ὀργάνων αὐτῶν τὰς διαθέσεις, ἐμφράξεις δή τινας καὶ σφηνώσεις καὶ τάσεις καὶ θλίψεις. οὐδὲν οὖν θαυμαστὸν ἀνωμάλους ἐπὶ τοῖς ἀρτηριώδεσι μορίοις φλεγμαίνουσι τοὺς σφυγμοὺς ἀποτελεῖσθαι, τῆς τε δυνάμεως τῆς ἐργαζομένης αὐτοὺς ῥᾷον ἐν τοῖς τοιούτοις καμνούσης, αὐτῶν τε τῶν ὀργάνων κακῶς διακειμένων. τὰ δ’
168
ἄλλα τὰ εἰρημένα διὰ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου βιβλίου ταῖς ἐπὶ φλεγμονῇ τροπαῖς τῶν σφυγμῶν ὑπάρχειν οὐδεμιᾶς ἐξηγήσεως δεῖσθαι νομίζω. μεταβαίνειν οὖν ἤδη καιρὸς ἐπί τινα τῶν ἑξῆς ῥήσεων.

Τῶν μὲν πλευριτικῶν ταχὺς καὶ πυκνὸς καὶ οὐ λίαν μέγας. δόξειε δ’ ἂν καὶ σφοδρός. ὁ δ’ ἐστὶν οὐκ ἀμυδρὸς μὲν, οὐ μὴν ἤδη καὶ σφοδρὸς, ὅσον ἐπὶ τῷ πάθει. τοῦτο γὰρ ἐπὶ πάντων μεμνῆσθαι χρὴ, τὸ δεῖν ἐφ’ ἑκάστου τῶν πραγμάτων, ὅσον ἐπ’ ἐκείνῳ, τὴν τροπὴν ἐξετάζειν, διορίζοντα τὸ διά τι ἄλλο καὶ μὴ δι’ ἐκεῖνο συμβεβηκός. ὁ τοίνυν τῶν πλευριτικῶν σφυγμὸς νευρωδεστέραν πως καὶ σκληροτέραν ἐργαζόμενος τὴν ἀρτηρίαν, ὡς ἂν εἰς σφοδρότητα τρέπων, ἀπατᾷ τοὺς ἀγυμνάστους, οὐ δυναμένους διακρῖναι σκληρὰν πληγὴν σφοδρᾶς. οὕτω δὲ καὶ ἄλλας διαφορὰς σφυγμῶν ἀδυνατοῦντες διακρίνειν οἱ πολλοὶ τάχ’ ἂν ἴσως μέμψαιντο τοῖς ἐνταῦθα γεγραμμένοις, ἐξ ὧν αὐτοὶ συνιᾶσι τῶν ὀρθῶς λεγόντων καταγινώσκοντες. ἀλλ’ οὐ χρὴ μηκύνειν ἐν τῷ νῦν λόγῳ περὶ αὐτῶν. γέγραπται γὰρ ἡμῖν ἰδίᾳ περὶ

169
τῆς τῶν σφυγμῶν διαγνώσεως. ἀσκεῖν οὖν παρακελεύομαι τόν τε λογισμὸν ἅμα καὶ τὴν ἁφὴν, ὡς ἐπ’ αὐτῶν τῶν ἔργων γνωρίζειν δύνασθαι τὴν ἁφὴν τοὺς σφυγμοὺς, οὐ λόγῳ διακρίνειν μόνον. ἀρχὴ δὲ τῆς ἐπὶ τῶν ἔργων τριβῆς ἡ διὰ τῶν λόγων διδασκαλία. καὶ γάρ τοι καὶ τῆς πυκνότητος τὸ ποσὸν οὐχ οἷόν τε ἑρμηνεῦσαι, καί τοι μεγάλην ἔχει διαφορὰν ἡ ὑπερβαίνουσα τὸ εἰθισμένον μέτρον πλευρίτιδος, ἢ ἐλλείπουσα. τὰς γὰρ ὑπερβολὰς εἰς περιπνευμονίαν μεθισταμένης ἢ συγκοπὴν ἀπειλούσης ἀνάγκη γίνεσθαι, τὰς δ’ ἐνδείας εἰς καταφορὰν ἢ νεύρων τελευτᾷν βλάβην. οὕτω δὲ καὶ τὸ τῆς ἀνωμαλίας εἶδος τὸ ἐμπρηστικὸν, ἴδιον οὐχ ἥκιστα πλευρίτιδος ὑπάρχον, ἀνιέμενον μὲν μαλακῆς καὶ οὐχ ἥκιστα πεφθησομένης, ἐπιτεινόμενον δὲ χαλεπῆς καὶ δυσπέπτου γνώρισμα πλευρίτιδος. αἱ τοιαῦται σὺν ἀσθενεῖ τῇ δυνάμει ὀξέως κινδυνώδεις, σὺν ἰσχυρᾷ δὲ ἢ χρονίως ἐπέφθησαν, ἢ εἰς ἐμπύημα μετέπεσον, ἢ φθινώδης αὐτὰς μαρασμὸς διεδέξατο. τῆς μὲν οὖν πεπτομένης ὁ σφυγμὸς πᾶσαν ἀποτίθεται
170
κατὰ βραχὺ τὴν παρὰ φύσιν τροπὴν, τῆς δ’ εἰς ἐμπύημα μεταβαλλούσης οἱ τῶν ἐμπυημάτων ἴδιοι γίνονται, κατὰ ταῦτα δὲ καὶ τοῖς φθινωδῶς μαρανθησομένοις οἱ τῶν μαρασμῶν.

Αὕτη μὲν ἐκ τῆς εἰσαγωγῆς ἡ ῥῆσις, αὐτὰ τὰ φαινόμενα συμπίπτειν τοῖς πλευριτικοῖς ἐκδιδάσκουσα, οὐ μὴν τὰς αἰτίας ἔτι ἐκδιηγουμένη. νῦν οὖν λεγέσθωσαν. ἡ πλευρῖτις τοῦ ὑπεζωκότος τὰς πλευρὰς ὑμένος ἐστὶ φλεγμονὴ, καὶ διὰ τοῦτο πυρέττουσι μὲν ὀξέως, ὡς ἂν πλησίον κειμένης τῆς καρδίας· ὅτι δ’ οὕτω πυρέττουσι, ταχὺς αὐτοῖς ὁ σφυγμός· ὅτι δὲ καὶ νευρῶδες τὸ πεπονθὸς μόριον, ἐπιφανῶς σκληρός· ἐπεὶ δὲ τοῦτο, διὰ τοῦτο καὶ μικρότερος ἢ κατὰ τὴν ἀξίαν τοῦ πυρετοῦ. δεόντως οὖν καὶ πυκνὸς ἀποτελεῖται, τῆς μὲν θερμασίας δεομένης μεγέθους σφυγμῶν, τῆς σκληρότητος δ’ οὐχ ὑπακουούσης. ἐδείχθη δ’ ἐν τοῖς ἔμπροσθεν ὅσον ἂν ἐλλίπῃ τῇ χρείᾳ τὸ μέγεθος τοῦ σφυγμοῦ, τοῦτ’ ἐκ τῆς πυκνότητος ἀναπληρούμενον. ἄνισος δ’ ἐπ’ αὐτῶν ἡ πυκνότης, ὅτι καὶ τῶν ἐργαζομένων τὴν φλεγμονὴν χυμῶν οὐχ ἓν εἶδος. εἰ μὲν οὖν χολωδέστεροι τύχοιεν ὄντες, ὅ τε πυρετὸς 

171
ὀξύτερος ἂν γένοιτο καί τις ἀκολουθήσει βλάβη τῆς δυνάμεως· εἰ δὲ φλεγματωδέστεροι, πρᾳότερος μὲν ὁ πυρετὸς, ἑτοιμότερος δ’ εἰς καταφοράν. ἀεὶ μὲν γὰρ ἐπὶ πλευρίτισι καὶ περιπνευμονίαις ἡ κεφαλὴ κακοῦται, τῶν ἐν ταῖς φλεγμοναῖς σηπομένων χυμῶν ἐκδεχομένη τὴν λιγνύν. ἀλλ’ ὅταν μὲν ὁ σηπόμενος χυμὸς ᾖ χολώδης, ἀτμίζων δριμὺ, καθάπερ αἰθάλην τινὰ, δάκνει τοῦτο καὶ διαβιβρώσκει καὶ ἐρεθίζει τὰ κατὰ τὸν ἐγκέφαλον, καὶ οὕτως εἰς παραφροσύνην ἄγει. φλεγματώδης δ’ ὑπάρχων, οὐ καπνῷ δριμεῖ παραπλήσιος, ἀλλ’ ἀχλύϊ τινὶ παχείᾳ καὶ θολερᾷ, καθάπερ τι νέφος ἐπὶ τὴν κεφαλὴν ἀναπέμπων ὑγραίνει τε τοῦτο καὶ βαρύνει τὸν ἐγκέφαλον, ἀναγκάζει τε καταφέρεσθαι, καὶ καρώδη γίνεσθαι τὸν ἄνθρωπον. εὐλόγως οὖν ἡ μὲν εἰς πλείονα πυκνότητα τροπὴ τῶν σφυγμῶν ἢ περιπνευμονίαν, ἢ συγκοπὴν ἐπιφέρει· περιπνευμονίαν μὲν ἐπιλαμβανούσης ἀεὶ καὶ βλαπτούσης τὰ συνεχῆ τῆς ἐν τῇ πλευρᾷ φλεγμονῆς, ὡς ἂν ὑπὸ θερμοῦ καὶ ζέοντος καὶ ῥᾳδίως κινουμένου χυμοῦ γεγενημένης· συγκοπὴν δ’ αὖ κακώσει τῆς δυνάμεως ἤτοι διὰ νεύρων βλάβην, ἢ καταφορὰν, ὅταν ἐκ τῶν φλεγματωδῶν χυμῶν ἀτμιζόντων ὁ ἐγκέφαλος
172
πληρωθῇ. καὶ γὰρ αὖ καὶ οὗτος εἰ μὲν ἀπώσασθαι δυνηθείη τὸ βλάπτον εἰς τὰς ἀποφύσεις, ἡ τῶν νεύρων ἀκολουθεῖ κάκωσις· εἰ δ’ ἀδυνατήσειεν, ἡ καταφορά. τοῖς μὲν οὖν τοιούτοις χυμοῖς ἀραιότεροι, τοῖς δ’ ἐναντίοις τοῖς χολώδεσι πυκνότεροι τοῦ συνήθους μέτρου τῆς πλευρίτιδος οἱ σφυγμοὶ συμπίπτουσιν. τὸ δὲ δὴ μέσον ἀμφοῖν ἐστιν ἀραιότητός τε καὶ πυκνότητος ἐν πλευρίτιδι μέτρον, ὅταν αἱματικὸς ὁ τὸ πάθος ἐργαζόμενος ὑπάρχῃ χυμός. οὕτω δὲ καὶ τὸ τῆς σκληρότητος ὑπάρχον μέσον ἐπί γε τῷ τοιούτω χυμῷ καὶ τῇ μέσῃ κατὰ τὸ μέγεθος γίνεται φλεγμονῇ. ἐπιτείνεται δ’ ἤτοι διὰ μέγεθος ὑπερβάλλον φλεγμονῆς, ἢ χολώδεις χυμοὺς, ὥσπερ γε καὶ καθαιρεῖται διὰ τἀναντία. δῆλον δὲ ὡς καὶ τοῖς σκληροῖς σφυγμοῖς ἐναργέστερον ἀκολουθήσει τὸ ἐμπρηστικὸν εἶδος τῆς προσβολῆς.

Ἔστι δὲ τῶν ἐμπύων ὁ σφυγμὸς ἄρτι μὲν ἀρχομένων οἷος ὁ τῆς ἀκμαζούσης φλεγμονῆς· αὕτη γὰρ καὶ αὐτῶν τῶν ἐμπυημάτων ἐστὶν ἀρχή· ἔσθ’ ὅτε δὲ καὶ ἀνώμαλος καὶ ἄτακτος, ἑκτικὸς δὲ πᾶσιν. ἤδη δὲ τοῦ πύου παρακειμένου τἄλλα μὲν παραπλήσος, ἀλλ’ ὁμαλώτερος,

173
ἐν δὲ ταῖς ῥήξεσιν ἀμυδρότερος, πλατύτερος, βραδύτερος, ἀραιότερος.

Τοὺς ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος εὐρυχωρίᾳ πλῆθός τι πύου περιεχόμενον ἔχοντας ἔνιοι μὲν ἐμπύους, οἱ δ’ ἐμπυϊκοὺς ὀνομάζουσι. γίνονται δὲ οὗτοι διὰ μέγεθος τῆς ἐν ταῖς πλευραῖς φλεγμονῆς εἰς πῦον μεταβαλλούσης. ἔστι δ’ ὅτε καὶ περιπνευμονίαις ἀκολουθοῦσι. ἤδη δὲ καὶ πάντας οἷς σπλάγχνον τι φλεγμῆναν ἐξεπύησεν, ἐμπύους ὀνομάζουσιν. ὁ τοίνυν προγεγραμμένος περὶ τῶν ἐμπύων λόγος ἐκ τῆς εἰσαγωγῆς μάλιστα μὲν ἐπὶ τῶν πρώτων εἰρημένων, ἤδη δὲ κᾀπὶ τῶν ἄλλων ἁπάντων ἀληθής. εἰς πῦον γάρτοι μεταβαλλούσης τῆς φλεγμονῆς ἀναγκαῖον ἀνωμαλίαν γέ τινα καὶ ἀταξίαν ἐν τοῖς σφυγμοῖς γενέσθαι, διά τε τὴν τῶν ὀργάνων κάκωσιν καὶ τὴν τῆς δυνάμεως ἀσθένειαν. ἐξ ἐπιμέτρου δὲ προσέρχεται ἡ οἷον διαμάχη τῆς φύσεως πρὸς τὸ σύμπτωμα. τὸ γὰρ ἐκ τῆς σήψεως ὑγρὸν, ὡς ἂν ἄλλοτ’ ἀλλαχόσε μεταῤῥέον ἀτάκτως, ἅμα μὲν ἐμποδὼν ἵσταται ταῖς διεξόδοις τοῦ πνεύματος, ἅμα δ’ ἐπεγείρει τὴν φύσιν ἀπώσασθαι τὰ λυποῦντα,

174
κᾀν τούτῳ μεγάλοι τε καὶ ὑψηλοὶ καὶ ταχεῖς οἱ σφυγμοὶ γίνονται. μικρὸν ὕστερον δὲ ἤτοι καμνούσης ἐν τῇ διαμάχῃ τῆς δυνάμεως ἢ κατά τι μόριον ἐμφράξεως ἰσχυροτέρας γινομένης, εἰς τἀναντία μεταπίπτουσι, μέχρις ἂν ἡ ζωτικὴ δύναμις ἑαυτὴν ἐπεγείρουσα πρὸς τὸ διωθεῖσθαι τράπηται τὰ λυποῦντα, κᾀν τούτῳ πάλιν ὑψηλότεροι καὶ σφοδρότεροι τῶν ἔμπροσθεν οἱ σφυγμοὶ ἀποτελοῦνται. συνεχοῦς οὖν τῆς τοιαύτης μεταβολῆς γινομένης, ἀνωμαλία τέ τις ἐξ ἀνάγκης ἐν αὐτοῖς συνίσταται καὶ ἀταξία, καὶ ταῦτα παραμένει διηνεκῶς, ἄχρις ἂν ἡ ῥῆξις γένηται. διὰ τοῦτο καὶ ἑκτικὸς αὐτῶν ὁ σφυγμὸς εἴρηται. δηλωτικὸν γάρ ἐστι τοῦτο τὸ ὄνομα παρὰ τοῖς νεωτέροις ἰατροῖς τοῦ διὰ παντὸς μένειν αὐτὸν ὅμοιον, καὶ μὴ κατὰ περιόδους οἷον καταβολάς γέ τινας ποιεῖσθαι, καὶ αὖθις διαλείμματα, καθάπερ ἐν τοῖς ἄλλοις πυρετοῖς. παραμένει γὰρ ὁ προειρημένος σάλος ἐν τῇ κινήσει τῶν ἀρτηριῶν, ἄχρις ἂν ἡ ῥῆξις γένηται. ῥαγέντος μέντοι τοῦ διαπυΐσκοντος μορίου, δῆλος ὡς τἀναντία πάντα γενήσεται. καὶ χρὴ μεμνῆσθαι τῶν ἐν τῷ δευτέρῳ λόγῳ περί τε πλατέος εἰρημένων καὶ ὑψηλοῦ σφυγμοῦ, καὶ μὴ περὶ πάντων ἐθέλειν
175
ἀκούειν πολλάκις. ἐπὶ γάρ τοι ταῖς ῥήξεσι τῶν ἐμπυημάτων ἣ τε τάσις ἤδη τῶν ἀγγείων παύεται καὶ ἡ δύναμις ἐν τῇ διαμάχῃ κέκμηκε, καὶ ἰσχνὸς ὁ ἄνθρωπος ἐξ ἀνάγκης γέγονεν. ὧν συνελθόντων ὁ πλατὺς ἐγένετο σφυγμός. αὔξει δ’ αὐτοῦ μάλιστα τὴν ὡς πρὸς τὴν αἴσθησιν φαντασίαν ἡ πρὶν ῥαγῆναι τῶν ἀρτηριῶν εἰς ὕψος ἄνοδος. ἐκείνης γὰρ ἔτι μεμνημένοι, καὶ παραμετροῦντες αὐτῇ τὰ νῦν φαινόμενα, πλατὺν ἱκανῶς ἀποτελεῖσθαι τὸν σφυγμὸν ὑπολαμβάνομεν.

Ἑξῆς ἐστιν ὁ περὶ τῶν μαραινομένων λόγος, ἐφ’ οὗ καὶ αὐτοῦ προγράψαντες ὅσα πρὸς τὴν τῆς αἰτίας εὕρεσίν ἐστι χρήσιμα, μετὰ ταῦθ’ ὑπογράψομεν τὴν ἐκ τῆς εἰσαγωγῆς ῥῆσιν. ὠνόμασται δὲ τὸ πάθος ἀπὸ τῶν φλογῶν τῶν μαραινομένων. ἐνδείᾳ δ’ αὗται τροφῆς ἀποσβέννυνται. ὅταν οὖν κατὰ τὸν αὐτὸν λόγον ἡ σύμφυτος τοῖς ζώοις θερμασία μαραίνηται, τοὺς σφυγμοὺς ἀναγκαῖον ἀμυδροὺς ὑπάρχειν, ὡς ἂν ἐξ ἀνάγκης ἀῤῥώστου τοῖς οὕτως ἔχουσι τῆς δυνάμεως ἀποτελουμένης. διὰ δὲ ταὐτὸ τοῦτο καὶ μικροὶ γίνονται. καὶ μὴν καὶ τάχος ἔχειν τι φαίνονται, τῷ καὶ τοῦτ’ ἀχώριστον εἶναι τῶν πυρεττόντων. ἐπεὶ καὶ πυρέττουσι μὲν, ἄῤῥωστοι 

176
δ’ εἰσὶ τὴν δύναμιν καὶ διὰ τοῦτο καὶ τὸν σφυγμὸν ἔχουσι μικρὸν, ἀναγκαῖον αὐτοῖς ἐστι καὶ πυκνὸν ἔχειν. ἐδείχθη γὰρ καὶ τοῦτ’ ἐν τοῖς ἔμπροσθεν λόγοις. ἀῤῥωστίᾳ δὲ δυνάμεως ἐδείκνυτο καὶ ὁ περινενευκὼς ἕπεσθαι σφυγμὸς, μύουρος ὢν καθ’ ἑκάτερα τὰ μέρη. δῆλον δ’ ὡς καὶ διὰ παντὸς ὅμοιον ἑαυτῷ τὸν σφυγμὸν ἔχουσιν οἱ τοιοῦτοι, τῆς διαθέσεως οὐκ ἐκ τῶν ὑγρῶν, ἢ τοῦ πνεύματος ὁρμωμένης, ἀλλ’ ἐν αὐτοῖς τοῖς στερεοῖς ὑπαρχούσης. ὅλη γὰρ ἐπὶ τούτων ἡ ἕξις τοῦ σώματος οἷον ἄνθραξ τις γέγονε. καὶ διὰ τοῦτο ἑκτικοὺς οἱ νεώτεροι τῶν ἰατρῶν ὀνομάζουσι τοὺς τοιούτους σφυγμούς. ἐφ’ ὧν δ’ ἤδη τελείως ἀποσβέννυται τὸ θερμὸν, ἐπὶ γερόντων δὲ μάλιστα τοῦτο συμπίπτει, καὶ ἀραιότερος ὁ σφυγμὸς γίνεται. καλεῖ δὲ τὸν τοιοῦτον μαρασμὸν ὁ Φίλιππος ἐκ νόσου γῆρας, καὶ συμπίπτει μάλιστα μὲν τοῖς παρηβῶσιν, ἐνίοτε καὶ τοῖς ἔτι ἀκμάζουσι. καὶ καλῶς ὑπὲρ αὐτῶν γέγραπται τῷ Φιλίππῳ ὅτι τούτων ἡ διάθεσις οὐ τοῖς ἀκριβῶς διαπύροις ἄνθραξιν ἔοικεν, ἀλλὰ τοῖς οὕτω σβεννυμένοις ὡς εἰς τέφραν ἤδη μεταβάλλειν. ἀρκεῖ ταῦτα τῷ γε νοῦν
177
ἔχοντι πρὸς τῷ παρακολουθῆσαι τοῖς ἑξῆς. ὑπογράψομεν οὖν ἤδη τὴν ἐκ τῆς εἰσαγωγῆς λέξιν.

Ὁ δὲ τῶν μαραινομένων οὐ καθ’ ἓν εἶδος σφυγμὸς τρέπεται. χρὴ γοῦν καθόσον ἐνδέχεται διαφοραῖς εὐδήλοις διορίσασθαι περὶ αὐτῶν. οἱ μὲν δὴ ταῖς μὴ λυθείσαις φλεγμοναῖς κατὰ βραχὺ συναπομαρανθέντες ἀμυδροὺς καὶ θάττονας καὶ πυκνοὺς ἄγαν καὶ μυούρους κατὰ μέγεθος ἐν μιᾷ πληγῇ τοὺς σφυγμοὺς ἴσχουσιν, οὓς Ἀρχιγένης ἐπινενευκότας τε καὶ περινενευκότας καλεῖ, σαφῶς δηλοῦν βουλόμενος τὸ κατὰ τὴν διαστολὴν βραχὺ μετὰ τῆς τῶν ἑκατέρωθεν περάτων οἷον ἐπινεύσεως. οὐ γὰρ ὡς ἀποκεκομμένων ἀθρόως, ἀλλ’ ὡς ἐπικεκαμμένων τῶν ἑκατέρωθεν μερῶν εἰς βραχὺ συνέσταλται, μύουρος ὢν τῷ μεγέθει καὶ καθ’ ἑκάτερα τὰ μέρη. τοῦτο μὲν οὖν οὐ τούτοις μόνοις, ἀλλὰ καὶ τοῖς πλείστοις τῶν ὁπωσοῦν μαραινομένων ὑπάρχει, τοῖς μὲν διὰ φλεγμονὰς πᾶσιν, ἤδη δὲ καὶ τῶν ἄλλων πολλοῖς, εἰ μή τι ἄρα κᾀκεῖνοι διά τινας φλεγμονὰς λανθανούσας μαραίνονται. καὶ εἴη ἂν οὗτος τῶν ἐπὶ φλεγμοναῖς μαραινομένων ἴδιος, οὐδενὶ τῶν

178
ἄλλως μαρανθέντων ὑπάρχων. ἑκτικὸς δὲ πᾶσι τοῖς μαραινομένοις ὁ σφυγμός ἐστι καὶ τοῦτ’ αὐτοῖς κοινότατον. ἐν δευτέρῳ δ’ ἡ κατὰ τὸ μέγεθος τῆς διαστολῆς ἀνωμαλία μυουρίζουσα. καὶ γὰρ καὶ τοῦτο τοῖς πλείστοις ὑπάρχει. τρίτον δὲ τὸ τῆς πυκνότητος. ὑπάρχει γὰρ καὶ τοῦτο πᾶσι μὲν τοῖς ἐπὶ φλεγμοναῖς μαρανθεῖσιν ἀχώριστον, ἅπασί τε τοῖς ἐπὶ καρδιακαῖς, ἢ στομαχικαῖς συγκοπαῖς ὀξέως κινδυνεύσασιν, εἶτα ὑπὸ οἴνου πόσεως διαφυγοῦσι μὲν τὴν ὀξύτητα, μαρανθεῖσι δὲ τῷ χρόνῳ, εἰ μή τι ἄρα καὶ τούτους φήσειέ τις ἐπὶ μικραῖς φλεγμοναῖς ἀδήλοις ἡμῖν ἀπόλλυσθαι. καὶ γάρ τινες αὐτῶν τὸν ἐπινενευκότα σφυγμὸν ἔχουσιν, εἰ μή τι ἄρα πάλιν τούτους μὲν ἐπὶ φλεγμονῇ, τοὺς δ’ ἄλλους χωρὶς φλεγμονῆς μαραίνεσθαί φασι. τοῦτο μὲν δὴ ἄπορον. ἔχουσι δ’ οὖν οὗτοι σφυγμὸν ἑκτικὸν, ἀμυδρὸν, πυκνὸν ἄγαν, καί τινες αὐτὸν ἐπινενευκότα καλοῦσι. δευτέρα μὲν αὕτη διαφορὰ σφυγμῶν τοῖς μαραινομένοις. ἄλλη δὲ τρίτη τὸν ἀραιὸν ἰσχόντων, ἀλλὰ καὶ τούτοις πάντως ὅ τε προηγησάμενος πυρετὸς
179
ἐπύκνωσεν αὐτοὺς, τῆς τε δυνάμεως ἡ ἐσχάτη λύσις ἱκανῶς πυκνοῖ. τοὐν μέσῳ δὲ πάντων πυρετῶν ἀποψυχθέντων, μηδέπω δὲ ἀπολλυμένων αὐτῶν, τὴν εἰς ἀραιότητα τροπὴν εἰργάσατο. τοῦτο τὸ εἶδος τοῦ μαρασμοῦ πρεσβυτικῆς ἡλικίας ἴδιον, ἡνίκ’ ἂν μάλιστα τῶν κατὰ πνεύμονα καὶ θώρακα πεπονθός τι τύχοι. οὗτοι τὴν πυρεκτικὴν σκληρότητα τοῦ σφυγμοῦ φυλάττουσι, κᾂν ἀραιὸς ᾖ. παντελῶς δ’ ὀλίγοις τῶν μαραινομένων εἰς ἄλλην ἀνωμαλίαν ὁ σφυγμὸς τρέπεται, πλὴν τῆς εἰρημένης κατὰ τὸ μέγεθος.

Ὁ δὲ τῶν φθισικῶν ὀνομαζομένων σφυγμὸς μικρὸς καὶ ἀμυδρός ἐστι καὶ μαλακὸς, καὶ ταχὺς συμμέτρως καὶ ἑκτικός.

Ἑξῆς περὶ τῶν φθισικῶν ὀνομαζομένων ὁ λόγος ἐστί. μικρὸν μὲν καὶ ἀμυδρὸν ἐχόντων τὸν σφυγμὸν, ἀῤῥωστίᾳ τῆς δυνάμεως, οὐ μὴν ἱκανῶς γε ταχὺν, ὥσπερ οἱ πολλοὶ τῶν πυρεττόντων, ὅτι μηδὲ περικαῆ πυρέττουσι πυρετόν. ἑκτικὸν δὲ καὶ οὗτοι τὸν σφυγμὸν ἔχουσιν, ὅτι καὶ τὸν πυρετόν. ἀπὸ γοῦν τοῦ κατειληφότος τὴν ὅλην ἕξιν τοῦ σώματος αὐτῶν πυρετοῦ ὁ σφυγμὸς οὗτος ὀνομάζεται.

180
ἑξῆς δὲ τούτων ἐν τῷ τοῖς εἰσαγομένοις γεγραμμένῳ βιβλίῳ περὶ τῶν περιπνευμονικῶν ὁ λόγος ἐστί. προσγράψαι δὲ κᾀνταῦθα τὴν ῥῆσιν ἄμεινον εἶναί μοι δοκεῖ, τοιαύτην ὑπάρχουσαν.

Ὁ δὲ τῶν περιπνευμονικῶν μέγας ἐστὶ καὶ ἀμυδρὸς καὶ μαλακὸς, ὁμοίως τῷ τῶν ληθαργικῶν, πλὴν ὅσα πλεονάζει τῇ ἀνωμαλίᾳ, τῇ τε κατὰ μίαν πληγὴν καὶ τῇ συστηματικῇ καλουμένῃ· κατὰ μὲν τὴν μίαν πληγὴν οἷον διακεκομμένος τε καὶ κυματιζόμενος καὶ δίκροτος ἔσθ’ ὅτε γινόμενος, ἐν δὲ τῇ συστηματικῇ, τάς τε ἄλλας διαφορὰς ἔχων καὶ ποτὲ μὲν διαλείπει, ποτὲ δὲ παρεμπίπτει.

Ἡ μὲν ῥῆσις αὕτη, τὰ συμπίπτοντα τοῖς περιπνευμονικοῖς ἀκριβῶς ἐκδιδάσκουσα. τὰς δ’ αἰτίας αὐτῶν οὐ χαλεπὸν ἐξευρίσκειν τῷ μεμνημένῳ τῶν ἐν τοῖς πρώτοις ὑπομνήμασιν ἀποδεδειγμένων. οὐδὲν γὰρ θαυμάσιον οὔτε μέγαν εἶναι τὸν σφυγμὸν αὐτῶν οὔτε ἀμυδρὸν οὔτ’ ἀνώμαλον ἐπὶ φλεγμοναῖς τοῦ πνεύμονος, οὕτω μὲν χαύνου καὶ μαλακοῦ σπλάγχνου, καὶ μεστοῦ κενῶν χωρίων μυρίων, οὕτω δὲ πλησίον 

181
τῆς καρδίας κειμένου. διότι μὲν γὰρ χαῦνον καὶ μαλακὸν καὶ πολύκενον, ὑπὸ φλεγματικωτέρου τε καὶ παχυτέρου τὴν σύστασιν αἵματος, εἰς φλεγμονὴν ἄγεται, τοῦ λεπτοῦ καὶ χολώδους ὡς τὰ πολλὰ διαῤῥέοντός τε καὶ σφηνωθῆναι μηδαμῶς κατὰ τὸ σπλάγχνον δυναμένου. τὸ δὲ τοιοῦτον ῥεῦμα, λέγω δὲ τὸ φλεγμονικὸν, διαβρέχει μὲν τὸν χιτῶνα τῶν ἀγγείων, διαλύει δὲ τὸν τόνον τῆς ἐν αὐτοῖς δυνάμεως, καὶ οὕτω μεγάλους τε ἅμα καὶ ἀμυδροὺς ἀποτελεῖ τοὺς σφυγμούς. ὅτι δὲ καὶ τῆς καρδίας ἐγγὺς τὸ σπλάγχνον, ἡ ἀνωμαλία πολυειδὴς γίνεται. θλίψεσι γὰρ ἀρτηριῶν καὶ σφηνώσεσι καὶ ὅλως πληθωρικαῖς διαθέσεσιν ἐδείξαμεν ἕπεσθαι τὴν ἀνωμαλίαν, καὶ μᾶλλον, ἐπειδὰν ἐγγὺς ὦσι τῆς καρδίας. ὅτι δ’ ἐν ταῖς περιπνευμονίαις θλίβονται καὶ βαρύνονται καὶ σφηνοῦνται καὶ ἀῤῥωστοῦσιν αἱ ἀρτηρίαι τοῦ πνεύμονος, οὐ δεῖ λόγου. διὰ τοῦτο δὲ καὶ ὁ δίκροτος ἐπ’ αὐτῶν σφυγμὸς σπανίως γίνεται, καίτοι τῆς γ’ ἄλλης ἀνωμαλίας πολλῆς συμπιπτούσης, ὅτι δεῖ τοὐπίπαν τῷ δικρότῳ προσεῖναί τι σκληρότητος ἀγγείου. ταύτην δ’ ἐκ φλεγματικοῦ ῥεύματος οὐχ οἷόν τε κτήσασθαι. τοῦ γὰρ χολωδεστέρου τὸ
182
συνάγειν καὶ ξηραίνειν καὶ τείνειν καὶ σκληρύνειν ἔργον. ἐπεὶ τοίνυν σπανίως τοῦτο διοχλεῖ τῷ πνεύμονι, δῆλον ὡς καὶ ἡ σκληρότης σπανίως ἔσται· εἰ δὲ τοῦτο, καὶ ὁ δίκροτος σφυγμός. ὅτι δὲ παρὰ τὸ τῆς βλάβης μέγεθος ἤτοι διαλείποντες ἢ παρεμπίπτοντες ἔσονται σφυγμοὶ, καὶ τοῦτ’ ἐν τῷ δευτέρῳ λόγῳ δεδήλωται. καὶ ὅστις οὐ μέμνηται ἐκείνων, μάτην καὶ ταῦτα ἀναλέγεται. μεμνημένῳ δὲ περιττοτέρας ἐξηγήσεως οὐχ ἡγοῦμαι δεῖν ἔτι. καὶ γὰρ τὰ τούτοις ἐφεξῆς εἰρημένα διὰ τῆς εἰσαγωγῆς ὑπὲρ τῶν περιπνευμονικῶν οὐκ ἔχει τὰς αἰτίας ἀσαφεῖς τῷ μεμνημένῳ τῶν πρώτων, ἀλλ’ ἀπόχρη κᾀνταῦθα τὴν ῥῆσιν αὐτὴν παραγράψαι μόνον.

Πυρεττόντων δὲ ἁπάντων τῶν περιπνευμονικῶν ὀξέως, καί τι καὶ κωματῶδες ἐχόντων, ὁπότερον ἂν αὐτῶν ἐπικρατῇ, κατ’ ἐκεῖνον μάλιστα τὸ ποσὸν τῆς πυκνότητος εὑρίσκεται. πυρετωδεστέρας μὲν γὰρ ὑπαρχούσης τῆς περιπνευμονίας, ἱκανῶς πυκνὸς ὁ σφυγμὸς, κωματωδεστέρας δὲ ἧττον πυκνός.

183

Ὁ δὲ τῶν ληθαργικῶν σφυγμὸς ὅμοιος ὢν τῷ τῶν περιπνευμονικῶν κατὰ μέγεθος καὶ ἀσθένειαν καὶ μαλακότητα βραδύτερός ἐστιν αὐτοῦ καὶ ἀραιότερος καὶ ἧττον ἀνώμαλος, διαλείπων μᾶλλον ἢ παρεμπίπτων. γίνεται δ’ ἔστιν ὅτε καὶ δίκροτος. ἀεὶ μέντοι κυματώδης ἐστὶν ἔν γε ταῖς βαθείαις καταφοραῖς, ἐφ’ ὧν ταῦτα λέγεται. τῶν γὰρ συμπεπληρωμένων ἅπασι τοῖς ἑαυτῶν γνωρίσμασι νοσημάτων τοὺς σφυγμοὺς διέξιμεν, ἵνα καὶ τῶν ἐλλειπόντων κατά τι καὶ μηδέπω τελέων ἱκανῶς γνωρίζειν δυνηθῶμεν τὸ μέγεθος, ὅσον τε ἤδη ἔχουσι καὶ ὅσον οἷόν τε προσγενέσθαι αὐτοῖς.

Ὅτι καὶ ὁ λήθαργος ἐπὶ φλεγματώδει γίνεται χυμῷ, δέδεικται καὶ τοῦτ’ ἐν τοῖς ἰδίοις ὑπὲρ τῶν νοσημάτων λόγοις. ὥστε καὶ εὐλόγως ὁ σφυγμὸς ὁμοιότατός ἐστι τῷ τῶν περιπνευμονικῶν, βραδύτερος εἰς τοσοῦτον εἰς ὅσον ἀποκεχώρηκε τῆς καρδίας οὐκ ὀλίγον ὁ ἐγκέφαλος. ὁ γὰρ δὴ πνεύμων τῇ γειτνιάσει τῇ πρὸς ἐκείνην εὐλόγως ὠκυτέρους τε καὶ πυκνοτέρους ἀπεργάζεται τοὺς σφυγμοὺς, ἐπειδὰν θερμότερος ᾖ. ὅτι δὲ καὶ ἀνωμάλους μᾶλλον εὔλογον

184
γίνεσθαι διὰ τὴν γειτνίασιν, οὐδὲ τοῦτο ἄδηλον τοῖς μεμνημένοις τῶν πρώτων. διὰ τοῦτο δὲ καὶ διαλείπων ἐστὶν ἢ παρεμπίπτων μᾶλλον ὁ τῶν ληθαργικῶν σφυγμός. ἐπὶ πλέον γὰρ ψυχρότερον, καὶ ὡς ἂν εἴποι τις νεκρωδέστερον τοῦ τῆς περιπνευμονίας ἐστὶ τὸ τοῦ ληθαργικοῦ νόσημα. ψυχρᾶς δ’ ἦν οἰκεῖος διαθέσεως καὶ δυνάμεως ἐπὶ πλέον ἀπεψυγμένης ὁ διαλείπων σφυγμός.

Ὁ δὲ τῶν φρενιτικῶν σφυγμὸς μικρός ἐστι· σπανιώτατα δ’ ὤφθη ποτὲ μέγας, καὶ τόνου μετρίως ἔχει καὶ σκληρὸς καὶ νευρώδης ἐστὶ καὶ πυκνὸς ἄγαν καὶ ταχύς. ἔχει δέ τι καὶ κυματῶδες. ἐνίοτε δὲ καὶ ὑποτρέμειν σοι δόξει· ποτὲ δὲ καὶ ἀποκεκόφθαι σπασμωδῶς. τὸ γὰρ τῶν πυρετῶν ἴδιον ἐν τῷ τάχει σύμπτωμα μάλιστα οὗτος ἐναργῶς ἐκτήσατο κατ’ ἀμφότερα τῆς διαστολῆς τὰ πέρατα, καὶ μᾶλλον τὸ ἔξω. ἔστι δὲ καὶ τὸ τῆς κατὰ τὴν θέσιν ἀνωμαλίας εἶδος εὑρεῖν ἐν αὐτῷ σφοδρῶς γενόμενόν ποτε. ἀλλὰ καὶ ὅλη σοι δόξει πολλάκις ἡ ἀρτηρία, καταλιποῦσα τὸν ἑαυτῆς τόπον ἄνω φέρεσθαι, κλονωδῶς ἀναβραττομένη μᾶλλον ἢ σφυγμωδῶς διαστελλομένη. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ

185
κάτω χωρεῖν, κατασπωμένη μᾶλλον ἢ συσπωμένη. τὸ δ’ ἄγαν αὐτῆς πυκνὸν ἐφεδρεύουσαν ἀπειλεῖ συγκοπήν. Οὐδ’ ἐνταῦθα χαλεπὸν οὐδὲν ἐξευρεῖν τὰς τῶν εἰρημένων αἰτίας τῷ γιγνώσκοντι μὲν ὡς ἐπὶ χολώδει χυμῷ φρενῖτις γίνεται, καθάπερ ἐπὶ φλεγματώδει λήθαργος, εἰδότι δὲ ὅτι καὶ κατὰ μὲν αὐτὸν τὸν ἐγκέφαλον ὁ λήθαργος μᾶλλον ἔχει τὴν γένεσιν, ἡ φρενῖτις δὲ κατά τε τὴν λεπτὴν μάλιστα μήνιγγα καὶ τὸ διάφραγμα. τούτων γάρ τις μεμνημένος καὶ ὅτι μικροὶ καὶ ὅτι σκληροὶ κατὰ λόγον οἱ σφυγμοὶ γίνονται μαθεῖν οὐ δεῖται. καὶ μὴν εἰ θερμὸν μὲν τὸ πάθος, μικροὶ δ’ οἱ σφυγμοὶ, πάντως δήπου καὶ πυκνοί. δέδεκται γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς τὸ τῆς προτέρας διαστολῆς ἐλλιπὲς εἰς πυκνότητα τρέπει τοὺς σφυγμούς. ὥσπερ δ’ ὁ περιπνευμονικὸς σπανίως ποτὲ δίκροτος γίνεται, διότι σκληρότητος ἥκιστα μετέχει, οὕτως ὁ φρενιτικὸς κυματώδης σπανιώτατα γίνεται, διότι καὶ αὐτὸς ἥκιστα μετέχει μαλακότητος. τὸ δ’ ὑποτρέμειν ὅτι δυνάμεώς ἐστιν ἀῤῥωστούσης γνώρισμα δέδεικται δι’ ἑτέρων. ὅταν οὖν ἡ ἐν ταῖς ἀρτηρίαις δύναμις ἐπιπλέον διαστέλλειν αὐτὰς ἐγχειρῇ, δεῖται γὰρ τούτου διὰ τὸ πλῆθος 
186
τῆς θερμασίας, ἔπειτα μὴ δύνηται διὰ τὴν σκληρότητα τοῦ χιτῶνος, ὑποτρέμειν πως ὁ σφυγμὸς δοκεῖ. καὶ δῆλον ὡς τηνικαῦτα μάλιστα γίνεται τὸ τοιοῦτον, ἐπειδὰν καὶ συγκοπήσεσθαι μέλλωσιν, ὥσπερ ἐπειδὰν σπασθήσεσθαι, σπασμώδης ἐστὶ καὶ ἡ τῶν σφυγμῶν κίνησις. τὸ δ’ ἀποκεκόφθαι σπασμωδῶς τὴν κίνησιν καὶ μὴ κατὰ βραχὺ παύεσθαι διὰ παντὸς ὑπάρχει τοῖς φρενιτικοῖς, ὡς ἂν καὶ τῆς θερμότητος ἐπικρατούσης καὶ τῶν ὀργάνων σκληρῶν ὑπαρχόντων. ὀρεγομένης γὰρ ἔτι τῆς δυνάμεως διαστέλλειν τὰς ἀρτηρίας, ἡ τῶν χιτώνων ἀντιβαίνει σκληρότης, κᾀντεῦθεν τὸ βίαιον καὶ τὸ οἷον σπασμωδῶς ἀποκεκομμένον. οὕτω δὲ σκληρότης καὶ ἡ ἀρχὴ τοῦ διαστέλλεσθαι τὰς ἀρτηρίας ἐξαιφνίδιός τέ τις καὶ ἀθρόα ὥσπερ ἐκθορνυμέναις γίνεται μᾶλλον, οὐ κατὰ βραχὺ διαστελλομέναις. οὕτω δὲ καὶ τοῖς ἐπὶ φλεγμονῇ πυρέττουσιν ἅπασι, τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον φαίνεται τὸ τοιοῦτο συμβαῖνον, οὐκ ἐν τῷ πέρατι μόνον τῆς κινήσεως, ἀλλὰ κατὰ τὴν ἀρχὴν εὐθύς. αἰτία δὲ κοινὴ τούτων ἁπάντων ἡ τῆς χρείας τῶν σφυγμῶν αὔξησις, ἅμα τῇ τοῦ χιτῶνος σκληρότητι. ὅταν γὰρ ἐπείγῃ μὲν ἡ χρεία, καὶ διὰ τοῦθ’
187
ἡ δύναμις ὡς ἐπὶ μεγάλην τε καὶ ταχεῖαν ἐξορμᾷ διαστολὴν, ἀντιβαίνει δ’ ἡ τῶν ὀργάνων σκληρότης, ἀνάγκη τὴν προειρημένην ἰδέαν ταῖς κινήσεσι συμπίπτειν. ἀλλὰ καὶ ὅτι διὰ τὴν αὐτὴν ταύτην ξηρότητά τε καὶ σκληρότητα καὶ τάσιν τῶν ἀγγείων ἀνώμαλος ὁ σφυγμὸς φαίνεται κατὰ τὴν θέσιν οὐδὲν θαυμαστὸν ἐννοεῖν τοῖς μεμνημένοις τῶν ἔμπροσθεν. ὥσπερ οὔθ’ ὅτι τὸ λίαν πυκνὸν ἐφεδρεύουσαν ἀπειλεῖ συγκοπήν. ἀῤῥώστου γὰρ δυνάμεως ἡ πυκνότης ἔγγονος ἐδείκνυτο.

Ἐφεξῆς ὁ λόγος ἐστὶ περὶ τοῦ μικτοῦ δοκοῦντος εἶναι πάθους ἔκ τε φρενίτιδος καὶ ληθάργου καὶ διὰ τοῦτο καὶ τοὺς σφυγμοὺς ἐν τῷ μέσῳ τῆς ἑκατέρου τῶν παθῶν ἔχοντος ἰδέας. ἥτις μὲν δὴ τοῦδε τοῦ πάθους ἐστὶν ἡ φύσις, ἐν ἑτέροις δεδήλωται· διότι δ’ εὔλογον αὐτῷ καὶ τοὺς σφυγμοὺς ἔχειν μικτοὺς, ὡς ἂν καὶ αὐτῷ μικτῷ φύσιν ὑπάρχοντι, θαυμάσιον οὐδέν. ὥστε τις τοῦτο γινώσκων οὐδὲν ἔτι δεῖται λόγου πλείονος. ἀλλ’ ἀρκεῖ μοι κᾀνταῦθα παραγράψαι τὴν ἐκ τῆς εἰσαγωγῆς ῥῆσιν, ᾧδέ πως ἔχουσαν.

188

Ἔστι δέ τι καὶ ἄλλο πάθος, ὃ εἴτε μέσον αὐτὸ ληθάργου καὶ φρενίτιδος χρὴ νομίζειν, ὡς οὐδ’ ἑτέρῳ ταὐτὸν ὂν, εἴτε κοινὸν ἀμφοῖν, ὡς μικτὸν ἔκ τε τῶν τῆς φρενίτιδος εἰδῶν ἔκ τε τῶν τοῦ ληθάργου, τοῦτο μὲν ἰδίᾳ σκεψόμεθα· περὶ δὲ τῶν σφυγμῶν νῦν αὐτοῦ ἐροῦμεν. καὶ ἵνα μὴ ὥσπερ αἴνιγμά τι προσβεβλημένον εἴη, τοῖς συνεδρεύουσιν αὐτὸ δηλώσω. τὰ μὲν πολλὰ μύουσι τοῖς ὀφθαλμοῖς καὶ ὑπνώδεις εἰσὶ καὶ ῥέγχουσιν. αὖθις δ’ αὖ ἐπὶ πλεῖστον ἀτενὲς ὁρῶντες διετέλεσαν ἀσκαρδαμυκτὶ, παραπλησίως τοῖς κατόχοις. καὶ εἰ πυνθάνοιό τι καὶ εἰ διαλέγεσθαι βιάζοιο, δυσχερεῖς ἀποκρίνασθαι καὶ ἀργοὶ, τὰ πολλὰ δὲ παραφόρως φθεγγόμενοι καὶ οὐκ ὀρθῶς ἀποκρινόμενοι καὶ ληροῦντες εἰκῆ. τοιοῦτον μέν ἐστι τὸ πάθος, ὃ νῦν βούλομαι δηλοῦν τοῖς συνεδρεύουσι γνωρισθὲν, ἀπορίᾳ οἰκείου ὀνόματος. οἱ σφυγμοὶ δ’ αὐτοῦ ταχεῖς μὲν καὶ πυκνοὶ, παραπλησίως φρενιτικοῖς, ἀλλ’ ἧττον. οὕτω δὲ καὶ ἰσχύος ἧττον ἐκείνων ἔχουσιν, πλατεῖς δὲ καὶ βραχεῖς, καὶ τὸ κατὰ τὴν ἔξω κίνησιν, ἀθρόως ἀποκεκομμένον οὐκ ἔχοντες, ἀλλ’ ἑτέρω μὲν

189
τρόπῳ καθάπερ εἴσω σπεύδοντες ὑποφεύγουσιν, ἐπιταχύνοντες τὴν συστολὴν, καὶ οἷον ὑποκλέπτοντες τῷ τὴν διαστολὴν, οὐ μὴν ὅμοιοί γε κατ’ αὐτὴν τῷ τῶν φρενιτικῶν. τὸ γὰρ οἷον ἀποκεκομμένον οὐκ ἔχουσιν.

Οἱ δὲ τῶν κατόχων σφυγμοὶ, κατόχους γὰρ αὐτοὺς καὶ κατεχομένους ἐκάλουν οἱ παλαιοὶ, κατοχὴν δὲ καὶ κατάληψιν οἱ νεώτεροι τὸ πάθος ὀνομάζουσιν, ἐοίκασι μὲν τὰ ἄλλα τοῖς ληθαργικοῖς, μεγέθους τε χάριν καὶ βραδύτητος καὶ ἀραιότητος, ὥσπερ καὶ ὅλον τὸ πάθος τοῦ πάθους οὐ πόῤῥω τὴν ἰδέαν ἐστὶν, οὐ μὴν ἀσθενὴς ὁ τῶν κατόχων σφυγμὸς, οὐδὲ μαλακὸς, ἀλλ’ ἐν τούτοις δὴ καὶ πάνυ διαφέρει, ὥστε κᾀν τῷ λύεσθαι μὲν καὶ οἰδίσκεσθαι τὴν ὅλην ἕξιν τοῖς ληθαργικοῖς, ἐσφίχθαι δὲ καὶ συνέχεσθαι τοῖς κατόχοις. οὕτω δὲ καὶ ἀνωμαλίᾳ καὶ ὁμαλότητι διαφέρουσιν ἀλλήλων. ὁμαλὸς γὰρ ὁ τῶν κατόχων σφυγμὸς, ἀνώμαλος δὲ ὁ τῶν ληθαργικῶν. Ἀρχιγένης δέ φησι τὸν τῆς ἀρτηρίας τόπον ἰδίως ἐπ’ αὐτῶν θερμότερον εὑρίσκεσθαι, καθάπερ τοῖς σπασθησομένοις μετὰ καταφορᾶς.

190

Σύμπαντα σχεδὸν τἄλλα ταὐτὰ τοῖς κατόχοις ἐστὶ πρὸς τοὺς ληθάργους, πλὴν τοῦ διοιδίσκεσθαί τε καὶ οἷον νεκροῦσθαι τὴν ἕξιν. ὅθεν καὶ οἱ σφυγμοὶ τήν τε ἀμυδρότητα καὶ τὴν μαλακότητα παραλλάττουσαν ἴσχουσι, τὴν μὲν, ὅτι μήπω τῆς δυσκρασίας ὅλην τὴν ἕξιν διαδεδυκυίας ἡ δύναμις εὔρωστός ἐστι, τὴν μαλακότητα δὲ οὐδ’ αὐτὴν ἔχουσιν, ὅτι μηδὲ τὸν χιτῶνα τῆς ἀρτηρίας ἤδη μαλακόν. ὁ δὲ τῆς ἀρτηρίας τόπος οὐκ ἀεὶ μὲν ἐναργῶς, ἐμοὶ γοῦν ἐφάνη θερμότερος, ὡς τὰ πολλὰ μέντοι σαφῶς εὑρίσκεται θερμότερος. αἴτιον δὲ κᾀν τούτῳ τῷ πάθει κᾀν τοῖς ἄλλοις, ἐν οἷς ταὐτὸν εὑρίσκεται σύμπτωμα, τὸ τὴν ψύξιν τῆς ἕξεως οὐχ ὁμοίως ἧφθαι τῶν ἀρτηριῶν. πολλὰ γὰρ τοιαῦτα συμπίπτει ταῖς ἀνωμάλοις δυσκρασίαις. φαίνεται τοίνυν θερμότερος ὁ τῶν ἀρτηριῶν τόπος τῶν πέριξ, ἐνίοτε μὲν αὐτῷ τῷ θερμανθῆναι μᾶλλον, ἐνίοτε δὲ τῷ τῶν περικειμένων ἧττον ἐψύχθαι.

Τῶν δὲ σπωμένων αὐτὸ μὲν τὸ σῶμα τῆς ἀρτηρίας συνῆχθαι δοκεῖ, καὶ πανταχόθεν ἐστεγνῶσθαι, οὐχ ὡς τεθλιμμένον ὑπό τινος, ἢ στενοχωρούμενον, οὐ μὴν οὐδ’ ὡς πεφρικὸς, οἷον τὸ πυρεκτικὸν, καὶ μάλισθ’ ὡς ἐν ἐπισημασίαις, 

191
οὐδ’ ἐν ἐπισημασίαις, οὐδ’ ὡς διὰ σκληρότητα δυσεπέκτατον, οἷον τὸ ἐπὶ χρόνου μήκεσι, καὶ μάλιστα σὺν ἁμαρτήμασιν, ἢ σπλάγχνων κακώσεσιν, ἀλλ’ ὡσανεὶ σῶμα νευρῶδες κοῖλον, οἷον ἔντερον, ἤ τι παραπλήσιον ἐξ ἀμφοτέρων τῶν περάτων τεταμένον. οὕτω δὲ καὶ ἡ κίνησις ἀνώμαλος, ἄνω καὶ κάτω μεθισταμένης τῆς ἀρτηρίας, ὥσπερ χορδῆς. οὐδὲ γὰρ διαστολῆς ἢ συστολῆς ἔμφασίς ἐστιν, ἀλλὰ κλόνῳ μᾶλλον ἔοικεν, οἷον ἐκπηδώσης ἄνω καὶ αὖθις εἴσω σπωμένης. καὶ οὐδὲ διακεκριμένως τοῦτο πασχούσης, ἀλλ’ ἑνὶ χρόνῳ πολλάκις τὸ μέν τι μέρος αὐτῆς ἄνω φέρεσθαι δοκεῖ, καθάπερ ἐκτοξευόμενον, τὸ δὲ ἔσω φέρεσθαι, καθάπερ ὑπό τινος ἑλκόμενον· καὶ τὸ μὲν ταχέως κινεῖσθαι, τὸ δὲ βραδέως. δοκεῖ δὲ καὶ σφοδρὸς εἶναι καὶ μέγας ὁ τῶν σπωμένων σφυγμός. ὁ δ’ ἔστι μὲν οὔτ’ ἄῤῥωστος οὔτε μικρὸς, οὐ μὴν ἐφ’ ὅσον φαντάζεται σφοδρὸς, ἢ μέγας. ἐξαπατᾷ γὰρ ἡ πληγὴ, διὰ μὲν τὴν τάσιν εὔρωστος φαινομένη, διὰ δὲ τὸν κλόνον ἐκπηδητική. ὅθεν καὶ ὑψηλότερος ἔσθ’ ὅτε φαίνεται καὶ οἷον ψόφον τινὰ τραχὺν ἀποτελεῖ πρὸς τὴν ἁφήν.
192
καὶ οὐκ ἄν τινα λάθοι τῶν ἠσκημένων ὁ σφυγμὸς οὗτος. οὐδενὶ γὰρ ἔοικεν οὔτε κατὰ τὴν ἐφ’ ἑκάτερα τάσιν οὔτε τὸ σπασμῶδες τῆς κινήσεως. μιγνυμένου δ’ αὐτοῦ τῷ τῆς καταφορᾶς, δυσφορώτατος ἡ κίνησις, καὶ μόνῳ τῷ καθ’ ἑαυτὸν ἑκάτερον γνωρίζειν ἀκριβῶς ἐσκεμμένῳ δυνατὸν καὶ τὴν μίξιν ἐπιγνῶναι.

Ἡ μὲν ῥῆσις ἡ ἐκ τῆς εἰσαγωγῆς αὕτη. πρόδηλος δὲ τῶν εἰρημένων ἡ αἰτία τῷ μεμνημένῳ διότι συμπάσχουσιν. ἀλλήλαις αἱ ἀρχαί.

Παραλύσεως σφυγμὸς μικρὸς καὶ ἀμυδρὸς καὶ βραδύς ἐστι, καὶ τισὶ μὲν αὐτῶν καὶ ἀραιὸς, τισὶ δὲ καὶ πυκνὸς μὲν, ἀλλ’ ὑποδιαλείπων ἀτάκτως.

Μικρὸς μὲν καὶ βραδύς ἐστιν ὁ τῶν παραλελυμένων σφυγμὸς, ὅτι ψυχρὸν τὸ πάθος· ἀμυδρὸς δὲ, ὅτι καὶ ἡ δυνάμις ἀῤῥωστοτέρα. μείζονος δὲ τῆς ἐν αὐτῷ γενομένης καταλύσεως πυκνὸς ἅμα καὶ ἀνώμαλος καὶ ὑπολείπων ἀτάκτως. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ἡ αἰτία κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων.

193

Ἐπιλήπτων δὲ καὶ ἀποπλήκτων οἱ σφυγμοὶ παραπλήσιοι. ὅσα οὖν περὶ τῶν ἐπιλήπτων εἰρήσεται, τοσαῦτα καὶ περὶ τῶν ἀποπλήκτων εἰρήσεσθαι χρὴ δοκεῖν, ἐπιτεταμένα μᾶλλον. ἐν μὲν δὴ τῷ μετρίως ἐνοχλεῖσθαι καὶ μηδέπω τῆς φύσεως ἱκανῶς ἰσχυρότερον εἶναι τὸ πάθος οὐδεμίαν εὔδηλόν ἐστιν εὑρεῖν τροπὴν ἐν μεγέθει καὶ σφοδρότητι καὶ τάχει καὶ πυκνότητι καὶ σκληρότητι. μόνον δὲ ὥσπερ τεταμένη καθ’ ἑκάτερόν ἐστιν ἡ ἀρτηρία τοῖς σπωμένοις εἰκότως. εἰ δ’ ἰσχυρὸν εἴη τὸ πάθος, ὡς βαρύνειν τὴν δύναμιν, ἀνωμαλίαν τέ τινα λαμβάνει καὶ τάσιν ἰσχυρὰν καὶ μικρότερος καὶ ἀμυδρότερος γίνεται καὶ ἀραιὸς καὶ βραδὺς, μεγάλως δὲ θλῖψαν καὶ καταβαλὸν τὴν δύναμιν ἀμυδροὺς καὶ μικροὺς καὶ πυκνοὺς ἐργάζεται.

Ἡ μὲν ῥῆσις αὕτη. τοσούτῳ δὲ οὐ δεῖ νεωτέρας ἐξηγήσεως τοῖσδε τοῖς σφυγμοῖς εἰς εὕρεσιν αἰτίας, ὥστε καὶ μαρτυρεῖ σαφῶς τοῖς ἐν τῷ πρώτῳ καὶ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένοις.

Ὁ τῶν συναγχικῶν σφυγμὸς τάσιν μέν

194
τινα παραπλησίαν ἔχει τῷ σπασμώδει, μέγας δ’ ἐστὶ καὶ κυματώδης, ὡς ὁ τῶν περιπνευμονικῶν, καὶ ὁπότερον ἄν ἐν αὐτῷ μεγάλως ἐπικρατῇ, κατ’ ἐκεῖνο χρὴ προσδοκᾷν τὴν μετάπτωσιν. εἰ μὲν τὸ περιπνευμονικὸν εἶδος ἐπικρατήσειεν, εἰς περιπνευμονίαν· εἰ δ’ αὖ τὸ σπασμῶδες, εἰς σπασμὸν ἡ συνάγχη τελευτήσει. ὅσοι δ’ ἂν ἐξ αὐτῶν ἰσχυρῶς πνίγωνται, μικρὸς τούτοις καὶ ἀραιὸς ὁ σφυγμὸς γίνεται· τελευτώντων δὲ ἤδη πυκνὸς καὶ ἀνώμαλος.

Πάσῃ μὲν φλεγμονῇ τὴν ἀρχὴν εἰς συμπάθειαν ἀγούσῃ κοινὸν σύμπτωμα τείνειν τὸν σφυγμόν. ἀλλὰ μᾶλλον τοῦτο δρῶσιν αἵ τε τῶν νευρωδῶν σωμάτων καὶ ὅσα πλησίον εἰσὶ τῆς ἀρχῆς. ταῦτά τοι καὶ ὁ τῶν συναγχικῶν σφυγμὸς οὐκ ἂν ἄνευ μὲν τάσεως, ἀλλ’ ἤτοι πλέον ἢ ἧττον αὐτῆς μετέχει. γίνεται γὰρ τοῦτο διά τε τὸν ἐπιῤῥέοντα χυμὸν, ἢ χολωδέστερον, ἢ φλεγματικώτερον ὑπάρχοντα, καὶ διὰ τὶν τῶν ὀργάνων αὐτῶν τῶν ἐν τῷ τραχήλῳ διαφοράν. τὰ μὲν γὰρ νευρωδέστερά τε καὶ συντονώτερα τείνει μᾶλλον τὸν σφυγμόν· ὅσα δὲ σαρκώδη τε καὶ χαῦνα, κυματωδέστερον ἀπεργάζεται

195
ταῦτα. τὰ δ’ ἄλλα τῆς λέξεως δῆλα, πλὴν τοῦ κατὰ τὸ τέλος εἰρημένου, τοῦ μικρὸν μὲν καὶ ἀραιὸν γίνεσθαι τοῖς πνιγομένοις ἐξ αὐτῶν τὸν σφυγμὸν, ἐπὶ τελευτῇ δὲ πυκνὸν καὶ ἀνώμαλον. ἔχει γὰρ οὕτως. ἐν μὲν ταῖς ἀρχαῖς τοῦ πνίγεσθαι μικρότεραι καὶ ἀραιότεραι τῶν ἀρτηριῶν αἱ διαστολαὶ γίνονται, τῆς τε δυνάμεως ἀῤῥωστούσης ἤδη, καὶ τῆς χρείας μειουμένης. ἐφεξῆς δ’ ὅταν ἤδη πλησίον ὦσι θανάτου, πειρᾶται ἡ δύναμις ἐπισπᾶσθαι συνεχέστερον, ὡς ἂν καὶ τῆς οὐσίας ἤδη τοῦ ψυχικοῦ πνεύματος ἐλλειπούσης. ἀῤῥωστοῦσα δὲ μικρὰς μὲν ἐξ ἀνάγκης ἐργάζεται τὰς διαστολάς· ὅτι δὲ μικρὰς, διὰ τοῦτο καὶ πυκνάς. εἴρηται γὰρ ὑπὲρ τούτου ἔμπροσθεν. εἶτ’ ἐξαίφνης ὡσπερεὶ πεδηθεῖσα, πολλάκις μὲν ἔστη, πολλάκις δ’ ἐμέλησε στῆναι. τούτων δὲ τὸ μὲν ἕτερον διαλείποντα, τὸ δ’ ἕτερον ἀραιὸν ἐργάζεται τὸν σφυγμόν· ἄμφω δ’ ἀνώμαλον ἐν τῇ κατὰ τοῦτο τὸ γένος διαφορᾷ.