De locis affectis

Galen

Galen, De locis affectis

Ἀλλὰ καὶ ἡ ἐπιληψία σπασμός ἐστιν ἁπάντων τῶν τοῦ σώματος μορίων, οὐ συνεχὴς ὡς ἐμπροσθότονός τε καὶ ὀπισθότονος καὶ τέτανος, ἀλλ’ ἐκ διαστημάτων χρόνου γιγνόμενος· οὐ μόνον δὲ τούτῳ διενήνοχεν τῶν εἰρημένων σπασμῶν, ἀλλὰ καὶ τῇ βλάβῃ τῆς διανοίας καὶ τῶν αἰσθήσεων· ᾧ καὶ δῆλον ὡς ἄνω που κατ’ αὐτὸν ἐγκέφαλον, ἡ τούτου τοῦ πάθους ἐστὶ γένεσις. ἐπειδὴ δὲ καὶ ταχὺ παύεται, κατὰ τὰς κοιλίας αὐτοῦ μᾶλλον εὔλογόν ἐστιν παχὺν χυμὸν ἐμφράττοντα τὰς διεξόδους τοῦ πνεύματος ἐργάζεσθαι τὸ πάθος, ἑαυτὴν κλονούσης τῆς ἀρχῆς τῶν νεύρων ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα· τάχα δὲ καὶ διαβρεχομένης τῆς ἐκφύσεως ἑκάστου νεύρου, παραπλησίως τοῖς ἀπὸ τοῦ νωτιαίου τὴν ἀρχὴν ἔχουσι σπασμοῖς, καὶ ὁ τῶν ἐπιλήπτων γίνεται. τὸ δ’ ἐξαιφνίδιον αὐτοῦ τῆς γενέσεως καὶ τῆς λύσεως ἐνδείκνυται

174
μηδέποτε διὰ ξηρότητά τε καὶ κένωσιν, ἀεὶ δὲ διὰ πάχος χυμοῦ γίγνεσθαι τὸ πάθος· ἔμφραξις μὲν γὰρ τῶν πόρων ἐξαίφνης ὑπὸ παχέος ἢ γλίσχρου χυμοῦ γένοιτ’ ἄν· εἰς ξηρότητα δὲ τοσαύτην ἐλθεῖν, ὡς βύρσῃ παραπλήσιόν τι παθεῖν, τὸν ἐγκέφαλον ἢ τὴν κατ’ αὐτὸν μήνιγγα τὴν λεπτὴν, οὐχ οἷόν τε χωρὶς χρόνου πολλοῦ. πρόσεστι δὲ τούτῳ καὶ τὸ μήθ’ ὁρᾷν μήτ’ ἀκούειν μήθ’ ὅλως ἐνεργεῖν αἰσθήσει τινὶ σὺν τῷ μηδὲ παρακολουθεῖν τὸν κάμνοντα τοῖς γινομένοις, ἀλλὰ τὸν λογισμὸν βεβλάφθαι μετὰ τῆς κατὰ τὴν μνήμην δυνάμεως. ἐκ τούτων οὖν ἁπάντων εὔλογόν ἐστι κατὰ τὸν ἐγκέφαλον γεγονέναι τὸ πάθος, ἐμποδίζοντος τοῦ χυμοῦ ταῖς διεξόδοις τοῦ ψυχικοῦ πνεύματος, ὃ κατὰ τὰς κοιλίας ἐστὶν αὐτοῦ. διὰ τί δ’ ὀνομάζεται τοῦτο τὸ πνεῦμα ψυχικὸν, ἥτις τε δύναμίς ἐστιν αὐτοῦ, κατὰ τὰ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήματα δέδεικται. τοῖς γὰρ ἐκ τῆς ἀνατομῆς φαινομένοις ἀκολουθοῦσιν ἡμῖν εὔλογον ἐφαίνετο, τὴν μὲν ψυχὴν αὐτὴν ἐν τῷ σώματι τοῦ ἐγκεφάλου κατῳκῆσθαι, καθ’ ὃ καὶ τὸ λογίζεσθαι γίγνεται, καὶ ἡ τῶν αἰσθητικῶν
175
φαντασιῶν ἀπόκειται μνήμη· τὸ πρῶτον δ’ αὐτῆς ὄργανον εἰς ἁπάσας τὰς αἰσθητικάς τε καὶ προαιρετικὰς ἐνεργείας εἶναι, τὸ κατὰ τὰς κοιλίας αὐτοῦ πνεῦμα, καὶ μᾶλλόν γε κατὰ τὴν ὄπισθεν· οὐ μὴν οὐδὲ περὶ τῆς μέσης κοιλίας ἀπογινώσκειν προσῆκεν ὡς οὐ κυριωτάτης· πολλὰ γὰρ εὔλογα καὶ πρὸς ταύτην ἡμᾶς ἄγει, καθάπερ γε τῶν ἐμπροσθίων δυοῖν ἀπάγει. εἴς γε μὴν τὴν τῆς θεραπείας εὕρεσιν οὐδὲν ὀνίνησιν ἡ περὶ τούτων ἀκριβὴς γνῶσις· ἱκανὸν γὰρ εἰς τὸ καλῶς θεραπεύειν ἐπίστασθαι τὸν μὲν πεπονθότα τόπον ἐγκέφαλον εἶναι, χυμὸν δὲ τὸν γλίσχρον, ἢ παχὺν ἐν ταῖς κοιλίαις ἀθροιζόμενον αὐτοῦ. καθάπερ δὲ χρήσιμα ταῦτα πρὸς τὰς ἰάσεις ἐστὶν, ὧν ἕνεκα καὶ τοὺς πεπονθότας τόπους καὶ τὰς ἐν αὐτοῖς διαθέσεις ζητοῦμεν, οὕτω καὶ τῶν παχέων χυμῶν αἱ διαφοραὶ πότερα φλεγματώδεις εἰσὶν, ἢ μελαγχολικαί· μεμνημένων αὖ πάλιν ἡμῶν ἐνταῦθα φλεγματικοὺς μὲν ὀνομάζεσθαι πάντας, ὅτ’ ἂν ἁπλῶς οὕτως λέγωμεν, ἐφ’ ὧν ἐπικρατεῖ κατὰ τὴν κρᾶσιν ὑγρότης καὶ ψύξις· μελαγχολικοὺς δὲ, ἐφ’ ὧν ξηρότης τε καὶ ψύξις, ἐπεί τοι διαφοραὶ 
176
μεγάλαι κατά τε τοὺς φλεγματικούς εἰσι καὶ τοὺς μελαγχολικοὺς ἑκατέρων ἴδιαι. τοῦ γοῦν φλέγματος τὸ μὲν ἐφ’ ἡμέρᾳ πολλοῖς ἀναχρεμπτομένοις καὶ ἀνεμοῦσι καὶ ἀπομυττομένοις ἐκκρινόμενον ἀτμώδους πνεύματος ὑπάρχει μεστὸν, ὡς μηδὲ πρὸς αἴσθησιν ὁμοιομερὲς εἶναι· ἕτερον δέ τι φλέγμα φαίνεται μὲν ὁμοιομερὲς, ἴσως δ’ οὐκ ἔστιν, ἐξ οὗ γένους ἐστὶν ὅ τ’ ἐν τοῖς οὔροις ὑφιστάμενος ὠμὸς χυμὸς ὅ θ’ ὑπὸ Πραξαγόρου κληθεὶς ὑαλώδης· ἀλλὰ καὶ τὸ μὴ λίαν ὑγρὸν μηδ’ ὑδατῶδες σίαλον ἐκ τούτου τοῦ γένους εἶναι φαίνεται. καὶ μέντοι καὶ κατὰ τὴν γευστικὴν αἴσθησιν οὐ μίαν ἔχον οὐδ’ αὐτὸ τὸ σίαλον ποιότητα φαίνεται, μήτιγε δὴ τὸ σύμπαν φλέγμα· καὶ γὰρ ἁλυκοῦ καὶ ὀξέος καὶ ἁλμυροῦ πολλάκις αἰσθανόμεθα σαφῶς τοῦ κατὰ τὸ στόμα σιάλου, καθάπερ καὶ ἀποίου τε καὶ οἷον ὑδατώδους τὴν γεῦσιν, ὅτ’ ἂν ἀμεμπτότατα διάγωμεν. ὡσαύτως δὲ καὶ ὁ μελαγχολικὸς χυμὸς ἐν τῇ συστάσει σαφεῖς ἔχει τὰς διαφορὰς, ὁ μὲν οἷον τρὺξ αἵματος, ἐναργῶς φαινόμενος ἱκανῶς παχὺς, ὥσπερ ἡ τοῦ οἴνου τρύξ· ὁ δὲ πολλῷ μὲν τούτου λεπτότερος κατὰ τὴν
177
σύστασιν, ὀξὺς δὲ καὶ τοῖς ἐμέσασιν αὐτὸν φαινόμενος καὶ τοῖς ὀσμωμένοις· οὗτος καὶ ξύει τὴν γῆν, ἐξαίρων τε καὶ ζυμῶν καὶ πομφόλυγας ἐγείρων, οἷαι τοῖς ζέουσι ζωμοῖς ἐφίστανται· ὃν δ’ ἔφην ἐοικέναι παχείᾳ τρυγὶ, τήν τε ζύμωσιν οὐκ ἐργάζεται κατὰ τῆς γῆς ἐκχυθεὶς, πλὴν εἰ μὴ πάνυ σφόδρα τύχοι τότε κατοπτηθεὶς ἐν διακαεῖ πυρετῷ, καὶ ἥκιστα μετέχει ποιότητος ὀξείας, ἡνίκα καὶ καλεῖν αὐτὸν εἴωθα μελαγχολικὸν χυμὸν ἢ μελαγχολικὸν αἷμα, μέλαιναν γὰρ χολὴν οὐδέπω δικαιῶ τὸν τοιοῦτον ὀνομάζειν. γεννᾶται δ’ ὁ χυμὸς οὗτος ἐνίοις πολὺς, ἢ διὰ τὴν ἐξ ἀρχῆς κρᾶσιν, ἢ δι’ ἔθος ἐδεσμάτων εἰς τοιοῦτον χυμὸν ἐν τῇ κατὰ τὰς φλέβας πέψει μεταβαλόντων. ὥσπερ δ’ ὁ παχὺς χυμὸς τοῦ φλέγματος, οὕτω καὶ οὗτος παχὺς χυμὸς ὁ μελαγχολικὸς ἐπιληψίας ποτ’ ἐργάζεται κατὰ τὰς ἐκροὰς τῶν ἐν ἐγκεφάλῳ κοιλιῶν ἰσχόμενος, ἤτοι τῆς μέσης, ἢ τῆς ὄπισθεν· ὅτ’ ἂν δ’ ἐν αὐτῷ πλεονάσῃ τῷ τοῦ ἐγκεφάλου σώματι, μελαγχολίαν ἐργάζεται, καθάπερ ὁ ἕτερος χυμὸς τῆς μελαίνης χολῆς, ὁ κατωπτημένης
178
τῆς ξανθῆς χολῆς γενόμενος, τὰς θηριώδεις παραφροσύνας ἀποτελεῖ χωρὶς πυρετοῦ τε καὶ σὺν πυρετῷ, πλεονάζων ἐν τῷ σώματι τοῦ ἐγκεφάλου. καὶ διὰ τοῦτο τῆς φρενίτιδος ἡ μέν τίς ἐστι μετριωτέρα, τὴν γένεσιν ἐκ τῆς ὠχρᾶς ἔχουσα χολῆς· ἡ δέ τις σφοδροτέρα, τῆς ξανθῆς ἔγγονος ὑπάρχουσα· καὶ τις ἄλλη θηριώδης τε καὶ μελαγχολικὴ παραφροσύνη γίνεται, κατοπτηθείσης τῆς ξανθῆς χολῆς. ὅσαι δ’ ἐν ταῖς ἀκμαῖς τῶν πυρετῶν γίγνονται παραφροσύναι, κατὰ συμπάθειαν αὗται πάσχοντα τὸν ἐγκέφαλον, οὐ κατ’ ἰδιοπάθεισαν ἔχουσιν· καὶ διὰ τοῦτο παραπαῖσαι μὲν καὶ παραφρονῆσαι καὶ παρακόψαι τούτους οὐ μόνον οἱ ἰατροὶ λέγουσιν, ἀλλὰ καὶ ἰδιῶται, φρενιτικοὺς δ’ οὐκ ὀνομάζουσιν, οὐ γὰρ συναποκαθίστανται ταῖς ἀκμαῖς τῶν πυρετῶν αἱ φρενιτικαὶ παραφροσύναι. καθάπερ οὖν ὁ τῶν φρενιτικῶν πυρετὸς ἕν τι τῶν συμπτωμάτων τῆς ἐγκεφάλου διαθέσεώς ἐστιν, οὕτω τῶν διακαῶν πυρετῶν ἡ παραφροσύνη, πολλῶν ἀτμῶν θερμῶν ἀναφερομένων εἰς αὐτόν. παραπλησία δ’ ἐστὶν τῇδε καὶ τῶν ὁμοίων τοῖς ὑποχεομένοις συμπτωμάτων γένεσις, ἐκ τῶν τῆς γαστρὸς ὁρμωμένη διαθέσεων· ἥ τε γὰρ κοιλία τῇ κεφαλῇ
179
καὶ ἡ κεφαλὴ τῇ κοιλίᾳ μεταδίδωσι τῶν παθημάτων, διὰ τὸ μέγεθος τῶν ἐξ ἐγκεφάλου καθηκόντων νεύρων εἰς τὸ στόμα τῆς γαστρὸς, ὑφ’ ὧν καὶ τὸ περιττὸν τῆς αἰσθήσεως ὑπὲρ τἄλλα μέρη τοῦ σώματος ὑπάρχει τῷ μορίῳ τῶδε. καὶ διὰ τοῦτο τοῖς κατὰ τὴν κεφαλὴν κατάγμασιν, ὅσα πρὸς τὰς μήνιγγας ἐξικνεῖται, χολεμεσίαι παρακολουθοῦσι· καὶ τοῖς ὁπωσοῦν γενομένοις ἀλγήμασι τῆς κεφαλῆς ἀνατροπή τε τοῦ στομάχου καὶ δῆξις ἐνίοτε· τοῖς δὲ ὑποχονδριακοῖς καὶ φυσώδεσιν ὀνομαζομένοις πάθεσιν δυσθυμίαι μελαγχολικαὶ, καὶ γὰρ καὶ τοῦτο τοιοῦτόν ἐστιν, ὁποῖον ἡ τοῖς ὀξέσι πυρετοῖς ἐπιγινομένη παραφροσύνη, καὶ τισι διαθέσεσιν τοῦ στόματος τῆς κοιλίας ἡ τῶν τοῖς ὑποχεομένοις ὁμοίων συμπτωμάτων. οὕτω δὲ καὶ τοῖς νευρώδεσι μορίοις φλεγμήνασιν ἑτοιμότερον ἢ τοῖς ἄλλοις ἐπιγίγνονται παραφροσύναι, ποτὲ μὲν αὐτῆς μόνης τῆς θερμασίας κατὰ τὸ συνεχὲς ἐπὶ τὴν κεφαλὴν ἀνερχομένης, ποτὲ δὲ πνεύματος ἀτμώδους, ἢ καπνώδους, ἢ αἰθαλώδους.

Ὥσπερ δ’ ἐν τοῖς κατὰ συμπάθειαν οὐ σμικρὰ διαφορὰ γίνεται τοῖς πάθεσι τῆς κεφαλῆς, οὕτω καὶ

180
ἐν αὐτοῖς τοῖς κατὰ πρωτοπάθειαν. οἱ γοῦν κατ’ αὐτὴν τὴν οὐσίαν τοῦ ἐγκεφάλου πλεονάσαντες παχεῖς χυμοὶ ποτὲ μὲν ὡς ὀργανικῷ μορίῳ λυμαίνονται, ποτὲ δὲ ὡς ὁμοιομερεῖ· κατὰ μὲν τὰς ἐμφράξεις τῶν πόρων ὡς ὀργανικῷ μορίῳ, κατὰ δὲ τὰς ἀλλοιώσεις τῆς κράσεως ὡς ὁμοιομερεῖ. καὶ διὰ τοῦτο καὶ ἥδε ἡ λέξις ἐπὶ τῇ τελευτῇ γέγραπται τοῦ ἕκτου τῶν ἐπιδημιῶν· οἱ μελαγχολικοὶ καὶ ἐπιληπτικοὶ εἰώθασι γίγνεσθαι ὡς ἐπὶ πολὺ καὶ οἱ ἐπιληπτικοὶ μελαγχολικοί· τούτων δ’ ἑκάτερον μᾶλλον γίνεται, ἐφ’ ὁπότερον ἂν ῥέψῃ τὸ ἀῤῥώστημα· ἢν μὲν εἰς τὸ σῶμα, ἐπίληπτοι· ἢν δὲ εἰς τὴν διάνοιαν, μελαγχολικοί. κατὰ ταύτην τὴν ῥῆσιν πρῶτον μὲν ὅτι μὴ διὰ παντὸς, ἀλλ’ ὡς τὸ πολὺ μετάπτωσις εἰς ἄλληλα γίνεται τοῖς πάθεσιν ἐδήλωσεν· οὐ γὰρ ὑπὸ μελαγχολικοῦ χυμοῦ μόνον, ἀλλὰ καὶ φλεγματικοῦ τῆς ἐπιληψίας ἀποτελουμένης, ἡ μὲν ὑπὸ τοῦ μελαγχολικοῦ χυμοῦ γινομένη μεταπίπτει ποτὲ εἰς μελαγχολίαν, ἡ δ’ ὑπὸ τοῦ φλεγματικοῦ πρὸς ἄλλο μέν τι μεθίσταται πάθος, ὑπὲρ οὗ μικρὸν ὕστερον ἐρῶ, μελαγχολίαν δὲ οὐκ ἐργάζεται. δεύτερον δ’ ἐπὶ 
181
τῷδε θεώρημά τι περιέχεται κατὰ τὸν εἰρημένον ὑφ’ Ἱπποκράτους λόγον οὐ σμικρόν. ἐπεὶ γὰρ ἤτοι κρᾶσίς ἐστιν ἡ ψυχὴ τῶν δραστικῶν ποιοτήτων, ἢ ὑπὸ τῆς κράσεως αὐτῶν ἀλλοιοῦται, τὴν μὲν ὡς ὀργανικῷ μορίῳ τῷ ἐγκεφάλῳ λυμαινομένην χολὴν ἐπὶ τὸ σῶμα τετράφθαι φησὶ τοῦ ἐγκεφάλου, γίγνεται δὲ τοῦτο κατὰ τὰς ἐμφράξεις· τὴν δ’ ὡς ὁμοιομερεῖ τὴν κρᾶσιν ἀδικοῦσαν ἐπὶ τὴν διάνοιαν. ἀλλ’ ἐκεῖνό γε διορίσασθαι πρότερον ἀναγκαῖον εἶναί μοι δοκεῖ τὸ παραλελειμμένον τοῖς ἰατροῖς· ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις μέρεσι τοῦ σώματος ἐνίοτε μὲν ἅπασιν ἡ αὐτὴ φαίνεται κρᾶσις, ὡς ἐν ἰκτέροις τε καὶ κατὰ τὸν καλούμενον ἐλέφαντα καὶ τοὺς ὑδέρους, ἔτι τε καχεξίας, καὶ πρὸς ταύταις ἐν ἡπατικαῖς τε καὶ σπληνικαῖς ἀχροίαις, ἐνίοτε δ’ ἕν τι μόριον ἤτοι πικρόχολον ἢ φλεγματικὸν ἢ μελαγχολικὸν ὑποδεξάμενον χυμὸν αὐτὸ μόνον ἐξαλλάττεται τὴν κρᾶσιν, οὕτως ἐγχωρεῖ καὶ τὸν ἐγκέφαλον ἐνίοτε μὲν, ἅπαντος τοῦ κατὰ τὰς φλέβας αἵματος μελαγχολικοῦ γενομένου, τῷ κοινῷ λόγῳ τῆς βλάβης καὶ αὐτὸν βλαβῆναι· καθ’ ἕτερον δὲ τρόπον ἀπαθοῦς διαμένοντος
182
τοῦ καθ’ ὅλον τὸν ἄνθρωπον αἵματος, ἀλλοιωθῆναι τὸ κατὰ μόνον τὸν ἐγκέφαλον, καὶ συμβῆναι τοῦτο διττῶς, ἢ ῥυέντος εἰς αὐτὸν ἑτέρωθεν, ἢ γεννηθέντος ἐν τῷ τόπῳ τοῦ μελαγχολικοῦ χυμοῦ· γεννᾶται δ’ ὑπὸ θερμασίας πολλῆς ἐγχωρίου, κατοπτώσης ἤτοι τὴν ξανθὴν χολὴν, ἢ τὸ παχύτερόν τε καὶ μελάντερον αἷμα. διαφέρει δ’ εἰς τὴν θεραπείαν οὐ σμικρὸν ὁ διορισμὸς οὗτος· ὅτ’ ἂν μὲν γὰρ ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχῃ τὸ αἷμα, τὴν ἀρχὴν τῆς θεραπείας ἀπὸ φλεβοτομίας προσῆκεν ποιεῖσθαι· ὅτ’ ἂν δὲ τὸ κατὰ μόνον τὸν ἐγκέφαλον, οὐ χρῄζει φλεβοτομίας ὁ κάμνων, ὅσον γε ἐπὶ τῇ διαθέσει ταύτῃ, κατ’ ἄλλο γάρ τι δυνατόν ἐστι χρῄζειν αὐτόν. ἡ δ’ οὖν διάγνωσις ἀπὸ τῶνδέ σοι γιγνέσθω, πότερον ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχει χυμὸν, ἢ κατὰ μόνον τὸν ἐγκέφαλον ἤθροισταί τις τοιοῦτος, καὶ ἀξιῶ σε πρῶτον μὲν ἐπισκέψασθαι τὴν τοῦ σώματος ἕξιν ὁποία τίς ἐστιν, μεμνημένον, ὡς οἱ μὲν ἁπαλοὶ καὶ λευκοὶ καὶ πίονες ἥκιστα μελαγχολικὸν ἴσχουσι χυμὸν, οἱ δ’ ἰσχνοὶ καὶ μελάντεροι καὶ δασεῖς καὶ φλέβας εὐρείας ἔχοντες, ἐπιτηδειότατοι πρὸς ταυτοῦ
183
τοιούτου χυμοῦ γένεσιν ὑπάρχουσιν, ἔσθ’ ὅτε δὲ καὶ οἱ ἐξέρυθροι τὴν χρόαν ἄνθρωποι μεταπίπτουσιν ἀθρόως ἐπὶ τὴν μελαγχολικὴν κρᾶσιν· ἐφεξῆς δ’ αὐτῶν οἱ ξανθοὶ, καὶ μάλισθ’ ὅταν ἐν ἀγρυπνίαις καὶ πόνοις πλείοσι καὶ φροντίσι καὶ λεπτῇ διαίτῃ προδεδιῃτημένοι τύχωσιν. ὁμογενῆ δὲ τούτοις ἐστὶ καὶ τὰ τοιαῦτα γνωρίσματα· πότερον ἐπέσχηταί τις αἱμοῤῥοῒς, ἢ καί τις ἄλλη συνήθης αἵματος κένωσις, ἢ καταμήνια ταῖς γυναιξί· καὶ τούτων ἐφεξῆς ὁποίαις ἐχρήσατο τροφαῖς, ἆρά γε ταῖς μελαγχολικὸν αἷμα γεννώσαις, ἢ ταῖς ἐναντίαις· λέγω δὲ μελαγχολικὸν μὲν αἷμα γεννᾷν αἰγείων καὶ βοείων ἐδωδὴν κρεῶν, καὶ μᾶλλον ἔτι τῶν τραγείων τε καὶ ταυρείων, ἔτι δὲ μᾶλλον ὀνείων τε καὶ καμηλείων, ἐσθίουσι γὰρ ἔνιοι καὶ τούτων, ὥσπέρ γε καὶ ἀλωπέκων τε καὶ κυνῶν. οὐχ ἥκιστα δὲ καὶ ἡ τῶν λαγωῶν ἐδωδὴ τοιοῦτον αἷμα γεννᾷ, καὶ πολὺ μᾶλλον ἡ τῶν ἀγρίων συῶν· καὶ οἱ κοχλίαι δὲ μελαγχολικὸν αἷμα γεννῶσιν, εἴ τις ἐν αὐτοῖς πλεονάσειεν, καὶ πάντα τὰ ταριχευθέντα κρέα τῶν ἐπιγείων ζώων· ἐνύδρων δὲ τά τε τῶν θύννων καὶ φαλαίνης καὶ φώκης καὶ δελφῖνος καὶ κυνὸς
184
καὶ τῶν κητωδῶν ἁπάντων· τῶν δὲ λαχάνων σχεδὸν ἡ κράμβη μόνη τοιοῦτον αἷμα γεννᾷν πέφυκεν, ὥσπέρ γε καὶ τῶν δένδρων οἱ βλαστοὶ δι’ ἅλμης καὶ ὀξάλμης συντιθέμενοι, σχίνου λέγω καὶ τερμίνθου καὶ βάτου καὶ κυνοσβάτου· καὶ μέν τοι καὶ τῶν ὀσπρίων ἥ τε φακὴ μελαγχολικώτατόν ἐστιν ἔδεσμα καὶ μετὰ ταύτην οἱ πιτυρῖται καλούμενοι τῶν ἄρτων, οἵ τε ἐκ τῆς τίφης καὶ τῶν μοχθηρῶν σπερμάτων, οἷς ἀντὶ πυρῶν ἔνια τῶν ἐθνῶν χρῆται, διώρισται δὲ περὶ αὐτῶν ἐν τῷ πρώτῳ τῶν περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. ἀλλὰ καὶ τῶν οἴνων οἵ τε παχεῖς καὶ μέλανες ἐπιτηδειότατοι γεννῆσαι τὸν μελαγχολικὸν χυμὸν, ἄν τις ἐν αὐτοῖς πλεονάζων ὑπὸ περιστάσεως τινος ἐν θερμασίᾳ πλείονι τὸ σῶμα σχῇ· καὶ οἱ παλαιοὶ δὲ τυροὶ ῥᾷστοι γεννῆσαι τὸν τοιοῦτον χυμὸν, ὅτ’ ἂν ἐν τῷ σώματι τύχωσιν ὑπερθερμανθέντες. εἰ μὲν οὖν ἐν τοιαύτῃ διαίτῃ πρὸ τοῦ νοσεῖν ὁ ἄνθρωπος εἴη γεγενημένος, ἔξεστι κᾀκ ταύτης στοχάσασθαί τι πλέον· εἰ δ’ ἐν εὐχύμοις ἐδέσμασιν, ἐπισκέπτεσθαι περί τε τῶν γυμνασίων αὐτοῦ καὶ
185
λύπης καὶ ἀγρυπνίας καὶ φροντίδος· ἔνιοι δὲ καὶ κατ’ αὐτὰ τὰ πυρετώδη νοσήματα, καθότι προείρηται, τὸν μελαγχολικὸν ἴσχουσι γενόμενον χυμόν. εἰς δὲ τὴν βεβαιοτέραν διάγνωσιν οὐ σμικρὰ συντελεῖ καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ γεγενημένη τε καὶ οὖσα κατάστασις, ἔτι τε τὸ χωρίον, ἥ τε τοῦ κάμνοντος ἡλικία. ταῦτα πάντα προδιασκεψάμενος, ὅτ’ ἂν ἐλπίσῃς ἐν ταῖς καθ’ ὅλον τὸ σῶμα φλεψὶ μελαγχολικὸν αἷμα περιέχεσθαι, τὴν βεβαιοτάτην ἐπάγαγε διάγνωσιν ἐκ τοῦ τέμνειν τὴν κατ’ ἀγκῶνα φλέβα· βέλτιον δὲ τὴν μέσην τέμνειν, ἐπειδὴ κοινὴ πρὸς ἀμφοτέρας ἐστὶ, τήν τε ὠμιαίαν ὀνομαζομένην καὶ τὴν διὰ τῆς μασχάλης ἐπὶ τὴν χεῖρα φερομένην· εἶτα εἰ μὲν μὴ φαίνοιτο μελαγχολικὸν εἶναι τὸ ῥέον, ἐπίσχες εὐθέως· εἰ δὲ τοιοῦτον φαίνεται, κένωσον ὅσον ἂν ὑπολάβῃς αὔταρκες ἔσεσθαι τῇ τοῦ πάσχοντος ἕξει σώματος. ἔστι δὲ καὶ τρίτη τις διαφορὰ μελαγχολίας, ὥσπερ ὅτ’ ἂν ἐπιληψία τὴν ἀρχὴν ἀπὸ τῆς κοιλίας ἴσχει· καλοῦσι δὲ ἔνιοι τῶν ἰατρῶν ὑποχονδριακόν τε καὶ φυσῶδες νόσημα τὴν αὐτὴν διάθεσιν. ἀρκέσει δέ μοι παραθέσθαι τὰ ὑπὸ Διοκλέους γεγραμμένα συνεδρεύειν αὐτῷ συμπτώματα, κατὰ τὸ βιβλίον ὃ ἐπιγράφεται, 
186
πάθος, αἰτία, θεραπεία· κατὰ τοῦτο γὰρ ὁ Διοκλῆς ἔγραψεν αὐτοῖς ὀνόμασιν οὕτως· ἄλλο δὲ γίγνεται μὲν περὶ τὴν κοιλίαν, ἀνόμοιον δ’ ἐστὶ τοῖς προειρημένοις, καλοῦσι δ’ αὐτὸ οἱ μὲν μελαγχολικὸν, οἱ δὲ φυσῶδες. ἕπονται δὲ τούτῳ μετὰ τὰς ἐδωδὰς, καὶ μάλιστα τῶν δυσπέπτων τε καὶ καυστικῶν, πτύσεις ὑγραὶ καὶ πολλαὶ, ὀξυρεγμίαι, πνεύματα, καῦμα πρὸς ὑποχονδρίοις, ἐγκλύδαξις οὐκ εὐθὺς, ἀλλ’ ἐπισχοῦσιν· ἐνίοτε δὲ καὶ πόνοι κοιλίας ἰσχυροὶ, διήκοντες ἐνίοις εἰς τὸ μετάφρενον· πραΰνονται δὲ πεφθέντων τῶν σιτίων, πάλιν τε μετὰ τὸ φαγεῖν τὰ αὐτὰ συμβαίνει, πολλάκις δὲ καὶ νήστεσιν καὶ μετὰ τὸ δεῖπνον ἐνοχλεῖ, καὶ ἐμοῦντες ὠμὰ τὰ σιτία ἐμοῦσι, καὶ φλέγματα ὑπόπικρα καὶ θερμὰ καὶ ὀξέα, ὥστε καὶ τοὺς ὀδόντας αἱμωδιᾷν. καὶ τὰ πολλὰ γίνεται τούτων εὐθὺς ἐκ νέων, μηκύνει δὲ ὅπως ἂν γένηται πᾶσι. ταῦτα προειπὼν ὁ Διοκλῆς ἐφεξῆς αὐτοῖς προσέθηκε τὴν αἰτίαν ὧδέ πως γράψας· τοὺς δὲ φυσώδεας καλουμένους ὑπολαμβάνειν δεῖ πλεῖον ἔχειν τὸ θερμὸν τοῦ προσήκοντος ἐν ταῖς φλεψὶ ταῖς ἐκ τῆς γαστρὸς τὴν τροφὴν δεχομέναις, καὶ τὸ
187
αἷμα πεπαχύνθαι τούτων. δηλοῖ γὰρ ὅτι μέν ἐστιν ἔμφραξις περὶ ταύτας τὰς φλέβας, τὸ μὴ καταδέχεσθαι τὸ σῶμα τὴν τροφὴν, ἀλλ’ ἐν τῇ γαστρὶ διαμένειν ἀκατέργαστον, πρότερον τῶν πόρων τούτων ἀναλαμβανόντων, τὰ δὲ πολλὰ ἀποκρινάντων εἰς τὴν κάτω κοιλίαν· καὶ τὸ τῇ δευτεραίᾳ ἐμεῖν αὐτοὺς, οὐχ ὑπαγόντων εἰς τὸ σῶμα τῶν σιτίων. ὅτι δὲ τὸ θερμὸν πλεῖόν ἐστι τοῦ κατὰ φύσιν, μάλιστ’ ἄν τις κατανοήσειεν ἔκ τε τῶν καυμάτων τῶν γινομένων αὐτοῖς καὶ τῆς προσφορᾶς· φαίνονται γὰρ ὑπὸ τῶν ψυχρῶν ὠφελούμενοι σιτίων, τὰ δὲ τοιαῦτα τὸ θερμὸν καταψύχειν καὶ μαραίνειν εἴωθεν. ἐφεξῆς δὲ τούτων καὶ τἄλλα προσέγραψεν ὁ Διοκλῆς ἐν τῇδε τῇ λέξει· λέγουσι δέ τινες ἐπὶ τῶν τοιούτων παθῶν τὸ στόμα τῆς γαστρὸς τὸ συνεχὲς τῷ ἐντέρῳ φλεγμαίνειν, διὰ δὲ τὴν φλεγμονὴν ἐμπεφράχθαι καὶ κωλύειν καταβαίνειν τὰ σιτία εἰς τὸ ἔντερον τοῖς τεταγμένοις χρόνοις· τούτου δὲ γινομένου, πλείονι χρόνῳ τοῦ δέοντος ἐν τῇ γαστρὶ μένοντα, τούς τε ὄγκους παρασκευάζει καὶ τὰ καύματα καὶ τἄλλα τὰ προειρημένα. ταῦτα μὲν οὖν ὁ Διοκλῆς ἔγραψε,
188
παραλιπὼν ἐν τῷ καταλόγῳ τῶν συμπτωμάτων τὰ κυριώτατα τῆς ὅλης συνδρομῆς, ὅσα τήν τε μελαγχολίαν χαρακτηρίζει καὶ τὸ φυσῶδες καὶ ὑποχονδριακὸν πάθος· καί μοι δοκεῖ, διότι ταῦτα ἐκ τῆς προσηγορίας τοῦ νοσήματος ἐνδεικτικῶς ἐδηλοῦτο, παραλελοιπέναι, μεμαθηκότων γ’ ἡμῶν ὑφ’ Ἱπποκράτους, ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχοντα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτο. διὰ τί δὲ ἐν τῇ τῆς αἰτίας ἀποδόσει τῶν μὲν ἄλλων συμπτωμάτων ἔγραψε τὰς αἰτίας, αὐτοῦ δὲ τοῦ βλάπτεσθαι τὴν διάνοιαν οὐκ ἔγραψεν, ζητῆσαι ἄξιον. εἴτε γὰρ τὸ θερμὸν ἐν ταῖς κατὰ τὴν γαστέρα φλεψὶ πλέον ἐπ’ αὐτῶν ἐστιν, εἴτε φλεγμονὴ τῶν κατὰ πυλωρὸν μερῶν, διὰ τί τούτοις ἀκολουθεῖ τὰ μελαγχολικὰ συμπτώματα, παραλέλειπται. τὸ μὲν γὰρ ἐμπιπλᾶσθαι τὴν γαστέρα φυσώδους πνεύματος, εἶτα ταῖς ἐρυγαῖς αὐτοῦ κουφίζεσθαι, καὶ προσέτι τοῖς εἰρημένοις ὑπὸ τοῦ Διοκλέους ἐμέτοις, εὔδηλόν ἐστι, κᾂν ἐκεῖνος μὴ λέγῃ· τὰ δὲ τῆς μελαγχολίας ἴδια, χαλεπὸν ἦν αὐτῷ συγγράψαι τῇ κατὰ τὴν γαστέρα λελεγμένῃ διαθέσει. προσθῶμεν οὖν ἡμεῖς τοῦτο, τὴν διάθεσιν
189
τῆς γαστρὸς ὁποία τις ἐν τοῖς τοιούτοις γίνεται πάθεσιν ἑρμηνεύσαντες σαφῶς. ἔοικε μὲν γὰρ εἶναί τις ἐν αὐτῇ φλεγμονὴ, τὸ δ’ ἐν τῷ φλεγμαίνοντι μορίῳ περιεχόμενον αἷμα παχύτερόν τε καὶ μελαγχολικώτερον ὑπάρχειν. ὥσπερ οὖν ἐπὶ τοὺς ὀφθαλμοὺς ἀναφερομένης ἐκ τῆς γαστρὸς αἰθαλώδους τινὸς ἢ καπνώδους ἀναθυμιάσεως, ἢ ὅλως ἀτμῶν τινων παχέων, ὅμοια τοῖς ὑποχεομένων γίγνεται συμπτώματα, κατὰ τὸν αὐτὸν λόγον καὶ νῦν ἐπὶ τὸν ἐγκέφαλον ἀναφερομένης τῆς μελαγχολικῆς ἀναθυμιάσεως, οἷον αἰθαλώδους τινὸς, ἢ καπνώδους ἀναθυμιάσεως, τὰ μελαγχολικὰ γενήσεται περὶ τὴν διάνοιαν συμπτώματα. καὶ μὴν καὶ συνεχέστατα θεώμεθα τὴν κεφαλὴν ὀδυνωμένην ἐπὶ τῇ ξανθῇ χολῇ κατὰ τὴν γαστέρα περιεχομένῃ, καθάπερ γε καὶ παραχρῆμα γινομένην ἀνώδυνον, ἐμεθείσης τῆς χολῆς· καὶ τά γε τοιαῦτα τῶν ἀλγημάτων δακνώδη τέ ἐστιν καὶ διαβρωτικὰ, καθάπερ ἄλλα μέν τινα μετὰ βάρους, ἄλλα δὲ μετὰ τάσεως ἢ καταφορᾶς ὁρᾶται γινόμενα. συμπεφώνηται δὲ τοῖς ἀρίστοις ἰατροῖς, οὐ ταῦτα μόνον ἀπὸ τῆς γαστρὸς τῇ κεφαλῇ συμπίπτειν, ἀλλὰ καὶ τὴν ἐπιληψίαν. ἀεὶ μὲν οὖν
190
οἱ φόβοι συνεδρεύουσι τοῖς μελαγχολικοῖς, οὐκ ἀεὶ δὲ ταὐτὸν εἶδος τῶν παρὰ φύσιν αὐτοῖς γίγνεται φαντασιῶν, εἴγε ὁ μέν τις ὀστρακοῦς ᾤετο γεγονέναι, καὶ διὰ τοῦτ’ ἐξίστατο τοῖς ἀπαντῶσιν, ὅπως μὴ συντριβείη· θεώμενος δέ τις ἄλλος ἀλεκτρυόνας ᾄδοντας, ὥσπερ ἐκεῖνοι τὰς πτέρυγας προσέκρουον πρὸ ᾠδῆς, οὕτω καὶ αὐτὸς τοὺς βραχίονας προσκρούων ταῖς πλευραῖς ἐμιμεῖτο τὴν φωνὴν τῶν ζώων. φόβος δ’ ἦν ἄλλῳ, μή πως ὁ βαστάζων τὸν κόσμον Ἄτλας ἀποσείσηται κεκμηκὼς αὐτὸν, οὕτως τε καὶ αὐτὸς συντριβείη καὶ ἡμᾶς αὐτῷ συναπολέσειεν· ἄλλα τε μυρία τοιαῦτα φαντασιοῦνται. διαφέρονται δὲ ἀλλήλων οἱ μελαγχολικοὶ, τὸ μὲν φοβεῖσθαι καὶ δυσθυμεῖν καὶ μέμφεσθαι τῇ ζωῇ καὶ μισεῖν τοὺς ἀνθρώπους ἅπαντες ἔχοντες, ἀποθανεῖν δ’ ἐπιθυμοῦντες οὐ πάντες, ἀλλ’ ἔστιν ἐνίοις αὐτῶν αὐτὸ δὴ τοῦτο κεφάλαιον τῆς μελαγχολίας, τὸ περὶ τοῦ θανάτου δέος· ἔνιοι δὲ ἀλλόκοτοί σοι δόξουσιν, ἅμα τε καὶ δεδιέναι τὸν θάνατον καὶ θανατᾷν. ὥστε ὀρθῶς ἔοικεν ὁ Ἱπποκράτης εἰς δύο ταῦτα ἀναγαγεῖν τὰ συμπτώματα αὐτῶν πάντα, φόβον καὶ δυσθυμίαν· ἐπὶ γέ τοι τῇ τοιαύτῃ δυσθυμίᾳ 
191
μισοῦσιν πάντας, οὓς ἂν βλέπωσιν, καὶ σκυθρωποὶ διὰ παντός εἰσι, δειμαίνοντες, ὥσπερ ἐν σκότῳ βαθεῖ τά τε παιδία φοβεῖται καὶ τῶν τελείων οἱ ἀπαίδευτοι. καθάπερ γὰρ καὶ τὸ ἔξωθεν σκότος εἰς φόβον ἄγει σχεδὸν ἅπαντας ἀνθρώπους, πλὴν τῶν ἤτοι πάνυ φύσει τολμηρῶν, ἢ πεπαιδευμένων, οὕτως καὶ τῆς μελαίνης χολῆς τὸ χρῶμα παραπλησίως σκότῳ τὸν φρονοῦντα τόπον ἐπισκιάζον ἐργάζεται τοὺς φόβους. ὅτι γὰρ οἵ τε χυμοὶ καὶ ὅλως ἡ τοῦ σώματος κρᾶσις ἀλλοιοῖ τὰς ἐνεργείας τῆς ψυχῆς, ὡμολόγηται τοῖς ἀρίστοις ἰατροῖς τε καὶ φιλοσόφοις, ἐμοί τε δι’ ἑνὸς ὑπομνήματος ἀποδέδεικται, καθ’ ὃ ταῖς τοῦ σώματος κράσεσιν ἀκολουθούσας ἀπέδειξα τὰς τῆς ψυχῆς δυνάμεις· ὅθεν οὐδὲ γράψαι τι περὶ μελαγχολίας ἐτόλμησαν οἱ τὴν τῶν χυμῶν δύναμιν ἀγνοήσαντες, ἐξ ὧν εἰσι καὶ οἱ περὶ τὸν Ἐρασίστρατον. ἄξιον δέ ἐστι κᾀν τούτῳ θαυμάσαι τὰς κοινὰς ἐννοίας τῶν ἀνθρώπων, ὥσπερ καὶ τἄλλα πολλὰ δόγματα, περὶ ὧν ἠγνόησαν οὐκ ὀλίγοι φιλοσόφων τε καὶ ἰατρῶν· ἅπαντες γοῦν ὀνομάζουσιν τὸ πάθος τοῦτο μελαγχολίαν, ἐνδεικνύμενοι διὰ
192
τῆς προσηγορίας τὸν αἴτιον αὐτοῦ χυμόν. ἐὰν μὲν οὖν ἄρξηταί γε πρῶτα τὰ κατὰ τὴν γαστέρα συμπτώματα, καὶ μείζοσιν αὐτοῖς γινομένοις ἀκολουθήσῃ τὰ μελαγχολικὰ πάθη, κουφίζηταί τε ταῖς διαχωρήσεσιν καὶ τοῖς ἐμέτοις καὶ ταῖς κάτω φύσαις καὶ ταῖς ἐρυγαῖς ὁ ἄνθρωπος, ὑποχονδριακὸν μὲν ὀνομάσομεν οὕτως γε καὶ φυσῶδες τὸ νόσημα, συμπτώματα δὲ εἶναι φήσομεν αὐτοῦ, τήν τε δυσθυμίαν καὶ τὸν φόβον· ὅταν δὲ τὰ μὲν τῆς μελαγχολίας ἴδια συμπτώματα φαίνηται μεγάλα, κατὰ δὲ τὴν κοιλίαν ἤτοι μηδὲν, ἢ σμικρὰ, τὸν ἐγκέφαλον ἡγητέον ἐπὶ τούτων πρωτοπαθεῖν, ἠθροισμένης ἐν αὐτῷ μελαίνης χολῆς. ἐξ ὧν δὲ χρὴ διορίζεσθαι, πότερον ἐν αὐτῷ μόνῳ τῷ ἐγκεφάλῳ περιέχεται τοιοῦτός τις χυμὸς, ἢ καθ’ ὅλον ἐστὶ τὸ σῶμα, λέλεκται μικρὸν ἔμπροσθεν· ἀναμιμνήσκω δὲ τοὺς ἰδόντας ἑταίρους διά τε λουτρῶν πολλῶν καὶ διαίτης εὐχύμου τε καὶ ὑγρᾶς τὴν τοιαύτην μελαγχολίαν ἐκθεραπεύοντά με χωρὶς ἑτέρου βοηθήματος, ὅταν γε μήπω διά τε χρόνου μῆκος δυσεκκένωτος ᾖ ὁ λυπῶν χυμός· ὡς ὅταν γε ἤδη κεχρονικὸς ὑπάρχῃ τὸ νόσημα, μειζόνων ἑτέρων ἐπὶ
193
τοῖς εἰρημένοις δεῖται βοηθημάτων. ἐπιγίνεται δὲ ἡ τοιαύτη μελαγχολία προηγησαμέναις θερμαῖς διαθέσεσι τῆς κεφαλῆς, ἤτοι γε ἐξ ἐγκαύσεως, ἢ φλεγμονώδους ἐν αὐτῇ γενομένου πάθους, ἢ καὶ φρενίτιδος· ἐπιγίγνεται δὲ καὶ φροντίσι καὶ λύπαις μετ’ ἀγρυπνιῶν. περὶ μὲν οὖν μελαγχολίας ἱκανὰ καὶ ταῦτα.

Περὶ δὲ τῶν ἐπιληπτικῶν παθῶν, ἐπειδὴ καὶ ταῦτα γίνεται ποτὲ μὲν αὐτῆς τῆς κεφαλῆς πασχούσης, ποτὲ δὲ ἄλλοις συμπασχούσης, διοριστέον ἐπιμελῶς· ἠμέληται γὰρ ἅπασι σχεδὸν τοῖς ἰατροῖς, ὥσπερ ὁ τῶν τριῶν μελαγχολιῶν διορισμὸς, οὕτως καὶ ὁ τῶν ἐπιληψιῶν, τρεῖς ἐχουσῶν διαφοράς. ἁπασῶν μὲν οὖν αὐτῶν κοινόν ἐστι παθεῖν τὸν ἐγκέφαλον, ἤτοι ἐν αὐτῷ τοῦ πάθους συστάντος, ὡς τοῖς πλείστοις γίγνεται τῶν ἐπιλήπτων, ἢ ἀπὸ τοῦ τῆς γαστρὸς στόματος, ὃ δὴ καὶ στόμαχον εἰώθασι καλεῖν οἱ ἰατροὶ, κατὰ συμπάθειαν ἀνιόντος ἐπὶ τὸν ἐγκέφαλον, ἀνάλογον τοῖς γινομένοις συμπτώμασιν περὶ τοὺς ὀφθαλμοὺς ἀπὸ τοῦ στομάχου παραπλησίως τοῖς ὑποχεομένοις· ἐν δὲ τῷ

194
σπανίῳ γίγνεταί τι καὶ ἕτερον ἐπιληψίας εἴτε εἶδος, εἴτε γένος, εἴτε διαφορὰν ἐθέλεις ὀνομάζειν, ἀπὸ μορίου τινὸς οὗ ἔτυχεν ἀρχομένου τοῦ πάθους, εἶτ’ αἰσθητῶς αὐτῷ τῷ κάμνοντι τὴν ἄνοδον ἐπὶ τὴν κεφαλὴν ποιουμένου. καὶ τοῦτ’ ἐθεασάμην ἐπὶ πρώτου μὲν παιδὸς ὡς ἐτῶν τρισκαίδεκα, μειράκιον ὢν αὐτὸς, ἅμα τοῖς ἀρίστοις ἰατροῖς τοῖς παρ’ ἡμῖν συνελθοῦσιν ἐπὶ τὴν τῆς θεραπείας αὐτοῦ σκέψιν. ἤκουον οὖν τοῦ παιδὸς διηγουμένου τὴν ἀρχὴν τῆς διαθέσεως αὑτῷ κατὰ τὴν κνήμην γίνεσθαι, κᾄπειτ’ ἐντεῦθεν ἀνιέναι κατ’ εὐθὺ διά τε τοῦ μηροῦ καὶ τῆς ὑπερκειμένης λαγόνος τε καὶ πλευρᾶς, ἐπὶ τὸν τράχηλον ἄχρι τῆς κεφαλῆς, ἐπειδὰν δὲ πρῶτον ἐκείνης ψαύσῃ, μηκέτι παρακολουθεῖν ἑαυτῷ. τὴν μέντοι ποιότητα τοῦ φερομένου πρὸς τὴν κεφαλὴν ἐρωτώμενος ὑπὸ τῶν ἰατρῶν ὁποία τις εἴη, λέγειν οὐκ εἶχεν ὁ παῖς· ἀλλ’ ἕτερός γέ τις ἐκείνου νεανίσκος, οὐκ ἄφρων, ἀλλ’ ἱκανῶς αἰσθάνεσθαι τοῦ γιγνομένου δυνάμενος, ἑρμηνεῦσαι θ’ ἑτέρου δυνατώτερος, οἷον αὔραν τινὰ ψυχρὰν ἔφασκεν εἶναι τὴν ἀνερχομένην. ἐδόκει δὴ τῷ διδασκάλῳ Πέλοπι δυοῖν θάτερον, ἤτοι ποιότης ἀναδίδοσθαι ἀλλοιουμένων τῶν μορίων
195
κατὰ τὸ συνεχὲς, ἢ πνευματική τις οὐσία. θαυμαστὸν δὲ οὐδὲν ἔφασκεν, δύναμιν ἰσχυρὰν ἴσχειν τὸν ἐν τῷ πάσχοντι μορίῳ γεννηθέντα παρὰ φύσιν χυμὸν, ὁποῖοι τοῖς πονηροῖς θηρίοις εἰσὶν οἱ ἰοί. τίς γὰρ οὐκ ἂν ἠπίστησεν, εἰ μὴ πολλάκις ἑωρῶμεν αὐτὸ γιγνόμενον, ἐπί τε τῶν σκορπίων ἐγχριμψάντων τῷ κέντρῳ, καὶ φαλαγγίων μικροτάτων δακνόντων, μεγάλην καὶ ἐξαίσιόν τινα μεταβολὴν ἴσχειν ὅλον τὸ σῶμα, καίτοι βραχυτάτης οὐσίας εἰς αὐτὸ καταβαλλομένης ὑπὸ τῶν θηρίων; ἐπὶ μὲν οὖν τοῦ δάκνοντος φαλαγγίου, κᾂν εἰ μικρὸν εἴη τὸ ζῶον, ὅμως δ’ οὖν ἐπινοεῖν ἡμᾶς ἰόν τινα διὰ τοῦ στόματος αὐτοῦ καθιέναι τῷ δηχθέντι σώματι. τὸ δὲ τῆς θαλαττίας τρυγόνος κέντρον, ὥσπερ καὶ τὸ τοῦ χερσαίου σκορπίου, φαίνεται σαφῶς εἰς ὀξύτατον πέρας τελευτῶν, ὃ μηδὲν ἔχει κατὰ τὸ πέρας τρῆμα, δι’ οὗ προΐησι τὸν ἰόν· ἀλλ’ ὅμως ἀναγκαῖον ἐννοεῖν ἡμᾶς εἶναί τινα οὐσίαν ἤτοι πνευματικὴν, ἢ ὑγρὰν, ἥ τις ὄγκῳ μέν ἐστιν ἐλαχίστη, μεγίστη δὲ τῇ δυνάμει. πεπληγὼς γοῦν τις ἔναγχος ὑπὸ σκορπίου χαλάζαις ἔφη δοκεῖν βάλλεσθαι, καὶ ἦν ὅλος ψυχρὸς, 
196
ἵδρου τε ψυχρὸν, ἐσώθη τε μόγις βοηθούμενος. οὔκουν ἀδύνατον ἔφασκεν ὁ Πέλοψ εἶναι καὶ κατὰ τὸ σῶμα τοιαύτην τινὰ οὐσίαν γεννηθῆναι χωρὶς τῆς ἔξωθεν αἰτίας, καὶ ταύτην ὅταν ἐν νευρώδει μορίῳ τὴν σύστασιν σχῇ, κατὰ τὸ συνεχὲς εἰς τὴν ἀρχὴν τῶν νεύρων ἀναπέμπειν τὴν δύναμιν, ἤτοι κατ’ ἀλλοίωσιν, ὡς ἔφην, ἢ καί τινος οὐσίας πνευματικῆς ἀναφερομένης, ὥσπερ αὔρας. καὶ γάρ τοι καὶ φαίνονται πολλάκις ἐναργῶς, ὅταν ὁ σκορπίος ἐναπερείσηται τὸ κέντρον εἰς νεῦρον, ἢ ἀρτηρίαν, ἢ φλέβα, σφοδροτάτοις συμπτώμασιν οἱ πληγέντες οὕτως ἁλισκόμενοι. τὸ μὲν οὖν τοῦ σκορπίου κέντρον ἐγχωρεῖ καὶ μέχρι βάθους τοῦ σώματος ἐξικνεῖσθαι, διεξελθὸν ὅλον τὸ δέρμα, τὸ δὲ τῶν μικρῶν φαλαγγίων δῆγμα περὶ τὴν ἐπιφάνειαν μόνην γίνεται τοῦ δέρματος· ὥστε δῆλον ἐκ τοῦδε, καὶ διὰ τοῦ δέρματος ἐνίοτε μόνου τὴν δύναμιν τοῦ ἰοῦ φέρεσθαι πρὸς ὅλον τὸ σῶμα. συνεχές τε γὰρ αὐτῷ τὸ δέρμα πᾶν ὑπάρχει καὶ νευρῶδες· οὔκουν οὐδαμῶς ἀδύνατον εἰς ὅλον αὐτὸ διαδιδομένην ἐν τάχει τὴν ἐκ τοῦ καταβληθέντος ἰοῦ δύναμιν, ἐξ αὐτοῦ πάλιν τοῦδε κατὰ τὴν αὐτοῦ ψαῦσιν, εἰς ἕκαστον τῶν ὑποκειμένων αὐτῷ
197
μεταλαμβάνεσθαι, πάλιν τε ἐξ ἐκείνων εἰς ἄλλα κατὰ συνέχειαν, εἶτ’ αὖθις ἐκ τῶν παθόντων εἰς ἄλλα, κᾀπειδὰν ἐπί τι τῶν κυρίων μορίων ἀφίκηται, κινδυνεύειν ἀπολέσθαι τὸν ἄνθρωπον. ἐνάγουσι δ’ εἰς τοῦτο μάλιστα μὲν καὶ οἱ τοῖς ὑπερκειμένοις μέρεσι δεσμοὶ προσφερόμενοι, φανερωτάτην ὠφέλειαν ἐνδεικνύμενοι. καὶ γὰρ ἐπὶ τῶν ἐχιδνῶν ἐπειράθημεν τούτου καὶ τῶν σκορπίων, ἤδη δὲ καὶ ἀσπίδων, ᾧ καὶ μάλιστα ἄν τις ἠπίστησεν διὰ τὸν ἐπικείμενον αὐτίκα θάνατον. ἀλλ’ ὅμως ἐπὶ τῆς Ἀλεξανδρείας ὄντος μου, δηχθείς τις ἄγροικος οὐ πόῤῥω τῆς πόλεως ἕνα τῶν κατὰ τὴν χεῖρα δακτύλων, ἔδησέ τε δεσμῷ σφοδροτάτῳ τὴν πρὸς τῷ μετακαρπίῳ ῥῖζαν αὐτοῦ, καὶ δραμὼν ἐπὶ τὴν πόλιν πρὸς ἰατρὸν συνήθη, παρέσχεν ἀποτεμεῖν ὅλον τὸν δάκτυλον ἀπὸ τῆς εἰς τὸ μετακάρπιον διαρθρώσεως, ἐλπίζων ἐκ τούτου μηδὲν πείσεσθαι· καὶ μέντοι γε καὶ προὐχώρησεν αὐτῷ κατὰ τὴν ἐλπίδα, διεσώθη γὰρ οὐδὲν ἄλλο πραγματευόμενος ἔτι. καθάπερ ἕτερον οἶδα πιόντα τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου, μετὰ τοῦ τὸν δάκτυλον ἀποτεμεῖν, ὑγιασθέντα· καὶ μέντοι γε
198
καὶ ἄλλον ἐθεασάμην ἄγροικον, ὅλον τὸν δάκτυλον ὑπὸ ἐχίδνης δηχθέντα, δρεπάνῳ μὲν, ὃ τότ’ εἶχεν, ἦν γὰρ ἀμπελουργὸς, ἀπὸ τῆς ὑστάτης διαρθρώσεως ἀποτεμόντα τὸ δεδηγμένον μέρος, ἄνευ δὲ πόσεως φαρμάκου διασωθέντα, τοῦ δακτύλου κατουλωθέντος ὑπὸ τῶν συνηθῶν φαρμάκων. ἀλλὰ καὶ τὸν ἀπὸ τῆς κνήμης ἐπίληπτον παῖδα θεραπεύειν ἐπιχειρήσαντες οἱ τότε συναθροισθέντες εἰς τὴν σκέψιν ἰατροὶ, δόξαν αὐτοῖς προκαθήραντας ὅλον τὸ σῶμα προσενεγκεῖν τῷ μέρει τὸ διὰ τῆς θαψίας ἢ νάπους φάρμακον, ἐν τῷ μεταξὺ δήσαντες τὸ κῶλον ἀνωτέρω τοῦ πρωτοπαθοῦντος μορίου, διεκώλυσαν γενέσθαι τὸν παροξυσμὸν, καίτοι καὶ καθ’ ἑκάστην ἡμέραν γινόμενον. ἀλλὰ ταῦτα μὲν ἐκ περιουσίας εἰρήσθω μοι τοῦ μὴ θαυμάζειν ἕνεκα, ὅπως ἀπὸ μορίου τινὸς ἀκύρου γένεσιν ἴσχει τηλικοῦτον πάθος· ὑπολείπεται δ’ ἔτι ζητῆσαι τὴν αἰτίαν τῶν ἐπὶ ταῖς τοιαύταις συμπαθείαις γιγνομένων ἐπιληπτικῶν σπασμῶν· οὐδὲ γὰρ ὁ Πέλοψ εἰς τοῦτο πιθανὸν οὐδὲν εἶπεν, ὥσπερ οὐδ’ ἄλλος οὐδεὶς ὧν ἐκοινωνήσαμεν. ἐμοὶ γοῦν θεασαμένῳ ποτὲ τὴν ἐπὶ τῇ τοιαύτῃ συμπαθείᾳ κατάπτωσιν
199
τοῦ κάμνοντος ἀνθρώπου χωρὶς σπασμῶν σφοδρῶν γιγνομένην, ἐν βραχείαις κατὰ διαλείμματα παλμώδεσι κινήσεσι, πιθανὸν ἐφαίνετο γίγνεσθαί τι τοιοῦτον, οἷον ὁρᾶται συνεχέστατα καὶ ἐπὶ τοῦ στομάχου συμβαῖνον ἐν τοῖς λυγμοῖς. ἐγὼ γοῦν αὐτὸς, ὅταν ποτὲ πεπέρεως προσενέγκωμαι πλέον, εὐθέως λύζω, καὶ ἄλλοις δέ τισιν οὐκ ὀλίγοις εἶδον τοῦτο συμβαῖνον, οἷς αἰσθητικὸν ἱκανῶς ἦν τὸ τῆς γαστρὸς στόμα· προείρηται δ’ ὅτι καὶ τοῦτο συνήθως ὀνομάζουσιν οὐχ οἱ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι στόμαχον· εἶδον γοῦν ἐν τῇ καταπτώσει τῶν κατὰ συμπάθειαν, οὐκ ἰδιοπάθειαν ἐγκεφάλου πασχόντων ἐπιλήπτων οἷον παλμώδη τινὰ κλόνον ἐκ διαστημάτων γιγνόμενον, οὐ συνεχῆ σπασμὸν, ὥστε με τεκμαίρεσθαι παραπλησίαν τινὰ κίνησιν γίγνεσθαι κατὰ τὸν ἐγκέφαλον τῇ κατὰ τὸν στόμαχον ἐπὶ τοῖς ἀνιῶσιν αὐτὸν ἐνίοτε συμπιπτούσῃ. καὶ γὰρ ἐπὶ τροφῆς πλήθει βαρυνόμενος, ὥσπερ οὖν καὶ δακνόμενος ἐπὶ ταῖς διαφθοραῖς αὐτῆς, φαίνεται λύζων· καὶ διὰ δριμύν τε χυμὸν, οὐ μόνον λυγμὸν, ἀλλὰ καὶ σπασμὸν εἶδον οὐκ ὀλιγάκις ὅλῳ τῷ σώματι γιγνόμενον·
200
ἐμεθέντος δὲ τοῦ δάκνοντος, εὐθέως ἐπαύσατο. θαυμαστὸν οὖν οὐδέν ἐστιν, καὶ τὴν ἀρχὴν τῶν νεύρων εἰς τοιαύτην κίνησιν ἀχθῆναι, διώσασθαι σπεύδουσαν ὅ τι περ ἂν ᾖ τὸ ἐπ’ αὐτὴν ἀπὸ τοῦ πρωτοπαθοῦντος μέρους ἀναφερόμενον· οὕτω δέ μοι δοκεῖ καὶ τἄλλα πάντα τὰ κλονοῦντα τὸ νευρῶδες γένος ἐπιγίνεσθαι συμπτώματα, τὰ δὲ εἰς κατάπτωσιν ἀναίσθητον ἄγοντα χωρὶς κινήσεως σπασμώδους, ἢ παλμώδους, ἐπὶ καταφύξει γίγνεσθαι σφοδρᾷ· τούτου δὲ γένους ἐστὶ καὶ ὁ λήθαργος. ἡ δὲ ἀποπληξία διὰ τὴν ἐξαίφνης γένεσιν ἐνδείκνυται ψυχρὸν χυμὸν, ἢ παχὺν, ἢ γλίσχρον ἀθρόως πληροῦντα τὰς κυριωτέρας τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν, οὐ κατὰ δυσκρασίαν ὅλης τῆς οὐσίας αὐτοῦ γίνεσθαι, καθάπερ ὅ τε λήθαργος καὶ ἡ φρενῖτις, αἵ τε μανίαι καὶ αἱ μελαγχολίαι καὶ αἱ μωρώσεις, ἀπώλειαί τε τῆς μνήμης, ἀμυδρότης τε τῶν αἰσθήσεων, καὶ τῶν κινήσεων ἐκλύσεις. ἐπὶ δ’ οὖν ἁπάντων τῶν τοιούτων παθῶν, ὁποῖόν ἐστι καὶ τὸ τῆς ἀποπληξίας, τὸ μέγεθος τοῦ κινδύνου τεκμαίρου τῷ μεγέθει τῆς κατὰ τὴν ἀναπνοὴν βλάβης. ὥσπερ γὰρ ἐπὶ τῶν κοιμωμένων ἡ ἀναπνοὴ γίνεται, καίτοι μηδεμίαν
201
ἄλλην ἐνέργειαν ἐνεργούντων τῶν προαιρετικῶν, ἀλλ’ ὑπτίων ἐπὶ τῆς κλίνης ἀκινήτων ἀνακειμένων, οὕτως κᾀν τοῖς καρώδεσι πάθεσιν ἅπασι μήτ’ αἰσθανομένου μήτε κινουμένου τοῦ σώματος, ὅμως ἡ ἀναπνοὴ μόνη διασώζεται, τῶν κινούντων τὸν θώρακα μυῶν ἔργον οὖσα· τούτου γὰρ ἐπιστήμην ἔχομεν βεβαίαν ἀποδεικτικῷ νόμῳ γεγονυῖαν, ὥσπέρ γε καὶ ὅτι τοῖς μυσὶν ἅπασιν ἡ ἀρχὴ τῆς κινήσεως ἀπὸ τῶν ἐμφυομένων αὐτοῖς γίνεται νεύρων· ἡ δὲ ἀνατομὴ σαφῶς ἡμᾶς ἐδίδαξεν, ἁπάντων τῶν νεύρων εἶναι τὴν πρώτην ἀρχὴν τὸν ἐγκέφαλον. οὐχ ἁπλῶς δ’ εἶπον ἀρχὴν, ἀλλὰ πρώτην τῷ λόγῳ προσέθηκα, διὰ τὸν νωτιαῖον· ὁρᾶται μὲν γὰρ ἐκφυόμενα τούτου νεῦρα πάμπολλα, τὴν χορηγίαν δ’ ὧν ἔχει δυνάμεων, αὐτὸς ὁ ἐγκέφαλος ἐπιπέμπει καὶ τῷ νωτιαίῳ. τὴν τοίνυν ἀναπνοὴν ὅταν ἱκανῶς ἐμποδιζομένην ἴδῃς καὶ μόγις γινομένην, οὐ μικρὰν τεκμαίρου τὴν νοσώδη διάθεσιν ἐν ἐγκεφάλῳ γεγονέναι, κατὰ πάσας τὰς καρώδεις νόσους.

Ταῦτά τε οὖν ἅπαντα σαφῶς τὰ πάθη περὶ τὴν κεφαλὴν γίνεται, καὶ προσέτι τὸ καλούμενον σκοτωματικὸν,

202
εὔδηλον ὂν κᾀξ αὐτῆς τῆς προσηγορίας, ὁποῖόν ἐστι. σκοτοῦνται γὰρ ἐπὶ σμικραῖς προφάσεσιν οἱ πάσχοντες, ὡς καὶ καταπίπτειν ἐνίοτε, μάλιστα μὲν ὅταν αὐτοί ποτε ἐν κύκλῳ περιστραφῶσιν· ὅπερ γὰρ τοῖς ἄλλοις ἐπὶ πολλαῖς περιστροφαῖς συμβαίνει, τοῦτο ἐκείνοις ἐπὶ μιᾶς. κᾂν ἕτερον δέ τινα περιστρεφόμενον ἴδωσι, σκοτοῦνται, κᾂν τροχὸν, ἤ τι τοιοῦτον περιδινούμενον, αὐτάς τε τὰς καλουμένας δίνας ἐν τοῖς ποταμοῖς. συμβαίνει δ’ αὐτοῖς ταῦτα μᾶλλον, ὅταν ἡλιωθῶσιν, ἤ πως ἄλλως θερμανθῶσι τὴν κεφαλήν. ἔοικεν οὖν ὅπερ ἐν τοῖς ἄλλοις ἐκ τοῦ περιστραφῆναι πολλάκις ἐν κύκλῳ συμβαίνει, τοῦτο ἐκείνοις ἄνευ τοῦ περιστραφῆναι γίγνεσθαι· τοῖς δὲ περιστρεφομένοις πολλάκις ἐν κύκλῳ ἀνώμαλός τε καὶ ταραχώδης καὶ ἄτακτος κίνησις τῶν τε χυμῶν καὶ τοῦ πνεύματος ὡμολόγηται γίγνεσθαι· εὔλογον οὖν τοῖς ἐν τῷ σκοτωματικῷ πάθει καθεστῶσι τοιοῦτόν τι συμβαίνειν. διὸ καί τινες αὐτῶν ἀρτηριοτμηθέντες ὤνηντο, διαιρουμένων δηλονότι τῶν ὀπίσω τῶν ὤτων ἀρτηριῶν ὅλων ἄχρι βάθους, ὡς οὐλὴν μεταξὺ γενέσθαι τῶν δύο μερῶν.
203
ὅτι δὲ οὐ πάντες ὑπὸ τοῦ βοηθήματος τοῦδε θεραπεύονται, δῆλόν ἐστιν· ἕτεραι γὰρ ἀρτηρίαι τούτων πολὺ μείζους ἐπὶ τὸν ἐγκέφαλον ἀνέρχονται κατὰ τὴν βάσιν αὐτοῦ διὰ τοῦ καλουμένου δικτυοειδοῦς πλέγματος, ὑφ’ ὧν γίνεσθαι τὸ πάθος εὔλογόν ἐστιν, ἀτμώδους καὶ θερμοῦ πνεύματος δι’ αὐτῶν ἀναφερομένου καὶ πληροῦντος τὸν ἐγκέφαλον· ἐγχωρεῖ δὲ καὶ κατ’ αὐτὸν τὸν ἐγκέφαλον ἀνώμαλόν τινα δυσκρασίαν γενέσθαι τοιούτου πνεύματος γεννητικήν. ἀλλ’ ὅτι γε καὶ τοῦτο τῆς κεφαλῆς ἐστιν τὸ πάθος, ἐξ αὐτῆς τῶν ἐσκοτωμένων τῆς αἰσθήσεώς ἐστι δῆλον· γίγνεται δὲ καὶ αὐτὸ, ποτὲ μὲν πρωτοπαθούσης τῆς κεφαλῆς, ποτὲ δὲ συμπαθούσης κατὰ τὸ στόμα τῆς κοιλίας. ὡμολόγει δὲ τοῦτο καὶ ὁ Ἀρχιγένης ἐν τῷ πρώτῳ τῶν χρονίων παθογνωμονικῶν γράψας ὡδὶ περὶ τοῦ σκοτωματικοῦ τούτου πάθους. λαμβάνει δὲ τὴν κατασκευὴν διχόθεν καὶ αὐτὸ, ἤτοι ἀπὸ κεφαλῆς ἢ καὶ τῶν κατὰ τὰ ὑποχόνδρια χωρίων. καὶ μέντοι καὶ διορίζειν αὐτὰ πειρᾶται, τοῖς μὲν ἀπὸ τῆς κεφαλῆς πρωτοπαθούσης σκοτωματικοῖς ὤτων ἤχους καὶ κεφαλῆς ὀδύνας καὶ βάρη προηγεῖσθαι λέγων, ἤ καὶ τῆς
204
ὀσφρήσεως, ἤ τινος ἄλλης βλάβην αἰσθήσεως τῶν ἐντεῦθεν· αὐτὸς γὰρ προσέθηκεν τούτῳ τῷ λόγῳ, τῶν ἐντεῦθεν, τὰς ἀπὸ τῆς κεφαλῆς ὁρμωμένας ἐμοὶ δοκεῖν ἐνδείξασθαι βουλόμενος· τοῖς δὲ ἀπὸ τοῦ στόματος τῆς κοιλίας σκοτωματικοῖς καρδιωγμοὺς καὶ ναυτίας προηγεῖσθαί φησιν. ἀλλ’ ὡς εἴρηταί μοι καὶ πρόσθεν ἤδη πολλάκις, εἰ καὶ κατὰ συμπάθειαν ἑτέρου μορίου πάσχοι ποθ’ ἡ κεφαλὴ, τὰ γινόμενα γοῦν πάθη ταύτης εἶναι νομιστέον ἐστίν.

Οὐ μὴν οὐδὲ περὶ τῆς ὀνομαζομένης ὑπὸ τῶν ἰατρῶν κεφαλαίας ἀμφισβητήσειεν ἄν τις, ὡς οὐκ ἂν εἴη τῆς κεφαλῆς τὸ νόσημα. ἔστι γὰρ, ὡς ἄν τις συλλαβὼν λόγῳ βραχεῖ εἴποι, τὸ πάθος τοῦτο κεφαλαλγία χρόνιός τε καὶ δύσλυτος, ἐπὶ μικραῖς προφάσεσιν μεγάλους ἴσχουσα παροξυσμοὺς, ὡς μήτε ψόφων ἀνέχεσθαι, μήτε φωνῆς σφοδροτέρας, μήτε λαμπροῦ φωτὸς, μήτε κινήσεως, ἀλλ’ ἐν ἡσυχίᾳ καὶ σκότῳ κατακεῖσθαι βούλεσθαι διὰ τὸ μέγεθος τῶν ἀλγημάτων. ἔνιοι μὲν γὰρ αὐτῶν ὡς ὑπὸ σφυρᾶς πλήττεσθαι δοκοῦσιν, ἔνιοι δὲ ὡς θλωμένων ἢ διατεινομένων αἰσθάνονται

205
τῶν κατὰ τὴν κεφαλὴν, οὐκ ὀλίγοις δ’ εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν διήκει τὸ ἄλγημα. καὶ μέντοι καὶ διαλείπουσιν οἱ τοιοῦτοι παροξυσμοὶ, καθάπερ καὶ τοῖς ἐπιλήπτοις, καί τις χρόνος γίνεται μεταξὺ τελέως ἄμεμπτος. εὔδηλον οὖν ὅτι τὸ νόσημα τοῦτο τὴν μὲν εὐπάθειαν ἔχει τῆς κεφαλῆς ὁμογενῆ τοῖς κεφαλαλγικοῖς, ἐπὶ μᾶλλον δ’ ἐκείνων ἀσθενείας ἥκει τὰ κατὰ τὴν κεφαλαίαν πάσχοντα μόρια. διαφορὰ δέ τίς ἐστιν καὶ αὐτῶν τῶν κεφαλαλγικῶν, ἐνίων μὲν τὴν κεφαλὴν εὐπλήρωτον ἐχόντων, ἐπιτήδειον δὲ τὴν ὅλην τοῦ σώματος ἕξιν εἰς τὸ πληροῦν αὐτὴν, ἐνίων δὲ καὶ αὐτὰ τὰ πεφυκότα πάσχειν ἐπιτήδεια· καὶ συμβαίνει γε ταῖς τοιαύταις φύσεσιν κακῶς διαιτωμέναις εἰς τὸ τῆς κεφαλαίας ἐμπίπτειν πάθος. οὐκ ἀπεικὸς δὲ, τοῖς μέν τισιν αὐτῶν τὰς περὶ τὸν ἐγκέφαλον ὀδυνᾶσθαι μήνιγγας, ἐνίοις δὲ τὸ περικράνιον· ἡ διάκρισις δὲ αὐτῶν ἐν τῷ διήκειν, ἢ μὴ διήκειν τὰς ὀδύνας εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν. εὔλογον γὰρ οἷς ἡ διάθεσίς ἐστιν ἔνδον τοῦ κρανίου, τούτοις εἰς τὰς τῶν ὀφθαλμῶν βάσεις ἀφικνεῖσθαι τὸν πόνον, ἐπειδὴ καθήκουσιν εἰς αὐτὰς ἀποφύσεις 
206
ἐξ ἐγκεφάλου τε καὶ ἀμφοτέρων τῶν μηνίγγων, ἔτι τε καὶ τῶν ἐν αὐταῖς ἀγγείων. ἀλλὰ καὶ τῶν ὀδυνωμένων τὸ τῆς κεφαλῆς ἥμισυ μέρος, καλουμένων δὲ συνήθως ἡμικρανικῶν, ἐνίοις μὲν ἔξωθεν τοῦ κρανίου τὴν αἴσθησιν τῆς ὀδύνης γίνεσθαι συμβαίνει, τισὶ δὲ εἰς τὸ βάθος τῆς κεφαλῆς διήκουσαν· διορίζει δ’ ἑκάτερον μέρος τῆς κεφαλῆς, ἀριστερόν τε καὶ δεξιὸν, ἡ κατὰ τὸ μῆκος ἐκτεταμένη ῥαφὴ, καθ’ ἣν ἔνδον τῶν ὀστῶν τῆς κεφαλῆς ἡ μέσον τὸν ἐγκέφαλον διαιροῦσα γραμμὴ τέτακται, πρὸς ἣν ἀνήκει τὸ διάφραγμα τῶν ἐμπροσθίων δυοῖν κοιλιῶν. ἐπιτήδειοι δὲ φύσεις σωμάτων εἰσὶν πληροῦν τὴν κεφαλὴν, ἐν αἷς ἀτμῶδες πνεῦμα γεννᾶται θερμὸν, ἢ χολώδη περιττώματα κατὰ τὸ στόμα τῆς κοιλίας ἀθροίζεται· γίγνεται δὲ τὰ μὲν ἀπὸ τῶν πνευμάτων ἀλγήματα τονώδη, καλεῖται δὲ οὕτως οἷς αἴσθησις συνέζευκται τάσεως· τὰ δ’ ἀπὸ τῶν χολωδῶν περιττωμάτων δακνώδη· τὰ δ’ ὑπὸ πλήθους γινόμενα βάρους αἴσθησιν ἔχει, μετὰ μὲν ἐρεύθους καὶ θερμασίας συμβάντα θερμῶν χυμῶν, ἄνευ δὲ τούτων οὐ θερμῶν. ἐνίοις δὲ συμβαίνει συνεχῶς ἀλγεῖν τὴν κεφαλὴν ἔκ
207
τε πόσεως οἴνου βραχεῖ πλείονος, ἢ ἀκρατεστέρου ποθέντος, ἔτι τε μᾶλλον, εἰ θερμὸς εἴη φύσει· πασῶν τε τῶν θερμῶν ὀσμῶν, ὅσοι στύρακος, ἢ κύφεως, ἢ ὅλως ἀρωμάτων θερμῶν θυμιωμένων γίγνονται· τινὲς δὲ οὐδὲ τὴν ἀπὸ τοῦ λιβανωτοῦ φέρουσιν ὀσμήν. εὔλογον δὲ καὶ διὰ περιττὴν αἴσθησιν ἐνίοις γίγνεσθαι τὰς ὀδύνας, ὥσπερ ἐπὶ τοῦ στόματος τῆς κοιλίας οὐκ ὀλίγοις· τισὶ μὲν γὰρ οὕτως ἐστὶν αἰσθητικὸν, ὡς μήτ’ ὄξος φέρειν δριμὺ, μήτε νᾶπυ, μήτ’ ἄλλο τι τοιοῦτον· ἐνίοις δ’ ἐγγὺς ἀναισθησίας ἥκει, φαίνονται γοῦν ἐρυγγάνοντες, ἐμοῦντες, ἔνιοι μὲν δεινῶς ἄτοπα ταῖς ποιότησιν, ὡς ἡμῶν τῶν ὀσμωμένων αὐτὰ μηδένα δύνασθαι φέρειν, αὐτοὶ δὲ μηδεμίας ἀξιολόγου δήξεως αἰσθανόμενοι. δυνατὸν οὖν ἐστι καὶ κατὰ τὸν ἐγκέφαλον εἶναι τοιαύτας διαφορὰς τοῖς ἀνθρώποις, ὡς τῶν αὐτῶν ὀσμῶν ἐνίους μὲν ἀλύπως ἀνέχεσθαι, καθάπερ εἰ καὶ μηδ’ ὅλως αὐτοῖς ἐπλησίασαν, ἐνίους δὲ ἀνιαρῶς. ἀλλ’ ὅτι γε τὰ τοιαῦτα πάθη πάντα τῆς κεφαλῆς ἐστιν, ἐναργῶς φαίνεται.

208

Τό γε μὴν τῆς παραλύσεως νόσημα καὶ τὸ τῶν δι’ ὅλου τοῦ σώματος σπασμῶν, ἐξ οὗ γένους ἐστὶν καὶ ὁ τέτανος, οὐκ ἔθ’ ὁμοίως τοῖσδε δι’ αἰσθήσεως γνωστὸν, ἀλλὰ λόγου δεῖται τοῦ διδάξοντος. ὅταν οὖν ὅλον τὸ σῶμα βλάπτηταί ποτ’ εἰς τὰ τῶν νεύρων ἔργα, τὴν αὐτῶν ἀρχὴν πεπονθέναι δηλοῖ· ταύτην δ’ ἐξ ἀνατομῆς μόνης ἔνεστι γνῶναι. πάντων μὲν οὖν ἅμα τῶν νεύρων ἀπολεσάντων αἴσθησίν τε καὶ κίνησιν, ἀποπληξία τὸ πάθος ὀνομάζεται· κατὰ θάτερον δὲ μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, εἰ συμβαίνει τοῦτο, παράλυσις καλεῖται, τοῦ μέρους ἐκείνου δηλονότι καθ’ ὃ συνέστη, ποτὲ μὲν τοῦ δεξιοῦ, ποτὲ δὲ θατέρου· καθάπερ εἰ καὶ κατά τι τῶν κώλων γένοιτο, τοῦ μέρους ἐκείνου παράλυσίς ἐστι· καὶ γὰρ καὶ χεὶρ ὅλη, καὶ σκέλος ὅλον παραλύεταί ποτε, καὶ ποὺς μόνος ἐν σκέλει, καὶ τὰ μετὰ τὸ γόνυ, καὶ κατὰ τὸ τῆς ὅλης χειρὸς κῶλον, ἀνάλογον. ἐμάθομεν δὲ ἐν ταῖς ἀνατομαῖς, ἁπάντων τῶν καθ’ ὁρμὴν τοῦ ζώου κινουμένων μορίων ὅσα κάτω τοῦ τραχήλου, τούτων τὰ κινητικὰ νεῦρα τὴν ἔκφυσιν ἔχειν ἐκ τοῦ καλουμένου

209
νωτιαίου μυελοῦ· καὶ μέντοι καὶ ὅτι ποτὲ μὲν ἅμα τῇ τοῦ μυελοῦ προσηγορίᾳ καλοῦσι τὸ μόριον ἐκεῖνο, νωτιαῖον μυελὸν ὀνομάζοντες, ἔστι δ’ ὅτε χωρὶς προσθήκης ἁπλῶς νωτιαῖον, ἀκηκόατε πολλάκις. ἐθεάσασθε δὲ κᾀν ταῖς ἀνατομαῖς τὰ τὸν θώρακα κινοῦντα νεῦρα ἐκ τοῦ κατὰ τὸν τράχηλον ἐκφυόμενα νωτιαίου, καὶ πρὸς τοῦτο τὰς ἐγκαρσίας τομὰς αὐτοῦ, καθ’ ἃς ὅλως διακόπτεται, τὰ κατωτέρω μέρη πάντα τοῦ σώματος ἀναίσθητά τε καὶ ἀκίνητα ποιούσας, ὡς ἂν καὶ αὐτοῦ τοῦ νωτιαίου τήν τε τῆς αἰσθήσεως καὶ τὴν τῆς καθ’ ὁρμὴν κινήσεως δύναμιν ἐξ ἐγκεφάλου λαμβάνοντος. ἀλλὰ καὶ τοῦτο ἔτι κατὰ τὰς ἀνατομὰς ἐθεάσασθε, τὰς ἐγκαρσίας τομὰς τοῦ νωτιαίου, μέχρι τῆς μέσης ἐν αὐτῷ κατὰ τὸ μῆκος χώρας, οὐ πάντα τὰ κάτω παραλυούσας, ἀλλὰ μόνα τὰ κατ’ εὐθὺ τῆς τομῆς, δεξιὰ μὲν ἐπὶ τῷ δεξιῷ μέρει τοῦ νωτιαίου τμηθέντος, θάτερα δὲ ἐπὶ τῷ λοιπῷ. εὔδηλον οὖν ὅτι κατὰ τὴν πρώτην ἔκφυσιν τοῦ νωτιαίου γενομένης τινὸς διαθέσεως, ὑφ’ ἧς εἰς αὐτὸν αἱ παρ’ ἐγκεφάλου δυνάμεις ἀφικνεῖσθαι κωλυθήσονται, πάντα τὰ κάτω κῶλα, πλὴν
210
τῶν κατὰ τὸ πρόσωπον, ἀκίνητα ἔσται καὶ ἀναίσθητα· καθάπερ εἰ καὶ τὸ ἥμισυ μέρος πάθοι τῆς ἐκφύσεως, οὐ πάντων ἔσται τῶν κάτω παράλυσις, ἀλλ’ ἤτοι τῶν ἀριστερῶν μόνων, ἢ τῶν δεξιῶν. ὁρῶνται δὲ τῶν τοιούτων παραλύσεων ἔνιαι καὶ τὰ κατὰ τὸ πρόσωπον βλάπτουσαι, καὶ παρασπᾶταί γε τὸ παραλυθὲν ἐπὶ θάτερον μέρος τοῦ προσώπου. μεμαθηκότες οὖν ἐν ταῖς ἀνατομαῖς, ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ νεῦρα τοῖς κατὰ τὸ πρόσωπον ἐπιπέμπεσθαι μορίοις, ἔνθα μὲν καὶ τούτων τι συμπαρελύθη τῷ παντὶ σώματι, κατὰ τὸν ἐγκέφαλον αὐτὸν εἴσεσθε τὴν διάθεσιν εἶναι τῆς παραλύσεως· ἡνίκα δ’ ἀπαθῆ διαφυλάττεται ταῦτα, κατὰ τὴν ἀρχὴν τοῦ νωτιαίου. συμβαίνει δ’ ἐνίοις μόνα τὰ κατὰ τὸ πρόσωπον πάσχειν, ὥσπέρ γε καὶ μόριον ἕν τι, γλῶτταν, ἢ ὀφθαλμὸν, ἢ γένυν, ἢ χεῖλος, ὡς ἂν οὐκ ἐχόντων αὐτῶν ἁπάντων ἕνα τόπον ἀρχὴν, ἀλλ’ ἐκ διαφερόντων μορίων ἐγκεφάλου λαμβανόντων τὰ νεῦρα, φαίνεται γὰρ τοῦτο σαφῶς ἐν ταῖς ἀνατομαῖς. ἡ τοίνυν ἀποπληξία πάσας ὁμοῦ τὰς ψυχικὰς ἐνεργείας βλάπτουσα, σαφῶς ἡμῖν ἐνδείκνυται τὸν ἐγκέφαλον αὐτὸν πάσχειν· ἡ διάγνωσις 
211
δὲ τοῦ κατὰ τὸ μέγεθος πάθους ἐκ τοῦ ποσοῦ τῆς κατὰ τὴν ἀναπνοὴν γίγνεται βλάβης· ἐφ’ ὧν μὲν γὰρ ἐπὶ πλεῖστον ἐκβέβηκε τοῦ κατὰ φύσιν ῥυθμοῦ, μεγάλην ἡγητέον εἶναι τὴν κατὰ τὸν ἐγκέφαλον βλάβην· ἐφ’ ὧν δὲ ὀλίγον ἐμποδίζεται, βραχεῖαν. ἁπασῶν δὲ χειρίστην ἀναπνοὴν ἡγητέον εἶναι τὴν διαλείπουσάν τε καὶ μετὰ βίας μεγάλης γινομένην. καὶ τό γ’ ἀποθνήσκειν τοὺς ἀποπλήκτους συμβαίνει διὰ τὴν ἀπώλειαν τῆς ἀναπνοῆς, ὡς τό γε μὴ κινεῖν τὰ μόρια τοῦ σώματος εἰς μὲν τὰς κατὰ τὸν βίον πράξεις ἄχρηστον ἀποδείκνυσιν τὸν ἄνθρωπον, οὐ μὴν ὀξὺν ἐπιφέρει τὸν θάνατον. ἴδομεν γοῦν ἤδη τινὰ τὰ μὲν ἄλλα πάντα παραλελυμένον, ἐνεργοῦντα δὲ κατὰ φύσιν ἅπασιν τοῖς κατὰ τὸ πρόσωπον μέρεσιν· ἐσώζετο δὲ αὐτῷ δηλονότι καὶ ἡ ἀναπνοή· πῶς γὰρ ἂν ἠδύνατο ζῇν ἐπὶ πλεῖστον, ἀπολωλυίας αὐτῆς; τούτῳ πρωτοπαθεῖν ἐλογιζόμεθα τοῦ νωτιαίου τὸ κατωτέρω βραχεῖ τῆς ἐπὶ τὸ διάφραγμα τῶν νεύρων ἐκφύσεως· εὔδηλον δὲ ὅτι καὶ οὖρα καὶ διαχωρήματα χωρὶς προαιρέσεως ἀπεκρίνετο. καὶ μέντοι
212
καὶ ἄλλον ἐκ καταπτώσεως ἐθεασάμεθα, πλὴν τῶν χειρῶν, τὰ κάτω πάντα παραλυθέντα. καθάπερ δὲ παράλυσις ὅταν ἐν ὅλῳ γένηται τῷ σώματι, τῶν κατὰ τὸ πρόσωπον ἀβλαβῶν διαμενόντων, ἐν ἀρχῇ τοῦ νωτιαίου τὸ πάθος εἶναι δηλοῖ, κατὰ τὸν αὐτὸν λόγον, εἰ καὶ σπασμὸς ἐν ὅλῳ τῷ σώματι γένοιτο, τὸν αὐτὸν τόπον τοῦ νωτιαίου πεπονθέναι δηλώσει, τῶν γε κατὰ τὸ πρόσωπον ἀπαθῶν διαμενόντων· εἰ δὲ καὶ ταῦτα πάσχει, κατὰ τὸν ἐγκέφαλον εἶναι τὸ πάθας ἐνδείξεται· μορίου δέ τινος σπωμένου, τὸ κινητικὸν ἐκείνου νεῦρον, ἢ τοὺς μῦς, ἀναγκαῖόν ἐστι πάσχειν. ἐπιστάμενος οὖν τις ἐξ ἀνατομῆς ἀρχὰς τῶν εἰς ἕκαστον μόριον ἀφικνουμένων νεύρων, ἄμεινον ἰάσεται τὰς ἀναισθησίας καὶ ἀκινησίας ἑκάστου μέρους. ἀδιόριστον δὲ τοῦτο καταλειφθὲν ὑφ’ Ἡροφίλου τε καὶ Εὐδήμου, τῶν πρώτων μεθ’ Ἱπποκράτην νεύρων ἀνατομὴν ἐπιμελῶς γραψάντων, οὐ σμικρὰν ζήτησιν παρέσχε τοῖς ἰατροῖς, ὅπως ἔνιαι μὲν τῶν παραλύσεων αἴσθησιν μόνην, ἔνιαι δὲ τὴν προαιρετικὴν κίνησιν, ἔνιαι δὲ ἀμφοτέρας διαφθείρουσι. μάλιστα μὲν οὖν ἡ παράλυσις ἐπὶ
213
ἐπὶ τῇ τῆς κινήσεως ἀπωλείᾳ λέγεται, τῶν τὴν αἴσθησιν ἀπολωλεκότων μορίων ἀναισθήτων μὲν εἶναι, παραλελύσθαι δ’ οὐ πάνυ τι συνήθως λεγομένων· ἤδη μέντοι τινες καὶ τοῦτο τὸ πάθημα παράλυσιν αἰσθήσεως ὀνομάζουσιν· ὑμεῖς δὲ, ὡς ἀεὶ παρακελευόμεθα, συγχωρεῖτε μὲν ὀνομάζειν ἑκάστοις ὡς ἂν ἐθέλωσιν, σκοπὸς δ’ ὑμῖν ἔστω, τὸν πεπονθότα τόπον εὑρεῖν, ἅμα δηλονότι τῇ κατ’ αὐτὸν διαθέσει· χωρὶς γὰρ τοῦ ταῦτα γνῶναι βεβαίως ἀδύνατον ἔσται θεραπεύειν ὀρθῶς τὰ βεβλαμμένα κίνησιν ἢ αἴσθησιν μόρια. Παυσανίας οὖν ἀπὸ τῆς Συρίας σοφιστὴς εἰς Ῥώμην ἀφικόμενός ποτε, τοὺς μικροὺς δύο δακτύλους τῆς ἀριστερᾶς χειρὸς καὶ τοῦ μέσου τὸ ἥμισυ δυσαισθήτους μὲν ἔσχεν τὸ πρότερον, ὕστερον δὲ καὶ ἀναισθήτους, κακῶς θεραπευσάμενος ὑπὸ τῶν ἰατρῶν. ἐπεὶ δὲ ἐγὼ θεασάμενος αὐτὸν ἠρώτων τε τὰ προγεγονότα πάντα, σὺν αὐτοῖς τε ἤκουσα κατὰ τὴν ὁδὸν τοῦ ὀχήματος ἐκπεσόντα τὸν ἄνδρα πληγῆναι τὴν ἀρχὴν τοῦ μεταφρένου, καὶ τὸ μὲν πληγὲν μέρος ἐν τάχει θεραπευθῆναι, κατὰ βραχὺ δὲ αὐξηθῆναι τὴν τῶν δακτύλων βλάβην τῆς αἰσθήσεως· ἃ τοῖς δακτύλοις ἐκεῖνοι προσέφερον
214
φάρμακα, ταῦτ’ ἐκέλευσα κατὰ τοῦ πληγέντος τίθεσθαι μορίου, καὶ οὕτως ὁ ἀνὴρ διὰ ταχέων ὑγιάσθη. τὴν ἀρχὴν δὲ οὐδ’ ὅτι τῶν μὲν εἰς τὸ δέρμα τῆς ὅλης χειρὸς διασπειρομένων νεύρων, ἐξ ὧν ἔχει τὴν αἴσθησιν, ἴδιαί τινές εἰσιν αἱ ῥῖζαι· τῶν δὲ τοὺς μῦς κινούντων ἕτεραι γιγνώσκονται τοῖς ἰατροῖς. ἴσως δ’ ἐπὶ πλέον ἢ προὔκειτο τὸν λόγον ἰόντα καταπαύειν ἤδη προσήκει. προύκειτο μὲν γὰρ ἐν τῷδε τῷ γράμματι τὰ κατὰ τὴν κεφαλὴν, καὶ μάλιστα τὸν ἐγκέφαλον, εὑρεῖν πάθη πάντα· διότι δ’ ἐστὶν οὗτος ἀρχὴ νεύρων, ἐξ ἀκολουθίας ὁ λόγος ἧκεν ἐπὶ τὰ πάθη τῶν νεύρων· ὥστε ἤδη περιγράψαντες καὶ τοῦτον τὸν λόγον ἐνταῦθα περὶ τῶν ἐν τοῖς κατὰ τὴν κεφαλὴν μορίοις γιγνομένων παθῶν ἐφεξῆς σκεψώμεθα, τοσοῦτον ἔτι προσθέντες, ὡς καὶ

τῆς ὀσφρήσεως ἡ βλάβη πάθος ἐστὶν οὐ τῶν κατὰ τὴν ρῖνα πόρων, ἀλλ’ ἤτοι τῶν ἐμπροσθίων τοῦ ἐγκεφάλου κοιλιῶν εἰς δυσκρασίαν ἀγομένων, ἢ τῶν ἐν τοῖς ἠθμοειδέσιν ὀστοῖς πόρων ἐμφραττομένων· εἶπέρ γε καὶ ἡ

215
τῶν ὀσφρητῶν αἴσθησις ἐν ταῖς ἐμπροσθίαις τοῦ ἐγκεφάλου κοιλίαις γίγνεται, τῶν ἀτμῶν εἰς αὐτὰς ἀναφερομένων διὰ τῶν ἐν τοῖς ἠθμοειδέσιν τρημάτων, ὡς ἐν τῷ περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου δέδεικται γράμματι.

216

Ἐν μὲν τοῖς πρώτοις ὑπομνήμασι δύο τὴν καθόλου μέθοδον, ᾗ χρώμεθα πρὸς τὰς τῶν πεπονθότων τόπων διαγνώσεις, αὐτάρκως ἐπεσκεψάμεθα σὺν πολλοῖς παραδείγμασιν ὡρισμένων μορίων. ἐπεὶ δὲ, ὡς εἴρηταί μοι καὶ δέδεικται πολλάκις ἤδη δι’ ἄλλων ὑπομνημάτων, ἀσκεῖσθαι χρὴ γυμναζόμενον ἐν τοῖς κατὰ μέρος, εἰ μέλλοι τις ἀσφαλῶς τε ἅμα καὶ ταχέως ἐπὶ τῶν ἔργων τῆς τέχνης ἕκαστα πράττειν, ἃ διὰ τῶν καθόλου μεθόδων ἐμάθετο, διὰ τοῦτο καὶ νῦν ἔδοξεν ἄμεινον εἶναι πάντων τῶν ἐν τῷ σώματι

217
μορίων, ὅσα μὴ φαίνεται ταῖς αἰσθήσεσιν, λογικὰς διαγνώσεις εἰπεῖν, ὅτ’ ἂν ὁπωσοῦν πάσχωσιν, τὴν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς ποιησαμένους. περὶ μὲν οὖν τῆς γενομένης βλάβης τῇ τε μνήμῃ καὶ τῇ νοήσει καὶ ταῖς ἄλλαις ἐνεργείαις, ἃς ἡγεμονικὰς εἰώθαμεν ὀνομάζειν, ἐν τῷ τρίτῳ τῶνδε τῶν ὑπομνημάτων διῆλθον, ἅμα τῷ γεγυμνάσθαι κατὰ τὴν μέθοδον ἐν εἴδεσι παθῶν οὐκ ὀλίγοις. εἴρηται γὰρ ἐν αὐτῷ καὶ περὶ παραφροσύνης, τῆς τε ἐν τοῖς φρενιτικοῖς πάθεσιν καὶ τῆς ἄνευ πυρετῶν, ἣν μανίαν ὀνομάζουσιν· ὡσαύτως δὲ καὶ περὶ ληθάργου καὶ κάρου καὶ τῶν ἐπιληπτικῶν καὶ μελαγχολικῶν καὶ σκοτωματικῶν παθῶν, ὥσπέρ γε. καὶ περὶ κεφαλαίας καὶ ἡμικρανίας, ἀποπληξίας τε καὶ τῶν ὁμοίων αὐτοῖς.

Ἐν δὲ τῷ νῦν ἐνεστῶτι τετάρτῳ τῆς ὅλης ὄντι πραγματείας ὁ λόγος ἔστω μοι περὶ τῶν κατὰ τὸ πρόσωπον μορίων τῶν ἐν βάθει πεπονθότων, τὴν ἀρχὴν ἀπὸ τῶν ὀφθαλμῶν ποιησαμένῳ. τούτων γὰρ ἐνίοτε μὲν ὁ ἕτερος, ἐνίοτε δὲ ἀμφότεροι παραλύονται τῆς κινήσεως, ἢ αἰσθήσεως, ἢ ἀμφοτέρων· ἐνίοτε δὲ καὶ κατ’ αὐτὸν τὸν ἕνα

218
ποτὲ μὲν τὸ βλέφαρον ἔπαθε μόνον, ἔστι δ’ ὅτε καὶ κατ’ αὐτὸν τὸν κυρίως ὀνομαζόμενον ὀφθαλμὸν γέγονεν ἢ εἰς αἴσθησιν, ἢ εἰς κίνησιν ἡ βλάβη. ὅτ’ ἂν μὲν οὖν μηδενὸς φαινομένου κακοῦ περὶ τὸν ὀφθαλμὸν ἀπολέσθαι τὴν ὀπτικὴν αἴσθησιν συμβῇ, τὸ καθῆκον ἐξ ἐγκεφάλου νεῦρον εἰς αὐτὸν ἔχει τὴν αἰτίαν, ἤτοι φλεγμαῖνον, ἢ σκιῤῥούμενον, ἢ ὁπωσοῦν ἄλλως ἐξ ἐπιῤῥοῆς ὑγρῶν βλαπτόμενον, ἢ ὁπωσοῦν ἄλλως ἐμφραττομένου πόρου τοῦ κατ’ αὐτόν. καὶ ταῦτα μὲν ὡς ὀργανικῷ μορίῳ συμβαίνειν ἀναγκαῖον αὐτῷ, τὰ δ’ ὡς ὁμοιομερεῖ κατὰ τὰς ὀκτὼ δυσκρασίας· ἔξωθεν δὲ τούτων, ὅταν ἤτοι μηδ’ ὅλως ἢ παντάπασιν ὀλίγον ἐπιπέμπηται τὸ αὐγοειδὲς πνεῦμα παρὰ τῆς κατὰ τὸν ἐγκέφαλον ἀρχῆς. τῆς κινήσεως δὲ ἀπολωλυίας μόνης ὁποτέρου τῶν ὀφθαλμῶν, τὸ κατὰ τὴν δευτέραν συζυγίαν νεῦρον ἀποφυόμενον τοῦ ἐγκεφάλου πεπονθέναι τι πάθος ἀναγκαῖόν ἐστιν ὧν διῆλθον ἀρτίως ἐπὶ θατέρου νεύρου τοῦ κατὰ τὴν πρώτην συζυγίαν ἐκφυομένου. ἐπεὶ δὲ, ὡς ἐμάθομεν ἐν ταῖς ἀνατομαῖς, ἓξ μέν εἰσιν οἱ τὸν ὀφθαλμὸν αὐτὸν κινοῦντες μύες, ἄλλοι δὲ περιλαμβάνουσι
219
τὴν ῥῖζαν τοῦ καθήκοντος εἰς αὐτὸν πόρου, καλοῦσι γὰρ οὕτως οἱ ἀνατομικοὶ τὸ κατὰ τὴν πρώτην συζυγίαν νεῦρον, ὅτι μόνῳ σαφές ἐστιν ἐν αὐτῷ τὸ τρῆμα, συμβαίνει δὲ πολλάκις αὐτὸ μὲν τοῦτο μηδὲν πεπονθέναι, τῶν δὲ μυῶν τινα πάσχειν ἤτοι κατὰ τὴν οἰκείαν οὐσίαν ὁτιοῦν πάθος ὧν ἀρτίως εἶπον, ἢ τοῦ νεύρου τοῦ καθήκοντος εἰς αὐτὸν βλαβέντος. εἰς ἕκαστον γάρτοι τῶν μυῶν τούτων ἀφικνεῖταί τις μοῖρα τοῦ κατὰ τὴν δευτέραν συζυγίαν ἀποφυομένου νεύρου, καθάπερ γε καὶ εἰς τοὺς περιλαμβάνοντας τὸν πόρον μύας, εἴτε δύο χρὴ τούτους, εἴτε τρεῖς, εἴθ’ ἕνα λέγειν, οὐδὲν γὰρ διαφέρει πρός γε τὰ παρόντα, γιγνωσκόντων ἡμῶν ὅτι τοῖς μυσὶ τούτοις ἔργον ἐστὶν ἀνασπᾷν τε ἅμα καὶ στηρίζειν τὸν ὀφθαλμὸν, ὡς ἂν μὴ περιτρέποιτο κατὰ μηδένα τρόπον τῆς ὁδοιπορίας τὸ μαλακὸν νεῦρον, ὃ δὴ καὶ ὀπτικὸν ὀνομάζεται καὶ πόρος. ἓξ οὖν ὄντων τῶν κινούντων τὸν ὀφθαλμὸν μυῶν, εἰ μὲν ὁ ἀνασπῶν αὐτὸν πάθοι, κατεσπασμένος φαίνεται τηνικαῦτα σύμπας ὁ ὀφθαλμός· εἰ δὲ ὁ κατασπῶν, ἀνεσπασμένος· εἰ δὲ ὁ πρὸς τὸν μικρὸν κανθὸν ἀπάγων, ὡς πρὸς τὸν
220
μείζονα παρεσπασμένος· εἰ δ’ ὁ πρὸς τοῦτον, ὡς τὸν ἕτερον· εἰ δὲ τῶν περιστρεφόντων μυῶν ὁποτεροσοῦν παραλυθείη, λοξὴν ἕξει τὴν διαστροφὴν ὁ σύμπας ὀφθαλμός. ὄντων δὲ, ὡς ἔφην, καὶ ἄλλων μυῶν, τῶν περιεχόντων τὸ μαλακὸν νεῦρον, εἰδέναι χρὴ τὴν παράλυσιν αὐτῶν, ὅλον τὸν ὀφθαλμὸν ἐργαζομένην προπετῆ· καὶ βλέπουσί γε τούτων οἱ πλείους ἀβλαβῶς, ἐπεκτεινομένου μὲν ἠρέμα τοῦ νεύρου τοῦ μαλακοῦ, πάσχοντος δὲ οὐδὲν, ὡς ἄν γε πάθῃ τι, χεῖρον ὁρῶσιν οἱ οὕτως παθόντες· εἰ δὲ καὶ μεῖζον αὐτῷ συμβαίη τὸ πάθημα, πρόδηλον ὡς οὐδ’ ὅλως ὄψονται. καὶ κατὰ διαστροφὰς δὲ τῶν ὀφθαλμῶν ἡ μὲν ἐφ’ ὁποτερονοῦν κανθὸν ἐκτροπὴ φυλάττει τὴν κατὰ φύσιν ἐνέργειαν τὴν ὀπτικήν· ἡ δ’ ἄνω καὶ κάτω, καθάπερ γε καὶ αἱ λοξαὶ, διπλᾶ φαίνεσθαι ποιοῦσιν πάντα τὰ ὁρώμενα. τῶν δὲ τὸ ἄνω βλέφαρον κινούντων μυῶν, ἀκίνητον γάρ ἐστιν τὸ κάτω, σμικροτάτων ὄντων, ὡς μόγις ἐπὶ μεγάλων ζώων φαίνεσθαι σαφῶς, εἰκότως ἡ τῶν νεύρων ἔμφυσις εἰς αὐτούς ἐστι δυσθεώρητος· 
221
ἀλλὰ κᾀνταῦθα καθάπερ ἐπὶ τῶν προειρημένων μυῶν, οὕτως κᾀπὶ τούτων ἀναγκαῖόν ἐστι, πολλάκις μὲν αὐτοὺς τοὺς μῦς ἴδιόν τι πάθημα πάσχειν, ὁπόσα τὰ τῶν μυῶν ἴσμεν, ἐνίοτε δὲ τῶν ἐμφυομένων εἰς αὐτοὺς νεύρων τι πεπονθέναι. ὁ μὲν οὖν ἀνατείνων αὐτὸν παραλυθεὶς χαλαρὸν ἀποδείξει τὸ βλέφαρον, ὡς μὴ δύνασθαι διανοίγειν τὸν ὀφθαλμόν· οἱ κατασπῶντες δὲ, δύο γάρ εἰσιν αὐτοὶ, κλείειν ἀδυνατήσουσιν· εἰ δ’ ὁ ἕτερος αὐτῶν πάθοι μόνος, ἐπὶ τὸν ἀντικείμενον αὐτῶν μῦν παρασπασθήσεται τὸ βλέφαρον, ὡς δοκεῖν κεκλάσθαι κατὰ μέσην τὴν ἐπὶ τῷ πέρατι περιγραφὴν αὐτῶν, καὶ τὸ μὲν ἕτερον μέρος, ὃ κατὰ τὸν πεπονθότα μῦν ἐστι, ἀνεσπάσθαι, τὸ δ’ ἕτερον, ὃ κατὰ τὸν ἀπαθῆ, κατεσπάσθαι. ταῦτα μὲν οὖν ἴδια πάθη τῶν κατὰ τὸν ὀφθαλμόν ἐστι μορίων, ἀφανεῖς ἔχοντα τοὺς πάσχοντας τόπους, ἕτερα δ’ ἐξ ἄλλων ἐπ’ αὐτὸν ὁρμᾶται κατὰ συμπάθειαν. τοῖς γοῦν τῶν ὑποχεομένων φαντάσμασιν ὅμοια φαίνεται, μηδεμιᾶς οὔσης ἰδιοπαθείας κατὰ τὸν ὀφθαλμὸν, ἀλλ’ ἐπὶ συμπαθείᾳ τῇ κατὰ τὸ στόμα τῆς κοιλίας, ἢ κατὰ τὸν ἐγκέφαλον. ἀλλὰ καὶ ταῦτα διορίζεσθαι χρὴ τῶν ἀπὸ τῆς γαστρὸς ἀρχομένων, πρῶτον
222
μὲν τῷ τὸν ἕτερον ὀφθαλμὸν μόνον ἢ ἀμφοτέρους ὁμοίως φαντάζεσθαι· τοὐπίπαν γὰρ αἱ μὲν ἐπὶ τῇ κατὰ τὴν γαστέρα κακοχυμίᾳ γινόμεναι φαντασίαι τοῖς ὀφθαλμοῖς ἀμφοτέροις ὡσαύτως συμβαίνουσιν, αἱ δ’ ἐπὶ ταῖς ὑποχύσεσιν οὔτ’ ἄρχονται κατ’ ἀμφοτέρους, οὔθ’ ὁμοίως φαίνονται· δευτέρῳ δ’ ἐφεξῆς τῷ κατὰ τὸν χρόνον· εἰ γὰρ ἤτοι τριῶν ἢ τεττάρων μηνῶν ἢ καὶ πλειόνων ἤδη φαίνοιτο τὰ τῶν ὑποχεομένων συμπτώματα, σοὶ δὲ κατασκεψαμένῳ τὰς κόρας μηδὲν ἀχλυῶδες ἐμφαινόμενον εὑρίσκοιτο, διὰ τὸ στόμα τῆς κοιλίας αὐτοὺς πάσχοντας εὑρήσεις· οὔπω δ’ ὄντος ἀξιολόγου τοῦ χρόνου, πρῶτον μὲν ἐρωτήσεις εἰ διηνεκῶς ἐν ἁπάσαις ταῖς ἡμέραις ἀφ’ ἧς ἤρξατο πάσχειν οὕτω διατελεῖ φαινόμενα, μηδεμιᾶς ἡμέρας ἐν τῷ μεταξὺ γενομένης ἀμέμπτου τελέως, ἢ παρενέπεσόν τινες ἀμέμπτως ὑγιεῖς, ὡς δοκεῖν ἀκριβῶς ὑγιεῖς εἶναι· τὸ μὲν γὰρ διηνεκὲς ὡς ἔνδειξιν ὑποχύσεως ἔχει, τὸ δὲ διαλεῖπον ὑποψίαν τῶν κατὰ τὴν γαστέρα, καὶ μᾶλλον ὅτ’ ἃν ἐπὶ ταῖς ἀκριβέσιν εὐπεψίαις μηδὲν ἑαυτῷ λέγῃ φαίνεσθαι φάντασμα, πολὺ δὲ μᾶλλον ὅταν ἅμα τῇ γενέσει τῶν φαντασμάτων αἰσθάνηταί
223
τινος ἐν τῷ στόματι τῆς κοιλίας δήξεως, ἔτι δὲ μᾶλλον ὅταν ἐπὶ τοῖσδε, τῶν δακνόντων ἐμεθέντων, παύηται τὰ συμπτώματα. ταῦτα μὲν οὖν εὐθέως κατὰ τὴν πρώτην ἡμέραν, ἐν ᾗπερ ἂν ἴδῃς τὸν ἄνθρωπον, ἐξ ἀνακρίσεως ὑπάρξει σοι μαθεῖν, ὅτ’ ἂν, ὡς ἔφην, ἀκριβῶς κατὰ φύσιν ἔχωσιν οἱ ὀφθαλμοί· τῆς δὲ θατέρου κόρης ἀχλυωδεστέρας, ἢ θολωδεστέρας, ἢ συνελόντι φάναι, μὴ καθαρᾶς ἀκριβῶς φαινομένης, ὑποχύσεώς ἐστιν ἀρχή· ἐὰν δ’ ἔνιοι φύσει τὰς κόρας μὴ πάνυ τι καθαρὰς ἔχωσιν, ἐπισκεπτέον ἐστὶν, εἰ ἀμφότεραι παραπλησίως φαίνονται διακείμεναι, καὶ εἰ πρὸς τούτῳ μηδέπω χρόνος ἱκανὸς ἐπὶ τοῖς τῆς ὑποχύσεως συμπτώμασιν προγεγονὼς ὑπάρχει· κᾂν ταῦθ’ οὕτως ἔχῃ, κέλευσον ἀρκεσθῆναι τροφῇ τῆς συνήθους ἐλάττονι, μηδὲν ἐχούσῃ κακόχυμον. εἶτα κατὰ τὴν ὑστεραίαν εὐπεπτηκότος ἀκριβῶς αὐτοῦ, πυθοῦ περὶ τῶν κατὰ τὴν ὄψιν φαντασμάτων· εἰ μὲν γὰρ ἤτοι μηδ’ ὅλως ἢ ἀμυδρῶς φαίνοιτο, στομαχικὸν ἦν τὸ σύμπτωμα· μενόντων δ’ ὁμοίων αὐτῶν, οὐ κατὰ συμπάθειαν, ἀλλὰ κατὰ διάθεσιν οἰκείαν εἰδέναι χρὴ ταῦτα συμπίπτοντα τοῖς ὀφθαλμοῖς, ἔτι δὲ μᾶλλον, ἐὰν τοῦ
224
δι’ ἀλόης φαρμάκου λαβὼν, ὁμοίως ἔχῃ· λέγω δὲ διὰ τῆς ἀλόης, ὃ προσαγορεύουσιν ἔνιοι μὲν ἱερὰν πικρὰν, ἔνιοι δὲ ἁπλῶς πικράν. εἰ γὰρ στομαχικὸν εἴη τὸ σύμπτωμα, θεραπευθήσεται ῥᾷστα διὰ τῆς τοῦ φαρμάκου τούτου πόσεως, ἅμα ταῖς εὐπεψίαις, ὡς συνελθεῖν εἰς ταὐτὸν ἀμφότερα, τήν τε διάγνωσιν τοῦ πεπονθότος τόπου καὶ τὴν θεραπείαν αὐτοῦ. ἐγὼ δὲ, ὡς ἴστε, καὶ χωρὶς τοῦ θεάσασθαι τοὺς οὕτω πάσχοντας ἐθεράπευσα διὰ γραμμάτων ἐνίους ἐν ἄλλοις ὄντας ἔθνεσιν· καὶ γὰρ ἐκ τῆς Ἰβηρίας καὶ τῆς Κελτικῆς καὶ Ἀσίας καὶ Θρᾴκης καὶ ἄλλων χωρίων ἐπιστειλάντων μοί τινων, εἴ τι πρὸς ἀρχὰς ὑποχύσεως, μήπω μηδεμιᾶς ἐναργῶς φαινομένης βλάβης ἐν τῇ κόρῃ, φάρμακον ἔχοιμι δόκιμον, ἀποστέλλειν αὐτοῖς, ἠξίωσα δηλωθῆναί μοι πρότερον, εἰ ἐκ τοῦ πολλοῦ χρόνου πάσχουσι, καὶ τἄλλα περὶ ὧν ὀλίγον ἔμπροσθεν εἶπον· εἶτα τοῖς ἐπιστείλασιν, ἓξ μῆνας ἢ ἐνιαυτὸν ἀπὸ τῆς ἀρχῆς γεγονέναι φασκόντων, ἀμφοτέρων ὁμοίως τῶν ὀφθαλμῶν ἐπὶ μὲν ταῖς εὐπεψίαις ἄμεινον ἐχόντων, παροξυνομένων δὲ ἐπὶ ταῖς
225
ἀπεψίαις καὶ ταῖς τοῦ στομάχου δήξεσιν, ἐμεσάντων τε χολῆς καὶ καθισταμένων, οὐδὲν ἔτι περὶ τῆς κόρης ἀξιώσας πυθέσθαι, βεβαίως ἔγνων ὡς οὐκ ἰδιοπάθειαν ἀλλὰ συμπάθειαν εἶναι τῶν ὀφθαλμῶν ἐπὶ τῇ γαστρί· καὶ πέμψας αὐτοῖς τὴν πικρὰν, ἐκείνους μὲν πρῶτον καὶ μάλιστα, διὰ ἐκείνων δὲ καὶ ἄλλους πολλοὺς τῶν ὁμοεθνῶν αὐτοῖς ἰασάμην· ὄντες γὰρ αὐτοὶ πάντες οἷς ἔπεμψα πεπαιδευμένοι, μαθόντες δ’ ἐξ ὧν αὐτοῖς ἐπέστειλα τὰς διαγνώσεις τῶν πεπονθότων τόπων, αὐτοί τε τοῦ λοιποῦ ῥᾳδίως ἐγνώριζον αὐτοὺς, ἐθεράπευόν τε τῷ πικρῷ φαρμάκῳ. παραπλήσια δὲ τοῖς τῶν ὑποχεομένων συμπτώματα γίνεται πολλάκις ἐγκεφάλου πάσχοντος ἔν τισι φρενιτίδων εἴτε εἴδεσιν εἴτε διαφοραῖς ἐθέλοις ὀνομάζειν. εἰσὶν μὲν γὰρ αὐτῆς ἁπλαῖ μὲν δύο, σύνθετος δὲ ἐξ ἀμφοῖν ἡ τρίτη. τινὲς μὲν γὰρ τῶν φρενιτικῶν, οὐδὲν ὅλως σφαλλόμενοι περὶ τὰς αἰσθητικὰς διαγνώσεις τῶν ὁρατῶν, οὐ κατὰ φύσιν ἔχουσι ταῖς διανοητικαῖς κρίσεσιν· ἔνιοι δ’ ἔμπαλιν ἐν μὲν ταῖς διανοήσεσιν οὐδὲν σφάλλονται, παρατυπωτικῶς δὲ κινοῦνται κατὰ τὰς αἰσθήσεις, ἄλλοις δέ τισιν κατ’ 
226
ἄμφω βεβλάφθαι συμβέβηκεν. ὁ δὲ τρόπος ἑκατέρας τῆς βλάβης τοιόσδ’ ἐστίν. καταλειφθείς τις ἐπὶ τῆς οἰκίας ἐν Ῥώμῃ μεθ’ ἑνὸς ἐριουργοῦ παιδὸς, ἀναστὰς ἀπὸ τῆς κλίνης ἧκεν ἐπὶ τῆς θυρίδος, δι’ ἧς οἷόν τ’ ἦν ὁρᾶσθαί τε αὐτὸν καὶ ὁρᾷν τοὺς παριόντας. εἶτα τῶν ὑαλίνων σκευῶν ἕκαστον ἐπιδεικνὺς αὐτοῖς, εἰ κελεύοιεν αὐτὸ βάλλειν, ἐπυνθάνετο. τῶν δὲ μετὰ γέλωτος ἀξιούντων τε βαλεῖν καὶ κροτούντων ταῖς χερσὶν, ὁ μὲν ἔβαλεν ἐφεξῆς ἅπαντα προχειριζόμενος, οἱ δὲ γελῶντες ἐκεκράγεισαν. ὕστερον δέ ποτε πυθόμενος αὐτῶν, εἰ καὶ τὸν ἐριουργὸν κελεύοιεν βληθῆναι, κελευσάντων αὐτῶν, ὁ μὲν ἔβαλεν, οἱ δὲ ἐπεὶ καταφερόμενον ἐξ ὕψους ἐθεάσαντο, γελῶντες μὲν ἐπαύσαντο, πεσόντα δὲ προσδραμόντες ἀνείλοντο συντριβέντα. τὸ δ’ ἐναντίον οὐ μόνον ἐπ’ ἄλλων, ἀλλὰ καὶ ἐμαυτῷ συμβὰν οἶδα μειρακίῳ τὴν ἡλικίαν ὄντι. πυρέττων γὰρ ἐν θέρει πυρετῷ διακαεῖ, τῆς τε κλίνης ἐξέχειν τινα κάρφη, κατὰ τὴν χρόαν ὀρφνώδη, καὶ τῶν ἱματίων ὁμοίας κροκύδας ἐνόμιζον· εἶτ’ ἀφαιρεῖν μὲν αὐτὰς ἐπεχείρουν, οὐδενὸς δὲ ὑπὸ τῶν δακτύλων ἀναφερομένου, συνεχέστερόν τε
227
καὶ σφοδρότερον ἐπεχείρουν οὕτω πράττων. ἑταίρων δὲ δυοῖν παρόντων ἀκούσας ἀλλήλοιν λεγόντων, ὡς οὗτος ἤδη κροκυδίζει τε καὶ καρφολογεῖ, συνῆκα μὲν ὡς αὐτὸ τοῦτο πεπόνθοιμι τὸ λεγόμενον ὑπ’ αὐτῶν, ἀκριβῶς δὲ παρακολουθῶν ἐμαυτῷ μὴ παραπαίοντι κατὰ τὴν λογιστικὴν δύναμιν, ὀρθῶς, ἔφην, λέγετε, καὶ βοηθεῖτέ μοι, μὴ φρενιτίσω. τραπομένων δ’ αὐτῶν ἐπὶ τὰς προσηκούσας ἐπιβροχὰς τῆς κεφαλῆς, δι’ ὅλης τῆς ἡμέρας καὶ νυκτὸς ἐνύπνια μέν μοι ταραχώδη τινὰ συνέπεσεν ἄχρι τοῦ βοῆσαί τε καὶ ἀναπηδῆσαι πρὸς ταῦτα, κατέστη δὲ τὰ συμπτώματα πάντα κατὰ τὴν ἑξῆς ἡμέραν. εὔδηλον οὖν ὅτι τῶν συμπτωμάτων ἡ γένεσις ἐπὶ μὲν αἰτίᾳ μιᾷ καὶ τῇ αὐτῇ κατ’ εἶδος, οὐκ ἐκ τοῦ αὐτοῦ δὲ πρωτοπαθοῦντος ὁρμᾶται τόπου, τοῖς ἐπ’ ἐγκεφάλῳ τε καὶ γαστρὶ κατὰ συμπάθειαν, ὡς εἴρηται, πάσχουσιν· ὅτ’ ἂν γὰρ ἀθροισθῇ τις ἐν ἐγκεφάλῳ χολώδης χυμὸς ἅμα πυρετῷ διακαεῖ, παραπλήσιόν τι πάσχει τοῖς ὑπὸ πυρὸς ὀπτωμένοις, καὶ κατὰ τοῦτο λιγνύν τινα γεννᾷν πέφυκεν, ὥσπερ κᾀν τοῖς λύχνοις τοὔλαιον· ἥτις λιγνὺς συνδιεκπίπτουσα τοῖς ἐπὶ τὸν
228
ὀφθαλμὸν ἀφικνουμένοις ἀγγείοις, αἰτία γίνεται τῶν φαντασμάτων αὐτοῖς· ἐθεάσασθε γὰρ ἐν ταῖς ἀνατομαῖς ἅμα τοῖς νεύροις ἐπὶ τὸν ὀφθαλμὸν ἀρτηρίας τε καὶ φλέβας συνδιεκπιπτούσας ἀπὸ τῶν τὴν χοροειδῆ μήνιγγα διαπλεκουσῶν. ἀλλὰ καὶ οὗτος ὁ λόγος ἐνταυθοῖ τελευτάτω, διωρισμένος ἱκανῶς· ἐφεξῆς δὲ περὶ τῶν ἄλλων ἐν ὀφθαλμοῖς μερῶν εἴπωμεν, ἕνα μὲν κοινὸν λόγον, ὡς τὰ φαινόμενα σαφῶς ἡμῖν μόρια μὴ φυλάττοντα τὴν φυσικὴν κατάστασιν, οὐ πρόκειται νῦν διαγιγνώσκειν, ἀλλ’ ἐφ’ ὧν ἀφανὲς αἰσθήσει τὸ πεπονθός ἐστιν μόριον· ὡς ἐφ’ ὧν γε φαίνεται σαφῶς ἤτοι διεῤῥωγός τι τῆς κόρης, ἢ παρεσπασμένον, ἢ παρὰ φύσιν ηὐξημένον ἢ μεμειωμένον, αὐτὸ μὲν τὸ πεπονθὸς οὐδεμιᾶς δεῖται σοφίας εἰς διάγνωσιν, ἥτις δέ ἐστιν ἡ ποιοῦσα διάθεσις αὐτὸ, τῆς ἰατρικῆς τέχνης ἔργον ἐπίστασθαι, καὶ γέγραπται περὶ αὐτῶν ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις· ὥστ’ οὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε περὶ τῶν ἐν ὀφθαλμοῖς πεπονθότων μορίων τῶν αἰσθητῶν, ὥσπερ οὐδὲ περὶ τῶν ἐν αὐτοῖς παθῶν. τὰ μὲν γὰρ ὀνόματα τῶν παθῶν ἐν ἑνὶ μικρῷ βιβλίῳ γέγραπται, τὴν
229
ἐπιγραφὴν ἔχοντι, τῶν ἐν ὀφθαλμοῖς παθῶν διάγνωσις· αἱ δ’ αἰτίαι, καθάπερ ἔφην, ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις εἴρηνται.