De locis affectis

Galen

Galen, De locis affectis

Περὶ δὲ τῶν ἐπιληπτικῶν παθῶν, ἐπειδὴ καὶ ταῦτα γίνεται ποτὲ μὲν αὐτῆς τῆς κεφαλῆς πασχούσης, ποτὲ δὲ ἄλλοις συμπασχούσης, διοριστέον ἐπιμελῶς· ἠμέληται γὰρ ἅπασι σχεδὸν τοῖς ἰατροῖς, ὥσπερ ὁ τῶν τριῶν μελαγχολιῶν διορισμὸς, οὕτως καὶ ὁ τῶν ἐπιληψιῶν, τρεῖς ἐχουσῶν διαφοράς. ἁπασῶν μὲν οὖν αὐτῶν κοινόν ἐστι παθεῖν τὸν ἐγκέφαλον, ἤτοι ἐν αὐτῷ τοῦ πάθους συστάντος, ὡς τοῖς πλείστοις γίγνεται τῶν ἐπιλήπτων, ἢ ἀπὸ τοῦ τῆς γαστρὸς στόματος, ὃ δὴ καὶ στόμαχον εἰώθασι καλεῖν οἱ ἰατροὶ, κατὰ συμπάθειαν ἀνιόντος ἐπὶ τὸν ἐγκέφαλον, ἀνάλογον τοῖς γινομένοις συμπτώμασιν περὶ τοὺς ὀφθαλμοὺς ἀπὸ τοῦ στομάχου παραπλησίως τοῖς ὑποχεομένοις· ἐν δὲ τῷ

194
σπανίῳ γίγνεταί τι καὶ ἕτερον ἐπιληψίας εἴτε εἶδος, εἴτε γένος, εἴτε διαφορὰν ἐθέλεις ὀνομάζειν, ἀπὸ μορίου τινὸς οὗ ἔτυχεν ἀρχομένου τοῦ πάθους, εἶτ’ αἰσθητῶς αὐτῷ τῷ κάμνοντι τὴν ἄνοδον ἐπὶ τὴν κεφαλὴν ποιουμένου. καὶ τοῦτ’ ἐθεασάμην ἐπὶ πρώτου μὲν παιδὸς ὡς ἐτῶν τρισκαίδεκα, μειράκιον ὢν αὐτὸς, ἅμα τοῖς ἀρίστοις ἰατροῖς τοῖς παρ’ ἡμῖν συνελθοῦσιν ἐπὶ τὴν τῆς θεραπείας αὐτοῦ σκέψιν. ἤκουον οὖν τοῦ παιδὸς διηγουμένου τὴν ἀρχὴν τῆς διαθέσεως αὑτῷ κατὰ τὴν κνήμην γίνεσθαι, κᾄπειτ’ ἐντεῦθεν ἀνιέναι κατ’ εὐθὺ διά τε τοῦ μηροῦ καὶ τῆς ὑπερκειμένης λαγόνος τε καὶ πλευρᾶς, ἐπὶ τὸν τράχηλον ἄχρι τῆς κεφαλῆς, ἐπειδὰν δὲ πρῶτον ἐκείνης ψαύσῃ, μηκέτι παρακολουθεῖν ἑαυτῷ. τὴν μέντοι ποιότητα τοῦ φερομένου πρὸς τὴν κεφαλὴν ἐρωτώμενος ὑπὸ τῶν ἰατρῶν ὁποία τις εἴη, λέγειν οὐκ εἶχεν ὁ παῖς· ἀλλ’ ἕτερός γέ τις ἐκείνου νεανίσκος, οὐκ ἄφρων, ἀλλ’ ἱκανῶς αἰσθάνεσθαι τοῦ γιγνομένου δυνάμενος, ἑρμηνεῦσαι θ’ ἑτέρου δυνατώτερος, οἷον αὔραν τινὰ ψυχρὰν ἔφασκεν εἶναι τὴν ἀνερχομένην. ἐδόκει δὴ τῷ διδασκάλῳ Πέλοπι δυοῖν θάτερον, ἤτοι ποιότης ἀναδίδοσθαι ἀλλοιουμένων τῶν μορίων
195
κατὰ τὸ συνεχὲς, ἢ πνευματική τις οὐσία. θαυμαστὸν δὲ οὐδὲν ἔφασκεν, δύναμιν ἰσχυρὰν ἴσχειν τὸν ἐν τῷ πάσχοντι μορίῳ γεννηθέντα παρὰ φύσιν χυμὸν, ὁποῖοι τοῖς πονηροῖς θηρίοις εἰσὶν οἱ ἰοί. τίς γὰρ οὐκ ἂν ἠπίστησεν, εἰ μὴ πολλάκις ἑωρῶμεν αὐτὸ γιγνόμενον, ἐπί τε τῶν σκορπίων ἐγχριμψάντων τῷ κέντρῳ, καὶ φαλαγγίων μικροτάτων δακνόντων, μεγάλην καὶ ἐξαίσιόν τινα μεταβολὴν ἴσχειν ὅλον τὸ σῶμα, καίτοι βραχυτάτης οὐσίας εἰς αὐτὸ καταβαλλομένης ὑπὸ τῶν θηρίων; ἐπὶ μὲν οὖν τοῦ δάκνοντος φαλαγγίου, κᾂν εἰ μικρὸν εἴη τὸ ζῶον, ὅμως δ’ οὖν ἐπινοεῖν ἡμᾶς ἰόν τινα διὰ τοῦ στόματος αὐτοῦ καθιέναι τῷ δηχθέντι σώματι. τὸ δὲ τῆς θαλαττίας τρυγόνος κέντρον, ὥσπερ καὶ τὸ τοῦ χερσαίου σκορπίου, φαίνεται σαφῶς εἰς ὀξύτατον πέρας τελευτῶν, ὃ μηδὲν ἔχει κατὰ τὸ πέρας τρῆμα, δι’ οὗ προΐησι τὸν ἰόν· ἀλλ’ ὅμως ἀναγκαῖον ἐννοεῖν ἡμᾶς εἶναί τινα οὐσίαν ἤτοι πνευματικὴν, ἢ ὑγρὰν, ἥ τις ὄγκῳ μέν ἐστιν ἐλαχίστη, μεγίστη δὲ τῇ δυνάμει. πεπληγὼς γοῦν τις ἔναγχος ὑπὸ σκορπίου χαλάζαις ἔφη δοκεῖν βάλλεσθαι, καὶ ἦν ὅλος ψυχρὸς, 
196
ἵδρου τε ψυχρὸν, ἐσώθη τε μόγις βοηθούμενος. οὔκουν ἀδύνατον ἔφασκεν ὁ Πέλοψ εἶναι καὶ κατὰ τὸ σῶμα τοιαύτην τινὰ οὐσίαν γεννηθῆναι χωρὶς τῆς ἔξωθεν αἰτίας, καὶ ταύτην ὅταν ἐν νευρώδει μορίῳ τὴν σύστασιν σχῇ, κατὰ τὸ συνεχὲς εἰς τὴν ἀρχὴν τῶν νεύρων ἀναπέμπειν τὴν δύναμιν, ἤτοι κατ’ ἀλλοίωσιν, ὡς ἔφην, ἢ καί τινος οὐσίας πνευματικῆς ἀναφερομένης, ὥσπερ αὔρας. καὶ γάρ τοι καὶ φαίνονται πολλάκις ἐναργῶς, ὅταν ὁ σκορπίος ἐναπερείσηται τὸ κέντρον εἰς νεῦρον, ἢ ἀρτηρίαν, ἢ φλέβα, σφοδροτάτοις συμπτώμασιν οἱ πληγέντες οὕτως ἁλισκόμενοι. τὸ μὲν οὖν τοῦ σκορπίου κέντρον ἐγχωρεῖ καὶ μέχρι βάθους τοῦ σώματος ἐξικνεῖσθαι, διεξελθὸν ὅλον τὸ δέρμα, τὸ δὲ τῶν μικρῶν φαλαγγίων δῆγμα περὶ τὴν ἐπιφάνειαν μόνην γίνεται τοῦ δέρματος· ὥστε δῆλον ἐκ τοῦδε, καὶ διὰ τοῦ δέρματος ἐνίοτε μόνου τὴν δύναμιν τοῦ ἰοῦ φέρεσθαι πρὸς ὅλον τὸ σῶμα. συνεχές τε γὰρ αὐτῷ τὸ δέρμα πᾶν ὑπάρχει καὶ νευρῶδες· οὔκουν οὐδαμῶς ἀδύνατον εἰς ὅλον αὐτὸ διαδιδομένην ἐν τάχει τὴν ἐκ τοῦ καταβληθέντος ἰοῦ δύναμιν, ἐξ αὐτοῦ πάλιν τοῦδε κατὰ τὴν αὐτοῦ ψαῦσιν, εἰς ἕκαστον τῶν ὑποκειμένων αὐτῷ
197
μεταλαμβάνεσθαι, πάλιν τε ἐξ ἐκείνων εἰς ἄλλα κατὰ συνέχειαν, εἶτ’ αὖθις ἐκ τῶν παθόντων εἰς ἄλλα, κᾀπειδὰν ἐπί τι τῶν κυρίων μορίων ἀφίκηται, κινδυνεύειν ἀπολέσθαι τὸν ἄνθρωπον. ἐνάγουσι δ’ εἰς τοῦτο μάλιστα μὲν καὶ οἱ τοῖς ὑπερκειμένοις μέρεσι δεσμοὶ προσφερόμενοι, φανερωτάτην ὠφέλειαν ἐνδεικνύμενοι. καὶ γὰρ ἐπὶ τῶν ἐχιδνῶν ἐπειράθημεν τούτου καὶ τῶν σκορπίων, ἤδη δὲ καὶ ἀσπίδων, ᾧ καὶ μάλιστα ἄν τις ἠπίστησεν διὰ τὸν ἐπικείμενον αὐτίκα θάνατον. ἀλλ’ ὅμως ἐπὶ τῆς Ἀλεξανδρείας ὄντος μου, δηχθείς τις ἄγροικος οὐ πόῤῥω τῆς πόλεως ἕνα τῶν κατὰ τὴν χεῖρα δακτύλων, ἔδησέ τε δεσμῷ σφοδροτάτῳ τὴν πρὸς τῷ μετακαρπίῳ ῥῖζαν αὐτοῦ, καὶ δραμὼν ἐπὶ τὴν πόλιν πρὸς ἰατρὸν συνήθη, παρέσχεν ἀποτεμεῖν ὅλον τὸν δάκτυλον ἀπὸ τῆς εἰς τὸ μετακάρπιον διαρθρώσεως, ἐλπίζων ἐκ τούτου μηδὲν πείσεσθαι· καὶ μέντοι γε καὶ προὐχώρησεν αὐτῷ κατὰ τὴν ἐλπίδα, διεσώθη γὰρ οὐδὲν ἄλλο πραγματευόμενος ἔτι. καθάπερ ἕτερον οἶδα πιόντα τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου, μετὰ τοῦ τὸν δάκτυλον ἀποτεμεῖν, ὑγιασθέντα· καὶ μέντοι γε
198
καὶ ἄλλον ἐθεασάμην ἄγροικον, ὅλον τὸν δάκτυλον ὑπὸ ἐχίδνης δηχθέντα, δρεπάνῳ μὲν, ὃ τότ’ εἶχεν, ἦν γὰρ ἀμπελουργὸς, ἀπὸ τῆς ὑστάτης διαρθρώσεως ἀποτεμόντα τὸ δεδηγμένον μέρος, ἄνευ δὲ πόσεως φαρμάκου διασωθέντα, τοῦ δακτύλου κατουλωθέντος ὑπὸ τῶν συνηθῶν φαρμάκων. ἀλλὰ καὶ τὸν ἀπὸ τῆς κνήμης ἐπίληπτον παῖδα θεραπεύειν ἐπιχειρήσαντες οἱ τότε συναθροισθέντες εἰς τὴν σκέψιν ἰατροὶ, δόξαν αὐτοῖς προκαθήραντας ὅλον τὸ σῶμα προσενεγκεῖν τῷ μέρει τὸ διὰ τῆς θαψίας ἢ νάπους φάρμακον, ἐν τῷ μεταξὺ δήσαντες τὸ κῶλον ἀνωτέρω τοῦ πρωτοπαθοῦντος μορίου, διεκώλυσαν γενέσθαι τὸν παροξυσμὸν, καίτοι καὶ καθ’ ἑκάστην ἡμέραν γινόμενον. ἀλλὰ ταῦτα μὲν ἐκ περιουσίας εἰρήσθω μοι τοῦ μὴ θαυμάζειν ἕνεκα, ὅπως ἀπὸ μορίου τινὸς ἀκύρου γένεσιν ἴσχει τηλικοῦτον πάθος· ὑπολείπεται δ’ ἔτι ζητῆσαι τὴν αἰτίαν τῶν ἐπὶ ταῖς τοιαύταις συμπαθείαις γιγνομένων ἐπιληπτικῶν σπασμῶν· οὐδὲ γὰρ ὁ Πέλοψ εἰς τοῦτο πιθανὸν οὐδὲν εἶπεν, ὥσπερ οὐδ’ ἄλλος οὐδεὶς ὧν ἐκοινωνήσαμεν. ἐμοὶ γοῦν θεασαμένῳ ποτὲ τὴν ἐπὶ τῇ τοιαύτῃ συμπαθείᾳ κατάπτωσιν
199
τοῦ κάμνοντος ἀνθρώπου χωρὶς σπασμῶν σφοδρῶν γιγνομένην, ἐν βραχείαις κατὰ διαλείμματα παλμώδεσι κινήσεσι, πιθανὸν ἐφαίνετο γίγνεσθαί τι τοιοῦτον, οἷον ὁρᾶται συνεχέστατα καὶ ἐπὶ τοῦ στομάχου συμβαῖνον ἐν τοῖς λυγμοῖς. ἐγὼ γοῦν αὐτὸς, ὅταν ποτὲ πεπέρεως προσενέγκωμαι πλέον, εὐθέως λύζω, καὶ ἄλλοις δέ τισιν οὐκ ὀλίγοις εἶδον τοῦτο συμβαῖνον, οἷς αἰσθητικὸν ἱκανῶς ἦν τὸ τῆς γαστρὸς στόμα· προείρηται δ’ ὅτι καὶ τοῦτο συνήθως ὀνομάζουσιν οὐχ οἱ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι στόμαχον· εἶδον γοῦν ἐν τῇ καταπτώσει τῶν κατὰ συμπάθειαν, οὐκ ἰδιοπάθειαν ἐγκεφάλου πασχόντων ἐπιλήπτων οἷον παλμώδη τινὰ κλόνον ἐκ διαστημάτων γιγνόμενον, οὐ συνεχῆ σπασμὸν, ὥστε με τεκμαίρεσθαι παραπλησίαν τινὰ κίνησιν γίγνεσθαι κατὰ τὸν ἐγκέφαλον τῇ κατὰ τὸν στόμαχον ἐπὶ τοῖς ἀνιῶσιν αὐτὸν ἐνίοτε συμπιπτούσῃ. καὶ γὰρ ἐπὶ τροφῆς πλήθει βαρυνόμενος, ὥσπερ οὖν καὶ δακνόμενος ἐπὶ ταῖς διαφθοραῖς αὐτῆς, φαίνεται λύζων· καὶ διὰ δριμύν τε χυμὸν, οὐ μόνον λυγμὸν, ἀλλὰ καὶ σπασμὸν εἶδον οὐκ ὀλιγάκις ὅλῳ τῷ σώματι γιγνόμενον·
200
ἐμεθέντος δὲ τοῦ δάκνοντος, εὐθέως ἐπαύσατο. θαυμαστὸν οὖν οὐδέν ἐστιν, καὶ τὴν ἀρχὴν τῶν νεύρων εἰς τοιαύτην κίνησιν ἀχθῆναι, διώσασθαι σπεύδουσαν ὅ τι περ ἂν ᾖ τὸ ἐπ’ αὐτὴν ἀπὸ τοῦ πρωτοπαθοῦντος μέρους ἀναφερόμενον· οὕτω δέ μοι δοκεῖ καὶ τἄλλα πάντα τὰ κλονοῦντα τὸ νευρῶδες γένος ἐπιγίνεσθαι συμπτώματα, τὰ δὲ εἰς κατάπτωσιν ἀναίσθητον ἄγοντα χωρὶς κινήσεως σπασμώδους, ἢ παλμώδους, ἐπὶ καταφύξει γίγνεσθαι σφοδρᾷ· τούτου δὲ γένους ἐστὶ καὶ ὁ λήθαργος. ἡ δὲ ἀποπληξία διὰ τὴν ἐξαίφνης γένεσιν ἐνδείκνυται ψυχρὸν χυμὸν, ἢ παχὺν, ἢ γλίσχρον ἀθρόως πληροῦντα τὰς κυριωτέρας τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν, οὐ κατὰ δυσκρασίαν ὅλης τῆς οὐσίας αὐτοῦ γίνεσθαι, καθάπερ ὅ τε λήθαργος καὶ ἡ φρενῖτις, αἵ τε μανίαι καὶ αἱ μελαγχολίαι καὶ αἱ μωρώσεις, ἀπώλειαί τε τῆς μνήμης, ἀμυδρότης τε τῶν αἰσθήσεων, καὶ τῶν κινήσεων ἐκλύσεις. ἐπὶ δ’ οὖν ἁπάντων τῶν τοιούτων παθῶν, ὁποῖόν ἐστι καὶ τὸ τῆς ἀποπληξίας, τὸ μέγεθος τοῦ κινδύνου τεκμαίρου τῷ μεγέθει τῆς κατὰ τὴν ἀναπνοὴν βλάβης. ὥσπερ γὰρ ἐπὶ τῶν κοιμωμένων ἡ ἀναπνοὴ γίνεται, καίτοι μηδεμίαν
201
ἄλλην ἐνέργειαν ἐνεργούντων τῶν προαιρετικῶν, ἀλλ’ ὑπτίων ἐπὶ τῆς κλίνης ἀκινήτων ἀνακειμένων, οὕτως κᾀν τοῖς καρώδεσι πάθεσιν ἅπασι μήτ’ αἰσθανομένου μήτε κινουμένου τοῦ σώματος, ὅμως ἡ ἀναπνοὴ μόνη διασώζεται, τῶν κινούντων τὸν θώρακα μυῶν ἔργον οὖσα· τούτου γὰρ ἐπιστήμην ἔχομεν βεβαίαν ἀποδεικτικῷ νόμῳ γεγονυῖαν, ὥσπέρ γε καὶ ὅτι τοῖς μυσὶν ἅπασιν ἡ ἀρχὴ τῆς κινήσεως ἀπὸ τῶν ἐμφυομένων αὐτοῖς γίνεται νεύρων· ἡ δὲ ἀνατομὴ σαφῶς ἡμᾶς ἐδίδαξεν, ἁπάντων τῶν νεύρων εἶναι τὴν πρώτην ἀρχὴν τὸν ἐγκέφαλον. οὐχ ἁπλῶς δ’ εἶπον ἀρχὴν, ἀλλὰ πρώτην τῷ λόγῳ προσέθηκα, διὰ τὸν νωτιαῖον· ὁρᾶται μὲν γὰρ ἐκφυόμενα τούτου νεῦρα πάμπολλα, τὴν χορηγίαν δ’ ὧν ἔχει δυνάμεων, αὐτὸς ὁ ἐγκέφαλος ἐπιπέμπει καὶ τῷ νωτιαίῳ. τὴν τοίνυν ἀναπνοὴν ὅταν ἱκανῶς ἐμποδιζομένην ἴδῃς καὶ μόγις γινομένην, οὐ μικρὰν τεκμαίρου τὴν νοσώδη διάθεσιν ἐν ἐγκεφάλῳ γεγονέναι, κατὰ πάσας τὰς καρώδεις νόσους.

Ταῦτά τε οὖν ἅπαντα σαφῶς τὰ πάθη περὶ τὴν κεφαλὴν γίνεται, καὶ προσέτι τὸ καλούμενον σκοτωματικὸν,

202
εὔδηλον ὂν κᾀξ αὐτῆς τῆς προσηγορίας, ὁποῖόν ἐστι. σκοτοῦνται γὰρ ἐπὶ σμικραῖς προφάσεσιν οἱ πάσχοντες, ὡς καὶ καταπίπτειν ἐνίοτε, μάλιστα μὲν ὅταν αὐτοί ποτε ἐν κύκλῳ περιστραφῶσιν· ὅπερ γὰρ τοῖς ἄλλοις ἐπὶ πολλαῖς περιστροφαῖς συμβαίνει, τοῦτο ἐκείνοις ἐπὶ μιᾶς. κᾂν ἕτερον δέ τινα περιστρεφόμενον ἴδωσι, σκοτοῦνται, κᾂν τροχὸν, ἤ τι τοιοῦτον περιδινούμενον, αὐτάς τε τὰς καλουμένας δίνας ἐν τοῖς ποταμοῖς. συμβαίνει δ’ αὐτοῖς ταῦτα μᾶλλον, ὅταν ἡλιωθῶσιν, ἤ πως ἄλλως θερμανθῶσι τὴν κεφαλήν. ἔοικεν οὖν ὅπερ ἐν τοῖς ἄλλοις ἐκ τοῦ περιστραφῆναι πολλάκις ἐν κύκλῳ συμβαίνει, τοῦτο ἐκείνοις ἄνευ τοῦ περιστραφῆναι γίγνεσθαι· τοῖς δὲ περιστρεφομένοις πολλάκις ἐν κύκλῳ ἀνώμαλός τε καὶ ταραχώδης καὶ ἄτακτος κίνησις τῶν τε χυμῶν καὶ τοῦ πνεύματος ὡμολόγηται γίγνεσθαι· εὔλογον οὖν τοῖς ἐν τῷ σκοτωματικῷ πάθει καθεστῶσι τοιοῦτόν τι συμβαίνειν. διὸ καί τινες αὐτῶν ἀρτηριοτμηθέντες ὤνηντο, διαιρουμένων δηλονότι τῶν ὀπίσω τῶν ὤτων ἀρτηριῶν ὅλων ἄχρι βάθους, ὡς οὐλὴν μεταξὺ γενέσθαι τῶν δύο μερῶν.
203
ὅτι δὲ οὐ πάντες ὑπὸ τοῦ βοηθήματος τοῦδε θεραπεύονται, δῆλόν ἐστιν· ἕτεραι γὰρ ἀρτηρίαι τούτων πολὺ μείζους ἐπὶ τὸν ἐγκέφαλον ἀνέρχονται κατὰ τὴν βάσιν αὐτοῦ διὰ τοῦ καλουμένου δικτυοειδοῦς πλέγματος, ὑφ’ ὧν γίνεσθαι τὸ πάθος εὔλογόν ἐστιν, ἀτμώδους καὶ θερμοῦ πνεύματος δι’ αὐτῶν ἀναφερομένου καὶ πληροῦντος τὸν ἐγκέφαλον· ἐγχωρεῖ δὲ καὶ κατ’ αὐτὸν τὸν ἐγκέφαλον ἀνώμαλόν τινα δυσκρασίαν γενέσθαι τοιούτου πνεύματος γεννητικήν. ἀλλ’ ὅτι γε καὶ τοῦτο τῆς κεφαλῆς ἐστιν τὸ πάθος, ἐξ αὐτῆς τῶν ἐσκοτωμένων τῆς αἰσθήσεώς ἐστι δῆλον· γίγνεται δὲ καὶ αὐτὸ, ποτὲ μὲν πρωτοπαθούσης τῆς κεφαλῆς, ποτὲ δὲ συμπαθούσης κατὰ τὸ στόμα τῆς κοιλίας. ὡμολόγει δὲ τοῦτο καὶ ὁ Ἀρχιγένης ἐν τῷ πρώτῳ τῶν χρονίων παθογνωμονικῶν γράψας ὡδὶ περὶ τοῦ σκοτωματικοῦ τούτου πάθους. λαμβάνει δὲ τὴν κατασκευὴν διχόθεν καὶ αὐτὸ, ἤτοι ἀπὸ κεφαλῆς ἢ καὶ τῶν κατὰ τὰ ὑποχόνδρια χωρίων. καὶ μέντοι καὶ διορίζειν αὐτὰ πειρᾶται, τοῖς μὲν ἀπὸ τῆς κεφαλῆς πρωτοπαθούσης σκοτωματικοῖς ὤτων ἤχους καὶ κεφαλῆς ὀδύνας καὶ βάρη προηγεῖσθαι λέγων, ἤ καὶ τῆς
204
ὀσφρήσεως, ἤ τινος ἄλλης βλάβην αἰσθήσεως τῶν ἐντεῦθεν· αὐτὸς γὰρ προσέθηκεν τούτῳ τῷ λόγῳ, τῶν ἐντεῦθεν, τὰς ἀπὸ τῆς κεφαλῆς ὁρμωμένας ἐμοὶ δοκεῖν ἐνδείξασθαι βουλόμενος· τοῖς δὲ ἀπὸ τοῦ στόματος τῆς κοιλίας σκοτωματικοῖς καρδιωγμοὺς καὶ ναυτίας προηγεῖσθαί φησιν. ἀλλ’ ὡς εἴρηταί μοι καὶ πρόσθεν ἤδη πολλάκις, εἰ καὶ κατὰ συμπάθειαν ἑτέρου μορίου πάσχοι ποθ’ ἡ κεφαλὴ, τὰ γινόμενα γοῦν πάθη ταύτης εἶναι νομιστέον ἐστίν.

Οὐ μὴν οὐδὲ περὶ τῆς ὀνομαζομένης ὑπὸ τῶν ἰατρῶν κεφαλαίας ἀμφισβητήσειεν ἄν τις, ὡς οὐκ ἂν εἴη τῆς κεφαλῆς τὸ νόσημα. ἔστι γὰρ, ὡς ἄν τις συλλαβὼν λόγῳ βραχεῖ εἴποι, τὸ πάθος τοῦτο κεφαλαλγία χρόνιός τε καὶ δύσλυτος, ἐπὶ μικραῖς προφάσεσιν μεγάλους ἴσχουσα παροξυσμοὺς, ὡς μήτε ψόφων ἀνέχεσθαι, μήτε φωνῆς σφοδροτέρας, μήτε λαμπροῦ φωτὸς, μήτε κινήσεως, ἀλλ’ ἐν ἡσυχίᾳ καὶ σκότῳ κατακεῖσθαι βούλεσθαι διὰ τὸ μέγεθος τῶν ἀλγημάτων. ἔνιοι μὲν γὰρ αὐτῶν ὡς ὑπὸ σφυρᾶς πλήττεσθαι δοκοῦσιν, ἔνιοι δὲ ὡς θλωμένων ἢ διατεινομένων αἰσθάνονται

205
τῶν κατὰ τὴν κεφαλὴν, οὐκ ὀλίγοις δ’ εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν διήκει τὸ ἄλγημα. καὶ μέντοι καὶ διαλείπουσιν οἱ τοιοῦτοι παροξυσμοὶ, καθάπερ καὶ τοῖς ἐπιλήπτοις, καί τις χρόνος γίνεται μεταξὺ τελέως ἄμεμπτος. εὔδηλον οὖν ὅτι τὸ νόσημα τοῦτο τὴν μὲν εὐπάθειαν ἔχει τῆς κεφαλῆς ὁμογενῆ τοῖς κεφαλαλγικοῖς, ἐπὶ μᾶλλον δ’ ἐκείνων ἀσθενείας ἥκει τὰ κατὰ τὴν κεφαλαίαν πάσχοντα μόρια. διαφορὰ δέ τίς ἐστιν καὶ αὐτῶν τῶν κεφαλαλγικῶν, ἐνίων μὲν τὴν κεφαλὴν εὐπλήρωτον ἐχόντων, ἐπιτήδειον δὲ τὴν ὅλην τοῦ σώματος ἕξιν εἰς τὸ πληροῦν αὐτὴν, ἐνίων δὲ καὶ αὐτὰ τὰ πεφυκότα πάσχειν ἐπιτήδεια· καὶ συμβαίνει γε ταῖς τοιαύταις φύσεσιν κακῶς διαιτωμέναις εἰς τὸ τῆς κεφαλαίας ἐμπίπτειν πάθος. οὐκ ἀπεικὸς δὲ, τοῖς μέν τισιν αὐτῶν τὰς περὶ τὸν ἐγκέφαλον ὀδυνᾶσθαι μήνιγγας, ἐνίοις δὲ τὸ περικράνιον· ἡ διάκρισις δὲ αὐτῶν ἐν τῷ διήκειν, ἢ μὴ διήκειν τὰς ὀδύνας εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν. εὔλογον γὰρ οἷς ἡ διάθεσίς ἐστιν ἔνδον τοῦ κρανίου, τούτοις εἰς τὰς τῶν ὀφθαλμῶν βάσεις ἀφικνεῖσθαι τὸν πόνον, ἐπειδὴ καθήκουσιν εἰς αὐτὰς ἀποφύσεις 
206
ἐξ ἐγκεφάλου τε καὶ ἀμφοτέρων τῶν μηνίγγων, ἔτι τε καὶ τῶν ἐν αὐταῖς ἀγγείων. ἀλλὰ καὶ τῶν ὀδυνωμένων τὸ τῆς κεφαλῆς ἥμισυ μέρος, καλουμένων δὲ συνήθως ἡμικρανικῶν, ἐνίοις μὲν ἔξωθεν τοῦ κρανίου τὴν αἴσθησιν τῆς ὀδύνης γίνεσθαι συμβαίνει, τισὶ δὲ εἰς τὸ βάθος τῆς κεφαλῆς διήκουσαν· διορίζει δ’ ἑκάτερον μέρος τῆς κεφαλῆς, ἀριστερόν τε καὶ δεξιὸν, ἡ κατὰ τὸ μῆκος ἐκτεταμένη ῥαφὴ, καθ’ ἣν ἔνδον τῶν ὀστῶν τῆς κεφαλῆς ἡ μέσον τὸν ἐγκέφαλον διαιροῦσα γραμμὴ τέτακται, πρὸς ἣν ἀνήκει τὸ διάφραγμα τῶν ἐμπροσθίων δυοῖν κοιλιῶν. ἐπιτήδειοι δὲ φύσεις σωμάτων εἰσὶν πληροῦν τὴν κεφαλὴν, ἐν αἷς ἀτμῶδες πνεῦμα γεννᾶται θερμὸν, ἢ χολώδη περιττώματα κατὰ τὸ στόμα τῆς κοιλίας ἀθροίζεται· γίγνεται δὲ τὰ μὲν ἀπὸ τῶν πνευμάτων ἀλγήματα τονώδη, καλεῖται δὲ οὕτως οἷς αἴσθησις συνέζευκται τάσεως· τὰ δ’ ἀπὸ τῶν χολωδῶν περιττωμάτων δακνώδη· τὰ δ’ ὑπὸ πλήθους γινόμενα βάρους αἴσθησιν ἔχει, μετὰ μὲν ἐρεύθους καὶ θερμασίας συμβάντα θερμῶν χυμῶν, ἄνευ δὲ τούτων οὐ θερμῶν. ἐνίοις δὲ συμβαίνει συνεχῶς ἀλγεῖν τὴν κεφαλὴν ἔκ
207
τε πόσεως οἴνου βραχεῖ πλείονος, ἢ ἀκρατεστέρου ποθέντος, ἔτι τε μᾶλλον, εἰ θερμὸς εἴη φύσει· πασῶν τε τῶν θερμῶν ὀσμῶν, ὅσοι στύρακος, ἢ κύφεως, ἢ ὅλως ἀρωμάτων θερμῶν θυμιωμένων γίγνονται· τινὲς δὲ οὐδὲ τὴν ἀπὸ τοῦ λιβανωτοῦ φέρουσιν ὀσμήν. εὔλογον δὲ καὶ διὰ περιττὴν αἴσθησιν ἐνίοις γίγνεσθαι τὰς ὀδύνας, ὥσπερ ἐπὶ τοῦ στόματος τῆς κοιλίας οὐκ ὀλίγοις· τισὶ μὲν γὰρ οὕτως ἐστὶν αἰσθητικὸν, ὡς μήτ’ ὄξος φέρειν δριμὺ, μήτε νᾶπυ, μήτ’ ἄλλο τι τοιοῦτον· ἐνίοις δ’ ἐγγὺς ἀναισθησίας ἥκει, φαίνονται γοῦν ἐρυγγάνοντες, ἐμοῦντες, ἔνιοι μὲν δεινῶς ἄτοπα ταῖς ποιότησιν, ὡς ἡμῶν τῶν ὀσμωμένων αὐτὰ μηδένα δύνασθαι φέρειν, αὐτοὶ δὲ μηδεμίας ἀξιολόγου δήξεως αἰσθανόμενοι. δυνατὸν οὖν ἐστι καὶ κατὰ τὸν ἐγκέφαλον εἶναι τοιαύτας διαφορὰς τοῖς ἀνθρώποις, ὡς τῶν αὐτῶν ὀσμῶν ἐνίους μὲν ἀλύπως ἀνέχεσθαι, καθάπερ εἰ καὶ μηδ’ ὅλως αὐτοῖς ἐπλησίασαν, ἐνίους δὲ ἀνιαρῶς. ἀλλ’ ὅτι γε τὰ τοιαῦτα πάθη πάντα τῆς κεφαλῆς ἐστιν, ἐναργῶς φαίνεται.

208

Τό γε μὴν τῆς παραλύσεως νόσημα καὶ τὸ τῶν δι’ ὅλου τοῦ σώματος σπασμῶν, ἐξ οὗ γένους ἐστὶν καὶ ὁ τέτανος, οὐκ ἔθ’ ὁμοίως τοῖσδε δι’ αἰσθήσεως γνωστὸν, ἀλλὰ λόγου δεῖται τοῦ διδάξοντος. ὅταν οὖν ὅλον τὸ σῶμα βλάπτηταί ποτ’ εἰς τὰ τῶν νεύρων ἔργα, τὴν αὐτῶν ἀρχὴν πεπονθέναι δηλοῖ· ταύτην δ’ ἐξ ἀνατομῆς μόνης ἔνεστι γνῶναι. πάντων μὲν οὖν ἅμα τῶν νεύρων ἀπολεσάντων αἴσθησίν τε καὶ κίνησιν, ἀποπληξία τὸ πάθος ὀνομάζεται· κατὰ θάτερον δὲ μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, εἰ συμβαίνει τοῦτο, παράλυσις καλεῖται, τοῦ μέρους ἐκείνου δηλονότι καθ’ ὃ συνέστη, ποτὲ μὲν τοῦ δεξιοῦ, ποτὲ δὲ θατέρου· καθάπερ εἰ καὶ κατά τι τῶν κώλων γένοιτο, τοῦ μέρους ἐκείνου παράλυσίς ἐστι· καὶ γὰρ καὶ χεὶρ ὅλη, καὶ σκέλος ὅλον παραλύεταί ποτε, καὶ ποὺς μόνος ἐν σκέλει, καὶ τὰ μετὰ τὸ γόνυ, καὶ κατὰ τὸ τῆς ὅλης χειρὸς κῶλον, ἀνάλογον. ἐμάθομεν δὲ ἐν ταῖς ἀνατομαῖς, ἁπάντων τῶν καθ’ ὁρμὴν τοῦ ζώου κινουμένων μορίων ὅσα κάτω τοῦ τραχήλου, τούτων τὰ κινητικὰ νεῦρα τὴν ἔκφυσιν ἔχειν ἐκ τοῦ καλουμένου

209
νωτιαίου μυελοῦ· καὶ μέντοι καὶ ὅτι ποτὲ μὲν ἅμα τῇ τοῦ μυελοῦ προσηγορίᾳ καλοῦσι τὸ μόριον ἐκεῖνο, νωτιαῖον μυελὸν ὀνομάζοντες, ἔστι δ’ ὅτε χωρὶς προσθήκης ἁπλῶς νωτιαῖον, ἀκηκόατε πολλάκις. ἐθεάσασθε δὲ κᾀν ταῖς ἀνατομαῖς τὰ τὸν θώρακα κινοῦντα νεῦρα ἐκ τοῦ κατὰ τὸν τράχηλον ἐκφυόμενα νωτιαίου, καὶ πρὸς τοῦτο τὰς ἐγκαρσίας τομὰς αὐτοῦ, καθ’ ἃς ὅλως διακόπτεται, τὰ κατωτέρω μέρη πάντα τοῦ σώματος ἀναίσθητά τε καὶ ἀκίνητα ποιούσας, ὡς ἂν καὶ αὐτοῦ τοῦ νωτιαίου τήν τε τῆς αἰσθήσεως καὶ τὴν τῆς καθ’ ὁρμὴν κινήσεως δύναμιν ἐξ ἐγκεφάλου λαμβάνοντος. ἀλλὰ καὶ τοῦτο ἔτι κατὰ τὰς ἀνατομὰς ἐθεάσασθε, τὰς ἐγκαρσίας τομὰς τοῦ νωτιαίου, μέχρι τῆς μέσης ἐν αὐτῷ κατὰ τὸ μῆκος χώρας, οὐ πάντα τὰ κάτω παραλυούσας, ἀλλὰ μόνα τὰ κατ’ εὐθὺ τῆς τομῆς, δεξιὰ μὲν ἐπὶ τῷ δεξιῷ μέρει τοῦ νωτιαίου τμηθέντος, θάτερα δὲ ἐπὶ τῷ λοιπῷ. εὔδηλον οὖν ὅτι κατὰ τὴν πρώτην ἔκφυσιν τοῦ νωτιαίου γενομένης τινὸς διαθέσεως, ὑφ’ ἧς εἰς αὐτὸν αἱ παρ’ ἐγκεφάλου δυνάμεις ἀφικνεῖσθαι κωλυθήσονται, πάντα τὰ κάτω κῶλα, πλὴν
210
τῶν κατὰ τὸ πρόσωπον, ἀκίνητα ἔσται καὶ ἀναίσθητα· καθάπερ εἰ καὶ τὸ ἥμισυ μέρος πάθοι τῆς ἐκφύσεως, οὐ πάντων ἔσται τῶν κάτω παράλυσις, ἀλλ’ ἤτοι τῶν ἀριστερῶν μόνων, ἢ τῶν δεξιῶν. ὁρῶνται δὲ τῶν τοιούτων παραλύσεων ἔνιαι καὶ τὰ κατὰ τὸ πρόσωπον βλάπτουσαι, καὶ παρασπᾶταί γε τὸ παραλυθὲν ἐπὶ θάτερον μέρος τοῦ προσώπου. μεμαθηκότες οὖν ἐν ταῖς ἀνατομαῖς, ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ νεῦρα τοῖς κατὰ τὸ πρόσωπον ἐπιπέμπεσθαι μορίοις, ἔνθα μὲν καὶ τούτων τι συμπαρελύθη τῷ παντὶ σώματι, κατὰ τὸν ἐγκέφαλον αὐτὸν εἴσεσθε τὴν διάθεσιν εἶναι τῆς παραλύσεως· ἡνίκα δ’ ἀπαθῆ διαφυλάττεται ταῦτα, κατὰ τὴν ἀρχὴν τοῦ νωτιαίου. συμβαίνει δ’ ἐνίοις μόνα τὰ κατὰ τὸ πρόσωπον πάσχειν, ὥσπέρ γε καὶ μόριον ἕν τι, γλῶτταν, ἢ ὀφθαλμὸν, ἢ γένυν, ἢ χεῖλος, ὡς ἂν οὐκ ἐχόντων αὐτῶν ἁπάντων ἕνα τόπον ἀρχὴν, ἀλλ’ ἐκ διαφερόντων μορίων ἐγκεφάλου λαμβανόντων τὰ νεῦρα, φαίνεται γὰρ τοῦτο σαφῶς ἐν ταῖς ἀνατομαῖς. ἡ τοίνυν ἀποπληξία πάσας ὁμοῦ τὰς ψυχικὰς ἐνεργείας βλάπτουσα, σαφῶς ἡμῖν ἐνδείκνυται τὸν ἐγκέφαλον αὐτὸν πάσχειν· ἡ διάγνωσις 
211
δὲ τοῦ κατὰ τὸ μέγεθος πάθους ἐκ τοῦ ποσοῦ τῆς κατὰ τὴν ἀναπνοὴν γίγνεται βλάβης· ἐφ’ ὧν μὲν γὰρ ἐπὶ πλεῖστον ἐκβέβηκε τοῦ κατὰ φύσιν ῥυθμοῦ, μεγάλην ἡγητέον εἶναι τὴν κατὰ τὸν ἐγκέφαλον βλάβην· ἐφ’ ὧν δὲ ὀλίγον ἐμποδίζεται, βραχεῖαν. ἁπασῶν δὲ χειρίστην ἀναπνοὴν ἡγητέον εἶναι τὴν διαλείπουσάν τε καὶ μετὰ βίας μεγάλης γινομένην. καὶ τό γ’ ἀποθνήσκειν τοὺς ἀποπλήκτους συμβαίνει διὰ τὴν ἀπώλειαν τῆς ἀναπνοῆς, ὡς τό γε μὴ κινεῖν τὰ μόρια τοῦ σώματος εἰς μὲν τὰς κατὰ τὸν βίον πράξεις ἄχρηστον ἀποδείκνυσιν τὸν ἄνθρωπον, οὐ μὴν ὀξὺν ἐπιφέρει τὸν θάνατον. ἴδομεν γοῦν ἤδη τινὰ τὰ μὲν ἄλλα πάντα παραλελυμένον, ἐνεργοῦντα δὲ κατὰ φύσιν ἅπασιν τοῖς κατὰ τὸ πρόσωπον μέρεσιν· ἐσώζετο δὲ αὐτῷ δηλονότι καὶ ἡ ἀναπνοή· πῶς γὰρ ἂν ἠδύνατο ζῇν ἐπὶ πλεῖστον, ἀπολωλυίας αὐτῆς; τούτῳ πρωτοπαθεῖν ἐλογιζόμεθα τοῦ νωτιαίου τὸ κατωτέρω βραχεῖ τῆς ἐπὶ τὸ διάφραγμα τῶν νεύρων ἐκφύσεως· εὔδηλον δὲ ὅτι καὶ οὖρα καὶ διαχωρήματα χωρὶς προαιρέσεως ἀπεκρίνετο. καὶ μέντοι
212
καὶ ἄλλον ἐκ καταπτώσεως ἐθεασάμεθα, πλὴν τῶν χειρῶν, τὰ κάτω πάντα παραλυθέντα. καθάπερ δὲ παράλυσις ὅταν ἐν ὅλῳ γένηται τῷ σώματι, τῶν κατὰ τὸ πρόσωπον ἀβλαβῶν διαμενόντων, ἐν ἀρχῇ τοῦ νωτιαίου τὸ πάθος εἶναι δηλοῖ, κατὰ τὸν αὐτὸν λόγον, εἰ καὶ σπασμὸς ἐν ὅλῳ τῷ σώματι γένοιτο, τὸν αὐτὸν τόπον τοῦ νωτιαίου πεπονθέναι δηλώσει, τῶν γε κατὰ τὸ πρόσωπον ἀπαθῶν διαμενόντων· εἰ δὲ καὶ ταῦτα πάσχει, κατὰ τὸν ἐγκέφαλον εἶναι τὸ πάθας ἐνδείξεται· μορίου δέ τινος σπωμένου, τὸ κινητικὸν ἐκείνου νεῦρον, ἢ τοὺς μῦς, ἀναγκαῖόν ἐστι πάσχειν. ἐπιστάμενος οὖν τις ἐξ ἀνατομῆς ἀρχὰς τῶν εἰς ἕκαστον μόριον ἀφικνουμένων νεύρων, ἄμεινον ἰάσεται τὰς ἀναισθησίας καὶ ἀκινησίας ἑκάστου μέρους. ἀδιόριστον δὲ τοῦτο καταλειφθὲν ὑφ’ Ἡροφίλου τε καὶ Εὐδήμου, τῶν πρώτων μεθ’ Ἱπποκράτην νεύρων ἀνατομὴν ἐπιμελῶς γραψάντων, οὐ σμικρὰν ζήτησιν παρέσχε τοῖς ἰατροῖς, ὅπως ἔνιαι μὲν τῶν παραλύσεων αἴσθησιν μόνην, ἔνιαι δὲ τὴν προαιρετικὴν κίνησιν, ἔνιαι δὲ ἀμφοτέρας διαφθείρουσι. μάλιστα μὲν οὖν ἡ παράλυσις ἐπὶ
213
ἐπὶ τῇ τῆς κινήσεως ἀπωλείᾳ λέγεται, τῶν τὴν αἴσθησιν ἀπολωλεκότων μορίων ἀναισθήτων μὲν εἶναι, παραλελύσθαι δ’ οὐ πάνυ τι συνήθως λεγομένων· ἤδη μέντοι τινες καὶ τοῦτο τὸ πάθημα παράλυσιν αἰσθήσεως ὀνομάζουσιν· ὑμεῖς δὲ, ὡς ἀεὶ παρακελευόμεθα, συγχωρεῖτε μὲν ὀνομάζειν ἑκάστοις ὡς ἂν ἐθέλωσιν, σκοπὸς δ’ ὑμῖν ἔστω, τὸν πεπονθότα τόπον εὑρεῖν, ἅμα δηλονότι τῇ κατ’ αὐτὸν διαθέσει· χωρὶς γὰρ τοῦ ταῦτα γνῶναι βεβαίως ἀδύνατον ἔσται θεραπεύειν ὀρθῶς τὰ βεβλαμμένα κίνησιν ἢ αἴσθησιν μόρια. Παυσανίας οὖν ἀπὸ τῆς Συρίας σοφιστὴς εἰς Ῥώμην ἀφικόμενός ποτε, τοὺς μικροὺς δύο δακτύλους τῆς ἀριστερᾶς χειρὸς καὶ τοῦ μέσου τὸ ἥμισυ δυσαισθήτους μὲν ἔσχεν τὸ πρότερον, ὕστερον δὲ καὶ ἀναισθήτους, κακῶς θεραπευσάμενος ὑπὸ τῶν ἰατρῶν. ἐπεὶ δὲ ἐγὼ θεασάμενος αὐτὸν ἠρώτων τε τὰ προγεγονότα πάντα, σὺν αὐτοῖς τε ἤκουσα κατὰ τὴν ὁδὸν τοῦ ὀχήματος ἐκπεσόντα τὸν ἄνδρα πληγῆναι τὴν ἀρχὴν τοῦ μεταφρένου, καὶ τὸ μὲν πληγὲν μέρος ἐν τάχει θεραπευθῆναι, κατὰ βραχὺ δὲ αὐξηθῆναι τὴν τῶν δακτύλων βλάβην τῆς αἰσθήσεως· ἃ τοῖς δακτύλοις ἐκεῖνοι προσέφερον
214
φάρμακα, ταῦτ’ ἐκέλευσα κατὰ τοῦ πληγέντος τίθεσθαι μορίου, καὶ οὕτως ὁ ἀνὴρ διὰ ταχέων ὑγιάσθη. τὴν ἀρχὴν δὲ οὐδ’ ὅτι τῶν μὲν εἰς τὸ δέρμα τῆς ὅλης χειρὸς διασπειρομένων νεύρων, ἐξ ὧν ἔχει τὴν αἴσθησιν, ἴδιαί τινές εἰσιν αἱ ῥῖζαι· τῶν δὲ τοὺς μῦς κινούντων ἕτεραι γιγνώσκονται τοῖς ἰατροῖς. ἴσως δ’ ἐπὶ πλέον ἢ προὔκειτο τὸν λόγον ἰόντα καταπαύειν ἤδη προσήκει. προύκειτο μὲν γὰρ ἐν τῷδε τῷ γράμματι τὰ κατὰ τὴν κεφαλὴν, καὶ μάλιστα τὸν ἐγκέφαλον, εὑρεῖν πάθη πάντα· διότι δ’ ἐστὶν οὗτος ἀρχὴ νεύρων, ἐξ ἀκολουθίας ὁ λόγος ἧκεν ἐπὶ τὰ πάθη τῶν νεύρων· ὥστε ἤδη περιγράψαντες καὶ τοῦτον τὸν λόγον ἐνταῦθα περὶ τῶν ἐν τοῖς κατὰ τὴν κεφαλὴν μορίοις γιγνομένων παθῶν ἐφεξῆς σκεψώμεθα, τοσοῦτον ἔτι προσθέντες, ὡς καὶ

τῆς ὀσφρήσεως ἡ βλάβη πάθος ἐστὶν οὐ τῶν κατὰ τὴν ρῖνα πόρων, ἀλλ’ ἤτοι τῶν ἐμπροσθίων τοῦ ἐγκεφάλου κοιλιῶν εἰς δυσκρασίαν ἀγομένων, ἢ τῶν ἐν τοῖς ἠθμοειδέσιν ὀστοῖς πόρων ἐμφραττομένων· εἶπέρ γε καὶ ἡ

215
τῶν ὀσφρητῶν αἴσθησις ἐν ταῖς ἐμπροσθίαις τοῦ ἐγκεφάλου κοιλίαις γίγνεται, τῶν ἀτμῶν εἰς αὐτὰς ἀναφερομένων διὰ τῶν ἐν τοῖς ἠθμοειδέσιν τρημάτων, ὡς ἐν τῷ περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου δέδεικται γράμματι.

216

Ἐν μὲν τοῖς πρώτοις ὑπομνήμασι δύο τὴν καθόλου μέθοδον, ᾗ χρώμεθα πρὸς τὰς τῶν πεπονθότων τόπων διαγνώσεις, αὐτάρκως ἐπεσκεψάμεθα σὺν πολλοῖς παραδείγμασιν ὡρισμένων μορίων. ἐπεὶ δὲ, ὡς εἴρηταί μοι καὶ δέδεικται πολλάκις ἤδη δι’ ἄλλων ὑπομνημάτων, ἀσκεῖσθαι χρὴ γυμναζόμενον ἐν τοῖς κατὰ μέρος, εἰ μέλλοι τις ἀσφαλῶς τε ἅμα καὶ ταχέως ἐπὶ τῶν ἔργων τῆς τέχνης ἕκαστα πράττειν, ἃ διὰ τῶν καθόλου μεθόδων ἐμάθετο, διὰ τοῦτο καὶ νῦν ἔδοξεν ἄμεινον εἶναι πάντων τῶν ἐν τῷ σώματι

217
μορίων, ὅσα μὴ φαίνεται ταῖς αἰσθήσεσιν, λογικὰς διαγνώσεις εἰπεῖν, ὅτ’ ἂν ὁπωσοῦν πάσχωσιν, τὴν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς ποιησαμένους. περὶ μὲν οὖν τῆς γενομένης βλάβης τῇ τε μνήμῃ καὶ τῇ νοήσει καὶ ταῖς ἄλλαις ἐνεργείαις, ἃς ἡγεμονικὰς εἰώθαμεν ὀνομάζειν, ἐν τῷ τρίτῳ τῶνδε τῶν ὑπομνημάτων διῆλθον, ἅμα τῷ γεγυμνάσθαι κατὰ τὴν μέθοδον ἐν εἴδεσι παθῶν οὐκ ὀλίγοις. εἴρηται γὰρ ἐν αὐτῷ καὶ περὶ παραφροσύνης, τῆς τε ἐν τοῖς φρενιτικοῖς πάθεσιν καὶ τῆς ἄνευ πυρετῶν, ἣν μανίαν ὀνομάζουσιν· ὡσαύτως δὲ καὶ περὶ ληθάργου καὶ κάρου καὶ τῶν ἐπιληπτικῶν καὶ μελαγχολικῶν καὶ σκοτωματικῶν παθῶν, ὥσπέρ γε. καὶ περὶ κεφαλαίας καὶ ἡμικρανίας, ἀποπληξίας τε καὶ τῶν ὁμοίων αὐτοῖς.

Ἐν δὲ τῷ νῦν ἐνεστῶτι τετάρτῳ τῆς ὅλης ὄντι πραγματείας ὁ λόγος ἔστω μοι περὶ τῶν κατὰ τὸ πρόσωπον μορίων τῶν ἐν βάθει πεπονθότων, τὴν ἀρχὴν ἀπὸ τῶν ὀφθαλμῶν ποιησαμένῳ. τούτων γὰρ ἐνίοτε μὲν ὁ ἕτερος, ἐνίοτε δὲ ἀμφότεροι παραλύονται τῆς κινήσεως, ἢ αἰσθήσεως, ἢ ἀμφοτέρων· ἐνίοτε δὲ καὶ κατ’ αὐτὸν τὸν ἕνα

218
ποτὲ μὲν τὸ βλέφαρον ἔπαθε μόνον, ἔστι δ’ ὅτε καὶ κατ’ αὐτὸν τὸν κυρίως ὀνομαζόμενον ὀφθαλμὸν γέγονεν ἢ εἰς αἴσθησιν, ἢ εἰς κίνησιν ἡ βλάβη. ὅτ’ ἂν μὲν οὖν μηδενὸς φαινομένου κακοῦ περὶ τὸν ὀφθαλμὸν ἀπολέσθαι τὴν ὀπτικὴν αἴσθησιν συμβῇ, τὸ καθῆκον ἐξ ἐγκεφάλου νεῦρον εἰς αὐτὸν ἔχει τὴν αἰτίαν, ἤτοι φλεγμαῖνον, ἢ σκιῤῥούμενον, ἢ ὁπωσοῦν ἄλλως ἐξ ἐπιῤῥοῆς ὑγρῶν βλαπτόμενον, ἢ ὁπωσοῦν ἄλλως ἐμφραττομένου πόρου τοῦ κατ’ αὐτόν. καὶ ταῦτα μὲν ὡς ὀργανικῷ μορίῳ συμβαίνειν ἀναγκαῖον αὐτῷ, τὰ δ’ ὡς ὁμοιομερεῖ κατὰ τὰς ὀκτὼ δυσκρασίας· ἔξωθεν δὲ τούτων, ὅταν ἤτοι μηδ’ ὅλως ἢ παντάπασιν ὀλίγον ἐπιπέμπηται τὸ αὐγοειδὲς πνεῦμα παρὰ τῆς κατὰ τὸν ἐγκέφαλον ἀρχῆς. τῆς κινήσεως δὲ ἀπολωλυίας μόνης ὁποτέρου τῶν ὀφθαλμῶν, τὸ κατὰ τὴν δευτέραν συζυγίαν νεῦρον ἀποφυόμενον τοῦ ἐγκεφάλου πεπονθέναι τι πάθος ἀναγκαῖόν ἐστιν ὧν διῆλθον ἀρτίως ἐπὶ θατέρου νεύρου τοῦ κατὰ τὴν πρώτην συζυγίαν ἐκφυομένου. ἐπεὶ δὲ, ὡς ἐμάθομεν ἐν ταῖς ἀνατομαῖς, ἓξ μέν εἰσιν οἱ τὸν ὀφθαλμὸν αὐτὸν κινοῦντες μύες, ἄλλοι δὲ περιλαμβάνουσι
219
τὴν ῥῖζαν τοῦ καθήκοντος εἰς αὐτὸν πόρου, καλοῦσι γὰρ οὕτως οἱ ἀνατομικοὶ τὸ κατὰ τὴν πρώτην συζυγίαν νεῦρον, ὅτι μόνῳ σαφές ἐστιν ἐν αὐτῷ τὸ τρῆμα, συμβαίνει δὲ πολλάκις αὐτὸ μὲν τοῦτο μηδὲν πεπονθέναι, τῶν δὲ μυῶν τινα πάσχειν ἤτοι κατὰ τὴν οἰκείαν οὐσίαν ὁτιοῦν πάθος ὧν ἀρτίως εἶπον, ἢ τοῦ νεύρου τοῦ καθήκοντος εἰς αὐτὸν βλαβέντος. εἰς ἕκαστον γάρτοι τῶν μυῶν τούτων ἀφικνεῖταί τις μοῖρα τοῦ κατὰ τὴν δευτέραν συζυγίαν ἀποφυομένου νεύρου, καθάπερ γε καὶ εἰς τοὺς περιλαμβάνοντας τὸν πόρον μύας, εἴτε δύο χρὴ τούτους, εἴτε τρεῖς, εἴθ’ ἕνα λέγειν, οὐδὲν γὰρ διαφέρει πρός γε τὰ παρόντα, γιγνωσκόντων ἡμῶν ὅτι τοῖς μυσὶ τούτοις ἔργον ἐστὶν ἀνασπᾷν τε ἅμα καὶ στηρίζειν τὸν ὀφθαλμὸν, ὡς ἂν μὴ περιτρέποιτο κατὰ μηδένα τρόπον τῆς ὁδοιπορίας τὸ μαλακὸν νεῦρον, ὃ δὴ καὶ ὀπτικὸν ὀνομάζεται καὶ πόρος. ἓξ οὖν ὄντων τῶν κινούντων τὸν ὀφθαλμὸν μυῶν, εἰ μὲν ὁ ἀνασπῶν αὐτὸν πάθοι, κατεσπασμένος φαίνεται τηνικαῦτα σύμπας ὁ ὀφθαλμός· εἰ δὲ ὁ κατασπῶν, ἀνεσπασμένος· εἰ δὲ ὁ πρὸς τὸν μικρὸν κανθὸν ἀπάγων, ὡς πρὸς τὸν
220
μείζονα παρεσπασμένος· εἰ δ’ ὁ πρὸς τοῦτον, ὡς τὸν ἕτερον· εἰ δὲ τῶν περιστρεφόντων μυῶν ὁποτεροσοῦν παραλυθείη, λοξὴν ἕξει τὴν διαστροφὴν ὁ σύμπας ὀφθαλμός. ὄντων δὲ, ὡς ἔφην, καὶ ἄλλων μυῶν, τῶν περιεχόντων τὸ μαλακὸν νεῦρον, εἰδέναι χρὴ τὴν παράλυσιν αὐτῶν, ὅλον τὸν ὀφθαλμὸν ἐργαζομένην προπετῆ· καὶ βλέπουσί γε τούτων οἱ πλείους ἀβλαβῶς, ἐπεκτεινομένου μὲν ἠρέμα τοῦ νεύρου τοῦ μαλακοῦ, πάσχοντος δὲ οὐδὲν, ὡς ἄν γε πάθῃ τι, χεῖρον ὁρῶσιν οἱ οὕτως παθόντες· εἰ δὲ καὶ μεῖζον αὐτῷ συμβαίη τὸ πάθημα, πρόδηλον ὡς οὐδ’ ὅλως ὄψονται. καὶ κατὰ διαστροφὰς δὲ τῶν ὀφθαλμῶν ἡ μὲν ἐφ’ ὁποτερονοῦν κανθὸν ἐκτροπὴ φυλάττει τὴν κατὰ φύσιν ἐνέργειαν τὴν ὀπτικήν· ἡ δ’ ἄνω καὶ κάτω, καθάπερ γε καὶ αἱ λοξαὶ, διπλᾶ φαίνεσθαι ποιοῦσιν πάντα τὰ ὁρώμενα. τῶν δὲ τὸ ἄνω βλέφαρον κινούντων μυῶν, ἀκίνητον γάρ ἐστιν τὸ κάτω, σμικροτάτων ὄντων, ὡς μόγις ἐπὶ μεγάλων ζώων φαίνεσθαι σαφῶς, εἰκότως ἡ τῶν νεύρων ἔμφυσις εἰς αὐτούς ἐστι δυσθεώρητος· 
221
ἀλλὰ κᾀνταῦθα καθάπερ ἐπὶ τῶν προειρημένων μυῶν, οὕτως κᾀπὶ τούτων ἀναγκαῖόν ἐστι, πολλάκις μὲν αὐτοὺς τοὺς μῦς ἴδιόν τι πάθημα πάσχειν, ὁπόσα τὰ τῶν μυῶν ἴσμεν, ἐνίοτε δὲ τῶν ἐμφυομένων εἰς αὐτοὺς νεύρων τι πεπονθέναι. ὁ μὲν οὖν ἀνατείνων αὐτὸν παραλυθεὶς χαλαρὸν ἀποδείξει τὸ βλέφαρον, ὡς μὴ δύνασθαι διανοίγειν τὸν ὀφθαλμόν· οἱ κατασπῶντες δὲ, δύο γάρ εἰσιν αὐτοὶ, κλείειν ἀδυνατήσουσιν· εἰ δ’ ὁ ἕτερος αὐτῶν πάθοι μόνος, ἐπὶ τὸν ἀντικείμενον αὐτῶν μῦν παρασπασθήσεται τὸ βλέφαρον, ὡς δοκεῖν κεκλάσθαι κατὰ μέσην τὴν ἐπὶ τῷ πέρατι περιγραφὴν αὐτῶν, καὶ τὸ μὲν ἕτερον μέρος, ὃ κατὰ τὸν πεπονθότα μῦν ἐστι, ἀνεσπάσθαι, τὸ δ’ ἕτερον, ὃ κατὰ τὸν ἀπαθῆ, κατεσπάσθαι. ταῦτα μὲν οὖν ἴδια πάθη τῶν κατὰ τὸν ὀφθαλμόν ἐστι μορίων, ἀφανεῖς ἔχοντα τοὺς πάσχοντας τόπους, ἕτερα δ’ ἐξ ἄλλων ἐπ’ αὐτὸν ὁρμᾶται κατὰ συμπάθειαν. τοῖς γοῦν τῶν ὑποχεομένων φαντάσμασιν ὅμοια φαίνεται, μηδεμιᾶς οὔσης ἰδιοπαθείας κατὰ τὸν ὀφθαλμὸν, ἀλλ’ ἐπὶ συμπαθείᾳ τῇ κατὰ τὸ στόμα τῆς κοιλίας, ἢ κατὰ τὸν ἐγκέφαλον. ἀλλὰ καὶ ταῦτα διορίζεσθαι χρὴ τῶν ἀπὸ τῆς γαστρὸς ἀρχομένων, πρῶτον
222
μὲν τῷ τὸν ἕτερον ὀφθαλμὸν μόνον ἢ ἀμφοτέρους ὁμοίως φαντάζεσθαι· τοὐπίπαν γὰρ αἱ μὲν ἐπὶ τῇ κατὰ τὴν γαστέρα κακοχυμίᾳ γινόμεναι φαντασίαι τοῖς ὀφθαλμοῖς ἀμφοτέροις ὡσαύτως συμβαίνουσιν, αἱ δ’ ἐπὶ ταῖς ὑποχύσεσιν οὔτ’ ἄρχονται κατ’ ἀμφοτέρους, οὔθ’ ὁμοίως φαίνονται· δευτέρῳ δ’ ἐφεξῆς τῷ κατὰ τὸν χρόνον· εἰ γὰρ ἤτοι τριῶν ἢ τεττάρων μηνῶν ἢ καὶ πλειόνων ἤδη φαίνοιτο τὰ τῶν ὑποχεομένων συμπτώματα, σοὶ δὲ κατασκεψαμένῳ τὰς κόρας μηδὲν ἀχλυῶδες ἐμφαινόμενον εὑρίσκοιτο, διὰ τὸ στόμα τῆς κοιλίας αὐτοὺς πάσχοντας εὑρήσεις· οὔπω δ’ ὄντος ἀξιολόγου τοῦ χρόνου, πρῶτον μὲν ἐρωτήσεις εἰ διηνεκῶς ἐν ἁπάσαις ταῖς ἡμέραις ἀφ’ ἧς ἤρξατο πάσχειν οὕτω διατελεῖ φαινόμενα, μηδεμιᾶς ἡμέρας ἐν τῷ μεταξὺ γενομένης ἀμέμπτου τελέως, ἢ παρενέπεσόν τινες ἀμέμπτως ὑγιεῖς, ὡς δοκεῖν ἀκριβῶς ὑγιεῖς εἶναι· τὸ μὲν γὰρ διηνεκὲς ὡς ἔνδειξιν ὑποχύσεως ἔχει, τὸ δὲ διαλεῖπον ὑποψίαν τῶν κατὰ τὴν γαστέρα, καὶ μᾶλλον ὅτ’ ἃν ἐπὶ ταῖς ἀκριβέσιν εὐπεψίαις μηδὲν ἑαυτῷ λέγῃ φαίνεσθαι φάντασμα, πολὺ δὲ μᾶλλον ὅταν ἅμα τῇ γενέσει τῶν φαντασμάτων αἰσθάνηταί
223
τινος ἐν τῷ στόματι τῆς κοιλίας δήξεως, ἔτι δὲ μᾶλλον ὅταν ἐπὶ τοῖσδε, τῶν δακνόντων ἐμεθέντων, παύηται τὰ συμπτώματα. ταῦτα μὲν οὖν εὐθέως κατὰ τὴν πρώτην ἡμέραν, ἐν ᾗπερ ἂν ἴδῃς τὸν ἄνθρωπον, ἐξ ἀνακρίσεως ὑπάρξει σοι μαθεῖν, ὅτ’ ἂν, ὡς ἔφην, ἀκριβῶς κατὰ φύσιν ἔχωσιν οἱ ὀφθαλμοί· τῆς δὲ θατέρου κόρης ἀχλυωδεστέρας, ἢ θολωδεστέρας, ἢ συνελόντι φάναι, μὴ καθαρᾶς ἀκριβῶς φαινομένης, ὑποχύσεώς ἐστιν ἀρχή· ἐὰν δ’ ἔνιοι φύσει τὰς κόρας μὴ πάνυ τι καθαρὰς ἔχωσιν, ἐπισκεπτέον ἐστὶν, εἰ ἀμφότεραι παραπλησίως φαίνονται διακείμεναι, καὶ εἰ πρὸς τούτῳ μηδέπω χρόνος ἱκανὸς ἐπὶ τοῖς τῆς ὑποχύσεως συμπτώμασιν προγεγονὼς ὑπάρχει· κᾂν ταῦθ’ οὕτως ἔχῃ, κέλευσον ἀρκεσθῆναι τροφῇ τῆς συνήθους ἐλάττονι, μηδὲν ἐχούσῃ κακόχυμον. εἶτα κατὰ τὴν ὑστεραίαν εὐπεπτηκότος ἀκριβῶς αὐτοῦ, πυθοῦ περὶ τῶν κατὰ τὴν ὄψιν φαντασμάτων· εἰ μὲν γὰρ ἤτοι μηδ’ ὅλως ἢ ἀμυδρῶς φαίνοιτο, στομαχικὸν ἦν τὸ σύμπτωμα· μενόντων δ’ ὁμοίων αὐτῶν, οὐ κατὰ συμπάθειαν, ἀλλὰ κατὰ διάθεσιν οἰκείαν εἰδέναι χρὴ ταῦτα συμπίπτοντα τοῖς ὀφθαλμοῖς, ἔτι δὲ μᾶλλον, ἐὰν τοῦ
224
δι’ ἀλόης φαρμάκου λαβὼν, ὁμοίως ἔχῃ· λέγω δὲ διὰ τῆς ἀλόης, ὃ προσαγορεύουσιν ἔνιοι μὲν ἱερὰν πικρὰν, ἔνιοι δὲ ἁπλῶς πικράν. εἰ γὰρ στομαχικὸν εἴη τὸ σύμπτωμα, θεραπευθήσεται ῥᾷστα διὰ τῆς τοῦ φαρμάκου τούτου πόσεως, ἅμα ταῖς εὐπεψίαις, ὡς συνελθεῖν εἰς ταὐτὸν ἀμφότερα, τήν τε διάγνωσιν τοῦ πεπονθότος τόπου καὶ τὴν θεραπείαν αὐτοῦ. ἐγὼ δὲ, ὡς ἴστε, καὶ χωρὶς τοῦ θεάσασθαι τοὺς οὕτω πάσχοντας ἐθεράπευσα διὰ γραμμάτων ἐνίους ἐν ἄλλοις ὄντας ἔθνεσιν· καὶ γὰρ ἐκ τῆς Ἰβηρίας καὶ τῆς Κελτικῆς καὶ Ἀσίας καὶ Θρᾴκης καὶ ἄλλων χωρίων ἐπιστειλάντων μοί τινων, εἴ τι πρὸς ἀρχὰς ὑποχύσεως, μήπω μηδεμιᾶς ἐναργῶς φαινομένης βλάβης ἐν τῇ κόρῃ, φάρμακον ἔχοιμι δόκιμον, ἀποστέλλειν αὐτοῖς, ἠξίωσα δηλωθῆναί μοι πρότερον, εἰ ἐκ τοῦ πολλοῦ χρόνου πάσχουσι, καὶ τἄλλα περὶ ὧν ὀλίγον ἔμπροσθεν εἶπον· εἶτα τοῖς ἐπιστείλασιν, ἓξ μῆνας ἢ ἐνιαυτὸν ἀπὸ τῆς ἀρχῆς γεγονέναι φασκόντων, ἀμφοτέρων ὁμοίως τῶν ὀφθαλμῶν ἐπὶ μὲν ταῖς εὐπεψίαις ἄμεινον ἐχόντων, παροξυνομένων δὲ ἐπὶ ταῖς
225
ἀπεψίαις καὶ ταῖς τοῦ στομάχου δήξεσιν, ἐμεσάντων τε χολῆς καὶ καθισταμένων, οὐδὲν ἔτι περὶ τῆς κόρης ἀξιώσας πυθέσθαι, βεβαίως ἔγνων ὡς οὐκ ἰδιοπάθειαν ἀλλὰ συμπάθειαν εἶναι τῶν ὀφθαλμῶν ἐπὶ τῇ γαστρί· καὶ πέμψας αὐτοῖς τὴν πικρὰν, ἐκείνους μὲν πρῶτον καὶ μάλιστα, διὰ ἐκείνων δὲ καὶ ἄλλους πολλοὺς τῶν ὁμοεθνῶν αὐτοῖς ἰασάμην· ὄντες γὰρ αὐτοὶ πάντες οἷς ἔπεμψα πεπαιδευμένοι, μαθόντες δ’ ἐξ ὧν αὐτοῖς ἐπέστειλα τὰς διαγνώσεις τῶν πεπονθότων τόπων, αὐτοί τε τοῦ λοιποῦ ῥᾳδίως ἐγνώριζον αὐτοὺς, ἐθεράπευόν τε τῷ πικρῷ φαρμάκῳ. παραπλήσια δὲ τοῖς τῶν ὑποχεομένων συμπτώματα γίνεται πολλάκις ἐγκεφάλου πάσχοντος ἔν τισι φρενιτίδων εἴτε εἴδεσιν εἴτε διαφοραῖς ἐθέλοις ὀνομάζειν. εἰσὶν μὲν γὰρ αὐτῆς ἁπλαῖ μὲν δύο, σύνθετος δὲ ἐξ ἀμφοῖν ἡ τρίτη. τινὲς μὲν γὰρ τῶν φρενιτικῶν, οὐδὲν ὅλως σφαλλόμενοι περὶ τὰς αἰσθητικὰς διαγνώσεις τῶν ὁρατῶν, οὐ κατὰ φύσιν ἔχουσι ταῖς διανοητικαῖς κρίσεσιν· ἔνιοι δ’ ἔμπαλιν ἐν μὲν ταῖς διανοήσεσιν οὐδὲν σφάλλονται, παρατυπωτικῶς δὲ κινοῦνται κατὰ τὰς αἰσθήσεις, ἄλλοις δέ τισιν κατ’ 
226
ἄμφω βεβλάφθαι συμβέβηκεν. ὁ δὲ τρόπος ἑκατέρας τῆς βλάβης τοιόσδ’ ἐστίν. καταλειφθείς τις ἐπὶ τῆς οἰκίας ἐν Ῥώμῃ μεθ’ ἑνὸς ἐριουργοῦ παιδὸς, ἀναστὰς ἀπὸ τῆς κλίνης ἧκεν ἐπὶ τῆς θυρίδος, δι’ ἧς οἷόν τ’ ἦν ὁρᾶσθαί τε αὐτὸν καὶ ὁρᾷν τοὺς παριόντας. εἶτα τῶν ὑαλίνων σκευῶν ἕκαστον ἐπιδεικνὺς αὐτοῖς, εἰ κελεύοιεν αὐτὸ βάλλειν, ἐπυνθάνετο. τῶν δὲ μετὰ γέλωτος ἀξιούντων τε βαλεῖν καὶ κροτούντων ταῖς χερσὶν, ὁ μὲν ἔβαλεν ἐφεξῆς ἅπαντα προχειριζόμενος, οἱ δὲ γελῶντες ἐκεκράγεισαν. ὕστερον δέ ποτε πυθόμενος αὐτῶν, εἰ καὶ τὸν ἐριουργὸν κελεύοιεν βληθῆναι, κελευσάντων αὐτῶν, ὁ μὲν ἔβαλεν, οἱ δὲ ἐπεὶ καταφερόμενον ἐξ ὕψους ἐθεάσαντο, γελῶντες μὲν ἐπαύσαντο, πεσόντα δὲ προσδραμόντες ἀνείλοντο συντριβέντα. τὸ δ’ ἐναντίον οὐ μόνον ἐπ’ ἄλλων, ἀλλὰ καὶ ἐμαυτῷ συμβὰν οἶδα μειρακίῳ τὴν ἡλικίαν ὄντι. πυρέττων γὰρ ἐν θέρει πυρετῷ διακαεῖ, τῆς τε κλίνης ἐξέχειν τινα κάρφη, κατὰ τὴν χρόαν ὀρφνώδη, καὶ τῶν ἱματίων ὁμοίας κροκύδας ἐνόμιζον· εἶτ’ ἀφαιρεῖν μὲν αὐτὰς ἐπεχείρουν, οὐδενὸς δὲ ὑπὸ τῶν δακτύλων ἀναφερομένου, συνεχέστερόν τε
227
καὶ σφοδρότερον ἐπεχείρουν οὕτω πράττων. ἑταίρων δὲ δυοῖν παρόντων ἀκούσας ἀλλήλοιν λεγόντων, ὡς οὗτος ἤδη κροκυδίζει τε καὶ καρφολογεῖ, συνῆκα μὲν ὡς αὐτὸ τοῦτο πεπόνθοιμι τὸ λεγόμενον ὑπ’ αὐτῶν, ἀκριβῶς δὲ παρακολουθῶν ἐμαυτῷ μὴ παραπαίοντι κατὰ τὴν λογιστικὴν δύναμιν, ὀρθῶς, ἔφην, λέγετε, καὶ βοηθεῖτέ μοι, μὴ φρενιτίσω. τραπομένων δ’ αὐτῶν ἐπὶ τὰς προσηκούσας ἐπιβροχὰς τῆς κεφαλῆς, δι’ ὅλης τῆς ἡμέρας καὶ νυκτὸς ἐνύπνια μέν μοι ταραχώδη τινὰ συνέπεσεν ἄχρι τοῦ βοῆσαί τε καὶ ἀναπηδῆσαι πρὸς ταῦτα, κατέστη δὲ τὰ συμπτώματα πάντα κατὰ τὴν ἑξῆς ἡμέραν. εὔδηλον οὖν ὅτι τῶν συμπτωμάτων ἡ γένεσις ἐπὶ μὲν αἰτίᾳ μιᾷ καὶ τῇ αὐτῇ κατ’ εἶδος, οὐκ ἐκ τοῦ αὐτοῦ δὲ πρωτοπαθοῦντος ὁρμᾶται τόπου, τοῖς ἐπ’ ἐγκεφάλῳ τε καὶ γαστρὶ κατὰ συμπάθειαν, ὡς εἴρηται, πάσχουσιν· ὅτ’ ἂν γὰρ ἀθροισθῇ τις ἐν ἐγκεφάλῳ χολώδης χυμὸς ἅμα πυρετῷ διακαεῖ, παραπλήσιόν τι πάσχει τοῖς ὑπὸ πυρὸς ὀπτωμένοις, καὶ κατὰ τοῦτο λιγνύν τινα γεννᾷν πέφυκεν, ὥσπερ κᾀν τοῖς λύχνοις τοὔλαιον· ἥτις λιγνὺς συνδιεκπίπτουσα τοῖς ἐπὶ τὸν
228
ὀφθαλμὸν ἀφικνουμένοις ἀγγείοις, αἰτία γίνεται τῶν φαντασμάτων αὐτοῖς· ἐθεάσασθε γὰρ ἐν ταῖς ἀνατομαῖς ἅμα τοῖς νεύροις ἐπὶ τὸν ὀφθαλμὸν ἀρτηρίας τε καὶ φλέβας συνδιεκπιπτούσας ἀπὸ τῶν τὴν χοροειδῆ μήνιγγα διαπλεκουσῶν. ἀλλὰ καὶ οὗτος ὁ λόγος ἐνταυθοῖ τελευτάτω, διωρισμένος ἱκανῶς· ἐφεξῆς δὲ περὶ τῶν ἄλλων ἐν ὀφθαλμοῖς μερῶν εἴπωμεν, ἕνα μὲν κοινὸν λόγον, ὡς τὰ φαινόμενα σαφῶς ἡμῖν μόρια μὴ φυλάττοντα τὴν φυσικὴν κατάστασιν, οὐ πρόκειται νῦν διαγιγνώσκειν, ἀλλ’ ἐφ’ ὧν ἀφανὲς αἰσθήσει τὸ πεπονθός ἐστιν μόριον· ὡς ἐφ’ ὧν γε φαίνεται σαφῶς ἤτοι διεῤῥωγός τι τῆς κόρης, ἢ παρεσπασμένον, ἢ παρὰ φύσιν ηὐξημένον ἢ μεμειωμένον, αὐτὸ μὲν τὸ πεπονθὸς οὐδεμιᾶς δεῖται σοφίας εἰς διάγνωσιν, ἥτις δέ ἐστιν ἡ ποιοῦσα διάθεσις αὐτὸ, τῆς ἰατρικῆς τέχνης ἔργον ἐπίστασθαι, καὶ γέγραπται περὶ αὐτῶν ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις· ὥστ’ οὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε περὶ τῶν ἐν ὀφθαλμοῖς πεπονθότων μορίων τῶν αἰσθητῶν, ὥσπερ οὐδὲ περὶ τῶν ἐν αὐτοῖς παθῶν. τὰ μὲν γὰρ ὀνόματα τῶν παθῶν ἐν ἑνὶ μικρῷ βιβλίῳ γέγραπται, τὴν
229
ἐπιγραφὴν ἔχοντι, τῶν ἐν ὀφθαλμοῖς παθῶν διάγνωσις· αἱ δ’ αἰτίαι, καθάπερ ἔφην, ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις εἴρηνται.

Καιρὸς οὖν ἤδη μεταβαίνειν ἐπὶ τὴν γλῶτταν. ἑώραται δ’ ἡμῖν ἐπ’ αὐτῆς ἐνίοτε μὲν ἡ κίνησις, ἐνίοτε δὲ ἡ τῆς γεύσεως αἴσθησις βεβλαμμένη, καί ποτε μὲν σὺν αὐτῇ καὶ ἡ τῆς ἁφῆς. οὐκ ἔστι δ’ ἄλλα μὲν ἁφῆς, ἄλλα δὲ γεύσεως νεῦρα, καθάπερ τὰ τῆς κινήσεως· τὰ γὰρ ἀπὸ τῆς τρίτης συζυγίας οὐ μόνον τῶν ἁπτῶν, ἀλλὰ καὶ τῶν γευστῶν ἐστι διαγνωσικά. πλεονάκις δὲ βλάπτεται τῶν γευστῶν ἡ αἴσθησις ἤπερ ἡ τῶν ἁπτῶν, καίτοι τῶν αὐτῶν οὖσα νεύρων, ὡς ἂν ἀκριβεστέρας δεομένη διαγνώσεως. παχυμερέστατον μὲν γὰρ τὸ τῆς ἁφῆς αἰσθητήριον, ὥσπερ τὸ τῆς ὄψεως λεπτομερέστατον· δεύτερον δὲ μετὰ τὴν ὄψιν ἐν λεπτομερείᾳ μὲν τὸ τῆς ἀκοῆς, ἐν παχυμερείᾳ δὲ μετὰ τὴν ἁφὴν τὸ τῆς γεύσεως, ὥσπερ ἐν μέσῳ τῶν τεττάρων τὸ τῆς ὀσφρήσεως. ἡ δὲ κίνησις τῆς γλώττης παρὰ τῆς ἑβδόμης ἐστὶ συζυγίας τῶν ἐξ ἐγκεφάλου πεφυκότων νεύρων, ἐγγὺς τῆς

230
κατὰ τὸν νωτιαῖον ἀρχῆς οὖσα. ὅταν μὲν οὖν ἀμφότερα τὰ μέρη τοῦ ἐγκεφάλου, τό τε δεξιὸν καὶ τὸ ἀριστερὸν, κατὰ τοῦτο τὸ χωρίον ᾖ πεπονθότα, τοὺς ἀποπληκτικοὺς ἐπιφέρει κινδύνους· ὅτ’ ἂν δὲ θάτερον μόνον, εἰς παραπληγίαν τελευτᾷ, ποτὲ μὲν τῇ τῆς γλώττης κινήσει μόνῃ λυμαινομένην κατὰ τὸ ἥμισυ μέρος, ἔστι δ’ ὅτε καὶ τοῖς κάτω τῆς κεφαλῆς μορίοις ἄλλοτ’ ἄλλοις ἐγκατασκήπτουσαν, ποτὲ δὲ καὶ παντὶ θατέρῳ μέρει τοῦ σώματος ἄχρι ποδῶν ἄκρων. ἡ δ’ οὖν γλῶττα πολλάκις ἑώραται βλαπτομένη τὴν εἰρημένην βλάβην μόνη τῶν κατὰ τὸ πρόσωπον μερῶν, μήτε τῆς ἁπτικῆς αἰσθήσεως ἐν αὐτῇ μήτε τῆς γευστικῆς βεβλαμμένων. καὶ ἡ αἰτία πρόδηλος ὑμῖν ἐστιν ἑωρακόσιν τὰς ἐξ ἐγκεφάλου τῶν νεύρων ἀποφύσεις εἰς μὲν τὸ πρόσωπον ἀπὸ τοῦ προσθίου μέρους αὐτοῦ γινομένας, εἰς δὲ τὰ κάτω μέρη τοῦ προσώπου πάντα τὰ καθ’ ὅλον τὸ ζῶον ἀπὸ θατέρου μέρους τοῦ ὄπισθεν, ἐξ οὗ μέρους ἐστὶ καὶ ἡ συζυγία τῶν ἐπὶ τοὺς τῆς γλώττης μῦς ἀφικνουμένων νεύρων, ὑφ’ ὧν αἱ κατὰ προαίρεσιν αὐτῆς γίνονται κινήσεις. ὥστε πάλιν εἰκότως, ὅτ’ ἂν τὸ πρόσθιον ἐγκεφάλου πάθῃ μέρος μόνον, ἡ μὲν τῆς γλώττης 
231
κίνησις ἀβλαβὴς διασώζεται μόνη, τὰ δ’ ἄλλα πάντα τὰ κατὰ τὸ πρόσωπον μόρια τὰς αἰσθητικὰς καὶ προαιρετικὰς κινήσεις ἀπόλλυσι, κατὰ θάτερον δηλονότι μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερόν. ἐὰν γὰρ ὅλον ποτὲ πάθῃ τὸ πρόσθιον ἐγκεφάλου, συμπάσχειν μὲν ἀναγκαῖόν ἐστι καὶ τὰ περὶ τὴν ὑψηλοτάτην αὐτοῦ κοιλίαν, βλάπτεσθαι δὲ καὶ τὰς διανοητικὰς αὐτῶν ἐνεργείας. καὶ κεῖται ἀναίσθητος μὲν καὶ ἀκίνητος ὁ οὕτως παθὼν, οὐδὲν δ’ εἰς τὴν ἀναπνοὴν βλάπτεται, καὶ καλεῖται τὸ πάθος τοῦτο κάρος, ὡς τό γε καὶ τὴν ἀναπνοὴν βλάπτον οὕτως ἰσχυρῶς, ὡς μετὰ πολλῆς βίας ἀναπνεῖν μόγις ὁμοίως τοῖς ῥέγχουσιν ἐν ὕπνοις βαθέσιν ἀποπληξία προσαγορεύεται. καὶ τοίνυν καὶ διαδέχεται τὴν μὲν τῆς ἀποπληξίας λύσιν ἡ καλουμένη παραπληγία πάνυ πολλάκις, ἐπὶ δὲ τοῖς κάροις παυομένοις ὑγεία τοὐπίπαν πολλάκις ἀκολουθεῖν εἴωθεν. γίνεται δὲ κάρος ἐπί τε τοῖς τῶν κροταφιτῶν μυῶν πάθεσιν, ὡς ἱπποκράτης ἐδήλωσεν, κᾀν τοῖς ὀξέσι νοσήμασιν, ὡς καὶ τοῦτ’ ἔγραψεν ὁ αὐτὸς Ἱπποκράτης· ἐν τῷ μέσῳ δέ πως ἀμφοῖν ἐστι, τοῦ τε κάρου καὶ τῆς ἀποπληξίας, ἡ ἐπιληψία, σπασμοὺς μὲν ἐπιφέρουσα παντὸς τοῦ σώματος, οὐ
232
μὴν εἰς παραπληγίαν τελευτῶσα. ψυχρὸς μὲν οὖν καὶ παχὺς ἢ πάντως γε γλίσχρος χυμός ἐστιν αἴτιος τῶν τριῶν τούτων νοσημάτων. ἀλλ’ ἐν μὲν τοῖς κάροις τε καὶ ταῖς ἐπιληψίαις αἱ κοιλίαι μὲν μᾶλλον, ἧττον δὲ αὐτὸ τὸ σῶμα τοῦ ἐγκεφάλου πάσχειν εἴωθεν, ἐν δὲ ταῖς ἀποπληξίαις μᾶλλον τὸ σῶμα· καὶ κατὰ μὲν τοὺς κάρους τὰ πρόσω μᾶλλον, ἐν δὲ ταῖς ἀποπληξίαις τε καὶ ἐπιληψίαις ἀμφότερα· κατὰ δὲ τὰς καταλήψεις τε καὶ κατοχὰς ὀνομαζομένας τὰ ὀπίσω πάσχει μᾶλλον. ὅτ’ ἂν δὲ ἀνατιτραμένου τινὸς ὀστοῦ ἡ μέση κοιλία θλιφθῇ, κάρος καταλαμβάνει τὸν ἄνθρωπον ἄνευ τοῦ σπᾶσθαί τε καὶ δυσχερῶς ἀναπνεῖν, ὧν τὸ μὲν ἐπιληψίας, τὸ δὲ τῆς ἀποπληξίας ἐστὶν ἴδιον, ὥσπέρ γε καὶ κάρου καὶ καταλήψεως ἡ κατὰ φύσιν ἀναπνοὴ σωζομένη. ἀλλ’ ὁ μὲν κάρος κεκλεισμένων γίγνεται τῶν βλεφάρων, ἡ κατάληψις δὲ ἀνεῳγότων. ὥσπερ δὲ ἐν ταῖς ἀνατρήσεσιν, ὅτ’ ἂν ἀμελῶς τις πιέζων τῷ μηνιγγοφύλακι τὴν μήνιγγα θλίψῃ περαιτέρω τοῦ προσήκοντος, ὁ κάρος γίγνεται, κατὰ τὸν αὐτὸν τρόπον, ὅτ’ ἂν ὀστοῦν συντριβὲν σφοδρῶς τοῦ κρανίου θλίβῃ τὰς κοιλίας
233
αὐτοῦ, καὶ μάλιστα τὴν μέσην, ὁ κάρος συμπίπτει· ἕπεται δὲ καὶ σφοδραῖς ὀδύναις τὸ πάθος τοῦτο, καταπίπτοντος ἐν αὐταῖς τοῦ κατὰ τὸ ψυχικὸν πνεῦμα τόνου· καλῶ δὲ οὕτως, ὡς ἴστε, τὸ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πρῶτον ὄργανον ὑπάρχον τῇ ψυχῇ πρὸς τὸ διαπέμπειν εἰς ἅπαντα τὰ μέρη τοῦ σώματος αἴσθησίν τε καὶ κίνησιν. τὰ μὲν οὖν κατὰ τὸν ἐγκέφαλον, οἰκειότητί τε τοῦ προκειμένου λόγου καὶ διότι κατὰ τὸν ἔμπροσθεν λόγον ἀδιοριστότερον εἴρηται, διορίσασθαί μοι νῦν ἄμεινον ἔδοξεν· αὖθις δ’ ἐπὶ τὰ τῆς γλώττης ἐπάνειμι πάθη, τὰ μὲν κοινὰ διὰ τὴν πρὸς τὸν ἐγκέφαλον καὶ τὰ νεῦρα κοινωνίαν, τὰ δὲ ἴδια μόνης αὐτῆς. τῇ μὲν οὖν πρὸς τὸν ἐγκέφαλον αὐτῆς κοινωνίᾳ καθάπερ εἰς τὴν κίνησιν ἐβλάπτετο διὰ τὴν ἑβδόμην συζυγίαν, οὕτως εἰς τὴν αἴσθησιν ἐμποδίζεται διὰ τὴν τρίτην, ἣν ὀνομάζουσι μαλακὸν νεῦρον οἱ ἀνατομικοὶ, καταφυομένην, ὡς ἴστε, καὶ κατασχιζομένην εἰς τὸν περιλαμβάνοντα τὴν γλῶτταν χιτῶνα, καθάπερ τι τῶν ἀπὸ τῆς ζ΄ συζυγίας εἰς τοὺς κινοῦντας αὐτὴν μύας. τὰ δ’ ἴδια μόνης τῆς γλώττης πάθη τοῖς μεμνημένοις ὅσα
234
περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς ἰδίων ἀρτίως εἶπον, οὐ χαλεπῶς εὑρεθήσεται. καὶ γὰρ ταύτης αἱ μὲν δυσκρασίαι τῶν μυῶν, ὡς ὁμοιομερῶν, ἐμποδίζουσι ταῖς κινήσεσιν, ὥσπέρ γε καὶ τοῦ περιέχοντος ἔξωθεν αὐτὴν ὑμένος, ἀμφοτέραις ταῖς αἰσθήσεσιν, ἁπτικῇ τε καὶ γευστικῇ· αἵ θ’ ὡς ὀργανικῶν παθῶν φλεγμοναὶ καὶ σκίῤῥοι καὶ οἰδήματα καὶ ἐρυσιπέλατα καὶ διαπυήσεις, ἅπερ ἅπαντα τῆς ἐνεστώσης ἀφώρισται πραγματείας, ὁρῶσίν τε ἡμῖν καὶ ἁπτομένοις διαγιγνωσκόμενα· πρόκειται γὰρ, ὅσα μήτ’ ὄψει μήθ’ ἁφῇ διαγνῶναι δυνάμεθα πάσχοντα μόρια, ταῦτ’ ἐπισκέψασθαι, διὰ τίνων σημείων ἐνδεικτικῶς τε καὶ τὸ σύμπαν φάναι λογικῶς νῦν εὑρεθησόμενα.

Κατὰ τὸν αὐτὸν οὖν λόγον ἐπὶ τῆς ἀκουστικῆς αἰσθήσεως, ὅσα μὲν ἐν αὐταῖς ταῖς ὁρωμέναις κοιλότησι τῶν ὤτων γίνεται παθήματα, λογικῆς οὐ δεῖται γνώσεως· ὅσα δὲ ἀπαθοῦς φαινομένου τοῦ κατὰ τὰ ὦτα πόρου, βλαπτομένου δὲ κατὰ τὴν ἀκουστικὴν ἐνέργειαν, ὁμοίᾳ μεθόδῳ γνωριοῦμεν· εἰ μὲν μόνη πάσχει, τὸ ἴδιον νεῦρον

235
πεπονθέναι λογιζόμεθα· σὺν δὲ τοῖς ἄλλοις τοῦ προσώπου μορίοις ἐν ἐγκεφάλῳ τὴν παρὰ φύσιν εἶναι διάθεσιν, ἢ ὡς ὁμοιομεροῦς, ἢ ὡς ὀργανικοῦ μορίου πεπονθότος αὐτοῦ.

Καὶ τῶν ἄλλων δὲ τόπων ἁπάντων τῶν κατὰ τὸ πρόσωπον οὐ μόνον ἡ κίνησις, ἀλλὰ καὶ ἡ αἴσθησις ἤτοι γε ἀπόλλυται παντάπασιν ἢ βλάπτεται, ποτὲ μὲν αὐτῶν ἰδιοπαθούντων τῶν βεβλαμμένων τὰς ἐνεργείας μορίων, ποτὲ δὲ τῶν ἐξ ἐγκεφάλου φερομένων ἐπ’ αὐτὰ νεύρων, ἢ καὶ δι’ αὐτὸν τὸν ἐγκέφαλον πάσχοντα· διορισθήσεται δ’ ἀλλήλων ἅπαντα διὰ τῶν ἐζευγμένων αὐτοῖς συμπτωμάτων. ὅτ’ ἂν μὲν γὰρ ἕν τι μόριον ἤτοι γε εἰς αἴσθησιν ἢ εἰς κίνησιν ἢ εἰς ἄμφω τύχῃ βλαβὲν, αὐτὸ μόνον ἐκεῖνο τὴν αἰτίαν ἔχει τῆς διαθέσεως, ἤτοι γε ἐν τοῖς ἰδίοις μορίοις ὀργανικῶς ἢ κατὰ δυσκρασίαν πάσχουσιν, ἢ ἐν τοῖς εἰς αὐτὰ φερομένοις νεύροις ἀπὸ τῆς τρίτης συζυγίας· ὅταν δὲ ἅμα πλείω πεπόνθῃ μόρια, σκεπτέον, εἴτε ἐκ μιᾶς ἀρχῆς νεύρων, εἴτε ἐκ πλειόνων ἔχει τὴν αἴσθησιν ἢ τὴν κίνησιν ἐν τῷ κατὰ 

236
φύσιν διακεῖσθαι. τεθεάμεθα γὰρ ταῦτα διὰ τῶν ἀνατομῶν, τῆς μὲν τρίτης συζυγίας τοῖς γε κροταφίταις μυσὶν καὶ τοῖς μασσητῆρσιν καὶ τοῖς χείλεσι καὶ τοῖς τῆς ῥινὸς πτερυγίοις αἴσθησίν τε καὶ κίνησιν παρεχούσης, τῇ δὲ γλώττῃ τὴν αἴσθησιν μόνην, ὥσπέρ γε καὶ τοῖς ἐν τῷ στόματι πᾶσιν· τῆς δὲ δευτέρας τοὺς μῦς τῶν ὀφθαλμῶν μόνους κινούσης, ὥσπέρ γε καὶ τῆς πρώτης τὴν ὀπτικὴν αἴσθησιν αὐτοῖς παρεχούσης. ἐὰν οὖν ποτε τὰ παρὰ τῆς τρίτης συζυγίας νευρούμενα μόρια πάντα φαίνηται βεβλαμμένα κατὰ θάτερον δηλονότι μέρος, ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι, κᾂν μὴ ῥηθῇ πόθ’ ὑπ’ ἐμοῦ, τὴν πρωτοπάθειαν ἡγεῖσθαι χρὴ τοῦ νεύρου γεγονέναι· κατ’ ἄμφω δὲ τὰ μέρη τῆς βλάβης συμβάσης, οὐ τοῦ νεύρου τὸ πάθος ἴδιον, ἀλλὰ τοῦ κατὰ τὸν ἐγκέφαλον τόπου πρώτως ἐστὶν, ὅθεν ἐκφύεται τὰ νεῦρα. πάσχοντι δ’ ἐγκεφάλῳ κατ’ ἄμφω τὰ μέρη, τό τ’ ἀριστερὸν καὶ τὸ δεξιὸν, ἐν τῷ κατὰ τρίτην συζυγίαν χωρίῳ συμπάσχει καὶ τὰ πλησιάζοντα, καὶ διὰ τοῦτο τά τε κατὰ τὴν δευτέραν καὶ τὴν πρώτην συζυγίαν βλάπτεται νεῦρα, καὶ τῇ τούτων ἀκολουθεῖ βλάβῃ καὶ τὰ κατὰ τοὺς ὀφθαλμοὺς μόρια βλάπτεσθαι
237
πάντα· μόνου δ’ ἑνὸς μυὸς ἢ νεύρου παθόντος ὁπωσοῦν, εἴτε κατ’ ἰδιοπάθειαν, εἴτε κατὰ συμπάθειαν, ἐπὶ τὸν ἀντικείμενον μῦν ἐπισπᾶται τὸ μόριον, ἐὰν μὲν ὁ τὸ δεξιὸν χεῖλος κινῶν μῦς παραλυθῇ, πρὸς τὴν ἀριστερὰν χώραν ἀπαγομένου τοῦ κατὰ τοῦτο τὸ μέρος χείλους, ὅτ’ ἂν δὲ ὁ τὸ ἀριστερὸν, ἐπὶ τὴν δεξιάν. ὡσαύτως δὲ κᾀπὶ τῆς γένυος ὅλης, καὶ τῶν τῆς ῥινὸς πτερυγίων, καὶ τῶν γνάθων ἑκατέρας, ἃς ἐμάθετε κινουμένας ὑπὸ τοῦ μυώδους πλατύσματος, ἐπὶ τὰ ἐναντία τῷ παραλελυμένῳ συμβαίνει παρασπᾶσθαι τὸ μέρος, οὐκ ἔτ’ ἐπὶ τούτου παρὰ τῆς τρίτης συζυγίας τῶν νεύρων ἡκόντων, ἀλλ’ ἐκ τῶν κατὰ τὸν τράχηλον σπονδύλων εἰς ἅπαν ὀλίγου δεῖν, ὅτι μὴ κατὰ μέρος τι μικρὸν αὐτοῦ τῶν παρὰ τῆς πέμπτης συζυγίας ἐμφυομένων νεύρων, ἔνθα τὸ πλάτυσμα τὴν ὑψηλοτάτην ἔχει χώραν.