De causis pulsuum

Galen

Galen, De causis pulsuum

Περὶ μὲν οὖν τοῦ σφοδροῦ σφυγμοῦ καὶ τοῦ σκληροῦ καὶ τοῦ μεγάλου καὶ προσέτι ταχέος τε καὶ πυκνοῦ καὶ τῶν ἐναντίων αὐτοῖς διὰ τοῦ πρώτου δεδήλωται λόγου, τίς θ’ ἡ γένεσις ἑκάστου καὶ πόσων αἰτίων δεῖται καὶ πῶς ἀλλήλοις συμπραττόντων καὶ τίνες μὲν ἐξ ἀνάγκης αὐτῶν ἕπονται ταῖς γεννώσαις αἰτίαις, τίνες δ’ οἰκεῖοι μέν εἰσιν αὐταῖς, οὐ μὴν ἀναγκαίαν γε τὴν ἀκολουθίαν ἔχουσιν. ἑξῆς δ’ ἂν εἴη περὶ τῶν ὑπολοίπων σφυγμῶν τῆς γενέσεως διελθεῖν, καὶ πρῶτόν γε τῶν ἀνωμάλων.

56
ἐπεὶ δὲ τούτων οἱ μὲν ἐν μιᾷ κινήσει τῆς ἀρτηρίας τὴν ἰσότητα διαφθείρουσι, οἱ δ’ ἐν πλείοσιν, ἥν περ δὴ καὶ συστηματικὴν ἀνωμαλίαν ἔθος ἐστὶ τοῖς ἰατροῖς ὀνομάζειν, καὶ ἔστιν αὕτη πολὺ σαφεστέρα τῆς καθ’ ἕνα μόνον σφυγμὸν γινομένης, κάλλιον ἂν εἴη περὶ προτέρας ταύτης ποιήσασθαι τὸν λόγον. ἕπονται δὴ πάντες οἱ τοιοῦτοι σφυγμοὶ καθόλου μὲν φάναι ταῖς τε τῆς καρδίας ἀνωμάλοις δυσκρασίαις καὶ κακώσεσιν ὀργάνων ἢ δυνάμεων. ἢ γὰρ ἐμφράξεσιν, ἢ θλίψεσιν, ἢ σκληρότησιν, ἢ πλήθεσιν ἐπιγίνονται, πλήθους νῦν ἀκουομένου τοῦ πρὸς τὴν δύναμιν μετρουμένου. οὐ μὴν ἀρκεῖ τοῦτο μόνον γιγνώσκειν ὑπὲρ αὐτῶν, ἀλλὰ χρὴ τά τε κατὰ μέρος ἅπαντα διορίσασθαι καὶ τὴν οἰκείαν ἀπόδειξιν ἑκάστῳ προσθεῖναι. τριῶν οὖν ὄντων συνεκτικῶν αἰτίων γενέσεως σφυγμῶν, ὀργάνου καὶ δυνάμεως καὶ χρείας, διὰ μὲν τὴν τῆς χρείας ἀλλοίωσιν οὐχ οἷόν τε γενέσθαι τὴν ἐν τοῖς σφυγμοῖς ἀνωμαλίαν συστηματικὴν ἐναργῆ. οὐδὲ γὰρ ἐξαίφνης, οὐδὲ ἀθρόως εἰς τοσοῦτόν ποτε μεταβάλλειν ἐγχωρεῖ τὴν χρείαν, ὥστε εἰ τύχοι τὸν σφυγμὸν τὸν πρότερον μὲν γενέσθαι μέγαν, ἢ ταχὺν, ἢ πυκνότερον, τὸν δὲ δεύτερον
57
μικρὸν, ἢ βραδὺν, ἢ ἀραιόν. εἴτε γὰρ αὔξησις εἴη τῆς κατὰ φύσιν θερμότητος, εἴτε μείωσις, εἴτε πλείων εἴτε ἐλάττων δαπάνη τοῦ ψυχικοῦ πνεύματος, οὐδὲν τούτων ἀθρόαν οὕτως ἴσχοι μεταβολὴν, ὡς τοὺς σφυγμοὺς ἀνίσους ἐργασθῆναι. μάθοις δ’ ἂν ἀκριβῶς ἐκ τῶν γινομένων παροξυσμῶν ἐν ἅπασι τοῖς ἐπιεικέσι πυρετοῖς, οἷον τοῖς τ’ ἐπὶ βουβῶσι καὶ τριταίοις τοῖς ἀκριβέσι καὶ τοῖς δι’ ἔγκαυσιν, ἢ ψύξιν, ἢ ὁτιοῦν ἄλλο τοιοῦτον. ἅπας γὰρ ὁ ἀπὸ τῆς ἀρχῆς αὐτῶν ἕως τῆς ἀκμῆς χρόνος ἀνάλογον τῇ κατὰ θερμασίαν αὐξήσει καὶ τοὺς σφυγμοὺς εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα τρέπων οὐδέποτε τὸν δεύτερον σφυγμὸν τοῦ προτέρου σαφῶς ἐνδείκνυται διαφέροντα. ἀλλ’ εἰ μὲν χρόνον τινὰ συχνὸν διαλείποις καὶ μείζων ἐναργῶς καὶ θάττων καὶ πυκνότερος φαίνεται, παραυτίκα δ’ οὐδὲ ἀλλοιότερος, πλὴν εἰ συνέλθοι ποτὲ τῶν προειρημένων τι, ἢ πλῆθος λέγω τὸ πρὸς τὴν δύναμιν νοούμενον, ἢ σφήνωσις, ἢ θλίψις, ἢ σκληρότης ὀργάνων, ἢ τῆς καρδίας αὐτῆς δυσκρασία τις ἀνώμαλος, ἅπερ οὐκ ἔτ’ ἐπιεικοῦς νοσήματος. καὶ γάρ τοι καὶ αὐτοῖς τοῖς ὑγιαίνουσιν,
58
ὅταν ἤτοι λουσάμενοι τύχωσιν ἢ γυμνασάμενοι, δαπανωμένου μὲν τοῦ πνεύματος, αὐξανομένης δὲ τῆς θερμασίας, μείζους καὶ θάττους καὶ πυκνότεροι τῶν κατὰ φύσιν οἱ σφυγμοὶ φαίνονται, σαφῆ δὲ οὐδέποτε ὁ δεύτερος τοῦ προτέρου τὴν διαφορὰν ἴσχει. ὅστις δ’ ἀνωμάλους καὶ τοὺς τοιούτους εἶναι λέγει σφυγμοὺς, κᾂν μὴ φαίνωνται, τῆς μὲν ἐν τοῖς ὀνόμασι συνηθείας ὑπερορᾷ, σοφώτερον δ’ οὐδὲν διδάσκει· οὐδὲ γὰρ οὓς ἂν ὁ λόγος ἐξεύρῃ κατά τινα συλλογισμὸν ἀνίσους, τούτους ἀνωμάλους εἰώθαμεν καλεῖν, ἀλλ’ οὓς ἂν ἐναργῶς αἰσθήσει διαγινώσκοιμεν ὄντας τοιούτους. καλείτω δὲ οὖν, εἰ βούλοιτό τις, καὶ τούτους ἀνωμάλους, ἀλλ’ ἐκεῖνό γ’ ἴστω, ὡς οὐδεμία τῶν αἰσθητῶν ἀνωμαλιῶν διὰ τὴν τῆς χρείας ἀλλοίωσιν γίνεται. τάχα μὲν οὖν ἤρκει καὶ τοσαῦτ’ εἰς ἔνδειξιν τοῦ μηδέποτε τὴν συστηματικὴν καλουμένην ἀνωμαλίαν ἀλλοιώσει χρείας ἕπεσθαι. προσκείσθω δ’ ἔτι τὸ κατὰ τοὺς θυμοὺς ἐνίοτε φαινόμενον, ἐπειδὴ καὶ οὗτοι τῆς ἐμφύτου θερμασίας οἷον ζέσις τις εἶναι δοκοῦσιν. ἀνώμαλοι τοίνυν καὶ τούτοις οἱ σφυγμοὶ γίνονταί ποτε, κατὰ μὲν τὸν ἴδιον αὐτῶν λόγον οὐδαμῶς, ἦσαν γὰρ ἂν ἀεὶ τοιοῦτοι, φόβου δέ τινος
59
συνδραμόντος αὐτοῖς. εὐλόγως δὴ τηνικαῦτα ποικίλοι τε καὶ ἀνώμαλοι φαίνονται, ὡς ἂν οὐ μόνον ὑπὸ διαφερόντων αἰτίων, ἀλλὰ καὶ τῇ φύσει ἐναντίων ἀλλοιούμενοι. διὰ μὲν γὰρ τὴν τῆς ἀντιτιμωρήσεως ὄρεξιν ὑψηλοὶ καὶ μεγάλοι καὶ ταχεῖς καὶ σφοδροὶ, διὰ δὲ τὴν τοῦ τι παθεῖν μᾶλλον ἢ δρᾶσαι προσδοκίαν μικροὶ καὶ ταπεινοὶ καὶ ἀμυδροὶ καὶ βραδεῖς γίνονται. ἐναλλὰξ οὖν ἀλλήλοις ἑκάτεροι φαίνονται κατὰ τὴν τοῦ κρατοῦντος αἰτίου φύσιν ὑπαλλαττόμενοι. κρατεῖ δὲ ποτὲ μὲν ὁ θυμὸς μᾶλλον, ποτὲ δὲ τὸ δέος. ἀλλὰ καὶ αὐτὸς ὁ φόβος, ὁ γοῦν ἰσχυρὸς, ἀνωμάλους ἐργάζεται τοὺς σφυγμοὺς κακώσει δυνάμεως, μὴ ἀλλοιώσει χρείας. πῶς οὖν ἡ δύναμις κακουμένη τοὺς σφυγμοὺς ἀνωμάλους ἐργάζεται; τοῦτο γὰρ ἐφεξῆς ἐστιν εἰπεῖν. τῷ μὴ πάντη τῶν ὀργάνων κρατεῖν, ὡς ὅταν γε κρατῇ, πάντας ὁμοίους τε καὶ ἴσους ἀποτελεῖ. εἰ δέ που σφάλλει περὶ τὴν ἐνέργειαν, οἷον ὀκλάσασα, διαφθείρει ταύτῃ τὴν ἰσότητα. χρὴ δὲ προσέχειν ἀκριβῶς τῷ λεγομένῳ τὸν νοῦν, ἵνα μή τις οἰηθῇ πάσῃ κακώσει δυνάμεως ἐξ ἀνάγκης ἕπεσθαι τὴν συστηματικὴν ἀνωμαλίαν. οὐ γὰρ οὕτως ἔχει. ἀλλ’ ὅταν μὲν κατὰ τὸν ἑαυτῆς λόγον ἀῤῥωστῇ, σπανίως 
60
ποτὲ τοὺς σφυγμοὺς ἀνωμάλους ἀποτελεῖ. ὅταν δ’ αὐτὴ μὲν ἰσχυρὰ καθ’ ἑαυτὴν ᾖ, βαρύνηται δ’ ὑπὸ πλήθους, ἢ δυσπειθῆ παντάπασιν ἔχῃ τὰ ὄργανα, τηνικαῦτα τὴν εἰρημένην ἀνωμαλίαν ἐργάζεται. μαθεῖν δ’ ἔνεστιν ὃ βούλομαι σαφέστερον διὰ παραδείγματος. ἀναμνησθῶμεν γὰρ δυοῖν ἀνθρώπων βαδιζόντων ἀτρέμα. ἔστω δὲ ὁ μὲν ἕτερος ἰσχυρότατός τε ἅμα καὶ νεώτατος, ἀλλὰ βασταζέτω μέγιστον φορτίον, ὁ δ’ ἕτερος μηδὲν ὅλως βασταζέτω, πάνυ δ’ ἀσθενὴς ἔστω διὰ νόσον, ἢ γῆρας. οὔτ’ αὖ μέγα προβαίνοντες οὔτε ταχέως οὗτοι, καὶ ταύτῃ μηδὲν ἀλλήλων διαφέροντες εἰς τὴν ἐνέργειαν ἐκείνῳ διοίσουσι, ᾗ τὰ πολλὰ μὲν ὡσαύτως ὁ ἀσθενὴς βαδιεῖται, διαφερόντως δὲ καὶ ἀνωμάλως καὶ ἄλλοτε ἀλλοίως ὁ ἰσχυρός. ὁ μὲν γὰρ οὐδ’ εἰ προθυμηθείη δυνατός ἐστιν ἢ μεγάλην ἢ ταχεῖάν ποτε τὴν ἐνέργειαν ποιήσασθαι, ὁ δ’ ἰσχυρὸς τὰ πολλὰ μὲν καὶ αὐτὸς ὁμοίως, ἔστι δ’ ὅτε πλέονι προθυμίᾳ χρησάμενος καὶ θᾶττον καὶ μᾶλλον ἐνήργησε. πρὸς γοῦν ὀλίγον, εἶτ’ αὖθις ὑπὸ τοῦ φορτίου κινηθεὶς εἰς τὴν ἐξ ἀρχῆς βραδύτητά τε καὶ μικρότητα τῆς ἐνεργείας ὑπηνέχθη. ταὐτὸν δὴ τοῦτο συμπίπτει καὶ τῇ διὰ
61
τῶν ἀρτηριῶν ἐνεργείᾳ. καταπεπτωκυίας μὲν γὰρ εἰς ἱκανὴν ἀσθένειαν τῆς δυνάμεως, ἀμυδροὶ καὶ μικροὶ καὶ βραδεῖς οἱ σφυγμοὶ γίνονται. εἰ δ’ ἐῤῥωμένη μὲν εἴη κατὰ τὸν ἑαυτῆς λόγον, ὑπὸ δέ τινος πλήθους βαρύνοιτο, ποικίλους οὕτω καὶ ἀνωμάλους ἀποτελεῖ, τοὺς πλείστους μὲν ἀμυδροὺς καὶ βραδεῖς καὶ μικροὺς, ὅταν ἰσχυρῶς βαρυνθῇ, τοὺς πλείστους δ’ αὖ πάλιν σφοδροὺς καὶ ταχεῖς καὶ μεγάλους, ὅταν ἐπ’ ὀλίγον. ὁπόταν δὲ μήτ’ ἰσχυρὰ πάνυ μήτ’ ἄγαν ἐπιεικὴς ἡ κάκωσις γένηται, ἐγγύς τι τῷ πλήθει τοὺς ἐναντίους, ὡς μήτε πλείους ἔχειν εἰπεῖν μήτ’ ἐλάσσους ἢ τοὺς σφοδροὺς τῶν ἀμυδρῶν, ἢ τοὺς μεγάλους τῶν μικρῶν, ἢ τοὺς ταχεῖς τῶν βραδέων. οὕτω μὲν αἱ τῆς δυνάμεως βλάβαι τοὺς σφυγμοὺς ἀνωμάλους ἐργάζονται·

αἱ δὲ τῶν ὀργάνων τόνδε τὸν τρόπον· ὅταν αἱ περικείμεναι χῶραι τῆς ἀρτηρίας ἕνεκα τοῦ διαστελλομένας αὐτὰς ἐκδέχεσθαι καταληφθῶσιν ὑπό τινος ἑτέρου σώματος, ἀνάγκη στενοχωρουμένας τούτῳ τὰς ἀρτηρίας ἀδυνατεῖν αὐτάρκως διαστέλλεσθαι. τὸ καθ’ ἑκάστην οὖν ἐνέργειαν ἐλλιπὲς ἀθρόον ἕν ποτε κεφάλαιον ἀξιόλογον ἀποτελεῖ, ὥστε πολὺ τῆς χρείας ἀπολείπεσθαι τὴν ἐνέργειαν.

62
τότε δ’ ἤδη καὶ ἡ δύναμις ἀναγκάζεται βιαίως τε καὶ σφοδρῶς ἐνεργεῖν, ἀποσείσασθαι καὶ διώσασθαι σπεύδουσα τὰ περικείμενα τοῖς ὀργάνοις αὑτῆς καὶ κωλύοντα τὰς κινήσεις. κᾀν τούτῳ μείζονά τε τῶν ἔμπροσθεν ἀνάγκη καὶ σφοδρότερον καὶ ὠκύτερον γενέσθαι τὸν σφυγμόν. πυκνότερος δ’ ἂν οὐ νῦν πρῶτον, ἀλλ’ εὐθὺς ἐξ ἀρχῆς ἐγένετο. δέδεικται γὰρ ἐν τῷ πρὸ τούτου λόγῳ ταῖς ἐλλιπεστέραις τῆς χρείας ἐνεργείαις ἐξ ἀνάγκης ἑπομένη πυκνότης σφυγμῶν. εἰ μὲν οὖν τὴν ἴσην ὁρμὴν ἡ δύναμις ἐπὶ τούτων ἐφύλαττεν ἐν ἁπάσαις ἐφεξῆς διαστολαῖς, ὁμοίως ἂν ἀεὶ μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς ἐγίνοντο, νυνὶ δ’, οὐ γὰρ φυλάττει, ἀλλὰ πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς φέρεται κίνησιν, ἐν τούτῳ πολυειδής τε καὶ συνεχὴς ἡ ἀνωμαλία γίνεται. τοῦ δὲ μὴ φυλάττειν αἴτιόν ἐστι τὸ μηδὲν ἀνύουσαν αὐτὴν μέγα κάμνειν ματαίως. εἰ μὲν οὖν ὑγρότης εἴη τις περικεχυμένη ταῖς ἀρτηρίαις ταῖς σφοδραῖς καὶ βιαίαις κινήσεσιν ὠθουμένη, μεταῤῥεῖν ἄλλοτ’ εἰς ἄλλους ἀναγκάζεται τόπους, ἔστ’ ἂν ἤτοι κατά τινα πόρον ἐνεχθεῖσα τὸν ἐξοχετεῦσαι δυνάμενον αὐτὴν, ἐκπέσῃ τοῦ σώματος, ἢ καὶ λεπτυνθεῖσα τῷ χρόνῳ ἢ καὶ τελέως εἰς
63
ἀτμοὺς λυθεῖσα διαπνευσθείη. κᾀν τούτῳ τέως ἀνάγκη ποικίλην τε καὶ συνεχῆ γίνεσθαι τὴν ἀνωμαλίαν, μήτ’ ἴσων τὸ πλῆθος ἐν παντὶ τῷ μεταξὺ χρόνῳ τῶν ὑγρῶν φυλαττομένων μήτε τὰς αὐτὰς στενοχωρούντων ἀρτηρίας, ἀλλ’ ἐξ ἀκυρωτέρων πολλάκις μορίων εἰς τὰ κυριώτερα, κᾀκ τούτων αὖθις εἰς ἀκυρώτερα μεθισταμένων. εἰ δ’ ἤτοι φλεγμονή τις ἢ ἀπόστασις, ἢ σκίῤῥος εἴη τὸ πάθημα τῶν περικειμένων ταῖς ἀρτηρίαις σωμάτων ὑφ’ οὗ θλίβονταί τε καὶ στενοχωροῦνται, διὰ μακροτέρων οὕτως ἀνάγκη χρόνων τοῖς ἴσοις σφυγμοῖς παρεμπίπτειν τοὺς ἀνίσους. ἀεὶ γὰρ τὰ αὐτὰ μόρια τῶν αὐτῶν ἀρτηριῶν θλίβεται πρὸς τῶν αὐτῶν, ἢ ἴσων τοῖς μεγέθεσιν, ἢ καὶ παραπλησίων ὄγκων. γίνεται δέ ποτε καὶ διὰ πλῆθος αἵματος, ἤτοι ταῖς φλεψὶν ἢ ταῖς ἀρτηρίαις αὐταῖς ἐγκεχυμένου, ἀνωμαλία σφυγμῶν. ἀλλ’ αὕτη γε ταῖς φλεβοτομίαις τάχιστα καθίσταται. τὸ μὲν γὰρ ἐν ταῖς φλεψὶ πλῆθος, ὡς ἂν παρακειμένων ἑαυταῖς ἀρτηριῶν, θλῖβόν τε καὶ στενοχωροῦν αὐτὰς, ὁμοίως τῷ παρὰ φύσιν ὄγκῳ κενωθὲν ταῖς φλεβοτομίαις αὐτίκα μὲν συγκαθεῖλε τὸν ὄγκον τῶν φλεβῶν, εὐθὺς δὲ καὶ ταῖς ἀρτηρίαις χώραν εὐπετῆ πρὸς τὴν κίνησιν
64
παρέσχεν, ἐφ’ ᾗ τὴν κατὰ φύσιν ἐνέργειαν ἀκώλυτον λαβοῦσαι τὴν ὁμαλότητα τῶν σφυγμῶν ἅμ’ αὐτῇ τὴν κατὰ φύσιν ἀνεκτήσαντο. τὸ δ’ ἐν ταῖς ἀρτηρίαις αὐταῖς αἷμα, τοῦτο μὲν ὅπως ἐνίσταται ταῖς ὁδοῖς τοῦ πνεύματος οὐδὲ λόγου δεῖται, καὶ μάλιστα ἢν καὶ παχύ πως, ἢ γλίσχρον, ἢ κᾀν τοῖς ἐσχάτοις αὐτῶν πέρασιν ἐσφηνωμένον εἴη. τηνικαῦτα γὰρ οὔθ’ ἕλκειν οὔτ’ ἐκπέμπειν τὸ πνεῦμα δυνάμεναι πολυειδῆ θ’ ἅμα καὶ χαλεπωτάτην ἐργάζονται τὴν ἀνωμαλίαν, καὶ μάλισθ’ ὅταν ἤτοι τῆς καρδίας αὐτῆς ἐγγὺς ἢ καὶ πόῤῥω μὲν ἀλλ’ ἐν κυρίοις μέρεσιν ἡ σφήνωσις τῶν ἐμφραττόντων χυμῶν γίνηται. καθόλου τοίνυν εἰπεῖν ἢ θλιβομένων ἰσχυρῶς τῶν ἀρτηριῶν, ἢ ἐμφραττομένων ἀνωμαλία τις γίνεται περὶ τοὺς σφυγμοὺς, κᾂν μηδὲν ἡ δύναμις πέπονθεν. εἰ μέντοι καὶ ἡ δύναμις ἔχει φαύλως ἐπὶ τῇ τοιαύτῃ τῶν ὀργάνων διαθέσει, παντί που δῆλον ὡς πολυειδεστέραν ἀνάγκη γενέσθαι τὴν ἀνωμαλίαν, ὥσπερ γε καὶ εἰ κατὰ τὴν καρδίαν αὐτὴν ἀνώμαλος ὑπάρχει δυσκρασία, περὶ ἧς ἅπαντα τὸν λόγον ἀκριβώσαιμι ἐν τῇ προγνωστικῇ πραγματείᾳ. εἰ δὲ τὰ μὲν τῶν ὀργάνων ἔχοι καλῶς, ἡ δύναμις δ’ ἀσθενὴς εἴη μεγάλως, 
65
ἡ προειρημένη μὲν οὐκ ἂν εἴη; ἡ μέντοι μύουρος ὀνομαζομένη γένοιτ’ ἂν ἀνωμαλία. κατὰ γὰρ τὴν ἐπιβολὴν τῶν δακτύλων ἡ δύναμις νικωμένη μικροτέρους ἀεὶ καὶ ἀμυδροτέρους ἐργάζεται τοὺς σφυγμούς. ἀποδείξεως δ’ οὐκ ἔτι δεῖ τῷ λόγῳ. δέδεικται γὰρ ἐν τοῖς περὶ διαγνώσεως αὐτάρκως. ἀλλ’ ὃ χρὴ προσθεῖναι χρήσιμον εἰς τὰ παρόντα, τοῦτο προσκείσεται.

Τὴν ἀσθένειαν τῆς τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως οὐκ ἴσην ἐν πάσαις ταῖς διαθέσεσι ὑπάρχειν ἀναγκαῖον, ἀλλὰ πάμπολυ δή τι τὸ μᾶλλόν τε καὶ ἧττον ὑπάρχειν. ἡ μὲν δὴ πρώτη καὶ βραχεῖα μικροτέρους μὲν καὶ ἀμυδροτέρους, οὐ μήν γε μυούρους ἐργάζεται τοὺς σφυγμούς· ἡ δὲ ἐπὶ ταύτῃ τοσούτῳ μείζων, ὡς ἤδη καὶ τοὺς ἐπιβαλλομένους δακτύλους ἄχθος εἶναι τῇ δυνάμει, τῶν μυούρων ἐστὶ σφυγμῶν ἀποτελεστική. διττῆς δ’ οὔσης ἐν αὐτοῖς διαφορᾶς, οἱ μὲν γὰρ αὐτῶν εἰς τὴν ἐξ ἀρχῆς κίνησιν ἐπανέρχονται καὶ καλοῦσιν αὐτοὺς μυούρους παλινδρομοῦντας, οἱ δ’ αὐτόθι που καταστρέφουσιν, ἰστέον ὡς οἱ μὲν πρότεροι μικροτέραν

66
δείκνυνται τὴν ἀσθένειαν. ἀναμάχεται γάρ πως ἡ δύναμις ἔτι καὶ οἷον ἀθροίζουσα καὶ συστρέφουσα πολλάκις ἑαυτὴν αὔξει μὲν τὸ μέγεθος οὕτω τῶν σφυγμῶν, αὔξει δὲ καὶ τὸν τόνον. οἱ μέντοι καταμένοντες ἐν ἐσχάτῃ μικρότητι καὶ μηκέτ’ ἐπανερχόμενοι μειζόνως ἢ κατὰ τούτους ἐμφαίνουσι λελύσθαι τὴν δύναμιν, ὥσπερ εἰ καὶ τελέως ἐκλείποιεν, ἐσχάτην τινὰ τὴν ἀῤῥωστίαν ἐνδείξονται. ὅτι μέντοι τούτων ἁπάντων ἡ διάγνωσις ἐπικειμένων τῶν δακτύλων ταῖς ἀρτηρίαις καὶ μηδόλως αἰρομένων γίνεται παντί που πρόδηλον. εἰ γὰρ αἴροντες αὐτοὺς, εἶτα μετ’ ὀλίγον ἐπιφέροντες εὑρίσκομεν καθ’ ἑκάστην ἐπιβολὴν ἐκλελοιπυῖαν τὴν κίνησιν, ἀσφυξίαν τε τοῦτο καλοῦμεν παντελῆ καὶ οὐκ ἐκλείποντα σφυγμόν. πολὺ δ’ οἶμαι διαφέρειν ἀσφυξίαν ἐκλείποντος σφυγμοῦ. ἡ μὲν γὰρ οἷον στέρησις ἁπάσης τῆς ἐνεργείας, πρὸς γοῦν τὴν αἴσθησιν, ὁ δ’ ἐξ ἡμισείας ἀπώλεια. ὁπόταν οὖν ἐπιβάλλοντι μέν σοι τοὺς δακτύλους ἡ κίνησις ἐμφαίνηται, φυλάττοντι δ’ ἐπικειμένους ἐκλυθεῖσα κατὰ βραχὺ παύσηται παντάπασι, τοὺς μὲν σφυγμοὺς τοὺς τοιούτους ἐκλείποντας ὀνομάζειν, τὴν διάθεσιν δ’ ἡγεῖσθαι μέσην τῆς τε τῶν μυούρων
67
σφυγμῶν καὶ τῆς παντελοῦς ἀσφυξίας, ὅσῳ δὲ τῶν μυούρων χαλεπωτέραν, τοσούτῳ τῆς ἀσφυξίας ἐπιεικεστέραν. τρεῖς μὲν οὖν αὗται διαθέσεις τῷ ποσῷ τῆς βλάβης διαφέρουσαι. τετάρτη δ’ ἡ τῶν παλινδρομούντων μυούρων ἡ πασῶν ἐπιεικεστάτη. πέμπτη δ’ ἔτι προσκείσθω ταύταις ἡ τῶν διαλειπόντων, προηγουμένη δηλονότι τῆς τῶν ἐκλειπόντων. ὃ γὰρ ἐφ’ ἑνὸς, ἢ δυοῖν, ἢ ὅλως ἀριθμοῦ τινος σφυγμῶν ἦν, τοῦθ’ ἡ τῶν ἐκλειπόντων ἐπὶ πάντων ἐργάζεται. πρόδηλοι δὲ καὶ αὐτῶν τῶν διαλειπόντων αἱ διαφοραί. μείζονες μὲν γὰρ αἱ βλάβαι τῆς δυνάμεως, ὅταν πλείονες, ἐλάττονες δ’, ὅταν ὀλιγώτεραι κινήσεις ἐκλείπωσιν. ἡ δὲ τῶν παρεμπιπτόντων καλουμένων σφυγμῶν διάγνωσις ἐναντία τῇ τῶν διαλειπόντων ἐστίν· εἶεν δ’ ἂν δηλονότι καὶ οὗτοι τῶν ἀνωμάλων ἐν ἀθροίσματι, καὶ γίνονται τῆς δυνάμεως ἐῤῥωμένης μὲν, ἀλλ’ ὑπὸ πλήθους χυμῶν ἢ ἐμφράξεως ὀργάνων ἐνοχλουμένης. ὡς οὖν, ἵνα διώσηται τὰ λυποῦντα, μείζονας πολλάκις καὶ σφοδροτέρους καὶ ὠκυτέρους ἐργάζεται τοὺς σφυγμοὺς, οὕτω καὶ πλέονες ἐν ταῖς τοιαύταις διαθέσεσι μάλιστα καὶ ὑψηλοὶ
68
γίνονται σφυγμοὶ, καὶ διὰ τοῦτο κριτικῆς ἐκκρίσεώς εἰσι σημεῖα. οὐ μόνον δὲ δι’ ἀῤῥωστίαν δυνάμεως ὁ διαλείπων γίνεται σφυγμὸς, ἀλλὰ καὶ δι’ ἔμφραξιν ὀργάνων ἰσχυρὰν, ἢ θλίψιν τινὰ καὶ στενοχωρίαν, ὅταν μηδ’ ὅλως εἰς ἑαυτὰς ἕλξαι τι δυνηθῶσιν αἱ ἀρτηρίαι. περὶ μὲν οὖν τῆς ἐν ἀθροίσματι τῶν σφυγμῶν ἀνωμαλίας ἱκανὰ καὶ ταῦτα.

Περὶ δὲ τῆς καθ’ ἕνα λεκτέον ἐφεξῆς. εἰσὶ δὲ ταύτης πάμπολλαι μὲν αἱ κατὰ μέρος διαφοραί. πειρατέον δ’ ἡμῖν εἰς τὰς καθόλου πάσας ἀναγαγεῖν, ὧν σαφῶν γενομένων, κᾂν εἴ τι τῶν κατὰ μέρος ὑπολείποιτο, ῥᾳδίως ἐκ τῶν προειρημένων εὑρεθήσεται καὶ τὰ λοιπά. καὶ ἥ γ’ ἀρχὴ τῷ λόγῳ ἡ αὐτὴ γιγνέσθω ἥπερ κᾀν τῷ περὶ διαφορᾶς αὐτῶν. ἠρξάμεθα δ’ ἐν ἐκείνῳ διαιρούμενοι τῆς κινήσεως αὐτῆς πρῶτον τὴν ἀνωμαλίαν, ἤτοι διακοπτομένης ἢ συνεχοῦς μενούσης, ἢ ἐπανερχομένης. καὶ τοίνυν ἐννέα διαφορὰς ἐδιδάξαμεν γινομένας, ὁπόταν διαστελλομένης τῆς ἀρτηρίας ἡσυχία τις ἐν τῷ μέσῳ γινομένη τὴν ὅλην διαστολὴν εἰς τρεῖς τέμνῃ χρόνους. ἑξῆς οὖν ὑπὲρ ἑκάστης αὐτῶν ἐνταῦθα σκεψώμεθα τὰς

69
αἰτίας ζητοῦντες, καὶ πρῶτόν γε τῆς πρώτης ἐν αὐταῖς ῥηθείσης, ὅταν ὠκέως ἀρξαμένη τῆς κινήσεως ἡ ἀρτηρία, κᾄπειτα μικρὸν ἡσυχάσασα τὸ λεῖπον τῇ διαστολῇ μετὰ ταῦτα προσθῇ βραδέως κινηθεῖσα. γίνεται γὰρ τοῦτο μὲν χρείας ἐπειγούσης, τῆς δυνάμεως δὲ ὑπηρετούσης μὲν ὅσον ἐφ’ ἑαυτῇ, κωλυομένης δ’ ἤτοι δι’ ὀργάνων βλάβην ἢ πλῆθος ἀξιόλογον· ἐπεὶ εἴ γε μὴ διεκόπτετό ποτε τῆς ἡσυχίας ἡ διαστολὴ, πάντως ἂν ἦν μεγάλη. τοιαύτη δ’ οὐκ ἂν γένοιτο χωρὶς τοῦ καὶ τὴν χρείαν καλεῖν καὶ τὴν δύναμιν ὑπηρετεῖν. ὅτι δὲ οὐκ ἐνδέχεται μικρὰν διαστολὴν ἡσυχίᾳ μεσολαβεῖσθαι μάθοις ἂν ἐννοήσας ὡς οὐδεὶς τῶν μικρῶν σφυγμῶν εἰς δύο αἰσθητὰ μόρια τμηθῆναι δύναται. οὗτος δέ γε ὑπὲρ οὗ νῦν ὁ λόγος εἰς δύο τέτμηται σαφεῖς σφυγμοὺς, τόν τε πρὸ τῆς ἡσυχίας, τὸν ταχὺν, καὶ τὸν ἐπὶ ταύτῃ, τὸν βραδύν. εἰ μὲν δὴ καὶ ἑκάτερος αὐτῶν ἀξιόλογον ἔχοι μέγεθος, οὗτος ἂν ὅλος εἴη τῶν μεγίστων· εἰ δὲ μὴ, ἀλλ’ οὐ μικρός γε πάντως ἐστὶ, κᾂν ἐκ μικρῶν δυοῖν συννοῆται. δηλοῖ δὲ τὴν ῥώμην τῆς δυνάμεως καὶ τὸ τῆς προτέρας κινήσεως τάχος, ὥσπερ γε καὶ τὸ τῆς 
70
χρείας ἐπεῖγον ἡ μετὰ τὴν ἡσυχίαν κίνησις ἐνδείκνυται, οὐ γὰρ ἄνευ τούτου συνεπλήρωσεν ἄν ποτε τὴν ἐξ ἀρχῆς ὁρμὴν ἡ δύναμις, ἀλλ’ ἔνθα πρῶτον ἐπεσχέθη κινουμένη, κατέπαυσεν ἂν ἐνταῦθα τὴν διαστολὴν, μικρὸν ἕνα τοῦτον ἐργασαμένη σφυγμόν· ὥσπερ οὖν καὶ φαίνεται μυριάκις ἐν ταῖς συστηματικαῖς ἀνωμαλίαις μικρὸς γινόμενος ὁ σφυγμὸς οὐ τῷ μὴ δύνασθαι κινεῖσθαι τὴν δύναμιν, ἀλλὰ τῷ κωλύεσθαι. πολλάκις οὖν τὸν ἐφεξῆς αὐτῷ μέγιστον εἰργάσατο συστρέψασα καθάπερ ἂν εἴποι τις ἑαυτὴν καὶ οἷον ἀθροίσασα καὶ ἀνακτησαμένη καὶ παντὶ τῷ τόνῳ βιαίως χρησαμένη. ἐνὸν οὖν αὐτῇ καὶ νῦν ἐργάσασθαί τι τοιοῦτον, οὐκ ἐργασαμένη τὴν χρείαν ἐπείγειν ἐνεδείξατο. πόθεν οὖν ὅτι πλῆθος ἄμετρον, ἢ θλίψις ὀργάνων, ἢ ἔμφραξις ἐμποδίζουσι τὴν κίνησιν; πρῶτον μὲν ἐκ τοῦ τήν τε δύναμιν ἐῤῥῶσθαι καὶ τὴν χρείαν ἐπείγειν, οὐ γὰρ ἂν ἔτι λοιπὸν οὐδὲν εἴη τῆς βλάβης αἴτιον ἔξω τῶν εἰρημένων, ἔπειτα δὲ κᾀξ αὐτῆς τῆς φύσεως αὐτῶν. εἴτε γὰρ πλῆθος εἴη τὸ βαρῦνον, οὐκ ἀδύνατον ἐν τῷ μέσῳ τῆς διαστολῆς στᾶσαν τὴν δύναμιν καὶ οἷον
71
ἀναπαυσαμένην οὕτω τὸ λεῖπον προσθεῖναι, εἴτ’ ἔμφραξις τῶν ὀργάνων ἰσχυρὰ, ἢ θλίψις τις βίαιος, ἴσχεσθαι τὴν κίνησιν εἰς τοσοῦτον εὔλογον εἰς ὅσον ἀποῤῥεῖ τοῦ πληρώσοντος πνεύματος τὴν χώραν τῆς διαστολῆς. ἀλλ’ ἐπεὶ τὸ τελέως ἴσχεσθαι τοῦ τελέως ἀποκεκλεῖσθαι τὰς ὁδοὺς τοῦ πνεύματος ἐνδεικτικόν ἐστιν, διὰ τοῦτο καὶ τὴν θλίψιν καὶ τὴν ἔμφραξιν ἰσχυρὰν εἶναί φαμεν. τοῦτο μὲν δὴ κοινὸν ἁπασῶν τῶν ἐφ’ ἡσυχίας τεμνομένων διαστολῶν, ἴδια δὲ ἑκάστης αὐτῶν τὰ νῦν λεχθησόμενα· τῆς μὲν πρώτης ἱκανῶς βαρύνεσθαι τὴν δύναμιν ὑπὸ τοῦ πλήθους, ὅταν γε διὰ πλῆθος ὁ σφυγμὸς γίνηται τοιοῦτος. ἡ γὰρ ὑστέρα κίνησις ἡ μετὰ τὴν ἡσυχίαν οὐκ ἂν ἄλλως ἐγένετο βραδεῖα, τῆς προτέρας οὔσης ὠκείας, εἰ μὴ ἐνενίκητό τε καὶ ἰσχυρῶς ἐβεβάρητο πρὸς τοῦ πλήθους ἡ δύναμις. ἔμπαλιν δ’ ἐπὶ τῆς δευτέρας ἔχει διαφορᾶς, ἐφ’ ἧς ἀμφότερα τὰ μέρη τῆς κινήσεώς ἐστι ταχέα. φαίνεται γὰρ ἀναφέρουσα καὶ διασώζουσα τὸν τόνον ἡ δύναμις καὶ διαμαχομένη τῷ πλήθει. μέση δ’ ἀμφοῖν ἐστι δηλονότι διάθεσις ἐφ’ ἧς καὶ ἡ κίνησις ἡ δευτέρα μέση ταχείας τε καὶ
72
βραδείας, ὅπερ ἐστὶ σύμμετρος, αὗται μὲν οὖν τρεῖς διαφοραὶ τῶν ἡσυχίᾳ σχιζομένων διαστολῶν. ἕτεραι δὲ τρεῖς, ὅταν τῆς προτέρας κινήσεως βραδείας γινομένης ἡ δευτέρα τὰς τρεῖς τρέπηται τροπὰς, ἤτοι βραδεῖα, ἢ ὠκεῖα, ἢ σύμμετρος γινομένη, καὶ δηλονότι καὶ ταύταις χειρίστη μὲν ἐφ’ ἧς αἱ κινήσεις ἄμφω βραδεῖαι, πολὺ δ’ ἐπιεικεστέρα ταύτης ἐφ’ ἧς ἡ δευτέρα ταχεῖα, μέση δ’ ἀμφοῖν ἐφ’ ᾗ σύμμετρος. οὕτω δὲ κᾂν εἰ τῆς πρώτης κινήσεως συμμέτρου γινομένης ἡ δευτέρα τὰς τρεῖς τρέποιτο τροπὰς, ἐπιεικεστέραν μὲν ἐνδείξεται διάθεσιν ἡ ὠκεῖα κίνησις, ὀλεθριωτέραν δ’ ἡ βραδεῖα, μέσην δ’ ἡ σύμμετρος. πασῶν δὲ τῶν ἐννέα διαφορῶν, ὑφ’ ἧς τινος ἂν αἰτίας γίνωνται, χειρίστη μὲν ἡ ἀμφοτέρας ἔχουσα τὰς κινήσεις βραδείας, ἐπιεικεστάτη δ’ ἡ ἀμφοτέρας ταχείας, μέση δ’ ἐφ’ ἧς ἀμφότερα σύμμετρα, καὶ ἄλλαι δὲ μεταξὺ τῆς τε μέσης καὶ τῶν ἄκρων ἑκατέρας ἀνάλογον. ἀλλὰ καὶ χρόνος οὗτος ὁ τῆς ἡσυχίας ὅσῳ περ ἂν πλείων γίγνηται καθ’ ἑκάστην τῶν εἰρημένων ἐννέα διαφορῶν, τοσούτῳ χαλεπώτερος. ἔμπαλιν δὲ τῶν κινήσεων ὁ χρόνος αὐξανόμενος ἐπιεικεστέραν ἐμφαίνει τὴν διάθεσιν. ὡσαύτως
73
δὲ καὶ τὸ τῶν διαστολῶν ἀμφοτέρων μέγεθος ἄριστον. ὥσπερ οὖν ἡ μικρότης χείριστον, οὕτω δὴ καὶ ἡ μὲν σφοδρότης ἄριστον, ἡ δ’ ἀμυδρότης χείριστον. εἰ δ’ ἅπανθ’ ἅμα συνέλθοι τὰ εἰρημένα κακὰ περὶ ἕνα σφυγμὸν, οὗτος ἂν ὁ χείριστος εἴη αὐτῶν, ὥσπερ εἰ καὶ πάντα τὰ ἐπιεικέστατα ὁ βέλτιστος. ὁ μὲν γὰρ, εἴτε πλῆθος εἴη τὸ βαρῦνον τὴν δύναμιν, νενικῆσθαί φησιν αὐτὴν ἀξιολόγως, εἴτε ἔμφραξίς τις ἐν ταῖς ἀρτηρίαις, ἐν κυρίαις μὲν ταύταις καὶ οὐ πόῤῥω τῆς ἀρχῆς, μεγάλην δὲ καὶ αὐτὴν τὴν ἔμφραξιν ἐπιδείκνυται, εἴτε θλίψις τις καὶ στενοχωρία, πᾶσαν ὀλίγου δεῖν κατειλῆφθαι δηλοῖ τὴν χώραν τῶν ἀρτηριῶν. ὁ δ’ ἐπιεικέστατος ἐν αὐτοῖς, ἐφ’ οὗ δηλονότι καὶ αἱ κινήσεις ἀμφότεραι ταχεῖαί τε καὶ μεγάλαι καὶ σφοδραὶ καὶ ὁ χρόνος ὁ τῆς ἡσυχίας βραδὺς τὴν μὲν δύναμιν κρατεῖν τοῦ πλήθους ἐνδείξεται, τὰς δ’ ἐμφράξεις τε καὶ θλίψεις τῶν ἀρτηριῶν ἢ μικρὰς, ἢ οὐκ ἐν κυρίοις, ἢ πόῤῥω τῆς ἀρχῆς. ταῦτα μὲν οὖν τῆς καλουμένης ἰδίως προγνωστικῆς θεωρίας ἔχεται, τῇ κοινωνίᾳ τοῦ λόγου συναναγραφέντα.

74

Μεταβάντες δ’ ἤδη σκεψώμεθα περὶ τῶν συνεχῆ μὲν τὴν κίνησιν ὅλης αὐτῆς τῆς διαστολῆς ἐχόντων σφυγμῶν, οὐ μὴν ἰσοταχῆ γε πᾶσαν. εἴρηται δὲ καὶ περὶ τούτων ἱκανῶς ἐν τῷ περὶ διαφορᾶς τῶν σφυγμῶν, ὁπόσαι μὲν αἱ πᾶσαι τούτου τοῦ γένους διαφοραὶ γίνονται, πόσοι δὲ καὶ οἱ καθ’ ἑκάστην αὐτῶν σφυγμοί. ὥστε οὐδὲ τούτων τὸν ἀριθμὸν ἔτι χρὴ νῦν ἐπεξιέναι, ἀλλ’ ἐπὶ τὰς αἰτίας αὐτῶν ἰτέον, ὡς οἷόν τε καὶ ταύτας ἐν τῷ καθόλου διεξιόντας, ὑπὲρ τοῦ βραχύτερον γίνεσθαι τὸν ἅπαντα λόγον. ὅσοι μὲν δὴ αὐτῶν ἀπὸ τῆς ἀρχῆς ἄχρι τοῦ τέλους εἰς τάχος διαδιδόασιν, ἧττον βαρύνεσθαι τὴν δύναμιν ἐμφαίνουσιν, ὅσοι δ’ ἔμπαλιν, μᾶλλον. οὐ μὴν λυομένης γε τῆς δυνάμεως οὐδεὶς τούτων γίνεται. μεγάλοι γὰρ ἅπαντές εἰσι καὶ μάλισθ’ ὅσον εἰς διαστήματα τρία καὶ χρόνους τρεῖς, ἢ τέτταρας αἰσθητοὺς ἐγχωρεῖν οἷόν τε τὴν κίνησιν. ἴδιον δὲ τῶν ἀθρόαν εἰς τἀναντία ποιουμένων τὴν μεταβολὴν τὸ μὴ τῆς δυνάμεως μόνης βαρυνομένης, ἀλλὰ καὶ ἔμφραξιν, ἢ θλίψιν ὀργάνων γίνεσθαι. λέγω δ’ εἰς τἀναντία ποιεῖσθαι μεταβολὴν ἀθρόως, εἰ κινούμενοι 

75
ταχέως ἐξαιφνίδιον ἐγένοντο βραδεῖς, ἢ ἔμπαλιν ἐκ βραδείας τῆς πρόσθεν κινήσεως ὠκεῖς. γίγνονται γὰρ οὗτοι δι’ ἐμφράξεις μέν τινας καὶ στενοχωρίας, ἀλλ’ ἧττον χαλεπὰς τῶν διαλειπόντων, καὶ τῆς δυνάμεως δ’ αὐτῆς ὑπὸ πλήθους βαρυνομένης, ἀλλ’ ἧττον ἢ ἐν τοῖς διαλείπουσιν· οὐ γὰρ ἴσον δή που τὸ κακόν ἐστιν ἢ ὑπαλλαγῆναι τὴν κίνησιν, ἢ κωλυθῆναι. οἱ γὰρ κατὰ μέρος μέντοι τούτου τοῦ γένους τῆς ἀνωμαλίας σφυγμοὶ πῆ ποτ’ ἀλλήλων διαφέρουσι καὶ τίνες μέν εἰσιν αὐτῶν ὀλεθριώτεροι, τίνες δὲ καὶ αὐτοὶ καὶ ἐπιεικέστεροι, ῥᾴδιον μὲν καὶ αὐτόν τινα τῶν ἐντυγχανόντων ἐξευρεῖν κᾀξ ὧν ἐπὶ τῶν διαλειπόντων εἰρήκαμεν ὡρμημένον. εἰρήσονται μέντοι καὶ πρὸς ἡμῶν ἐν τοῖς περὶ τῆς διὰ σφυγμῶν προγνώσεως. ὁ γάρ τοι παρὼν λόγος οὐδὲν αὐτῶν ἔτι δεῖται, ὡς κατὰ τὸ κοινὸν τοῦ γένους κοινὰς καὶ τὰς τῆς γενέσεως ἐχόντων αἰτίας, ἃς δὴ νῦν πέπαυμαι λέγων.

Ἀλλ’ ἐπὶ τὸ λοιπὸν ἔτι γένος τῆς καθ’ ἓν μόριον τῇς ἀνωμαλίας, οὓς δικρότους ὀνομάζομεν σφυγμοὺς, ἤδη μετιτέον. ἐλέγομεν δ’ αὐτοὺς ἐξ ἀνάγκης εἶναι κλονώδεις.

76
οὔκουν οἷόν τε τὰς αἰτίας αὐτῶν ἐξευρεῖν ἀκριβῶς, πρὶν τὰς τοῦ κλονώδους ἐπιμελῶς διασκέψασθαι. γίνεται τοίνυν οὗτος, ὅταν ἡ μὲν δύναμις εὔρωστος ᾖ, τὸ δ’ ὄργανον σκληρὸν, ἐπείγῃ δ’ ἡ χρεία. εἰ γὰρ ἕν τι τούτων ἐκλείπει, κλονώδης οὐκ ἂν γένοιτο. τὸ γάρ τοι συνέχον αὐτοῦ τὴν γένεσιν ἔστι βίαιος διαστολὴ σκληρᾶς ἀρτηρίας. οὐ γὰρ ἂν ἄλλως κραδαίνοιτό τε καὶ διασείοιτο πάντῃ, μὴ οὐκ ἀμφοτέρων τούτων συνελθόντων. εἴτε γὰρ ἡ ἀρτηρία μόνη σκληρυνθείη, μὴ μέντοι βιάζοιτο διαστέλλειν αὐτὴν ἡ δύναμις ἐπὶ πλεῖστον, οὐκ ἂν οὐδεὶς δή που γένοιτο κλόνος, ἀλλ’ αὐτὸ δὴ τοῦτο μόνον ὁ καλούμενος σκληρὸς σφυγμός. εἰ δ’ ἐπὶ πλεῖστον μὲν ἡ δύναμις ἐθέλοι διαστέλλειν τὰς ἀρτηρίας, αἱ δ’ ἕποιντο μαλακότητι συμμέτρῳ, μέγας μὲν ἂν οὕτως, ἀλλ’ οὔ τί γε κλονώδης, οὔθ’ ὅλως σκληρὸς ἔσται. εἴπερ οὖν μέλλει κλονώδης ἔσεσθαι, δῆλον ὡς διαστέλλειν αὐτὰς ἡ δύναμις ἐπὶ πλεῖστον ἢ πεφύκασι βιάζεται. ἀλλ’ οὐκ ἂν εἰ μὴ πρὸς τῆς χρείας ἐπειγούσης ἠναγκάζετο, βιαίως ἄν ποθ’ ὥρμησεν ἐνεργεῖν ἡ δύναμις. ὥστ’ εὐλόγως ἐῤῥῶσθαι μὲν ἔφαμεν χρῆναι τὴν δύναμιν, ἐσκληρύνθαι δὲ τὰς ἀρτηρίας, ἐπείγειν δὲ τὴν
77
χρείαν. αὐτὴν δὲ ταύτην τὴν ἔπειξιν ὑπὸ τίνος ποτὲ αἰτίας γίγνεται λεκτέον. οὐδὲ γὰρ οὐδὲ τοῦτο χρὴ παραλιπεῖν. ἔστι δὲ μία μὲν, ὡς ἂν οὕτω τις εἴποι, προσεχὴς αἰτία, πολλαὶ δ’ αὐτῆς δημιουργοί. τίς οὖν ἡ μία καὶ τίνες αἱ πολλαί; ἡ μία μὲν, ὅταν ἀπλήρωτος ἡ χρεία μένῃ πρὸς τῆς ἐνεργείας, αἱ πολλαὶ δὲ ταύτης ποιητικαὶ καθόλου μὲν φάναι δυνάμεως ἀῤῥωστία καὶ ὀργάνων δυσπάθεια καὶ τῆς χρείας αὔξησις. ἀλλ’ ἐπὶ τοῦ νῦν προκειμένου γένους τῶν σφυγμῶν ἀφελεῖν χρὴ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, ἐδείχθη γὰρ ἐῤῥῶσθαι. λοιπὸν οὖν ἤτοι τῆς χρείας αὐξανομένης ἢ τῶν ὀργάνων ἀπειθούντων, ἢ καὶ ἀμφοῖν ἅμα συνελθόντων ἐλάττων ἡ διαστολὴ τῆς χρείας ἐν τοῖς κλονώδεσιν ἔσται σφυγμοῖς. ἀλλ’ ἡ μὲν χρεία τῇ πλεονεξίᾳ τῆς θερμότητος, ἢ τῇ δαπάνῃ τοῦ ψυχικοῦ πνεύματος αὐξάνεται, δυσπαθῆ δὲ γίνεται ὄργανα δι’ ἐμφράξεις, ἢ θλίψεις, ἢ σκληρότητας. αὗται δὲ αἱ σκληρότητες ἢ φλεγμαινόντων, ἢ σκιῤῥουμένων, ἢ σκληρυνομένων ἢ ξηραινομένων, ἢ ψυχομένων, ἢ τεινομένων γίνονται τῶν ὀργάνων. καὶ οὕτως ἤδη πάσας εὑρίσκομεν τὰς αἰτίας τῶν κλονωδῶν σφυγμῶν τῆς γενέσεως. ἡ γάρ τοι δύσκρατος ἀνωμαλία προϊοῦσα μὲν
78
αὐξήσει τὸν κλόνον, οὐ μὴν αἰτία γε αὐτῶν ἐστι τῆς γενέσεως. ἀλλὰ ἡ κατὰ διαφέροντα μόρια τῆς ἀρτηρίας ἀνωμαλία τῶν σφυγμῶν ταῖς τοιαύταις ἕπεται προσεχῶς δυσκρασίαις. ἔνθα μὲν γὰρ ὑγρότερόν θ’ ἅμα καὶ θερμότερον ᾖ τὸ μόριον τῆς ἀρτηρίας, ἐνταῦθα καὶ μείζονος καὶ θάττονος τοῦ σφυγμοῦ γινομένου, ἔνθα δ’ ἂν ἤτοι ψυχρότερον ἢ ξηρότερον, ἐνταῦθ’ ἐλάττονός τε καὶ βραδυτέρου. καὶ δὴ καὶ προσεξορμᾶται μὲν εἰς τὴν κίνησιν τὸ πρότερον εἰρημένον, ὕστερον δ’ ἄρχεται τὸ δεύτερον, ὥστε κατὰ τοῦτο μὲν καὶ τοὺς κλονώδεις συναυξήσει, προσεχὲς δ’ αἴτιον γενήσεται τῆς κατὰ διαφέροντα μόρια τῶν ἀρτηριῶν ἀνωμάλου κινήσεως. ὁ τοίνυν δίκροτος καλούμενος σφυγμὸς, ἤδη γάρ ποτε καὶ περὶ τούτου λέγωμεν, ᾧδέ πως γίνεται. ὅταν τοῦ μέρους τῆς ἀρτηρίας, ᾧ τὴν ἁφὴν ἐπιβάλλομεν, σκληρότερα καὶ ψυχρότερα, καὶ διὰ τοῦτο δυσκινητότερα τὰ ἑκατέρωθεν, ὧν οὐκ ἁπτόμεθα, γένηται, κᾄπειτα προεξορμῆσαν αὐτῶν εἰς τὴν διαστολὴν τὸ μέσον ἀντισπάσῃ πάλιν ἔσω καὶ αὖθις συνεξαίρῃ, δὶς ἀνάγκη πλήττεσθαι τὴν ἁφήν. ὁ μὲν οὖν τοιοῦτος σφυγμὸς δίκροτός ἐστι μόνον,
79
οὐ μέντοι καὶ κλονώδης σαφῶς. ἕτερος δέ τις ἅμα καὶ κλονώδης ἱκανῶς ἐστι καὶ δίκροτος γίνεται κατὰ τοιόνδε τινὰ τρόπον. ὅταν κλονωδῶς ἀναφερομένης τῆς ἀρτηρίας, ὅσον μὲν ὑπὸ τῷ δέρματι μόνῳ γυμνὸν ἑτοίμως ἀναφέρηται, τὰ δ’ ἑκατέρωθεν τοῦδε βαρύνηται διὰ πάχος ἢ πλῆθος τῶν ἐπικειμένων σωμάτων, ὡς μηδὲ τὴν κίνησιν αὐτῶν ὑποπίπτειν τοῖς ἁπτομένοις, ἀνάγκη τηνικαῦτα τοῦ φανεροῦ μέρους ἤδη παντὸς ἀνηνεγμένου, τὰ μὴ φαινόμενα τὰ ἑκατέρωθεν ἔτ’ ἀναφέρεσθαι, καὶ οὕτω φθάνον καταφέρεσθαι τὸ μέσον, αὖθις συνεξαίρεσθαι τοῖς ἑκατέρωθεν. ὥστ’ ἐπανέρχεσθαί τε καὶ προσπίπτειν ἐκ δευτέρου τοῖς ἔξωθεν ἁπτομένοις. εὔδηλον οὖν ὅτι δίκροτος ὁ τοιοῦτος ἔσται, ταύτῃ πλεονεκτῶν τοῦ κλονώδους μόνον, ὅτι κατὰ μεγάλα μόρια τῆς ἀρτηρίας τὴν ἀνωμαλίαν τῆς κινήσεως ἐκτήσατο. τοῦ μὲν γὰρ ὑποπίπτοντος τοῖς δακτύλοις ἅπαντος ὁμοίως κινουμένου, πλὴν ὅσα κλονεῖται, τῶν δ’ ἑκατέρωθεν αὐτοῦ διαφερόντων, ὁ δίκροτος γίνεται, τῷ κλονώδει δὲ μόνῳ οὐδὲν πλέον ὑπάρχει τοῦ κραδαίνεσθαι καὶ διασείεσθαι κατὰ μικρὸν ἅπαντα τὰ μόρια, 
80
τὴν δὲ ἐν οὕτω μεγάλοις μέρεσι διαφορὰν τῆς κινήσεως ὥσπερ ὁ δίκροτος οὐκ ἔχει. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὡς ὁ δίκροτος ἔσθ’ ὅτε μὲν ἐπὶ δυσκρασίᾳ γίνεται μεγάλῃ καὶ σκληρότητι βραχείᾳ τῆς οὕτω κινουμένης ἀρτηρίας, ἔσθ’ ὅτε δ’ ἐπὶ σκληρότητι μεγάλῃ μετά τινος δυσκρασίας ἢ πάχους ἢ πλήθους χυμῶν τε καὶ σαρκῶν.

Ὁ μέντοι δορκαδίζων καλούμενος κοινὸν μὲν ἔχει πρὸς τὸν δίκροτον τὸ δὶς πλήττειν, οὐ κοινὴν δὲ τὴν αἰτίαν. οὔτε γὰρ τῆς σκληρότητος τῶν ὀργάνων οὔτε τῆς δυσκρασίας ἐξ ἀνάγκης ἐφάπτεται, ἀλλ’ ὅταν ἡ δύναμις ὅσον μὲν ἐφ’ ἑαυτῇ σώζῃ τὸν κατὰ φύσιν τόνον, ἴσχηται δὲ τῆς κινήσεως, ἤτοι διὰ πλῆθος ἄμετρον, ἢ δι’ ἔμφραξιν, ἢ θλίψιν τῶν ὀργάνων, ἡσυχία τηνικαῦτα διακόπτει τὴν διαστολήν. δεόντως ἄρα τὸ δεύτερον μέρος αὐτῆς τὸ μετὰ τὴν ἡσυχίαν εὐρωστότερον φαίνεται τοῦ πρὸ τῆς ἡσυχίας. ἀθροίσασα γὰρ ὡς ἂν εἴποι τις ἑαυτὴν καὶ συλλέξασα καὶ ῥώσασα καὶ ἀνακτησαμένη ἡ τέως νενικημένη δύναμις ἐπιτίθεται

81
σφοδρότερον, ἐκνικῆσαί τε καὶ διώσασθαι τὰ λυποῦντα σπεύδουσα. καὶ δὴ καὶ δρᾷ τοῦτο πολλάκις. ἢν δέ ποτε καὶ κατὰ τὴν δευτέραν ὁρμὴν νικηθῇ, χείρων μὲν ἂν οὕτως εἴη τοῦ δορκαδίζοντος ὁ τοιοῦτος σφυγμὸς, ἀνώνυμος δέ ἐστι. καίτοι τινὲς ἅπαντας τούτους, ὧν τὸ συνεχὲς τῆς διαστολῆς ἡσυχία διακόπτει, δορκαδίζοντας καλοῦσιν. ἡμῖν δὲ ὀνομάτων γὰρ οὐδὲν μέλει, πλὴν ὅσα τοῦ σαφοῦς τῆς διδασκαλίας ἕνεκα.

Δεδηλωμένου τοῦ πράγματος ἤδη σαφῶς ἐφ’ ἕτερον εἶδος ἀνωμάλων σφυγμῶν ἰτέον ἐστὶν, οὓς καλοῦσιν κυματώδεις ποτὲ καὶ σκωληκίζοντας. ἐδείχθη γὰρ οὖν καὶ περὶ τούτων ὅτι τῷ ποσῷ μόνῳ διαφέρουσιν ἓν εἶδος ἄμφω κεκτημένοι. καί εἰσι δηλονότι τῶν κατὰ διαφέροντα μόρια τῆς ἀρτηρίας ἐν μιᾷ διαστολῇ τὴν ἀνωμαλίαν ἐχόντων. αἰτίαι δ’ αὐτῶν τῆς γενέσεως ἀῤῥωστία τῆς δυνάμεως, ἢ πλῆθος χυμῶν, ἢ μαλακότης ὀργάνων ἐσχάτη. ὅταν μὲν γὰρ ἀπὸ τῆς ἀρχῆς διϊκνούμενος εἰς τὰς κατὰ μέρος ἀρτηρίας ὁ τόνος ἰσοσθενῶς ὅλον ἐξαίρειν ἀδυνατῇ τὸ ἀγγεῖον, ἐν τούτῳ

82
τὸ μὲν ἐγγυτέρω τῆς ἀρχῆς πρότερον ἄρχεται τῆς κινήσεως, τὸ ποῤῥωτέρω δ’ ὕστερον. εἰ μὲν οὖν ὁμαλῶς τὸ τοιοῦτον γίγνοιτο δι’ ὅλων τῶν ἀρτηριῶν, ἀεὶ τὸ πρότερον αὐτοῦ μόριον πρότερον φανεῖται κινούμενον, ὡς εἰ καὶ ῥέοντός τινος ἀκωλύτως δι’ αὐτῶν ἤτοι πνεύματος ἢ ὑγροῦ τοὺς σφυγμοὺς ἐπιτελεῖσθαι συνέβαινε. καὶ τοῦτ’ Ἐρασίστρατος μὲν ἀεὶ γίνεσθαί φησι, καταψευδόμενος τοῦ φαινομένου, τῶν δ’ ἄλλων οὐδεὶς μὴ ὅτι ἰατρῶν, ἀλλὰ μηδὲ τῶν φιλοσόφων ἢ ἰδιωτῶν. ἅπασι γὰρ ἐναργῶς φαίνεται ἅπαντα τὰ μόρια τῶν ἀρτηριῶν ἐν ταὐτῷ χρόνῳ διαστελλόμενα, σπανίως δὲ καὶ οὐδὲ κατὰ φύσιν ἔτι τὸ τὰ μὲν ἐγγυτέρω τῆς καρδίας πρότερον φαίνεσθαι κινούμενα, τὰ δ’ ἀπωτέρω δεύτερα. οὐ μὴν ἤδη γέ πως κυματώδης, ἢ σκωληκίζων ὁ τοιοῦτος σφυγμὸς, ἀλλ’ ὅταν αὐτῷ προσγένηται τὸ διὰ τῶν ἀρτηριῶν ῥεῖν φανταζόμενον, ἴσχεσθαί πη καὶ μένειν καὶ ἡσυχάζειν δοκεῖν, εἶτ’ αὖθις ῥεῖν, καὶ πάλιν ἴσχεσθαι, καὶ τοῦτο γίγνεσθαι δι’ ὅλης τῆς ἀρτηρίας, ὁ τοιοῦτος σφυγμὸς ἤτοι κυματώδης ἢ σκωληκίζων ἐστί. περιγραφομένων γὰρ ἀεὶ τῶν κατὰ μέρος κινήσεων ἡσυχίας, τὴν οἷον κυμάτων διαδοχὴν ἢ σκώληκος διέρποντος
83
φαντασίαν γίνεσθαι συμβαίνει. εἰ μὲν οὖν ὑπὸ πλήθους βαρύνοιτο, τοῦτ’ ἴσχει καὶ διακόπτει καὶ διασχίζει τὸν τόνον, ἔνθα ἂν ᾖ πλεῖστον ἠθροισμένον, καὶ οὕτω πολλαὶ διαστολαὶ γίνονται δίκην κυμάτων ἀλλήλας ἐκδεχόμεναι, καθ’ ὅ τι ἂν ὁ τόνος σχισθῇ, τῆς ἀκινησίας ἐνταῦθα περιγραφούσης τὸ κῦμα. εἰ δὲ καὶ χωρὶς ὑγρότητος ἡ δύναμις αὐτὴ μόνη κάμνοι, πᾶσαν μὲν ἀθρόως ἀδυνατοῦσα διαστέλλειν τὴν ἀρτηρίαν, κατὰ μόρια δὲ ἐργαζομένη τοῦτο, γένοιντ’ ἂν καὶ οὕτως οἷον κυμάτων τινῶν περιγραφαὶ πολλαὶ, διαδεχομένων ἀλλήλας τῶν διαστολῶν. τό γε μὴν διάφορον τούτων γε τῶν σφυγμῶν καὶ τῶν διὰ πλῆθος γινομένων μέγεθός ἐστι. καὶ διὰ τοῦτο σκωληκίζοντες μὲν οὗτοι διὰ τὴν μικρότητα, κυματώδεις δ’ ἐκεῖνοι διὰ τὸ μέγεθος ὠνομάσθησαν. αἰτία δὲ τοῖς μὲν ἡ τῆς δυνάμεως ἀῤῥωστία, τοῖς δ’ ἡ περὶ τῆς ὑγρότητος πλεονεξία. καὶ μὴν καὶ διὰ μαλακότητα τῶν ὀργάνων ἐσχάτην γίνονται οἱ τοιοῦτοι σφυγμοὶ, παραπλησίου τοῦ συμβαίνοντος τῷ κατὰ τὰς μαλακὰς καὶ νεαρὰς ῥάβδους, ὧν αἰρομένων ἔξ ἄκρου τὰ μέν τινα τῶν μερῶν, καὶ μάλιστα τὰ πλησίον
84
τῆς λαβῆς συνεξαίρεται, τὰ δέ τινα λυγιζομένων αὐτῶν ἔτι μένει ταπεινὰ κᾀν τῷ κάτῳ. οὐ μὴν ἔν γε ταῖς σκληραῖς καὶ ξηραῖς ῥᾴβδοις φαίνεταί τι τοιοῦτον, ἀλλ’ ὁμοτόνως ἅπασα καθ’ ὅ τι ἂν αὐτῆς λαβόμενος ἐξαίρειν ἐθέλοις συνεξαίρεται. τοιοῦτον δέ τι συμπέπτωκε καὶ ταῖς ἀρτηρίαις, ὅταν ὑγρότητι πολλῇ διάβροχοι γενηθῶσιν. οὐκ ἔτι γὰρ δέχονται τὸν ἀπὸ τῆς ἀρχῆς τόνον ὁμοίως ἅπασι τοῖς μορίοις, ἀλλ’ οἷον λυγιζόμεναι καὶ κλώμεναι πολλαχόθι διακόπτουσι, κᾀν τούτῳ τὰ πολλὰ μέν κυματώδης, ἔστι δ’ ὅτε καὶ σκωληκίζων ὁ σφυγμὸς ἔσται. σὺν μὲν γὰρ ἐῤῥωμένῃ τῇ δυνάμει κυματώδης, μεγάλα γὰρ ἐξαίρειν οὕτω δύναται μέρη τῶν ἀρτηριῶν, σὺν ἀῤῥωστοτέρᾳ δὲ σκωληκίζων, ἐκ μικροῦ δηλονότι διαστήματος τηνικαῦτα νικωμένου τοῦ τόνου. ἀλλ’ εὐθὺς ἀνάγκη τοῦτον ἀνώμαλόν τε ἄλλως καὶ προσέτι καὶ διαλείποντα γενέσθαι, καθάπερ καὶ ἐπὶ τῶν ὑδεριώντων ἔχει. ἐφ’ ὧν ἔτι μὲν ἀντέχοντος τοῦ τόνου, καθάπερ καὶ ἐν τοῖς περὶ αὐτῶν λόγοις ἐφεξῆς εἰρήσεται, πλατὺς καὶ κυματώδης ἐστὶ, νικωμένου δὲ πολυειδῶς ἀνώμαλος γίνεται.

85

Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, τῶν μυούρων ἐφεξῆς μνημονεύσωμεν, ἀσθενείᾳ τῆς τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως ἑπομένων. ὅταν γὰρ ὁ ἀπὸ τῆς καρδίας ἐπὶ τὰς κατὰ μέρος ἀρτηρίας διήκων τόνος ἀεὶ καὶ μᾶλλον ἐν τοῖς ποῤῥωτέρω μέρεσιν ἐκλύηται, μικροτέρας οὕτω καὶ ἀμυδροτέρας ἀναγκαῖον γίνεσθαι τὰς ἐν αὐτοῖς κινήσεις. πῶς οὖν ἐν τοῖς ἐγγυτέρω μέρεσι τῆς ἀρχῆς εὑρηκέναι τινές φασιν ἐνίοτε τὰς ἐλάττους κινήσεις; οὐκέτι γὰρ οἷόν τε λέγειν ἐπὶ τούτων ὡς ὁ παρὰ τῆς ἀρχῆς τόνος ἐν τοῖς ἐγγυτέρω μᾶλλον ἢ ἐν τοῖς ποῤῥωτέρω διαλύεται. ἐμοὶ μὲν δοκοῦσιν ἢ διὰ τὴν τῆς θέσεως τῶν ἀρτηριῶν ἀνωμαλίαν οὕτως φαντασθῆναι, ἢ εἰ καὶ ὄντως ἀληθεύουσιν, εἰς δυσκρασίας ἀνωμαλίαν ἀναφέρειν χρὴ τῶν τοιούτων σφυγμῶν ἁπάντων τὴν γένεσιν, ἵν’ ἡ παρὰ τῆς ἀρχῆς εἰς τὰς ἀρτηρίας ἐκτεταμένη δύναμις τοῖς μὲν εὐκράτοις αὐτῶν μορίοις εὐλόγως βέλτιον ᾖ χρωμένη, τοῖς δυσκράτοις δὲ χεῖρον. ὑπὸ γὰρ ἴσου τε καὶ ταὐτοῦ τόνου τὸ μὲν ὑγρότητί τε καὶ θερμότητι μετρίᾳ κεκραμένον ὄργανον ἑτοιμότερόν τε καὶ μᾶλλον κινεῖται,

86
τὸ δ’ αὐχμῶδες ἢ ὑγρὸν ὑπερβαλλόντως, ἢ ψυχρὸν, ἀργότερόν τε καὶ ἧττον.

Ἆρ’ οὖν καὶ τοὺς οἷον ἐπινενευκότας τε καὶ περινενευκότας σφυγμοὺς ὡσαύτως φυσιολογήσομεν, ἢ δύνανται μὲν ἴσως ποτὲ καὶ οὕτως γενέσθαι; πολλὰ μὴν ἐναργῶς ἐφάνησαν ἐμοὶ γοῦν δι’ ἑτέρας γιγνόμενοι προφάσεις. ὅταν μὲν γὰρ ἡ δύναμις ἄῤῥωστος ᾖ, σύντηξις δὲ τῶν περικειμένων ταῖς ἀρτηρίαις σωμάτων, καθ’ ὅ τι ἂν αὐτῶν μάλιστ’ ἐκτετηκὸς, καὶ διὰ τοῦτο κουφότατον ὂν, ἡ κίνησις ἀνακύψαι δυνηθῇ, κατὰ τοῦτο μάλιστα καὶ τὸ μέγεθος αὐτῆς ἐμφαίνεται. παραβαλλομένη γὰρ ἡ ἐν τούτῳ διαστολὴ ταῖς ἑκατέρωθεν μικροτέραις οὔσαις μύουρον κατ’ ἄμφω τὰ μέρη τὴν κίνησιν ἀποφαίνει. τοῦτο δ’ ἐν ταῖς ἰσχυροτάταις δυνάμεσιν οὐκ ἐνδέχεται γενέσθαι, χρὴ γὰρ ἀκίνητον αὐτὴν εἶναι, καὶ μὴ φέρειν τὸ βάρος τῶν ἐπικειμένων σωμάτων, ἵν’ αἰσθητὴν ποιήσῃ τὴν ὑπεροχὴν τῆς ἐν τῷ γυμνοτέρῳ μορίῳ διαστάσεως παρὰ τὰς ἐν τοῖς βεβαρημένοις.

87

Πῶς οὖν ἡ παρὰ τὴν θέσιν τῆς ἀρτηρίας ἀνωμαλία γίνεται τῶν σφυγμῶν; τοῦτο γὰρ ἔτ’ ἐνδεῖν ἔοικε τῷ λόγῳ. πῶς δ’ ἄλλως ἢ ὥσπερ Ἱπποκράτης εἶπε καθόλου περὶ πάσης ἡμᾶς διδάσκων διαστροφῆς; καὶ γὰρ καὶ ἡ τῆς μήτρας ὡσαύτως καὶ αἱ τῆς ῥάχεως καὶ τῶν μυῶν γίνονται, τεινομένων εἰς ἐκεῖνα τὰ μέρη τῶν σωμάτων εἰς ἅπερ καὶ διαστρέφεται. τῷ δ’ εἶναι πολλὰς τὰς τεινούσας αἰτίας δυσφώρατον τὸ καθόλου τοῖς πλείστοις τῶν ἀρχαίων ἰατρῶν ἐγένετο. καὶ γὰρ φλεγμοναὶ καὶ σκίῤῥοι καὶ ἀποστήματα καί τινων ἀπέπτων φυμάτων γένεσις καὶ ὅλως ἅπαντες οἱ παρὰ φύσιν ὄγκοι τείνειν πρὸς ἑαυτοὺς δύνανται τὰ συνεχῆ, ἤδη δὲ καὶ σκληρότης αὐχμώδης καὶ ψύξις ἄμετρος ὅμοιόν τι πήξει δρῶσα καὶ σπασμώδης σύντασις, ὧν ἄλλοτ’ ἄλλο διαστρέφει τὰς ἀρτηρίας. μάλιστα δὲ τὴν ἀνώμαλον δυσκρασίαν ἡγητέον διαστρέφειν.

Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, προσθεῖναι χρὴ τὸν περὶ τοῦ σπασμώδους σφυγμοῦ λόγον, ᾧ τὸ μὲν ὄνομα πρέπον ἀπό τε τῆς ἰδέας αὐτῆς

88
καὶ τοῦ παθήματος ὃ δηλοῦν πέφυκε. τείνεσθαι μὲν γὰρ ἐπ’ ἄμφω τὰ πέρατα δόξεις τὴν ἀρτηρίαν καὶ μικρὸν ὕστερον σπασμὸς τὸν ἄνθρωπον καταλαμβάνει. τί οὖν δὴ τὸ ἄπορον ἐνταῦθα καὶ τίνος ἕνεκα προβέβληται; εἰ μὲν ἡ καρδία καθάπερ ἀρτηριῶν, οὕτω καὶ νεύρων ἐστὶν ἀρχὴ, οὔτ’ ἄπορον οὐδὲν καὶ μάτην προβέβληται· εἰ δ’ ἄλλη μὲν ἀρχὴ νεύρων, ἄλλη δ’ ἀρτηριῶν, καὶ ταῖς μὲν σφυγμὸς ἐνέργεια, τοῖς δ’ αἴσθησίς τε καὶ κίνησις ἑκούσιος, ὥσπερ οὐκ ἔστι τῶν ἐνεργειῶν αὐτοῖς οὐδεμία μετουσία, οὕτως οὐδὲ τῶν παθημάτων ἔσται τις κοινωνία. ἢ κακῶς τοῦτο καὶ ψευδόμενοι λέγουσιν, ὅσοι γε δοκοῦσιν οὐκ εἶναι σφίσιν ἐπιμιξίαν; ὁ γάρ τοι πατὴρ τοῦ δόγματος ὁ θεῖος ἐκεῖνος Ἱπποκράτης, σύῤῥοια μία, φησὶ, σύμπνοια μία, πάντα πᾶσι συμπαθέα, φύσις κοινή. ἢ γὰρ ἂν, εἰ μὴ τοῦτ’ ἦν, δύο ἤστην οὕτω ζῶα καὶ οὐχ ἓν ἕκαστος ἡμῶν. νυνὶ δὲ καρδία μὲν ἀρτηρίας ἐγκεφάλῳ μεγάλας ἐκπέμπει δεσμὸν τῆς κοινωνίας, νεῦρα δ’ ἐγκέφαλος καρδίᾳ, κᾂν εἰ μὴ μεγάλα, τὸ γοῦν ἐκ τοῦ λόγου πρόσταγμα διαστέλλειν δυνάμενα. οὕτω δὲ καὶ ταῖς κατὰ μέρος ἀρτηρίαις αἱ παρὰ τῶν νεύρων ἶνες εἰς κοινωνίαν ἔρχονται, δι’ ὧν οὐκ
89
ἔργων μόνων, ἀλλὰ καὶ παθημάτων ἀλλήλοις μεταδιδόασι. καὶ οὐδὲν ἔτι θαυμάσιον, εἰ τοῦ νευρώδους γένους ἅπαντος ἑνουμένου ταῖς ἀρτηρίαις, ἡ κοινωνία τοῦ παθήματος ἐμφαίνεται, τῶν γε κατὰ μέρος ἀποφύσεων ἀλλήλαις ἐπιμιγνυμένων, καὶ τῶν ἀρχῶν, ὡς εἴρηται, ξυνημμένων.