De dignoscendis pulsibus

Galen

Galen, De dignoscendis pulsibus

Τίνες οὖν ὅροι τῷ μεγάλῳ τε καὶ σμικρῷ, καθάπερ ἑκάστῳ τῶν εἰρημένων, οὐκ ἔχομεν εἰπεῖν, ἀλλ’ εἰς τοσοῦτον ἔτι πλάτος ἡ νόησις ἐκτέταται τοῦ μεγάλου, ὥστε καὶ αὐτοῦ τοῦ κόσμου παντὸς εἰπεῖν, εἴ τι μεῖζον δύναιτό τις νοῆσαι, καὶ τοῦτο δέξεται τὴν τοῦ μεγάλου κατηγορίαν. ἀλλὰ καὶ μύρμηξ καὶ κώνωψ καὶ κέγχρος καὶ εἴ τι τούτου

842
μικρότερον εἴη ζῶον, ἢ σπέρμα, δέχεται τὴν τοῦ μεγάλου κατηγορίαν. οὐ γὰρ μύρμηξ μόνον, ἀλλὰ κέγχρος τις καὶ κώνωψ μέγας λέγεται. δῆλον οὖν τό γε τοσοῦτον, ὡς ἕκαστον τοῖς ὁμογενέσι παραβαλλόμενον ἢ μικρὸν, ἢ μέγα λέγομεν, ἁπλῶς δ’ οὐδέν. καὶ ταύτῃ διήνεγκε τὸ μεῖζον τοῦ μεγάλου, τὸ μὲν μεῖζον παντὸς τοῦ μικροτέρου δύνασθαι μεῖζον λέγεσθαι, τὸ μέγα δ’ οὐ παντὸς, οὗ τινος μεῖζον, ἀλλὰ τὸ μόνον τῶν ὁμογενῶν. οὕτω δὲ καὶ περὶ μικροτέρου καὶ μικροῦ χρὴ διορίζεσθαι καὶ περὶ ταχέος καὶ θάττονος καὶ βραδέος καὶ βραδυτέρου τὸν αὐτὸν τρόπον, εἴ γε καὶ ἵππος βραδὺς λέγεταί τις καὶ μύρμηξ ταχύς. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον ὠνομασμένων εὑρήσεις ἔν τε τοῖς τῶν σφυγμῶν γένεσιν ἅπασι καὶ κατὰ τὴν ὅλην ἰατρικήν. ἤδη δὲ καὶ κατὰ τὸν σύμπαντα βίον τῶν ἀνθρώπων καὶ σκληρὸν καὶ σκληρότερον καὶ μαλακὸν καὶ μαλακώτερον καὶ πυκνὸν καὶ πυκνότερον καὶ τἄλλα πάντα παραπλήσια τὰ μὲν πρὸς ἕτερον ὅ τι δήποτε παραβάλλεται, τὰ δὲ πρὸς μόνα τὰ κατὰ τὸ ἐν αὐτοῖς γένος. ἆρ’ οὖν ἤδη τὸ πᾶν ἔχομεν, ἢ καὶ τούτῳ τις 
843
τῷ λόγῳ λείπει διορισμός; οὐ γὰρ ἅπασι τοῖς ἐκ ταὐτοῦ γένος τὸ μέγα παραβάλλοντες οὕτως ὀνομάζομεν. οὐ γὰρ ἂν Ἀχιλλεύς θ’ ἅμα καὶ Αἴας ἐλέγοντο μεγάλοι καὶ Πολυδάμας καὶ Μίλων, εἴ γε τοῦ μὲν Αἴαντος ὁ Ἀχιλλεὺς, τοῦ δὲ Μίλωνος Πολυδάμας ἦν μείζων, ἀλλὰ δῆλον ὅτι τῷ μέσῳ τε καὶ μετρίῳ καὶ συμμέτρῳ προσαγορευομένῳ καθ’ ἕκαστον γένος ὥσπερ κανόνι καὶ κριτηρίῳ τἄλλα παραβάλλοντες, ὅσα μὲν ὑπὲρ αὐτὸ, μεγάλα πάντ’ εἶναι λέγομεν, ὅσα δ’ ἐναντία, σμικρά. καὶ τοῦτ’ ἔστιν μὲν κᾀν τῷ βίῳ παντὶ, μάλιστα δ’ οὖν ἐν ταῖς τέχναις· περὶ γὰρ τὴν τοῦ συμμέτρου θήραν ἔχουσιν ἅπασαι, καὶ τοῦτ’ ἐκπορίζειν σπεύδουσι ταῖς οὐσίαις περὶ ἃς καταγίγνονται, καὶ πολὺ σιτίον ἐδηδοκέναι τόνδε τινά φησιν ὁ ἰατρὸς, ὅταν ὑπὲρ τὴν τοῦ τρεφομένου σώματος ᾖ φύσιν, καὶ ὀλίγον αὖθις, ὅταν ἀπολίπηται συμμετρίας τοῦ τρεφομένου. οὕτω γοῦν ἀθλητῇ δύο μνᾶς κρεῶν ὀλίγον εἶναι λέγοντες, τῷ νοσοῦντι πολλάκις ἀπαγορεύομεν χυλοῦ πτισάνης ἐκροφῆσαι λεκάνιον, ὡς πλέον ὂν τοῦ συμμέτρου. καὶ μέγαν οὖν σφυγμὸν καὶ μικρὸν ἐροῦμεν τὸν
844
ἐξιστάμενον τῆς συμμετρίας, καὶ τούτους μὲν πολλοὺς ἑκατέρους, ἕνα δὲ τὸν σύμμετρον, ὃν χρὴ θηρᾶσαί τε καὶ τῇ μνήμῃ παραθεμένους ἐπάγειν τοῖς ἄλλοις ἅπασιν οἷον μέτρον τι δίκαιον ὑπ’ αὐτῆς τῆς φύσεως ὡρισμένον. ὅπως οὖν αὐτὸν ἐξεύρωμεν, ἤδη σκοπῶμεν. ἐπὶ τοῦτο γὰρ ὁ πᾶς σπεύδει λόγος καὶ τούτου χάριν εἴρηται τὰ πρόσθεν ἅπαντα. εὕροιμεν δ’ ἂν αὐτὸν, εἴπερ δυναίμεθα, μεθόδῳ. χρήσιμον γὰρ τοῦτο πρὸς τὸ κατὰ πάντων τῶν συμμέτρων ἕνα λόγον ἔχειν, καὶ μὴ ζητεῖν αὖθις, ὅπως μὲν εὑρίσκειν χρὴ τὸ κατὰ τὴν κίνησιν σύμμετρον, ὅπως δὲ τὸν κατὰ τὴν ἡσυχίαν, ἢ τὸ τῆς ἀρτηρίας σῶμα. καὶ πρῶτον μὲν τοῦτ’ ἴδωμεν, εἰ χρὴ καθ’ ἕκαστον γένος σφυγμὸν ἕνα ζητεῖν τὸν σύμμετρον, ἢ πλείους, ἄλλον μὲν ὡς ἐν ἡλικίᾳ σύμμετρον, ἄλλον δ’ ὡς ἐν ἕξεσι σωμάτων, ἄλλον δ’ ὡς ἐν κράσεσιν, ἄλλον δ’ ὡς ἐν ὥραις, ἢ χώραις, ἢ καταστάσεσιν, ἢ ἐπιτηδεύμασιν, ἢ ψυχικαῖς διαθέσεσιν. ἐν ἅπασι γὰρ τούτοις τοὺς μὲν μεγάλους, τοὺς δὲ μικροὺς, τοὺς δὲ συμμέτρους λέγομεν εἶναι
845
σφυγμοὺς, καὶ τοὺς μὲν ταχεῖς, τοὺς δὲ βραδεῖς, τοὺς δὲ συμμέτρους, καὶ κατὰ τὰς ἄλλας διαφορὰς ὡσαύτως. καὶ τάχ’ ἄν τινι δόξειε τοῦτ’ εὐλογώτερον εἶναι καὶ τῇ χρείᾳ μᾶλλον ὁμολογοῦν, τὸ καθ’ ἕκαστον γένος σφυγμῶν ἕνα ποιεῖν τὸν σύμμετρον. ἐπισκεψώμεθα οὖν ἀκριβέστερον αὐτὸ, καὶ προχειρισάμενοι γένος ἓν σφυγμῶν ὡς ἐν παραδείγματι τὸ τῶν μεγάλων τε καὶ μικρῶν, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν ἐλέγομεν, τὸν μέσον αὐτῶν, καὶ τὸν σύμμετρον ἐξευρεῖν πειραθῶμεν, ἰδίᾳ μὲν ἐν ἡλικίαις, ἰδίᾳ δ’ ἐν ὥραις τε καὶ χώραις καὶ φύσεσι καὶ κράσεσι καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τοιούτοις. ἀρκέσει γὰρ, εἰ τοῦθ’ εὕροιμεν, εἰς τὴν χρείαν, εἴ τε πρόκειται μὲν ἡμῖν τὸν οἰκεῖον ἑκάστου τῶν εἰρημένων σφυγμῶν εἰδέναι, καὶ τὰς εἰς τὸ παρὰ φύσιν ἐκτροπὰς αὐτοῦ διαγινώσκειν. ἡ δὲ νῦν εἰρημένη διδασκαλία φαίνεται τοῦθ’ ἡμῖν ἐκπορίζουσα. σκεψώμεθ’ οὖν ἀκριβῶς, εἰ δυνατὸν ἐξευρεῖν αὐτό. φαίνεται γὰρ ἐμοὶ μὲν χαλεπώτατον, ἴσως δὲ καὶ ἀδύνατον. ἡ χαλεπότης δ’ ἐν τῷ μηδὲν τῶν εἰρημένων ἰδίᾳ
846
καὶ καθ’ αὑτὸ λαβεῖν δύνασθαι. πότε γὰρ ἰδίᾳ καὶ καθ’ αὑτὴν ἔστιν ἰδεῖν τὴν ἐν ταῖς ὥραις διαφορὰν τῶν σφυγμῶν ἄνευ σώματος, ὃ καὶ μὴ κράσεως πὼς ἔχει καὶ ἕξεως καὶ ἡλικίας καὶ τῶν ἄλλων τῶν εἰρημένων; ὥστ’ οὐκ ἂν ἔχοις εἰπεῖν, ἦρι μὲν τηλικοῦτος σφυγμὸς οἰκεῖος, θέρει δ’ ὁ τηλικοῦτος. ἐρωτηθεὶς γὰρ ἐν τίνι καὶ λέγεις σώματι, πότερον ἐν θερμοτέρῳ τὴν κρᾶσιν, ἢ ψυχροτέρῳ καὶ ἰσχνῷ, ἢ παχεῖ· καὶ ἀκμάζοντος, ἢ γέροντος, ἢ ψυχρῷ χωρίῳ, ἢ θερμῷ, καὶ ἀνδρὸς, ἢ γυναικὸς, καὶ κατὰ τὰς ἄλλας διαφορὰς ὡσαύτως. ὥστε φαίνεται δεῖν κατὰ τὴν ὅλην τῶν ὑποκειμένων σωμάτων φύσιν ἐπισκοπεῖσθαι τὸν οἰκεῖόν τε καὶ οὐκ οἰκεῖον σφυγμὸν, ἵνα εἰδῶμεν, εἰ οὕτως ἔτυχεν, ὅτι Δίωνι μὲν ὁ σφυγμὸς τηλικοῦτός ἐστι φύσει, Θέωνι δὲ τηλικοῦτος. ἀλλὰ καὶ τοῦτ’ ἄτοπον, οὐ μόνον τῷ χρῆναι καθ’ ἕκαστον ἄνθρωπον ἰδίαν ἡμᾶς ἔχειν μνήμην τε τῶν οἰκείων σφυγμῶν καὶ μὴ δύνασθαι περὶ μηδενὸς διαγνῶναι μηδὲν ᾧ πρῶτον οὐκ ἐντυγχάνομεν, ἀλλὰ καὶ τῷ μηδ’ ἀπ’ αὐτοῦ τοῦ Δίωνος, εἰ τύχοι, τὸν ἕνα τοῦτον τὸν οἰκεῖον σφυγμὸν ἐν ἑκάστῳ γένει δυνατὸν ἰδίᾳ
847
καὶ χωρὶς τῆς τῶν ἔξωθεν πραγμάτων περιστάσεως λαβεῖν. πότε γὰρ καὶ λήψει; πότερα τοῦ ἐν χειμῶνι Δίωνος, ἢ τοῦ κατὰ τὸ θέρος, καὶ πότερα τοῦ ἐν Ῥώμῃ, ἢ τοῦ ἐν Λιβύῃ, καὶ τοῦ ἰσχνοτέρου γεγονότος, ἢ τοῦ παχυτέρου, καὶ ἀργότερον, ἢ ἐπιπονώτερον διηγημένου, καὶ ἐνδεέστερον, ἢ δαψιλέστερον διῃτημένου, καὶ οἶνον, ἢ ὕδωρ πεπωκότος, ἢ διψῶντος; οὐ γὰρ ἔστιν ἄνευ τούτων καὶ ἄλλων μυρίων περιστάσεων ἰδίᾳ ποτὲ καὶ ταὐτὸ λαβεῖν τὸ Δίωνος σῶμα. μένει τοίνυν καὶ νῦν ἔτι ἡ ἐξ ἀρχῆς ἀπορία. τὸν γὰρ τῇ ὅλῃ φύσει τοῦ ὑποκειμένου σώματος οἰκεῖον σφυγμὸν, ὃν δὴ καὶ σύμμετρον ἐκαλοῦμεν, ἐν ἴσῳ τῷ μέτριον εὑρεῖν ἀδυνατοῦμεν. ἄμεινον οὖν ἴσως μὴ ταύτῃ μετιέναι τὴν περὶ τοῦ σφυγμοῦ διάγνωσιν, ἀλλ’ ὡς τοῖς εἰσαγομένοις ἐγράψαμεν, ἐφ’ ἑκάστου τῶν εἰρημένων αἰτίων τὴν τροπὴν ἐκμαθεῖν. ἔστι γάρ τιν’ εὑρεῖν τοῦ τοιούτου μέθοδον, ἣν καὶ νῦν παραγράψαντες πρότερον ἐφεξῆς ἐπισκεψώμεθα, πότερ’ αὐτάρκης ἐστὶν εἰς ἅπαν, ἢ καὶ αὐτὴ κατά τι ἐλλιπής. εἴη δ’ ἂν ἡ μέθοδος τοιάδε, προχειρισαμένων ἡμῶν ἕνεκα παραδείγματος 
848
ἕν τι τῶν τρέπειν τοὺς σφυγμοὺς πεφυκότων αἰτίων, οἷον γυμνάσιον. προτεθέντος γὰρ σκοπεῖσθαι, τίνα τρόπον τῶν σφυγμῶν ἐργάσεται γυμνάσιον τὴν τροπὴν, λαβὼν οὖν τιν’ ἄνθρωπον, ἁπάσας αὐτοῦ τὰς διαφορὰς τῶν σφυγμῶν ἐπίσκεψαι πρότερον, εἶτα γυμνάσας αὖθις ἐπίσκεψαι, τίς μὲν αὐτῶν ἐξετάθη, τίς δ’ ἐξελύθη, καὶ μέχρι πόσου, καὶ οὕτως ἐξευρήσεις, ὁπόσον πέφυκε γυμνάσιον τρέπειν τοὺς σφυγμούς. ὁμοίως δὲ καὶ περὶ λουτρῶν καὶ πομάτων καὶ ἐδεσμάτων καὶ τῶν ἄλλων ἁπάντων, ἐκ τῆς καθ’ ἕκαστον ἄνθρωπον πείρας ἕτοιμον εὑρεῖν τὰς τροπάς. οὕτω μὲν ἡ πεῖρα ῥᾴστη, τὰ δὲ τῶν ἐπὶ τῇ τοιαύτῃ πείρᾳ λογισμῶν οὐκέτι ῥᾴδια. κίνδυνος γὰρ ὥσπερ ἐν πάσῃ πείρᾳ σφαλῆναι παρὰ τὸ ἀδιόριστον, οὕτω κᾀνταῦθα. διχῶς δὲ τοῦτ’ αὐτὸ ἀδιόριστον γίνεται, τὸ μὲν τῷ μὴ τεμεῖν τὸ κοινὸν εἰς τὰς ἐν αὐτῷ πάσας διαφορὰς, τὸ δὲ τῷ μὴ σκέψασθαι τοῖς τρέπουσιν αἰτίοις τίνα μὲν προηγουμένως, ἢ πρώτως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τίνα δὲ κατὰ συμβεβηκὸς ἠκολούθησε. τὸ μὲν δὴ μὴ τέμνειν τὸ κοινὸν εἰς τὰς ἐν αὐτῷ πάσας διαφορὰς τοιόνδε·
849
δεῖται γὰρ ὁ λόγος, ἵν’ ᾖ σαφὴς, παραδείγματος. εἴ τις ἀποφήναιτο τῶν γυμνασαμένων τοὺς σφυγμοὺς τοιούσδε γίγνεσθαι, μὴ διορισάμενος, μήθ’ ᾧ τινι λέγῃ τῷ γυμνασαμένῳ μήτε πῶς γεγυμνασμένῳ μήτε πότε μήθ’ ὁπόσα, παρὰ τὸ μὴ τέμνειν τὸ κοινὸν εἰς τὰς διαφορὰς ἐσφάλη· τίνι γὰρ καὶ λέγω τῷ γυμνασαμένῳ, πῶς ἡλικίας ἔχοντι, πῶς δὲ ἰσχύος, ἢ ἀσθενείας, πῶς δὲ χυμῶν, πῶς δὲ ἕξεως, πῶς δὲ κράσεως, πῶς δὲ τῆς τῶν μορίων τοῦ σώματος συμπηγίας, πῶς δὲ τοῦ πρὸς τὸ γυμνάσιον ἔθους. εἰς τοσαῦτα γὰρ διαιρεῖται τὸ τίνι. τὸ δὲ πῶς ἐγυμνάσατο πάλιν εἰς ἄλλας τέμνεται διαφορὰς, ἆρά γε συντόνως, ἢ οὒ, καὶ ὀξέως, ἢ οὒ, καὶ ὁμαλῶς, ἢ οὔ. καθ’ ἕκαστον γὰρ τούτων οὐχ ὡσαύτως τραπήσεται. ὁμοίως δὲ καὶ περὶ τὸ πότε διαφέρουσαν ἀνάγκη γενέσθαι τὴν τροπήν. οὐ γάρ ἐστι ταὐτὸν ἐδηδοκότα γυμνάζειν ἢ νῆστιν, καὶ λυπούμενον ἢ χαίροντα, καὶ πρόθυμον ἢ ῥᾴθυμον, καὶ ἐῤῥιγωκότα ἢ διατεθερμασμένον, καὶ πλέονα τοῦ δέοντος ἢ ἐλάττονα, ἢ σύμμετρα κεκοιμημένον. ὁμοίως δὲ καὶ περὶ τὸ ποσὸν τῶν γυμνασίων ἡ τροπὴ διάφορας γενήσεται. οὐ γὰρ ὡσαύτως τὰ σύμμετρα τοῖς πλείοσιν, ἢ ἐλάττοσιν
850
ὑπαλλάξει τοὺς σφυγμούς. τὸ δὲ κατὰ συμβεβηκὸς, ἢ πρώτως γίνεσθαι τὴν τροπὴν, ᾧδε χρὴ διορίζεσθαι. μή τι ἆρα περιττωμάτων μὲν ἦν μεστὸς, ἀρξαμένῳ δ’ αὐτῷ γυμνάζεσθαι ῥυέντων εἰς τὴν γαστέρα πλειόνων χυμῶν μοχθηρῶν, ἢ δάκνεσθαι τὸ στόμα συνέβη τῆς γαστρὸς τῇ κακίᾳ τῶν χυμῶν, ἢ βαρυνθῆναι τῷ πλήθει, ἢ ἀνατρέπεσθαί τε καὶ ναυτιᾷν, καὶ διὰ ταῦτα τὸν ἄνθρωπον ἢ ἀναλύειν, ἢ ἐκλύεσθαι, ἢ καταψύχεσθαι, ἢ πνίγεσθαι. τούτων γὰρ ἕκαστον ἀλλοιώσει τοὺς σφυγμοὺς καί τις ἴσως οἰήσεται κατὰ τὸν τοῦ γυμνασίου λόγον αὐτοὺς τετράφθαι. καὶ γὰρ εἰ πληθωρικὸς ὢν, καὶ τοῖς κατὰ θώρακα καὶ πνεύμονα νοσωδέστερος, ἀρξάμενος ὠκέως γυμνάζεσθαι, δύσπνους γένοιτο, τραπήσονται μὲν οἱ σφυγμοὶ κατὰ τὸν τῆς δυσπνοίας λόγον, ἴσως δ’ οἰήσεται κατὰ τὰ γυμνάσια. πῶς οὖν χρὴ διορίζεσθαι πρὸς τὸ μηδὲν ἐν τῇ πείρᾳ σφάλλεσθαι, εἴρηται μὲν ἑτέρωθι μακρότερον, εἰρήσεται δὲ κᾀνταῦθα διὰ βραχέων. πάσας τὰς εἰρημένας διαφορὰς εἰς τρεῖς ταύτας ἀναγαγεῖν χρὴ τὰς καθόλου, τὸ μὲν ὑποκείμενον σῶμα παραλαμβάνοντας εἰς τὴν πεῖραν, ὑγιαῖνόν τε καὶ κατὰ μηδεμίαν τῶν
851
ἔξωθεν τροπὴν δυναστευόμενον, τὸ προσαγόμενον δ’ αὐτῷ γυμνάσιον σύμμετρον τῇ ποσότητι φυλάττοντας, ἐν δὲ τῇ τροπῇ σκοπουμένους, μή τι κατὰ συμβεβηκὸς ἀπήντησεν, καὶ οὐ κατὰ ταύτην τοῦ γυμνασίου τὴν φύσιν. ἂν γὰρ εἰς ταῦτα τὰ τρία βλέπῃς, ῥᾳδίως ἐξευρήσεις, πῶς καὶ μέχρι πόσου τρέπει τὸ προσιὸν αἴτιον. καὶ οὕτως ἐξέσται σοι καθ’ ἕκαστον εἶδος αἰτίου τῇ πείρᾳ τὴν τροπὴν ἐκμαθόντι χρῆσθαι πρὸς τὰς ἐν ταῖς νόσοις διαγνώσεις, ῥᾳδίως εὑρίσκοντι, πόσον μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων ἐτράπησαν οἱ σφυγμοὶ, πόσον δ’ ἀπὸ τοῦ νοσήματος. ὥστ’ οὐκέτι σοι δεήσει προγιγνώσκειν ποῖος ὁ φύσει σύμμετρος, ἀλλὰ τὸν ἑκάστῳ τῶν ὑποκειμένων οἰκεῖον ἐπιστάμενος, εἰς ὅσον οὕτως ὑπό τε τῶν ἄλλων αἰτίων καὶ αὐτοῦ τοῦ νοσήματος ἐτράπη, γνωρίζειν δυνήσῃ. καὶ μὴν εἰ μὴ πρὸς ταῦτα δεοίμεθα τῆς τοῦ συμμέτρου γνώσεως, ἐκ περιττοῦ ζητήσομεν αὐτόν. πῶς οὖν ἐροῦμέν τινα μέγαν, ἢ ταχὺν, πρὶν τὸν σύμμετρον ἐξευρεῖν; ἔτι γὰρ ἔοικε τὸ ἐξ ἀρχῆς φυλάττεσθαι ζήτημα. τί δὲ καὶ δεόμεθα τοῦ μέγαν, ἢ ταχὺν λέγειν; ἀποχρήσει γὰρ ἡμῖν τῶν τρόπων μόνων
852
μνημονεύειν ᾧδέ πως λέγουσι· γυμνάσια σύμμετρα τοὺς σφυγμοὺς εἰς μέγεθος καὶ τάχος καὶ σφοδρότητα καὶ πυκνότητα τρέπει. καὶ τοῦτο φήσομεν καὶ τοὺς ἄλλους βουλομένους δηλοῦν ἐν γυμνασίοις φάσκειν μεγάλους καὶ ταχεῖς καὶ σφοδροὺς καὶ πυκνοὺς γίγνεσθαι τοὺς σφυγμούς. ἀλλ’ ἡμεῖς πρῶτον μὲν οὐχ ἁπλῶς ἐροῦμεν ἐν γυμνασίοις, ἀλλ’ ἐν τοῖς συμμέτροις προσθήσομεν. τὰ γὰρ πλείω τῆς φύσεως τοῦ γυμναζομένου σώματος εἰς ἕτερον εἶδος τροπῆς μεθίστησι τοὺς σφυγμούς. ἔπειτα δ’ οὐδ’ ἁπλῶς οὕτω μεγάλους καὶ ταχεῖς ἐροῦμεν, ἀλλὰ καὶ μείζονας καὶ θάττονας καὶ σφοδροτέρους καὶ πυκνοτέρους καὶ τἄλλα πάντα φήσομεν οὕτως χρῆναι λέγειν, οἷον ὅτι κατὰ μὲν τὰς ἡλικίας μέγιστοι μὲν οἱ τῶν ἀκμαζόντων, μικρότατοι δ’ οἱ τῶν γερόντων, οἱ δὲ τῶν παρακμαζόντων μείζους μὲν τῶν ἐν τοῖς γέρουσιν, ἐλάττους δὲ τῶν ἐν τοῖς ἀκμάζουσιν. καὶ κατὰ τὰς ὥρας ὡσαύτως καὶ κατ’ ἄλλα πάντα τὴν αὐτὴν ποιησόμεθα διδασκαλίαν, ἐν ἑκάστῳ τῶν γενῶν τοὺς σφυγμοὺς ἀλλήλοις παραβάλλοντες, οὐχ ἁπλῶς ὑπὲρ αὐτῶν ἀποφαινόμενοι. τῷ μὲν οὖν ἐμπειρικῷ τάχα ἂν ἀρκέσειεν ἡ τοιαύτη διδασκαλία. καὶ 
853
μετ’ ὀλίγον ἀκριβέστερον ὑπὲρ αὐτῆς ἐπισκεψόμεθα· τῷ δὲ τὰς πρώτας καὶ συνεκτικὰς ὀνομαζομένας αἰτίας ἑκάστου τῶν σφυγμῶν ἐξευρεῖν βουλομένῳ καὶ σὺν λόγῳ τε καὶ μεθόδῳ τὴν τέχνην ἀσκοῦντι τὸ σύμμετρον ἑκάστῳ τῶν γενῶν ἀναγκαῖον ἐπίστασθαι. φέρε γὰρ ζητεῖσθαι διὰ τί μικρὸς ὁ τοῦ παιδίου σφυγμὸς, εἶτα ἀπορεῖν ἡμᾶς αἰτίας εὐλόγους. καὶ γὰρ καὶ ἀπορήσομεν, ἂν μὴ φθάνωμεν ἀκριβῶς ἐξητακότες τὰς τῶν μεγάλων τε καὶ μικρῶν σφυγμῶν τῆς γενέσεως αἰτίας. οὐ γὰρ εὑρήσομεν ἐπὶ τῶν παίδων τὰς τοὺς μικροὺς γεννώσας. καὶ μὴν εἰ καὶ καθ’ ἓν ὁτιοῦν ὁ τῆς αἰτίας λογισμὸς σφάλλοιτο, κᾀν τοῖς ἄλλοις ἐν οἷς εὐπορεῖν δοκεῖ δικαίως ὑποπτευθήσεται. πάντῃ γὰρ ὁμολογεῖν αὐτὸν, εἴπερ ἀληθής ἐστιν, ἑαυτῷ προσήκει. διὰ ταῦτ’ οὖν ἀναγκαῖον ἐπίστασθαι τὸν σύμμετρον. ἴσως γὰρ καὶ ὁ τοῦ παιδὸς ὑπὲρ τὸν σύμμετρόν ἐστιν. Ἡρόφιλος γοῦν ποτὲ μὲν εὐμεγέθη τὸν σφυγμὸν τοῦτον ὀνομάζει. τί δή ποτ’ οὖν, φησί τις, ὁ Ἀρχιγένης μικρὸν αὐτὸν εἶναί φησιν; ἴσως ἂν εἴποιμί σοι τὴν αἰτίαν τῆς διαφωνίας, ἂν πρότερον γνῷς, ὅτι τὸ προκείμενον ἀποδέδεικται, τὸ δεῖν εἰς τὴν περὶ τῶν ἐν σφυγμοῖς αἰτίων
854
θεωρίαν ἐπίστασθαι τὸν σύμμετρον ἀνδρὶ λογικῷ τ’ εἶναι βουλομένῳ καὶ σὺν τῷ τῆς αἰτίας λογισμῷ πάντ’ ἐπίστασθαι προῃρημένῳ. καὶ τοῦτο μὲν ἴσως ἧττον, (ἐρεῖ γάρ τις μὴ βούλεσθαι λογικὸς εἶναι,) τὸ δ’ ὀλίγῳ πρόσθεν ἀναβληθὲν, ὡς ἄξιον σκέψεως, ἤδη θεασώμεθα, τὸ μηδένα τῶν ἐμπειρικῶν δύνασθαι τὴν τήρησιν ἀκριβῆ καὶ διηρθρωμένην ποιήσασθαι, πρὶν τὸν ἁπλῶς σύμμετρον ἐξευρεῖν. ἐπειδὴ γὰρ αὐτῷ πρόκειται μὴ μόνον εἰ τρέπει τοὺς σφυγμοὺς εἰς τάχος, ἢ μέγεθος, ἤ τι τῶν ἄλλων ἡ παροῦσα περίστασις, ἀλλὰ καὶ μέχρι πόσου τρέπει γιγνώσκειν, ἡ γὰρ ὅλη χρεία τῆς διὰ τῶν σφυγμῶν προγνώσεως ἐν τούτῳ μάλιστα περιέχεται, τὸ δ’ ἄχρι πόσου τρέπει διαγινώσκειν ἀμήχανον ἀγνοοῦντα τὸ κατὰ φύσιν, ἀνάγκη προεπίστασθαι τὸ κατὰ φύσιν ἑκάστου τῶν νοσούντων, εἰ μέλλει τὸ ποσὸν τῆς παρούσης τροπῆς διαγνώσεσθαι. οὐ μὴν ἅπασί γε τοῖς νοσοῦσιν ὑγιαίνουσιν ἐνέτυχεν, ἵν’ ἐκ τῆς πείρας μάθοι, εἶτα μεμνημένος παραβάλλοι τοῖς νοσοῦσι τὴν φύσιν. πῶς οὖν ἔτι δυνήσεται δι’ ἐμπειρίας ἔχειν τὸ προκείμενον; ἢ πάλιν κᾀνταῦθα
855
κατὰ κοινότητάς τινας ἡ τήρησις ἔσται; πῶς καὶ τίνα τρόπον; οὐ γὰρ ἔθ’ ὁμοίως ἐνταυθοῖ δυνατὸν, ὡς ἐπὶ τῶν ἔξωθεν αἰτίων, τὰ μὲν ἄλλα φυλάττειν ἄτρεπτα, μόνον δ’ ὑπαλλάττειν καθ’ ὃ τὴν τήρησιν ἐποιούμεθα. καὶ γὰρ καὶ χρώματα καὶ σχήματα καὶ ὀσμαὶ καὶ μήκη καὶ πλάτη καὶ βάθη σωμάτων καὶ λεπτότητες καὶ πάχη καὶ ἡ κατὰ γένη τε καὶ ἡλικίας καὶ χώρας καὶ ὥρας καὶ τὴν παροῦσαν κατάστασιν διαφορὰ πᾶσιν ἐξ ἀνάγκης ὑπάρχει τοῖς ἀνθρώποις, ὥστ’ ἐπειδὴ χωρὶς μὲν τούτων οὐκ ἂν εὕροις οὐδένα, τὴν τήρησιν δὲ τὴν ἐν αὐτοῖς χαλεπὸν ἀγαγεῖν ὑπὸ τῶν ὀλίγον πρόσθεν εἰρημένων, ἐπὶ τῶν ἔξωθεν αἰτίων τροπῶν ἑτέρας τινὸς ἡμῖν δεήσει μεθόδου. ὅτι δὲ χαλεπὸν ἐπὶ τούτου τὴν τήρησιν ποιήσασθαι, μάθοις ἂν, εἰ μὴ λόγῳ μόνον, ἀλλὰ καὶ δι’ αὐτῶν τῶν ἔργων ἐθέλοις ἐξευρίσκειν ἀνθρώπους δύο καθ’ ἕν τι μόνον ἑκάστοτε διαφέροντας, ἐν δὲ τοῖς ἄλλοις ἅπασιν ὡσαύτως ἔχοντας. οὐ γὰρ εὑρήσεις ῥᾳδίως πρὸς τῷ καὶ παμπόλλας γίνεσθαι τὰς τῶν ἐπαλλάξεων συζυγίας καὶ μακροῦ μὲν χρόνου δεῖσθαι πρὸς τὴν τήρησιν, ἀμηχάνου δέ τινος καὶ
856
θαυμαστῆς μνήμης. τά τε γὰρ ἄλλα καὶ τὰ μηδὲν εἰς τὴν τροπὴν τῶν σφυγμῶν διαφέροντα παραφυλάττειν ἀναγκαῖόν ἐστι μέχρι πλείστου τοῖς ἐμπειρικοῖς, ἵν’ αὐτό γε τοῦθ’, ὅτι μηδὲν διαφέρει, βεβαίως ἐπιγνῶσι. καὶ τοῦτ’ ἔστι τὸ μάλιστα τὴν ἄλογόν τε καὶ ἀμέθοδον κίνησιν εἰς ἀπέραντόν τι χρόνου μῆκος ἐκτοπίζον, καὶ διὰ τοῦτ’ ἀεί φαμεν, ὥσπερ οὖν καὶ δι’ ἑτέρων ἐπέδειξα, τηρήσει μόνῃ συστήσασθαι τὴν τέχνην, ἄνευ λογισμοῦ τῶν ἀδυνάτων ὑπάρχειν. κᾂν εἰ συγχωρηθείη γε ταῦτα πάντα, τὸ γοῦν ποσὸν τῆς καθ’ ἕκαστον αὐτῶν τροπῆς ἀμνημόνευτον γενήσεται πρὸς μηδὲν μέτρον ὡρισμένον ἀναφέρειν ἡμῶν τάς θ’ ὑπερβολὰς καὶ τὰς ἐνδείας δυναμένων. πῶς γὰρ ἄν τις μνημονεύσειεν ἅπαντα ταῦτα, συμπλέξας ἀλλήλοις τὰ τοῖς σώμασιν ἐξ ἀνάγκης ὑπάρχοντα μετὰ τοῦ καθ’ ἕκαστον αὐτῶν ποσοῦ; πάντως γὰρ ἡ συμπλοκὴ τοιάδε, τις ἔσται· τῷ λευκῷ μὲν ἐπὶ τοσοῦτον, εὐρυστέρνῳ δὲ ἐπὶ τοσοῦτον· ὁμοίως δὲ παχεῖ μέχρι τοσοῦδε καὶ πλάτους καὶ βάθους τοῦ κατὰ τὸ σῶμα μέχρι τοσοῦδε, προήκοντι, ἄῤῥενι ὄντι καὶ παιδὶ καὶ ἐν ὥρᾳ θερινῇ καὶ ἐν χωρίῳ φύσει ψυχρῷ
857
καὶ ἐν καταστάσει ξηρᾷ τοιόσδε τις ὁ σφυγμός ἐστι. τοιαύτας γάρ τινας συμπλοκὰς ἀπεράντους τὸ πλῆθος ὑπὸ μηδενὸς ἀνθρώπων μήτε τηρηθῆναι μήτε μνημονευθῆναι δυναμένας, ἀλλ’ ἄχρι λόγου μόνον ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς τὸ δυνατὸν ἐχούσας, ἐπ’ αὐτῶν δὲ τῶν ἔργων τῆς τέχνης ἀδυνάτους ἐξελεγχομένας, ἀναγκαῖον ἔσται συμπλέκειν. εἰ δὲ δὴ καὶ τῷ μᾶλλόν τε καὶ ἧττον ἅπασι τοῖς εἰρημένοις αἱ τοιαῦται συζεύξεις μέλλοιεν ἀλλήλων διαφέρειν, ὥσπερ οὖν διαφέρουσιν, εἰς ὅσην ἀμηχανίαν ἄξουσι τὸν τηρητικὸν, οἶμαι πρόδηλον ὑπάρχειν. ἄμεινον οὖν ἴσως μὴ διατρίβειν ἔτι, μηδ’ ἐγχρονίζειν, ἐνδεικνύμενον τὸ χαλεπὸν καὶ ἀπέραντον τῆς ἐμπειρικῆς τηρήσεως, ἀλλ’ αὐτὸν δεῖξαι μέθοδόν τινα λογικὴν, ᾗ χρώμενοι τὸ παρὰ τῆς ἐμπειρίας χρηστὸν ἑτοίμως ληψόμεθα. τίς δ’ ἂν εἴη μέθοδος; ἡ τοιάδε· μάλιστα τὴν ἀρίστην τοῦ σώματος ἡμῶν ἐξευρόντας κατασκευὴν πρῶτα μὲν ἐπισκέψασθαι χρὴ, ποῖοί τινες οἱ κατ’ αὐτήν εἰσι σφυγμοὶ, καὶ τοῦθ’ οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε ποιητέον, ἀλλ’ ἐν τοιαύτῃ καταστάσει λαβόντας τὸν ἄνθρωπον, ἐν οἵᾳ τὴν οἰκείαν κίνησιν οἱ σφυγμοὶ φυλάττουσιν ὑπὸ μηδενὸς τῶν 
858
ἔξωθεν αἰτίων τετραμμένοι. γένοιτο δ’ ἂν τοῦτο μήτ’ ἀργίᾳ μακρᾷ κατεσχημένου μήθ’ ὑπόγυιον γεγυμνασμένου, ἀλλὰ μηδ’ ἐν ἀσιτίᾳ μακρᾷ γεγονότος, ἢ ἀρτίως ἐδηδοκότος. εἶναι δὲ χρὴ καὶ τὸ περιέχον εὔκρατον δηλονότι καὶ τὸν ἄνθρωπον ἔξω τῶν ψυχικῶν παθημάτων, ἐν γαλήνῃ καθαρᾷ τὴν ψυχὴν ἔχοντα. μετὰ δὲ ταῦτα τὰς μοχθηρὰς τοῦ σώματος κατασκευὰς εὑρόντα πρῶτον μὲν ἐξαριθμήσασθαι τὰς διαφορὰς αὐτῶν, ἔπειτα δὲ τάς τε ὑπερβολὰς, καὶ τὰς ἐνδείας τὰς ἐν αὐταῖς κατιδόντα τῇ συμμέτρῳ τε καὶ ἀρίστῃ παραβάλλειν, καὶ λογίσασθαι μὲν πρῶτον, ὅσον εἰκὸς διαλλάττειν τοὺς ἐν ταῖς τοιαύταις φύσεσι σφυγμοὺς τῶν ἐν τῇ ἀρίστῃ, ἔπειτα καὶ δι’ αὐτῆς τῆς πείρας βασανίσαι τὸν λόγον, εἰ ὁμολογεῖ τοῖς ἐναργέσι, καὶ τοῦτο πολλάκις ποιήσαντα καὶ δι’ ἀσκήσεως μακρᾶς τόν τε λογισμὸν καὶ τὴν ἁφὴν γυμνάσαντα, τότε νομίζειν ἤδη βεβαίως ἐπίστασθαι τόν τε σύμμετρον ἐν ἅπασι τοῖς γένεσιν τῶν σφυγμῶν καὶ τοὺς ὁπωσοῦν ὑπερβάλλοντας τοῦδε, ἢ ἐλλείποντας. ἐμοὶ μὲν εἴρηται τὸ πᾶν· ὅστις δὲ ἢ τὴν φύσιν τοῦ σώματος ἡμῶν, ἢ τὰς μοχθηρὰς οὐκ
859
οἶδεν, ἢ λόγῳ μὲν αὐτὰς ἐπεσκέψατο, διαγινώσκειν δ’ ἐντυγχάνων οὐκ ἐμελέτησεν, οὐδὲ ἂν ἔχοι πλέον ἐκ τοῦ παρόντος λόγου. δικαίως οὖν ἐστιν ἐκεῖνα πρότερον ἐκμαθὼν οὕτως ἐπὶ τάδε ἥκειν. καὶ γὰρ οὐ τὴν τυχοῦσαν ἐν αὐταῖς εὑρήσει διαφωνίαν τοῖς τε παλαιοῖς ἰατροῖς πρὸς ἀλλήλους τοῖς τε νεωτέροις οὐ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς παλαιούς. οὔτε γὰρ τίς ἡ ἀρίστη φύσις ὡμολόγηται πᾶσιν οὔτε τῶν μοχθηρῶν ὁ ἀριθμὸς εὕρηταί πως. καὶ τὰ σημεῖα, δι’ ὧν τις ἢ τὰς ἀρίστας, ἢ τὰς μοχθηρὰς γνωρίζοι, παντάπασιν ὀλίγοι τῶν ἰατρῶν ἔγραψαν. εἰ δὲ καὶ ταῦτα πάντα τοῖς ἔμπροσθεν ὡμολόγητό τε καὶ δεόντως εὕρητο, διαγινώσκειν γοῦν ἐπ’ αὐτῶν τῶν ἔργων τὰς φύσεις ἐχρῆν πρότερον ἀσκήσαντας, καὶ οὕτως ἐπιχειρεῖν τῇ περὶ τοὺς σφυγμοὺς τέχνῃ. τάχα τινὲς ἀχθεσθήσονται τῷ πλήθει τῆς ἐπεισαγομένης θεωρίας, ἀλλ’ ἡμεῖς γ’ οὐκ ἀχθεσθησόμεθα προπηλακιζομένου τοῦ πράγματος. οὐδὲ γὰρ ἠλπίσαμέν ποτε πάντας ἀρέσκειν, ἢ ὠφελήσειν αὐτό. πάνυ δὲ τοῦτο σαφῶς καὶ ἀκριβῶς ἐπιστάμενοι, πλὴν ἑνὸς τοῦ τῆς ἀληθείας ἐραστοῦ, τοῖς
860
ἄλλοις ἅπασι λῆρον εἶναι μακρὸν δόξαι τοὺς τοιούτους λόγους, ἐπὶ τὴν διέξοδον αὐτῶν ἐτραπόμεθα τὸν ἕνα τῶν πολλῶν προτιμήσαντες. εἰ δὲ δὴ καὶ ἡμᾶς τις αὐτοὺς ἐθεάσατο περὶ τοῖς νοσοῦσι τά τε προγεγονότα καὶ μέλλοντα προλέγοντας, οἶμαι καὶ τοῦτον, εἰ μὴ παντάπασιν εἴη κηφὴν, ἐρασθήσεσθαι τῆς θεωρίας, εἰ καὶ μακροτέρα φαίνοιτο, χρήσιμον οὕτω καὶ καλὸν τέλος ἐπαγγελλομένης.

Μαθὼν οὖν τις πρότερον ὡς χρὴ τὴν ἀρίστην τοῦ σώματος ἡμῶν γνωρίζειν φύσιν, ἑτέρωθι δ’ αὐτῆς εἴρηται τὰ γνωρίσματα, τὸν ἐν ταύτῃ σφυγμὸν μέσον ἁπασῶν τῶν ἄλλων ἴστω καὶ οἷόν τι μέτρον καὶ κανόνα τοῦτον ἐν ἁπάσαις ταῖς περὶ σφυγμῶν πραγματείαις, τὸν σύμμετρόν τε καὶ μέτριον ὑφ’ ἡμῶν μεμνήσθω λεγόμενον, ᾧ παραβάλλοντες τοὺς ἄλλους ἅπαντας ταχεῖς καὶ βραδεῖς καὶ μεγάλους καὶ μικροὺς εἶναί φαμεν. ὁ δ’ ἐν τῇ συμμέτρῳ τε καὶ κατὰ πᾶν ἀρίστῃ φύσει, τοῦτον οὐδὲ καλεῖσθαι δίκαιον οὔτε μέγαν οὔτε μικρὸν οὔτε ταχὺν οὔτε βραδὺν, ἀλλ’ οὐδὲ σκληρὸν, ἢ μαλακὸν, ἤ τι τῶν ἄλλων τῶν τὰς ἀμετρίας δηλούντων ὀνομάτων. ἀλλ’ ὥσπερ ἐν τῷ περὶ κράσεων

861
λόγῳ τὴν ἀρίστην ἁπασῶν κρᾶσιν οὔτε θερμὴν ἔφαμεν οὔτε ψυχρὰν οὔτε ξηρὰν οὔθ’ ὑγρὰν οὔτε μαλακὴν οὔτε σκληρὰν ὑπάρχειν, (ἁπάσας γὰρ ταύτας ὑπερβολαῖς τέ τισι καὶ ἐλλείψεσι τῆς τε μιᾶς ἐκείνης τῆς εὐκράτου τε καὶ συμμέτρου συνίστασθαι,) οὕτω καὶ νῦν οὔτε μέγαν οὔτε μικρὸν οὔτε ταχὺν οὔτε βραδὺν οὔτ’ ἄλλ’ οὐδὲν ὅσα τῆς μετριότητος ἐξίσταται τὸν ἐν τῇ καλλίστῃ φύσει σφυγμὸν οὔτε προσαγορεύσομεν οὔτε νοήσομεν. οὐδὲ γὰρ αὐτὸν τὸν ἄνθρωπον, ἐν ᾧ τὸν τοιοῦτον εὑρίσκομεν σφυγμὸν, οὐδενὶ τῶν τὰς ἀμετρίας δηλούντων ὀνομάτων προσαγορεύομεν· οὔτε γὰρ παχὺν οὔτ’ ἰσχνὸν οὔτε θερμὸν οὔτε ψυχρὸν, ἢ ὑγρὸν, ἢ ξηρὸν, οὔτε ἄλλ’ οὐδὲν τοιοῦτον, ἀλλ’ εὔκρατόν τε καὶ σύμμετρον ἅπασι τοῖς μορίοις τοῦ σώματος ὀνομάζομεν. ἐν τούτῳ τοίνυν, ὅταν γε μάθῃς αὐτὸν διαγινώσκειν, ἁπάσας τὰς διαφορὰς τῶν σφυγμῶν ἐπισκεψάμενος, μέμνησό τε καὶ κρίνων πρὸς αὐτοὺς τοὺς ἄλλους ἅπαντας σφυγμοὺς, ἢ σκληροὺς οὕτως, ἢ μαλακοὺς, ἢ ἀραιοὺς, ἢ πυκνοὺς, ἤ τι τῶν ἄλλων ἀνάλογον κάλει. ὁπότ’ οὖν ἤδη ἔχειν τὸ πᾶν δοκοῦμεν, οὐ χεῖρον
862
ἂν εἴη κινῆσαί τινα ἀπορίαν ἀναγκαίαν, ἵνα δόξαντες μηδὲν εὑρῆσθαι μηδέπω, προσθεῖναί τινα τῷ λόγῳ πειραθῶμεν διορισμὸν, ὃς ἡμᾶς πείσει τε ἅμα καὶ διδάξει, πρῶτον μὲν, ὡς ἤδη τὸ πᾶν ἔχομεν, ἐφεξῆς δὲ τὴν τελεωτάτην τῶν προκειμένων ἐνδείξεται διάγνωσιν. ἀρκτέον οὖν ἤδη τῆς ἀπορίας καὶ ῥητέον, ὡς οὐκ ἐνδέχεται πάσας τὰς ἐν τῷ σώματι πεφυκυίας ἀρτηρίας οὔτ’ ἴσας ἀλλήλαις ὑπάρχειν οὔτ’ εἰς ἴσον διαστέλλεσθαι. πῶς γὰρ ἐνδέχοιτο τὴν ἐπὶ τῆς ῥάχεως ἀρτηρίαν ταῖς κατὰ τὸν τράχηλον, ἢ τὰς μασχάλας τε καὶ τοὺς βουβῶνας, ἢ αὐτὴν ἴσην ὑπάρχειν, ἢ τὴν διαστολὴν αὐτῆς ταῖς ἐκείνων διαστολαῖς; πολὺ δὲ δὴ μᾶλλον οὐδὲ ταῖς κατὰ τοὺς ἀγκῶνάς τε καὶ ἰγνύας, καὶ μᾶλλον ἔτι ταῖς κατὰ τοὺς καρπούς τε καὶ τοὺς ταρσοὺς, καὶ πολὺ δὴ μᾶλλον ἔτι ταῖς κατὰ τοὺς κροτάφους τε καὶ τοὺς δακτύλους. οὐκ οὖν ἐνδέχεται κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἕνα σφυγμὸν εἶναι τὸν σύμμετρον οὐδ’ ἐν αὐταῖς ταῖς ἀρίσταις φύσεσιν, ἀλλὰ τὸ μὲν ἐν τῇ κινήσει τε καὶ τῷ τόνῳ καὶ τοῖς ἄλλοις γένεσιν ἕνα τυγχάνειν εἰκὸς ὑπάρχοντα κατὰ πάσας τὰς ἀρτηρίας. οὐ γὰρ οἷόν τε κατὰ φύσιν ἔχοντος τἀνθρώπου, καὶ μάλιστα 
863
τοῦ τὴν ἀρίστην κεκτημένου κατασκευὴν, τὰς μέν τινας τῶν ἀρτηριῶν θᾶττον, τὰς δέ τινας βραδύτερον, ἢ τὰς μὲν σφοδρότερον, τὰς δ’ ἀμυδρότερον, ἢ τὰς μὲν σκληρότερον, τὰς δὲ μαλακώτερον, ἢ τὰς μὲν πυκνότερον, τὰς δ’ ἀραιότερον σφύζειν· ἀλλὰ παραπλησίως ἀλλήλαις τε καὶ τῇ καρδίᾳ πάσας ἀναγκαῖον κινεῖσθαι, τῷ δ’ ὄγκῳ καθάπερ τὰ σώματα αὐτῶν διήνεγκεν, οὕτω καὶ τὰς διαστολὰς εἰκὸς εἶναι διαφερούσας. ἴσως οὖν τις ἡγήσεται πρόχειρον εἶναι τῆς ἀπορίας τὴν λύσιν. οὐδὲν γὰρ κωλύει ἤτοι τῶν κατὰ τοὺς καρποὺς μόνων ἀρτηριῶν ἁπτόμενον ἀεὶ πηλίκος μὲν ἐν ταῖς ἀρίσταις φύσεσιν ὁ ἐν αὐταῖς ἐστι σφυγμὸς ἐπίστασθαι, πηλίκος δὲ τῶν ἐν ταῖς ἄλλαις ἕκαστος ὁ τούτῳ παραβαλλόμενος, ἢ καὶ νὴ Δί’ εἴ τις ἐθέλοι, καὶ τῶν κατὰ τοὺς ταρσοὺς, ἤ τι μέρος ἄλλο τοῦ σώματος, μεμνῆσθαι χρὴ τοῦ ποσοῦ τῆς διαστολῆς, ἐπί γε τῆς ἀρίστης φύσεως, ἵν’ ἔχῃ μετρεῖν τούτοις τοὺς ἐν τοῖς αὐτοῖς μέρεσιν ἐν ταῖς ἄλλαις φύσεσι γιγνομένους σφυγμοὺς, οὐδὲν ἄτοπον οὔτε χαλεπὸν οὔτε δύσγνωστον ἔσεσθαι· ἀλλ’ ὁ ταῦτα λέγων οὐκ οἶδεν ἐν τοῖς περὶ τῆς ἀρίστης τοῦ
864
σώματος κατασκευῆς ἀποδεδειγμένον, ὡς ἔν τε μεγάλοις καὶ μικροῖς σώμασιν ὁμοίως συνίστασθαι πέφυκεν ἡ τοιαύτη φύσις. εἰ γὰρ τοῦτ’ ἐγίνωσκεν, οὐκέτ’ ἂν οὔτε τῶν ἀρτηριῶν αὐτῶν τῶν καθ’ ἕκαστον μόριον οὔτε τῶν κατ’ αὐτὰς διαστολῶν τὸν ἴσον ἐνόμιζεν ὄγκον ἐν ἁπάσαις εἶναι ταῖς ἀρίσταις φύσεσιν, ἀλλ’ ἐξαλλάττεσθαι κατά τε τὰ μεγέθη τῶν σωμάτων καὶ τὰς μικρότητας, ὥστε μένειν τὸ ἐξ ἀρχῆς ἄπορον, οὐ δυναμένων ἡμῶν ἕνα σύμμετρον ἐξευρεῖν κατὰ τὸ ποσὸν τῆς διαστολῆς. ἆρ’ οὖν ἄξιον ἐπειδὴ τελέως ἠπορήκαμεν, ἁπάντων θαυμάσαι τῶν ἰατρῶν, μεγάλους μὲν ἀεὶ καὶ μικροὺς, ὡς ἔτυχεν, ὀνομαζόντων σφυγμοὺς, πηλίκος δέ τις ὁ σύμμετρος, ᾧ παραβάλλοντες αὐτοὺς εὑρήσομεν, οὐ διδασκόντων; ἐοίκασι γὰρ οὐδ’ εἰς ἔννοιάν τινα διηρθρωμένην ἀφῖχθαι τοῦ τοιούτου σφυγμοῦ, ἀλλὰ μᾶλλον ἐν τῷ πρὸς τὶ κατηγορεῖν μέγα, ἢ μικρὸν, ἐν ἴσῳ μείζονά τε καὶ μικρότερον. ἐγὼ γοῦν καὶ τῶν καθ’ ἡμᾶς ἀρίστων ἰατρῶν, ὅταν ἁψάμενοί τινος μέγαν, ἢ μικρὸν εἴπωσι τὸν σφυγμὸν, εἴωθα πολλάκις πυνθάνεσθαι, τίνος αὐτὸν μείζονα λέγουσιν,
865
ἢ τίνος μικρότερον. οἱ δὲ τοῦ κατὰ φύσιν φασίν. αὖθις δ’ ἂν ἐρωτήσαντος ἐμοῦ, τοῦ τίνος κατὰ φύσιν, οὐχ ὅπως ἀξίαν ζητήσεως εἶναι νομίζουσι τὴν ἐρώτησιν, ἀλλὰ καὶ θαυμάζουσιν, εἴ τινος ἄλλου νομίζοιμι λέγειν πλὴν αὐτοῦ τοῦ νοσοῦντος, οὗπερ ἂν ἐν τῷ παρόντι τυγχάνωσιν ἁπτόμενοι, ἐπεὶ τοῦτό γε καὶ τοὺς παῖδας ἤδη γιγνώσκειν φασὶν, ὡς ἄλλος ἄλλου μείζονά τε καὶ μικρότερον ἐν αὐτῷ τῷ ὑγιαίνειν ἔχει σφυγμόν. ἆρ’ οὖν οὗτοι μὲν οὕτως, οἱ δὲ τούτων βελτίους, οἳ τὰ περὶ σφυγμῶν ἡμῖν συγγράμμματα καταλιπόντες ἑτέρως ὑπολαμβάνουσιν, ἢ κᾀκεῖνο παραπλησίως; οἵ γε δὴ λέγουσιν ἦρος μὲν καὶ φθινοπώρου τὰ μέσα μεγίστους ἐργάζεσθαι τοὺς σφυγμοὺς, χειμῶνος δὲ καὶ θέρους ἐλαχίστους, οἱ δὲ μεταξὺ τῶν εἰρημένων καιροὶ μέσους μεγάλων τε καὶ μικρῶν. οὐδὲ γὰρ οὐδ’ οὗτοι δοκοῦσί μοι λέγειν ἁπλῶς ἢ μεγάλους, ἢ μέσους, ἀλλ’ ἐν τῷ πρὸς τί. διὰ τοῦτο γοῦν καὶ προστιθέασιν αὐτῶν τινες ἐν τῷ λόγῳ τὸ ὡς ἐν ὥραις, ὡδί πως γράφοντες· ἦρος μὲν καὶ φθινοπώρου τὰ μέσα μεγίστους ὡς ἐν ὥραις ἐργάζεται τοὺς σφυγμούς. οἱ δ’ αὐτοὶ κᾀν ταῖς
866
ἡλικίαις οὐχ ἁπλῶς γράφουσιν, ὥσπερ ἕτερος, μεγάλους μὲν εἶναι τοὺς ἀκμαζόντων, μικροὺς δὲ τοὺς τῶν παίδων καὶ τῶν γερόντων, ἀλλὰ κᾀνταῦθα προσγράφουσιν, ὡς ἐν ἡλικίαις. ὥσθ’ οὕτως λέγουσι τοὺς μεγάλους καὶ μικροὺς, ὡς εἰ καὶ μείζονας ἔλεγον καὶ μικροτέρους, ἀλλήλοις παραβάλλοντες δηλονότι αὐτοὺς, οὐκ ἐν τῷ συμμέτρῳ. ὅτι δ’ ἀλλήλοις, δῆλον οἶμαι κᾀξ αὐτῆς ὑπάρχειν τῶν πραγμάτων τῆς φύσεως, ὑπὲρ ὧν διαλέγονται. οὐ γὰρ δὴ πάντων γε τῶν ἀνθρώπων ὡσαύτως οἱ σφυγμοὶ μέγιστοι τυγχάνουσιν ὄντες ἐν τοῖς μέσοις τοῦ ἦρος, ἀλλ’ ἑκάστου κατὰ τὴν ἰδίαν φύσιν. καὶ τοῦτο μέντοι καὶ αὐτὸ παχεῖ λογισμῷ παντάπασιν ἀδιάρθρωτον καὶ συγκεχυμένον. λῆρος γὰρ οὐ σμικρὸς, εἴ τις οἴοιτο τῷ χολώδει τε καὶ θερμῷ καὶ διακαεῖ τὴν φύσιν, ἢ τὸ ἐναντίον αὐτοῦ τῷ φλεγματώδει τε καὶ ψυχρῷ μεγίστους ἐν ἦρος μέσῳ γίγνεσθαι τοὺς σφυγμούς. ἐν μὲν γὰρ ταῖς διατριβαῖς καὶ μέχρι λόγου τάχ’ ἂν ἴσως δόξειε γίγνεσθαι, πειρωμένοις δ’ οὐκ ἂν εὑρεθεῖεν. τοὺς μὲν γὰρ θερμοτέρους καὶ ξηροτέρους τὴν κρᾶσιν οὐκ ἀναμένοντας ὄψει τὰ μέσα τοῦ ἦρος, ἀλλὰ πολὺ πρότερον τοὺς σφυγμοὺς μεγίστους σφῶν αὐτῶν ἴσχοντας, τοὺς δ’ ἐναντίους αὐτοῖς τοὺς ὑγροτέρους
867
τε καὶ ψυχροτέρους ἐπέκεινα πολὺ τῶν μέσων τοῦ ἦρος, ἤδη τοῦ θέρους ἀρχομένου. μόνους δὲ τοὺς τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος ἔχοντας ἐν τοῖς μέσοις τοῦ ἦρος ἔστιν εὑρεῖν μεγίστους σφῶν αὐτῶν τοὺς σφυγμοὺς ἴσχοντας. οὕτω δὲ καὶ κατὰ τὰς ἡλικίας ἔχει. καὶ γὰρ τούτων αἱ μὲν εὔκρατοι τοῖς μέσοις τοῦ ἦρος, αἱ δὲ δύσκρατοι πρότερον, ἢ ὕστερον, μεγίστους ἔχουσι τοὺς σφυγμούς. ἀλλ’ οὐδεὶς τῶν ἰατρῶν οὐδὲν ἡμῖν τούτων διωρίσατο, ἀλλ’ ὡς ἂν πάντων ἀνθρώπων ὁμοίως διατιθεμένων ἐν ἑκάστῃ τῶν ὡρῶν, οὕτως ἀποκρίνονται. καίτοι τά γ’ Ἱπποκράτους οὐκ οἶμαί τινα λανθάνειν, ὅσα τε καὶ οἷα περὶ τῶν ὡρῶν εἴρηται παρ’ αὐτῷ, σαφῶς ἐνδεικνυμένῳ, μήτε φύσεις μήθ’ ἡλικίας ἁπάσας πρὸς τῶν αὐτῶν ὡρῶν ὡσαύτως διατίθεσθαι. τοὺς μὲν γὰρ ὁ χειμὼν ἰσχυροτέρους καὶ ὑγιεινοτέρους καὶ κατὰ πάντα βελτίους, τοὺς δὲ τὸ θέρος ἐργάζεται. πῶς οὖν ἐνδέχεται τὸν ὠφελούμενον τῷ βλαπτομένῳ τὴν αὐτὴν ἔχειν τροπὴν τῶν σφυγμῶν; πῶς δ’ οὐκ αἰδοῦνται γράφοντες ἡμῖν ἁπλῶς οὕτως καὶ ἀδιορίστως, ἦρος τὰ μέσα μεγίστους ἐργάζεται τοὺς σφυγμούς; εἰ γὰρ μὴ προσθείη τίσι μεγίστους, οὐδὲν ἐμάθομεν. πῶς δ’, 
868
ὅταν εἴπωσιν θέρους καὶ χειμῶνος μικροὺς γίγνεσθαι τοὺς σφυγμοὺς, οὐδ’ ἄχρι τοῦ, ποτέρα τῶν ὡρῶν τοὺς σφυγμοὺς μικροτέρους ἐργάζεται, τολμῶσι προσπαραγράφειν; οὐ γὰρ δήπου μικράν γε φήσουσιν εἶναι τὴν διαμαρτίαν, εἴ τις τὸ θέρος τοῦ χειμῶνος οἴοιτο μικροτέρους ἐργάζεσθαι τοὺς σφυγμοὺς, τὸ δ’ εἰ τύχοι μείζονας ἐργάζοιτο, ἢ εἰ τὸν χειμῶνα τοῦ θέρους, ἔμπαλιν ἔχοντος τἀληθοῦς. ὅ τι γὰρ ἄν τις εἴπῃ τῶν τριῶν τούτων, εἴτε τὸ θέρος τοῦ χειμῶνος, εἴτε τὸν χειμῶνα τοῦ θέρους, ἢ ἐπίσης ἐν ἀμφοτέροις εἶναι τοὺς σφυγμοὺς, οὐκ ἀληθεύσει, μὴ προσθεὶς τὸ τίσιν. εἰ δὲ προσθείη τε καὶ διορίσαιτο, κατά τε τὰς φύσεις τῶν σωμάτων καὶ τὰς ἡλικίας, ἕκαστον τῶν τριῶν ἀληθὲς γενήσεται, καθάπερ ἡμῖν ἐν τοῖς ἰδίοις περὶ τούτων λόγοις διορίζεται. ἀλλ’ οὔθ’ αὑτὸν ἕκαστος οὔτ’ ἀλλήλους ἐξελέγξαι περὶ τούτων ἠδυνήθησαν, ὡς πολλὰ μὲν ψευδῆ, πολλὰ δ’ ἀδιόριστα λέγουσιν, οὐδὲ διὰ μίαν ἄλλην αἰτίαν τὸ τοιοῦτο παθόντες ἢ ὅτι τοῦ συμμέτρου καθ’ ἕκαστον γένος σφυγμοῦ παντάπασιν ἀμαθῶς εἶχον. ἢ διὰ τί, καίτοι περὶ πάντων οὕτω πικρῶς ἀλλήλοις ἐρίζοντες, περὶ τούτων οὐδὲ ζητοῦσιν ὅλως,
869
ἀλλὰ ταλαιπώρως παρατρέχουσιν; δι’ οὐδὲν ἄλλο ἢ ὅτι πεφυρημένον τε καὶ ἀδιάρθρωτον ὑπὲρ αὐτῶν ἔχοντες τὸν νοῦν, ἑνί γε τῷ πρώτῳ σφαλέντι πάντες ἠκολούθησαν, εἶτα περὶ τῶν ἀξιολόγων οὐδεμίαν εἰς αὐτὰ τὰ τῆς τέχνης ἔργα βλάβην ἢ ὠφέλειαν εἰσφερομένων πικρῶς ἐριζόντων οὐκ ἀλλήλοις μόνον, ἀλλὰ καὶ Ἡροφίλῳ. καὶ ταῦτα μέντοι τῆς ἔριδος ὑπὲρ ἀδήλων πραγμάτων συνισταμένης καὶ πολλῶν καὶ μακρῶν λόγων, ἵν’ ἀποδειχθῇ, δεομένων, περὶ τῶν οὕτως ἐναργῶν, ὡς καὶ διὰ μόνης τῆς αἰσθήσεως ἔνεστι λαβεῖν, οὔτ’ αὐτοὶ διωρισμένως γράφουσιν οὔτε τοὺς σφαλέντας ἐλέγχουσιν, οὐδ’ εἴ τις τῶν παλαιῶν ἕτερόν τι παρὰ τὸ δοκοῦν αὐτοῖς ἔγραψε, μνημονεύουσιν. ἀλλὰ μικρὸν μὲν τὸν τοῦ παιδὸς εἰρήκασι σφυγμὸν, ὡσαύτως δὲ καὶ τὸν τοῦ γέροντος μικρὸν, ὁπότερος δ’ αὐτῶν μικρότερος, οὐκέτι γράφουσι, καίτοι σαφῶς Ἡροφίλου τοῖς τε μὴ παρέργως ἐντυγχάνουσιν αὐτοῦ τοῖς βιβλίοις ὑπὲρ ἀμφοτέρων γεγραφότος. ἢ καὶ γελοῖον ἴσως ποιῶ τὰ τοιαῦτα διορίζεσθαι βουλόμενος αὐτοῖς, οἷς οὐδὲ τὰ πρῶτα καὶ ἁπλούστατα καλῶς εἴρηται. μικρόν
870
γ’ οὖν λέγουσι τὸν τοῦ παιδὸς σφυγμὸν, Ἡροφίλου μηδεπώποτε μικρὸν εἰρηκότος, ἀλλὰ ποτὲ μὲν ἱκανὸν τῷ μεγέθει, ποτὲ δὲ ἀξιόλογον, ἤ πως οὕτως ὀνομάζοντος. εἶτα τίς μὲν ἡ κινοῦσα τὰς ἀρτηρίας αἰτία ζητοῦσι καὶ τῶν εἰς τοῦθ’ Ἡροφίλῳ γεγραμμένων οὐδὲν παραλείπουσι, τῶν δ’ εἰς τὰ ἔργα τῆς τέχνης διαφερόντων θεωρημάτων, οὔτ’ εἰ καλῶς οὔτ’ εἰ μὴ καλῶς ἔγραψεν Ἡρόφιλος, οὐδενὸς ἔτι μέμνηνται· ὦ πρὸς τῶν θεῶν, οὐ πολὺ μέντοι βέλτιον ἦν, μὴ περὶ τοῦ τέτταρας ὑφ’ Ἡροφίλου λέγεσθαι τὰς διοικούσας τὰ ζῶα δυνάμεις ζητεῖν, μηδὲ πικρῶς ἐρίζειν τε καὶ ἀντιλέγειν αὐτῷ περί γε τούτων, ἀλλ’ εἴπερ ἐβούλοντο καταβάλλειν τε καὶ διεξελέγξαι αὐτὸν εἰκῆ ληροῦντα, τῶν τοιούτων αὐτοῦ μνημονεύειν, ἃ φανερῶς τοῖς ἐναργέσι μάχεται, καὶ ταῦτα μαρτύρων ἀριθμὸν οὐκ ὀλίγον ἀθροῖσαι κατ’ αὐτοῦ δυνάμενοι; τούς τε γὰρ μεθ’ Ἡρόφιλον τὰ περὶ σφυγμῶν πραγματευσαμένους καὶ σχεδὸν τοὺς νῦν ἅπαντας ἕξουσι μαρτυροῦντας, ὡς ὁ τῶν παίδων σφυγμὸς μικρότερός ἐστι τοῦ τῶν γερόντων, καὶ πολλῷ γέ τις μικρότερος. ὥστε τὶς ἐμοὶ πρώην
871
ἔφασκε καταγελῶν ὅλου τοῦ ἐρωτήματος, οὐδὲ ζητήματος ἄξιον εἶναι τὸ πρᾶγμα. πολὺ γὰρ μικροτέρους ὑπάρχειν τοὺς τῶν παίδων, καὶ διὰ τοῦτο καλῶς μηδὲ γεγράφθαι τι περὶ αὐτῶν. τοιούτους οὖν μυρίους ἔχοντες μάρτυρας καὶ τἄλλα φιλονεικοῦντες ἀεὶ πρὸς Ἡρόφιλον, οὐκ οἶδ’ ὅπως τὰ τοιαῦτα παραλελοίπασι τὴν ἀρχὴν, οὐδ’ εἰ γέγραφεν αὐτὰ γιγνώσκουσιν. οὐδὲ γὰρ αὐτῆς τῆς ἰατρικῆς αὐτοῖς πάνυ φροντίς ἐστιν, ἀλλὰ μόνον ἐκείνων τῶν δογμάτων, ἃ τὰς ἐν ταῖς διατριβαῖς φλυαρίας αὐξῆσαι δύναται. ταῦτ’ οὖν ἐκλέγουσι μόνον τῶν Ἡροφίλου βιβλίων τὰ κεφάλαια, τὰ δὲ ἄλλα παντάπασιν ὑπερβαίνουσι, καὶ διὰ τοῦτ’ οὐδ’ ὅλως ἴσασι τί γέγραφεν Ἡρόφιλος, εἰς μὲν τὰ τῆς τέχνης ἔργα μεγάλως διαφέρον, ἐναντίον δ’ οἷς οὗτοι λέγουσι. διὰ τοῦτο γοῦν καὶ περὶ τῶν ῥυθμῶν ὅσα μὲν ἐχρῆν αὐτοὺς ἔτι παῖδας ὄντας ἐν τοῖς τῆς μουσικῆς διδασκαλείοις ἐκμαθεῖν, ταῦτ’ οὐδόλως εἰς τὰ τῆς ἰατρικῆς συγγράμματα φέρουσι, τὸ τῶν ὀψιμαθῶν πάθημα πάσχοντες, οὐδὲ σιωπῆσαι δυνάμενοι, κᾂν ἑτέρας ᾖ τέχνης. πῶς δ’ ἀπὸ ῥυθμοῦ δεῖ σημειοῦσθαι, οὐκέτ’ οὐδεὶς ἔγραψεν αὐτῶν. ἀλλ’ Ἡρόφιλός γε τὴν ἐναντίαν ὁδὸν ἰὼν αὐτοῖς
872
παραλείπει μὲν ἃ παρὰ τοῖς μουσικοῖς ἐχρῆν μεμαθηκέναι τὸν ἀξίως τῆς τέχνης πεπαιδευμένον, ὡς ἐπισταμένοις δ’ αὐτοῖς διαλέγεται, τὸ χρήσιμον εἰς τὴν ἰατρικὴν ἐξ αὐτῶν λαμβάνων. οἱ δ’ ὅταν τὴν θαυμαστὴν ταύτην, ὡς αὐτοὶ καλοῦσι, τεχνολογίαν τὴν περὶ τῶν ῥυθμῶν διεξέλθωσιν, οὐκέτ’ αὐτοῖς μέλει δεῖξαι, πῶς ἄν τις ἱκανὸς προγνῶναί τι δι’ αὐτῶν, ἢ σημειώσασθαι γένοιτο. ταῦτ’ ἄρα καὶ τὸν παίδων σφυγμὸν μικρὸν λέγουσιν, Ἡροφίλου τἀναντία γράφοντος, οὐδὲ μέχρι τοσούτου διασκέψασθαι σπουδάζοντες, ὡς ἐννοῆσαι δυνηθῆναι, ποία τις παρὰ τοῖς ἀνθρώποις μεγάλη καὶ μικρὰ διαστολὴ λέγεται. καὶ γὰρ ἐπὶ κύστεων καὶ φυσῶν χαλκευτικῶν καὶ ἀσκῶν καὶ γαστέρων καὶ μητρῶν καὶ παντὸς ἁπλῶς τοῦ κοιλότητά τινα κεκτημένου μεγάλας τε καὶ μικρὰς εἰώθαμεν διαστολὰς ὀνομάζειν. καὶ πολλάκις γε μικρὸν μὲν τὸν ὄγκον εἶναί φαμεν τῆς γαστρὸς, μέγαν δ’ εἰ τύχοι τὸν τῆς κύστεως, καὶ μικρὸν μὲν τὸν τοῦ ἀσκοῦ, μέγαν δὲ τὸν τῆς γαστρός· εἴποιμεν δ’ ἄν ποτε καὶ τὴν κύστιν εἰς ὄγκον τε μέγαν καὶ διαστολὴν ἀφικέσθαι μεγίστην, τὸν δ’ ἀσκὸν καὶ τὸν σάκκον 
873
εἴκοσι πολλάκις ἑαυτῶν ἐντὸς τοιαύτας κύστεις δέξασθαι δυναμένους μηδέπω τὴν μεγίστην ἔχειν διαστολήν. λογιζόμεθα γὰρ, οἶμαι, πρὸς τὴν ἑκάστου τῶν σωμάτων κοιλότητα τὴν διάστασιν αὐτοῦ χρῆναι παραβάλλειν; οὐχ ἁπλῶς ἀποφαίνεσθαι κατὰ πάντων ἑνὶ μέτρῳ χρωμένους. ἔστι γάρ τι τὸ μέτρον ἐν ἑκάστῳ, καθ’ ὃ μήτε τείνεσθαι τοὺς τὰς κοιλότητας ἑαυτῶν ἐντὸς ἔχοντας χιτῶνας μήτε χαλαροὺς εἶναι συμβέβηκεν. ὅταν οὖν ἤτοι τάσις ἐν αὐτοῖς, ἢ κοιλότης ἐμφαίνηται, τότε μεγάλας καὶ μικρὰς λέγομεν ὑπάρχειν τὰς διαστολάς. ἡνίκα δὲ μήτε αἰσθητὴν κοιλότητα δυνατὸν ἔτι θεάσασθαι μήτ’ ἤδη πονοῦσιν οἱ χιτῶνες ὑπὸ τῆς διαστολῆς τεινόμενοι, μετρίαν τέ τινα καὶ σύμμετρον καὶ κατὰ φύσιν τῷ σώματι τὴν τοιαύτην διάστασιν εἶναί φαμεν. τί δὴ οὖν χαλεπὸν ἐκ τούτων ὁρμηθέντας ἐννοῆσαι περὶ τῆς ἀρτηρίας, ὡς καὶ ταύτην σῶμα κοῖλον ὑπάρχουσαν, ἀναγκαῖον ὅρους ἔχειν τῆς ἐφ’ ἑκάτερα κινήσεως, καὶ μήτ’ εἰς ἄμετρον διΐστασθαι (ῥαγῆναι γὰρ ἂν) μήτ’ εἰς ἐλάχιστον συστέλλεσθαι· κωλύειν γὰρ τὴν τῶν χιτώνων φύσιν, σκληρὰν καὶ δυσσύμπτωτον ὑπάρχουσαν;

874

Ἔστιν οὖν τις αὐτάρκης διαστολὴ τῆς ἀρτηρίας, ὡς μήτε διατείνειν μήτ’ ἀπολιπεῖν τι χαλαρὸν αὐτῆς μόριον, ἣν σύμμετρόν τ’ εἶναι φήσομεν καὶ κατὰ φύσιν· εἰ δὲ μὴ, καθ’ ἕνα καὶ τὸν αὐτὸν ἄνθρωπον ἀναγκασθησόμεθα λέγειν μεγάλους τε καὶ μικροὺς καὶ συμμέτρους ὑπάρχειν σφυγμοὺς, καίτοι δεινὸν ἐν ἀρίστῃ φύσει τὸ μὴ πάντας εἶναι συμμέτρους, πολὺ δὲ δεινότερον τὸν αὐτὸν σφυγμὸν μέγαν θ’ ἅμα καὶ μικρὸν καὶ σύμμετρον γίνεσθαι, τοῖς μὲν μικροτέροις παραβαλλόμενον μέγαν, τοῖς δὲ μείζοσι μικρὸν, ἀμφοτέροις δ’ ὁμοῦ σύμμετρον, δέον, ὅταν μὲν τῷ μικροτέρῳ παραβάλληται, μείζονα καλεῖν αὐτὸν, ὅταν δὲ τῷ μείζονι, μικρότερον, ἀμφοῖν δὲ μέσον. οὕτως γὰρ ἡμῖν ἔξεστι καλεῖν τοὺς ἐν ταῖς ἀρίσταις φύσεσι σφυγμοὺς, ἀλλήλων μὲν μείζονάς τε καὶ μικροτέρους, συμμέτρους δ’ ἅπαντας, εἴπερ τι τῶν ἀνωτέρω λεχθέντων μνημονεύοιμεν, ὁπόταν πρὸς τὴν φύσιν τοῦ ὑποκειμένου σώματος ἀποβλέπειν ἐφάσκομεν δεῖν, ὅταν τὸ σύμμετρόν τε καὶ τὸ μέγα καὶ τὸ μικρὸν ἐξευρεῖν ᾖ προκείμενον, ὅταν δ’ ἁπλῶς ἀλλήλοις παραβάλλωμεν

875
τοὺς ὄγκους τῶν σωμάτων, μεῖζον μὲν καὶ ἔλαττον καὶ μέσον ἀμφοῖν ὀνομάζειν, μέγαν δὲ καὶ μικρὸν καὶ σύμμετρον μηδέπω. τὸ μὲν γὰρ μεῖζον τοῦ ἐλάττονός ἐστιν ὑπερέχον, τὸ δὲ μέγα τοῦ ὁμογενοῦς συμμέτρου μεῖζον, ὥστ’ ἄμφω μὲν ἐν τῷ πρὸς τὶ λέγεσθαι, ἀλλὰ τὸ μὲν μεῖζον πρὸς ἅπαντα τὰ μικρότερα παραβάλλωμεν, τὸ δὲ μέγα πρὸς ἓν μόνον τὸ ὁμογενὲς μέτριον· εἰ γὰρ ἐκείνου μεῖζον εἴη, μέγα καλεῖται. ἀντίστροφα δὲ τούτοις ἐπί τε μικροτέρου καὶ μικροῦ χρὴ νοεῖν. σύμμετρον δὲ καὶ μέτριον εἶναι λεκτέον τὸ κατὰ τὴν οἰκείαν φύσιν ἔχον, ὥσπερ ἀσύμμετρόν τε καὶ ἄμετρον τὸ παρὰ τὴν φύσιν. ἐπεὶ τοίνυν ἐστὶ σῶμα κοῖλον ἡ ἀρτηρία, τὴν διάστασιν αὐτῆς ἀνάγκη ποτὲ μὲν οἰκείως τε καὶ συμμέτρως τῆς τε χρείας, ἧς ἕνεκα πρὸς τῆς φύσεως ἐγένετο τοιαύτη, καὶ προσέτι τῶν χιτώνων τῶν αὐτῆς, ποτὲ δ’ ἀμέτρως ἐπιτελεῖσθαι. δείκνυται δ’ ἐν ἑτέροις, ὡς ἐν ταῖς ἀρίσταις φύσεσιν εἰς τοσοῦτον διαστέλλεσθαι πέφυκεν, εἰς ὅσον τήν τε χρείαν ἱκανῶς πληρῶσαι καὶ μηδὲν τοὺς χιτῶνας λυπῆσαι. τὸν οὖν βουλόμενον ἑνὶ κανόνι προσέχειν ἐν ταῖς τῶν μεγάλων τε καὶ
876
μικρῶν σφυγμῶν διαγνώσεσι; τὴν ἀρίστην φύσιν ἐξευρόντα, καὶ γνόντα μιᾶς ἀρτηρίας ἡστινοσοῦν, ἐν αὐτῇ τόν τε τοῦ σώματος ὄγκον τόν τε τῆς διαστολῆς μεμνῆσθαι χρὴ καὶ συλλογίζεσθαι, μέχρι πόσου τὴν μείζονα ταύτης ἀρτηρίαν εἰκὸς ἔχειν μείζονα, καὶ τὴν διαστολὴν ἐν ταῖς ἀρίσταις φύσεσιν· εἶτ’ εἰ μὲν εὑρίσκοιτο τηλικαύτην ἡλίκην ἔσεσθαι στοχάζοιτο, σύμμετρον οὕτω καλεῖν τὸν σφυγμόν· εἰ δ’ ἤτοι μείζονα ταύτης, ἢ ἐλάττονα, μέγαν, ἢ μικρόν. εἴσεται δὲ τὸ τῆς ἀρτηρίας μέγεθος ἐπὶ τῆς ἀρίστης φύσεως ἤτοι διὰ τῆς ἀνατομῆς, εἴτ’ οὖν κατὰ περίπτωσιν εἴτε κατ’ ἐπιτήδευσιν γιγνομένης, ἢ συλλογισάμενος ἐκ τῶν ἐν τοῖς περὶ τῆς ἀρίστης κατασκευῆς εἰρημένων. καίτοι κᾂν εἰ μὴ γιγνώσκῃ τίς ἐστιν ἡ ἀρτηρία τοῖς τὴν ἀρίστην φύσιν ἔχουσιν, ἀλλὰ τόν γε σφυγμὸν αὐτῶν μεμνημένος, εἶτ’ αὖθις συντυχὼν ἑτέρῳ τινὶ καὶ δυνάμενος συλλογίσασθαι, πότερον εἰκὸς μείζονας τοῦτον ἢ μικροτέρας ἐκείνου τὰς ἀρτηρίας ἔχειν, οὕτως ἤδη παραβάλλειν τε τῷ κατὰ τὴν διαστολὴν ὄγκῳ δυνήσεται καὶ στοχάζεσθαι, πότερα σύμμετρος, ἢ μέγας, ἢ μικρὸς ὁ σφυγμός ἐστιν. εἰ μὲν γὰρ ὅσῳ φαίνεται μείζονας τὰς ἀρτηρίας ἔχειν ὁ παραβαλλόμενος
877
ἄνθρωπος, τοσούτῳ καὶ τὴν διαστολὴν αὐτῶν ἔχοι μείζονα, σύμμετρον ἐροῦμεν τὸν σφυγμόν· εἰ δ’ ἤτοι πλέονι τὸ τῆς ἀρτηρίας μέγεθος ἤπερ τὸ τῆς διαστολῆς ὑπερβάλλειν δόξειεν, ἢ ἔλαττον εἴη, μέγαν οὕτως ἢ μικρὸν καλέσομεν· εἰ μὲν τὸ τῆς ἀρτηρίας σῶμα φαίνοιτο μεῖζον ἤπερ τὸ τῶν σφυγμῶν, μικρόν· εἰ δὲ τὸ μὲν τῆς ἀρτηρίας ἔλαττον, τὸ δὲ τῶν σφυγμῶν μεῖζον, μέγαν. οὕτω δὲ καὶ κατὰ τὰ λοιπὰ γένη τῶν σφυγμῶν τό τε κατὰ τὴν κίνησιν αὐτὴν, ἐν ᾧ τάχος τε καὶ βραδύτητα διαγινώσκομεν, καὶ τὸ κατὰ τὴν ἠρεμίαν, ἐν ᾧ πυκνότητα καὶ ἀραιότητα, καὶ τὸ κατὰ τὸν τόνον, ἐν ᾧ σφοδρότητα καὶ ἀμυδρότητα, καὶ προσέτι τὸ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας, ἐν ᾧ σκληρότητα καὶ μαλακότητα. ἐν ἅπασι γὰρ τούτοις τόν τε σύμμετρον ἐπὶ τῆς ἀρίστης φύσεως ἐξευρήσομεν τούς τε ἀμέτρους ἢ δι’ ὑπερβολὴν, ἢ δι’ ἔλλειψιν, οὐκ ἀλλήλοις, ἀλλὰ τῷ συμμέτρῳ παρεξετάσομεν.