Ὅσα μὲν ὑπάρχει τοῖς σφυγμοῖς κατὰ τὸν ἴδιον τῆς οὐσίας αὐτῶν λόγον, ἔμπροσθεν εἴρηται πάντα· περὶ δὲ τῶν ἄλλων, ὅσα μήτ’ ἄνευ τῆς κινήσεως τῶν ἀρτηριῶν διαγνωσθῆναι δύναται μήτ’ ἐστὶν αὐτῆς ἴδια, νῦν ἐροῦμεν. ἔστι δή τις ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν ἁπτομένοις ἡμῖν οἷον πληγὴ γιγνομένη κατὰ τὴν ἁφὴν, ἣν, ὅταν μὲν βίαιος ᾖ, κυρίως σοι δόξουσι πληγὴν καλεῖν, οὐ μὴν οὕτως κᾂν ἀβίαστος ᾖ. περὶ ταύτης δὴ τῆς ὄντως πληγῆς, ἣν βίαιον προσβολὴν εἶναί φαμεν, σκεπτέον ἀκριβῶς. ἕπεσθαι
918
γὰρ οὐκ ὀλίγοις εἴδεσι σφυγμῶν δοκεῖ, σκληρῷ καὶ σφοδρῷ καὶ μεγάλῳ καὶ ταχεῖ καὶ ὑψηλῷ καὶ σπασμώδει καὶ κλονώδει. ἵν’ οὖν τις μὴ ἐξαπατηθεὶς τῷ κοινῷ συμπτώματι περὶ τὴν διάγνωσιν αὐτῶν σφαλῇ, σκεπτέον ὑπὲρ ἁπάντων ἐπιμελῶς. εἰ μὲν γὰρ ἄλλοις γνωρίσμασι διακρίνειν αὐτοὺς δυνατόν ἐστι, ἐκεῖνα μαθόντες ἔχοιμεν ἂν ἤδη τὸ πᾶν· εἰ δ’ ἀδύνατον, ἀποχρήσει γοῦν τὸ γιγνώσκειν, ὡς κοινὸν τοῦτο πλειόνων ἐστὶ σφυγμῶν. ἀρχὴ δὲ τῆς σκέψεως ἀρίστη τὸ μαθεῖν τὴν αἰτίαν δι’ ἣν πολλοῖς οὕτω σφυγμοῖς ἓν κοινὸν ἕπεσθαι δοκεῖ πάθημα, τὸ βίαιον τῆς πληγῆς. ᾧδ’ οὖν, ἐπειδὴ χρὴ μὲν ἀπωσθῆναι τὴν ἁφὴν ὑπὸ τοῦ σφυγμοῦ, μέλλουσαν αἰσθήσεσθαι τῆς προσβολῆς αὐτοῦ, ὠθεῖται δ’ οὐχ ὁμοίως διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν μᾶλλον, ποτὲ δ’ ἧττον, ποτὲ δὲ ὥστε ψαύειν μόνον, ὅσαι κινήσεις αὐτὴν ὠθοῦσι καὶ ἀνατρέπουσιν ἐπὶ πολὺ, βίαιον αὗται φαντασίαν ἐργάζονται τῆς πληγῆς. ἐπὶ πολὺ δ’ ὠθεῖν δύνανται κινήσεις ἥ τε τῇ σκληρότητι τῆς ἀρτηρίας οἷον θλῶσα τὴν ἁφὴν καὶ ἡ τῇ ῥώμῃ τῆς κινούσης αὐτὰ δυνάμεως οἷον ἀνατρέπουσα, καὶ ἡ τῷ μεγέθει
919
τῆς διαστολῆς ἐπὶ πλεῖστον ἐξικνουμένη, καὶ ἡ τῷ τάχει τῆς φορᾶς ὠθοῦσα συντόμως, καὶ ἡ διὰ τὸ ὕψος οἷον ἐγκαταβαίνουσα, καὶ ἡ διὰ τὸ τετάσθαι δυσκίνητος, καὶ ἡ διὰ τὸν κλόνον ἅμα τάσεώς τε καὶ σκληρότητος καὶ ταχείας προσβολῆς ἔμφασιν ἔχουσα. ταῦτ’ ἄρα παμπόλλοις ἐστὶν ἐντυχεῖν ὁσημέραι τῶν ἰατρῶν ἅπαντας τοὺς εἰρημένους σφυγμοὺς σφοδροὺς εἶναι λέγουσιν. εἰ μὲν οὖν ᾐσθάνοντο τῆς ἐν αὐτοῖς διαφορᾶς, τοῦ καλεῖν ὅπως ἠβούλοντο κοινῇ πάντες οὐδὲν ἂν ἐφροντίσαμεν· ἐπεὶ δ’ ὥσπερ ὄνομα κοινὸν ἐπιφέρουσιν, οὕτω καὶ τὴν φύσιν ἁπάντων μίαν εἶναι νομίζουσιν, πειρατέον αὐτοῖς ἐνδείξασθαι τὴν ἀπάτην ἀπὸ τῶν προφανεστάτων ἀρξαμένους, οἷον εὐθέως ἀπὸ τοῦ ταχέος. πρόχειρον γὰρ ἐντεῦθεν τὸ σφάλμα τῷ γε δυναμένῳ συνιδεῖν τὸ τάχος τῆς προσβολῆς οὐ ταὐτὸν ὂν τῷ βιαίῳ τῆς πληγῆς. τά τε γὰρ ἄλλα καὶ μέχρι πλείονος ὁ ταχὺς ὠθεῖν οὐ δύναται τὴν ἁφὴν, ἂν μὴ καὶ μέγας ᾖ. ᾧ δῆλον, ὅτι μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔχει τοῦτο σύμπτωμα. τὸ γὰρ ὅταν ᾖ ταχὺς μόνον, οὐ διὰ τὸ μέγεθος ὑπάρχον, τῇ δὲ τοῦ μεγέθους παρουσίᾳ προσγινόμενον
920
αὐτῷ πῶς ἄν τις ἴδιον εἶναι λέγοι; ὁ γοῦν ταχὺς ἅμα καὶ μικρὸς οὐκ ὠθεῖ μέχρι πολλοῦ τὴν ἁφὴν, ἀλλά τοι τὸ μέχρι τοῦ πολλοῦ μεγέθους ἐστὶν οἰκειότερον, ἢ καὶ τούτου κατὰ συμβεβηκός. ἂν γὰρ ἀναμνησθῶμεν ὅσα περὶ τῆς τοῦ μεγέθους διαγνώσεως εἰρήκαμεν, οὐ τῷ μέχρι πλείονος ἔσω χωρεῖν, ἀλλὰ τῷ κατὰ πολλὰ μόρια μήκους θ’ ἅμα καὶ πλάτους καὶ βάθους ἅπτεσθαι τῆς ἁφῆς ἐγνωρίζετο. τὴν γὰρ κατὰ κύκλον τοῦ σφυγμοῦ περιφέρειαν ἱκανὴν τὸ μέγεθος οὖσαν αἰσθήσει διαγνόντες, ἐπ’ αὐτῇ λοιπὸν ἤδη συνελογισάμεθα τὴν ἐκ πολλοῦ βάθους ἄνοδον, οὐκ ἀκολουθησάσης παντὶ τῷ διαστήματι τῆς ἁφῆς, ἀλλὰ τῆς ἐκτὸς τελευτῆς μόνης αἰσθομένης. εἰ γοῦν ἀπὸ τῆς πρώτης ὁρμῆς τοῦ διαστέλλεσθαι τὴν ἀρτηρίαν τῆς κινήσεως ἐθελήσαιμεν αἰσθάνεσθαι, πολὺ τοῦ μεγέθους, ὡς καὶ πρόσθεν ἐῤῥέθη, κωλύσομεν· ὥσθ’ ἡμῖν μηδὲ μέγαν ἔτι φαίνεσθαι τὸν σφυγμόν. ἀλλὰ καὶ αὐτὸ τοῦτ’ οὐκ ἐν ἅπασιν οἷόν τε ποιεῖν τοῖς μεγάλοις, ἀλλ’ ὅσοι πρὸς τῷ μεγέθει σφοδρότητος μετέχουσι. τοῖς γὰρ μεγάλοις μόνον, οὐ μὴν καὶ σφοδροῖς, οὐδ’ ἀπαντῆσαι δυνατὸν ἀνιοῦσιν, οὐδὲ
921
θλῖψαι τὴν ἀρτηρίαν· ἀπόλλυνται γὰρ εὐθὺς ὅλοι. δῆλον οὖν, ὡς οὐδ’ ὁ μέγας διαγινώσκεται τῷ πλεῖστον ἔσω τὴν ἁφὴν ὠθεῖν, ἀλλὰ τῷ κατὰ πολλὰ μόρια τοῦ τε μήκους καὶ τοῦ κύκλου τῆς ἀρτηρίας προσπίπτειν. ἆρ’ οὖν ὁ ὑψηλὸς ἐπὶ πλεῖστον ἔσω βιάζεται; καὶ μὴν ὅπερ ὁ μέγας ἐν ταῖς τρισὶ διαστάσεσι, τοῦτο οὗτος ἐν μιᾷ κέκτηται. εἴπερ οὖν μηδ’ ἐκεῖνος, οὐδὲ οὗτος. ἀλλὰ μὴν ὁ μέγας ἐδείχθη χωρὶς τοῦ καὶ σφοδρὸς εἶναι μὴ δυνάμενος ἐπὶ πλέον ὠθεῖν τὴν ἁφήν. οὐκ οὖν οὐδὲ ὁ ὑψηλός. εἰ δὲ τῷ μεγάλῳ μὲν ὑπάρχει πολλάκις ἀμυδρότης, τῷ δ’ ὑψηλῷ μὲν, μὴ μεγάλῳ δὲ, τὰ πολλὰ μὲν ἡ σφοδρότης, ἀμυδρότης δὲ οὐδέποτε, τοῦθ’ ἕτερος λογος. ἕξει μὲν γὰρ, ὡς εἶπον, μέχρι πλείονος ὠθεῖν ὁ ὑψηλὸς, οὐ μὴν κατὰ τὸν ἴδιον λόγον, ἀλλ’ ὅτι πάντως σφοδρὸς, ἢ οὐκ ἀμυδρός γέ ἐστιν. ἅπαντες μὲν οὖν οἱ εἰρημένοι σφυγμοὶ φαίνονται σφοδρότητος δεόμενοι πρὸς τῷ μέχρι πολλοῦ τὴν ἁφὴν ὠθεῖν. καὶ διὰ τοῦτο ὅσοις μὲν αὐτῶν διὰ παντὸς σύνεστι σφοδρότης, ἀεὶ βιαίως πλήττουσι, ὅσοις δ’ οὐκ ἀεὶ μὲν, ὡς τὸ πολὺ δὲ, καὶ οὗτοι τὰ πολλὰ βίαιοι φαινόμενοι τοῖς
922
ἀμελέστερον τὰ τοιαῦτ’ ἐπισκοποῦσιν ἐπιστεύθησαν ἀεὶ τοιοῦτοί τινες΄ ὑπάρχειν. ἄλλοι δ’ αὖ σφυγμοὶ διὰ τὴν ἀχώριστον αὐτῶν σκληρότητα βιαίως πλήττουσιν, ὥσπερ ὅ τε κλονώδης καὶ ὁ σπασμώδης. οὐδὲ γὰρ οὗτοι δι’ ἄλλο τι βίαιον ἔχουσι τὴν πληγὴν, ἀλλὰ διὰ τὴν ἀχώριστον αὐτῶν σκληρότητα. καὶ δύο ταῦτ’ ἔοικεν εἶναι μόνα σφυγμῶν εἴδη βιαίως πλήττοντα, τό τε τῶν σφοδρῶν καὶ τὸ τῶν σκληρῶν. εἰσὶ δ’ οἳ κᾀν τούτοις δεῖσθαι σφοδρότητος ἔφασαν πρὸς τὴν σκληρότητα· μὴ γὰρ δύνασθαι μόνην βίαιον ποιήσασθαι πληγὴν, ὥσπερ οὐδ’ εἰ λίθον ἀτρέμα προσάγοις· δεῖ γὰρ δὴ καὶ τούτῳ τόνου τινὸς, εἰ μέλλοι πλήττειν ἰσχυρῶς. ἀλλὰ τούτους μὲν ἐρέσθαι δίκαιον, τί ποτε καὶ βούλονται, πότερον οὐδὲν ὅλως εἶναι σῶμα σκληρὸν, ἀλλὰ τοῦτο τοὔνομα τὸ σκληρὸν μάτην ὑπὸ τῶν ἀνθρώπων εἰρῆσθαι κατ’ οὐδενὸς ὑποκειμένου πράγματος, ἢ πρᾶγμα μὲν εἶναί τι καθ’ οὗ λέγεται, διάγνωσιν δ’ αὐτοῦ μηδεμίαν ὑπάρχειν αἰσθήσει, ἢ δι’ ἄλλης τινὸς αἰσθήσεως, οὐ διὰ τῆς ἁφῆς γνωρίζεσθαι. πάντα γὰρ ἄτοπα τό τε μηδὲν εἶναι σῶμα σκληρὸν τό τε λόγῳ μᾶλλον
923
ἢ αἰσθήσει διαγινώσκεσθαι τό τ’ αἰσθήσει μὲν, ἄλλῃ δέ τινι μᾶλλον ἢ ἁφῇ. καὶ μὴν εἰ συγχωρηθείη γέ τι σκληρὸν εἶναι καὶ διὰ τῆς ἁφῆς γνωρίζεσθαι, τί λοιπὸν ἢ περὶ ὀνόματος ἐρίζοντες εὑρεθήσονται, φάσκοντες ἄνευ τόνου μὴ δύνασθαι βίαιον ἀπ’ αὐτοῦ γενέσθαι τὴν πληγήν; εἰ γὰρ καὶ μὴ βίαιον ἐθέλοιεν καλεῖν, ἀλλ’ οἷον θλῶσάν γε πάντως, ἢ ἀπωθουμένην, ἢ ἀνατρέπουσαν εἰπεῖν ἀναγκασθήσονται. τὸ μέν γε τοῦ τόνου διαμφισβητεῖται. τὴν ἀρχὴν γὰρ οἷός τίς ἐστιν ὁ τόνος ἐν τοῖς τῶν ζώων σώμασι οὐχ ὡμολόγηται πρὸς τῶν εἰς ἐλάχιστα, ἢ εἰς ἄτομα, ἢ εἰς ἄναρμα τὴν ὅλην οὐσίαν καταθραυόντων. μόνοις γὰρ ὁμολογεῖται τοῖς ἡνῶσθαι φάσκουσιν αὐτήν. ὥστ’ οὐδ’ αἰσθήσει διαγνωστὸς ὁ τόνος, ἀλλ’, εἴπερ ἄρα, διὰ σημείου τινὸς, ἢ σημείων, ἤτοι κατ’ ἔνδειξιν, ἢ κατ’ ἀπόδειξιν πιστός. σκληρὸν δὲ καὶ μαλακὸν σῶμα πάντες ἄνθρωποι διαγινώσκομεν αἰσθήσει. καὶ δίκαιον οὐ περὶ τῆς ὑπάρξεως αὐτῶν ζητεῖν, ἀλλὰ περὶ τῆς διαγνώσεως, μᾶλλον δ’ οὐδὲ περὶ ταύτης, ἀλλὰ περὶ τοῦ πῶς ἄν τις ἑρμηνεύοι ἑτέρῳ τὸ γιγνόμενον ἑαυτῷ πάθημα κατὰ τὴν ἁφὴν ἐν τῇ
924
προσβολῇ τῶν σκληρῶν σωμάτων, ὅπῃ τε διαφέρει τοῦτο τῶν σφοδρῶν. ἀλλ’ ἐπεὶ τοῖς ἔμπροσθεν παραλέλειπται, πειραθῶμεν ἡμεῖς αὐτὸ ποιῆσαι, ἀρχὴν τῷ λόγῳ τὰ πᾶσιν ἀνθρώποις ὁμολογούμενα θέμενοι. ἐπεὶ τοίνυν σφοδρά τινα καλοῦμεν οὐ ζῶα μόνον, ὥσπερ λέοντάς τε καὶ ταύρους, ἀλλὰ καὶ τῶν ἀψύχων ἔνια, καθάπερ τά τε τῶν ποταμῶν κατάντη ῥεύματα καὶ ἀνέμους τοὺς μεγάλους, ἕτερα δὲ σκληρὰ, καθάπερ χαλκὸν καὶ σίδηρον καὶ λίθους, ἀναμνησθῆναι χρὴ, τί δή ποτ’ ἐστὶν ἀφ’ ἑκατέρων αὐτῶν, ὅταν ὁμιλῶσιν ἡμῖν διάφορα ἐγγινόμενα τοῖς σώμασι παθήματα. τό τε γὰρ βίαιον τῆς προσβολῆς κοινὸν ἀμφοῖν, τῶν τε σφοδρῶν ἀνέμων καὶ τῶν σκληρῶν σωμάτων, πλεονεκτεῖ δ’, οἶμαι, κατὰ μὲν τοὺς ἀνέμους τε καὶ τὰ τῶν ποταμῶν ῥεύματα τὸ ἀνατρέπεσθαι πρὸς αὐτῶν, κατὰ δὲ τοὺς λίθους καὶ τὰ ξύλα τὸ θλίβεσθαί τε καὶ θλᾶσθαι. ἐπὶ μὲν γὰρ τῶν προτέρων, εἰ καὶ πάνυ προθυμηθείημεν ἐναντίοι βαδίζειν πρὸς αὐτὰ, πάντως ἰσχόμεθά τε καὶ ἀνατρεπόμεθα καὶ εἰς τοὐπίσω βιαίως ὠθούμεθα, χωρὶς τοῦ θλίβεσθαί τε καὶ θλᾶσθαι καὶ πιέζεσθαι τὰ μόρια τοῦ σώματος· ἐπὶ δὲ τῶν δευτέρων αὐτὸ
925
τὸ θλίβεσθαί τε καὶ θλᾶσθαι καὶ πιέζεσθαι πλεονεκτεῖ. μάλιστα δ’ ἂν αὐτὸ μάθοις, εἴ τινι τῶν τοῦ σώματος μορίων ἐπιθείης λίθον μὴ πάνυ βαρὺν, ἀλλ’ ὥστε βουληθέντας ἀποῤῥπῖψαι ῥᾳδίως. γνώσῃ γὰρ ὅπως ἐπικείμενος μὲν βαρύνει καὶ θλίβει καὶ θλᾷ καὶ οἷον ἐγκαταβαίνει τῷ δέρματι, ἀπολιπεὶς δὲ καταλείπει τι περὶ τὸ μόριον ἴχνος καὶ γνώρισμα τῆς θλίψεως. ἢ γὰρ κοιλότερον ἑαυτοῦ καὶ μέχρι πολλοῦ διασῶζον τὴν ἕδραν τὸ μέρος ἀπέφηνεν, ἢ πρὸς τούτῳ καὶ πελιδνόν. οὐ μὴν ἄνεμός γε, κᾂν ἰσχυρότατος ὢν τύχῃ, κᾂν ἀνατρέψῃ τινὰ, κᾂν καταβάλῃ, πιλεῖ που καὶ κοῖλον ἀπεργάζεται τὸ σῶμα. μαλακὸς γὰρ ὢν καὶ ῥᾳδίως περισχίζεταί τε καὶ περιῤῥεῖ. διὰ τοῦτο μέγιστα μὲν πλοῖα ῥᾳδίως ὠθεῖ καὶ καταβάλλει πολλάκις, οὐ μὴν κοιλότερόν γέ τι τῶν ξύλων τῶν ἐν αὐτοῖς εἰργάσατο, καθάπερ εἰ λίθος ἦν, ἢ σίδηρος τὸ προσπῖπτον. ταῦτα γὰρ θλάσαι μὲν καὶ συντρῖψαι δύναται, ἀπώσασθαι δὲ καὶ ἀνατρέψαι τοῖς ἀνέμοις παραπλησίως οὐ δύναται. μήποτ’ οὖν οἷς μὲν ἂν ὑπείκουσαν ἔχωμεν τὴν τῆς σαρκὸς φύσιν, ταῦτα μὲν σκληρὰ καλοῦμεν, ἃ δ’ ἂν αὐτῇ ὑπείκῃ τῇ σαρκὶ, καθάπερ τὸ ὕδωρ, μαλακὰ
926
κέκληται; καὶ, τοῦτ’ ἄρ’ ἦν τὸ πρὸς τοῦ Πλάτωνος λεγόμενον, σκληρὰ μὲν, ὅσοις ἂν ἡμῶν ἡ σὰρξ ὑπείκῃ, μαλακὰ δ’, ὅσα ἂν τῇ σαρκί. φέρε γὰρ ἡμῶν τὴν ἁφὴν ὑποπίπτειν ὑγρῷ τινι, παντί που δῆλον, ὡς ἐγκαταβήσεται μὲν αὐτὰ, τὸ δ’ ὑγρὸν εἴξει τε καὶ ὑποδέξεται. σκληρῷ δ’ εἴ τινι προσπέσοι, δῆλον, ὡς αὐτὴ μᾶλλον εἴξει τε καὶ κοίλη γενήσεται. ἵν’ οὖν ἤδη συμπερανώμεθα τὸν λόγον, ἐπινοήσωμεν τὴν ἡμετέραν χεῖρα ποτὲ μὲν ὕδατος ὀξεῖ ῥεύματι, ἢ ἀνέμῳ σφοδρῷ ἐξ ἐναντίας ἀπαντῶσαν, ποτὲ δὲ λίθῳ τινὶ διὰ τῆς ἑτέρας χειρὸς ἀτρέμα προσαγομένῳ, ἆρ’ οὐ πρόδηλον, ὡς ἀπὸ μὲν τῶν προτέρων ἀνατραπήσεται μὲν μὴ θλιφθεῖσα, τὸν δὲ λίθον αὕτη μὲν ἀνατρέψει, θλιφθήσεται δ’ ὑπ’ αὐτοῦ. τὸ μὲν γὰρ σκληρὸν, ὅσον ἐφ’ ἑαυτῷ, κωλύειν οὐχ ἱκανὸν ἡμᾶς ἰέναι πρόσω, ἀλλὰ ἤτοι διὰ βάρος, ἢ διὰ τὴν ἔξωθεν αὐτῷ προσιοῦσαν κίνησιν ἴσχειν ποτὲ δύναται· τὸ δὲ σφοδρὸν κατ’ αὐτὸ τοῦτο τὸ ἴσχειν τε καὶ κωλύειν καὶ ἀπωθεῖσθαι καὶ ἀνατρέπειν νενόηται. δῆλον οὖν, ὡς ἑτέρα μὲν αἴσθησις ἡμῖν ἐν τῇ τῶν σφοδρῶν, ἑτέρα δ’ ἐν τῇ τῶν σκληρῶν ὁμιλίᾳ γίγνεται. τὰ μὲν γὰρ θλίβει μόνον τὴν σάρκα, τὰ δ’ ἴσχει που πρόσω.
927
πολλάκις δ’ εἰς ταὐτὸν ἀμφοτέρων συνιόντων, ὡς εἶναι τὸ προσπῖπτον ἅμα μὲν σκληρὸν, ἅμα δὲ σφοδρῶς κινούμενον, ἀνάγκη καὶ τὴν αἴσθησιν ἡμῖν τὴν ἀπ’ αὐτῶν διπλῆν γίνεσθαι, τὴν μὲν ὡς θλίβοντος, τὴν δ’ ὡς ἀνατρέποντος. καὶ εἴπερ ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν ἔχει, τὴν τοῦ σκληροῦ σφυγμοῦ διάγνωσιν ἐν τῷ θλίβεσθαι θετέον τὴν ἁφὴν, ὥστ’ εἶναι τὸ μὲν τῆς πληγῆς βίαιον κοινὸν ἀμφοτέροις, τὸ δ’ ἴδιον ἑκατέρου, τὸ μὲν θλίβειν τοῦ σκληροῦ, τὸ δ’ ἀνατρέπειν τοῦ σφοδροῦ. τὰ μὲν δὴ πάθη τῆς ἁφῆς ταῦτα καὶ τὰ συνήθη τοῖς Ἕλλησιν ἐπ’ αὐτοῖς ὀνόματα.
Ἔστι τι γένος σφυγμῶν αὐτὸ τὸ σῶμα τῆς ἀρτηρίας, ὡς ἔχει συστάσεως, ἐνδεικνύμενον· ἕτερον δὲ τῆς ἐν αὐτῇ περιεχομένης οὐσίας ποιότητα· καὶ τρίτον τοῦ συμφύτου πνεύματος αὐτῆς τὴν δύναμιν γνωρίζον. ὄνομα δὲ τοῖς τρισὶ τούτοις γένεσι πληρότης. ταῦτα γράψας, καὶ σαφῶς ἂν ἔγραψε καὶ ταχέως καὶ οὐκ ἂν νῦν ἡμᾶς ἐπέτριβε, ζητοῦντας πρότερον μὲν, τί λέγει, δεύτερον δὲ, εἰ κακῶς λέγει, ἀλλ’ ἄντικρυς ἂν ὃ λέγει γνόντες ἐπὶ τὸ ζητεῖν εἰ κακῶς λέγει μεταβαίνομεν, ᾧδέ πως πάλιν καὶ
948
αὐτοὶ τὸν λόγον ποιούμενοι. τούτων τῶν τριῶν γενῶν, ὦ Ἀρχίγενες, τὸ μὲν πρῶτον ἔστι τε καὶ διαγινώσκεται τὸ κατὰ τὴν σύστασιν τῆς ἀρτηρίας, οὐ μὴν πληρότης γε πρὸς τῶν Ἑλλήνων ὀνομάζεται, καθάπερ ἐδείξαμεν ἐν τῷ τρίτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς. ἐν ἐκείνοις γὰρ περὶ ὀνομάτων ἦν ἡμῖν ὁ λόγος, ἐνταυθοῖ δὲ, οὐ γὰρ ἔτι περὶ ὀνομάτων, ἀλλὰ περὶ διαγνώσεως αὐτῶν τῶν σφυγμῶν σκοπούμεθα, σὺ μὲν ὡς ἐθέλεις αὐτὸ κάλει, συγχωρήσεις δ’ ἡμῖν τοῖς τῶν Ἑλλήνων ὀνόμασι χρῆσθαι, σκληρόν τέ τινα σφυγμὸν ὀνομάζουσι καὶ μαλακὸν ἕτερον ἐναντίον αὐτῷ, καί τινα τρίτον ἀμφοῖν μεταξὺ τὸν σύμμετρόν τε καὶ κατὰ φύσιν ἐν τῇ συστάσει τοῦ τῆς ἀρτηρίας σώματος. τοῦτον οὖν ὃν σὺ μὲν πλήρη καλεῖς, ἐγὼ δὲ σκληρὸν, τίσιν αἰσθητοῖς παθήμασι τῆς ἁφῆς γνωριοῦμεν; ὅτι μὲν γὰρ ἀναγκαῖόν ἐστιν ἤτοι πεπιλημένον εἶναι τὸ σῶμα τῆς ἀρτηρίας, ἢ χαῦνον, οὐδεὶς ἀμφισβητεῖ. ἀλλ’ οὐ τοῦτο νῦν ἐστι τὸ προκείμενον, ἀλλὰ πῶς αὐτὸ διαγνωσόμεθα. τοῦτ’ οὖν ἡμᾶς δίδαξον σαφῶς, μὴ περιπλέκων. ἀλλ’ οὐ ποιεῖς, οὐ μὴν ἡμεῖς γέ σοι μεμφόμεθα τούτου χάριν, οὐδ’ ὅτι σαφῶς
949
ἐξηγησάμεθα τὸ πάθημα τῆς ἁφῆς, ἕτερον μὲν ἐπὶ τοῖς σφοδροῖς, ἕτερον δὲ ἐπὶ τούτοις τοῖς σφυγμοῖς γιγνόμενον, ἀγαλλόμεθα. δι’ ὑμᾶς γὰρ τοὺς πρεσβυτέρους, τοὺς περὶ τούτων ἐπιμελῶς ζητήσαντας, ἐξεύρηταί τι καὶ πρὸς ἡμῶν χρηστὸν, οὐκ ἂν ἄλλως εὑρεθὲν, εἰ μὴ πρὸς ὑμῶν τῶν προπονησάντων ἐν αὐτοῖς καὶ προκαμόντων ἐγυμνάσθημεν. τοῦτο μὲν δὴ καταλελείφθω τῷ θλιπτικῷ τῆς ἁφῆς παθήματι, διαγινωσκόμενόν τε καὶ διακρινόμενον τοῦ σφοδροῦ. τὸ γὰρ ἀνατρεπτικόν τε καὶ ἀντιβατικὸν ἀπεδώκαμεν ἐκείνῳ. ζητήσωμεν δ’ ἑξῆς ἐκείνῳ τὰ λοιπὰ δύο γένη τῆς πληρότητος, καὶ πρότερόν γε τὸ κατ’ αὐτὸ τὸ πνεῦμα νοούμενον, ὥς φατε, τί δή ποτ’ ἐστὶν, οὐδ’ αὐτὸ μὲν οἷόν τε ἐννοῆσαι, καθάπερ καὶ τοῦτο ἐν τῷ τρίτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ἐδείξαμεν. ἀλλ’ ἐπειδὴ νῦν συντέμνειν βούλομαι τὸν λόγον ἐν ἐκείνοις διὰ μακροτέρων εἰρημένον, ἤτοι τὸ τῆς θερμασίας πυρῶδες, ἢ τὸν τόνον αὐτοῦ λέγετε. ταῦτα γὰρ ἐκ τῶν ῥήσεων ὑμῶν ὥσπερ Λοξίου χρησμῶν ἐξευρεῖν ἠδυνήθημεν. νῦν οὖν ἤδη καιρὸς διδάσκειν αὐτῶν τὰ γνωρίσματα. τοῦ μὲν δὴ τόνου μεμαθήκαμέν τε καὶ χάριν ἴσμεν· ἀντιβαίνει μὲν γὰρ
950
θλιβόντων, ὥς φατε, καὶ ἀνατρέπει τὴν ἁφήν· τοῦ δὲ τῆς θερμασίας, τοῦ πυρώδους τούτου, μόνου δεόμεθα μαθεῖν, ἔστ’ ἄν γε τὴν ἁφὴν αἰσθανομένην ἔχωμεν. οὐ γὰρ ἀγνοήσομεν, οἶμαι, ψαύσαντες, οὐδεμίαν ἐν θερμότητι διαφοράν. ἐκεῖνο δὲ θαυμάζομεν ἡμῶν, εἰ τὰ τοιαῦτα ἐν ταῖς τῶν σφυγμῶν διαφοραῖς, ἀλλ’ οὐκ ἐν ταῖς τῶν πυρετῶν καταριθμεῖσθε. ἀλλ’ ἔα, τό γε νῦν περὶ τούτου μηδὲν διαφερώμεθα, τοῦ δὲ λοιποῦ γένους τῆς πληρότητος ἐπισκεψώμεθα τὴν διάγνωσιν. οὐδὲ γὰρ ἐν τούτῳ διὰ τῆς ἁφῆς οὐδὲν ἔχω συμβαλεῖν, οὔτ’ εἰ πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις οὔτ’ εἰ καὶ χυμοὶ περιέχονταί τινες. ἀλλ’ οὐδὲ δύνασθε, ὡς καὶ πρόσθεν ἔφην, ἐπειδὰν πρὸς Ἐρασίστρατον, ἢ Πραξαγόραν ἀντιλέγητε περὶ τοῦ τὰς ἀρτηρίας αἷμα περιέχειν, τὴν αἴσθησιν ἐπικαλεῖσθαι μάρτυρα, πάντως ἂν αὐτὸ ποιήσοντες, εἴπερ ἐναργὲς ἦν. ἀλλ’ οὐδ’ αὐτῶν ἐκείνων οὐδεὶς ἐπὶ τὴν αἴσθησιν μάρτυρα κατέφυγεν, ὡς εἶεν αἱ ἀρτηρίαι χυμῶν μὲν καθαραὶ, πνεύματος δ’ ὄργανα μόνου δεόντως. ἁφὴ γὰρ οὔτ’ εἰ πνεῦμα περιέχεται μόνον ὑπὸ τῶν ἀρτηριῶν οὔτ’ εἰ
951
καὶ χυμοί τινες ἐνδείξασθαι δύναται. καταλιπόντες οὖν ἤδη τὴν ματαίαν αὐτῶν φλυαρίαν αὐτοὶ κατὰ μόνας εἴπωμεν, ὡς οὐκ ἔστιν ἅμα οὐδὲν τῶν αἰσθήσεων διαγνῶναι τὸ περιεχόμενον ἐν ταῖς ἀρτηρίαις αἷμα πόσον, εἶθ’ ὁποῖόν τί ἐστι. πρῶτον μὲν γὰρ ἀναμνήσομεν ἡμᾶς αὐτοὺς, ὡς οὐδὲ κατὰ τοὺς ὑδέρους ὑγρὸν, ἢ πνεῦμα περιεχόμενον ἐν τοῖς κατὰ γαστέρα χωρίοις ἁφῇ διαγνῶναι δυνάμεθα, μὴ βοθρουμένου γε πιεζόντων τοῦ δέρματος. ὥσπερ οὖν οὐδὲ φαίνεται βοθρούμενον πολλάκις ἔν τε τοῖς ἀσκίταις τοῖς ἀκριβέσι καὶ τοῖς τυμπανίταις καλουμένοις ὑδέροις, ἀλλ’ ἀναγκαζόμεθα πρὸς τὴν ἀκριβῆ διάγνωσιν πρῶτον μὲν κρούειν τὸ ἐπιγάστριον, ἵνα γνῶμεν εἰ οἷον τύμπανον ἐπηχεῖ, δεύτερον δὲ καὶ μετασχηματίζειν καὶ μεταβάλλειν ἐπὶ τὰς πλευρὰς τὸν ἄνθρωπον, ὑπὲρ τοῦ κλύδωνος αἰσθέσθαι τινός. καὶ ἡμῖν ὁ μὲν τυμπανώδης ψόφος πνεύματος σημεῖόν ἐστιν, ὁ δὲ κλύδων ὑγρότητος, τῇ δ’ ἁφῇ μόνῃ κατὰ τὴν ἐπιβολὴν τὸ τεταμένον ἐπιγάστριον οὐκ ἔστι διαγνῶναι, πότερον ἐξ ἀέρος, ἢ ὕδατος τοῦτο πέπονθε. καίτοι συντέτηκεν ἐπὶ τούτων τό τε δέρμα καὶ πᾶν εἴ τι σαρκῶδες ἐπὶ τῷ περιτοναίῳ καὶ
952
πολύδερμον ἦν, διά τε τὴν λεπτότητα τῶν περικειμένων καὶ τὸ πλῆθος περιεχομένης οὐσίας τεκμαίρεσθαι, διά τε ἁφῆς, εἴθ’ ὑγρὸν εἴτε πνεῦμα τὸ περιεχόμενόν ἐστιν, ἀλλ’ ὅμως οὐδ’ ἐπὶ τούτων ἀσφαλὲς ἁφῇ μόνῃ πιστεύειν. πῶς οὖν ἐπὶ τῆς ἀρτηρίας, οὕτω μὲν παχὺν ἐχούσης χιτῶνα, ὡς ἑξαπλάσιον εἶναι τοῦ περιτοναίου, δέρματος δ’ ἱκανῶς παχέος ἐπικειμένου πολλάκις, οὐ γὰρ δὴ πάντας γε τοὺς νοσοῦντας φθινώδεις ἐπισκοπούμεθα, καὶ τρίτου προσιόντος τοῦ τῆς κινήσεως, οὐ μικρὰν οὐδ’ αὐτοῦ δύναμιν εἰς τὸ συγχέειν μὲν τὴν διάγνωσιν ἔχοντος, εἰσόμεθά τι διὰ τῆς ἁφῆς ἀκριβές; καίτοι πρὸς τὸ συγχυθῆναι περὶ τὸ ὑποκείμενον ἤρκει τὸ διὰ παντὸς ἐν κινήσει τὴν ἀρτηρίαν εἶναι. πόθεν οὖν γνῶναι δυνατὸν ἢ ποσότητα τοῦ περιεχομένου χυμοῦ κατὰ τὰς ἀρτηρίας, ἢ ποιότητα; τῷ μὲν γὰρ μεγέθει τοῦ σφυγμοῦ τὸ πλῆθος τῆς περιεχομένης οὐσίας γνωρίζομεν, ἀλλ’ οὐ πάντως ὑγρὸν εἶναι χυμὸν αὐτὴν ἐντεῦθεν διαγινώσκομεν, τῇ δὲ σκληρότητι τὴν σύστασιν τοῦ τῆς ἀρτηρίας σώματος. τὸ δ’ ἀντιβατικὸν
953
πληγῆς, οὐ πάχους οὐσίας σημεῖον, ἀλλὰ τῆς ῥώμης τοῦ ζωτικοῦ τόνου. καὶ γὰρ ἂν καὶ γελοῖον εἴη, παχεῖαν οὕτως ἐν ταῖς κοιλότησι τῶν ἀρτηριῶν ὑπολαμβάνειν ὑγρότητα περιέχεσθαί ποτε, ὡς θλιβόντων ἀντιβαίνειν. εἰ γὰρ καὶ βόρβορος εἴη, ῥᾳδίως εἴξει θλιβόντων, εἰ μή τι λίθους τε καὶ ψάμμον ἐν ταῖς ἀρτηρίαις περιέχεσθαι νομίζουσιν. οὕτω γὰρ μόνως τὸ πάχος τῆς οὐσίας ἀντιβήσεται θλίβουσιν, ἄλλως δὲ οὐδαμῶς. ἐβουλόμην δ’ ἂν ἀσκὸν πληρώσας ὑγρᾶς οὐσίας τοῖς οὕτως ἀκριβοῦν ἐπαγγελλομένοις τὴν ἁφὴν, ὡς τὴν ἀλήθειαν αὐτὴν ὑπερφθέγγεσθαι παρασχεῖν, εἰς διάγνωσιν ὁποία τίς ἐστιν ἡ περιεχομένη κατ’ αὐτὸν οὐσία. μόνον γὰρ οὐκ ἂν διακρίναιεν ὕδωρ λεπτὸν οἴνου παχέος. ἀλλ’ οὐδ’ εἰ τῶν ἀσκῶν ὁ μὲν εἴη πίττης ὑγρᾶς πλέων, ὁ δὲ ἀέρος, οὐδ’ οὕτως διαγνώσονται. μόνοι γὰρ οἱ κλύδωνές τε καὶ ψόφοι δυνατοὶ διακρίνειν εἰσὶν, ὁποῖόν τι τὸ περιεχόμενόν ἐστιν, ἡ δὲ διὰ τῆς ἁφῆς αἴσθησις ὁμοία κατὰ πᾶν. οὐ μὴν οὐδ’ οἱ κλύδωνες τὰς ποιότητας τῶν ὑγρῶν οἷοί τε δηλοῦν, ἀλλ’ αὐτὸ τοῦτο μόνον
954
τὸ κοινὸν, ὅτι ὑγρὸν τὸ περιεχόμενον, καὶ οὐ πνεῦμα. καίτοι πῶς ἄν τις πιστεύσειε τοῖς δι’ ἑνὸς χιτῶνος τοῦ κατὰ τὸν ἀσκὸν μὴ δυναμένοις διαγνῶναι τοῦ περιεχομένου τὴν ποιότητα δυνατοῖς εἶναι διά τε δέρματος οὐχ ἧττον ἢ κατ’ ἀσκὸν παχέος καὶ ὑμένων τοὐλάχιστον δυοῖν καὶ χιτώνων ἐξ ἀνάγκης δυοῖν τὴν ἐντὸς τῆς ἀρτηρίας διαγνῶναι ποιότητα; ταῦτ’ οὖν αὐτοὶ μὲν λεγέτωσαν, Ἡροφίλου δὲ μὴ καταψευδέσθωσαν, μηδὲ δυσωπείτωσαν ὀνόματι σεμνῷ τοὺς ἀμαθεῖς τῶν Ἡροφίλου γραμμάτων, μηδ’ ἐκ τούτου τὴν πίστιν τῷ λόγῳ ποριζέσθωσαν. αἰσχρὸν γὰρ ἐπὶ μαρτύρων ἀγωνίζεσθαι, καθάπερ ἐν δικαστηρίῳ. εἰ λέγειν ἔχεις εἰς ἀπόδειξιν, ἡδέως ἀκουσόμεθά σου. τὸ δ’ Ἡρόφιλόν τε καὶ Ἡροφιλείους καλεῖν μάρτυρας, ἀποδιδράσκοντός ἐστι τὸν ἐξ εὐθείας ἀγῶνα, καὶ λόγον καὶ διαδύσεις τε καὶ μηχανὰς ἐξευρίσκοντος ἐλέγχου φόβῳ. δῆλον, ὡς ἕνεκα τοῦ μὴ περὶ πράγματος ἔτι ζητεῖν, ἀλλ’ ἱστορίας οἱ κατεψευσμένοι μάρτυρες ἐπεισάγονται. λέγει τοῦθ’ Ἡρόφιλος; οὐ μὲν οὖν. ἀλλὰ οὐδὲ ψεύσῃ; δεῖξον πῶς ψεύδομαι, δεῖξον πῶς λέγει.
955
κᾄπειτα λέξις, εἰ οὕτως ἔτυχεν, ἀμφίβολος προβάλλεται καὶ πόλεμος ἄμφ’ αὐτῇ συνίσταται, τί ποθ’ ἡ λέξις λέγει καὶ τί ποτε βούλεται, καὶ κατὰ ῥητὸν ἤδη καὶ διάνοιαν ἐπιχειρήματα ῥητορικὰ καλινδεῖται, καὶ κατ’ ἀμφιβολίαν ἕτερα καὶ κατὰ συλλογισμοὺς νὴ Δία. ἀλλὰ καὶ πᾶσαν οὕτω μεταφέρουσιν τὴν ῥητορικὴν, ὥσπερ ὑπόθεσιν μελετῶντες, οὐ τὸ προκείμενον περαίνοντες. τί γὰρ οὐκ εἴρηται τοῖς νεωτέροις ἰατροῖς εἰς τὸ πρόβλημα, τοῖς μὲν κατασκευάζουσιν ἐπίστασθαι τὸν Ἡρόφιλον καὶ ταύτην τοῦ σφυγμοῦ τὴν διαφορὰν, τοῖς δ’ ὡς οὐκ οἶδεν ἐγχειροῦσι δεικνύειν; ἀταλαίπωροι μὲν οὖν ἑκάτεροι καὶ ἐλεεῖσθαι δίκαιοι, τῆς μὲν ἀμαθείας οἱ πρότεροι, τῆς φιλονεικίας δ’ οἱ δεύτεροι. ἀταλαίπωροι δὲ καὶ ἡμεῖς, οἷς γε οὐκ ἀρκεῖ τὴν ἰδίαν ἀσκεῖν θεωρίαν τῆς τέχνης, ἀλλὰ τί μὲν Ἡρόφιλος εἶπεν, τί δ’ Ἡρακλείδης τε καὶ Χρύσερμος καὶ Ἡγήτωρ οὐκ ὀρθῶς ἐξηγήσαντο, τί δ’ ἂν εἶπεν Ἀπολλώνιός τε καὶ Βακχεῖος καὶ Ἀριστόξενος εἰδέναι βουλόμεθα. καὶ εἰ μὴ βουλόμεθα δὲ, πάντως ἀναγκαζόμεθα καὶ διττῶν ἀπολαύομεν κακῶν, ὅτι τε φλυαροῦμεν
956
οὐδὲν δέον ὅτι τε μὴ βουλόμενοι τοῦτο δρῶμεν, ὥσπερ ἐκεῖνοι· νῦν γοῦν ἐμὲ δεῖ δυοῖν θάτερον, ἢ δοκεῖν Ἀρχιγένει τε καὶ Ἡροφίλῳ καὶ μυρίοις ἄλλοις τἀναντία λέγειν, ἢ δεικνύειν, ὅτι καθ’ Ἡρόφιλον οὐδείς ἐστι πλήρης σφυγμός. εἰ μὲν οὖν ὡς ἔργον αὐτὸ προὐχειρισάμην, ἦν ἂν ὁμοίως ἐκείνοις ἄξιος μέμψεως ἐπὶ τῇ ματαίᾳ σπουδῇ· νυνὶ δὲ κατ’ αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν ἐξελέγξας αὐτῶν τὴν δόξαν, τοὺς μὲν πρὸς αὐτὰ τὰ ἔργα τῆς τέχνης σπεύδοντας ἀπολύσω πρὸς ἐκεῖνα, συντετελεσμένης ἡμῖν ἤδη τῆς προκειμένης ζητήσεως. ὅσοι δὲ καὶ ἱστορίαν ἐκμανθάνειν παλαιὰν ἐθέλουσι, καὶ χρόνον εἰς τοῦτ’ ἔχουσιν, ἅπαντα προσθήσω, δεικνὺς ὅτι μηδαμοῦ χρῆται πρὸς μηδὲν Ἡρόφιλος τῷ πλήρει σφυγμῷ. πρῶτον δ’ ἀπ’ αὐτῆς ἄρξομαι τῆς λέξεως ἧς ἐκεῖνοι προβάλλουσιν ἐν τῷ πρώτῳ περὶ τῶν Ἡροφίλου περὶ σφυγμῶν γεγραμμένης, ἣν καὶ μόνην ἀνεγνωκέναι μοι δοκοῦσιν. ἔχει δὲ οὕτως· καθόλου μὲν οὖν δοκεῖ διαφέρειν σφυγμὸς σφυγμοῦ πλήθει, μεγέθει, τάχει, σφοδρότητι, ῥυθμῷ. ταύτην γὰρ προβάλλοντες ἐρωτῶσι τί ποτ’ ἐστὶ τὸ
957
πλῆθος, ὥσπερ εἰ μὴ γιγνώσκοιμεν ὁποῖόν τι δηλοῖ τῷ πλήθει, τῆς πληρότητος ἐξ ἀνάγκης ὑπ’ αὐτοῦ δηλουμένης. ἐγώ τοίνυν, ὡς νομίζω, χαριέντως ἀποκρίνομαι. τὸ γὰρ πλήθει πυκνότητά φημι δηλοῦν. αὖθις δ’ ἂν ἑτέροις ἀποκριναίμην, τὸ πλήθει σφοδρότητα δηλοῦν, καὶ πάντα μᾶλλον ἢ πληρότητα φήσαιμ’ ἂν, ἵνα γνῶσιν ὅση τοῖς φλυαρεῖν βουλομένοις ἐστὶν ἐξουσία. διὰ τί γὰρ πληρότητι μᾶλλον, οὐ πυκνότητι δηλώσει τὸ πλῆθος; ἢ ὅτι τὴν πρώτην συλλαβὴν ἔν τε τῇ πληρότητι καὶ πλήθει διὰ τῶν αὐτῶν στοιχείων λέγομεν; ἀλλ’ εἰ τοῦτο, καὶ ἡ πληγὴ καὶ τὸ πλησίον καὶ ἡ πλησμονὴ καὶ τὸ πλῆκτρον καὶ μυρία ἕτερα τὴν πρώτην συλλαβὴν ἐκ τῶν αὐτῶν ἔχει στοιχείων συγκειμένην. ἀλλὰ πόῤῥω, φασὶν, ἔστι τὰ τούτων σημαινόμενα τοῦ κατὰ τὸ πλῆθος. τί δ’ οὐ καὶ τὸ τῆς πληρότητος σημαινόμενον πάμπολυ τοῦ κατὰ τὸ πλῆθος διενήνοχεν; ἀλλ’ εὔλογον, φασὶν, ἔστι καὶ τὴν κατὰ πληρότητα διαφορὰν ὑπάρχουσαν ἐν τοῖς σφυγμοῖς εἰρῆσθαι νῦν καὶ γινώσκεσθαι πρὸς
958
Ἡροφίλου. τί δ’ οὐκ εὔλογον καὶ τὴν σκληρότητα γινώσκεσθαι καὶ λέγεσθαι; καὶ γὰρ καὶ αὗται διαφοραί τέ εἰσι σφυγμῶν καὶ πάντως αὐτὰς ἐγίνωσκεν Ἡρόφιλος. πόθεν οὖν τὴν κατὰ πληρότητα λέγει, κάλλιον ἦν, οἶμαι, μακρῷ πρότερον ἀναγνῶναι πάντ’ αὐτοῦ τὰ περὶ σφυγμῶν συγγράμματα. καὶ γάρ μοι καὶ νόμος οὗτος ἐξηγήσεως, ἕκαστον τῶν ἀνδρῶν ἐξ ἑαυτοῦ σαφηνίζεσθαι καὶ μὴ κεναῖς ὑπονοίαις καὶ φάσεσιν ἀναποδείκτοις ἀποληρεῖν, ὅ τι τις βούλεται. ποῦ τοίνυν εὗρες ἀλλαχόθι τὸ τοῦ πλήρους ὄνομα παρ’ Ἡροφίλῳ; τὸ μὲν γὰρ τοῦ πυκνοῦ μυριάκις. ὅταν οὖν ἡ μὲν κατὰ πληρότητα διαφορὰ μήτ’ εἰς διάγνωσιν ἥκει, καθότι δέδεικται, μήθ’ Ἡρόφιλος αὐτῆς ἑτέρωθι μνημονεύει, ἡ δὲ κατὰ πυκνότητα καὶ πρὸς ἁπάντων ὡμολόγηται, καὶ μυριάκις αὐτὴν Ἡρόφιλος εὑρίσκεται γράφων, εὐλογώτερον ἂν εἴη, πυκνότητα νομίζειν εἰρῆσθαι μᾶλλον ἢ πληρότητα, καὶ οὐ τοῦτό φημι νῦν, ὡς τὸ πλήθει γέγραφεν Ἡρόφιλος ἀντὶ τοῦ πυκνότητι, γελοῖος γὰρ ἂν εἴην ὁμοίως
959
ἐκείνοις ἐξηγητὴς, εἰ τοῦτο λέγοιμι, ἀλλὰ ὅτι ῥᾷόν ἐστι καὶ πυκνότητα καὶ σκληρότητα καὶ πάντα μᾶλλον ἢ τὴν πληρότητα δεῖξαι δηλούμενα. ἐγὼ δὲ τί μὲν δηλοῖ τὸ πλήθει παρ’ Ἡροφίλῳ, δι’ ἑτέρων οἶμαι σαφῶς ἐξηγήσασθαι, νῦν δὲ, ὅτι οὐ δηλοῖ πληρότητα, πῶς οὖν ἀποδείκνυμεν αὐτό; πρῶτον μὲν ἐπιφέρων εὐθύς φησιν ὡδί· γράψω γὰρ τὴν ῥῆσιν ὅλην, ἵνα μᾶλλον θαυμάσης τὴν ἄνοιαν τῶν ἀνθρώπων, πληρότητι τὸ πλήθει νομιζόντων λέγεσθαι· καθ’ ὅλου μὲν οὖν δοκεῖ διαφέρειν σφυγμὸς σφυγμοῦ πλήθει, μεγέθει, τάχει, σφοδρότητι, ῥυθμῷ. ἐκ τοῦ κατὰ ταῦτα διαφέρειν φανερὸς γίνεται ἐνίοτε ὅ τε οἰκεῖος καὶ οὐκ οἰκεῖος. φαίνεται δὲ διαφέρειν καὶ ἐπιγινώσκεσθαι καθόλου μὲν ἕτερος ἑτέρου σφυγμὸς, ὡς εἴρηται, ῥυθμῷ, μεγέθει, τάχει, σφοδρότητι. εἰ δὲ ἐν τῷ αὐτῷ ῥυθμῷ φαίνεται διαφέρειν ἕτερος ἑτέρου σφυγμὸς σφυγμοῦ τάχει, μεγέθει, σφοδρότητι, τίνα βούλει πιστότερον Ἡροφίλου λαβεῖν μάρτυρα τῆς Ἡροφίλου γνώμης; φαίνεται, φησὶν, ἕτερος ἑτέρου διαφέρειν σφυγμὸς, ὥσπερ εἴρηται, ῥυθμῷ, μεγέθει, τάχει, σφοδρότητι.
960
πῶς οὖν εἴπερ ὅλως διαφοράν τινα σφυγμῶν τὸ πλήθει δηλοῖ, παρέλιπεν αὐτὴν νῦν, ἐπαναλαμβάνων τὸν λόγον, οὐχ ἁπλῶς, οὐδ’ ἀργῶς, ἀλλὰ μετὰ τοῦ προσθεῖναι, ὡς εἴρηται. πῶς δὲ τοὺς ἐν ταὐτῷ ῥυθμῷ σφυγμούς φησι, τάχει καὶ μεγέθει καὶ σφοδρότητι διαφέρειν; πῶς δ’ ἐφεξῆς τὰς καθ’ ἡλικίαν διαφορὰς ἐκτιθέμενος, ταῖς μὲν ἄλλαις διορίζει τοὺς σφυγμοὺς, παρέλιπε δὲ τὴν πληρότητα; καὶ κατὰ τὰ πάθη δὲ καὶ τὰς ὥρας καὶ τὰ ἐπιτηδεύματα καὶ τἄλλα πάντα διορίζων τοὺς σφυγμοὺς τῶν μὲν ἄλλων πασῶν ἀεὶ μνημονεύει διαφορῶν, τῆς πληρότητος δ’ οὐδαμοῦ. καὶ τὸ μεῖζον, αὐτὴν ταύτην τὴν λέξιν σχεδὸν καθ’ ἕκαστον αὐτῶν προσγράφων οὐδαμοῦ τὸ πλήθει προσέθηκεν, ἀλλ’ ἐν τῷ α΄ βιβλίῳ μόνον, οὐκ ἐν τοῖς ἅπασι λόγοις, οὐκ ἂν παραλιπὼν, εἴπερ ὄνομα διαφορᾶς ἦν σφυγμῶν. ταῦθ’ ὥσπερ ἐπιτομὴ τῶν εἰρημένων ἡμῖν ἐν τοῖς περὶ τῆς καθ’ Ἡρόφιλον ἐν τοῖς σφυγμοῖς διαφορᾶς ἔστω λελεγμένα. δι’ ἐκείνων γὰρ ἐπὶ πλέον ἐξηγησάμεθα τὴν Ἡροφίλου τῶν κατὰ
961
σφυγμοὺς ὀνομάτων συνήθειαν. ἤδη τοιγαροῦν καταπαύσω τὸν περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν λόγον. ὅσα γὰρ ἢ περὶ τῆς διαστρόφου θέσεως τῶν ἀρτηριῶν, ἢ περί τινος ἄλλου τῶν κατὰ μέρος εἰς τόνδε τὸν λόγον ἀνεβαλλόμην, ταῦτ’ ἐν ταῖς ἐχομέναις δύο πραγματείαις εἰρήσεται, τῇ τε περὶ τῶν ἐν σφυγμοῖς αἰτίων κᾀν τῇ δι’ αὐτῶν προγνώσει, τεττάρων ἑκατέρᾳ βιβλίων ἐσομένῃ.