De differentiis pulsuum

Galen

Galen, De differentiis pulsuum

Τὸ μὲν δὴ περὶ τῶν πραγμάτων ἡμᾶς διαφέρεσθαι, τῷ μὲν ἴσως ἀναγκαῖον εἶναι δόξει, τῷ δ’ εὔλογον, τῷ δέ τινι καὶ συγνώμης ἄξιον. κατὰ μὲν γὰρ τὸν τραγικὸν ποιητὴν,

  • Εἰ πᾶσι ταὐτὸ καλὸν ἔφυ σοφόν θ’ ἅμα,
  • Οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις.
  • νυνὶ δ’ ἐπεὶ οὐδὲ δοκεῖ πᾶσι ταὐτὸν οὔτε καλὸν οὔτε σοφὸν οὔτε ἀληθὲς εἶναι, ἀναγκαῖον, οἶμαι, διαφέρεσθαι. κατὰ δὲ τὸν φιλόσοφον τὸν εἰπόντα· ἢν γὰρ καὶ τὰ μέγιστα

    637
    τύχῃ τετελεσμένα, εἰπὼν αὐτὸς, ὅμως οὐκ οἶδε, δοκὸς δ’ ἐπὶ πᾶσι τέτυκται. διὰ τὸν δοκὸν τοῦτον εὔλογον διαφέρεσθαι. κατὰ δὲ τοὺς ἡγουμένους εἶναι βεβαίως τε καὶ ἀραρότως γνωστὸν, ἀλλὰ χαλεπὸν εὑρεθῆναι τοῖς πολλοῖς, συγγνωστὸς ὁ μὴ τυγχάνων αὐτοῦ. τὸ δὲ καὶ περὶ τῶν ὀνομάτων διαφέρεσθαι, καὶ μηδὲ μετρίως τοῦτο, μηδ’ ὡς ἔτυχε, ποιεῖν, ἀλλὰ βίβλους ὅλας μεγίστας ἀναπιμπλάναι τῆς περὶ ταῦτα τερθρείας, οὔτ’ ἀναγκαῖον οὔτ’ εὔλογον οὔτε συγγνώμης ἄξιον ἐμοὶ γοῦν εἶναι δοκεῖ. τοσαύτης γὰρ οὔσης τῆς ἐν τοῖς πράγμασιν ἀσαφείας, ὥστε εἰ καὶ τριπλασίονα βίον ζήσαιμεν οὗ νῦν ζῶμεν, οὐδὲ τότ’ ἂν ἴσως ἁπάντων ἡμῖν ἀκριβῶς γνωσθέντων, καὶ διὰ τοῦτ’ εἰπόντος Ἱπποκράτους, ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, πῶς οὐκ ἄτοπος ὁ περὶ τὰ μηδὲν προσήκοντα τρίβων τὸν χρόνον; ὥσπερ οὕτω πολὺν ἔχων, ὥστε καὶ τοῦτ’ ἐκ περιττοῦ μανθάνειν, καὶ τἀναγκαῖα κατὰ σχολὴν ζητεῖν. ἆρ’ οὖν οὐ τοῦτο δρῶσιν οἱ τὰ τοιαῦτα γράφοντες, οἷά περ καὶ ὁ Ἀρχιγένης ἐν τῷ περὶ σφοδροῦ σφυγμοῦ λόγῳ; ἔστι δὲ ἡ ῥῆσις μακρὰ καὶ πᾶσαν παραγράφειν ἐνταῦθα
    638
    αὐτὴν ἄτοπον, ἀλλ’ ὅμως ὁ βουλόμενος ἐκ τοῦ περὶ τῶν σφυγμῶν συγγράμματος ἀναγινωσκέτω. τέταρτον γάρ ἐστιν ἀπὸ τῆς ἀρχῆς κεφάλαιον. ἄρχεται δ’ αὐτοῦ τοῦτον τὸν τρόπον· τὴν σφοδρότητα τοῦ σφυγμοῦ οὐκ εἶναι ἁπλῶν ποιοτήτων φησὶ Μάγνος. ὡς οὖν ἀνεγνωκότι σοι τοῦτον ἅπαντα τὸν λόγον τὸν περὶ τῆς σφοδρότητος, ἤδη πειράσομαι λέγειν ἃ γινώσκω. θαυμάζω γὰρ οὐ τοῦτο μόνον ὅτι περὶ ὀνόματος ἐρίζει· τοῦτο μὲν γὰρ τὸ ἁμάρτημα σχεδὸν ἤδη τοῖς πλείστοις οὐκ ἰατροῖς μόνον, ἀλλὰ καὶ φιλοσόφοις σύνηθες· ἀλλ’ ὅτι μηδ’ αὐτὸ τοῦτ’ αἰσθάνεται, ὅτι περὶ ὀνομάτων ἐρίζει, καὶ διὰ τοῦτο, οἶμαι, νομίζων περὶ πράγματος διαλέγεσθαι, μακροὺς ἀποτείνει λόγους. οἳ πρὸς τοῖς ἄλλοις ἀτόποις, ἔτι καὶ ἀσαφῶς κειμένοις, βίβλου τινὸς ἑτέρας ἐξηγουμένης αὐτοὺς οὐ μικρᾶς δέονται, ἵν’ ἀεὶ κατατριβώμεθα δηλαδὴ περὶ ὄνου σκιᾶς ἀμφισβητοῦντες, μηδὲ τοσοῦτον ἄρα πρὸς τῆς διαλεκτικῆς ὠφεληθέντες, ὡς γνωρίζειν δύνασθαι, τίς μὲν ὑπὲρ ὀνόματός ἐστι, τίς δὲ ὑπὲρ αὐτοῦ ζήτησις τοῦ πράγματος. ὄντος γάρ τινος σφυγμοῦ βιαίου κατὰ τὴν προσβολὴν, ὡς ὠθεῖν τε καὶ ἀνατρέπειν τὴν ἁφὴν, τὸ μὲν ὅπως
    639
    ἄν τις αὐτὸν ἀκριβῶς διαγινώσκοι ζητεῖν, καὶ προσέτι τὰς αἰτίας ὑφ’ ὧν γίνεται, καὶ τί δηλοῦν πέφυκεν ὁ τοιοῦτος σφυγμὸς, περὶ πράγματός ἐστι σκοπεῖσθαι· τὸ δὲ τί κλητέον αὐτὸν, ὑπὲρ ὀνόματος. ἵν’ οὖν σαφῶς ἐπιγνῶμεν, ὅτι τὸ μὲν ὑπὲρ ὀνομάτων ἐστὶ, τὸ μηδὲν ζητεῖν, τὸ δ’ ὑπὲρ αὐτῶν τῶν πραγμάτων σκοπεῖσθαι τὰς τέχνας αὔξει, καλέσωμεν τὸν προειρημένον σφυγμὸν Δίωνα. κᾄπειτα λέγωμεν, ὅπως μὲν ἀκριβῶς διαγινώσκεται, τουτέστι ὅτι θλιβόντων τὴν ἀρτηρίαν, οὐκ ἐπιπολῆς ψαυόντων, ἔπειθ’, ὅτι γίνεται τῇ ῥώμῃ τῆς ζωτικῆς δυνάμεως, ὡς ἐν τοῖς περὶ σφυγμῶν αἰτίας ἐνδείκνυμεν. εἶθ’ ὅτι σημεῖόν ἐστιν ἐν νόσοις ἀγαθὸν, καὶ ἄλλα τέ τινα καὶ κρίσεις οἵας πέφυκε δηλοῦν. εἰς τέτταρα γάρ τοι μέρη νενεμημένης ἁπάσης τῆς περὶ τοὺς σφυγμοὺς θεωρίας, εἴς τε τὸ περὶ τῆς διαφορᾶς αὐτῶν καὶ τὸ περὶ διαγνώσεως καὶ τὸ περὶ τῶν αἰτίων καὶ τέταρτον τὸ περὶ τῆς δι’ αὐτῶν προγνώσεως, οὐδὲν αὐτῶν παραβλάπτεται, καλεσάντων ἡμῶν τὸν ἰσχυρῶς πλήττοντα σφυγμὸν Δίωνα. καὶ γὰρ ὅπη τῶν ἄλλων διαφέρει μεμαθήκαμεν, ἄν τε Θέων, ἄν τε Δίων, ἄν τ’ ἄλλό τι καλῆται, καὶ ὅπως
    640
    διαγνωσθήσεται, καὶ ὑπὸ τίνος αἰτίας γίγνεται, καὶ τί δηλοῖ. φιλονεικείτω δὴ λοιπὸν ὑπὲρ αὐτοῦ πρὸς Μάγνον Ἀρχιγένης, τάχα μὲν παρανομοῦντα καὶ αὐτὸν εἰς τὸ τῶν Ἑλλήνων ἔθος τὸ περὶ τὰς προσηγορίας, ὅμως δὲ συνιέντα τό γε τοσοῦτον, ὡς τὸ πλεῖστον αὐτῷ τῆς πρὸς τοὺς πρεσβυτέρους ἀμφισβητήσεως ὑπὲρ ὀνόματος ἐστί. τί γὰρ δὴ καί φησιν ὁ Μάγνος αὐτῇ λέξει; χρὴ τοίνυν καὶ μέγεθος ἀξιόλογον εἶναι τοῖς σφυγμοῖς καὶ πληρότητα καὶ μετὰ τάχους προσπίπτειν τοῖς δακτύλοις, εἰ μέλλει τις κυριολογεῖν σφοδρὸν σφυγμὸν ὀνομάζων. οἶδεν οὖν σαφῶς ὁ Μάγνος ὅτι μὴ περὶ πράγματος, ἀλλὰ τοῦ κυρίως ὀνομάζειν, ἢ μὴ κυρίως, πρὸς τοὺς ἄλλους ἰατροὺς ἀμφισβητεῖ. σαφέστατον δ’ ἔτι ποιεῖ τοῦτο διὰ τῶν ἐφεξῆς· ἀξιοῖ γὰρ τὸν Δημήτριον, ᾧ ταῦτα τὰ βιβλία τὰ περὶ τῶν ἐφευρημένων μετὰ τοὺς Θεμίσωνος χρόνους ἀνέθηκε, συνεπισκέψασθαι καὶ αὐτὸν, ὡς ἂν φιλόσοφόν τε ὄντα καὶ τί τὸ κύριον ὄνομα καὶ τί τὸ μὴ τοιοῦτον ἀκριβέστερον εἰδότα. λέγει δ’ οὕτως, οὐδὲν γὰρ χεῖρον κᾀνταῦθα παραγράψαι τὴν ῥῆσιν αὐτὴν τοῦ Μάγνου· πῶς οὖν τοῦτον καλῶς ἐν ταῖς ἁπλαῖς διαφοραῖς κατέταξαν, 
    641
    σύ μοι διαίτησον. σοὶ γὰρ ἐπιβάλλει μᾶλλον τὰς κυριολογίας κρίνειν καὶ ἀπὸ τῶν ὀνομάτων τεκμήρασθαι τὴν ὑπόστασιν τῶν σημαινομένων. εἶθ’ ἑξῆς μᾶλλον σαφέστερον ποιεῖ λέγων ὡδί· ἐγὼ δ’ οὐκ ἀλλάσσω τὴν ἐμαυτοῦ γνώμην μέχρι τοῦδε. φημὶ δὲ τὸ τῆς σφοδρότητος ὄνομα σημαίνειν οὐχ ἁπλῆν διαφορὰν σφυγμῶν, σύμμετρον δὲ ἐκ μεγέθους καὶ τάχους καὶ πληρότητος. οὐκοῦν κᾀνταῦθα περὶ τοῦ τί σημαίνει τὸ ὄνομα τὸ τῆς σφοδρότητος ἀμφισβητεῖν ὁμολογεῖ. καὶ ὅλως εἴ τις βούλεται τὸν πάντα λόγον ἀναλέξασθαι, γέγραπται δὲ ἐν τῷ τρίτῳ τῶν ἐφευρημένων μετὰ τοὺς Θεμίσωνος χρόνους, εὕροι αὐτὸν αἰσθανόμενον ὅτι περὶ ὀνόματος ἡ ζήτησίς ἐστι. τάχ’ οὖν τινι θαυμάζειν ἔπεισι τῆς καινοτομίας τοῦ Μάγνου. τί γὰρ ἔδει μετατιθέναι τὰ σημαινόμενα τῶν ὀνομάτων, εἴτε ὀρθῶς εἴτε οὐκ ὀρθῶς οἱ πρόσθεν ἰατροὶ κατεχρήσαντο αὐτοῖς; θεωρίαν μὲν γάρ τινα ἐφευρίσκειν εἰς τὰ τῆς τέχνης ἔργα διαφέρουσαν ἀνεμέσητον οὐ Μάγνῳ μόνον, ἀλλὰ καὶ παντὶ τῷ δυναμένῳ, κᾂν τήμερόν τις ᾖ τοιοῦτος, κᾂν μετὰ μυριάδας ἐτῶν παμπόλλας γίνηται·
    642
    τὸ δ’ ὑπὲρ ὀνομάτων ἐρίζειν οἷς τοσούτων πέρι ἡ σκέψις, οὐκ ὀρθόν. ἀλλ’ εἴ τις ταῦτα θαυμάζει τε καὶ μέμφεται, καλῶς μὲν ἴσως ποιεῖ, δοκεῖ δὲ ἀγνοεῖν τὴν προαίρεσιν τῶν ἀνδρῶν. ἀρέσκονται γὰρ οὗτοι πάντες οἱ Πνευματικοὶ καλούμενοι τοῖς ἀπὸ τῆς στοᾶς δόγμασιν. ὥστ’ ἐπεὶ Χρύσιππος αὐτοὺς εἴθισεν ἀμφισβητεῖν περὶ τῶν κατὰ τὴν φιλοσοφίαν ὀνομάτων, οὐδ’ αὐτοὶ περὶ τῶν κατὰ τὴν ἰατρικὴν ταῦτα ποιεῖν ὀκνοῦσι. καὶ Ζήνων δὲ ὁ Κιττιεὺς ἔτι πρότερον ἐτόλμησε καινοτομεῖν τε καὶ ὑπερβαίνειν τὸ τῶν Ἑλλήνων ἔθος ἐν τοῖς ὀνόμασιν. οὐκοῦν ἔτι θαυμαστὸν οὐδὲν, εἰς τοσοῦτον ἐκπεπτωκέναι τῆς ἐν αὐτοῖς φιλονεικείας τοὺς νεωτέρους ἰατρούς τε καὶ φιλοσόφους. ἀλλὰ τί θαυμάζειν αὐτῶν ἄξιον, εἰ μηδ’ ὅτι περὶ ὀνόματος ἐρίζουσι συνιᾶσιν; ὥσπερ οὖν οὐδ’ ὁ Ἀρχιγένης, καί τοι τἄλλα συνετὸς ὢν, οὐκ ἠξίωσεν, αὐτὸ τοῦτ’ ἐπισημηνάμενος, ὅτι καινοτομεῖ περὶ τοὔνομα τῆς σφοδρότητος ὁ Μάγνος, οὕτω παρελθεῖν ἐπί τι τῶν χρησιμωτέρων, ἀλλ’ ἄνω καὶ κάτω στρέφεται κατὰ τὸν τόπον, τά τ’ ἄλλα διαμαρτάνων
    643
    καὶ ὅτι μηδ’ αὐτὴν τὴν ῥῆσιν ἑκάστοτε τοῦ Μάγνου παρατίθεται, πολὺ σαφεστέραν οὖσαν ὧν αὐτὸς γράφει, μεταλαμβάνων. ἄλλο δέ τι μεῖζον ἁμάρτημα τῆς ἐν τοῖς ὀνόμασι μικρολογίας ἁμαρτάνουσι σχεδὸν ἅπαντες οἱ μεθ’ Ἡρόφιλον περὶ τῶν σφυγμῶν γεγραφότες. δέον γὰρ, ὡς ὀλίγῳ πρόσθεν ἡμεῖς διειλόμεθα, καὶ αὐτοὺς οὕτω διελομένους, ἰδίᾳ μὲν περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν, ἰδίᾳ δὲ περὶ τῆς διαγνώσεως αὐτῶν, ἰδίᾳ δ’ ἔτι περὶ τῶν ἐν αὐτοῖς αἰτίων, κᾄπειθ’ ἑξῆς ἰδίᾳ περὶ τῆς δι’ αὐτῶν προγνώσεως διδάσκειν, οὐκ οἶδ’ ὅπως ἅπανθ’ ὁμοῦ συγχέουσί τε καὶ ταράττουσι, τὰ μὲν παραλιπόντες ὅλως, τῶν δ’ ἐπὶ σμικρὸν κομιδῆ μνημονεύοντες, τὰ δ’ ἀχρήστως τε καὶ περιττῶς ἀπομηκύνοντες, τὰ δ’ ἀλόγως εἰς ταὐτὸ συναγαγόντες, ὥσπερ ἓν ὄντα, καί τοι πάμπολυ διαφέροντα. κατά γ’ οὖν τοῦτον αὐτὸν λόγον τὸν περὶ τῆς σφοδρότητος ὁ Ἀρχιγένης ὅταν μὲν γράφῃ ὡς ἐκ τοῦ καθ’ ἕνα χωρισμοῦ φανερὰ γίγνεται καθ’ αὑτὴν ἡ σφοδρότης οὖσα ὁ τόνος, ὡς εἶπον, τῆς τῶν ἀρτηριῶν κινήσεως, τὸ τῆς σφοδρότητος αἴτιον εἰπὼν αὐτὴν οἴεται δεδηλωκέναι
    644
    τὴν σφοδρότητα. εἰ γὰρ δὴ τοῦτό ἐστιν, ὦ Ἀρχίγενες, ἡ σφοδρότης, ἀπόκριναι τὴν αἰτίαν ἡμῖν αὐτῆς. ἀλλ’ οὐχ ἕξεις. ἢ πάλιν ταὐτὸν ἀναγκασθήσῃ λέγειν τὸν τόνον. καὶ ἔσται σοι ὁ τόνος τῆς τῶν ἀρτηριῶν κινήσεως ἅμα μὲν αἰτία τῆς σφοδρότηρος, ἅμα δὲ ἡ σφοδρότης αὐτή. πολλῷ τοίνυν ἄμεινον οἱ πρὸ Ἀρχιγένους περὶ σφυγμῶν γράψαντες, οἱ μὲν τὸ ἀντιβατικὸν, οἱ δὲ τὸ βίαιον, οἱ δὲ τὸ ἰσχυρὸν, οἱ δὲ τὸ ἀνατρεπτικὸν τῆς προσβολῆς τῶν ἀρτηριῶν ἐκάλεσαν σφοδρότητα. καὶ τοῦτο καὶ αὐτὸς ὁ Ἀρχιγένης ἐπίσταται. τί γοῦν φησι; δοκεῖ δέ τισι ἐν τῇ τῆς ἁφῆς πληγῇ κεῖσθαι, καθ’ ὃ καὶ πληγὴν ἀπ’ ἀρτηρίας φασὶν αὐτήν τινες. εἶτ’ οὐκ οἶδ’ ὅπως οἴεται διαβάλλειν αὐτῶν τὴν δόξαν, ὡδί πως γράφων· φαίνεται δὲ καθ’ ὅλην τὴν διαστολὴν τὸ στεγανὸν τῆς ὁρμῆς, καθ’ ὃ καὶ εἰ προσπιέσαιμεν τοὺς δακτύλους, στερεωτέρα ὑποπίπτει ἡ πληγὴ, οὐ κατὰ τὸ πέρας τῆς διαστολῆς, ἀλλὰ κατωτέρω τότε γινομένη. ἡ μὲν λέξις αὕτη. πάρεστι δὲ ἐπισκοπεῖσθαι, ὡς οὐδὲν ἡ ἀντιλογία περαίνει. τί γὰρ πρὸς ἔπος, εἰ καὶ πρὸ τοῦ πέρατος τῆς διαστολῆς ἡ τῆς
    645
    πληγῆς ποιότης δήλη γίγνεται, τὸ μὴ οὐκ εἶναι πληγὴν ἀπ’ ἀρτηρίας, τὴν σφοδρότητα; εἰ μὲν γὰρ τοῦτ’ ἔλεγον οἱ πρὸ Ἀρχιγένους, ὡς ἔστιν σφοδρότης ἀντιβατικὴ πληγὴ κατὰ τὸ πέρας τῆς διαστολῆς γινομένη, καλῶς ἀντέλεγεν αὐτὸς ὑπομιμνήσκων ὅτι καὶ πρὸ τοῦ πέρατος ἤδη φαίνεται τὸ βίαιον τῆς προσβολῆς, ἐπεὶ δ’ ἁπλῶς ἔφασαν ἀντιβατικὴν εἶναι πληγὴν τὴν σφοδρότητα, τὸ δεικνύειν ὅτι καὶ πρὸ τοῦ πέρατος τῆς διαστολῆς ἤδη φαίνεται τοιαύτη, μάταιον.

      Ἀλλ’ ἔστω τοῦθ’ ὅπερ ὁ Ἀρχιγένης βούλεται, τόνος μέν τις ἡ σφοδρότης, τὸ δ’ ἰσχυρὸν τῆς πληγῆς, οὐκ εἶναι σφοδρότης. ἐρωτήσωμεν αὐτὸν, τίς αἰτία σφοδρότητος σφυγμῶν; οὐ γὰρ δή που ταυτόν ἐστι σφοδρότης τε καὶ σφοδρότητος αἰτία. τὸ μὲν γὰρ φαίνεται καὶ πᾶς ἰατρὸς ζητεῖ ἐπὶ νοσοῦντος· ὅ γε μὴν παντάπασιν ἀγύμναστος εὐθὺς γνωρίζει τὸν σφυγμὸν ἢ σφοδρὸν ἢ ἀμυδρὸν εἶναι, οὐ μὴν ἥ γε αἰτία φαίνεται. καὶ διὰ τοῦτο οὐδὲν ὑπὲρ αὐτῆς ὡμολόγηται. Ἡρόφιλος μὲν γάρ φησι ῥώμην τῆς κατὰ τῆς ἀρτηρίας ζωτικῆς δυνάμεως αἰτίαν εἶναι σφοδροῦ σφυγμοῦ· 

      646
      Ἀθήναιος δὲ τοῦ ζωτικοῦ τόνου τὴν ἰσχύν· Ἀσκληπιάδης δὲ ἀμφοῖν καταγελάσεται, καὶ τόνους καὶ δυνάμεις καὶ πάντα τὰ τοιαῦτα καινὰ φάσκων ὑπάρχειν ὀνόματα, τὴν δ’ αἰτίαν τῆς σφοδρότητος εἰς πλῆθος καὶ λεπτότητα πνεύματος ἀνοίσει, καθάπερ, οἶμαι, καὶ Ἐρασίστρατος. οὐδὲ γὰρ οὗτος τοῖς χιτῶσιν αὐτοῖς τῶν ἀρτηριῶν μεταδίδωσι τῆς τονικῆς δυνάμεως, ἀλλὰ τῆς καρδίας ἰσχυρῶς ἐκθλιβούσης τὸ πνεῦμα, τῇ τούτου διὰ τῶν ἀρτηριῶν φορᾷ τὸ ἀντιβατικὸν ἐν τῇ πληγῇ φησι γεννᾶσθαι. καὶ τί δεῖ τούτων μνημονεύειν; ὁ γάρ τοι Μάγνος, καὶ αὐτὸς ἀπὸ τῆς πνευματικῆς αἱρέσεως εἶναι προσποιούμενος, ἑτέρως τὸ ἰσχυρὸν τῆς πληγῆς γίνεσθαί φησιν ἢ ὡς Ἀρχιγένης. ἀλλὰ περὶ μὲν τῆς τοιαύτης διαφωνίας οὐ νῦν ὁ καιρός. ὑπομεμνήσθω δ’ οὖν εἰς τὰ παρόντα τό γε τοσοῦτον, ὡς τὸ μὲν ἰσχυρὸν τῆς πληγῆς ἐν τῷ τὴν ἁφὴν ὠθεῖν καὶ ἀντιβαίνειν καὶ ἀνατρέπειν κείμενον ἅπασιν ὡμολόγηται, τὸ δ’ ὑπὸ τίνος αἰτίας γίγνεται διαφωνεῖται. γελοῖον δ’ ἐστὶν ἐν τῇ διαφωνίᾳ τοῦ τί ποτ’ ἐστὶν ὅδε τις ὁ σφυγμὸς μὴ τοῦτο διδάσκειν, ἀλλ’ ὑπὸ τίνος γίγνεται γράφειν. τὸ μὲν γὰρ τί ποτ’ ἐστὶ φαίνεσθαι
      647
      δεῖ, τὸ δ’ ὑπὸ τίνος γίγνεται λόγῳ φωρᾶσθαι. δῆλον οὖν ὡς οὐδ’ ὅπῃ διήνεγκεν ὁ σφοδρὸς σφυγμὸς τῆς αἰτίας ὑφ’ ἧς γίγνεται, διηρθρωμένως ἐγίγνωσκεν ὁ Ἀρχιγένης. καὶ διὰ τοῦτο ἐν τῷ τόνῳ τῆς κινήσεως τῶν ἀρτηριῶν τὴν σφοδρότητα τίθεται, δέον τοῦτο μὲν αἴτιον εἰπεῖν σφοδρότητος, αὐτὴν δὲ κατὰ τὸ ποιὸν τῆς πληγῆς φάναι συνίστασθαι βίαιόν τινα οὖσαν καὶ ἀντιβατικὴν προσβολήν. ὅτι δὲ συγκέχυται περὶ τὰ πράγματα καὶ διηρθρωμένως οὐδὲν λέγει, δῆλον ἐξ ὧν ἐπιφέρει, προελόμενος ὁρίζεσθαι τοὺς σφυγμούς. τί γάρ φησι; σφοδρὸς μὲν οὖν σφυγμὸς ὁ μείζονα τόνον ἔχων τῆς κινήσεως καὶ ῥοιζώδης ὤν· ἀμυδρὸς δὲ ὁ ἐκλελυμένον τὸν τόνον ἔχων καὶ ἀσύστροφον τὴν πληγήν. οὐ γὰρ ἁπλῶς εἶπε, σφοδρὸς μὲν οὖν ἐστι σφυγμὸς ὁ μείζονα τὸν τόνον ἔχων τῆς κινήσεως, ἀλλὰ προσέθηκε, καὶ ῥοιζώδης ὤν· ὃ τί ποτ’ αὐτῷ βούλεται, μὰ τοὺς θεοὺς, οὐκ ἀκριβῶς συνίημι. ποιητικὸν γὰρ τοὔνομά ἐστιν ὁ ῥοῖζος, οὐ πολιτικὸν, οὔτε συνεχῶς λεγόμενον οὐδὲν, οὐδὲ τί ποτε σημαίνει, προδηλοῦν. ἀλλ’ εἰ μέν τι χρὴ τοῖς γραμματικοῖς
      648
      πιστεύειν ἐξηγουμένοις τὸ παρὰ τῷ ποιητῇ λεγόμενον ἐπὶ τοῦ Κύκλωπος,

    1. Πολλῷ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα,
    2. τάχος κινήσεως ὁ ῥοῖζος δηλοῖ. οὐ μὴν ἐβούλετό γε τοῦτο Ἀρχιγένης αὐτὸς, ὁπότ’ ἀντέλεγε τῷ Μάγνῳ, πλὴν εἰ παραπλήσιόν τι τοῖς ῥήτορσι ποιεῖ, κατηγορεῖ πολλάκις ὧν οὐκ ἔγνωκεν. ἀλλ’ οὐκ ᾤμην ἔγωγε. τί ποτ’ οὖν ἐστιν ὃ βούλεται δηλοῦν ὁ ῥοῖζος, εἰ μὴ τὸ τάχος; ἀλλ’ ἆρά γε τὸ ἰσχυρὸν τῆς πληγῆς; ἀλλ’ οὕτως πάλιν ἅμα δυοῖν ἔσται τὸν ὁρισμὸν πεποιημένος, αἰτίου τε τοῦ ποιοῦντος καὶ γιγνομένου πρὸς αὐτοῦ, καὶ μείζων ἡ ἀπορία. πότερον ἑκάτερον αὐτῶν βούλεται τὸν σφοδρὸν εἶναι σφυγμὸν, τό τε τοῦ τόνου μέγεθος καὶ τὸ βίαιον τῆς πληγῆς, ἢ τὸ συναμφότερον, ἄν τε γὰρ ἑκάτερον ἄν τε συναμφότερον, οὐ καλῶς, ὅτι μὴ δυνατὸν, ὡς ἐλέχθη, τὴν αἰτίαν τῷ γιγνομένῳ πρὸς αὐτῆς ταὐτὸν εἶναι. καὶ γὰρ δὴ τὸ φάναι, μείζονα τόνον ἔχειν τῆς κινήσεως τὸν σφοδρὸν σφυγμὸν, ἀσαφές. οὐδὲ γὰρ οὐδ’ ἐνταῦθα συνίημι τί λέγει, πότερον ὑπὸ μείζονος τόνου γίγνεσθαι

      649
      τὸν σφοδρὸν σφυγμὸν, ἢ τὸν μείζονα τόνον σφοδρὸν εἶναι σφυγμόν. κατὰ μὲν γὰρ τὸ πρότερον τῶν σημαινομένων, οὐ τί ποτ’ ἐστὶν ὁ σφοδρὸς σφυγμὸς, ἀλλ’ ὑπὸ τίνος γίνεται, δεδηλωμένον ἂν εἴη· κατὰ δὲ τὸ δεύτερον, ἀδήλου τε καὶ ἀμφισβητουμένου κατὰ τὰς αἱρέσεις ἡ διδασκαλία. χρὴ δ’ εἴπερ τι καὶ ἄλλο, καὶ τὸν σφοδρὸν σφυγμὸν ἕν τι τῶν αἰσθητῶν εἶναι πραγμάτων. ἀλλ’ ὁ τόνος οὐκ αἰσθητὸς, ἢ πάντως ἂν ἅπασιν ὡμολόγητο. τινὲς μὲν γὰρ οὐδὲ συνιέναι φασὶν ὅλως, τί ποτε σημαίνεται πρὸς τοῦ τόνος ὀνόματος, καί τοι συνιέντες τε καὶ αἰσθανόμενοι σφοδροῦ σφυγμοῦ. τινὲς μὲν ὁμολογοῦσι τὸ λεγόμενον, ὑπάρχειν δ’ οὐ συγχωροῦσιν. οὕτως οὐ ταὐτόν ἐστι τόνος κινήσεως καὶ σφοδρὸς σφυγμὸς, εἴγε τὸ μὲν αὐτῶν αἰσθήσει φαίνεται, τὸ δὲ οὐ μόνον ἄδηλον ταῖς αἰσθήσεσιν, ἀλλὰ καὶ διαμφισβητούμενον καὶ ἀσαφὲς ὅλως ἐστίν.

      Ἆρ’ οὖν ἡ μὲν τοῦ σφοδροῦ σφυγμοῦ διδασκαλία καὶ ἀσαφὴς καὶ ψευδὴς κατὰ πάντα τὰ σημαινόμενα, σαφεστέρα δὲ καὶ ἀληθεστέρα ἡ τοῦ ἐναντίου αὐτοῦ τοῦ ἀμυδροῦ; τάχα γὰρ ἐκ τῆς ἀντιθέσεως συνιέναι τινὸς τῶν ἐν

      650
      τῷ προτέρῳ λόγῳ δυνησόμεθα. τί δή φησιν; ἀμυδρὸς δὲ ὁ ἐκλελυμένον τόνον ἔχων καὶ ἀσύστροφον τὴν πληγήν. ἐνταῦθα δὴ φανερῶς τῷ μὲν μεγάλῳ τόνῳ τὸν ἐκλελυμένον ἀντέθηκε, δέον οὐ τοῦτον, ἀλλὰ τὸν μικρὸν ἀντιθεῖναι. ἢ κακῶς ἐν τῷ σφοδρῷ τὸν μέγαν εἶπε, τῷ δὲ ῥοιζώδει ἀσύστροφον τῆς πληγῆς. εἰ μὲν οὖν ἐνόουν τί ποτ’ ἐστὶν τὸ ἀσύστροφον, ἴσως ἂν συνῆκα τοῦ ῥοιζώδους. νυνὶ δ’ αὐτὸ τοῦτο πάλιν ἀσαφέστερόν ἐστι πολλῷ τοῦ ῥοιζώδους. ὥστ’ οὐδέτερον αὐτῶν ἐξηγητικὸν γίνεται θατέρου. πότερον γὰρ τὸ βραδὺ νομίσομεν λέγειν αὐτὸν ἀσύστροφον, ἢ τὸ ἄῤῥωστον, ἢ τὸ μαλακὸν, ἢ τὸ εὐανάτρεπτον, ἢ τὸ διαλελυμένον, οὐκ ἔχω συμβαλεῖν. ἓν δὲ μόνον ἐν τούτῳ τῷ τρόπῳ πλέον μοι νομίζω γεγονέναι, τὸ καὶ τὴν ποιότητα τῆς πληγῆς αὐτὸν εἰς τὴν ἔννοιαν τῆς σφοδρότητος παραλαμβάνειν, καί τοι κατ’ ἀρχὰς, ὁπότ’ ἀντέλεγε τῷ Μάγνῳ, μόνον τόνον εἰπόντι τῆς τῶν ἀρτηριῶν κινήσεως. ἀλλὰ νῦν καὶ ἀσύστροφον ἔφη τὴν πληγήν· καὶ μὴν ἀντεῖπεν ὀλίγῳ πρόσθεν τοῖς ἐν τῇ τῆς ἁφῆς πληγῇ κεῖσθαι νομίζουσιν αὐτόν. ἐμοὶ μὲν δὴ καὶ ταῦτα 
      651
      πάντη τεταραγμένου καὶ μηδὲν ἀκριβὲς ἔχοντος εἰπεῖν εἶναι δοκεῖ. σοὶ δ’ εἴπερ μὴ ταῦτα, τὰ δ’ οὖν ἐφεξῆς αὐτῶν οἶδ’ ὅτι λῆρος εἶναι δόξει μακρὸς, ἄν γε μὴ σοφιστής τις ᾖς καὶ αὐτὸς, ἀλλὰ τῶν τῆς ἰατρικῆς ἔργων ἐραστής. ἡ μὲν οὖν ῥῆσις αὕτη τοῦ Ἀρχιγένους τόνδε τὸν τρόπον ἔχει· ἔστι δὲ κατὰ τὴν σφοδρότητα τοιαύταις καὶ ἄλλαις ἐντυγχάνειν διαφοραῖς, ἐν αἷς ἐκλελυμένη ἐμπίπτει ἡ πληγὴ καὶ ἀβαρὴς, ὃν ἀμαυρὸν σφυγμὸν ἤδη τινὲς ἐκάλεσαν. ἄλλη δὲ βαρεῖα μὲν ἔκλυτος ταύτην ἀμυδροῦ σφυγμοῦ διαφορὰν θείη τις ἂν, ἡ δ’ οὐκ ἔκλυτος μὲν, ἀλλ’ οἷον παραπεποδισμένη καὶ εἴσω ῥέπον τὸ βάρος ἔχουσα, πεπιεσμένη καὶ δεδυκυῖα. διαφορὰ κατὰ σφοδρότητα εἴη ἂν σφυγμοῦ καὶ κατὰ τὸν σφοδρὸν, ἡ μέν τις πληγὴ εἴη ἂν ἐξεριστικὴ, ὑγρότερον ἐξωθοῦσα τὴν ἁφὴν, οἷα ἀπὸ τροφῆς μάλιστα νεαρᾶς ἐγγίνεται. ἡ δὲ δύσθραυστός ἐστι μᾶλλον, οἷον διηγκωνισμένου τοῦ κινοῦντος. ἡ δ’ ἐν πείσεσί τισι καὶ ἐπὶ τοῖς ἐν σαρκὶ πλεονασμοῖς φαίνεται. ταῦτ’, ὦ πρὸς θεῶν, πότερον θαυμαστά τις, ἢ ληρήματα φήσει; τὸν γοῦν βίον βραχὺν ὡς πρὸς τὸ τῆς τέχνης ὄντα
      652
      μέγεθος οὐ βραχὺν οὗτός γε, ἀλλὰ τὸ μηδὲν ποιεῖ, τοσοῦτον ὄχλον ἐπεισάγων αὐτῇ ψευδοῦς θεωρίας. πόθεν γοῦν οὗτοι πάλιν ἥκουσιν ἡμῖν οἱ σφυγμοὶ, βαρὺς καὶ ἀβαρής; τί δ’ οὐ καὶ ταύτην ἐν ἀρχῇ τὴν διαφορὰν ἐδήλωσεν, ἡνίκ’ ὀκτὼ ποιότητας ἔλεγεν ὑπάρχειν τοῖς σφυγμοῖς; ὡς γὰρ μέγεθος καὶ τάχος καὶ σφοδρότητα καὶ τἄλλα, τί τὸ κωλύον ἦν καὶ βαρύτητα προσγράψαι; πόθεν αὕτη πάλιν ἡ καινὴ τραγῳδία, βαρὺς σφυγμός ἐστί τις; πόσων μνῶν, ὦ Ἀρχίγενες, ἑρμήνευσον ἡμῖν, εἴ γε μὴ μόνον ὀνόματα γεγραφὼς ἔσῃ, πρᾶγμα δ’ οὐδὲν εἰρηκώς. ἔστι τις σφοδρὸς σφυγμὸς, ὡς οἱ μὴ τραγῳδοῦντες ἔγραψαν, ἀντιβατικὸς κατὰ τὴν πληγὴν, διάγνωσις δ’ αὐτοῦ, θλιβόντων τὴν ἀρτηρίαν, οὐκ ἐπιπολῆς ψαυόντων. αἰτία δ’ ἄλλη μὲν κατ’ ἄλλον, ἄλλη δὲ κατὰ τοὺς πνευματικοὺς ὑμᾶς, ἡ ῥώμη τοῦ τόνου. λέξον μοι καὶ περὶ τοῦ βαρέος ὡσαύτως, τήν τε φύσιν αὐτοῦ καὶ τὴν διάγνωσιν καὶ τὴν αἰτίαν. ἢ γελοιότατος ἂν εἴης τίς μέν ἐστι σφοδρὸς σφυγμὸς καὶ ταχὺς καὶ μέγας, ἐξηγούμενός τε καὶ ὁριζόμενος, οὓς καὶ χωρὶς ὁρισμῶν ἐνοήσαμεν ἂν, εἴ γε
      653
      μὴ παντάπασιν ἀήθεις ἦμεν Ἑλληνικῆς λέξεως, τίς δ’ ἐστὶν ὁ σφυγμὸς ὁ βαρὺς οὗτος, ὃν ἐπεισάγεις ἡμῖν καινὸν, οὐκ ἐξηγούμενος, ἀλλ’ ὑπολαμβάνων, εἰ τοὔνομα μόνον γράψειας, εἰρηκέναι τι πλέον. τοῦτο δὲ οὐ λέγειν, ἀλλὰ λαλεῖν ἐστί. εἰ μὲν οὖν βούλει κατὰ τὸν Κωμικὸν,

    1. Λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν,
    2. ἕτερος ἂν εἴη λόγος· εἰ δ’ οὐ λαλεῖν, ἀλλὰ λέγειν, τί καὶ διδάσκειν ἐθέλεις, δήλωσον ἡμῖν, τίνι τῶν αἰσθήσεων, καὶ πῶς διαγνωσόμεθα τόν βαρὺν τοῦτον σφυγμόν; ἐγὼ μὲν γὰρ οὐδὲ λίθου βάρος, οὐδὲ ξύλου δύναμαι διαγνῶναι, μὴ ταῖς χερσὶν ἀράμενος, ἢ ἀναθέμενος τοῖς ὤμοις, ἢ ἐξαρτησάμενος τοῦ πραχήλου. πότερον οὖν καὶ τὴν ἀρτηρίαν τοῦ νοσοῦντος ἐν ταῖς χερσὶ βαστάζοντας ἡμᾶς, ἢ ἀναθεμένους, δεήσει διαγιγνώσκειν οὕτως τὸ βάρος τῶν σφυγμῶν, ἢ τί κελεύεις ὦ Ἀρχίγενες; πρὸς δὲ ταῦτα τῶν ἀπ’ αὐτοῦ τις, γέρων σεμνὸς, ἐννενηκοντούτης, ὦ τὰν, ὦ τέκνον ἔφη, ἐκλελυμένος καὶ νωχελὴς καὶ βραδὺς καὶ μέλλων σφυγμὸς ἂν εἴη. πάλιν οὖν ἡμεῖς ἔφαμεν, ὦ πάτερ, ἐκλελυμένον τίνα λέγεις; ἆρά γε

      654
      τὸν βραδὺν, ἢ τὸν ἀραιόν; οὐ γὰρ συνίεμεν. ὀλίγον οὖν διασιωπήσας, τὸν βραδὺν ἀπεκρίνατο. καὶ μὴν περί γε τοῦ νωχελοῦς, ἔφην, οὐκ ἂν ἐροίμην σε. δῆλον γὰρ ὅτι καὶ τοῦτον βραδὺν εἶναι φήσειας. ἀλλὰ καὶ ὁ μέλλων, ἔφην, οἶμαι, βραδύς ἐστι. ἐκ τούτων συνεὶς ὁ γέρων, ὡς ἐξ ἁπάντων τῶν τεττάρων ὀνομάτων ἓν ἐδείκνυτο δηλούμενον πρᾶγμα, βραδύτης σφυγμοῦ, ταράττεσθαί τε καὶ φιλονεικεῖν ὑπήρξατο. καὶ πρῶτον μὲν τὸν μέλλοντα πρὸς αὐτοῦ κληθέντα σφυγμὸν οὐ κατὰ τὸ βραδὺ τῆς κινήσεως, ἀλλὰ κατὰ τὸ τῆς ἡσυχίας ἔφασκε μῆκος κεῖσθαι. τοῦτο γὰρ εἶναι τὸ μέλλειν, ὀκνεῖν ἄρξασθαι· μετὰ δὲ ταῦτα καὶ τὸν ἐκλελυμένον καὶ τὸν νωχελῆ τὸν οἷον ἄῤῥωστον ἔλεγεν. ἐκλελύσθαι γὰρ καὶ ἀδυνατεῖν καὶ ἀσθενεῖν ταὐτὸν δηλοῦν. ἐγὼ τοίνυν πρὸς αὐτὸν ὑπολαβὼν, οὐδὲν, ἔφην, πρᾶγμα. καὶ γὰρ εἰ δεύτερον καὶ τρίτον ἀναθέσθαι περὶ τῶν αὐτῶν ἐθέλεις, συγχωρήσομέν σοι. ζητοῦμεν γὰρ ἐξευρεῖν τἀληθὲς, οὐκ ἀμφισβητοῦμεν φιλονεικοῦντες. ἔστωσαν δὴ, ἔφην, ὁ μὲν μέλλων κατὰ τὸ τῆς ἡσυχίας μῆκος νενοημένος ὁ δὲ ἐκλελυμένος καὶ νωχελὴς κατὰ τὴν ἀῤῥωστίαν. ἀναμνήσθητι τοίνυν, ὡς
      655
      βαρὺν ἔφησθα σφυγμὸν εἶναι τὸν ἐκλελυμένον καὶ νωχελῆ καὶ βραδὺν καὶ μέλλοντα. σαφέστερον δέ μου περὶ τῶν σημαινομένων ἀξιώσαντος μαθεῖν, ἐν ἀρχῇ μὲν οὐδὲν πλέον ἅπαντος τοῦ βραδέος ἐφαίνετο δηλοῦν, νυνὶ δὲ τὸν μὲν ἐκλελυμένον καὶ νωχελῆ τὸν οἷον ἄῤῥωστον ἔφαμεν εἶναι, τὸν μέλλοντα δὲ κατὰ τὸ μῆκος τῆς ἡσυχίας νενοῆσθαι, τὸν βραδὺν δὲ βραδὺν καὶ νῦν ἔτι μένειν. αὖθις οὖν ἀπόκριναί μοι, τὸν ἀραιὸν, εἰ μὴ τὸν ἀμυδρὸν λέγεις; ἀλλὰ λέγω, φησί. τί δὲ τὸ τὸν ἡσυχάζοντα μέχρι πολλοῦ; ἆρ’ οὐ καὶ τοῦτον ἀραιὸν ἐρεῖς; ὡμολόγει. περαίνοιτ’ ἂν οὖν, ἔφην, ἐκ τῶν ὡμολογημένων ὁ βαρὺς σφυγμὸς ἀμυδρός τις ἅμα καὶ βραδὺς εἶναι καὶ ἀραιός. ἐσιώπησεν ἐπὶ τούτοις ὁ πρεσβύτης μάλα σεμνῶς. ἀλλ’ εἰ καὶ τοῦτ’, ἔφην, οὐκ ἂν εἴη ποιότης ἑτέρα τις παρ’ ἃς ἅπαντες λέγουσιν ἡ τοῦ βαρέος, ἀλλ’ ὄνομα κατὰ τριῶν ποιοτήτων συνόδου κείμενον. τὸν γὰρ ἀμυδρὸν ἅμα καὶ βραδὺν καὶ ἀραιὸν βαρὺν εἶναι φήσομεν. οὐκ οἶδ’, ἔφη, τί λέγεις, καὶ φιλονεικεῖς μάτην, καὶ τοῦτ’ εἰπὼν ἀπηλλάττετο, προσβλέψας ἡμῖν ἐπιτιμητικόν τι καὶ 
      656
      καταγνωστικόν. ἀλλ’ ἡμεῖς μετ’ ὀλίγας ἡμέρας ἐπὶ νοσοῦντός τινος αὐτοῦ τε παρόντος ἐκείνου τοῦ γέροντος καὶ ἄλλων πολλῶν εὐδοκίμων ἰατρῶν, καὶ πάντων ταραττομένων ἐπὶ τοῖς ὑπάρχουσι τῷ κάμνοντι συμπτώμασι, κοιλίαν ἐκταραχθήσεσθαι προειπόντες, εἶτ’ ἐρωτώμενοι πρὸς αὐτῶν, ὁπόθεν αὐτὸ προειρήκαμεν, πόκον, εἴπομεν, εἰς γναφεῖον οὐδεὶς ἀποφέρει, δηλοῦντες αὐτοῖς, ὡς πολλοῦ δέουσι τὰ τηλικαῦτα μανθάνειν, μηδὲ τὰ βραχύτατα γινώσκοντες. ὀλίγων δ’ ὕστερον ἡμερῶν ἐξ ἀριστεροῦ μυκτῆρος αἱμοῤῥαγίαν προειπόντες, εἶτ’ αὖθις παρωτίδας ἐσομένας, εἶτα ἄλλο τι καὶ ἄλλο, τὸ μὲν προγνόντες, τὸ δὲ θεραπεύσαντες, ὧν ἠδυνάτουν ἐκεῖνοι, δεομένοις αὐτοῖς εἰπεῖν, ἐκ τίνος τὰς τοιαύτας θεωρίας προλέγετε καὶ πράττετε, διὰ παντὸς ἐσιωπῶμεν, ἐκείνοις μὲν οὐδὲν ἀποκρινόμενοι, πρὸς δὲ ὑμᾶς αὐτοὺς λέγοντες τὸ τοῦ Κωμικοῦ,

    3. Ὡς οὔτε στρεβλὸν ὀρθοῦται ξύλον,
    4. Οὔτε γερανδριὸν μετατεθὲν μοσχεύεται.
    5. 657

      θᾶττον γὰρ ἄν τις τοὺς ἀπὸ Μωϋσοῦ καὶ Χριστοῦ μεταδιδάξειεν ἢ τοὺς ταῖς αἱρέσεσι προστετηκότας ἰατρούς τε καὶ φιλοσόφους. ὥστ’ ἐγὼ τελευτῶν ἔγνων κερδαίνειν μακρὰν ἀδολεσχίαν περὶ μηδενὸς αὐτοῖς ὅλως διαλεγόμενος· καί μοι τοῦτο πράττεται καὶ πραχθήσεται. καὶ τάδε τὰ γράμματα σαφῶς εἰδὼς ἀνωφελῆ πᾶσιν ὀλίγου δεῖν ἐσόμενα, πλὴν ἑνὸς ἴσως τινὸς, ἢ δυοῖν, οἳ ἂν καὶ φύσει θαυμαστῇ καὶ διδασκαλίᾳ καὶ μελέτῃ χρήσωνται, καὶ πρὸ τούτων ἁπάντων ἔξω τῆς περὶ τὰς αἱρέσεις καταστῶσι μανίας, ὅμως γράφω, ἅμα μὲν παιδιὰν οὐκ ἄμουσον παίζων, ἅμα δὲ εἰς τὸ τῆς λήθης γῆρας, ὡς ὁ Πλάτων φησὶν, ὑπομνήματα ἑαυτῷ παρασκευαζόμενος, ἅμα δὲ καί τισι τῶν ἑταίρων δεηθεῖσι χαριζόμενος. ἀλλὰ περὶ μὲν τῆς ἐπιπολαζούσης ἀμαθίας ἅμα καὶ φιλονεικίας ἀρκεῖ καὶ ταῦτα.

    Περὶ δὲ ὧν προὐθέμεθα λέγειν ἐπάνιμεν αὖθις, ἐπιδεικνύντες τοῖς ἕπεσθαι δυναμένοις, ὡς ὁ βαρὺς σφυγμὸς ὄνομα μόνον ἐστὶ, πρᾶγμα δὲ οὐδὲ ἕν. εἰ γὰρ ὡς ὁ σοφώτατος τῶν καθ’ ἡμᾶς Ἀρχιγενείων ἀναγκαζόμενος αὐτὸν

    658
    ἐξηγεῖσθαι, μετελάμβανεν, ἀμυδρὸς ἔσται καὶ βραδὺς καὶ ἀραιός. εἰ δὲ τὸν τοιοῦτον σφυγμὸν ἐνδείκνυσθαι φαῖεν ὑπὸ πλήθους βαρύνεσθαι τὴν φύσιν, καὶ διὰ τοῦτο καλεῖσθαι δεῖν βαρὺν σφυγμὸν, ὥρα καλεῖν αὐτοὺς οὐ βαρὺν μόνον, ἀλλὰ καὶ ὠμὸν αὐτὸν καὶ ψυχρὸν, ὃς οὐδὲν ἧττον πλήθους ὠμότητα χυμῶν καὶ κατάψυξιν ἐνδείκνυσθαι δύναιτ’ ἄν. οὕτω δ’, οἶμαι, καὶ χολώδη τινὰ καὶ φλεγματώδη σφυγμὸν ὀνομάζειν οὐκ ὀκνήσομεν, ἂν ἅπαξ τῶν ποιούντων αὐτοὺς αἰτίων τὰς προσηγορίας αὐτοῖς τοῖς σφυγμοῖς ἐπιφέρειν ἐθίσωμεν. ὅπερ οὖν ἀεὶ λέγεται, τὸ μὴ διωρίσθαι παρ’ αὐτοῖς ἰδίᾳ μὲν τὴν περὶ διαφορᾶς σφυγμῶν πραγματείαν, ἰδίᾳ δὲ τὴν περὶ διαγνώσεως, ἰδίᾳ δὲ τὴν περὶ τῶν ἐν αὐτοῖς αἰτίων, ἰδίᾳ δὲ τὴν περὶ προγνώσεως, εἰς τὰς τοιαύτας ἀδολεσχίας ἐμβάλλει. ὅ γ’ οὖν Ἀρχιγένης περὶ πρώτου πάντων γράφων τοῦ κατὰ τὸ μέγεθος γένους τῶν σφυγμῶν, οὔτε τῶν ποιούντων αὐτοὺς αἰτίων οὔτε τῆς ἐξ αὐτῶν προγνώσεως ἐμνημόνευσεν, ἀλλὰ τὰς διαφορὰς τῶν κατὰ τὸ γένος τοῦτο συνισταμένων σφυγμῶν καὶ τοὔνομα ἑκάστης αὐτῶν ἐδίδαξε, βραχέα μέν που παρεμβάλλων αὐτοῖς τῆς διαγνώσεως, ἀλλ’ οὐδὲ αὐτὸ τοῦτο
    659
    γινώσκων, ὡς ἐν τοῖς ἑξῆς ἀποδειχθήσεται. δευτέρου δὲ τοῦ κατὰ τὴν σφοδρότητα γένους μνημονεύων, τὰς τρεῖς ὁμοῦ διδασκαλίας συνέχεεν, οὐ περὶ διαφορᾶς μόνον καὶ διαγνώσεως, ἀλλὰ καὶ περὶ τῶν ποιούντων αὐτῶν αἰτίων διαλεχθείς. κᾀν τῇ περὶ πληρότητος ἔτι μᾶλλον ταραχθεὶς, ἑξῆς ἐν τῇ περὶ ῥυθμῶν ὀλίγα μὲν προσήψατο τῆς διαγνωστικῆς θεωρίας, τὰ πλεῖστα δὲ ἐν τῇ πρώτῃ κατέμεινεν· ἐν μόνῃ δὲ τῇ περὶ τάξεώς τε καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας τὸ πρῶτον μέρος τῆς περὶ τοὺς σφυγμοὺς θεωρίας ἠδυνήθη φυλάξαι καθαρὸν, μήτε περὶ διαγνώσεως καὶ προγνώσεως τῆς ἐξ αὐτῶν, ἀλλ’ οὐδὲ περὶ τῶν αἰτίων οὐδὲν εἰπὼν ἐνταυθοῖ. ἐν δὲ τῷ περὶ τοῦ βαρέος τε καὶ ἀβαροῦς, ὡς αὐτὸς ὀνομάζει, λόγῳ, πρὸς τοῖς ἄλλοις ἔτι καὶ τοῦτο θαυμαστῶς οὕτως ἔγραψεν· ὃν ἀμαυρὸν σφυγμὸν ἤδη τινὲς ἐκάλεσαν. τίνες, ὦ οὗτος, ἐχρῆν εἰπεῖν· ἐκ ποίας Σκυθίας ἥκοντες; ἵνα γνῶσιν ὡς οὐδὲν πλέον δηλοῖ τὸ ἀμαυρὸν ὄνομα τοῦ ἀμυδροῦ, ἄμφω γὰρ κατὰ τοῦ αὐτοῦ λέγουσιν οἱ Ἕλληνες, ἀλλὰ συνηθέστερον αὐτοῖς τὸ ἀμυδρόν.
    660
    οὗτοι μὲν δὴ δύο σφυγμοὶ, βαρύς τε καὶ ἀβαρὴς, Ἀρχιγένεια δῶρα, μέχρι τοῦ λαληθῆναι προελθόντες, οὐδεμίαν ἔχουσι διάγνωσιν· οἱ δ’ ἐφεξῆς αὐτῶν ἔτ’ ἀλλοκοτώτερον σύγκεινται. τίς γάρ ἐστιν ἡ ἔσω ῥέπον τὸ βάρος ἔχουσα διαφορὰ σφυγμῶν, ἐγὼ μὲν οὐκ οἶδα. καὶ διὰ τοῦτο πάλιν ἠναγκάσθην ἐρωτᾷν τοὺς ἀπ’ αὐτοῦ, τί ποτε εἴη τὸ αἴνιγμα. τῶν δ’ αἰνιγματωδέστερόν τε καὶ ἀλλοκοτώτερον ἔτ’ αὐτοῦ τοῦ συγγράψαντος ἀποκριναμένων, ἔγνων βεβαίως, ὡς εἰσὶν ἄρα τινὲς ἄνθρωποι θαυμάζοντες ἃ μὴ νοοῦσι. καί μοι δοκεῖ τοῦτ’ αὐτὸ κατανοήσας ὁ Ἀρχιγένης ἑκὼν εἶναι πολλαχόθι γράφων ἀσαφῶς. ἐγὼ μὲν οὖν οὐδὲ χωρὶς τοῦ γελᾷν δύναμαι μνημονεῦσαί ποτε τοῦ ῥέποντος ἔσω βάρους. δῆλον γὰρ ὡς ἕτερόν τι βάρος ἔξω ῥέπον ἐστί. καὶ τοῦτο μὲν, ὡς οἶμαι, τῷ δέρματι τοῦ ἀνθρώπου βαρὺ, τὸ δ’ ἕτερον τοῖς ὀστοῖς ἐστι· πῶς γὰρ ἂν ἄλλως τὸ μὲν ἔξω, τὸ δ’ εἴσω ῥέπειν λέγοιτο; τὸ δὲ παραπεποδισμένην καὶ πεπιεσμένην καὶ δεδυκυῖαν ὀνομάζειν τινὰ διαφορὰν σφυγμοῦ, ἆρ’ οὐ καὶ αὐτὰ τῶν ἐξηγησομένων δεῖται; τίς γάρ ἐστιν ἡ παραπεποδισμένη; 
    661
    καὶ γὰρ ἡ βραδύτερα ἢ χρῆν κινουμένη παραπεπόδισται, καὶ ἡ ἀραιοτέρα ἢ προσήκει καὶ ἡ διαλείπουσα καὶ ἡ ἐκλείπουσα καὶ ἡ ἀνώμαλος πᾶσα καὶ ἡ ἄτακτος καὶ ἡ ἄρυθμος, ἀλλὰ καὶ ἡ μικροτέρα τοῦ δέοντος καὶ ἡ ἀμυδροτέρα, πάντως δή που καὶ αὗται τῶν παραπεποδισμένων εἰσίν. ὅλως γὰρ τὸ παραπεποδίσθαι μᾶλλον αἰτίας ἐστὶν ἢ διαφορᾶς σφυγμοῦ δηλωτικόν. ἡ δ’ αὖ πεπιεσμένη, καὶ αὕτη πότερον ἀμυδρά τίς ἐστιν ἢ σμικρά; ἢ τί μέντοι βούλεται κᾀπὶ τῆς δεδυκυίας διαφέρειν; δόξειε γὰρ ἂν ἡ δεδυκυῖα μικρά τις ὑπάρχειν. ἀλλ’ ἴσως μὲν ἡμεῖς σκαιοὶ παντάπασίν ἐσμεν, Ἀρχιγένης δὲ μονονοὺ αὐτὸς ὁ Ἑρμῆς, ἕνεκα συνέσεως· ἐχρῆν οὖν αὐτὸν ὡς θεὸν ἀνθρώπους διδάσκειν ἐπιχειροῦντα, μὴ μόνον ὀνόματα γράφειν, ἀλλὰ καὶ διαγνώσεις, ὡς ἐπὶ τῶν σαφεστέρων ἐποίησεν. ἀλλ’ εἴπερ ὅλως ἐπεχείρησεν αἰσθητοῖς γνωρίσμασι διακρίνειν αὐτοὺς, οὐκ ἂν οὕτως μάταια λέγων ἐλάνθανεν, ὥσπερ οὖν καὶ ἡμῶν ἑτέρους πλείονας ἄχρι λόγου συνθεῖναι δυναμένων. καὶ δὴ λέγω πρῶτον μὲν τὸν ἀναπεπτάμενον σφυγμόν. οὐ γὰρ δήπου δεδυκότα μὲν ἐκείνῳ
    662
    λέγειν ἔξεστιν, ἀναπεπτάμενον δ’ ἡμῖν οὔ; καὶ νὴ Δί’ ἄλλον νηχόμενον. ἤδη δὲ καὶ γλίσχρον καὶ κραῦρον ἐρῶ καὶ μέλανα καὶ λαμπρὸν καὶ καθαρὸν καὶ θολερὸν καὶ δεινὸν καὶ ἱλαρόν. καί που καὶ βλιτυριζόμενον ἐρῶ σφυγμὸν καὶ σκινδαψιζόμενον, εἰ χρὴ λέγειν ὀνόματα μόνον. ἀλλὰ καὶ τὸ βλίτυρι, φασὶ, καὶ τὸ σκινδαψὸς ἄσημα παντελῶς ἐστι, τὰ δ’ Ἀρχιγένους δῆλα. τί ληρεῖς ἄνθρωπε ἑκὼν, καὶ γὰρ τὸ βλίτυρι κροῦμά τι δηλοῖ καὶ τὸ σκινδαψὸς οὐκ οἰκέτου μόνον, ἀλλὰ καὶ ὀργάνου τινός ἐστιν ὄνομα. τί δὴ τοῦτο φήσει τις, οἶμαι, πρὸς τοὺς σφυγμούς; τί δὲ ἃ σὺ λέγεις ὀνόματα πρὸς αὐτοὺς ἐστὶ, τά τε μικρῷ πρόσθεν εἰρημένα καὶ ὁ ἀποκεκρημνισμένος καὶ ὁ τρύζων καὶ ὁ ὑγροφανὴς καὶ ὁ καρώδης καὶ βομβῶν καὶ ὁ ἐκτεθαμβημένος καὶ ὁ ἀναλυθεὶς καὶ ὁ ἀτενὴς καὶ ὁ ἀδρανὴς καὶ ὁ ἀποπεπηγὼς καὶ ὁ διαπεφυσημένος καὶ ὁ διηγκωνισμένος καὶ ὁ ἐγκαλυπτόμενος καὶ ὁ ἐξώστης καὶ ὁ ἐμβριθὴς καὶ ὁ ἐγκρέκων καὶ ὁ νότυλος καὶ ὁ κατανεναγμένος καὶ ὁ διανεναγμένος καὶ ὁ λαγαρίζων καὶ ὁ ὑποκλεπτόμενος καὶ ὁ ῥακώδης καὶ ὁ σεσοβημένος καὶ ὁ σκυθρωπῶς ἀποχωρῶν, ὅ τε τῆς ἀρτηρίας ὁλκίμου προσπιπτούσης,
    663
    ἄλλων τε τοιούτων ὀνομάτων πάμπολυ πλῆθος, ἅπερ ἰδίᾳ μέν τι καὶ καθ’ αὑτὰ δηλοῖ, κοινὸν δὲ αὐτοῖς πρὸς τοὺς σφυγμοὺς οὐδέν ἐστιν, ὥσπερ οὐδὲ τὸ ὑγρότερον ἐξωθεῖν λέγεσθαί τινα σφυγμόν; ἐνταῦθα γὰρ πάλιν ἀποπλανᾶται τῆς τῶν σφυγμῶν διδασκαλίας ὁ Ἀρχιγένης, ὑγρότητος μνημονεύων, εἰς μὲν τὰς προγνώσεις χρησίμου πράγματος, ἀλλ’ οὐκ ἐκ τῆς περὶ σφυγμῶν θεωρίας. μίξας οὖν αὐτῇ τῇ ἐξεριστικῇ πρὸς αὐτοῦ κληθείσῃ μηδὲν διαφερούσῃ τοῦ σφοδροῦ σφυγμοῦ, διαφοράν τινα προσποιεῖται ἑτέραν ταύτην διδάσκειν, οὖσαν οὐχ ἑτέραν, ἀλλὰ σφοδρὸν σφυγμὸν μεθ’ ὑγρότητος. εἶτα ἐξαπατᾷ τὸν ἰδιώτην τῆς θεωρίας, ὡς μέγα τι προσγράψας, τὸ οἷα ἀπὸ τροφῆς μάλιστα νεαρᾶς ἐγγίνεται· ἡ γὰρ ἐξεριστικὴ πληγὴ, φησὶν, αὐτὴ μεθ’ ὑγρότητος ἀπὸ τροφῆς μάλιστα νεαρᾶς γίγνεται. τίς λόγος καί φησιν, ὦ Ἀρχίγενες, ἀληθὲς τοῦτο λέγεις, ἀλλὰ ἀδιαρθρώτως τε καὶ συγκεχυμένως, καὶ διὰ τοῦτο ἀσαφῶς. ἐχρῆν γὰρ οὕτως εἰπεῖν, ἐπὶ τροφαῖς προσφάτοις σφοδρὸς γίνεται σφυγμὸς μεθ’ ὑγρότητος. τοῦτον δ’ οὐκ
    664
    ἔστιν ἄλλον τινὰ παρὰ τὸν σφοδρὸν σφυγμὸν εἰπεῖν, ἀλλὰ σφοδρὸν σφυγμὸν, καὶ ἄλλο τι, ὃ οὐκ ἔστιν ὅλως σφυγμὸς, πρὸς τῷ καὶ ἀκαίρως ἅπτεσθαι κοινῆς θεωρίας, τοῦ τε περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων τόπου καὶ τοῦ περὶ τῆς δι’ αὐτῶν προγνώσεως. ἐν ἐκείνοις γὰρ ἄμεινον ἦν εἰπεῖν, ἐπὶ τροφῇ ποῖός τις σφυγμὸς γίνεται. καὶ ἡμεῖς λέγομεν, ὦ Ἀρχίγενες, οὐχ οὕτως ῥᾳθύμως, ὡς σὺ νῦν, ἀλλὰ μετὰ τῶν οἰκείων διορισμῶν. οὐ γὰρ ἁπλῶς ἐπὶ τροφῇ πάσῃ σφοδρὸς μεθ’ ὑγρότητος γίνεται σφυγμὸς, ἀλλὰ καὶ ἐπὶ τῇ συμμέτρῳ μὲν κατὰ ποσὸν, ὑγρᾷ δὲ κατὰ τὸ ποιόν. οὔτε γὰρ ἡ πλείων τροφὴ σφοδρὸν τὸν σφυγμὸν, ἀλλ’ ἀνώμαλον ἐξ ἀμυδρῶν καὶ σφοδρῶν καὶ μέσων, οὔτε ἡ ξηρὰ τὸν ὑγρὸν ἐργάζεται. ὥστε τῇ μὲν ὑγρότητι τῆς τροφῆς, ὑγροτέρου ποτὲ γενομένου τοῦ δέρματος, οὐδὲ γὰρ διὰ τοῦτο διαπαντὸς, ἀλλὰ δεῖταί τινος διορισμοῦ, τῇ συμμέτρῳ δ’ αὖ κατὰ τὸ ποσὸν τροφῇ πάντως ἑπομένης σφοδρότητος, ἄμεινόν ἐστιν, ὑγρότητος μὲν μηδόλως μνημονεύειν, ἥ γε οὐδὲ τρέπει ποτὲ κατὰ τὸν ἑαυτῆς λόγον τοὺς σφυγμοὺς, τροφῆς δὲ συμμέτρου μνημονεύσοντας σφοδρὸν ὑπ’ αὐτῆς λέγειν
    665
    γίνεσθαι τὸν σφυγμόν. ἀλλὰ τοῦτο, κᾄν ἀληθὲς ᾖ, πρώτης μὲν τῆς τῶν ἐν σφυγμοῖς αἰτίων ἐστὶ διδασκαλίας, ἐφεξῆς δὲ τῆς προγνωστικῆς. οὐ μὴν προὔκειτό σοι περὶ τούτων λέγειν. εἰ δ’ ἀδιορίστως ἅμα καὶ οὐκ ἐν καιρῷ γράφειν συγχωρεῖται, μὴ μόνον ἐπὶ νέᾳ τροφῇ τὸν τοιοῦτον ἴσθι γινόμενον σφυγμὸν, ἀλλὰ κᾀν τοῖς βαλανείοις ποτὲ, κᾀν τοῖς γυμνασίοις, καὶ τοῖς θυμοῖς. γίνεται γὰρ κᾀν τούτοις ἔσθ’ ὅτε. καὶ πῶς καὶ τίνι τρόπω γίνεται, εἰ μὲν μόνον εἰπόντες ἀρκεσθείημεν, οὐδὲν δήπου πλέον ἐδιδάξαμεν, εἰ δὲ διοριζόμεθα, τῆς προκειμένης ἀποστησόμεθα πραγματείας. μὴ τοίνυν παραφλυαρῶμεν, ἀλλ’ εἴ τινα ἔχεις ἡμᾶς διδάξαι διαφορὰν σφυγμῶν ἑτέραν ὧν ἴσμεν, δίδασκε, μὴ μόνον ὀνόματα λέγων, ἀλλὰ καὶ τὸ σημαινόμενον αὐτῶν καὶ τὴν διάγνωσιν ὅλου τοῦ πράγματος. ἐπεί τοι πάλιν, ἵνα ταῦτά τις παραλίπῃ, συνάπτεις αὐτοῖς ἑξῆς τὸν διηγκωνισμένον σφυγμὸν, παραλιπὼν τὸν διεζωσμένον τε καὶ ἀποπεπλεγμένον καὶ προβεβηκότα καὶ ἀποβεβηκότα καὶ λακτίζοντα καὶ γονατίζοντα καὶ γαστρίζοντα. 
    666
    τίς γὰρ ἡ νομοθεσία διηγκωνισμένον μέν τινα καλεῖν, τοὺς δ’ ἄλλους παραλιπεῖν; ἀλλὰ διηγκωνισμένον μὲν, φησὶ, λέγομεν τὸν οἷον τεθυμωμένον. οὐκοῦν πάλιν κακῶς παραλείπεις τὸν οἷον λυπούμενον καὶ ὀργιζόμενον καὶ μηνιῶντα. μὴ παῖζε, φησὶ, τὸν γὰρ ἰσχυρὸν οὕτως καλοῦμεν. οὐ παίζω, βέλτιστε. σὺ δ’ ἐπιτρέπεις ἡμᾶς, ἐνὸν ἰσχυρὸν εἰπεῖν, διηγκωνισμένον λέγειν. εἰ γὰρ ἰσχυρὸν εἰρήκεις, ἐπυθόμην ἄν σου, τίς ποτέ ἐστιν οὗτος ὁ ἰσχυρὸς, καὶ πῶς αὐτὸν διαγνωσόμεθα. τὸν μὲν γὰρ σφοδρὸν, ὅταν ἐν τῷ θλίβειν ἡμᾶς τὴν ἀρτηρίαν ἀντιβαίνῃ, καὶ τὸν ἐναντίον αὐτῷ τὸν ἀμυδρὸν, ὅταν ἀφανίζηται, θλιβόντων διαγιγνώσκομεν, τὸν δ’ ἰσχυρὸν ἐὰν εἴπῃς, καὶ τοῦτον ὅπως διαγνωσόμεθα, διδάξεις τι πλέον. εἰ δὲ μὴ, κᾀνταῦθα ὄνομα μόνον, οὐ πρᾶγμα προσθήσεις. ὅταν βιαίως, φησὶν, ἀνατρέπῃ, καὶ ὠθῇ τὴν ἁφήν. ἀλλὰ καὶ ὁ σφοδρὸς ἀνέτρεπεν, ἀλλ’ ἧττον, φησὶ, τούτου βιαίως, οὐκοῦν ἐπιτεταγμένον σφοδρότητι λέγεις τὸν ἰσχυρὸν δὴ τοῦτον καὶ διηγκωνισμένον σφυγμόν; ναὶ, φησὶν, οὕτω λέγομεν. ὥρα τοίνυν ἡμῖν καὶ τὸν ἐπιτεταμένον τῷ
    667
    τάχει μὴ τάχιστον, ἀλλ’ ἄλλο τι καλεῖν, καὶ τὸν ἐπιτεταμένον μεγέθει μὴ μέγιστον, ἀλλ’ ἕτερόν τι, καὶ τοὺς ἄλλους ὡσαύτως. εἰ δ’ ἐκείνοις ἀρκεῖ τάχιστον εἰπεῖν καὶ μέγιστον καὶ βραδύτατον καὶ ἀραιότατον καὶ πυκνότατον, ἀρκεῖ κᾀνταῦθα σφοδρότατον εἰπεῖν, καὶ μὴ νομίζειν, παρακειμένης τινὸς τῇ σφοδρότητι μνημονεύειν ἑτέρας διαφορᾶς. αἱ γὰρ ἐν ἑκάστῳ τῶν γενῶν ἐπιτάσεις οὐκ εἰσὶν ἔξω τοῦ γένους. οὔτε γὰρ τὸ λίαν λευκὸν ἄλλό τι καὶ οὐ λευκόν ἐστι οὔτε τὸ λίαν μέλαν ἄλλό τι καὶ οὐ μέλαν. οὐκοῦν οὐδὲ τὸ λίαν σφοδρὸν ἄλλό τι καὶ οὐ σφοδρόν. ἅπαντ’ οὖν τὰ τοιαῦτα λῆρός ἐστι μακρὸς, ἐξ ἀνάγκης ἑπόμενα τῷ μὴ διηρθρῶσθαι καλῶς ἀπ’ αὐτῶν μήτε τὴν ἔννοιαν ἑκάστου τῶν σφυγμῶν μήτε τὴν οὐσίαν μήτε τὴν διάγνωσιν μήτε τὰς αἰτίας ὑφ’ ὧν γίγνονται. χρὴ γὰρ, ὡς ἤδη πολλάκις εἴρηταί μοι, τὸν ἀληθείας ἐφιέμενον ἀπὸ τῶν πραγμάτων αὐτῶν ἀρξάμενον ὁπόσα τε ταῦτά ἐστι καὶ ὁποῖα διορίσασθαι, κᾄπειθ’ ἑξῆς αὐτοῖς ὀνόματα θέσθαι, καὶ μετὰ ταῦτα περὶ τῆς διαγνώσεως εἰπεῖν, εἶτ’ ἐπὶ τοῖσδε τῆς αἰτίας, εἶτα τῆς προγνώσεως,
    668
    ὅπερ ἡμεῖς πεποιήκαμεν, ἐν μὲν τῇδε τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ τὰς διαφορὰς ἁπάσας ἐπελθόντες τῶν σφυγμῶν, ἐν δὲ τῇ περὶ διαγνώσεως, ὅπως χρὴ τοὺς δακτύλους ἐπιβάλλοντα, καθ’ ἑκάστην αὐτῶν ἀκριβῶς αἰσθάνεσθαι, καὶ μετὰ ταῦτα τὴν περὶ τῶν αἰτίων πραγματείαν συνθέντες, εἶτα τὴν προγνωστικήν. ἀλλὰ νῦν γε περὶ μὲν τῆς πρώτης ὁ λόγος ἡμῖν ἐστι, ἧς τὸ χρήσιμον αὐτὸ πρὸς τὰ τῆς τέχνης ἔργα διὰ τοῦ πρώτου βιβλίου δεδήλωται, κεφαλὴν ἐπιθῶμεν ἤδη τῷ περὶ σφοδρότητος λόγῳ.

    Ἔστι δέ τις σφυγμὸς ὁ ἀνατρέπων τὴν ἁφὴν, τουτέστιν ἰσχυρῶς τε καὶ ἀντιβατικῶς πλήττων. τοῦτον εἴτε σφοδρὸν εἴτ’ εὔτονον εἴθ’ ὅ τι βούλεται καλεῖν τις, οὕτω θέμενος ἴστω διαγιγνωσκόμενον αὐτὸν, ἐρειδόντων ἐπὶ πλεῖον τοὺς δακτύλους, οὐκ ἐπιπολῆς ψαυόντων. αἰτία δ’ αὐτοῦ ῥώμη τῆς τοὺς σφυγμοὺς ἐπιτελούσης δυνάμεως. εἰ μὲν οὖν ἡμεῖς πρῶτοι τὴν ὅλην ἐξουσίαν εἴχομεν τῆς θέσεως τῶν κατὰ τὴν ἰατρικὴν ὀνομάτων, εὔτονον ἂν, οὐ σφοδρὸν ἐκαλέσαμεν τὸν τοιοῦτον σφυγμόν. ἐπεὶ δ’ ἔφθασεν ὑπὸ τῶν

    669
    πλείστων ὀνομάζεσθαι σφοδρὸς, οὐ μετατίθεμεν τοὔνομα, καί τοι γινώσκοντες παρὰ τοῖς Ἕλλησι τὸ τῆς σφοδρότητος ὄνομα κατ’ ἐνεργείας ἀεὶ λεγόμενον ἰσχυρᾶς τε ἅμα καὶ ταχείας· παλαίσματά τε γὰρ ὀνομάζεται σφοδρὰ τὰ μετὰ συντονίας τε ἅμα καὶ τάχους γινόμενα καὶ ἄνθρωποι κατὰ τὸν αὐτὸν τρόπον, ὅταν εὐτόνως τε ἅμα καὶ ταχέως ἐνεργῶσι, σφοδροὶ προσαγορεύονται. καὶ δὴ καὶ τὸ τῶν λεόντων γένος ἅπαντες ὀνομάζουσι σφοδρὸν, ὅτι καὶ τοῦτο μετὰ συντονίας τε ἅμα καὶ τάχους ἐνεργοῦν ὁρῶσιν, ὥστ’ εἴπερ ἦν ἐπ’ ἐμοὶ θέσθαι τοὔνομα, τὴν μὲν ἁπλῆν ποιότητα τῶν ἀντιβατικῶν τε καὶ ἀνατρεπτικῶν τῆς ἁφῆς τῶν σφυγμῶν ἰσχὺν ἂν, ἢ ῥώμην, ἢ εὐτονίαν, ἤ τι τοιοῦτον ἕτερον ὠνόμασα, τὴν δ’ ἐκ ταύτης ἅμα καὶ τάχους σύνθετον οὐκ ἐκάλεσα σφοδρότητα. νυνὶ δ’ ἐπειδὴ τὸ τῆς σφοδρότητος ὄνομα δι’ ἔθους ἐγένετο τοῖς πλείστοις τῶν ἰατρῶν ἐπὶ μιᾶς τῶν πρώτων λέγεσθαι διαφορῶν, ἔγνων χρῆναι μὴ φεύγειν αὐτό· καὶ διὰ τοῦτο τὸν μὲν εὐρώστως πλήττοντα σφυγμὸν ὠνόμασα σφοδρὸν, τὸν δ’ ἀῤῥώστως ἀμυδρὸν, οὐδὲν διαφέρον,
    670
    ἢ εὐρώστως, ἢ ἰσχυρῶς, ἢ βιαίως, ἢ εὐτόνως εἰπεῖν. αἰτίαν δ’ αὐτοῦ ῥώμην τῆς κινούσης τὰς ἀρτηρίας δυνάμεως εἶναί φησι, διάγνωσιν δὲ τῶν δακτύλων εἰς βάθος ἐρειδομένων. ἐν γὰρ τῷ τοιούτῳ τρόπῳ τῆς ἐπαφῆς ὁ μὲν ἰσχυρὸς σφυγμὸς ἰσχυρότερος φαίνεται, βιαιότερον ἀνθιστάμενος τοῖς θλίβουσι δακτύλοις, ὁ δ’ ἀσθενὴς οὗτος ἐνίοτε καταπίπτει τε καὶ νικᾶται πρὸς αὐτῶν, ὡς ἄσφυκτον δοκεῖν εἶναι τὸν ἄνθρωπον. ἀλλὰ περὶ μὲν τούτων ἐν ταῖς ἐχομέναις πραγματείαις ἐροῦμεν· ὁ δὲ νῦν ἐνεστηκὼς λόγος ἤδη μοι πέρας ἐχέτω.

    Βούλομαι γὰρ ἑξῆς ἐπὶ τὴν πολυθρύλλητον ἀφικέσθαι πληρότητα, πολλὰ πράγματα παρεσχηκυῖαν ἅπασι τοῖς ἰατροῖς τοῖς νεωτέροις, μέλλουσάν γε δή που καὶ ἡμῖν οὐκ ὀλίγα παρέξειν, οὐκ ἐν τῇδε τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ μόνον, ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ πολὺ δὴ μᾶλλον ἐν τῇ διαγνωστικῇ. τὴν μὲν γὰρ ἔννοιαν αὐτῆς ὁμολογοῦμεν ὑπάρχειν ἐναργῆ, διάγνωσιν δὲ οὐδεμίαν αἰσθητὴν εἶναί φαμεν. ἀλλὰ περὶ μὲν τῆς διαγνώσεως αὖθις εἰρήσεται, περὶ δὲ τῆς ἐννοίας, ἐπειδὴ καὶ ταύτην ἔνιοι συγχέουσιν, 

    671
    ἤδη λέγωμεν. ἀπὸ μὲν οὖν τῶν πραγμάτων ἀρχομένοις, ἤτοι τοῦ τῆς ἀρτηρίας σώματος ἔσται τις ποιότης ἡ πληρότης, ἢ τῆς ἐγκεχυμένης οὐσίας· ἀπὸ δὲ τῶν ὀνομάτων, ἐνθένδ’ ἂν μάλιστά τις ὑπάρξαιτο. πλῆρές φαμεν εἶναι τὸ κεράμιον οἴνου, καὶ πλήρη τὸν θύλακα ἀλφίτων. οὕτω δὲ καὶ τὸ θέατρον, ἢ τὸ στάδιον, ἢ τὸ βουλευτήριον, ἀνθρώπων πλήρη λέγομεν ὑπάρχειν, ὥσπερ αὖ καὶ κενά. οὕτω δὲ καὶ τὴν γαστέρα καὶ τὸ στόμα ποτὲ μέν φαμεν πλήρη εἶναι, ποτὲ δὲ κενά.

  • Πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,
  • Πλῆρές τοι σχαδόνων, καὶ ἀπ’ Αἰγίλω ἰσχάδα τρώγοις.
  • καὶ ὅλως ἅπαν ἀγγεῖον ἐντὸς αὐτοῦ περιέχων εὐρυχωρίαν ἤτοι πλῆρες, ἢ κενὸν εἶναί φαμεν· ἐπειδὰν μὲν ὑφ’ ἑτέρου τινὸς σώματος, εἴθ’ ἑνὸς, ἢ καὶ πλειόνων, ἡ εὐρύτης αὐτοῦ καταλαμβάνηται, πλῆρες· ἐπειδὰν δὲ μόνον ἀέρα περιέχῃ, κενόν. οὕτω μὲν ἅπαντες ἄνθρωποι κυρίως τε καὶ πρώτως ὀνομάζουσι. μεταφέροντες δ’ ἐντεῦθεν ἤδη τινὲς ἐπὶ τὰς ἑαυτῶν τέχνας, οὐκέτι δηλονότι κυρίως, οὐδὲ πρώτως,

    672
    ἀλλὰ δευτέρως τε καὶ τροπικῶς ὁ μὲν ἔριον ὠνόμασε πλῆρες, ὁ δὲ οἶνον, ὁ δὲ ἄλλο τι τῇ χρείᾳ κρίνων ἕκαστος τὸ πρᾶγμα. τὸ μὲν γὰρ διαρκῆ τε καὶ μόνιμον ἔχον αὐτὴν ὀνομάζουσι πλῆρες, ὥσπερ τὸν οἶνον οἱ γευσάμενοι μέχρι πλείστου παραμενούσης αἰσθάνονται τῆς ποιότητος, εἰ δ’ ἂν ἐν τάχει παύηταί τε καὶ ἀπολύηται ἢ ποιότης, ἢ δύναμις, ἢ χρεία, κενὸν ἐκεῖνον προσαγορεύουσι. οὕτως οὖν καὶ τοὺς λόγους ἐνίοτε ψευδεῖς ὀνομάζουσι κενοὺς, οὐ μήν γε ὅταν κενὸν εἶναί τινα λέγουσιν νοῦ μεταφορᾷ χρῶνται τηνικαῦτα, καθάπερ οὐδ’ ὅταν τοὺς μὲν ἰσχνοὺς ἀνθρώπους κενὸν ἔχειν τὸ σῶμα σαρκῶν φάσκωσι, τοὺς δὲ παχεῖς πλῆρες. ἀλλ’ ἐν τούτοις φυλάττουσι τὴν ἀγγείου τε καὶ περιεχομένου νόησιν. ἐφ’ ὧν, ὡς ἐῤῥέθη, κυρίως τε καὶ πρώτως εἴθισται λέγεσθαι τὸ πλῆρές τε καὶ τὸ κενόν. ἕτερα δ’ αὖ σώματα διάκενα λέγουσιν, οὐ κενὰ, καθάπερ σπόγγον τε καὶ κίσσηριν. οὐδὲ γὰρ σῶμα νομίζουσι εἶναι τὸν ἀέρα, χώραν δέ τινα καὶ τόπον κενὸν, ἐπιτήδειον ὑποδέχεσθαι σώματα. οὐ μὴν οἱ τῷ λόγῳ διασκεψάμενοί τι περὶ τοῦ ἀέρος, ἰατροί τε καὶ φιλόσοφοι, κενὸν
    673
    εἶναι παντάπασιν ὑπολαμβάνουσιν αὐτὸν, ἀλλ’ οἱ μέν τινες, ὧν τῆς δόξης καὶ ἡμεῖς μετέχομεν, ἓν ὑπάρχειν σῶμα συνεχὲς ἑαυτῷ πάντῃ, μηδαμόθι κενοῦ παραπλοκὴν ἔχον· οἱ δέ τινες ἐν κενῷ πολλὰ σώματα, τὰ σμικρὰ, τὰ πρῶτα προσφερόμενα, προσκρούοντά τε καὶ ἀποπαλλόμενα, μὴ μέντοι περιπλεκόμενά τε καὶ συγκρινόμενα. καὶ τοίνυν καὶ τὸν κενὸν σφυγμὸν οὕτω μὲν ἡμῖν ἀδύνατον ὀνομάζειν, ὡς οἱ πολλοὶ λέγουσι τὸν ὄντως κενὸν, οὐδὲν γάρ ἐστιν ἐν κόσμῳ τοιοῦτον, ἀλλ’ οὐδὲ κατ’ ἐπικράτειαν. οὐδενὸς γὰρ ὑπάρχοντος ὅλως ἐν κόσμῳ κενοῦ, πῶς ἂν εἴη τι κατ’ ἐπικράτειαν κενόν; ὑπόλοιπον δὴ, κενὸν ἡμᾶς λέγειν σφυγμὸν ὥσπερ θύλακον, ἢ ἀσκὸν, ἢ τάλαρον, ἢ σάκκον, ἢ ὅλως ἀγγεῖον ὁτιοῦν. ἀλλ’ εἴπερ οὕτω λέγοιτο, διχῶς ἐπινοηθήσεται τοιοῦτος γινόμενος, ἕνα μὲν τρόπον ὥσπερ ὁ πίθος, ὅταν ἀέρα μόνον ἐν αὐτῷ ἔχῃ, ἕτερον δὲ καθάπερ ἀσκὸς, ἢ θύλακος, ἤ τι τοιοῦτον ἕτερον, οὗ δυνατόν ἐστι συμπίπτειν ἐπ’ ἀλλήλους τοὺς χιτῶνας, ὥσπερ τὸν πεφυσημένον ἀσκὸν οἴνου μένειν ἀεὶ κενὸν, ἀέρος δὲ μεστόν· εἰ δὲ καὶ τοῦτον ἐκκενώσεις, ὡς συμπεσεῖν πανταχόθεν ἀκριβῶς, τηνικαῦτα ἀκριβῶς γίνεσθαι κενόν. καὶ
    674
    τοίνυν καὶ τὴν ἀρτηρίαν ἢ οὕτως ἐροῦμεν ὑπάρχειν κενὴν, ὡς ἀέρα περιέχουσαν, ὥστε κᾂν ἐπιπλεῖστον ᾖ διαπεφυσημένη τε καὶ διεστῶσα, κενὴν ὀνομάζεσθαι, ἢ οὐχ οὕτως΄, ἀλλ’ ὥσπερ ἐλέγομεν ἐπὶ τῶν ἀσκῶν, ἐπειδὰν καὶ τὸν ἀέρα τις ἐξ αὐτῶν ἐκκενώσῃ. κατὰ μὲν δὴ τὸ πρότερον τῶν σημαινομένων ὁ κενὸς σφυγμὸς ἔσται τοιοῦτος, οἷόν περ Ἐρασίστρατος ἀεὶ βούλεται κατὰ φύσιν ὑπάρχειν αὐτόν· κατὰ δὲ τὸ δεύτερον οὐδὲν διοίσει τοῦ μικροῦ. τὸ γὰρ δὴ τρίτον τῶν σημαινομένων οὔτε Ἀρχιγένης οὔτε Ἀγαθῖνος οὔτε Μάγνος οὔτ’ Ἀθήναιος οὔτε ἄλλος οὐδεὶς τῶν πνευματικῶν ἰατρῶν ἀληθὲς ὁμολογήσει. λέγω δὲ ὅταν ὀλίγα μὲν σώματα περιέχῃ ἐν αὐτῇ ἡ ἀρτηρία, πλείστην δὲ τὴν κενὴν χώραν. οὐ γὰρ εἶναι τοιαύτην οὐδεμίαν ἐν κόσμῳ νομίζουσιν, ἀλλ’ ἡνῶσθαι τὴν ὅλην οὐσίαν ἑαυτῇ. λοιπὸν οὖν, ὡς ἔφαμεν, ἤτοι τὸν μικρὸν σφυγμὸν, ἢ τὸν ἀερώδη κενὸν ὀνομάσομεν. οὕτω δὲ καὶ τοὺς ἐναντίους αὐτοὺς πλήρεις, τόν τε μέγαν καὶ τὸν οἷον ὑγροφανῆ. ἀλλὰ τούτους μὲν κατὰ τὴν ἐγκεχυμένην οὐσίαν, καθ’ ἣν δὴ καὶ μάλιστ’ ἄν τις ὀνομάσειε κυρίως ἢ πλῆρες ἢ κενὸν ἀγγεῖον· ἑτέρως δὲ καθ’
    675
    αὑτὸ τῆς ἀρτηρίας τὸ σῶμα, τουτέστι τοὺς χιτῶνας αὐτῆς, οὕς ἄμεινον ἦν, οἶμαι, σκληροὺς καὶ μαλακοὺς, οὐ πλήρεις ἢ κενοὺς ὀνομάζειν. οὐδὲν γὰρ ὁμοιομερὲς σῶμα κενὸν ἢ πλῆρες καλεῖται, πλὴν εἰ μὴ κατὰ μεταφορὰν, ἧς οὐ χρὴ προσάπτεσθαι κατὰ τὰς ἐπιστημονικὰς διδασκαλίας. ἀλλ’ εἰ μὲν ἔχοιμεν ὀνόματα κύρια, τούτοις χρῆσθαι προσῆκεν· εἰ δὲ μὴ, λόγῳ μᾶλλον ἑρμηνεύειν ἕκαστον τῶν πραγμάτων, οὐκ ἐκ μεταφορᾶς ὀνομάζειν, ὅταν γε διδάσκειν τις βούληται καὶ μὴ περιλαλεῖν, ἐπεὶ τῷ γε μεμαθηκότι τὸ πρᾶγμα συντόμου δηλώσεως ἕνεκεν ἐγχωρεῖ καὶ διὰ τῶν ἐκ μεταφορᾶς ὀνομάτων καὶ διὰ τῶν ἐκ καταχρήσεως ἐνδείκνυσθαι τὸ λεγόμενον. ἡ πρώτη μέντοι διδασκαλία τῶν τεχνικῶν ἁπάντων πραγμάτων ὑπὲρ τοῦ σαφής τε εἶναι καὶ διηρθρωμένη κυρίων ὀνομάτων δεῖται. τὸ τοίνυν σῶμα τῆς ἀρτηρίας, τουτέστιν ὁ χιτὼν αὐτοῦ, ἤτοι σκληρότερός ἐστι τοῦ δέοντος, ἢ μαλακώτερος, ἢ δηλονότι σύμμετρός τε καὶ κατὰ φύσιν ἔχων. οὐ γὰρ δὴ κατ’ αὐτό γε τοῦτο πάλιν ἢ ἀερώδη τινὰ φήσομεν περιέχεσθαι οὐσίαν, ἢ ὑγράν. ἓν γάρ ἐστι τὸ συνεχὲς ἑαυτῷ πανταχόθι, πλὴν εἴ που τρήματά τινα πάνυ 
    676
    σμικρὰ κέκτηται. ἀλλὰ καὶ ταῦτα ἢ ἀερώδη τινὰ περιέχειν οὐσίαν, ἢ ὑγρὰν, ἢ ἀτμώδη πάντως ἀναγκαῖόν ἐστιν, ἢ συμπεπτωκέναι παντάπασιν. ἀλλὰ συμπεπτωκότα μὲν εἰς ἴσον τοῖς οὐδ’ ὅλως ἔχουσι καθίσταται· περιέχοντα δὲ ὑγρὸν ἢ ἀτμὸν, ἢ ἀέρα, μαλακώτερον ἐργάσεται τὸ τῆς ἀρτηρίας σῶμα ὥστε ἐκ περιόδου πάλιν εἰς τοῦθ’ ἥκειν ἡμᾶς, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ὡς ἤτοι σκληρός ἐστιν ἢ μαλακὸς ὁ τῆς ἀρτηρίας χιτὼν, ὁ γὰρ ἐν τῷ μεταξὺ λόγος οὐκ ἄλλην τινὰ τρίτην ἐδήλωσε φύσιν, ἀλλὰ τῶν εἰρημένων δυοῖν διαφόρους τῆς γενέσεως αἰτίας. ἦν δὲ οὐ τοῦτο τὸ προκείμενον, οὐδὲ χρήσιμον ὅλως εἰς τὰ παρόντα, ὡς ἔγωγε καὶ πάσας εἰπεῖν ἕτοιμός εἰμι τὰς τῶν σκληρῶν τε καὶ μαλακῶν γενέσεις, εἰ μέλλοιμί τινος ἐντεῦθεν ἀπολαύειν εἰς τὰ παρόντα χρηστοῦ. πειράσομαι δ’ ὡς ἔνι μάλιστα διὰ βραχυτάτων αὐτὸ πρᾶξαι. πάντων τῶν σωμάτων ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρὸς συνεστώτων, ἐν οἷς μὲν ἂν ὑπάρχῃ πλεῖστον, ἤτοι τὸ γεῶδες στοιχεῖον, ἢ τὸ ὑδατῶδες ὑπὸ ψύξεως πεπηγὸς, ἀναγκαῖον εἶναι τὰ τοιαῦτα σκληρά· ἐν οἷς δ’ ἂν ἢ τὸ πυρῶδες,
    677
    ἢ τὸ ἀερῶδες, ἢ τὸ ὑγρὸν στοιχεῖον ἀπαγὲς ἐπικρατῇ, μαλακὰ ταῦτ’ εἶναι πάντα. οὕτω δὲ καὶ εἰ τρήματά τινα καὶ πόρους ἔχοιεν, εἰ μὲν ἤτοι γεώδους οὐσίας ἢ ὑδατώδους πεπηγυίας ἐπικρατούσης ἐν αὐτοῖς, ἀναγκαῖον εἰς σκληρότητα τοῦ παντὸς σώματος συντελεῖν· εἰ δ’ ἤτοι λεπτομεροῦς τινος ἢ ὑγρᾶς ἀπαγοῦς, εἰς μαλακότητα. τούτων οὕτως ἐχόντων, ἤδη δίκαιον ἐρέσθαι τοὺς ἄνδρας, ἐπὶ τί μάλιστα φέρουσιν ὑποκείμενον πρᾶγμα τὸ τῆς πληρότητος ὄνομα. πάντως γὰρ ἢ τὴν σκληρότητα καλοῦσιν πληρότητα ἁπλῶς, ἤ τινα τῶν εἰρημένων αὐτῆς διαφορῶν. αἱ διαφοραὶ δ’ ἦσαν, ὅταν ἤτοι ξηρότης ἐπικρατῇ γεώδης, ἢ πῆξις ὑδατώδης. εἴτ’ οὖν ἔχει πόρους τινὰς τὸ ὑποκείμενον ἐν ἑαυτῷ εἴτε μή. κατὰ ταῦτα δὲ καὶ τὴν κενότητα πότερον τὴν μαλακότητα λέγουσιν, ἤ τινα τῶν διαφορῶν αὐτῆς. ἦσαν δ’, οἶμαι, καὶ αἱ ταύτης διαφοραὶ κατ’ ἐπικράτειαν ἤτοι λεπτομεροῦς οὐσίας ἢ ὑδατώδους ἀπαγοῦς. ἀλλ’ οὐδεμίαν ἀποκρίνασθαι τούτων τολμῶσιν. εἶεν γὰρ ἂν οὕτως δήπου μήτε τῆς σκληρότητος ἕτερόν τι τὴν πληρότητα μήτε τῆς μαλακότητος τὴν κενότητα τιθέμενοι. φεύγουσι δ’ ἀπὸ τοῦ λόγου πάντα
    678
    τρόπον, ἔνιοι μὲν αὐτῶν ἀναισχυντότερον, εἰσὶ δ’ οἳ καὶ μετ’ αἰδοῦς τινος. ἡ δ’ ἀπόδρασις ἡ γοῦν εὐσχήμων εἰς τὴν τοῦ πνεύματος καταφεύγει δύναμιν. ὡς γὰρ οἴνου, φασὶ, ποιότης λέγεται πληρότης, οὕτω καὶ τοῦ πνεύματός ἐστί τις πληρότης. ἀλλ’ ἐνταῦθα πάλιν ἡμῶν ἀξιούντων, οἴνου πληρότητα καλοῦσιν, ἀποσαφεῖν αὐτοὺς, ἄῤῥητον εἶναί φασι τὸ πρᾶγμα. πῶς οὖν, ὦ πρὸς Διὸς, ἢ ὀνομάζειν ἐπιχειρεῖτε τὸ ἄῤῥητον, ἢ διδάξειν ἡμᾶς ἐλπίζετε; εἰ γὰρ μήτε διδάξαι δύνασθε τὸ πρᾶγμα μήθ’ ἑρμηνεῦσαι λόγῳ, πῶς ἂν ἢ μάθοιμέν τι τῶν γραφομένων ὑφ’ ὑμῶν, ἢ κρίναιμεν; καὶ μὴν ἰδοὺ, φασὶν, ἐπ’ αὐτῶν τῶν νοσούντων δείκνυμί σοι τὸν πλήρη σφυγμόν. καλῶς τοίνυν ποιήσεις, ὦ οὗτος, εἴπερ ἐστὶν ἄῤῥητος μὲν, δεικτὸς δὲ, μηδὲν μὲν γράφων ὑπὲρ αὐτοῦ, δεικνὺς δὲ μόνον ἡμῖν τὸ πρᾶγμα. καὶ μὴν καὶ γράφεις, ὡς ἑρμηνεῦσαι δυνάμενος, καὶ δεικνύειν ἀδυνατεῖς. οὐδὲ γὰρ συστῆναι δύναται κατὰ δεῖξιν οὐδεμία διδασκαλία χωρὶς ἐξηγήσεως. ἐπιβάλλειν οὖν με κελεύεις τοὺς δακτύλους, ὡς οἶμαι, ἐπὶ τὴν ἀρτηρίαν, εἶτ’ ἐρεῖς, ἰδοὺ πλήρης ὁ σφυγμὸς ὁ τοιοῦτός ἐστιν, οὗ νῦν αἰσθάνῃ. τοῦτο δὲ εἰ μὲν ἁπλῆ τις
    679
    ὑπῆρχε καὶ μία ποιότης τοῖς σφυγμοῖς, ἀληθῶς ἂν ἐλέγετο. νυνὶ δὲ ἐπειδὴ πολλαὶ μὲν αὗται καὶ καθ’ ὑμᾶς εἰσιν, ἅπασαι δ’ ὑποπίπτουσιν ἀθρόως, οὐκ ἔθ’ οἷόν τε χωρὶς ἐξηγήσεως οὐδεμίαν αὐτῶν ἐκμαθεῖν. ἰδοὺ γοῦν ἅπτομαι τῆς ἀρτηρίας, ὡς κελεύεις, ἀλλ’ οὐκ εἰδὼς ὅ τί ποτε τῶν συμβεβηκότων αὐτῇ πληρότητα καλεῖς, οὐδὲ μᾶλλον ἐπὶ τῇ δείξει σου συνίημι τοῦ πράγματος ἢ πρόσθεν, ὅτ’ οὐκ ἐδείκνυες. ἔστω γὰρ, ὁπότ’ ἐπιβάλλω τοὺς δακτύλους τῷ σφυγμῷ, διαίρεσθαι μὲν ἐπὶ πλεῖστον αὐτὸν εἰς μῆκός τε καὶ κύκλον· εἰ δὲ καὶ θλίψαιμι καὶ πιέσαιμι, βιαιότερον ἐμπίπτειν τῇ ἁφῇ, φαίνεσθαι δὲ καὶ σκληρὸν ταχύν. εἶτά με τὴν βίαιον αὐτοῦ προσβολὴν ὑπονοῆσαι λέγεσθαι πληρότητα, πῶς οὐκ ἄτοπόν τι συμβαίη κατὰ τὴν δεῖξιν; ὃν γὰρ ἐν τοῖς ἔμπροσθεν ἐμάθομεν ὀνομάζειν σφοδρὸν σφυγμὸν, τοῦτον νῦν μεταδιδασκόμεθα πλήρη καλεῖν. ἢ τοίνυν ἕτερόν τι σύμπτωμα τῆς διαστελλομένης ἀρτηρίας εἰπὲ, καθ’ οὗ κελεύεις με τὸ τοῦ πλήρους ὄνομα φέρειν, ἢ εἴπερ παρὰ ταῦτα οὐδὲν ἄλλο ἐστὶν, ὄνομα μὲν ἐπεισάγεις τοῖς σφυγμοῖς, πρᾶγμα δ’ οὐδὲν διδάσκεις.
    680
    εἰ δ’ ἀρκεῖ σοι λέγειν ἄῤῥητον εἶναι τὸ πρᾶγμα, συγχωρήσεις δήπου κᾀμοὶ λέγειν ἄλλας ἐπὶ ταῖς εἰρημέναις ὑφ’ ἡμῶν ποιότητας ἐν τοῖς σφυγμοῖς ὑπάρχειν, κατὰ τὴν διαστολὴν τῆς ἀρτηρίας φαινομένας, τρεῖς τὸν ἀριθμὸν, οὐκ ὀρθῶς ὑφ’ ἡμῶν παραλελειμμένας. εἰ δ’ ἐρωτήσετέ με, τίνας ταύτας, ἀῤῥήτους εἶναι φήσω κυρίοις ὀνόμασιν. ἐκ μεταφορᾶς δ’ εἰ βούλοισθε, διδάξειν ὑφέξομαι. καθάπερ γὰρ φωνὴν τὴν μὲν λευκὴν εἶναι, τὴν δὲ μέλαινάν φαμεν, οὕτω καὶ τῶν σφυγμῶν τὸν μέν τινα λευκὸν ὑπάρχειν ἐρῶ, τὸν δὲ μέλανα, καὶ ταύτην πρώτην εὐθέως τὴν ποιότητα παραλελεῖφθαι πρὸς ὑμῶν, ἑτέραν δὲ δευτέραν, καθ’ ἣν ἤτοι γλυκύτης τις, ἢ πικρότης αὐτῶν ὁρᾶται, χρῆναι δὲ καὶ τούτων τῶν ὀνομάτων ἀκούειν ἐκ μεταφορᾶς, ἄῤῥητον γὰρ εἶναι τὸ πρᾶγμα, δειχθῆναι μέντοι δυνάμενον. ἰδού γέ τοι δείκνυμί σοι τὸν σφυγμὸν τοῦτον τὸν πικρόν. ἀλλὰ καὶ ἡ τρίτη ποιότης ἄῤῥητος μέν ἐστι, δειχθῆναι μέντοι δυναμένη. καλῶ δ’ αὐτὴν ὑπογραφῆς ἕνεκα στρυφνότητα. καθάπερ γὰρ ἐν τῇ γεύσει τὸν στρυφνὸν χυμὸν διαγινώσκομεν, οὕτω κᾀν τῇ ἁφῇ τὴν 
    681
    οἷον στρυφνὴν τῆς ἀρτηρίας προσβολήν. τούτῳ τῷ τρόπῳ τις χρώμενος οὐ τρεῖς μόνον, ἀλλὰ καὶ τριάκοντα φήσει παραλελεῖφθαι διαφορὰς σφυγμῶν. καὶ πρὸ πάντων ἐκείνῳ μοι πρόσεχε τὸν νοῦν, ὅτι στρυφνὸς μέν τις χυμὸς κυρίως ὀνομάζεται, πλήρης δ’ οἶνος οὐδεὶς κυρίως· ἀλλ’ εἴ τις οὕτω προσαγορεύει, μεταφορᾷ χρῆται καθ’ ὃν ὀλίγον ἔμπροσθεν ἐξηγησάμεθα τρόπον. ἀπὸ μὲν δὴ τῶν κυρίως ὠνομασμένων ἅπασιν ἀνθρώποις ἐγχωρεῖ μεταφέρειν, οὐ μὴν ἀπὸ τῶν μετενηνεγμένων αὖθις ἑτέρας ποιεῖσθαι μεταφοράς. οὐδὲ γὰρ ποιηταῖς τοῦτό γε συγχωρητέον ἐστὶν, μή τί γε τοῖς ἐπιστημονικόν τι καὶ τεχνικὸν ἐπαγγελλομένοις διδάξειν. ὥσθ’ ὁ μὲν ἀπὸ τῶν χυμῶν ἐπὶ τὴν ἁφὴν μεταφέρων τὸ στρυφνὸν ὄνομα συγγνωστὸς ἀπὸ τῶν χυμῶν κυρίως ἀρχόμενος, ὁ δ’ ἀπὸ τοῦ κατὰ γεῦσιν πλήρους ἐπὶ τὸ κατὰ τὴν ἁφὴν πλῆρες ἀξιῶν μεταβαίνειν, οὐδὲ κατὰ νόμον οὗτός γε ποιεῖται τὴν μετάβασιν, ἀλλὰ καὶ τῆς τῶν ποιητῶν ἐξουσίας ἐπέκεινα πρόεισιν, ἀπὸ τῆς προτέρας μεταφορᾶς ἑτέραν ποιῶν δευτέραν μεταφοράν. εἰ γὰρ ἅπαξ τοῦτο συγχωρηθείη, καὶ τρίτην ἀπὸ τῆς δευτέρας, οἶμαι, τολμήσει καὶ τετάρτην
    682
    ἀπὸ τῆς τρίτης καὶ πέμπτην ἀπὸ τῆς τετάρτης ποιήσασθαι μεταφορὰν, ὥστε εἰς ἐκφορὰν ὄντως ἐμβάλλειν τοὺς ἐπιτριβομένους ὑπ’ αὐτῶν. καίτοι γε οὐδ’ ἀπὸ τῶν κυρίων ὡς ἔτυχε μεταφέρειν ἔξεστιν οὐδὲ τοῖς ποιηταῖς, ἀλλὰ κᾂν Πίνδαρος εἴη τις, ἢ Ὠκεανοῦ τὰ πέταλα τὰς κρήνας λέγων, οὐκ ἐπαινεῖται, καὶ πολὺ μᾶλλον ἐπειδὰν ἀψευδῆ πρὸς ἄκμονι χαλκεύειν γλῶσσαν, ἤ τι τοιοῦτον ἕτερον εἴπῃ. ἀλλὰ γὰρ, ὡς ἔοικεν. οὐδὲν οὕτω πολυλογίας ἐστὶ ποιητικὸν ὡς ἐπιτολμῶν ἀνὴρ οἷς ἀγνοεῖ. διαφορὰς γοῦν ἑκάστου τῶν πραγμάτων ἐξευρεῖν, ὅσαι τ’ εἰσὶ τὸν ἀριθμὸν καὶ ὁποῖαι τὸ εἶδος, ἀνδρὸς ἔργων ἐστὶ θεωρίαν λογικὴν ἠκριβωκότος· ἐφεξῆς δ’ ὀνόματα κατ’ αὐτῶν θέσθαι, ῥητορικοῦ τινος, ἢ τἀληθέστερον φάναι, διαλεκτικοῦ. ὅταν οὖν ἄνθρωποι μήτε λογικὴν θεωρίαν ἠκριβωκότες μήθ’ ἑρμηνεύειν ἱκανοὶ τολμῶσιν ἅπτεσθαι πολὺ μειζόνων ἢ καθ’ ἑαυτοὺς πραγμάτων, αὐτοί τε πολυλογοῦσι καὶ τοὺς ἐξελέγχοντας ἀναγκάζουσι, κᾂν ὅτι μάλιστα βραχυλογίαν ἀσκοῦσιν, εἰς τὴν αὐτὴν ἐκείνοις ἐμπίπτειν μακρολογίαν, ὅπερ, οἶμαι, κᾀγὼ νῦν πάσχω. διὰ γάρ τοι τὸ πλῆθος ὧν ἡμαρτήκασιν ἐξίσταμαι τῆς συνήθους
    683
    ἐμαυτῷ βραχυλογίας. ἀλλὰ κᾀνταῦθα καθ’ ὅσον οἷόν τε συντέμνειν πειράσομαι. γένοιτο δ’ ἂν τοῦτο τὰ μὲν καθόλου καὶ κοινὰ πάντων ἁμαρτήματα διελέγχοντός μου, τὰ δὲ κατὰ μέρος ἑκάστου παραλείποντος. ἔστι δὲ κοινὰ καὶ καθόλου ταυτὶ, πότερα ποιότητά τινα τοῦ τῆς ἀρτηρίας χιτῶνος ὁ πλήρης σημαίνει σφυγμὸς, ἢ τῆς ἐγκεχυμένης οὐσίας τὸ ποσὸν, ἢ τὸ ποιὸν, ἢ τοῦ συμφύτου πνεύματος· ὡς καὶ τοῦτό τινες ἐτόλμησαν εἰπεῖν, ἤτοι δύναμίν τινα, ἢ ποιότητα. τοῦ μὲν γὰρ σώματος αὐτοῦ τῆς ἀρτηρίας αἱ ποιότητες, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυμεν, οὐ πληρότης ἂν οὐδὲ κενότης, ἀλλὰ σκληρότης τε καὶ μαλακότης ὠνομάζοντο δικαιότερον· τῆς δ’ ἐγκεχυμένης οὐσίας αὐτῆς τὸ ποσὸν ὀρθῶς μὲν ἄν τις ὀνομάσειε πληρότητα καὶ κενότητα. διαφέρουσι δ’ οὐδὲν αὗται μεγέθους τε καὶ σμικρότητος. εἰ δὲ μὴ τὸ ποσὸν, ἀλλὰ τὸ ποιὸν τῆς περιεχομένης ἐν αὐτοῖς οὐσίας ὑπὸ τῶν ὀνομάτων φάσκοιεν δηλοῦσθαι, κυρίως μὲν οὐκ ἂν ὀνομάζοιεν, ὑπάρχουσαν μέντοι τινὰ ἐροῦσι διαφορὰν, οὐ μὴν αἰσθήσει γε διαγνωστὴν, ὡς ἐν τοῖς περὶ διαγνώσεως
    684
    ἐπιδείξομεν. ἡ δὲ τοῦ πνεύματος πληρότης τε καὶ κενότης ἔτι δὴ καὶ μᾶλλον ἀναίσθητός ἐστιν αὐτὴ καθ’ αὑτὴν, εἰ δ’ ὡς αἴτιόν τις αὐτὴν ἐνδείξει λαμβάνοι, τῆς μὲν ῥώμης αὐτοῦ τὸν σφοδρὸν σφυγμὸν θήσεται σημεῖον, τῆς δ’ ἀῤῥωστίας τὸν ἀμυδρόν. εἴη δ’ ἂν ὁ ταῦτα τιθέμενος ἐκ τῆς πνευματικῆς αἱρέσεως. ὥστε κᾂν νῦν δῆλον, ὡς οὐ κοινὴν ἔννοιαν, οὐδ’ αἰσθήσεως πάθος εἰς διάγνωσιν ἧκον ἐρεῖ τις, ἀλλ’ ἑαυτοῦ δόγμα πρεσβεύσει. χρὴ δὲ οὔτ’ ἐν ταῖς τῆς ἐννοίας τοῦ πράγματος ἀποδώσεσιν οὔτε ἐν ταῖς διαγνώσεσι περιέχεσθαι δόγμα, κοινὰ γὰρ ἁπάντων ἐστὶν, ἀλλ’ ἐν μόναις ταῖς αἰτίαις λέγεσθαι, καθάπερ ἡμεῖς ποιήσομεν ἐν τοῖς περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ὑπομνήμασιν. ἐν ἐκείνοις μὲν γὰρ ἁπάσας διεξιόντες τὰς ἀλλοιούσας τοὺς σφυγμοὺς αἰτίας, ἀναγκασθησόμεθα δογμάτων ἐφάπτεσθαι· κατὰ μέντοι τὴν νῦν ἐνεστῶσαν αὐτὸ τοὐναντίον, οὐδενὸς χρὴ ψαῦσαι τὸν λόγον, οὐδ’ ἐπ’ ἐλάχιστον δόγματος. ἀρκεῖν ἡγοῦμαι ταῦτα καὶ περὶ πληρότητός τε καὶ κενότητος εἴς γε τὰ παρόντα. λεχθήσεται γὰρ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς περὶ διαγνώσεως. καὶ μὲν δὴ καὶ ὅσα περὶ αὐτῶν ἐπὶ πλεῖστον
    685
    Ἀρχιγένης περιλαλεῖ, καὶ ταῦτ’ ἐν τῷ κρίνειν αὐτοῦ τὸ περὶ τῶν σφυγμῶν βιβλίον εἰρήσεται. διεγνώκειν μὲν γὰρ ἐγὼ τό τε κατ’ ἀρχὰς ἀρκεσθῆναι ταῖς τέτρασι ταύταις πραγματείαις, ὑπὲρ ὧν ἤδη πολλάκις ἐμνημόνευσα, πρώτης μὲν τῆς ἐνεστώσης, δευτέρας δὲ τῆς διαγνωστικῆς, καὶ τρίτης τῆς αἰτιολογικῆς, καὶ τετάρτης τῆς προγνωστικῆς, ἀλλ’ ἕτεροι πολλοὶ βιαζόμενοί τε καὶ καταναγκάζοντες ὑπὲρ τοῦ περὶ σφυγμῶν Ἀρχιγένους βιβλίου γράψαι με, καὶ δεικνύντες, τίνα μὲν ὀρθῶς αὐτῷ, τίνα δὲ οὐκ ὀρθῶς εἴρηται, συντομωτέραν εἰργάσαντο τὴν νῦν ἐνεστῶσαν ἡμῖν διέξοδον. ἀποχωρήσας γὰρ ἐν αὐτῇ τῶν κατὰ μέρος ἁπάντων, αὐτὰ τὰ καθόλου δίειμι κατὰ τὸν ἑξῆς λόγον, οὐχ ὥσπερ ἔν τε τῷ δευτέρῳ τῷ πρὸ τοῦδε. καὶ κατ’ αὐτὸ δὲ τοῦτο τὸ βιβλίον ἐν τῷ περὶ τῆς σφοδρότητος λόγῳ τὰς ῥήσεις παρέγραψα τοῦ Ἀρχιγένους, ὑπὲρ τοῦ δεῖξαι τὰ κακῶς εἰρημένα.

    Μεταβὰς οὖν ἤδη πρὸς τὸν περὶ τῆς σκληρότητός τε καὶ μαλακότητος λόγον, ἐπιδεῖξαι πειράσομαι κᾀνταῦθα τὴν περὶ τὰ ὀνόματα πλημμέλειαν τῶν ἀνδρῶν, δι’ ἣν ἀναγκαίως καὶ περὶ τὴν διάγνωσίν τε καὶ 

    686
    πρόγνωσιν ἐσφάλησαν. ἓν γὰρ κυρίως σημαίνοντος ἑκατέρου τῶν ὀνομάτων, οὐκ οἶδ’ ὅπως ἐκ μεταφορῶν οὗτοι μεταφορὰς ποιοῦσι. τίς γοῦν οὐκ οἶδεν ὡς τὸν μὲν σίδηρον καὶ τὸν λίθον καὶ τὸ ξύλον σκληρὰ σώματα εἶναί φαμεν, ἔλαιον δὲ καὶ μέλι καὶ γάλα καὶ ὕδωρ μαλακά; κριτήριον γὰρ, οἶμαι, πάντες ἄνθρωποι σκληροῦ καὶ μαλακοῦ σώματος ἔχομεν τὴν ἁφήν. ταύτην οὖν ἐπιβάλλοντες τοῖς ἐντὸς ὑποκειμένοις, ὅσα μὲν ἂν αὐτὴν εὑρίσκωμεν ὑποδεχόμενα καὶ οἷον ἐγκαταβαινούσῃ πως ὑπείκοντα, μαλακὰ προσαγορεύομεν· ὅσα δ’ ἔμπαλιν αὐτὰ τὸ ἡμέτερον δέρμα βιάζηταί τε καὶ ὠθῇ, τὸ δ’ ὑπεῖκον εἰς ἑαυτὸ δέχηται τὰ βιαζόμενα, σκληρὰ ταῦτα προσαγορεύομεν. εἰ μὲν γὰρ ἁπλῶς εἴκοι τε καὶ ἀνατρέποιτο πρὸς τοῦ βιαζομένου, τὸ μὲν ἀνατρεπόμενον ἀσθενέστερον ἅπαντες ὀνομάζουσι, τὸ δ’ ἀνατρέπον ἰσχυρότερον· οὕτω γὰρ καὶ ἄνεμος ἰσχυρὸς οὐχ ἡμᾶς μόνον ἀνατρέπειν τε καὶ καταβάλλειν πέφυκεν, ἀλλὰ καὶ δένδρα μέγιστα καὶ πλοῖα. καὶ ἡμεῖς δ’ αὐτοὶ καὶ χαλκὸν καὶ σίδηρον καὶ λίθους καὶ ξύλα, καὶ εἴ τι τούτων ἔτι ᾖ σκληρότερον ἀνατρέπομεν, ἐπειδὰν τοῖς ὄγκοις ᾖ μέτρια. καὶ ταύτῃ διήνεγκε τὸ
    687
    ἰσχυρὸν τοῦ σκληροῦ· τὸ μὲν γὰρ, ὡς εἴρηται νῦν ἤδη, τῆς ἀρχαίας ἕδρας ἐξίστησί τε καὶ ἀνατρέπει τὸ πλησιάζον, τὸ δὲ σκληρὸν μὲν, οὐ μὴν καὶ ἰσχυρὸν, οὐκ ἐξίστησι μὲν, ἐγκαταβαίνει δὲ τῷ μαλακωτέρῳ, κοιλαῖνόν τε καὶ βοθροῦν καὶ πιλοῦν αὐτό. ταῦτά τοι καὶ ὁ Πλάτων ἔλεγε, σκληρὰ μὲν οἷς ἂν ἡμῶν ἡ σὰρξ ὑπείκοι, μαλακὰ δὲ ὅσα ἂν τῇ σαρκί. πολὺ δ’ ἀκριβέστερον ὁ Ἀριστοτέλης, οὐ τὸ ὑποκείμενον ὀνομάζων μαλακὸν, ἀλλὰ προστιθεὶς αὐτῷ ποτὲ μὲν τὸ εἰς ἑαυτὸ, ποτὲ δὲ τὸ μὴ μεθιστάμενον. ἄν τε γὰρ οὕτως εἴπωμεν, μαλακόν ἐστι τὸ ὑπεῖκον εἰς ἑαυτό· ἄν θ’ οὕτω, μαλακόν ἐστι τὸ ὑπεῖκον ἄνευ τοῦ μεθίστασθαι, καλῶς ὁριούμεθα. καὶ μέντοι καὶ εἰ τὸ συναμφότερον ἅμα προσθέντες, ὡς ἐν τῷ δευτέρῳ περὶ γενέσεώς τε καὶ φθορᾶς ὁ Ἀριστοτέλης ἐποίησε, μαλακὸν εἶναι φαίημεν τὸ ὑπεῖκον εἰς ἑαυτὸ καὶ μὴ μεθιστάμενον, ἔτι σαφέστερον ὁριούμεθα, διὰ δυοῖν οἰκείων συμπτωμάτων ἐνδειξάμενοι τὸ μαλακόν. εἰς ἑαυτό τε γὰρ ὑπείκει καὶ οὐ μεθίσταται. ἑκάτερον δ’ ἐστὶν αὐτῷ μόνῳ συμβεβηκός· ὡς τό γε ὑπείκειν κοινὸν ὑπάρχει σύμπτωμα μαλακοῦ
    688
    τε καὶ ἀσθενοῦς, τὸ δὲ εἰς ἑαυτὸ, μόνου τοῦ μαλακοῦ, καθάπερ τὸ μὴ εἰς ἑαυτὸ, μόνου τοῦ ἀσθενοῦς. καὶ μὲν δὴ καὶ ὥσπερ εἰς τὸ περιέχον μεθίστασθαι τοῦ ἀσθενοῦς ἴδιον, οὕτω τὸ μὴ μεθίστασθαι μόνου τοῦ μαλακοῦ. τὸ μὲν οὖν ὑπεῖκον εἰς ἑαυτὸ καὶ μὴ μεθιστάμενον ἅπαντες Ἕλληνες ὀνομάζουσί μαλακὸν, τὸ δ’ οὕτως αὐτὸ διατιθὲν σκληρόν. οὐδὲ ἔστιν ὥσπερ ἄλλων τινῶν ὀνομάτων πλείω τὰ σημαινόμενα κυρίως ὀνομάζοντι καὶ μὴ τροπικῶς, οὕτως καὶ μαλακοῦ καὶ σκληροῦ. ἦ γὰρ ἂν αὐτὰ καὶ ὁ πάντων δεινότατος εἰς σημαινομένου διαίρεσιν εἶπεν Ἀριστοτέλης, ὥσπερ ἀμέλει τούτων ἐφεξῆς ἐν ταὐτῷ βιβλίῳ τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς ὑπὲρ ὑγροῦ τε καὶ ξηροῦ διαλεγόμενος, ἑκάτερον αὐτῶν ἐδίδαξε πλεοναχῶς λεγόμενον, ἀλλ’ οὐ σκληρόν τε καὶ μαλακὸν οὐδ’ ἐν ἐκείνῳ τῷ συγγράμματι πολλαχῶς ὀνομάζεσθαί φησιν, ὥσπερ οὐδὲ ἐν ἄλλῳ τινὶ, καθάπερ οὐδὲ ὁ Πλάτων. ἀλλ’ ἓν ἑκατέρου τῶν ὀνομάτων ἄμφω τὼ ἄνδρε εὑρίσκετον σημαινόμενον, ὅταν γ’, ὡς εἴρηται, κυρίως τις ὀνομάζῃ καὶ μὴ τροπικῶς, ἐπεὶ κατά γε
    689
    τὰς μεταφορὰς ἀναρίθμητον ἔσται τι πλῆθος σημαινομένων, οὐ τούτων μόνον τῶν ὀνομάτων, ἀλλὰ καὶ τῶν ἄλλων σημαινομένων ἁπάντων. αὐτίκα γέ τοι Πλάτων αὐτός φησιν ἐν Σοφιστῇ, σκληροὺς λέγεις καὶ ἀντιτύπους ἀνθρώπους, οὐ κατὰ τοῦ σώματος δή που φέρων ἑκάτερον τῶν ὀνομάτων, οὔτ’ οὖν τὸ σκληρὸν οὔτε τὸ ἀντίτυπον, ἀλλὰ καὶ τὸ τῆς ψυχῆς, καὶ ταύτης μάλιστα τοῦ ἤθους τε καὶ τοῦ τρόπου. οὕτω δὲ καὶ οἶνον ἔφη σκληρόν τις ἐκ μεταφορᾶς ὀνομάζων, καὶ φωνὴν σκληρὰν, ἐπιτήδευμά τε καὶ βίον, ἔθος τ’ αὖ καὶ νόμον, ἄνεμόν τε καὶ ὕδωρ, ἤτοι τὸ ἀπηνὲς, ἢ τὸ δύσμικτον, ἢ τὸ δυσξύμβολον, ἢ τὸ ἀηδὲς, ἢ τὸ δυσκατέργαστον, ἢ τὸ δυσκαταγώνιστον, ἤ τι τοιοῦτον ἕτερον ἐκ μεταφορᾶς ὀνομάζων. τὸ δὲ σκληρὸν σῶμα τὸ κυρίως τε καὶ πρώτως λεγόμενον ἀντίτυπόν τέ ἐστι καὶ κατ’ οὐδὲν εἴκει τῷ πλησιάζοντι. τὸν αὐτὸν, οἶμαι, τρόπον ἄνθρωπον μὲν σκληρὸν λέγουσι τὸν μονότροπον καὶ δυσπειθῆ καὶ πρὸς ἅπαν ἀντιτείνοντα· νόμον τε σκληρὸν καὶ δικαστὴν οἷς μηδὲν μέτεστι συγγνώμης· οἶνον μέντοι σκληρὸν, ὅταν ἰσχυρὸς ᾖ τῇ ποιότητι καὶ
    690
    πλήττων βιαίως ἤτοι τὴν κεφαλὴν ἢ τὴν αἴσθησιν τὴν γευστικὴν, ὕδωρ δ’ αὖ σκληρὸν τὸ δυσκατέργαστόν τε καὶ βραδύπορον, ὡς ἐπιπλεῖστον ἐν τοῖς ὑποχονδρίοις μένον, ἕκαστόν τε τῶν ἄλλων ὅσα σκληρὰ λέγομεν οὐ κυρίως οὐδὲ πρώτως, ἀλλὰ κατὰ συμβεβηκός τε καὶ μεταφέροντες ἀπό τινος ὁμοιότητος οὕτως ὀνομάζομεν. ἐπειδὴ δὲ πολλὰ συμβέβηκε τῷ σκληρῷ σώματι, καθ’ ἕκαστον αὐτῶν αἱ μεταφοραὶ γίγνονται· οὐ μὴν τούτου γε ἕνεκεν ἐπιλαθέσθαι προσήκει τοῦ πρώτου τε καὶ κυρίου τῶν σημαινομένων. ἁπτὸν γάρ τοι τὸ σκληρόν ἐστι καὶ ἡ σκληρότης ἁπτὴ ποιότης. ὅταν οὖν ἐπὶ γεῦσιν, ἢ ὄσφρησιν, ἢ ὄψιν, ἢ ἀκοὴν, ὁ λέγων μεταφέρῃ τοὔνομα, τηνικαῦτα χρὴ τὸν ἀκούοντα τῆς πρὸς τὸ κύριον ὁμοιότητος ἀναμιμνήσκεσθαι. καὶ γὰρ καὶ ἡ κρίσις αὕτη τῶν μεταφορῶν ἐστιν εἴτε ὀρθῶς εἴτε οὐκ ὀρθῶς εἰσιν εἰρημέναι. τὰς μὲν γὰρ ἐναργῆ τὴν ὁμοιότητα καὶ πρόδηλον ἐχούσας ἐπαινοῦμεν, ὅσαι δὲ ἀμυδραί τέ εἰσι καὶ ἄδηλοι, ἀπολείπομεν ἅπαντες. ἀλλ’ οὔτ’ ἄλλο τι τοῖς νεωτέροις ἰατροῖς 
    691
    ἀγαθὸν ἑρμηνείας ἔγνωσται, διόπερ ἀσαφεῖς ἐσχάτως εἰσὶν, οὔθ’ ὡς ἐν καιρῷ χρηστέον ἐστὶ ταῖς μεταφοραῖς. εἰ μὲν οὖν ἀσαφῆ μόνον ἦν αὐτῶν τὰ συγγράμματα, τάχ’ ἄν τις ἧττον ἐμέμψατο· νυνὶ δ’ ἐπεὶ καὶ τὴν ἀλήθειαν αὐτὴν τῶν πραγμάτων ὧν διδάσκειν ἐπιχειροῦσι διαφθείρουσι ταῖς ἀκαίροις μεταφοραῖς, δίκαιον ἤδη μέμψασθαι μειζόνως αὐτοῖς. ὅταν δ’ ἔτι πρὸς τούτῳ τις εἰς τοσοῦτον ἐμπληξίας ἥκῃ, ὥστε αὐτὰ τὰ πρῶτά τε καὶ κυριώτατα τῶν ὀνομάτων ἐπιφέρων τοῖς οἰκείοις πράγμασιν ἐκ μεταφορῶν λαμβάνει τὰ σημαινόμενα, πῶς ἄν τις ἀνάσχοιτο; φωνὴν μὲν γὰρ λευκὴν ἐκ μεταφορᾶς νοήσειεν ἄν τις, οὐ μὴν χρῶμά γε λευκὸν ἔθ’ ὁμοίως ἐκ μεταφορᾶς ἀκούειν ἐγχωρεῖ· εἰ μὴ γὰρ τοῦτο λέγεται κυρίως λευκὸν, οὐδ’ ἄλλο τῶν κυρίως οὐδέν. οὕτω καὶ ἄνθρωπον μὲν στρυφνὸν ἐκ μεταφορᾶς, οἶνον δὲ στρυφνὸν οὐκέτ’ ἐκ μεταφορᾶς, ἀλλὰ δηλονότι πρώτως τε καὶ κυρίως. ὥσπερ οὖν εἴ τις τὸν Θηραῖον οἶνον ὀνομάσας στρυφνὸν, εἶτ’ ἐξελεγχόμενος ὡς ψευδῶς δοξάζει, γλυκὺν οἶνον, ᾧ μηδὲ βραχὺ μέτεστι στρυφνότητος, οὕτω προσαγορεύων, ἀπίθανος ἂν εἶναι δόξειεν, εἰ
    692
    κατ’ ἐκεῖνο τὸ σημαινόμενον φαίη εἰρῆσθαί οἱ στρυφνὸν τὸν οἶνον, ὥσπερ καὶ ἀνθρώπους ἐνίοτε λέγομεν εἶναι στρυφνοὺς, ἐν ἴσῳ τῷ ἀηδεῖς, οὕτω καὶ ὅστις ἁπτὸν ὁτιοῦν σῶμα σκληρὸν εἰπὼν οὕτω κελεύσειεν ἀκούειν τῆς προσηγορίας, ὡς οἶνος λέγεται σκληρὸς, οὐκ ἂν, οἶμαι, δόξειε σώφρων εἶναι. πασῶν γὰρ τῶν ἁπτῶν ποιοτήτων ἐχουσῶν ὀνόματα, λῆρος μακρός ἐστιν ἐκ μεταφορῶν αὐταῖς ἕτερα ἐπεισάγειν. κατὰ μὲν τὰς ὀσμὰς ὄντως οὐκ ἔστιν ἁπασῶν τῶν ποιοτήτων ὀνόματα, καὶ συγχωρήσειεν ἄν τις ἀλλοτρίοις χρήσασθαι μεταφέροντα. κατὰ μέντοι τὴν ἁφὴν ἅπαντα ὠνόμασται, καθάπερ που καὶ τοῦτ’ Ἀριστοτέλης ἐδίδαξεν, ἁπάσας ἐκθέμενος ἐφεξῆς αὐτῶν τὰς προσηγορίας, ἃς κᾀγὼ νῦν ἐρῶ· θερμότης, ψυχρότης, ξηρότης, ὑγρότης, βαρύτης, κουφότης, σκληρότης, μαλακότης, γλισχρότης, κραυρότης, τραχύτης, λειότης, παχύτης, λεπτότης. οὕτω μὲν οὖν αἱ ἁπταὶ ποιότητες ἅπασαι ῥηταί. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ μετέχοντα αὐτῶν σώματα. καὶ γὰρ καὶ τούτων ἑπτὰ μὲν αἱ κατ’ ἐναντίωσίν εἰσι συζυγίαι, τεσσαρεσκαίδεκα δὲ τὰ ὀνόματα. πρώτη μὲν οὖν ἐναντίωσις
    693
    θερμοῦ καὶ ψυχροῦ, δευτέρα δὲ ξηροῦ καὶ ὑγροῦ, τρίτη δὲ βαρέος τε καὶ κούφου, τετάρτη σκληροῦ τε καὶ μαλακοῦ, πέμπτη γλίσχρου καὶ κραύρου, ἕκτη τραχέος καὶ λείου, ἑβδόμη παχέος καὶ λεπτοῦ. μὴ τοίνυν, ὦ οὗτος, ἔμπληκτα λήρει μηδ’ ὀνόμασιν Ἑλληνικοῖς τε καὶ κοινοῖς ἁπάντων οἴκοθεν ἐπίφερε καὶ παρὰ σαυτοῦ τὰ σημαινόμενα, ἀλλὰ τὸ μὲν σῶμα τῆς ἀρτηρίας ἢ σκληρὸν, ἢ μαλακὸν εἰπὲ πρώτως καὶ μάλιστα· τὸν δ’ ὅπως ἔχει τοῦτο δεικνύντα σφυγμὸν οὐ κυρίως μὲν, οὐδὲ πρώτως ἔτι, κατὰ συμβεβηκὸς δ’ ἐξέσται σοι καλεῖν σκληρὸν, ἢ μαλακόν. εἴτε γὰρ ἡ κίνησις αὐτὴ τῶν ἀρτηριῶν ὁ σφυγμός ἐστιν, οὐκ ἄν τις εἴποι κυρίως ὀνομάζων σκληρὰν κίνησιν, εἴθ’ ἡ ἀπ’ αὐτῆς πληγὴ κατὰ τὴν ἡμετέραν ἁφὴν, εἴτε ἡ τῆς πληγῆς αἴσθησις, οὐδὲν οὐδὲ τοῦτο λέγεται κυρίως οὐδὲ πρώτως σκληρὸν, ἀλλὰ παρονομάζεται δηλονότι τοῦ σκληροῦ σώματος ὁ σκληρὸς σφυγμός· ἐκεῖνο δὲ μόνον, οὐκ ἄλλῳ τινὶ παρονομάζοντες, οὔτε κατὰ συμβεβηκὸς οὔτε μεταφέροντες, ἢ καταχρώμενοι, προσαγορεύομεν σκληρὸν, ἀλλὰ κυρίως τε καὶ πρώτως. ὅταν οὖν τις σκληρὸν σφυγμὸν ἢ κατὰ τὴν τοῦ πνεύματος λέγῃ
    694
    ποιότητα φαίνεσθαι τοιοῦτον, ἢ καὶ κατὰ τὴν ἰδιότητα τῆς θερμότητος, ἢ κατὰ ἄλλο τι τῶν λαληθῆναι μὲν δυναμένων, διδαχθῆναι δὲ ἀδυνάτων, οὐκ ἀνεξόμεθα τοῦ τὰ τοιαῦτα δηλονότι ληροῦντός τε καὶ περιλαλοῦντος, ὥσπερ οὐδ’ Ἀρχιγένης ἔν τε τῷ περὶ σφυγμῶν αὐτοῦ γράμματι κᾀν τῷ δευτέρῳ τῆς τοῦ πυρετοῦ σημειώσεως.

    695

    Εἴρηταί μοι καὶ κατὰ τὴν ἀρχὴν εὐθέως τοῦ δευτέρου γράμματος, ὅσον εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον ἐν τῷ πρώτῳ πεπλήρωται βιβλίῳ· καὶ γὰρ ὁπόσον ἐστὶ τὸ πᾶν πλῆθος τῶν σφυγμῶν, ἐδείχθη, καὶ τὰς προσηγορίας, ὅσον γέ εἰσι προσηγορίαι, διήλθομεν, ἠξίωσά τε τὸν βουλόμενον τοῦ ἐπὶ τὸ χρήσιμον ἰέναι τῆς θεωρίας τὴν περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν πραγματείαν, ἐφεξῆς τῇδε γεγραμμένην ἐν τέτταρσι βιβλίοις, ἀναλεξάμενον, εἶτ’ ἐπ’ ἐκείνῃ τὴν περὶ τῶν αἰτίων ἐν

    696
    τέτταρσιν ἄλλοις, οὕτως ἐπὶ τὴν ἐξ αὐτῶν ἡμῖν γινομένην ἀφικνεῖσθαι πρόγνωσιν, γεγραμμένην καὶ αὐτὴν ἐν τέτταρσιν ἄλλοις βιβλίοις. τὰ δὲ μετὰ τὸ πρῶτον ἐν τῇδε τῇ πραγματείᾳ τῇ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν εἰρημένα, καθάπερ καὶ ταυτὶ τῇ νῦν γραφησόμενα, διὰ τὴν περίεργον φλυαρίαν τῶν νεωτέρων ἰατρῶν εἴρηται, δεηθέντων τινῶν ἑταίρων, καίτοι γ’ ἀντιτείνοντος αὐτοῖς ἐμοῦ μέχρι πολλοῦ. βέλτιον γὰρ ἐνόμιζον εἶναι μηδόλως ἄχρηστα γράφειν καὶ περιττὰ, μήθ’ ἑκόντα μήτ’ ἄκοντα τοῖς φλυαροῦσιν ἀντιφλυαρεῖν. ἀλλὰ γὰρ ὄντως ἀφόρητόν ἐστιν ἐνίων τὸ θράσος, ἀγνοούντων μὲν ὁπόσας ἀπορίας ἔχει τὰ κατὰ τοὺς ὁρισμοὺς, προχείρως δ’ ὁριζομένων οὐ τοὺς σφυγμοὺς μόνον, ἀλλὰ καὶ τἄλλα ξύμπαντα. καίτοι γε οὐδεμιᾶς χρείας οὔσης τῶν ὅρων, ὅταν καὶ πρὸ ἐκείνων σαφῶς νοῆται τὰ πράγματα, καθάπερ ἐπὶ τῆς τοῦ σφυγμοῦ προσηγορίας, ἣν οὐ μόνον ἰατροὶ νοοῦσιν, ἀλλὰ καὶ πάντες ἄνθρωποι. ὅταν γοῦν ἐκτείνοντες τὴν χεῖρα παρέχωσιν αὐτοῖς τὸν καρπὸν, ἅψασθαι κελεύοντες τοῦ σφυγμοῦ τὸν ἰατρὸν, ἆρ’ οὕτως αὐτοὺς οἰηθῆναι χρὴ λέγειν τοῦ σφυγμοῦ τὴν προσηγορίαν, ὡς εἰ καὶ σκινδαψὸν
    697
    εἶπον, ἢ πρᾶγμά τι σημαίνοντες ἐφθέγξαντο τὴν φωνὴν τήνδε; δοκεῖ μοι βέλτιον εἶναι φάναι, νοοῦντάς τι πρᾶγμα, κατ’ ἐκείνου τίθεσθαι τοὔνομα τοῦ σφυγμοῦ. πότερον οὖν οὕτω λέγουσι τὸν σφυγμὸν, ὡς τὸν Ἱπποκένταυρον καὶ τὰς Σειρῆνας, ἢ τὴν Σκύλλαν, ἢ κατά τινος πράγματος ὑπάρχοντος ἐπιφέρουσι τοὔνομα; ἐμοὶ μὲν κᾀνταῦθα βέλτιον εἶναι δοκεῖ φάναι, κατά τινος ὑπάρχοντος πράγματος ὑπ’ αὐτῶν λέγεσθαι τὸ τοῦ σφυγμοῦ ὄνομα, καὶ τοῦτ’ εἶναι τὸ πρᾶγμα τὴν κίνησιν τῶν ἀρτηριῶν, ἣν ὁρῶνται κινουμένην δι’ ὅλου τοῦ βίου πᾶσιν ἀνθρώποις, ἐν ἅπαντι μορίῳ τοῦ σώματος, ἔνθα περ ἂν οὖσαι τύχωσι. καὶ μέντοι καὶ κατὰ τὰ φλεγμαίνοντα μόρια σφυγμοῦ τινος αἰσθάνεσθαί φασι καὶ κροτάφων σφυζόντων, ἔν τε πυρετοῖς διαπύροις καὶ πλέονος ἀκράτου πόσει καὶ κεφαλαλγίαις τισὶ καὶ μάλιστα ταῖς ἔξ ἐγκαύσεως ἡλίου. καὶ ταῦτα ἀλλήλοις ἑρμηνεύοντες, οὐ δέονται μακρῶν λόγων, ὧν ἐπλήρωσαν οἱ νεώτεροι τῶν ἰατρῶν τὰ βιβλία, μετὰ τῶν θαυμαστῶν ἀντιλογιῶν ὧν πρὸς ἀλλήλους ποιοῦνται περί τε τοῦ κατ’ αὐτὸν τὸν σφυγμὸν ὅρου καὶ τῶν ἐν μέρει διαφορῶν αὐτοῦ πασῶν, οἷον τοῦ σφοδροῦ
    698
    καὶ μεγάλου καὶ πλήρους, ὁμαλοῦ τε καὶ τεταγμένου τῶν ἄλλων, ὑπὲρ ὧν ἐπὶ πλέον εἴρηται δι’ ἐκείνων καὶ τῶν ὑπομνημάτων, ἐν οἷς ἐξηγοῦμαί τε ἅμα καὶ κρίνω τὸ περὶ σφυγμῶν Ἀρχιγένους βιβλίον, ἐπεὶ καὶ τοῦτον τὸν ἄνδρα σὺν τοῖς ἄλλοις ἰατροῖς τοῖς νεωτέροις τὸ τῆς φιλοριστίας ἐπενείματο νόσημα· καινὴν γὰρ ἐγὼ τήνδε τὴν προσηγορίαν ἐπὶ τῷ καινῷ πράγματι τέθειμαι· καίτοι γε οὐκ ἦν ἄξιος Ἀρχιγένης παθεῖν τοῦτο τὸ κακὸν, οὐκ ἀμελῶς ἐσχηκὼς ἀνὴρ περὶ τὰ τῆς τέχνης ἔργα. ἀλλ’ ὥσπερ ψώρας καὶ ὀφθαλμίας ἀπολαύουσιν ἔνιοι τῶν πλησιαζόντων ἄκοντες, οὕτω καὶ ὁ ἀνὴρ οὗτος εἰς τὴν περὶ τῶν ὁρίσεων φλυαρίαν ὑπεσύρη, καίτοι μᾶλλον τῶν ἄλλων ἀντιποιούμενος τῶν ἔργων τῆς τέχνης. ὅτι τοίνυν ὧν μάλιστα ἀγνοοῦσι, τούτων ἐφίενται, δείκνυμι διὰ συντόμων αὐτοῖς, ἀξιῶν ὧν βούλονται προβάλλειν ὄνομα, ἐπειδὰν δὲ τοῦτο πράξωσι, κελεύων αὖθις ἀριθμὸν ἐπῶν εἰπεῖν, ἐν ὁπόσῳ βούλονται μέτρῳ ἐλθεῖν ὑπὲρ τοῦ κατὰ τὸ προβληθὲν ὁρισμοῦ. τιτρώσκονται γὰρ ἐκ τῆς τοιαύτης ἐπιδείξεως, καίτοι γε ἀναισθησίας ἐπὶ πλεῖστον ἥκοντες. ὣς γὰρ ἐγχωρεῖ μὲν ὑπὲρ ἑκάστου τῶν ὀνομάτων ἓν ὅλον ποιεῖσθαι
    699
    βιβλίον, ἔσται δὲ ἔπη πλείω τῶν χιλίων. ταῦτα περὶ πάντων ἡμῶν ὁμοίως διερχομένων, ἀλλὰ νῦν γε δεινὸν ἔοικα πείθεσθαι, προβάλλειν ἀναγκαζόμενος ἐμαυτῷ τι τῶν κατὰ τοὺς σφυγμοὺς, εἰς ἐπίδειξιν αὐτῶν τῆς ματαίας φλυαρίας.

      Ἔστω δὴ τοῦτ’ αὐτὸ τὸ πρῶτον καὶ σαφέστατον ὁ σφυγμός. εἰ γὰρ ἐπὶ τούτου δείξαιμι, πόσην ἐποιήσαντο ματαιολογίαν, οὐδὲ περὶ τῶν ἄλλων ἔτ’ ἄδηλος ὁ λόγος μενεῖ. τὸν γοῦν σφυγμὸν κίνησιν ἀρτηριῶν ὡρίσαντό τινες, οἷς ἀντιλέγοντες ἔνιοι πρῶτον μὲν ἡμαρτῆσθαι τὸν ὅρον ἔφασαν, ἐπειδὴ παραλέλειπται τὸ, καὶ τῆς καρδίας. ἐχρῆν γὰρ οὕτως ὁρίσασθαι· σφυγμός ἐστιν ἀρτηριῶν καὶ καρδίας κίνησις. ἔνιοι δὲ οὐ καρδίας φασὶ δεῖν, ἀλλὰ τοῦ τῆς καρδίας ἀρτηριώδους μέρους προστιθέναι, ὡς γίνεσθαι τὸν ὅρον τοιοῦτον, σφυγμός ἐστι κίνησις ἀρτηριῶν καὶ τῆς κατὰ τὴν καρδίαν ἀρτηριώδους κοιλίας, ἢ νὴ Δί’ οὕτως· σφυγμός ἐστι κίνησις ἀρτηριῶν καὶ τῆς ἀρτηριώδους κοιλίας τῆς καρδίας. οἷς αὖθις ἕτεροι μεμφόμενοι κακῶς εἰρῆσθαί φασι τὸν σφυγμὸν κίνησιν ἁπλῶς· εἶναι γὰρ καὶ ἄλλας κινήσεις ἀρτηριῶν καὶ καρδίας, οἶον τήν τε πεπτικὴν τοῦ 

      700
      περιεχομένου κατ’ αὐτὰς αἵματος, ἑλκτικήν τε τούτου καὶ προσθετικὴν, ἀποκριτικήν τε τῶν περιττωμάτων. ἐχρῆν οὖν, φασὶ, προσκεῖσθαι τῷ ὅρῳ τὸ τῆς τῶν σφυγμῶν κινήσεως εἶδος, ἵν’ ἴδιος αὐτῶν ᾖ καὶ μὴ πολλῶν κινήσεων κοινός. καὶ τοίνυν αὐτοὶ τὸν ὅρον ἐποιήσαντο τοιόνδε· σφυγμός ἐστιν ἀρτηριῶν καὶ καρδίας διαστολή τε καὶ συστολὴ, καὶ δηλονότι καὶ τούτου πάλιν αὐτοῦ τοῦ ὅρου τοσαῦται γεγόνασιν ἐπανορθώσεις, ὅσαι τοῦ πρόσθεν, ἐνίων μὲν αὐτῷ προστιθέντων καὶ τὸ τῆς καρδίας, ἐνίων δ’ οὐχ ἁπλῶς καρδίας, ἀλλὰ τοῦ κατ’ αὐτὴν ἀρτηριώδους γένους, ἐνίων δὲ τῆς ἀρτηριώδους κοιλίας τῆς ἀριστερᾶς. εἰσὶ γὰρ οἳ καὶ τοῦτο προσέθεσαν, ὡς γίνεσθαι τοὺς ὅρους τοσούτους· σφυγμός ἐστιν ἀρτηριῶν καὶ καρδίας διαστολή τε καὶ συστολή. σφυγμός ἐστιν ἀρτηριῶν, καὶ τοῦ τῆς καρδίας ἀρτηριώδους μέρους διαστολή τε καὶ συστολή. σφυγμός ἐστιν ἀρτηριῶν καὶ τῆς ἀρτηριώδους κοιλίας τῆς καρδίας διαστολή τε καὶ συστολή. πολεμοῦσι δὲ τούτοις ἅπασιν ἕτερος χορὸς ἀνδρῶν, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰς μήνιγγας σφύζειν λέγοντες· ἔνιοι δὲ καὶ τὸν ἐγκέφαλον·
      701
      ἄλλοι δὲ ἀμφότερον· τινὲς δὲ πρώτως μὲν τὸν ἐγκέφαλον, κατὰ συμβεβηκὸς δὲ τὰς μήνιγγας· ἄλλοι δὲ αὖ πάλιν οὔτε τὰς μήνιγγας οὔτε τὸν ἐγκέφαλον ἡγοῦνται σφύζειν πρώτως, ἀλλὰ ταῖς μὲν ἀρτηρίαις ὑπάρχειν τοῦτο, κατὰ συμβεβηκὸς δ’ ἐκείνοις. συνεξαίρεσθαι γὰρ αὐτὰ ταῖς ἐν αὐτοῖς ἀρτηρίαις φασὶ, παμπόλλαις οὔσαις. εἰ μὲν οὖν συνεξαίρεται μόνον, οὐδεμίαν αὐτὰ δύναμιν ἔχοντα τῆς προειρημένης τοιαύτης κινήσεως, οὐδὲν ἔτι δεήσει προστιθέναι τοῖς προειρημένοις ὅροις· εἰ δ’ ἔχει τινὰ δύναμιν οἰκείαν ὁμοίαν ταῖς ἀρτηρίαις, ἀναγκαῖον ἔσται μνημονεύειν κατὰ τὸν ὅρον ἐγκεφάλου καὶ μηνίγγων, ὡς γενέσθαι τὸν ὅλον ὁρισμὸν τοιόνδε, σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν ἐγκεφάλου τε καὶ μηνίγγων. εἰ δὲ τὸ ἕτερον αὐτῶν μόνον ἔχει τὴν τοιαύτην δύναμιν, ἐκείνου μόνου μνημονεύσομεν, ἤτοι γ’ οὕτω ποιοῦντες τὸν ὅρον· σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν καὶ μηνίγγων, ἢ οὕτω· σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν καὶ ἐγκεφάλου, καὶ καθ’ ἕκαστον γένος τῶν ἔμπροσθεν
      702
      εἰρημένων ὅρων ὁμοία προσθήκη γενήσεται. τινὲς μὲν γὰρ, ὡς ἔφην, ἠρκέσθησαν εἰπεῖν· σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν· ἔνιοι δὲ οὐχ ἁπλῶς οὕτως, ἀλλ’ ἤτοι τῆς ἀρτηριώδους ἐν τῇ καρδίᾳ κοιλίας, ἢ τῆς ἀριστερᾶς, ἢ τοῦ μέρους αὐτῆς τοῦ ἀρτηριώδους προσέθεσαν. ἑκάστου δὴ τούτων τῶν ὅρων οἱ μὲν ἐγκέφαλον, οἱ δὲ μήνιγγας, οἱ δ’ ἀμφότερα προσθήσουσι· καὶ γενήσεται πλῆθος ὅρων οὐκ ὀλίγων. ἠμφισβήτηται δὲ οὐδὲν ἧττον αὐτοῖς καὶ περὶ τῶν τῆς καρδίας κοιλιῶν· ἔνιοι γὰρ ἡγοῦνται μὴ σφύζειν τὴν δεξιάν· εἰσὶ δὲ οἳ σφύζειν μὲν, οὐ μὴν πρώτως οὐδὲ δι’ αὑτὴν, ἀλλὰ τῇ πνευματικῇ καλουμένῃ συγκινουμένην· ὥσθ’ ὅσοι τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, ἢ τῆς ἀρτηριώδους, ἢ ὁπωσοῦν ἄλλως ὀνομάζοντες μνημονεύουσι, διενεχθήσονται τοῖς κατὰ τὴν δεξιὰν ἡγουμένοις σφύζειν. ἔτι δὲ μείζων ἄλλη διαφορὰ τοῖς ἰατροῖς ἐκ παλαιοῦ περὶ τῶν ἀρτηριῶν ἐγένετο, τινῶν μὲν ἡγουμένων αὐτὰς ἐξ ἑαυτῶν σφύζειν, σύμφυτον ἐχούσας ὁμοίως τῇ καρδίᾳ τὴν τοιαύτην δύναμιν, ὧν ἐστι καὶ ὁ Πραξαγόρας, ἐνίων δὲ σφύζειν μὲν αὐτοῦ,
      703
      τοῦ χιτῶνος αὐτῶν διαστελλομένου τε καὶ συστελλομένου, καθάπερ ἡ καρδία, τὴν δύναμιν δὲ οὐκ ἐχουσῶν σύμφυτον ᾗ τοῦτο δρῶσιν, ἀλλὰ παρὰ καρδίαν λαμβανουσῶν. ἧς γνώμης ἔχεται καὶ Ἡρόφιλος. Ἐρασιστράτῳ δὲ οὐδέτερον ἀρέσκει· βούλεται γὰρ ἔμπαλιν τῇ καρδίᾳ τὰς ἀρτηρίας σφύζειν, ἐκείνης μὲν, ὅτε διαστέλλεται πληρουμένης τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, τῶν δὲ ἀρτηριῶν, ὅτε πληροῦνται διαστελλομένων, πληροῦσθαι δὲ αὐτὰς τοῦ παρὰ καρδίας ἐπιπεμπομένου πνεύματός φησιν. ἅμα μὲν οὖν ἀναγκαῖόν ἐστιν ἀμφότερα γίνεσθαι, τήν τε διαστολὴν καὶ τὴν πλήρωσιν αὐτῶν, ἡγεῖσθαι δὲ τὸ ἕτερον θατέρου λόγον αἰτίας ἔχον ἐν μὲν τῇ καρδίᾳ τὴν διαστολὴν, ἐν δὲ ταῖς ἀρτηρίαις τὴν πλήρωσιν, ὥσπερ ὁρᾶται κᾀπὶ τῶν ἐκτός. αἱ μὲν γὰρ τῶν χαλκέων φῦσαι διότι διαστέλλονται, διὰ τοῦτο πληροῦνται, οἱ σάκκοι δὲ καὶ οἱ θύλακοι καὶ οἱ ἀσκοὶ διότι πληροῦνται, διὰ τοῦτο διαστέλλονται. τὸν ὁρισμὸν οὖν εἴπερ ὅλην τὴν οὐσίαν ἀκριβῶς τοῦ πράγματος μέλλει δηλώσειν, οὐδὲν αὐτῆς τῶν κυριωτάτων παραλείπειν προσήκει· τῆς δ’ οὐσίας ἀμφισβητουμένης, ἀναγκαῖον ἔσται καθ’ ἑκάστην αἵρεσιν ἴδιον
      704
      ὁρισμὸν γίνεσθαι· ὥστε τοῖς Ἐρασιστρατείοις οὕτως ὁριστέον ἐστὶν, ὡς ἐνδείκνυσθαι τὸ ἴδιον ἐξ Ἐρασιστράτου δόγμα περὶ τῆς τῶν σφυγμῶν οὐσίας, τοῖς δ’ Ἡροφιλείοις, ὡς τὸ ἴδιον Ἡροφίλῳ, καὶ τοῖς ἄλλοις ἅπασιν ὡσαύτως οἰκεῖον ἑκάστοις ἐστὶν ὅρον ποιητέον τῷ σφετέρῳ δόγματι. τοῦτο δὲ εὐθέως αὐτὸ οὐδεὶς σχεδὸν αὐτῶν ἐπίσταται, καὶ τούτου γ’ ἔτι μᾶλλον ἀναγκαῖον ἐγνῶσθαι δύο γένη τὰ πρῶτα τῶν ὁρισμῶν εἶναι, τὸ μὲν ἕτερον ἐξηγούμενον σαφῶς τὴν τοῦ πράγματος ἔννοιαν, ἣν ἔχουσιν οἱ ὀνομάζοντες αὐτὸ, τὸ δ’ ἕτερον, ὡς εἴρηται, τὸ τὴν οὐσίαν διδάσκον. ἀρετὴ δ’ ἑκατέρου τῶν ὅρων ἰδία τοῦ μὲν τὴν ἔννοιαν ἑρμηνεύοντος ὁμολογεῖσθαί τε πᾶσι τοῖς ὁμοφώνοις καὶ μὴ προσάπτεσθαι τῆς οὐσίας τοῦ πράγματος, τοῦ δὲ τὴν οὐσίαν διδάσκοντος ὁμολογεῖν μὲν τῷ κατὰ τὴν ἔννοιαν, ἕτερον δὲ ὑπάρχειν αὐτῷ. πρῶτον οὖν τοῦτό σοι γιγνέσθω γνώρισμα τῶν εἰκῆ φλυαρούντων, ὅταν ἕνα τοῦ προκειμένου πράγματος ἀκούσῃς αὐτῶν λεγόντων ὅρον. ἐπὶ τινῶν μὲν γὰρ οὐ δύο μόνον, ἀλλὰ καὶ τρεῖς καὶ τέτταρας ἄμεινόν ἐστι ποιεῖσθαι· πρῶτον μὲν 
      705
      τὸ ὁμολογούμενον ἅπασι τοῖς ὁμοφώνοις, ὅστις οὐδὲν ἀποφαίνεται περὶ τῆς τοῦ πράγματος οὐσίας, ἐπὶ ψιλῆς καταμένων τῆς ἐννοίας· ἕτερον δ’ ἐπ’ αὐτῷ, βραχύ μέν τι τῆς ἐννοίας ἀποχωροῦντα, βραχὺ δέ τι καὶ τῆς οὐσίας ἐφαπτόμενον· καὶ τρίτον ἐπὶ τῷδε, πλέον μὲν ἤδη τῆς ἐννοίας, πλέον δὲ καὶ τῆς οὐσίας ἑρμηνεύοντα· καὶ τέταρτον ἐπ’ αὐτοῖς τὸν τὴν οὐσίαν ὅλην διδάσκοντα. τοῦτον μὲν οὖν δείκνυσθαι δεῖ τὴν ἀναφορὰν ἐπὶ τὸν τρίτον ἔχοντα, τοῦτον δ’ αὖ πάλιν ἐπὶ τὸν δεύτερον, κᾀκεῖνον αὖθις ἐπὶ τὸν πρῶτον, αὐτὸν δὲ τὸν πρῶτον ἐξ αὐτοῦ πιστεύεσθαι, φαινομένων ἐναργῶς πραγμάτων ἑρμηνείαν ἔχοντα. διὸ καὶ λόγον αὐτὸν ὀνοματώδη κέκληκεν ὁ Ἀριστοτέλης, ὡς εἰ καὶ λόγον ὀνόματος ἑρμηνευτικὸν εἰρήκει. τὸν δ’ ἕτερον ὅρον, οὐσιώδη τινὲς ἐκάλεσαν, λόγον εἶναί φησιν τὸν τί εἶναι δηλοῦντα. τί μὲν γάρ ἐστιν ἑκάστῳ τῶν ὁριζομένων τὸ εἶναι τοῦτον ἑρμηνεύειν φησὶ, τὰ συμβεβηκότα δὲ ἰδίως αὐτῷ συνδιέρχεσθαι τὸν ἐννοηματικόν. ὑπολαμβάνει δὲ καὶ ἄλλον ὁρισμὸν εἶναι τὸν καὶ τὴν οὐσίαν τοῦ πράγματος διδάσκοντα. καὶ τί με δεῖ λέγειν μακρότερον ἔτι περὶ τηλικούτων πραγμάτων, ἃ δυοῖν
      706
      ἐδεήθη βιβλίων, τοῦ τρίτου καὶ τετάρτου τῶν ὑπομνημάτων ὧν ἐποιησάμην εἰς τὸ δεύτερον Ἀριστοτέλους τῶν δευτέρων ἀναλυτικῶν. ἐπ’ αὐτοῦ δέ σοι τοῦ σφυγμοῦ πειράσομαι δεῖξαι τούτων ἕκαστον ὅσον οἷόν τέ μοι διὰ βραχυτάτων· ὅστις δὲ οἷς εἶπον ὑπομνήμασι πρότερον ὡμίλησεν, οὗτος ῥᾷον ἀκολουθήσει τοῖς λεχθησομένοις. αἰσθανόμεθα κατ’ ἔνια μόρια τοῦ δέρματος κινήσεώς τινος, οὐ μόνον ἐπιβάλλοντες αὐτῷ τὴν ἁφὴν, ἀλλὰ καὶ τοῖς ὀφθαλμοῖς ἐνίοτε. καὶ ἥδ’ ἡ κίνησις ἐπὶ πάντων φαίνεται τῶν ὑγιαινόντων ἐν πολλοῖς μέρεσι τοῦ σώματος, ὧν ἔν ἐστι καὶ τὸ κατὰ τὸν καρπὸν τῆς χειρός. ἐναργῶς μὲν οὖν ἀνιόντος τινὸς ἐκ βάθους ἐπὶ τὸ δέρμα καὶ πλήττοντος ἡμᾶς αἰσθανόμεθα, μετὰ δὲ τὴν πληγὴν ἐνίοτε μὲν ἀποχωροῦντος αὐτοῦ σαφῶς, εἶθ’ ἡσυχάζοντος, ἐνίοτε δ’ εὐθέως ἀπ’ ἀρχῆς ἡσυχάζοντος ἔμφασις γίγνεται, καὶ μετὰ ταῦτα πάλιν ἀνιόντος τε καὶ πλήττοντος, εἶτ’ αὖθις ἀπιόντος τε καὶ ἡσυχάζοντος, καὶ τοῦτο διὰ παντὸς ποιοῦντος, ἀφ’ ἧς ἂν ἡμέρας γεννηθῇ τις, ἕως θανάτου. τὴν τοιαύτην κίνησιν οἱ ἄνθρωποι πάντες ὀνομάζουσι σφυγμόν.
      707
      καὶ ὅστις ἂν αὐτὴν διὰ ταχέως ἑρμηνεῦσαι δυνηθῇ, κάλλιστα τὸν ἐννοηματικὸν ὅρον ὁ τοιοῦτος ἐργάσεται, μήτε παραλιπὼν δηλονότι μήτε προστιθεὶς ἐκ περιττοῦ παρ’ ἃ διῆλθον ἀρτίως. εἰ δέ γέ τι προσθείη, κᾂν ᾖ σμικρὸν, εἰ μὲν ἄχρηστον εἴη τὸ προστιθέμενον, ἀδολεσχήσει μάτην, εἰ δὲ χρήσιμον, ἀποχωρήσει κατ’ ἐκεῖνο τῆς ἐννοίας ἐπὶ τὴν οὐσίαν τοῦ πράγματος· οἷον εἰ φαίη τὴν τῶν ἀρτηριῶν τοιάνδε κίνησιν εἶναι σφυγμόν. ὁ γὰρ τοιοῦτος ὅρος οὐ τὴν κίνησιν μόνον, ἀλλὰ καὶ τίνων ἐστὶν ἑρμηνεύει, καίτοι τῶν ἰδιωτῶν ὅτι μέν ἐστί τις ἐν τῷ σώματι τοιάδε κίνησις ἐναργῶς αἰσθανομένων, ἀγνοούντων δ’ αὐτὸ τὸ κινούμενον σῶμα. εἰ δέ τις οὐ μόνον εἶδε τὴν ἀρτηρίαν γυμνώσας τοῦ δέρματος ἁπλῶς οὑτωσὶ κατὰ τὴν ἔξωθεν αὐτῆς περιγραφὴν, ἀλλὰ καὶ τοὺς χιτῶνας, ὁπόσοι τέ εἰσι καὶ ὁποῖοι, κατεσκέψατο, περαιτέρω προὐχώρησεν οὗτος ἢ κατὰ τὴν ἔννοιαν, ἔτι καὶ μᾶλλον ἐκείνου τοῦ πρόσθεν, ὃς ἔξωθεν αὐτὴν ἑώρα μόνον. εἰ δὲ δὴ καὶ τὴν δύναμιν εὕροι, καθ’ ἣν αἱ ἀρτηρίαι σφύζουσι, καὶ πότερον ἐξ ἑαυτῶν ἔχουσι τὴν ἀρχὴν τῆς κινήσεως, ἢ παρὰ τῆς καρδίας, καὶ εἰ παρὰ ταύτης, ὅπως ἆρά γε πνευματικὴν
      708
      ὕλην ἐπιπεμπούσης κατὰ τὴν ἐντὸς κοιλότητα τῶν ἀγγείων, ἢ δύναμίν τινα διὰ τῶν χιτώνων αὐτῶν, ἔτι τε πρὸς τούτοις, ἥ τίς ποτέ ἐστιν ἡ χρεία τῆς κινήσεως αὐτῶν, οὗτος ἀκριβῶς εἴσεται τὴν οὐσίαν ὅλην τῆς τῶν σφυγμῶν γενέσεως. οὐ μὴν ἅπαντά γε ταῦτα δυνατὸν ὅρῳ περιλαβεῖν· οὐ γὰρ βούλονται μακροὺς εἰς τοσοῦτον γίνεσθαι τοὺς ὅρους οἱ χαίροντες αὐτοῖς· ὥστε οὐδέ ἐστι πᾶς ὄρος σφυγμῶν οὐσιώδης ἀκριβῶς, ἢ πάνυ μακρὸς ἔσται. πρόσκειται δὲ τῷ λόγῳ τὸ ἀκριβῶς, ὅτι τῶν κατὰ τὴν οὐσίαν ἄλλος ἄλλο προσθέντες ἔνιοι τῶν νεωτέρων ἰατρῶν οὐσιώδη νομίζουσιν ὅρον εἰρηκέναι τοῦ σφυγμοῦ, πρὸς τῷ κᾀκεῖνο μέγιστον ἡμαρτηκέναι, τὸν μόνον εἰρηκέναι τὸ ὁριζόμενον ὑπ’ αὐτῶν οὐσιώδη, μὴ προειρημένου τοῦ κατὰ τὴν ἔννοιαν, ὃς ἐν τοῖς περὶ τούτων λογισμοῖς ἡμῖν ἐπιδέδεικται κριτήριον γενόμενος τοῦ κατὰ τὴν οὐσίαν. ἀλλ’ οὐδὲ τοῦτ’ αὐτὸ γινώσκοντες, εἰκότως ἀποφαίνονται τὸ δόξαν ἀλόγως ἑαυτοῖς. ἀρξώμεθα οὖν αὖθις ἀπὸ τῶν ἐννοηματικῶν ὅρων, οὓς οὐδὲν ἔφαμεν ἑρμηνεύειν πλέον ὧν ἅπαντες ἄνθρωποι
      709
      γινώσκουσιν. ἔοικε δ’ οὐδεὶς εἰρῆσθαι τοιοῦτος οὐδ’ ὑπὸ τῶν ἐμπειρικῶν, οἷς ἔπρεπε μάλιστα πάντων ὅροις χρῆσθαι τοιούτοις, οὓς οἱ δεινοὶ περὶ τὰς προσηγορίας οὐδ’ ὅρους ἀξιοῦσιν, ἀλλ’ ὑπογραφάς τε καὶ ὑποτυπώσεις ὀνομάζειν. ἐγένοντο δ’ ἂν αἱ ὑπογραφαὶ τοιαίδε τινές. κίνησις ἀπροαίρετος ἔν τισι μορίοις ὑπάρχουσα τῶν ἐναίμων ζώων ἡσυχίᾳ διακοπτομένη. καὶ μὲν δὴ καὶ εἰ φυσικὴν εἴποι τις τὴν κίνησιν, ἢ οὐχ ἑκουσίαν, ἢ οὐ καθ’ ὁρμὴν, οὐ διοίσει. εἰ δὲ καὶ ὅτι κατὰ τὰ σμικρὰ μόρια γίνεται τοῦ δέρματος, ἢ ὅτι βραχυχρόνιος, ἐν τῷ τῆς ὑπογραφῆς λόγῳ περιλάβοι, τελεώτερον ἀποδώσει τὴν ἔννοιαν. εἰ οὐδὲ καὶ τὰς τῶν σοφιστῶν ἐπηρείας φυλάττοιτο, προσθήσει τῷ τῆς κινήσεως ὀνόματι τὸ αἰσθητή· καίτοι γε αἱ τοιαῦται προσθῆκαι δειλίας ἀλόγου μᾶλλόν εἰσιν ἢ ἀσφαλείας εὐλόγου σημεῖον. τὸ γὰρ τῆς κινήσεως ὄνομα πάντες ἄνθρωποι κατὰ τῆς ἐναργῶς φαινομένης αἰσθήσει λέγειν εἰώθασιν, ἐπεί τοι τὰς λόγῳ θεωρητὰς ἔστι τις λόγος πιθανὸς ἐπιδεικνὺς ὑπάρχειν ἀεὶ τοῖς σώμασιν 
      710
      ἅπασιν, κᾂν μὴ φαίνηται κινούμενα. καὶ αὐτὸ δὲ τοῦτο τὸ αἰσθητὸν ὄνομα δύο σημαίνει, τό θ’ ὑποπίπτειν αἰσθήσει πρᾶγμα νῦν ἤδη, καθ’ ὃν ἂν λέγοιτο χρόνον, ἕτερόν τε πρὸς τούτῳ τὸ δυνάμενον αἰσθητὸν γενέσθαι, κᾂν νῦν ᾖ μηδέπω· καθ’ ὃ καὶ τὸν ἐν τῷ βυθῶ λίθον αἰσθητὸν εἶναι λέγομεν ὅσον ἑαυτῷ, διὰ τὸ τῆς φύσεως εἶναι δηλονότι τῶν αἰσθητῶν. ἡ τοίνυν αἰσθητὴ κίνησις, ἔν τισι μέρεσι τοῦ σώματος ἕως ἂν ζῶμεν ἡμῖν φαινομένη, σφυγμὸς ὀνομάζεται· διακόπτεται δὲ, ὡς ἔφην, ἡσυχίᾳ. τοῦτο γὰρ ἀσφαλὲς εἶναι νομίζουσι λέγειν μᾶλλον ἔνιοι τῶν ἰατρῶν ἤπερ ἐκ διαστολῆς τε καὶ συστολῆς συγκεῖσθαι τὴν ὅλην κίνησιν, καίτοι γε οὕτως ἔχει τὸ φαινόμενον ἐναργῶς, εἰς ὕψος τε καὶ πλάτος καὶ μῆκος ἐκτεινομένης τῆς κινήσεως ἐπὶ τῶν ἰσχνῶν τε καὶ μεγαλοσφύκτων. ἕτεροι δὲ τούτων ἀτολμότεροι τῶν ἰδίων παθῶν τῆς ἁφῆς αἴσθησιν αὐτοῖς εἶναί φασι, δεδιότες ἀποφήνασθαι περί τινος τῶν ἐκτὸς ὡς ὑπάρχοντος, ἐκ τῆς τῶν σκεπτικῶν καὶ ἀπορητικῶν ὀνομαζομένων ἀγωγῆς ἐπὶ τοῦτό γε ἠγμένοι. τούτους μὲν οὖν ἀπολειπτέον ἡμῖν ἐστιν. ἴσως γὰρ οὐδ’ ὅτι φαίνεταί τις αὐτοῖς κίνησις ἀποφήνασθαι τολμήσουσιν, εἰ τὰ
      711
      πάντα πείθοιντο τοῖς ἀπορητικοῖς. ἐκείνων γοῦν ἔνιοι φασὶν οὐδὲ τὰ σφῶν αὐτῶν πάθη βεβαίως γινώσκειν, οὓς καλοῦσιν εἰκότως ἀγροικοπυῤῥωνείους. ἐπὶ δὲ τοὺς ὁμολογοῦντας πεπεῖσθαι κίνησιν ὁρᾷν ἐναργῶς ὑπὸ τῷ δέρματι σώματός τινος εἰς μῆκος καὶ πλάτος καὶ βάθος ἐκτεινομένου μεταβάντες, ἐπειδὴ μετριώτεροι τῶν ἄλλων εἰσὶ, παρακαλέσομεν αὐτοὺς διαιρεθέντος τοῦ δέρματος, ἢ κατὰ τὴν ἡμετέραν προαίρεσιν, ἢ κατὰ τύχην ποτὲ, σκέψασθαι, τί ποτ’ ἐστὶ τὸ φαινόμενον ὑπ’ αὐτῷ κινεῖσθαι. δῆλον γὰρ ὅτι παραπλήσιον ἀγγεῖον ὄψονται τῇ φλεβὶ, πλὴν ὅσῳ τὸν χιτῶνα διττόν τε καὶ πολὺ ῥωμαλεώτερον ἔχον, ὃ καλοῦμεν ἀρτηρίαν. ὄψονται δὲ ἐναργῶς καὶ τὸ πρόσθεν αὐτοῖς ἀμυδρῶς ὁρώμενον, ὡς κατὰ κύκλον τοῦτο τὸ ἀγγεῖον διαστέλλεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἥ τε καρδία γυμνωθεῖσα φανεῖται κινουμένη καὶ ὁ ἐγκέφαλος, ὥστε τολμῆσαί ποτε λέγειν αὐτοὺς, τὴν ὁρωμένην κίνησιν ἐν τῇ τῶν σφυγμῶν γενέσει περὶ σώματα γίνεσθαι τὰ προειρημένα. πότερα δὲ πρώτως τε καὶ καθ’ αὑτὸ ἡ δεξιὰ κοιλία τῆς καρδίας, ἢ συγκινουμένη τῇ ἀριστερᾷ,
      712
      κατὰ τὸν αὐτὸν ἐκείνῃ ῥυθμὸν φαίνεται σφύζουσα, παραιτήσεται ζητεῖν ὁ κατὰ τὴν πρώτην μετάβασιν ἀπὸ τῆς ἰδιωτικῆς ἐννοίας ἐπὶ τὴν οὐσίαν προερχόμενος. ὡσαύτως δὲ κᾀπὶ τοῦ κατὰ τὸν ἐγκέφαλον φαινομένου σφυγμοῦ παραιτήσεται ζητεῖν, εἴτε πρώτως τε καὶ ἐξ ἑαυτοῦ τὴν ἐνέργειαν ἔχει ταύτην εἴτε συνεξαιρόμενος ταῖς κατ’ αὐτὸν ἀρτηρίαις, πολλαῖς καὶ μεγάλαις οὔσαις. ὁ δ’ ἐπὶ μᾶλλον τοῦδε τολμῶν ἀποφήνασθαι περὶ τῆς τῶν σφυγμῶν οὐσίας καὶ τοῦτο προσθήσει. τέλεον δ’ ἄν τις ὁρισμὸν ποιοῖτο τοῦ σφυγμοῦ προσθεὶς τοῖς εἰρημένοις τὴν χρείαν τῆς γενέσεως αὐτῶν, ἣν ἡμεῖς ἐν τῷ περὶ χρείας σφυγμῶν ὑπομνήματι φυλακήν τε τῆς ἐμφύτου θερμασίας ἔφαμεν εἶναι, γινώσκοντος δηλονότι τοῦ τὸν τοιοῦτον ὅρον ποιουμένου, κατὰ τίνα τρόπον γίνεται τὸ φυλάττεσθαι τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας, ἆρά γε τῷ ῥιπίζεσθαι κατὰ τὴν κίνησιν, ἢ διὰ τὴν πρόσπτωσιν τοῦ ψύχοντος ἀέρος συναγομένης, ὡς μὴ διαφορεῖσθαι ῥᾳδίως, ἢ καθαιρομένης τὸ καπνῶδές τε καὶ λιγνυῶδες περίττωμα. χρεία δ’ ἐδείχθη τῆς κατὰ τὰς ἀρτηρίας πνευματικῆς οὐσίας καὶ πρὸς τὴν τοῦ ψυχροῦ πνεύματος γένεσιν. τῆς δ’ οὐσίας
      713
      τῶν σφυγμῶν ἐστι καὶ πότερον, ὅταν αἱ ἀρτηρίαι διαστέλλωνται, τηνικαῦθ’ ἕλκεσθαι συμβαίνει τὰς ὕλας αὐτὰς, ἢ ὅταν συστέλλωνται. καὶ πάλιν περὶ τοῦ ἐκκρίνεσθαί τι τῶν ἀρτηριῶν ὁ αὐτὸς λόγος. ἡμεῖς γὰρ ἐδείξαμεν, ἕλκεσθαι μὲν διαστελλομένων, ἐκκρίνεσθαι δὲ συστελλομένων. οἱ δ’ ἀπὸ τῆς πνευματικῆς καλουμένης αἱρέσεως συστελλομένων μὲν ἕλκεσθαι νομίζουσι, διαστελλομένων δ’ ἐκκρίνεσθαι. προσθήσει δ’ ἄλλος τούτοις ὁριζόμενος τὸν σφυγμὸν καὶ τὴν ποιητικὴν αἰτίαν αὐτοῦ. περὶ ἧς αὐτῆς ἐζήτηται, πότερον ζωτική τίς ἐστιν, ἢ ψυχικὴ δύναμις, ἢ ὅλως οὐδὲ δύναμις, ὡς Ἀσκληπιάδης κατασκευάζει. δῆλον οὖν ἐστιν, ὡς ὁ οὐσιώδης ὀνομαζόμενος ὅρος, ὅσπερ ἐστὶ λόγος διδασκαλικὸς τῆς τοῦ πράγματος οὐσίας, τό τε γένος ἐρεῖ τοῦ σφυγμοῦ καὶ τὰς διαφορὰς, τήν τε χρείαν τῆς γενέσεως καὶ τὴν ποιητικὴν αἰτίαν, ἔτι τε πρὸς τούτοις ὑλικὴν, ἢ ὀργανικὴν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ· οἷον τὸ μὲν γένος ἤτοι κίνησιν, ἢ ἐνέργειαν, ἢ πάθος ἀρτηριῶν, τὰς δὲ διαφορὰς, ὅτι κατὰ διαστολὴν καὶ συστολὴν καὶ ὅτι χωρὶς προαιρέσεως, τὴν δὲ χρείαν, ὅτι τῆς ἐμφύτου θερμασίας ἕνεκεν, ἢ πνεύματος
      714
      ζωτικοῦ γενέσεως, ἢ καὶ νὴ Δία ψυχικοῦ, τὴν ποιητικὴν δ’ αἰτίαν, ὅτι δύναμίς τίς ἐστι διαστέλλουσα τήν τε καρδίαν καὶ τὰς ἀρτηρίας, ἤτοι ζωτική τις, ἢ ψυχικὴ, ἢ ἀμφότερα, τὴν ὑλικὴν δὲ καὶ ὀργανικὴν, τὴν κατασκευὴν τῶν ἀρτηριῶν, εἰς ἣν εἶπον ἐνέργειαν ἐπιτηδείαν δεῖξαι. καὶ γενήσεται δηλονότι καθ’ ἑκάστην αἵρεσιν λογικὴν ἴδιος ὅρος. ὁ μὲν γὰρ Ἐρασίστρατος ἐρεῖ τὸν σφυγμὸν εἶναι κίνησιν ἀρτηριῶν κατὰ διαστολὴν καὶ συστολὴν ὑπὸ ζωτικῆς τε καὶ ψυχικῆς δυνάμεως γινομένην, ἐπιπληρώσεως ἕνεκεν ἀρτηριῶν, ἐχουσῶν ἐν αὑταῖς πνεῦμα ζωτικόν· ὁ δ’ Ἀσκληπιάδης κίνησιν ἀρτηριῶν κατὰ διαστολὴν καὶ συστολὴν, πληρουμένων μὲν πνεύματος τῇ πρὸς τὸ λεπτομερὲς φορᾷ, κενουμένων δὲ τῇ καταπτώσει τοῦ χιτῶνος αὐτῶν. ἡμεῖς δὲ φήσομεν, ἐνέργειαν εἶναι τὸν σφυγμὸν ἰδίαν, πρώτως μὲν τῆς καρδίας, δευτέρως δὲ τῶν ἀρτηριῶν κατὰ διαστολὴν καὶ συστολὴν κινουμένων ὑπὸ ζωτικῆς δυνάμεως, ἕνεκα τοῦ φυλάττεσθαι μὲν τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας, γεννᾶσθαι δὲ ἐν ἐγκεφάλῳ πνεῦμα ψυχικόν. ἀνάλογον δὲ τοῖς ὅροις τοῖσδε καὶ οἱ ἀπὸ 
      715
      τῶν ἄλλων αἱρέσεων ὁριοῦνται τὸν σφυγμὸν, ἕκαστος δηλονότι κατὰ τὰς οἰκείας ὑποθέσεις. ἐὰν μὲν οὖν τελέως ὁρίζωνται, συμφωνήσουσιν ἀλλήλοις· ἐὰν δὲ ἐλλιπῶς, ἤ περιττῶς, ἢ κατά τι μοχθηρῶς, διενεχθήσονται. τούτου δέ σοι πίστις μεγίστη τὸ τοὺς Ἡροφιλείους, οἵπερ δὴ καὶ πρῶτοι τὸν σφυγμὸν ἐπεχείρησαν ὁρίζεσθαι, διενεχθῆναι πρὸς ἀλλήλους, ἀντιπαρεξάγοντας δὲ αὐτοῖς καὶ τοὺς Ἐρασιστρατείους, ἤκμασε γὰρ ἄμφω ταῦτα τὰ διδασκαλεῖα μετὰ τὸν Ἡροφίλου θάνατον, ἑτέρως πάλιν καὶ αὐτοὺς ποιεῖσθαι τὸν ὅρον τοῦ σφυγμοῦ, διαφωνοῦντας ἀλλήλοις τε καὶ τοῖς Ἡροφιλείοις. αὐτοὶ μὲν γὰρ οἱ παλαιοὶ χωρὶς ὅρων ἐποιοῦντο τὰς διδασκαλίας, ἐνδεικνύμενοι τὰ σημαινόμενα τῶν ὀνομάτων ὧν ἔλεγον αὐτῇ τῇ κατὰ τὴν ἑρμηνείαν ἰδέᾳ, καθ’ ἣν δηλονότι καὶ τὰς παρ’ Ὁμήρῳ λέξεις ἅπασί τε τοῖς ἄλλοις παλαιοῖς οἱ γραμματικοὶ σαφηνίζουσι. τὸ γὰρ τῇδε τῇ ἑρμηνείᾳ μήπω σαφὲς ἐξ ἑτέρας εὔδηλον γίνεται, καθάπερ ἐπὶ τοῦ πίσυρες. ἐν μὲν γὰρ τῷ,

    1. — — Πίσυρες ἐριαύχενες ἵπποι,
    2. 716

      σαφὲς οὐδέπω τὸ σημαινόμενόν ἐστιν, ἐν μέντοι τῷ,

    3. Ἔνθεν τέσσαρα μὲν σάκε’ εἷλον, δούρατα δ’ ὀκτὼ,
    4. — — καὶ πίσυρας κυνέας,
    5. εὔδηλον ἐγένετο. τεττάρων γὰρ ὄντων τῶν καθοπλιζομένων, ὥσπερ σάκη τέσσαρα λαβεῖν αὐτούς φησιν, οὕτω καὶ περικεφαλαίας τέσσαρας. ὡσαύτως οὖν ὅταν ἀναγνῶμεν ἔν τινι τῶν παλαιῶν ἰατρῶν βιβλίῳ, σφύζειν τὸ φλεγμαῖνον μόνον μόριον, ἢ τὴν ἐπὶ φλεγμονῇ κίνησιν τῶν ἀρτηριῶν σφυγμὸν ὀνομάζοντας μόνην, ἐπὶ δὲ τοῦ κατὰ φύσιν ἔχοντος τοῦ σώματος οὐδέποτε χρωμένους τῇ προσηγορίᾳ, λογιζόμεθα μὴ πᾶσαν ἀρτηριῶν κίνησιν, ἀλλ’ ἤτοι τὴν μεγάλην καὶ σφοδρὰν, ἢ τὴν αἰσθητικὴν αὐτῷ τῷ κάμνοντι, προσαγορεύεσθαι σφυγμόν. οὕτω δὲ δοκεῖ τῇ προσηγορίᾳ τοῦ σφυγμοῦ κεχρῆσθαι καὶ ὁ Ἐρασίστρατος. ὅταν δ’ αὖ πάλιν ἀναγνῶμεν Αἰγιμίου τὸ περὶ παλμῶν βιβλίον, εὑρίσκομεν, ὃ νῦν ἡμεῖς καλοῦμεν σφυγμὸν, ὑπ’ ἐκείνου παλμὸν ὀνομαζόμενον. ἐναντίως δ’ αὐτῷ τὸν Ἡρόφιλον εὕροις ἂν εὐθὺς ἐν ἀρχῇ τῆς περὶ σφυγμῶν πραγματείας διορίζοντα σφυγμὸν παλμοῦ.

      717
      φαίνεται γὰρ ὁ ἀνὴρ οὗτος ἅπασαν ἀρτηριῶν κίνησιν, ἣν ὁρῶμεν ἐξ ἀρχῆς ἡμῖν ἕως τέλους ὑπάρχουσαν, ὀνομάζων σφυγμὸν, ἐξ οὗ καὶ τὰς διαγνώσεις τῶν παρόντων καὶ τὰς προγνώσεις τῶν ἐσομένων ποιούμεθα, μηδὲν τοῦ κατὰ τὴν καρδίαν, ἢ τὸν ἐγκέφαλον, ἢ τὰς μήνιγγας δεόμενοι σφυγμοῦ. κυριωτάτη μὲν οὖν ἔννοια τοῦ σφυγμοῦ πᾶσι τοῖς νῦν ἰατροῖς ἐστιν ἡ εἰρημένη· καὶ γὰρ δέονται ταύτης, ὡς εἶπον ἄρτι. τὸ δ’ ἐπὶ τῇδε πᾶν ἤδη σοφιστικόν. ὅθεν οὐδὲ ὁρίζεσθαι προσήκει τὰ τοιαῦτα τῶν πραγμάτων, οὐδ’ αὑτὸν ἐμβάλλειν εἰς λόγους καὶ παρ’ αὐτοῖς τοῖς διαλεκτικοῖς διαπεφωνημένους ἕξεώς τε μεγάλης δεομένους, ἵν’ ἀκριβῶς τις αὐτοὺς κατορθώσῃ, πρὸς τῷ μηδ’ ἀναγκαῖον εἶναι δι’ ὅρων οὐσιωδῶν ποιεῖσθαι τὰς διδασκαλίας. οἱ δ’ ἐννοηματικοὶ καλούμενοι τῶν ὅρων τοῖς μὲν ἤδη γινώσκουσι τὸ πρᾶγμα περιττοὶ, τοῖς δ’ ἀγνοοῦσιν οὐκ ἀναγκαῖοι, δυναμένης γε δὴ τῆς διδασκαλίας διὰ μακροτέρου λόγου γενέσθαι σαφέστερον. εἰ μὲν γάρ τις δύναται διὰ βραχέος θ’ ἅμα καὶ σαφοῦς λόγου περιλαβεῖν ἀκριβῶς τὴν ἔννοιαν τοῦ δηλουμένου πράγματος ὑπὸ τῆς
      718
      προσηγορίας, ἄριστος ἂν εἴη διδάσκαλος, οὐ μὴν ὅ γ’ ἀπολειπόμενος τῆς τοιαύτης ἕξεως ἄχρηστος, ὥσπερ οὐδ’ ὁ μὴ καλῶς ἑρμηνεύων. ἄριστον μὲν γὰρ οὕτω σαφῶς ἑρμηνεύειν, ὡς οἱ περὶ Λυσίαν τε καὶ Δημοσθένη ῥήτορες· οὐκ ἄχρηστοι δέ εἰσι καὶ οἱ νῦν ἐν τοῖς δικαστηρίοις λέγοντες· οὐκ οὖν κωλύω τοὺς δυναμένους τὰ σημαινόμενα πράγματα πρὸς ἑκάστου τῶν ὀνομάτων ἐναργῶς τε ἅμα καὶ ταχέως ἑρμηνεύειν τοῖς ἀγνοοῦσιν, ὥς γε καὶ αὐτὸς ἔργῳ φαίνομαι τοῦτο σπουδάζων, ἀλλ’ ὅτι περιττόν ἐστι πράττειν οὕτως, ἐν οἷς ἤδη γινώσκουσι τὸ ἑρμηνευθησόμενον ἅπαντες, οὐδ’ ὅλως τε χρὴ τοὺς οὐσιώδεις ὅρους λέγεσθαι τοῖς ἀρχομένοις ἡστινοσοῦν μαθήσεως, ἀλλ’ ὅταν ἀπὸ τῆς ἐννοίας ἀρξάμενοι προσάγωμεν αὐτοὺς ἐπὶ τὴν τῆς οὐσίας γνῶσιν, εἴη ἂν ἤδη χρήσιμον ἐν βραχεῖ λόγῳ περιλαβεῖν τὸ σύμπαν, ἕνεκα προχείρου μνήμης. ὅσοι τοίνυν ἰατροὶ καὶ φιλόσοφοι τοῖς ἀρχομένοις ὁτιοῦν μανθάνειν ἀπὸ τῶν οὐσιωδῶν ὅρων τὴν ἀρχὴν τῆς διδασκαλίας ποιοῦνται, κᾂν ὅτι μάλιστα δυνατοὶ λέγειν ὦσι, κᾂν σαφῶς ἑρμηνεύσωσιν, ὅμως ἀσαφεῖς γίνονται, μὴ δυναμένων
      719
      νοεῖν τῶν ἀκουόντων ἐν ὅροις βραχέσι λεγόμενα πράγματα, μακρᾶς ἑρμηνείας εἰς νόησιν δεόμενα. προαποδειχθῆναι γὰρ χρὴ διὰ λόγων πολλῶν τὴν οὐσίαν τοῦ ζητουμένου πράγματος, ἵνα γνωσθεῖσά τε και πιστευθεῖσα νοηθῇ ποθ’ ὕστερον ἐν βραχείᾳ λέξει. ταῦτα οὖν εἰκότως μεμφόμενος ἀεὶ τοῖς ἐπιχειροῦσιν ἅπαντα δι’ ὅρων διδάσκειν εἵνεκα παραδείγματος ἐπὶ τόνδε τὸν λόγον ἧκον, ἔργῳ πολλάκις ἐπιδειξάμενος, ὡς ὅ τι περ ἂν προβάλλῃ τις ὄνομα, βιβλίον ὅλον ποιεῖν ἐπιδεικνύντα πῶς ὁριστέον ἐστὶ τὸ δηλούμενον ὑπ’ αὐτοῦ πρᾶγμα. λέγωμεν οὖν αὖθις ἀναλαβόντες ὑπὲρ τοῦ κατὰ τὸν σφυγμὸν ὅρου, μνημονεύοντες ὀνομαστὶ τῶν δοξάντων αὐτὸν ὡρίσθαι καλῶς. ἤρξαντο μὲν οὖν, ὡς ἔφην, τῆς τοιαύτης περιεργίας οἱ Ἡροφίλειοι· διεδέξαντο δ’ αὐτοὺς ἔνιοι τῶν Ἐρασιστρατείων· εἴθ’ οἵ τε πνευματικοὶ καλούμενοι καί τινες τῶν μεθοδικῶν. εἰ μὲν οὖν ἁπάντων μνημονεύω, δυοῖν, οὐχ ἑνὸς, ἔσται χρεία βιβλίων. βουλομένῳ δέ μοι τὴν οὐκ ἀναγκαίαν ταύτην πολυλογίαν ἐν ἑνὶ καταπαῦσαι γράμματι, τοσούτους αὔταρκές ἐστι διελθεῖν ὅρους, ἅμα τοῖς εἰποῦσιν ἀνδράσιν αὐτοὺς, ὅσους ἂν ὑποδέξασθαι 
      720
      δύνηται τὸ βιβλίον. ἐκ τούτων γὰρ οὖν ἐνέσται καὶ τοὺς ἄλλους ἅπαντας κρίνειν.

    Ὁ μὲν Ταραντῖνος Ἡρακλείδης ἐμπειρικῷ πρέπουσαν ὑπογραφὴν ποιούμενος τὸν σφυγμὸν εἶναί φησι κίνησιν ἀρτηριῶν καὶ καρδίας. ἴσμεν δ’ ὅτι τὴν ἀρχὴν οὐδ’ ὁρίζεσθαι σπουδάζουσιν οἱ ἀπὸ τῆς ἐμπειρικῆς αἱρέσεως, ἀλλ’ ὑποτυπώσεσί τε καὶ ὑπογραφαῖς χρῶνται. καλοῦσι δ’ οὕτως αὐτοὶ τοὺς λόγους, ὅσοι διὰ βραχέων ἑρμηνεύουσι τὴν ἔννοιαν τοῦ πράγματος, οὗ τὴν προσηγορίαν φθεγγόμεθα. ταύτην οὖν ἡγεῖται τοὺς ἀνθρώπους ἔχειν ἔννοιαν περὶ τὴν τοῦ σφυγμοῦ προσηγορίαν, αὐτούς τε προτείνοντας ἐνίοτε τὴν χεῖρα καὶ τῶν σφυγμῶν ἀξιοῦντας ἅψασθαι τὸν ἰατρόν. ὅταν δέ τινα λέγωμεν ἄσφυκτον, ἐκ τῆς φωνῆς ταύτης ἡγούμεθα σημαίνεσθαι τὸν οὕτω διακείμενον ἄνθρωπον, ὡς μηδεμίαν ὑποπίπτειν κίνησιν ἐν μηδενὶ μέρει τοῦ σώματος ἀρτηρίας μηδεμιᾶς. εἰ δ’ ἔστι τις ἄλλη κίνησις ἐν ταῖς ἀρτηρίαις αὐξανομέναις τε καὶ τρεφομέναις καὶ πληρουμέναις καὶ κενουμέναις, οὐδὲν αὐτῷ μέλει, διότι μηδ’ ὑποπίπτει μηδεμιᾷ τῶν

    721
    ἡμετέρων αἰσθήσεων τὸ γένος τοῦτο τῶν κινήσεων, ἀλλ’ ἔστι λόγῳ θεωρητόν. ᾧ λόγῳ καὶ τὰ φυτὰ πάντα φασὶν οἱ φυσιολογοῦντες ἀεὶ κινεῖσθαι, καὶ τό γε τούτου μεῖζον, ὅτι καὶ τἄλλα πάντα μέχρι τῶν σκληροτάτων λίθων, καὶ γὰρ καὶ τούτων ἀποῤῥεῖ τι διαπαντός. ἔνιοι δὲ καὶ προσκρίνεσθαί φασιν αὐτοῖς ἐκ τοῦ περιέχοντος. τὴν μὲν οὖν τοιαύτην κίνησιν οὐ μόνον ἔτι ζῶντος, ἀλλὰ καὶ τεθνεῶτος ἤδη τἀνθρώπου, κατὰ τοὺς ταῦτα φυσιολογοῦντας, ἀναγκαῖον ὑπάρχειν, ὥστε οὐκ ὀρθῶς ἐροῦμεν ἀκινήτους ὑπάρχειν τὰς ἀρτηρίας ἐπὶ τῶν τεθνεώτων, οὐδ’ ἀσφύκτους ἐνίοις φαίνεσθαι τῶν ἔτι ζώντων. εἰ δὲ λέγοιντο πρὸς ἁπάντων οὕτως, εὔδηλον εἶναι κίνησιν ἡμᾶς νοεῖν τε καὶ ὀνομάζειν, οὐ τὴν λόγῳ θεωρητὴν, ἀλλ’ ἥ τις ἂν εἰς ἐναργῆ γνῶσιν ἥκῃ διαθέσεως. ἐκ τοιούτων μὲν οὖν λογισμῶν ὅ τε Ταραντῖνος Ἡρακλείδης καὶ ἄλλοι τινὲς τῶν ἐμπειρικῶν ἑαυτοὺς πείσαντες ὑπεγράψαντο τὸν σφυγμὸν εἶναι κίνησιν ἀρτηριῶν καὶ καρδίας, ἐπειδὴ καὶ ταύτην ἑώρων αἰσθητῶς κινουμένην ὡσαύτως ταῖς ἀρτηρίαις. ἀντεῖπον δ’ αὐτοῖς ἔνιοι τῶν δογματικῶν, οὐκ ἀξιοῦντες αἰσθήσει μόνῃ κρίνεσθαι τὴν κίνησιν, ἀλλ’ ἐνίοτε
    722
    καὶ τῷ λόγῳ· τὸν γοῦν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας ἅπαντας ὁμολογεῖσθαι μὲν ἅπασιν ἀνθρώποις κινεῖσθαι, μὴ γὰρ ἂν ἀπ’ ἀνατολῆς εἰς δύσιν ἀφικνεῖσθαι τοσαύτην φορὰν ἄνευ κινήσεως, οὐ φαίνεσθαι δὲ κινουμένους. ἐχρῆν οὖν, φασὶν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν προσκεῖσθαι τῷ λόγῳ τῶν ἐμπειρικῶν, τὸ τὴν κίνησιν τῶν ἀρτηριῶν καὶ τῆς καρδίας αἰσθητὴν εἶναι, καὶ λέγειν αὐτοὺς, τὸν σφυγμὸν εἶναι κίνησιν τῶν ἀρτηριῶν καὶ καρδίας αἰσθητήν. ἔνιοι δ’ ἀντιλέγοντες αὐτοῖς κινήσεις αἰσθητάς φασι κατά τε τὴν καρδίαν καὶ τὰς ἀρτηρίας οὐ τὰς σφυγμώδεις μόνον, ἀλλὰ καὶ τὰς παλμώδεις φαίνεσθαι, καὶ ταύτας οὖν ἐχρῆν περιλαμβάνεσθαι κατὰ τὴν ὑπογραφὴν τῶν σφυγμῶν, ἐάν θ’ ἁπλῶς εἴπωσιν ἀρτηριῶν καὶ καρδίας εἶναι τὸν σφυγμὸν κίνησιν ἐάν τε προσθῶσι τὴν αἰσθητήν. ἔνιοι δὲ καὶ σπασμῶν καὶ τρόμων μνημονεύουσιν, ὡς καὶ τοιούτων τινῶν κινήσεων ἔστιν ὅτε γινομένων ἐν ἀρτηρίαις τε καὶ καρδίᾳ, παρὰ φύσιν δηλονότι. καὶ διὰ τοῦτο ἀξιοῦσι προσκεῖσθαι τῷ ὅρῳ τὸ φυσικὴ, τοιοῦτον ὅλον αὐτὸν ἐργαζόμενοι·
    723
    σφυγμός ἐστιν ἀρτηριῶν τε καὶ καρδίας κίνησις φυσική. τούτοις ἀντιλέγοντες οἱ συναγορεύοντες τῷ τοῦ Ταραντίνου ὅρῳ, φασὶ, μηδέποτ’ ἐν ἀρτηρίαις, ἢ καρδίᾳ τὰς τοιαύτας γίνεσθαι κινήσεις, μόνον τῶν νευρωδῶν σωμάτων οὔσας. ἀλλ’ ὅτι μὲν ὅ τε σπασμὸς καὶ ὁ τρόμος ἐν νεύροις μόνον γίνονται, κᾀγὼ σύμφημι. παλμὸς δὲ προφανῶς ὁρᾶται καὶ περὶ τὸ δέρμα συνιστάμενος. ἐναργῶς δὲ κᾀν τοῖς σαρκώδεσι μορίοις, ἅπερ ἐστὶ μυῶν μέρη, καὶ κατά γε τοὺς φόβους καὶ τὰς ἀγωνίας ἐναργῶς ἡ καρδία φαίνεται παλλομένη. οὐ σμικρὰ δ’ ἀντιλογία περὶ τῶν παθῶν τούτων γέγονεν Ἡροφίλῳ πρὸς τὸν διδάσκαλον Πραξαγόραν, οὐκ ὀρθῶς ἀποφηνάμενον ἀρτηριῶν πάθος εἶναι καὶ παλμὸν καὶ τρόμον καὶ σπασμὸν, οὐ γένει διαφέροντα τῆς σφυγμώδους ἐν αὐτοῖς κινήσεως, ἀλλὰ μεγέθει. κατὰ φύσιν μὲν γὰρ ἐχόντων ἄνευ πάσης περιστάσεως γίνεσθαι τοὺς σφυγμοὺς, αὐξηθείσης δὲ τῆς κινήσεως αὐτῶν εἰς τὸ παρὰ φύσιν πρῶτον μὲν σπασμὸν ἀποτελεῖσθαι, δεύτερον δ’ ἐπ’ αὐτῷ τρόμον, καὶ τρίτον τὸν παλμὸν, ἀλλήλων διαφέροντα μεγέθει πάντα ταῦτα τὰ πάθη. διὰ τοῦτ’ οὖν
    724
    Ἡρόφιλος εὐθέως ἐν ἀρχῇ τῆς περὶ σφυγμῶν πραγματείας ἀνατρέπειν πειρᾶται τὴν τοῦ διδασκάλου δόξαν, ἀλλ’ ὡς ἔθος Ἡροφίλῳ, δι’ ἑρμηνείας ἀσαφοῦς, ἣν ἐπὶ τὸ σαφὲς οἱ ἀπ’ αὐτοῦ μεταλαμβάνοντες ἔγραψαν ἐν αἷς ἐποιήσαντο πραγματείαις περὶ τῆς Ἡροφίλου αἱρέσεως. ὥστε εἰ μνημονεύω νῦν αὐτῆς Ἡροφίλου ῥήσεως, ἣν ἐν ἀρχῇ τοῦ πρώτου περὶ σφυγμῶν ἔγραψεν, ἢ τῶν εἰρημένων τοῖς ἀπ’ αὐτοῦ, μέγεθος ἑνὸς βιβλίου γενήσεται, περὶ μόνων τούτων ἐπιμελῶς διερχομένου, ὅπου καὶ χωρὶς τοῦ μνημονεῦσαι τούτων ἓν ὅλον ἐμόν ἐστιν ὑπόμνημα περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους. ἀρκεῖ δέ μοι κᾀνταῦθα τὸ πλῆθος ἐνδεδειγμένῳ τῶν ἐπεισαχθησομένων λόγων εἰς τὸ προκείμενον ζήτημα καταλιπεῖν αὐτὸ, τοσοῦτον μόνον εἰπόντι, κατὰ φύσιν μὲν ἐχόντων ἡμῶν, αἱ κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας κινήσεις, διαστελλομένων τε κατὰ κύκλον αὐτῶν καὶ αὖθις εἰς ἑαυτὰς συναγομένων, γίνονται, παρὰ φύσιν δὲ ἐχόντων, κᾂν παλμώδης, ἢ κλονώδης, ἢ σπασμώδης, ἢ τρομώδης ἡ κίνησις φαίνοιτο τῶν ἀρτηριῶν, οὐδὲν ἄτοπον εἶναι τὸν σφυγμὸν ὀνομάζεσθαι ποτὲ 
    725
    μὲν σπασμώδη, ποτὲ δὲ κλονώδη, ποτὲ δὲ παλμώδη, ποτὲ δὲ τρομώδη. καὶ γὰρ οὖν καὶ καλεῖν ἔθος ἡμῖν ἐστί τινα κλονώδη σφυγμὸν, οὐκ ὀλιγάκις φαινόμενον ἐναργῶς, οὗ τὴν φύσιν ἡρμήνευσα κατὰ τὸ πρῶτον γράμμα τῆσδε τῆς πραγματείας, ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον οὐκ ὀρθῶς ἄν τις προσθείη τῷ ὅρῳ τοῦ σφυγμοῦ τὸ φυσική. περὶ δὲ τῆς αἰσθητῆς, ἐπειδὴ καὶ ταύτην ἔνιοι τὴν προσθήκην ἀξιοῦσι ποιεῖσθαι, τὸ πολλάκις εἰρημένον ὑπ’ Ἀριστοτέλους ἄξιον εἰπεῖν. ἐκεῖνος γὰρ ὁ ἀνὴρ αὐτάρκως ἐνίοτε διελθὼν, τὶ προστιθέναι φησὶ δεῖν αὐτῷ διὰ τὰς σοφιστικὰς ἐνοχλήσεις ἔξωθεν ἄλλο τὸ δοκοῦν ἑκάστοτε συμφέρειν τῷ λόγῳ, καὶ διὰ τοῦτο κᾀγὼ τοὐπίπαν ὑπογράφομαι τὸν σφυγμὸν ἀρτηριῶν καὶ καρδίας κίνησιν αἰσθητὴν, καὶ μάλισθ’ ὅτι καλοῦμεν ἀσφύκτους οἷς οὐκ ἔστιν ἡ κίνησις αἰσθητὴ, καίτοι σωζομένης αὐτῆς πολλάκις, ὡς πρὸς τὴν οἰκείαν ὕπαρξιν. οὐ γὰρ ἂν ἔζησαν εἰ παντάπασιν ἡ κίνησις ἀπωλώλει τῆς καρδίας καὶ τῶν ἀρτηριῶν.