De causis pulsuum

Galen

Galen, De causis pulsuum

Οἶνος τὰ μὲν ἄλλα παραπλησίως σιτίοις τρέπει τοὺς σφυγμοὺς, διαφέρει δὲ τῷ τε παραχρῆμα τὴν τροπὴν ἐργάζεσθαι καὶ τῷ πρότερον παύεσθαι τὴν ἀπ’ οἴνου τῆς ἀπὸ σιτίων, καὶ τῷ τὸ τάχος πλέον αὔξειν καὶ τὸ μέγεθος ἤπερ τὴν σφοδρότητα καὶ πυκνότητα. σχεδὸν γὰρ

153
ὅσῳ σφοδροτέραν τε καὶ διαρκεστέραν ἰσχὺν ἡ σύμμετρος τροφὴ παρέχει, τοσούτῳ καὶ τὸ μέγεθος ὁ οἶνος ἐξαίρει.

Καὶ οὗτος ὁ λόγος αὐτὸς αὑτὸν ἐξηγεῖται, τὰ πρὸς ἁπάντων εἰρημένα τῶν ἰατρῶν ὑπὲρ οἴνου δυνάμεως ἀναμιμνήσκων ἡμᾶς. ἔστι γὰρ ἡ ἀπ’ αὐτοῦ πρόσθεσις ταχεῖα, διότι καὶ ὑγρὸς καὶ θερμός. ὅσοι γὰρ ταχείης, φησὶ, προσθέσιος δέονται, ὑγρὸν ἴημα. ὅταν οὖν καὶ ποδηγῆται πρὸς τῆς θερμότητος ἡ ὑγρότης, ἔτι δὴ καὶ μᾶλλον. ἀλλὰ καὶ τῶν ἀθρόως καὶ ταχέως τρεφόντων ταχεῖα καὶ ἡ διαχώρησις γίνεται. διὰ τοῦτο οὖν ὥσπερ ταχεῖα, οὕτω καὶ βραχυχρόνιος ἡ ἀπὸ τοῦ οἴνου προσθήκη τοῖς σώμασιν. εὐδιάπνευστος γάρ. ὅτι δὲ διὰ μὲν τὸ τρέφειν ὁμοίως τοῖς σιτίοις ἀλλοιώσει τοὺς σφυγμοὺς, διὰ δὲ τὸ θερμαίνειν μᾶλλον ἢ ἐκεῖνα μέγεθός τε καὶ τάχος ἐπιφανέστερον αὐτοῖς προσθήσει, τοῖς μεμνημένοις τῶν ἐν τοῖς πρώτοις ὑποδείγμασι λελεγμένων ἄντικρυς δῆλον. τῶν δ’ ἑξῆς λεγομένων διὰ τῆς εἰσαγωγῆς οὐδενὸς ἄδηλος ἡ αἰτία τῷ μεμνημένῳ τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων.

154
ὑπερβάντες οὖν αὐτῶν τὰ πολλὰ, μόνον τῶν ἀσαφεστέρας ἐχόντων αἰτίας μνημονεύσωμεν, ὧν ἓν καὶ τόδε ἐστίν. τί δή ποτε χολέραις μὲν καὶ ῥεύμασιν ἰσχυροῖς κοιλίας καὶ τῷ καλουμένῳ γυναικείῳ ῥῷ καὶ πᾶσι τοῖς ἐκ τοῦ κενοῦν τὸ σῶμα καταλύουσι τὴν δύναμιν οἱ σκωληκίζοντες ἕπονται σφυγμοὶ, ταῖς δ’ ὑπὸ κακοήθους πυρετοῦ καταλυομέναις δυνάμεσιν οἱ μυρμηκίζοντες ἕπονται; ἢ ὅτι βραδὺν εἶναι δεῖ καὶ ἀραιὸν τὸν σφυγμὸν πάντως, ἵν’ ᾖ σκωληκίζων, οὔτε γὰρ οἷόν τε τὸ πρότερον τῆς ἀρτηρίας μόριον πρότερον φαίνεσθαι κινούμενον οὔθ’ οἷον περιγραφάς τινας γίνεσθαι πολλὰς ἐν μιᾷ διαστολῇ, μὴ οὐ βραδείας τε ἅμα καὶ ἀραιᾶς οὔσης τῆς κινήσεως. ἐν δὲ τοῖς ὀξέσι πυρετοῖς, ἐξ ἀνάγκης γὰρ οἱ κακοήθεις ὀξεῖς, οὐκ ἀνέχεται τὸ πλῆθος τῆς θερμασίας οὔτε βραδὺν ἐσχάτως οὔθ’ ὅλως ἀραιὸν γίνεσθαι τὸν σφυγμόν. ἀλλὰ βραδὺς μέν ἐστιν, ἢ πάντως γε οὐ ταχὺς ὁ ἐν ταῖς καταλυομέναις δυνάμεσι, κᾄν τινες ἁμαρτάνωσιν περὶ τὴν διάγνωσιν αὐτοῦ, οὐ μὴν ἐσχάτως γε βραδὺς, ἀραιὸς δ’ οὐδ’ ὅλως, ἀλλ’ ἀεὶ πυκνὸς, καὶ ὅταν τὰ τῆς θερμασίας
155
ἐπείγῃ, πάνυ σφόδρα πυκνός. καιρὸς εἶναί μοι δοκεῖ καὶ τουτονὶ τὸν τρίτον λόγον ἐνταυθοῖ καταπαύσειν. ἐν δὲ τῷ τετάρτῳ τὰ λείποντα προσθήσομεν, ἀπὸ τῶν ψυχικῶν παθῶν ἀρξάμενοι.

156

Τῶν ἀλλοιούντων τοὺς σφυγμοὺς αἰτίων ὅσα μὲν δι’ ἑαυτὰ τὴν τροπὴν ἐργάζεται συνέχοντα τὴν γένεσιν αὐτῶν, καὶ διὰ τοῦτο συνεκτικὰ κεκλημένα, διὰ τῶν προτέρων δυοῖν ὑπομνημάτων ἐγράψαμεν· ὅσα δὲ ἐκείνων προηγεῖται, τὰ μὲν ἐν αὐτοῖς τῶν ζώων τοῖς σώμασιν ὑπάρχοντα, τὰ δ’ ἔξωθεν προσπίπτοντα·, ταῦτα ἐν τοῖς ἐχομένοις δύο προθέμενοι διελθεῖν, ἐπειδὴ καὶ διὰ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου περὶ τῶν σφυγμῶν ἐφθάσαμεν εἰρηκέναι

157
περὶ αὐτῶν ἐν κεφαλαίοις τε καὶ χωρὶς ἀποδείξεως, ἄμεινον ἐκρίναμεν εἶναι καὶ νῦν αὐτῶν μνημονεύοντες αὐτοῖς ὀνόμασιν ἅμα μὲν ἐπιδιορίζειν ἀκριβέστερον, ἅμα δὲ καὶ τὰς αἰτίας ἀποδοῦναι. διὰ μὲν οὖν τοῦ τρίτου γράμματος τὸν περὶ τῶν ἡλικιῶν τε καὶ χωρῶν καὶ ὡρῶν καὶ φύσεων καὶ προσέτι τῶν καλουμένων ἐπιτηδευμάτων, ἐδεσμάτων τε καὶ πομάτων ἐποιησάμεθα λόγον· ἐν δὲ τούτῳ τῷ τετάρτῳ τε καὶ ὑστάτῳ τῆς προκειμένης πραγματείας ὄντι περὶ τῶν παρὰ φύσιν αἰτίων ὁ λόγος ἡμῖν ἔσται, τὴν ἀρχὴν μὲν ἀπὸ τῶν ψυχικῶν παθῶν ποιησαμένοις, ἐφεξῆς δὲ καὶ περὶ τῶν σωματικῶν διελθοῦσι. προσγράψομεν δὲ κᾀνταῦθα καθ’ ἕκαστον κεφάλαιον τὰς ῥήσεις ἐκ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου βιβλίου.

Θυμοῦ μὲν ὑψηλός ἐστιν ὁ σφυγμὸς καὶ μέγας καὶ σφοδρὸς καὶ ταχὺς καὶ πυκνός.

Καὶ τὰ περὶ θυμοῦ λεγόμενα δῆλα τῷ μεμνημένῳ τῶν ἔμπροσθεν. ὑπὲρ οὗ δὲ οὐδέπω πρότερον ἀπεφηνάμεθα, νῦν μὲν ἀναγκαῖον ἤδη προσθεῖναι, πότερον φαίνεται μόνον σφοδρότερος ὁ τῶν θυμουμένων σφυγμὸς, ἢ ὄντως τοιοῦτος γίνεται. κατελίπομεν γὰρ αὐτὸ,

158
καίτοι διελθόντες ἐπὶ πλέον ἐν τῷ πρώτῳ λόγῳ, σχεδὸν ἄκριτον. οὐδὲ γὰρ οὕτως ἄν τις ἐπείσθη τότε, λεγόντων ἡμῶν ὅτι μὴ φαίνεται μόνον, ἀλλὰ καὶ γίνεται σφοδρότερος, ὡς νῦν προσθήσεται, προακηκοὼς ἐν τῷ μεταξὺ λόγῳ πολλὰ συντελοῦντα πρὸς τὴν πίστιν καὶ μάλιστα τὰ περὶ τῶν ἀνωμαλιῶν εἰρημένα. φαίνεται γὰρ ἐναργῶς ἐναλλὰξ ἐν ταύταις ὁ σφυγμὸς ἀμυδρὸς καὶ σφοδρὸς γινόμενος, οὐ δήπου τῆς δυνάμεως οὕτω ταχέως εἰς ἀῤῥωστίαν τε καὶ ῥώμην μεταπιπτούσης, ἀλλὰ διαμαχομένης μὲν τοῖς λυποῦσιν αἰτίοις, οὐκ ἀεὶ δ’ αὐτῶν κρατούσης. ἐναργέστατα δ’ ἐπὶ τῶν ἀγαθῶν κρίσεων οἱ σφυγμοὶ γίνονται σφοδροὶ, ἐπεγειρούσης τηνικαῦθ’ ἑαυτὴν τῆς δυνάμεως ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα. φαίνεται δὲ τοῦτο κᾀπὶ τῆς ψυχικῆς δυνάμεως γινόμενον, οὐ μόνης τῆς ζωτικῆς. ἐκλελυμένοι γοῦν τινες ἐσχάτως ἢ διὰ γῆρας, ἢ διὰ νόσον, ἢ διά τινα προηγησάμενον κάματον, εἶτ’ ἐξαίφνης θεασάμενοι λῃστῶν ἔφοδον, ἢ πολεμίων, ἢ θηρίου τινὸς, ἔδραμον ὠκέως ἀποφεύγοντες τὸ δεινὸν οὐδὲν ἧττον τῶν ἰσχυρῶν. οὕτω δὲ καὶ διὰ σεισμὸν τινὲς ἐκπηδήσαντες
159
τῶν οἰκιῶν, ἢ δι’ ἐμπρησμὸν, ὠκύτατα διαθέουσιν, ἔμπροσθεν μόλις ὑπὸ τῆς ἀῤῥωστίας προβαίνοντες. ἐν ἅπασιν οὖν τοῖς τοιούτοις δῆλόν ἐστιν ὡς αἱ διοικοῦσαι τὸ ζῶον δυνάμεις ἀνάγκης τινὸς καταλαβούσης σφοδρότερον ἐνεργοῦσι, καὶ οὐ χρὴ θαυμάζειν οὐδ’ εἰ ἐν τοῖς θυμοῖς τοῦτο γίνεται. καὶ γὰρ φαίνεται καὶ λόγον ἔχειν, ὥσπερ οὖν καὶ γυμναζομένων καὶ ὁπωσοῦν ἀνδριζομένων οὐκ εἰς μέγεθος μόνον, ἀλλὰ καὶ εἰς σφοδρότητα τοὺς σφυγμοὺς ἰδεῖν ἔστιν τρεπομένους.

Ἡδονῆς δὲ μέγας καὶ ἀραιὸς καὶ βραδὺς, οὐ μὴν σφοδρότητί γε διάφορος.

Διαχεῖται γὰρ τὸ θερμὸν τοῖς ἡδομένοις εἰς ἅπαν τὸ σῶμα καὶ ἡ ἐκτὸς αὐτοῦ κρατεῖ κίνησις, ὥσπερ τοῖς λυπουμένοις ἡ ἐντός. εὐλόγως οὖν μείζων μὲν αὐτῶν ὁ σφυγμὸς γίνεται, σφοδρότερος δ’ οὐκ ἔτι. οὔτε γὰρ ἐπίκτητός τις προσγίνεται διὰ τὸ πάθος οὔτ’ ἰσχυροτέρας ἐνεργείας χρεία. δῆλον δ’ ὡς ἐπὶ τῆς κατὰ τὸν ἴδιον λόγον τῆς συμμέτρου ἀλλοιούσης τοὺς σφυγμοὺς ἡδονῆς εἴρηται ταῦτα. πολλάκις γὰρ κατὰ συμβεβηκὸς καὶ οἱ ἐναντίοι γίνονται σφυγμοὶ, τῆς

160
ἡδονῆς ἀμέτρου γινομένης, καὶ διὰ τοῦτο καταλυούσης τὴν δύναμιν. ἀλλὰ τότε γε οἱ ἐπὶ καταλύσεως δυνάμεως γίνονται σφυγμοί. προείρηται γὰρ ὡς τὰ σφοδρότερα τῶν παθῶν καθ’ ἑαυτὰ τὴν ὅλην τῶν σφυγμῶν ἀλλοίωσιν ἐργάζεται.

Λύπης δὲ μικρὸς καὶ ἀμυδρὸς καὶ βραδὺς καὶ ἀραιός.

Καὶ ἡ λύπη μετά τε καταψύξεως γίνεται καὶ τῆς ἔσω τοῦ θερμοῦ κινήσεως. εὐλόγως οὖν ἐπ’ αὐτῆς οἱ ἐναντίοι σφυγμοὶ τοῖς προειρημένοις ἕπεσθαι ταῖς ἡδοναῖς ἀποτελοῦνται.

Φόβου δὲ τοῦ μὲν ὑπογυίου καὶ σφοδροῦ ταχὺς καὶ κλονώδης καὶ ἄτακτος καὶ ἀνώμαλος, τοῦ δὲ ἤδη κεχρονισμένου οἷος ὁ τῆς λύπης.

Ὁ φόβος ἐν μὲν τῷ παραυτίκα πολλοῖς ταραχὴν τῆς διανοίας ἐργαζόμενος εὐλόγως εἰς ἀνωμαλίαν τρέπει τοὺς σφυγμούς. εἴρηται γὰρ ἔμπροσθεν ὑπὲρ τούτου. ἐν δὲ τῷ χρόνῳ τοῖς τῆς λύπης ἐξομοιοῖ, οὐδὲ γὰρ οὐδ’ ἄλλό τι λύπης γίνεται χρονίζων φόβος. ἅπασι δὲ τούτοις χρονίζουσιν, ἢ σφοδροῖς 

161
ἄγαν γενομένοις οἷοι διαλυομένης τῆς δυνάμεως ἕπονται σφυγμοί. καὶ γὰρ καὶ λύει τὴν δύναμιν ἅπαντα ταῦτα, συντόμως μὲν ὅσα ἰσχυρὰ, χρονίως δὲ τἀναντία. τοῦτο δὲ καὶ μικρῷ πρόσθεν ἐκ τῶν ἐπὶ ταῖς ἡδοναῖς λεχθέντων ἐδηλοῦτο. καὶ νῦν προσγέγραπται διά τε τὸ κατὰ τὴν εἰσαγωγὴν ἐφεξῆς ἐκείνων εἰρῆσθαι καὶ διὰ τὸ περὶ τῶν ὁμοίων ἁπάντων ἀποφήνασθαι καθόλου προσήκειν. ἐξηγήσεως δὲ περισσοτέρας οὐ δεῖται τὰ λεγόμενα, ἀλλ’ ἐπὶ τὰ συνεχῆ μεταβαίνωμεν ἤδη.

Ἄλγημα δὲ τὸ τρέπον τοὺς σφυγμούς· τρέπει δὲ τὸ ἰσχυρὸν, ἢ ἐν κυρίοις μορίοις, ὡς καὶ ἡ φλεγμονή· μικρὸν μὲν ὂν ἔτι καὶ ἀρχόμενον μείζονα καὶ σφοδρότερον καὶ ὠκύτερον καὶ πυκνότερον τὸν σφυγμὸν ἐργάζεται, αὐξηθὲν δὲ καὶ ἰσχυρὸν πάνυ γενόμενον, ὡς ἀδικεῖν ἤδη τὸν ζωτικὸν τόνον, μικρότερον καὶ ταχὺν καὶ πυκνόν. καὶ ὅσῳ ἂν ἐγχρονίζῃ μᾶλλον, ἢ σφοδρότερος γίνηται, τῶν εἰρημένων ἕκαστον ἐπιτείνει. τὸ δὲ ἤδη διαλῦον τὴν δύναμιν καὶ

162
εἰς ἀμυδρότητα καὶ μικρότητα καὶ τάχους ψευδῆ φαντασίαν καὶ ὑπερβάλλουσαν πυκνότητα τὴν τροπὴν ἐργάζεται.

Ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων τῶν λυπούντων, οὕτω καὶ τῶν ἀλγημάτων ἡ δύναμις ἐπεγείρειν πέφυκεν ἑαυτὴν καὶ διαμάχεσθαι καὶ διωθεῖσθαι πᾶν τὸ διοχλοῦν, ὅθεν εὐλόγως εἰς μέγεθος καὶ τάχος καὶ σφοδρότητα τρέπει τοὺς σφυγμοὺς. εἰ μέντοι μηδὲν ἀνύσειεν, ἐν τῷδε δῆλον ὡς ἐκ περιττοῦ κάματος αὐτῇ καὶ κατάλυσις τοῦ τόνου γίνεται, καὶ οὕτως εἰς ἀμυδρότητα μεταπίπτουσιν αἱ κινήσεις, ἡττηθείσης πρὸς τῶν λυπούντων τῆς δυνάμεως. διὰ τί δὲ τάχους ψευδῆ φαντασίαν εἴπομεν, ἐν τῷ τρίτῳ περὶ τῆς διαγνώσεως εἴρηται. καὶ μέντοι καὶ διὰ τί τοῖς μικροῖς σχεδὸν ἅπασι σφυγμοῖς ἔζευκται πυκνότης, ἐν τῷ πρώτῳ λόγῳ τῶνδε τῶν ὑπομνημάτων ἀποδέδεικται.