De locis affectis

Galen

Galen, De locis affectis

Περὶ τῶν πεπονθότων τόπων, οὕτω γὰρ ὀνομάζουσι τὰ μόρια τοῦ σώματος, ὀλίγοι τε τῶν ἰατρῶν ἐπραγματεύσαντο πλέον τε παρέλιπον ἀνεξέργαστον ἢ μετεχειρίσαντο· καταλιπὼν οὖν ἐγὼ τοὺς ἄλλους, Ἀρχιγένους ἐμνημόνευσα μόνου δικαίως ὑπὲρ ἐκείνους ἅπαντας ἐπῃνημένου· λέγοντος δ’ αὐτοῦ βλάπτεσθαί τινας ἐνεργείας, ἄνευ τοῦ βλάπτεσθαι τὸ μόριον τοῦ σώματος ἐν ᾧ γίνονται, διορισμοῦ τὸν λόγον ἔφην δεῖσθαι· δύνασθαι γάρ τινα λέγειν ὀρθῶς, εἰ καὶ μὴ μόνιμον ἤδη διάθεσιν ἔχοι τὸ κατὰ συμπάθειαν

137
ἑτέρου βλαπτόμενον, ἀλλ’ ὡς αὐτὸς ἔφη, καθάπερ τινα σκιὰν αὐτὸ τοῦτο τὸ πάθος ὑπάρχειν αὐτοῦ. πυρὶ γοῦν οὕτω πλησιάσαντες, ὡς ἐγγὺς μὲν ἥκειν τοῦ καίεσθαι, μὴ μέντοι γε καίεσθαι, σφοδρῶς ἀλγοῦμεν, οὐ δήπου μηδὲν πάσχοντος τοῦ θερμαινομένου μέρους. οὕτω δὲ καὶ κρύος ἰσχυρὸν ἐν τῷ περιέχοντι γενόμενον, ἢ ψυχρὸν ὕδωρ ἀκραιφνὲς, ἢ χιὼν προσπεσοῦσα, σφοδρὰν ὀδύνην ἐργάζεται· κᾂν ἀποστήσῃς τὸ λυποῦν, εὐθέως σὺν αὐτῷ παύεται τὸ πάθημα. βέλτιον οὖν ἐδόκει λέγειν, ὥσπερ καὶ αὐτὸ τοὔνομα ἐνδείκνυται, τὸ πάσχειν ἀμηγέπη τὸ συμπάσχον· οὐ γὰρ τὸ μηδόλως πάσχον, ἀλλὰ τὸ σὺν ἑτέρῳ πάσχον ὑπὸ τῆς συμπάσχον ἑρμηνεύεται φωνῆς. ὥσθ’ ὅταν ἐπὶ στομαχικαῖς διαθέσεσιν ὅμοια τοῖς τῶν ὑποχεομένων κατὰ τοὺς ὀφθαλμοὺς γίνηται συμπτώματα, πάσχειν μὲν αὐτοὺς λεκτέον, ἀναφερομένης ἐπὶ τὴν κεφαλὴν ἀναθυμιάσεώς τινος καπνώδους τῶν ἐν τῇ γαστρὶ περιεχομένων χυμῶν, οὐ μὴν ἤδη γέ πω διάθεσιν ἔχειν τοιαύτην, ὡς ἀπελθόντος τοῦ λυποῦντος ἰδίας ἐπιμελείας δεῖσθαι.
138
τὰ μὲν οὖν τοιαῦτα λογικώτερά πως ἔφην εἶναι· λογικὰ γὰρ ὄντως ἐστὶν ὅσα τῆς χρείας ἐπέκεινα προερχόμενα τὴν φύσιν ἀθρεῖ τῶν πραγμάτων, ὁποία τις ὑπάρχει κατὰ τὴν οἰκείαν οὐσίαν. οὕτως γοῦν καὶ Χρύσιππος ὁ φιλόσοφος ἔγραψεν περὶ τῶν τῆς ψυχῆς παθῶν ἓν μὲν τὸ θεραπευτικὸν βιβλίον, οὗ μάλιστα χρῄζομεν εἰς τὴν ἴασιν αὐτῶν, ἕτερα δὲ τρία λογικὰς ἔχοντα ζητήσεις.

Ὅπερ δ’ ἦν ἄμεινόν τε καὶ πολὺ χρησιμώτερον εἰς τὴν προκειμένην πραγματείαν, οὐκ ἀκριβῶς διήρθρωσεν ὁ Ἀρχιγένης, ὁπόσοι τρόποι τῶν βλαπτομένων ἐνεργειῶν εἰσιν· οὕτω γὰρ οἵ τε πρωτοπαθοῦντες, ἢ ἰδιοπαθοῦντες, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τόποι τοῦ σώματος εὑρεθήσονται, καὶ τῆς ἰάσεως αὐτῶν εὐπορήσομεν. ἐγὼ δ’ ἐπί τε τῶν φωνητικῶν ὀργάνων ἐδείκνυον τοῦτο καὶ τοῦ βλαβέντος εἰς αἴσθησιν τοὺς δακτύλους τῆς χειρὸς, οὐδὲν αὐτοὺς πεπονθότας, ἐφ’ οὗ τὸ πρῶτον πάσχον εὑρεθὲν ἐν ἀρχῇ τοῦ μεταφρένου τὴν προσήκουσαν ἐνεδείξατο θεραπείαν.

139

Ἄλλῳ μὲν γὰρ τρόπῳ τῆς γαστρὸς πασχούσης ὑποχύσεως φαίνεται συμπτώματα· καθ’ ἕτερον δὲ τρόπον οὐδὲν τῶν φωνητικῶν ὀργάνων πεπονθότων ὁ καταπεσὼν ἐξ ὑψηλοῦ τὴν φωνὴν ἐβλάβη, καὶ τούτων γ’ ἀμφοτέρων κατ’ ἄλλο συμπαθείας εἶδος ὁ τοὺς δακτύλους ἀναισθήτους ἔχων. ἐπὶ μὲν γὰρ τῶν ὀφθαλμῶν, ἀναφερομένου τινὸς ἐπ’ αὐτούς· ἐπὶ δὲ τῆς ἀφωνίας τῷ τὴν ὕλην τῆς φωνῆς βεβλάφθαι· τὸ δὲ κατὰ τοὺς δακτύλους σύμπτωμα μηκέτ’ εἰς αὐτοὺς ἀφικνουμένης τῆς αἰσθητικῆς δυνάμεως ἐγένετο. καὶ βέλτιον ἦν, εἴπερ ἄρα, μηδὲν ὅλως ἡγεῖσθαι πεπονθέναι τὰ φωνητικὰ μόρια καὶ τοὺς δακτύλους ἤπερ τοὺς ὀφθαλμούς· ἐπ’ ἐκείνων μὲν γὰρ αὐτὸ δὴ τοῦτο πάθος ἐστὶν τὸ πληροῦσθαί τινος ἀναθυμιάσεως καπνώδους· ἐπὶ δὲ τῶν φωνητικῶν τε καὶ τῶν δακτύλων οὐ τῷ παραγίνεσθαί τι παρὰ φύσιν εἰς αὐτοὺς, ἀλλὰ τῷ μὴ παραγίνεσθαι τὸ κατὰ φύσιν ἀφικνούμενον, ἐνέργειά τις βλάπτεται. δύναμις μὲν οὖν αἰσθητικὴ τοῖς δακτύλοις οὐκέτ’ ἐπιῤῥεῖ, βλαβείσης τῆς κατὰ τὸν νωτιαῖον ἐκφύσεως τοῦ νεύρου· πνεῦμα δ’ ἐκφυσώμενον ὁ λάρυγξ οὐκέτι δέχεται, τῶν μεσοπλευρίων μυῶν παραλυθέντων·

140
ἀλλ’ ὅμως κᾀπὶ τούτων ἐγχωρεῖ λέγειν αὐτὸ τοῦτο πάθος εἶναι τὸ μὴ παραγίνεσθαι πρὸς τὰ μόρια τὰ πρότερον, ἡνίκ’ εἶχε κατὰ φύσιν, ἥκοντα· καὶ γὰρ τῶν κρηνῶν οὐκ ἄν τις ἀλόγως πάθος εἶναι νομίζοι τὸ μηκέθ’ ἥκειν ἐπ’ αὐτὰς τὸ ὕδωρ, καὶ τῶν ἐκ τῆς γῆς φυομένων δημητρίων φυτῶν τὸν ἄμετρον αὐχμὸν, καὶ τῶν ζώων ἀπορίαν τροφῆς ἢ ποτοῦ· τὸ γὰρ ἐλλεῖπον ὁπωσοῦν ἑκάστῳ πρὸς τὴν κατὰ φύσιν αὐτοῦ διοίκησιν εἰκότως ἄν τις πάθος ἐκείνου νομίζοι. ἀλλὰ ταῦτα μὲν, ὡς ἔφην, λογικωτέραν ἔχει τὴν ζήτησιν· ἐπὶ δὲ τῶν βεβλαμμένων τε καὶ ἀπολωλυιῶν ἐνεργειῶν ἡ ἀναγκαία σκέψις ἠμέληται τοῖς πλείστοις τῶν ἰατρῶν. δυοῖν γὰρ ἢ καὶ τριῶν ἐνεργειῶν ἔσθ’ ὅτε τούτων οὐσῶν, ἐνίοτε μὲν ἑνὸς μορίου πεπονθότος τἄλλα συμπάσχοντα συμβλάπτεται τὰς ἐνεργείας, ἐνίοτε δὲ πάνθ’ ὡσαύτως πέπονθεν· ἔστι δ’ ὅτε τὰ μὲν αὐτῶν ἔχει διάθεσιν ἑκτικὴν, ὡς ἂν εἴποι τις, τὰ δὲ λοιπὰ τὴν, ὡς ἂν φαίη τις, κατὰ σχέσιν· ὑπὲρ ὧν εἴρηται μὲν ἤδη κᾀν τῷ δευτέρῳ περὶ τῆς τῶν ζώντων ἀνατομῆς, εἴρηται δ’ 
141
ἔτι καὶ κατὰ τὸν πρὸ τούτου λόγον, εἰρήσεται δὲ καὶ αὖθις, ὡς ἂν καὶ τοῦ μέλλοντος ἡμῖν περαίνεσθαι λόγου χρῄζοντος ἐξ ἀνάγκης τοιούτων διορισμῶν. ὃ δέ ἐστι χρήσιμον οὐδὲν ἧττον ἐν τῷδε τῷ τόπῳ προειρῆσθαι, διὰ τοὺς λόγῳ μὲν ἐπιχειροῦντας ἀποδεικνύειν ἀναγκαίαν τοῖς ἰατροῖς τὴν τῶν πεπονθότων ζήτησιν, ἔργῳ δ’ ἀνατρέποντας, ἤδη σοι δίειμι, προχειρισάμενος ἕν τι πάθος ἕνεκα παραδείγματος. ἔστω δὴ τοῦτο πλευρῖτις· ἐφ’ ἧς ὅτι μὲν ἡ πλευρὰ πέπονθεν, ἔνδειξις ἐκ τοῦ κατ’ αὐτὴν ἀλγήματος γίνεται· πότερον δ’ ὁ ὑπεζωκὼς ὀνομαζόμενος εἴθ’ ὑμὴν εἴτε χιτὼν, οὐδὲν γὰρ διαφέρει, φλεγμαίνει τοῖς πλευριτικοῖς, ἢ καί τι μόριον ἄλλο κατὰ τὰς πλευρὰς, καὶ πότερον ὁ πνεύμων ἐξ ἀνάγκης καὶ αὐτὸς πέπονθεν κατὰ τοὺς λοβοὺς, ἢ παντάπασιν ἀπαθής ἐστιν, οὐκ ἀναγκαῖον ἐπίστασθαί φασιν οἱ τὴν ἐμπειρίαν πρεσβεύοντες· ἑωρακέναι γὰρ ἤδη παμπόλλους πλευριτικοὺς, τοὺς μὲν ἅμα τοῖς διδασκάλοις, τοὺς δ’ ὑφ’ ἑαυτῶν μόνων θεραπευθέντας, ὡς Ἱπποκράτης ἔγραψεν ἐν τῷ περὶ διαίτης ὀξέων νοσημάτων, ἀκριβῶς τε γιγνώσκειν ἤδη, τίνα μὲν αὐτοὺς
142
ὠφελεῖ, τίνα δὲ βλάπτει, καὶ διορισμοὺς ἔχειν ἀναμιμνήσκοντας ἐπὶ σημείων ἐναργῶς φαινομένων, ὧν δεῖ φλέβα τέμνειν, ὧν δὲ μή· καὶ περὶ πυριάσεως δ’ αὐτῶν, ἔτι τε καταπλασμάτων, καὶ διαιτημάτων, ὑπαγωγῆς τε γαστρὸς, αὐτάρκη γνῶσιν ἔχειν ἐκ μακρᾶς πείρας. ὅθεν μὲν οὖν Ἱπποκράτης κινηθεὶς, ἤ τις ἄλλος πρὸ αὐτοῦ, τὴν εὕρεσιν ἐποιήσατο τῶν βοηθημάτων, ἀγνοεῖν ὁμολογοῦσιν· ἑαυτοῖς δ’ ἀρκεῖν φασιν τοῖς εὑρημένοις χρῆσθαι προσηκόντως, ὡς καὶ τοὺς ἄλλους τεχνίτας ὁρῶμεν· οὔτε γὰρ ὁ χαλκεὺς, οὔθ’ ὁ τέκτων, οὔθ’ ὁ σκυτοτόμος, ὅπως εὑρέθησαν αὐτῶν αἱ τέχναι ζητοῦσιν, ἀλλ’ ἅ γε παρὰ τῶν διδασκάλων ἔμαθον, αὐτοί τε χρώμενοι τῇ πείρᾳ δοκιμάσαντες ἐβεβαιώσαντο, ταῦτα πράττοντες εὐδοκιμοῦσιν. ἐγὼ μὲν οὖν, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὅταν ἀκούσω λεγόντων ταῦτα τῶν ἐμπειρικῶν ἰατρῶν, ἡγοῦμαι πάνυ πιθανοὺς εἶναι τοὺς λόγους αὐτῶν, εὑρίσκω τε τὰς πρὸς αὐτοὺς ὑπὸ τῶν δογματικῶν εἰρημένας ἀντιλογίας οὐ πάνυ τι γενναίας· ὥσπερ δ’ ἐν ἅπασι τοῖς ἄλλοις καθ’ ὅλον τὸν βίον ἐμαυτὸν ἀεὶ προπετοῦς συγκαταθέσεως ἐπέσχον, οὕτω καὶ
143
περὶ τούτων ἐζήτησα πολλῷ χρόνῳ κατ’ αὐτὴν τὴν ἐπὶ τῶν νοσούντων εὕρεσιν τῶν βοηθημάτων, εἴτε προσδέομαί τινος ἐνδείξεως λογικῆς, εἴτ’ ἀρκεῖ μοι τὰ διὰ τῆς πείρας ἐγνωσμένα παρά τε τοῖς διδασκάλοις καὶ κατ’ ἐμαυτόν. ἅπερ οὖν ἔκρινα βέλτιστα, πολλῷ χρόνῳ ζητήσας, ἐπικαλεσάμενος θεοὺς μάρτυρας, ἀγορεύσω τοῖς ἀληθείας ἐρῶσιν. οὐδὲ γὰρ αἰτίαν ἔχω τοῦ ψεύδεσθαι, καθάπερ οἱ μανθάνοντες αἵρεσιν μίαν, εἶτα πάντῃ τε καὶ πάντως ἔνδοξοι κατ’ αὐτὴν γενέσθαι προῃρημένοι· τούτοις γὰρ ἀναγκαῖόν ἐστι φιλονείκως ἀγωνίζεσθαι περὶ τῆς κατὰ τὴν αἵρεσιν ἀληθείας, ἣν μόνην γινώσκουσιν, ὡς ἂν ἐξ ἄλλης ἀγωγῆς λόγων ἀδυνατοῦσιν πορίζεσθαι δόξαν· ἐγὼ δ’ ἔργῳ διεδειξάμην ἐν ἐπιδείξεσίν τε δημοσίαις καὶ ταῖς τῶν βουληθέντων ἡντιναοῦν αἵρεσιν ἐκδιδαχθῆναι παρ’ ἐμοῦ, μηδενὸς ἧττον, ἵνα μή τι μεῖζον εἴπω, γινώσκων ἁπάσας αὐτάς. οὐ μὴν οὐδὲ λόγων αὐτοσχεδίων ἀπορίᾳ, συναγορεύειν ἑλόμενος αἱρέσει μιᾷ, ῥᾳδίως ἂν ὑπό τινος ἐξηλέγχθην· ἔμαθον γὰρ οὐκ ἐξ ὑπομνημάτων αὐτὰς, ὥς τινες, ἀλλὰ παρὰ τοῖς πρωτεύουσι διδασκάλοις
144
καθ’ ἑκάστην αἵρεσιν. οὔτ’ οὖν πρὸς ἐμπειρικούς ἐστί μοί τι μῖσος, ὧν γε τοῖς λόγοις ἐνετράφην, οὔτε πρὸς δογματικῶν τινας· ὁμοτίμως τε γὰρ ἐσπούδασα τὰ πάντων ἐκμαθεῖν, ἐφοίτησά τε τοῖς ἐνδοξοτάτοις διδασκάλοις καθ’ ἑκάστην αἵρεσιν· ἀπό τε τῶν ἔργων τῆς τέχνης ἐγνώσθην, οὐκ ἀπὸ λόγων σοφιστικῶν, τοῖς τ’ ἄλλοις τῶν ἐν Ῥώμῃ πρώτων ἀνδρῶν καὶ πᾶσιν ἐφεξῆς τοῖς αὐτοκράτορσιν· ὥστ’ οὐδὲν ἄν μοι λείποι πρὸς τὸ μὴ οὐ λέγειν ἀληθῶς ἃ φρονῶ καθ’ ἑκάστην αἵρεσιν. εὗρον οὖν ἐπὶ τῶν ἔργων τὴν διὰ τῆς ἀληθοῦς ἐνδείξεως εὕρεσιν τῶν βοηθημάτων ἐν τοῖς σπανίως ἀποβαίνουσιν πλεονεκτοῦσαν τῆς ἐμπειρικῆς γνώσεως· καὶ διὰ τοῦτο τοῖς ἐναντιωτάτοις βοηθήμασιν ἐνίοτε τῶν ἐκ τῆς ἐμπειρίας ἐγνωσμένων ἐθεράπευσα πολλὰ τῶν παθῶν, ἅπερ ἐπὶ πλέον ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ διέρχομαι.

Νυνὶ δ’ εἰρήσεται μόνα τὰ πρὸς τὴν ἐνεστῶσαν ὑπόθεσιν χρήσιμα. τὰς γάρ τοι τῶν ἐνεργειῶν βλάβας εὗρον οὐ μόνον ἐπὶ τοῖς ὁμοιομερέσιν, ὑφ’ ὧν γίγνονται,

145
νοσοῦσιν βλαπτομένας, ἀλλὰ κᾀπὶ τοῖς ἄλλοις μορίοις, ὧν χρεία μέν τίς ἐστιν, ἐνέργεια δ’ οὐκ ἔστιν· εὗρον δὲ καὶ τὰ τῶν ὀργανικῶν μορίων νοσήματα βλάπτοντα τὰς ἐνεργείας. ἐπὶ τούτοις προεγνωσμένοις ἑξῆς εὗρον ἔνια μὲν νοσήματα συνεχῶς γινόμενα τοῖς πολλοῖς τῶν ἀνθρώπων, ἔνια δὲ σπανίως· τὴν δ’ ἐμπειρικὴν ἰατρείαν ἑώρων οὐ τὸ σπάνιον, ἀλλὰ τὸ πολλάκις ἀποβαῖνον ἐν μνήμῃ τε καὶ μιμήσει τιθεμένην, καὶ διὰ τοῦτ’ ἠμελημένας τῶν σπανίων διαθέσεων οὐ μόνον τὰς θεραπείας, ἀλλὰ καὶ τὰς προηγουμένας αὐτῶν διαγνώσεις. ὅπως οὖν χρὴ διαγιγνώσκειν αὐτὰς πρῶτον ἐζήτησα, καὶ τούτων τινὰς μὲν ἐπιστημονικὴν διάγνωσιν ἐχούσας εὗρον, ἐνίας δ’ ὑποπεπτωκυίας τῷ καλουμένῳ τεχνικῷ στοχασμῷ, καὶ διὰ τοῦτο καὶ αὐτὰς ὡς τὸ πολὺ κατορθουμένας, ἡ γὰρ τοῦ τεχνικοῦ στοχασμοῦ δύναμις τοιαύτη τίς ἐστιν· ἀλλὰ καὶ ταύτας καὶ πρὸ τούτων ὅσαι τῶν σπανίων διαθέσεων ἐπιστημονικὴν διάγνωσιν ἔχουσιν, εὗρον ἀεὶ δεομένας τῆς τῶν πεπονθότων μορίων διαγνώσεως. ἐγὼ μὲν οὕτως ἰατρεύων ἄχρι γήρως οὐδαμόθι μέχρι σήμερον ἠσχημόνησα 
146
κατὰ θεραπείαν, ἢ πρόγνωσιν, ὡς ἄλλους πολλοὺς εἶδον ἐνδοξοτάτους ἰατρούς· εἰ δέ τις ἐθέλει καὶ αὐτὸς ἀπὸ τῶν ἔργων τῆς τέχνης, οὐκ ἀπὸ λόγων σοφιστικῶν ἔνδοξος γενέσθαι, πάρεστι τούτῳ χωρὶς ταλαιπωρίας ἀναλέγεσθαι τὰ πρὸς ἡμῶν ηὑρημένα μετὰ πολλῆς ζητήσεως ἐν ὅλῳ τῷ βίῳ. γινωσκέτω τοιγαροῦν οὗτος ἐν τοῖς σπανίοις πάθεσιν, ἐν οἷς οὔτε διδάσκαλον εἶδον ἰασάμενόν τινα τῶν πασχόντων οὔτ’ αὐτός ποτε ἐπειράθην βοηθήματος, ὁδῷ τοιαύτῃ με χρησάμενον εἰς τὴν τῶν ἰαμάτων εὕρεσιν. ἔστωσαν οὖν μοι καὶ νῦν θεοὶ τοῦ λόγου μάρτυρες· ἐζήτησα γὰρ ἀεὶ, τίνος τόπου πεπονθότος, ἢ τίνος αὐτῷ συμπάσχοντος ἡ τῆς ἐνεργείας ἐγένετο βλάβη, καὶ πείσας ἐμαυτὸν εὑρηκέναι τὸ μόριον, ἐφεξῆς ἐζήτησα τὴν διάθεσιν αὐτοῦ, κᾀκ τούτων εὐθὺς ἀμφοτέρων ἔλαβον ἔνδειξιν ὅλου τοῦ τῆς θεραπείας γένους, εἴς τε τὸ ποσὸν καὶ τὸ ποιὸν τῶν βοηθημάτων, καὶ τὴν τῶν ἐπιτηδείων ὑλῶν εὕρεσιν, ἐπισκοπούμενος ἅμα τοῖσδε τὴν ἡλικίαν τε καὶ φύσιν τοῦ κάμνοντος, ὥραν τε καὶ χώραν, καὶ τἄλλα ὅσα πολλάκις ἤδη λέλεκται κατὰ
147
τὴν Ἱπποκρατείων βιβλίων ἐξήγησιν. ἀλλ’ ὁ πεπονθὼς τόπος, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖς πρὸ τοῦδε δύο βιβλίοις, ἔκ τε τῶν ἐκκρινομένων ἐγνωρίζετο καὶ τῶν ἐπιτρεφομένων τοῖς πάσχουσι μέρεσι καὶ τῶν ἐνεργειῶν τῆς βλάβης, ἐν οἷς περιέχεται καὶ τὰ παρὰ φύσιν χρώματά τε καὶ σχήματα· ὄντων τε τῶν ἐκκρινομένων καὶ αὐτῶν τῷ γένει τριττῶν· ἤτοι γὰρ τῶν πεπονθότων τόπων ἐκκρίνεται μέρη, διαλυομένης αὐτῶν ἢ ἀποθρυπτομένης τῆς οὐσίας, ἤ τι τῶν περιεχομένων ἐν αὐτοῖς, ἤ τι τῶν ταῖς νοσώδεσι διαθέσεσιν ἑπομένων ἢ μόναις, ἢ διὰ παντὸς, ἢ ὡς ἐπὶ τὸ πολύ· τῶν μὲν ἄλλων οὐδὲν εὕρισκον ἐπί τινων παθῶν, μόνη δέ μοι τηνικαῦτα τῆς εὑρέσεως τῶν πεπονθότων μορίων ὁδὸς ὑπελείπετο ἡ διὰ τῆς βεβλαμμένης ἐνεργείας.

Εἰς ἀνάγκην οὖν ποτε καταστὰς ἀνακτήσασθαί τινος ἀπολωλυῖαν μνήμην, ἔτι νεώτερος ὢν, οὔτε τῶν διδασκάλων ἑωρακώς τινα θεραπεύοντα τοῦτο τὸ πάθος οὔτ’ ἀνεγνωκὼς παρά τινι τῶν ἀρχαίων τὴν ἴασιν, ἐζήτουν κατ’ ἐμαυτὸν πρῶτον μὲν εὑρεῖν, τίς ἂν εἴη ὁ πεπονθὼς τόπος,

148
ᾧ προσάξω τὰ καλούμενα τοπικὰ βοηθήματα, μετὰ τὴν τοῦ παντὸς σώματος ἐπιμέλειαν δηλονότι, κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων ἐστὶ τῶν παθῶν· εἶθ’ ἑξῆς, ἐκ τίνος ὁδοῦ τῶν ἰαμάτων ἕκαστον εὑρήσω. τὸν μὲν δὴ πεπονθότα τόπον ἡγούμην εἶναι τὸν αὐτὸν τῷ τὸ καλούμενον ἡγεμονικὸν ἐν ἑαυτῷ περιέχοντι, τὰ δ’ ἰάματα τῇ κατ’ αὐτὸν ἐναντία διαθέσει. παυσαμένους τοίνυν ἀξιῶ πάντας, ὅσοι τοῖσδε τοῖς γράμμασιν ὁμιλοῦσι, τῆς ψώρας, ἢ λύττης, ἢ μανίας ἧς ἔχουσι περὶ τὰς αἱρέσεις, ὡς ἀνθρώπους σώφρονας ἐπισκέψασθαι τὴν ἀκολουθίαν τῶν ἐφεξῆς εἰρησομένων. ἐν ᾧ γὰρ ἐσκοπούμην ἃ εἴρηκα, πυθόμενος τῷ Ἀρχιγένει τι γεγράφθαι βιβλίον, ἔνθα διδάσκει μνήμης βεβλαμμένης ἀνάκτησιν, εὐθέως περιῆλθον ἁπάσας μὲν τὰς βιβλιοθήκας, ἅπαντας δὲ τοὺς βιβλιοπώλας, ἅπαντας δ’ οὓς ᾔδειν ἰατροὺς ἐσπουδακότας περὶ τὰ συγγράμματα τἀνδρὸς, εὐπορῆσαι τοῦ βιβλίου προῃρημένος, ὅπως μοί τι συντελέσειεν πρὸς τὴν τῶν βοηθημάτων εὕρεσιν, οὐ τοῦ τόπου τοῦ πεπονθότος· ἄντικρυς γὰρ ἡγούμην ὑπ’ αὐτοῦ λελέχθαι τὸν τόπον τοῦτον, οὐκ
149
ἄλλον τινὰ παρὰ τὴν καρδίαν, ἐπειδὴ κατὰ ταύτην ἡ αἵρεσις αὐτοῦ τὸ τῆς ψυχῆς ἡγεμονικὸν εἶναι πεπίστευκεν· ἐζήτουν δ’ ἐγνωκέναι, τίνα δυσκρασίαν αὐτῆς αἰτίαν ἡγεῖται εἶναι τοῦ πάθους. οὐδὲ γὰρ ὅτι δυσκρασίαν τινὰ εἶναι νενόμικεν, ἠμφίβαλλον, εἰδὼς τὴν αἵρεσιν τοῦ ἀνδρός· ἀλλ’ ἐπειδὴ δυσκρασίας ᾔδειν ὀκτὼ καθ’ ἕκαστον μόριον συνισταμένας, τέτταρας μὲν ἁπλᾶς, τέτταρας δὲ συνθέτους, ἐπεθύμουν γνῶναι, τίνα τούτων ὁ Ἀρχιγένης ἀπεφήνατο τῆς βεβλαμμένης ἐνεργείας αἰτίαν εἶναι, πότερα ψύξιν ἢ ὑγρότητα τοῦ κατὰ τὴν καρδίαν πνεύματος, ἢ σύνθετον ἐκ ψύξεώς τε καὶ ὑγρότητος, ἢ ξηρότητα μετὰ ψύξεως ὑπολαμβάνει δύνασθαι τὸ πάθος ἐργάσασθαι τοῦτο· πρόδηλον γὰρ ἦν, ὅτι τῆς θερμότητος ἀποστήσεται. τί ποτ’ οὖν μοι συνέβη, τοῖς, ὡς ἔφην, ἀποτιθεμένοις τὴν τῆς αἱρέσεως μανίαν, ἐφεξῆς φράσω, παραγράψας αὐτὰς τὰς πρώτας ῥήσεις τοῦ βιβλίου, καθ’ ὃ θεραπείαν ὁ Ἀρχιγένης ἔγραψεν τῆς ἐπιλησμοσύνης, ἢ λήθης, ἢ μνήμης ἀπωλείας, ἢ βλάβης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ τὸ προκείμενον ἐν τῷ λόγῳ πάθος, ἢ εἰ μὴ πάθος, ἀλλὰ
150
νόσον, ἢ σύμπτωμα, ἢ ἀῤῥώστημα· ταῦτα γὰρ οἱ σοφισταὶ ζητοῦσιν, μὴ ὅτι μικρὸν, ἀλλὰ μηδὲ τοὐλάχιστον εἰς τὴν θεραπείαν συντελοῦντα. σαφηνείας δὲ ἕνεκα τῶν μελλόντων εἰρήσεσθαι τοσοῦτον προειπεῖν ἀναγκαῖόν ἐστιν, ὅτι βιβλίων Ἀρχιγένει γεγραμμένων ἐπιστολικῶν ἕνδεκα τὸν ἀριθμὸν, ἐν τῷ πρώτῳ γέγραπται πρὸς Μάρσον ἐπιστολὴ, δι’ ἧς αὐτῷ συμβουλεύει περὶ τοῦ πατρὸς, ὅπως ἀνακτήσηται τὴν μνήμην αὐτῷ· ἐν ἀρχῇ μὲν οὖν αὐτῆς μετὰ τὸ προοίμιον, ὁπότε τῆς θεραπείας ἄρχεσθαι μέλλει, γέγραπται ταῦτα κατὰ λέξιν· ἀφαίρεσιν μὲν οὖν αἵματος σύμμετρον καὶ ἐπαφαίρεσιν πεποιῆσθαι ἡμᾶς ἀρχομένης τῆς ἀποθλίψεως πέπεισμαι, εἰ μή τις ἀσθένεια γέγονεν ἐμποδών. εἶτ’ ἐφεξῆς πάλιν· οἶμαι δὲ ὅτι καὶ ἐμβρέγμασί τε κατὰ καιρὸν χρήσασθαι καὶ θάλψεσι μὲν ὅλου τοῦ σώματος, ψιλώσει τε τῆς κεφαλῆς, καὶ σικυῶν προσβολῇ. ταῦτ’ ἀναγνοὺς ἐσκοτοδινίασα, χρὴ γὰρ ἴσως εἰπεῖν με τἀληθῆ· πῶς δ’ οὐκ ἔμελλον, ἁμαρτὼν τῆς ἐλπίδος ἣν ἤλπισα παρ’ ἀνδρὸς ἔσεσθαί μοι, μυριάκις ἐν πολλοῖς συγγράμμασιν τήν τε τῶν πεπονθότων τόπων ἐπιστήμην 
151
καὶ τὴν τῆς διαθέσεως αὐτῶν ἀναγκαίαν εἶναι φάσκοντος εἰς τὸ καλῶς ἰᾶσθαι τὰς νόσους; πῶς γὰρ ἂν ἔτι χρήσιμοι πρὸς τοῦτο εἶεν, εἰ μὴ τὴν ἀπ’ αὐτῶν τις ἔνδειξιν ἐπιδείξειεν ἡγεῖσθαι τῆς τῶν βοηθημάτων εὑρέσεως; ἐκ τίνος, Ἀρχίγενες, λόγου πιθανοῦ πεισθέντες ἐπὶ τὴν κεφαλὴν ἀφιξόμεθα τὴν καρδίαν ἀφέντες, ἧς ἓν μέν τι τῶν συμφύτων ἔργων ἐστὶν τὸ μεμνῆσθαι, τὸ πάθος δὲ τῆς ἐνεργείας ἐστὶν ἡ ταύτης ἀπώλεια; τίνα δὲ διάθεσιν ἡ τῇ κεφαλῇ προσφερομένη σικύα θεραπεύουσα τὴν μνήμην ἀνακαλέσεται; τίνι λόγῳ τὰ βοηθήματα ταῦτα συνεβούλευσας; ὡς ἔγωγε καὶ νῦν θεῶμαι κατὰ τὰς τῶν νοσούντων ἐπισκέψεις τοὺς ἰατροὺς ἐν τῇ κοινολογίᾳ πυνθανομένους ἀλλήλων, κατὰ τίνα λόγον τόδε βοήθημα πρὸ τοῦδε συνεβούλευσεν, ἄχρι καὶ τῶν σμικροτάτων τοῦτο δρῶντας, οὐ τῶν οὕτω μεγάλων ὁποῖόν ἐστι σικύα προσφερομένη τῇ κεφαλῇ. ἐγὼ μὲν οὖν οὐδ’ εἰ τῷ θώρακι προσήγετο, καθ’ ὃ μέρος ἡ καρδία τέτακται, λόγον εἰπεῖν εὑρίσκω δι’ ὃν ὤνησεν ἄν τι τὸν τοῦ Μάρσου πατέρα, μετὰ τοῦ μηδὲ εἰ τῷ θώρακι προσῆγε, πότερον μετ’ ἀμυχῶν τὰς σικύας, ἢ χωρὶς τούτων ἐβούλετο προσβεβλῆσθαι, δεδηλῶσθαι διὰ
152
τῆς ἀρτίως εἰρημένης ῥήσεως. δυναμένης γὰρ, εἰ οὕτως ἔτυχεν, τῆς διαθέσεως ψυχρᾶς καὶ ξηρᾶς εἶναι, τὸ μὲν αἵματος ἀφελεῖν ἔσχατον κακόν ἐστιν· τὸ δὲ σικύαις μόναις κεχρῆσθαι χάριν μὲν τοῦ θερμῆναι χρήσιμον, ἄλλως δ’ οὐδαμῶς· ἐπισπῶνται γὰρ ἐκ τοῦ βάθους εἰς αὐτὰ αἱ σικύαι τὴν ὑγρότητα, τοῦτο δ’ ἐναντιώτατόν ἐστι διαθέσει ξηρᾷ. μὴ γινωσκόντων οὖν ἡμῶν μηδέπω, τίς ἦν ἡ διάθεσις ἐν τοῖς κατὰ τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας χωρίοις, οὐκ ἀσφαλὲς ἦν ἔξω τοῦ κρανίου ποιεῖσθαι τὴν ἀντίσπασιν, προειρηκέναι τοιγαροῦν ἐχρῆν αὐτὸν ὡδί πως· ἐπειδὴ ψυχρόν ἐστιν καὶ ὑγρὸν τὸ πάθος ἐν τῇ κεφαλῇ, τοιαύτης γενομένης διαθέσεως, εἴη μὲν ἂν ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν τὸ τῆς θεραπείας κεφάλαιον, ὕλαις δ’ ἄν τις εἰς τοῦτο βοηθημάτων χρήσαιτο τοιαῖσδε. μόγις γοῦν ἐπεγείρας ἐμαυτὸν ἐκ τῆς σκοτοδινίας ἐπὶ τὴν τῶν ἐφεξῆς γεγραμμένων ἀνάγνωσιν ἧκον, ἐνδέχεσθαι νομίζων, εἰ καὶ μὴ κατὰ τάξιν, ἀλλ’ οὖν γε παρὰ τάξιν εἰρῆσθαί τινα τοιοῦτον λόγον, οἷον ἄρτι διῆλθον ἐπὶ τοῦ παραδείγματος. καὶ τοίνυν εὗρον ἅπαντα τῶν βοηθημάτων τὸν κατάλογον
153
ἱκανῶς θερμαίνοντά τε καὶ ξηραίνοντα, μέχρι τοῦ καὶ τῷ καλουμένῳ πρὸς αὐτοῦ σιναπισμῷ καὶ ὅλην κεφαλὴν ἐκθερμαίνειν, καὶ τούτῳ γ’ αὐτῷ σφοδροτάτῳ· κελεύει γὰρ, ἀρθέντος τοῦ νάπυος, νίτρῳ καταπάσαντας τὴν κεφαλὴν, ἔπειθ’ ὕδατι καταντλεῖν θερμῷ, οὗ βοήθημα βιαιότερον οὐδὲν ἂν εὕροις ἄλλο τῶν κατ’ ἰατρικήν· ὁμοίαν γὰρ ἔχει τὴν ὀδύνην καυτηρίῳ, πολυχρονιωτέραν δὲ τὴν ἐνέργειαν. ἀμέλει καὶ αὐτὸς ὁ Ἀρχιγένης ἐπιφέρων ἔφη· δυσυπομόνητον μὲν οὖν ἔχει τὴν ὀδύνην, ἀλλ’ οὐδενὸς χεῖρόν ἐστι τοῦτο τῶν μεγίστων βοηθημάτων. καὶ μὴν διὰ νάπυος, καὶ καρδάμου, καὶ κόκκου κνιδίου, καὶ σταφίδος ἀγρίας, ἀποφλεγματισμοὺς ποιεῖσθαι συμβουλεύει, καὶ πταρμικοῖς χρῆσθαι κελεύει, καὶ προποτισμοῖς, διὰ τῶν ἱκανῶς θερμαινόντων τε καὶ ξηραινόντων φαρμάκων ἀμφότερα τὰ βοηθήματα ποιούμενος, ὡς εἶναι δῆλον αὐτὸν ὑγρότητα καὶ ψύξιν ἡγούμενον εἶναι τὴν διάθεσιν, ἤτοι κατὰ τὸν ἐγκέφαλον, ἢ τὰς μήνιγγας· οὐ γὰρ δὴ κατά γε τὸ κρανίον ἡ τοιαύτη διάθεσις γενομένη τῆς μνήμης ἀφαιρήσεται τὸν ἄνθρωπον. ἀλλὰ ταῦτα μὲν εἰρήσθω κατὰ τὸ πάρεργον,
154
ὡς οὐδαμόθι δείξας ὑγρότητι καὶ ψύξει γίνεσθαι τὴν ἐπιλησμοσύνην, ἔπειτα ξηραίνοντα καὶ θερμαίνοντα βοηθήματα παρέχει· τὸ δὲ τῇ κεφαλῇ τοσαῦτα πράγματα παρέχειν, ἑτέρου πεπονθότος μορίου, πῶς οὐκ ἄν τις ἀγανακτήσειεν; περὶ γοῦν τῶν σικυῶν τῇ κεφαλῇ προσβολῆς, ὧν ἀδιορίστως ἐμνημόνευσεν ἐν ἀρχῇ τοῦ λόγου, μετὰ ταῦτα προελθὼν ἔγραψε σαφέστατα τήνδε τὴν λέξιν· ἐρεθισμούς τε διὰ νάπυος καὶ σικυῶν κούφων, τὰ πολλὰ μὲν ἠπίων, ὁτὲ δὲ καὶ πάνυ εὐτόνων· ἀνυστικώτεραι δ’ εἰσὶν αἱ μετ’ ἀμύξεως. ἀλλὰ πάντα τε ταῦτα κατ’ οὐδένα λόγον, Ἀρχίγενες γενναιότατε, τῇ κεφαλῇ προσφέρεις, ἐν καρδίᾳ τοῦ πάθους ὄντος. οὐδὲ γὰρ ἐκ πείρας, ἵνα τι καὶ πρὸς τοὺς ἐμπειρικοὺς εἴπω, τῶν τοιούτων εὑρῆσθαί τι δύναται· καυσούμενος μὲν γὰρ ἄνθρωπος ἐν πυρετῷ διακαεῖ ψυχρὸν ὕδωρ ὑπ’ ἀκρασίας προσενεγκάμενος ὤνητο μὲν αὐτός ποτε, μιμήσεως δ’ ἀρχὴν ἰατροῖς παρέσχεν ἄνευ λογικῆς ἐνδείξεως· ἡ δὲ τῆς σικύας πρόσθεσις οὐδεμίαν ἔχει περίπτωσιν ἡγουμένην, ἀλλ’ ἐκ λογικῆς ἐνδείξεως ἅπασα γέγονεν, μήτ’ αὐτῆς ποτε δυναμένης τῆς σικύας αὐτομάτως
155
γεννηθῆναι μήτ’, εἰ κᾂν τοῦτό τις συγχωρήσειε, κολληθῆναί ποτε τῇ κεφαλῇ κατὰ περίπτωσιν, καὶ μάλιστ’ ἐπὶ πάθους σπανίου. τῶν γοῦν καθ’ ἡμᾶς ἰατρῶν, ὅσοι γέροντές εἰσι καὶ τριβακοὶ, πυνθανόμενος, εἴ τινος ἐθεράπευσάν ποτε τοιοῦτο πάθος, ὀλίγου δεῖν ἁπάντων ἤκουσα μηδ’ ἐπικεχειρηκέναι λεγόντων, μόνος δ’ εἷς ἔφη τολμῆσαι μὲν ἐπὶ τὴν θεραπείαν ἐλθεῖν, ἀνύσαι δὲ μηδὲν ἐπ’ αὐτῇ. πῶς οὖν ἐκ πείρας μιμητικῆς τῶν κατὰ περίπτωσιν ὀφθέντων ἡ τοῦ βοηθήματος ἐγένετο γνῶσις, αὐτοῦ γε τοῦ πάθους σπανίως τινὶ συμβαίνοντος, αὐτομάτως τε τῆς σικύας τῆ κεφαλῇ κολληθῆναι κατὰ περίπτωσιν οὐδέποτε δυναμένης; ψυχροῦ μὲν γὰρ πόσις, ἕκαστόν τε τῶν τοιούτων βοηθημάτων, ὧν ὁσημέραι πεῖραν ἔχομεν ἐπὶ πολλῶν πολλάκις, ἐκ πείρας εὑρῆσθαι δύναται μιμητικῶς· ἡ δὲ τῆς σικύας προσβολὴ μετ’ ἀμυχῶν, ἢ ἄνευ τούτων, οὐδεμίαν ἐκ πείρας ἀφορμὴν ἐσχηκέναι δύναται. οὐδὲ γὰρ ὥσπερ ἐπ’ ἄλλων παθῶν πολλῶν ὁ πεπονθὼς τόπος, εἰ καὶ μὴ πρὸς ἀκρίβειαν, ἀλλὰ πρός γε τὴν τῶν βοηθημάτων αὐτῷ προσφορὰν, αὐτάρκως 
156
φαίνεται δι’ αἰσθήσεως, οὕτω κᾀπὶ τῆς μνήμης· ἄλλων δὲ λέγω παθῶν τῶν τοιῶνδε, πλευρίτιδος, περιπνευμονίας, νεφρίτιδος, κωλικῆς διαθέσεως, ἡπατικῆς, σπληνικῆς, ἢ κατ’ ἔντερον, ἢ κατὰ κύστιν, ἢ μήτραν, ἤ τι τοιοῦτον μόριον ἕτερον, ἐφ’ ὧν ἁπάντων αἵ τ’ ὀδύναι καὶ τὰ διὰ τῶν πόρων ἐκκρινόμενα τὸν πεπονθότα τόπον, εἰ καὶ μὴ κατὰ τὸ ἀκριβέστατον, ἀλλ’ ἐν πλάτει γε διασημαίνουσι. κατά τε γὰρ τῆς πλευρᾶς ὅλης ἐν πλευριτικοῖς ἐπιθεῖναι ῥᾷστόν ἐστιν ὅ τι περ ἂν βουληθῇς, ἐπί τε τῆς κοιλίας ἐν κωλικοῖς, ὥσπερ καὶ κατὰ τῶν ὑποχονδρίων ἐφ’ ἥπατός τε καὶ σπληνὸς φλεγμοναῖς, ὡσαύτως δὲ καὶ τῶν ἄλλων μορίων· ἔνθα δὲ ἀπόλωλεν ἡ μνήμη, σημεῖον οὐδέν ἐστι τόπου πεπονθότος, οὐκ ὄγκος παρὰ φύσιν, οὐκ ὀδύνη τις, οὐκ ἔκκρισις, οὐκ ἄλλο. οὐδέν· ὥσπέρ γε καὶ ἐπὶ μελαγχολίας καὶ φρενίτιδος καὶ μανίας, ἐπιληψίας τε καὶ ληθάργου καὶ κάρου καὶ τῆς ὀνομαζομένης ὑπὸ τῶν νεωτέρων ἰατρῶν κατοχῆς τε καὶ καταλήψεως· ἀλλ’ οὐδὲ τῶν ὅλου τοῦ σώματος σπασμῶν, ἢ παλμῶν, ἢ τῆς ἐξ ἡμίσεος αὐτοῦ μέρους παραλύσεως, ἡ οἷον ῥῖζα προβάλλει
157
τι σημεῖον, οὔτε δι’ ὄγκου παρὰ φύσιν, οὔτε δι’ ὀδύνης, οὔτε διὰ χρώματος ἐξηλλαγμένου παρὰ τὸ πρόσθεν, ἢ διά τινος τῶν ἐκκρινομένων· ὥστ’ οὐδ’ ἐπὶ τούτων ἡ Ἀρχιγενικὴ τῶν βοηθημάτων εὕρεσις δύναται γενέσθαι, ληρώδους μὲν οὔσης τῆς τῶν ἐμπειρικῶν περιπτώσεως, τοῦ δ’ Ἀρχιγενείου λόγου πρὸς τὴν καρδίαν ἡμᾶς ὁδηγοῦντος. ἀλλὰ δῆτα συγκεχωρήσθω τὴν πεῖραν εὑρηκέναι τὰ βοηθήματα τῶν εἰρημένων παθῶν, ἆρ’ οὐ φανερὸς ἔλεγχός ἐστι τῆς ψευδοῦς ἀλαζονείας τῶν δογματικῶν ἀνδρῶν, οὐδ’ οὗτος αὐτὸς ἁπλοῦς, ἀλλὰ διττὸς, καὶ ἰσχυρὸς ἑκάτερος; ἐκ γὰρ τοῦ τὴν πεῖραν οὕτως εἶναι χρήσιμον, ὡς μὴ μόνον εὑρίσκειν ἄνευ λόγου τὰς ἰάσεις, ἀλλὰ καὶ διελέγχειν αὐτὸν, ὡς ἔστι προφανῶς ψευδὴς, οὐ μόνον ἄχρηστος ὁ λόγος, ἀλλὰ καὶ πρὸς κακοῦ φαίνεται τοῖς δογματικοῖς ἰατροῖς ἐπιτηδευόμενος. ἤρκει μὲν οὖν, ὥς φασι, καὶ ὁ περὶ τῆς ἀχρηστίας ἔλεγχος· ὁπότε δὲ καὶ βλάπτων ὁ λόγος φαίνεται, τί ἂν ἔτι μεῖζον ἔχοι τις εἰπεῖν εἰς τὴν μοχθηρίαν αὐτοῦ; οἱ πολλοὶ γοῦν λόγοι περὶ ψυχῆς ἡγεμονικοῦ διαλεκτικῶς ἐρωτηθέντες, ἅμα τοῖς περὶ τῆς τῶν πεπονθότων
158
τόπων εὐχρηστίας, ἐνδεικνύμενοι τῇ καρδίᾳ προσφέρειν ἐπὶ τῶν ψυχικῶν παθῶν τὰ βοηθήματα, κατεφρονήθησαν ἐξαίφνης ὑπὸ τοῦ τριβακωτάτου περὶ τὰς θεραπείας Ἀρχιγένους, ὡς ἐᾶσαι μὲν ὅλως τὰ κατὰ τὸν θώρακα μόρια, τὴν κεφαλὴν δὲ σικυάζειν καὶ κατατέμνειν καὶ κατακαίειν οὐδὲν πεπονθυῖαν. ἆρ’ οὖν, ὦ πρὸς Διὸς, ἐψευσάμην, ὀλίγον ἔμπροσθεν εἰπὼν, ἐσχάτην προδοσίαν γίνεσθαι τῆς λογικῆς ὁδοῦ πρὸς τὴν τῶν βοηθημάτων εὕρεσιν ὑπὸ τῶν τὴν πατρίδα μᾶλλον ἢ δόγμα προδοῦναι πεπεισμένων; προδοσία γὰρ αὐτοῖς εἶναι δοκεῖ τἀληθῆ λέγειν, ὅταν μέλλωσι διαφωνεῖν τοῖς ἀπὸ τῆς τοιαύτης αἱρέσεως. ὥσπερ δ’ ἐνταῦθα φιλονεικίαν αἰσχρὰν ἐπιδείκνυνται προφανῶς, οὕτως ἄνοιαν, ὅταν οἴωνται πάνθ’ ἑαυτῶν σαλεύεσθαι τὰ δόγματα, κᾂν ἓν ὁτιοῦν ἐλεγχθῇ· τινὰ μὲν γὰρ ἀλλήλοις ἀκολουθεῖ, καθάπερ γε πάλιν ἕτερα μάχεται, τινὰ δὲ οὔτ’ ἀκολουθίαν οὔτε μάχην ἀναγκαίαν ἔχει, καθάπερ αὐτὸ τοῦτο τὸ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ. ἐάν τε γὰρ ἐν καρδίᾳ τις ἐάν τ’ ἐν ἐγκεφάλῳ περιέχεσθαι τοῦτό φησι, δυνατόν ἐστιν αὐτῷ καὶ περὶ τῶν φυσικῶν στοιχείων
159
ἣν ἂν ἐθελήσῃ δόξαν ἑλομένῳ μήτε μάχεσθαι τούτῳ μήτ’ ἀκολουθεῖν· καὶ περὶ γενέσεως καὶ φθορᾶς ὁμοίως, ὥσπέρ γε καὶ περὶ ψυχῆς οὐσίας καὶ περὶ θεῶν καὶ προνοίας καὶ εἰμαρμένης καὶ τοῦ γεννητὸν εἶναι τὸν κόσμον, ἢ ἀγέννητον, ἄπειρόν τε τὸ πᾶν ἢ πεπερασμένον, ἢ πολλοὺς εἶναι κόσμους ἢ ἀπεριλήπτους κατὰ τὸν ἀριθμὸν, ἢ ἕνα μόνον τοῦτον. οὐδενὶ γὰρ ὧν εἴρηκα δογμάτων οὔτ’ ἀκολουθία τίς ἐστιν οὔτε μάχη πρὸς τὸ τῆς ψυχῆς ἡγεμονικὸν, ἐάν τε ἐν καρδίᾳ τις ἐάν τε ἐν ἐγκεφάλῳ φησὶ περιέχεσθαι. προδιδόασιν οὖν ὅλην τὴν δογματικὴν αἵρεσιν οἱ τοιαύτας γράφοντες θεραπείας· περὶ γὰρ ἡγεμονικοῦ ψυχῆς ἀποδείξεων οὐσῶν ἐναργῶν, ὡς ἅπασιν ἀνθρώποις πεπιστεῦσθαι τὸ μόριον ἐν ᾧ κατῴκισται, μόνοις ἰατρῶν τε καὶ φιλοσόφων τοῖς ἀρίστοις οὐ φαίνεται, τοῖς ἐν καρδίᾳ τιθεμένοις αὐτό. τὰς μὲν οὖν ἀποδείξεις ἐν τοῖς ὑπομνήμασιν εἶπον ἐν οἷς ἔγραψα περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων· ὅτι δὲ καὶ πᾶσιν ἀνθρώποις πεπίστευται, τὸ μὲν λογιζόμενον ἐν ἐγκεφάλῳ
160
καθιδρύσθαι, τὸ δ’ ἀνδρεῖόν τε καὶ θυμοειδὲς ἐν καρδίᾳ, τὸ δ’ ἐπιθυμητικὸν ἐν ἥπατι, μαθεῖν ἔστιν ὁσημέραι λεγόντων αὐτῶν ἀκούοντα, πρὸς μὲν τὸν ἀνόητον, ὡς ἐγκέφαλον οὐκ ἔχει· πρὸς δὲ τὸν ἄτολμον καὶ δειλὸν, ὡς ἀκάρδιος εἴη· τοῦ Τιτυοῦ δ’ ὑπ’ ἀετοῦ τὸ ἧπαρ ἐσθιόμενον, οὐ μόνον ἐν ποιήμασι λεγόντων, ἀλλὰ καὶ πλαττόντων τε καὶ γραφόντων.

Ὥρα τοίνυν ἐπανελθεῖν ἤδη μοι πρὸς τὸ προκείμενον. ὁμολογουμένου μὲν ἅπασι τοῖς ἰατροῖς αὐτοῖς τοῖς ἔργοις, οἷς δρῶσιν κατὰ πάντα τὰ τοῦ λογιστικοῦ πάθη, τὴν κεφαλὴν ὑπάρχειν οἶκον αὐτοῦ, προσῆκον ἦν ἐπισκέψασθαι περὶ τῆς ἑκάστου πάθους διαθέσεως ὁποία τίς ἐστιν· οἷον ἡ τῆς μνήμης βλάβη, ἐπειδὴ προὐθέμην ὑπὲρ αὐτῆς διελθεῖν. ἅμα μὲν γὰρ αὐτὴ φαίνεται πολλάκις γενομένη μετὰ βλάβης τινὸς τοῦ λογισμοῦ, καθάπέρ γε καὶ ἡ τοῦ λογισμοῦ βλάβη μετὰ τοῦ καὶ τὴν μνήμην βεβλάφθαι, τῆς μὲν διαθέσεως ἀμφοτέροις τῆς αὐτῆς οὔσης, ἐπιτεταμένης δὲ, ὁπότε τῇ μνήμῃ συναπόλωλεν ὁ λογισμὸς, ὅπερ ὀνομάζεται μώρωσις. 

161
ἀπόλλυται δὲ ἄμφω ταῦτα καὶ κατὰ τοὺς ληθάργους τε καὶ τὰ καρώδη πάθη πάντα, καὶ τὴν διάθεσιν αὐτῶν ἀναγκαῖον ὑπάρχειν ὁμογενῆ· κατὰ μὲν τὸ πρῶτον γένος, ὅτι δυσκρασία, δέδεικται γὰρ αὕτη τῶν ὁμοιομερῶν μορίων, ἃ πρώτως ἐνεργεῖ, διάθεσις εἶναι κοινή· κατὰ δεύτερον δὲ, ὅτι ψυχρά τίς ἐστιν ἡ δυσκρασία πάντως, αὕτη γὰρ ὁρᾶται ναρκοῦσα τὰς ψυχικὰς ἐνεργείας, ὡς τά γε διὰ κρύος ἀναγκαζόμενα φωλεύειν ζῶα σαφῶς ἐνδείκνυται, καὶ πάντα τὰ ψύχοντα φάρμακα, καὶ τῶν ἐδεσμάτων δὲ τὰ ψυχρὰ, καθάπερ ἡ θριδακίνη καταφορικοὺς ἐργάζεται τοὺς ὕπνους, εἰ πολλὴν αὐτὴν προσενέγκαιτό τις· ἀλλὰ καὶ τὰ βάρη τῆς κεφαλῆς, ὅσα χωρὶς ὀδύνης δακνώδους συνίσταται, πάνθ’ ὑπνώδη τε καὶ καταφορικὰ γίνεται, καὶ φαίνεται δι’ ἀποφλεγματισμῶν μεγάλως ὀνινάμενα. πρὸς δὲ τούτοις ἔγκαυσίς τε καὶ ψύξις τῆς κεφαλῆς ἐνδείκνυται ταὐτόν· ἀγρυπνητικαὶ μὲν αἱ ἐγκαύσεις, καταφορικαὶ δ’ αἱ ψύξεις γινόμεναι. καὶ μὴν καὶ τὰ χολώδη τῶν νοσημάτων καὶ θερμὰ τὰς ἀγρυπνίας καὶ παραφροσύνας καὶ φρενίτιδας ἐργαζόμενα φαίνεται· τούτοις δ’ ἔμπαλιν τὰ φλεγματικὰ καὶ ψυχρὰ νωθρότητάς τε καὶ καταφοράς.
162
ἡ μὲν δὴ πρώτη δύναμις ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρόν ἐστι δυσκρασίᾳ, τῶν ἀγρυπνητικῶν τε καὶ καταφορικῶν νοσημάτων· ἐφεξῆς δ’ αὐτῆς ἡ καθ’ ὑγρότητα καὶ ξηρότητα. τά τε γὰρ λουτρὰ πάντας ὑπνώδεις ἐργάζεται τὴν κεφαλὴν ὑγραίνοντα, καὶ οἴνου πόσις εὔκρατος, καὶ ὑγραίνουσαι τροφαὶ πᾶσαι. καὶ τῶν ἡλικιῶν ὑπνώδης μὲν ἡ τῶν παιδίων δι’ ὑγρότητα· τῶν γερόντων δ’ ἀγρυπνητικὴ διὰ ξηρότητα. ταῦτ’ οὖν ἅπαντα τεκμήρια γενέσθω τοῦ δευτέραν μὲν ἔχειν χώραν εἰς ἀργίαν ψυχῆς τὴν παρὰ φύσιν ὑγρότητα, προτέραν δ’ αὐτῆς εἶναι τὴν ψυχρότητα· διὸ καὶ μόνη μὲν ὑγρότης πλεονάσασα μακροὺς καὶ βαθεῖς ὕπνους ἐργάζεται, καθάπερ γε καὶ μόνη ξηρότης ἀγρυπνίας, ἐφ’ ὧν διαθέσεων εἴρηται πρὸς Ἱπποκράτους, ὕπνος καὶ ἀγρυπνίη ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα, μοχθηρόν. εἰ δὲ ψυχρότης μεθ’ ὑγρότητος ἱκανῆς προσέλθοι, καταφορικὰ καὶ καρώδη πάθη συνίσταται· χωρὶς δὲ ταύτης αἵ τε τῆς μνήμης βλάβαι καὶ αἵ γε μωρώσεις. οὔσης δὲ πολλῆς διαφορᾶς ἐν τῷ μᾶλλόν τε καὶ ἧττον οὐ καθ’ ὑγρότητα καὶ ψυχρότητα μόνον, ἀλλὰ καὶ κατὰ ξηρότητα καὶ θερμότητα, ποικιλία
163
πολυειδὴς γίνεται τῶν βλαπτόντων τὰς ψυχικὰς ἐνεργείας αἰτίων. ἕνεκα δὲ σαφοῦς διδασκαλίας αἱ μὲν τοῦ λογιστικοῦ τῆς ψυχῆς ἐνέργειαι καλείσθωσαν ἡγεμονικαὶ, αἱ δὲ τῶν ἀλόγων ἠθικαὶ, περὶ ὧν οὐ πρόκειται λέγειν, ὅτι μηδὲ περὶ τῶν τῆς καρδίας, ἢ τοῦ ἥπατος παθῶν. ὥσπερ οὖν ὕπνος καὶ ἀγρυπνία μᾶλλον τοῦ μετρίου γίνεται, τὸ μὲν δι’ ὑγρότητα, τὸ δὲ διὰ ξηρότητα κράσεως, οὕτως ἐν αὐτοῖς τούτοις τὸ μᾶλλόν τε καὶ ἧττον ἐν ἀγρυπνίαις τε καὶ ὕπνοις ἕπεται τῷ μᾶλλον καὶ ἧττον ἐν ὑγρότητι καὶ ξηρότητι. καὶ διττῶς γε τῶν τοιούτων δυσκρασιῶν γινομένων, ὡς ἐπιδέδεικται, διττὸς ἔσται τρόπος ἑκάστης διαθέσεως, ὁ μὲν ἕτερος ἐπὶ τοῖς ὑγροῖς καὶ ξηροῖς χυμοῖς, ὁ δὲ ἕτερος ἐπ’ αὐτοῖς τοῖς σώμασιν, ὅτ’ ἄν γε εἰς τὰς αὐτὰς ἀφίκηται δυσκρασίας τὰ στερεὰ τοῖς ὑγροῖς. καὶ πρός γε ταῖς εἰρημέναις δυσκρασίαις ἐναντίαις ἄλλη τις ἐξ ἀμφοῖν γίνεται μικτὴ, καθάπερ ἐν τοῖς ἀγρύπνοις κώμασιν, ἐφ’ ὧν φλεγματώδης καὶ χολώδης πλεονάζει χυμός. οἱ δ’ αὐτοὶ τρόποι τῶν θ’ ἁπλῶν δυσκρασιῶν καὶ τῆς ἐξ ἀμφοῖν μικτῆς ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ
164
ψυχρὸν ἐναντιώσει συνίστανται. χολῆς γοῦν, εὔδηλον δ’ ὅτι τῆς ξανθῆς λέγω, φλέγματι μεμιγμένης, ἡ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἐπίμικτος γίνεται διάθεσις· εἰ δὲ κᾀν τοῖς στερεοῖς μορίοις αὐτοῖς τοῦ σώματος ἡ ἐκ τῶν ἐναντίων μικτὴ διάθεσις ὁμολογηθείη γίνεσθαι, κατ’ ἐκείνην τρεῖς αἱ πρῶται γενήσονται δυσκρασίαι καθ’ ἑκατέραν ἀντίθεσιν. ἅπαντα μὲν οὖν τὰ τοιαῦτα πάθη κατὰ τὸν ἐγκέφαλον γίνεται, διαφέρει δ’ ἀλλήλων οὐ μόνον ταῖς ποικιλίαις τῶν μίξεων, οὐδὲ τῷ μᾶλλόν τε καὶ ἧττον ἔν τε ταῖς ἁπλαῖς διαθέσεσιν καὶ ταῖς μικταῖς, ἀλλὰ καὶ τῷ ποτὲ μὲν ἐν ταῖς κοιλίαις τοῦ ἐγκεφάλου συνίστασθαι τὰς δυσκρασίας, ποτὲ δ’ ἐν τοῖς καθ’ ὅλον αὐτὸν ἀγγείοις, ἢ τὴν παρεσπαρμένην ὑγρότητα τῷ σώματι τοῦ κεφάλου, καὶ τέταρτον ἐπὶ τούτοις, ὅταν αὐτὸ τὸ σῶμα τοῦ ἐγκεφάλου δύσκρατον γένηται.

Παραφυλάττειν οὖν χρὴ τοὺς ὕπνους τῶν ἀπολωλεκότων τὴν μνήμην, ἢ τὴν σύνεσιν, ἀπώλεια γὰρ τῆς συνέσεως ἡ μώρωσίς ἐστι, πότερον ὑπνώδεις ἱκανῶς οἱ κάμνοντές εἰσιν, ἢ μετρίως ὑπνώδεις, ἢ τὴν ἀρχὴν οὐδ’

165
ὑπνώδεις, ἀλλ’ ὅσον ἐπὶ τούτῳ κατὰ φύσιν ἔχουσιν· οὕτω γὰρ ἂν ἐξεύροις τὴν ἐπικρατοῦσαν δυσκρασίαν. ἐπιθεωρητέον δὲ καὶ πότερον ἐκκρίνεταί τι διά τε ῥινῶν καὶ στόματος ἐκ τῆς κεφαλῆς καταφερόμενον, ἢ ξηρὰ φαίνεται τὰ χωρία· δυνήσῃ γὰρ κᾀκ τούτου στοχάσασθαι τὴν διάθεσιν, ὥσπερ ἐπὶ κατάῤῥου καὶ κορύζης· καὶ γὰρ ἐπὶ τούτων ἥ τε ποιότης καὶ ἡ ποσότης τῶν ἐκκρινομένων, μετὰ τοῦ συνεπισκέψασθαι τὰς προηγησαμένας αἰτίας, ἐνδείκνυται τὴν διάθεσιν τῆς κεφαλῆς, ἤτοι θερμὴν οὖσαν, ὡς ἐπ’ ἐγκαύσεως, ἢ ψυχρὰν, ὡς ἐπὶ ψύξεως· ἄνευ γὰρ τοῦ διορίσασθαι ταῦτα πάντα, τὴν προσήκουσαν ἑκάστῃ διαθέσει θεραπείαν ἀδύνατον εὑρεῖν. ἐπὶ γοῦν τῆς ἀπολωλυίας ἢ μεγάλως βεβλαμμένης μνήμης ψυχρὰ μὲν δυσκρασία πάντως ἐστὶ, καὶ θερμαίνειν αὐτὴν προσῆκεν, οὐ μὴν ἐξ ἀνάγκης γε καὶ ξηραίνειν, ὥσπερ οὐδὲ ὑγραίνειν· ἀλλ’ εἰ μὲν μεθ’ ὑγρότητος εἴη, ξηραίνειν, εἰ δὲ μετὰ ξηρότητος, ὑγραίνειν, εἰ δ’ ἐν τῷ μέσῳ τούτων, ἐν ταύτῃ τῇ καταστάσει φυλάττειν. ἐγὼ γοῦν οἶδά τινα καὶ τὴν μνήμην μὲν ὀλίγου δεῖν ἀπολέσαντα, καὶ τὸν λογισμὸν δὲ βλαβέντα, διὰ φιλοπονίαν τε καὶ ἀγρυπνίαν ἐπὶ 
166
μαθήμασιν· ἕτερον δ’ ἀμπελουργὸν, ἐπὶ τοῖς κατὰ τὴν ἀμπελουργίαν πόνοις, καὶ διαίτῃ λεπτῇ, ταὐτὰ τούτῳ παθόντα· καὶ προφανῶς ἑκάτερος αὐτῶν ὑπὸ μὲν τῶν ξηραινόντων τε καὶ θερμαινόντων ἐβλάπτετο πάντων, ὑπὸ δὲ τῶν ὑγραινόντων ἅμα τῷ θερμαίνειν ὠφελεῖτο. γίνονται μὲν οὖν καὶ μετὰ πυρετοῦ βλάβαι τῶν ἡγεμονικῶν ἐνεργειῶν, ὡς ἐπὶ φρενίτιδός τε καὶ ληθάργου· γίνονται δὲ καὶ χωρὶς πυρετοῦ, καθάπερ ἐπὶ μανίας τε καὶ μελαγχολίας· ὥσπέρ γε καὶ κατὰ συμπάθειάν τε καὶ πρωτοπάθειαν ἐγκεφάλου· τὰ μὲν ἠκριβωμένα τοῖς ἰδίοις συμπτώμασι καὶ διηνεκῆ καὶ μὴ προηγησαμένων ἑτέρων γενόμενα κατὰ πρωτοπάθειαν· τὰ δὲ μήτ’ ἠκριβωμένα τοῖς ἰδίοις συμπτώμασι μήτε παραμένοντα διαπαντὸς, ἐφ’ ἑτέροις τε συστάντα κατὰ συμπάθειαν, μεμνημένων ἡμῶν ὅτι καὶ τῆς συμπαθείας ἡ μὲν ἐν τῷ γίνεσθαι τὸ εἶναι λαμβάνουσα συναποκαθίσταται τοῖς ποιοῦσιν αἰτίοις, ἡ δὲ μόνιμον ἤδη τὴν τῶν συμπαθούντων διάθεσιν ἐσχηκυῖα, κᾂν τὰ ποιήσαντα παύσηται, παραμένει. τὸ μὲν οὖν ἐγκεφάλῳ πάντα γίνεσθαι τὰ τῶν ἡγεμονικῶν ἐνεργειῶν
167
πάθη, πᾶσι τοῖς ἰατροῖς, ὅσοι γε μὴ διὰ φιλονεικίαν αἱρέσεως ἄλλα μὲν ἐν τῇ ψυχῇ φρονοῦσιν, ἄλλα δὲ λέγουσιν, ὡμολόγηται· τὸ δὲ τὴν δυσκρασίαν ὁποία τίς ἐστιν εὑρεῖν, οὐ σμικρὸν ἔργον, ἐν ᾧ χρὴ φιλόπονόν τε καὶ ζητητικὸν εἶναι τὸν ἰατρὸν, οὐκ ἐν τῷ σκοπεῖν ὅπως ἀντείπῃ τοῖς καλῶς εἰρημένοις ὑπὸ τῶν παλαιῶν περὶ ψυχῆς ἡγεμονικοῦ, πράγματος οὕτως ἐναργοῦς, ὡς καὶ τοῖς ἰδιώταις πεπιστεῦσθαι κατὰ τὸν ἐγκέφαλον εἶναι. φιλοσόφοις μὲν οὖν ἐν γωνίᾳ καθημένοις ἁμαρτάνειν ἐν τῷδε τάχ’ ἄν τις συγγνοίη· γεγηρακόσι δ’ ἐν τοῖς ἰατρικοῖς ἔργοις ἀσύγγνωστος ἡ φιλονεικία, τάχα δ’ ἀληθέστερόν ἐστιν εἰπεῖν, ἀναισχυντία· τῶν τε γὰρ ἀγρυπνούντων πάντων ἀῤῥώστων τὴν κεφαλὴν καταντλοῦσι τῶν τε παραπαιόντων καὶ φρενιτιζόντων καὶ ληθαργικῶν· Ἀρχιγένης δὲ καὶ τῶν τὴν μνήμην βλαβέντων τῇ κεφαλῇ προσφέρει τὰ βοηθήματα, κᾂν μωρωθέντα δέ τινα θεραπεύειν ἐπιχειρήσῃ, καὶ τούτου τῇ κεφαλῇ προσοίσει πάντα. τίς δὲ τριβακὸς ἰατρὸς ἀποπλήκτους, ἢ ἐπιλήπτους, ἢ ὀπισθοτονικοὺς, ἢ ἐμπροσθοτονικοὺς, ἢ τετανικοὺς ἑτέρως ἰᾶται;
168
τίς δὲ παραλυθέντας τὸ τοῦ σώματος ἥμισυ μέρος; ἆρ’ οὐχὶ τῶν μὲν σπασμωδῶν παθῶν ἅπαντες ἤδη κᾀξ αὐτῆς τῆς πείρας τὸ κῦρος τῆς θεραπείας κατὰ τοὺς πρώτους ποιοῦνται σπονδύλους, ὥσπέρ γε καὶ τῶν παραλελυμένων τὸ ἥμισυ μέρος ὅλου τοῦ σώματος, συνεκθερμαίνουσιν δὲ καὶ τὸν ἐγκέφαλον; ὥσπερ καὶ τοὺς ἀποπλήκτους ἰῶνται, καθάπέρ γε καὶ τοὺς ἐπιλήπτους· ὅταν μὲν ἐπὶ στομάχῳ γίνηται τὸ πάθος ἤ τινι τῶν ἄλλων μορίων, ἐκεῖνο μὲν μάλιστα καὶ πρῶτον ἐκθεραπεύρυσιν, παρασκευάζουσιν δὲ καὶ τὸν. ἐγκέφαλον εἰς δυσπάθειαν. καὶ χρὴ ταῦτα μᾶλλον ζητεῖν, οὐ περὶ τοῦ σαφέστατα φαινομένου πᾶσι τοῖς ἀδιαστρόφοις τὴν γνώμην ἡγεμονικοῦ, καθάπερ οὐδὲ περὶ τῆς τῶν νεύρων ἀρχῆς, ἣν οὐ χρὴ πορευθέντας εἰς θεοὺς διὰ μαντείας ἐξευρεῖν, ἀλλὰ παρά τινι τῶν ἀνατομικῶν ἀνδρῶν παιδευθέντας.

Ἔνιοι γὰρ ἀναπείθουσιν ἑαυτοὺς, ἀρχὴν εἶναι τῶν νεύρων τὴν καρδίαν, ἐκ τοῦ μὴ δύνασθαι διακρῖναι σύνδεσμον νεύρου, συντελούσης εἰς τοῦτο καὶ τῆς ὁμωνυμίας, ἐπειδὴ πολλοὶ τῶν ἰατρῶν καὶ τοὺς συνδέσμους ὀνομάζουσιν

169
νεῦρα συνδετικά. τῆς μὲν οὖν προσηγορίας οὐδεὶς αὐτοῖς φθόνος, ἄν γε μνημονεύωσι τῶν προαιρετικῶν νεύρων, ὡς αὐτοὶ καλοῦσιν, ὧν τὴν ἀρχὴν ἐγκέφαλον εἶναί φαμεν, οὐ τῶν συνδέσμων· οὐδὲ γὰρ οὐδ’ αὐτοὶ τῶν συνδετικῶν νεύρων πάθος εἶναί φασι τὸν σπασμὸν, ἢ τὴν παράλυσιν, ἀλλὰ τῶν προαιρετικῶν. ὅταν οὖν ὅλον τὸ σῶμα φαίνηται σπώμενον, ἅπαν μὲν εὐθὺς παρίσταται πεπονθέναι τὸ τοιοῦτον μέρος, ὃ καθάπερ ἐν δένδρῳ τὸ στέλεχος τῶν κλάδων, οὕτως αὐτὸ κοινὸν τῶν νεύρων ἁπάντων οἷον πρέμνον ἐστὶν, οὐχ οἷον κλάδος ὀλίγων τινῶν ἐν ἑνὶ μορίῳ, καθάπερ ὅταν ἤτοι σκέλος ἢ μία χεὶρ ἂν τύχῃ σπωμένη. κώλου μὲν γὰρ ὅλου σπασμὸς τὴν ἀρχὴν τῶν εἰς αὐτὸ καθηκόντων νεύρων ἐνδείκνυται πεπονθέναι, καθάπερ εἰ κλάδου τινὸς ἐν δένδροις· ὅταν δ’ ὅλον ἁλῷ τὸ σῶμα τῷ πάθει, τὴν κοινὴν ἁπάντων ἀρχὴν τῶν κάτω τοῦ προσώπου νεύρων, ἀνάλογον τῷ κατὰ τὸ δένδρον πρέμνῳ πεπονθέναι χρὴ νομίζειν, ἥ τίς ἐστι τοῦ νωτιαίου μυελοῦ τὰ πρῶτα μέρη, διὸ καὶ τούτῳ τὰ βοηθήματα προσφέρουσιν οἱ τριβακοὶ πάντες ἰατροὶ, τῆς καρδίας
170
οὐδὲ τὴν ἀρχὴν ὅλως ἐν τῷ τοιούτῳ παθήματι μεμνημένοι. εἰ δὲ καὶ τὰ κατὰ πρόσωπον ἅμα τῷ παντὶ σώματι φαίνοιτο σπώμενα, τὸν ἐγκέφαλον αὐτὸν ἤδη θεραπεύομεν, οὐ μόνον τὴν ἔκφυσιν τοῦ νωτιαίου· καὶ γὰρ καὶ χείλη σπώμενα θεώμεθα πολλάκις, καὶ ὀφθαλμοὺς, καὶ τὸ κατὰ μέτωπον δέρμα, καὶ ὅλας τὰς γένυας, ὥσπέρ γε καὶ τὴν ῥῖζαν τῆς γλώττης· ἀλλ’ ἐπειδὴ ταῦτα πάντα διὰ τῆς ἀνατομῆς ἐμάθομεν ὑπὸ μυῶν κινεῖσθαι παρ’ ἐγκεφάλου λαμβανόντων νεῦρα, τὸν ἐγκέφαλον ἐπ’ αὐτῶν πεπονθέναι πεπείσμεθα· καθάπερ ὅταν ὁρῶμεν ἀπαθῆ μὲν ἐκεῖνα, σπώμενα δὲ τἄλλα σύμπαντα μόρια, τὴν ἀρχὴν τοῦ νωτιαίου πειθόμεθα πεπονθέναι. ταῦτα μὲν οὖν, ὅπερ ἔφην, ἑτοίμως ἐχρῆν ἡμᾶς μαθόντας ἐπισκοπεῖσθαι τὰς διαθέσεις αὐτῶν· ἔνιοι δὲ τῶν ἰατρῶν τὰς μὲν διαθέσεις οὐδ’ ἐπιχειροῦσι ζητεῖν, ἐρίζουσι δὲ περὶ τῶν ἐναργῶς φαινομένων, ἀπολλύντες ἡμῶν τὸν χρόνον, ὃν ἐχρῆν οὐκ εἰς ἀντιλογίαν τῶν ἀναιρούντων τὰ καλῶς ὑπὸ τῶν παλαιῶν ἰατρῶν εἰρημένα καταναλίσκειν, ἀλλ’ εἰς εὕρεσιν ὧν ἐκεῖνοι παρέλιπον, ἤτοι παντάπασιν οὐδὲν ἀποφηνάμενοι περί τινων 
171
πραγμάτων, ἢ χωρὶς ἀποδείξεως ἢ διορισμοῦ προσήκοντος ἢ ἐλλιπῶς ἀποφηνάμενοι, καθάπερ ὁ Ἱπποκράτης ὑπὸ πληρώσεως γίνεσθαι τὸν σπασμὸν εἰπών. ἀληθὴς μὲν γὰρ ὁ λόγος, ἀλλ’ ὑπὸ τίνων πεισθεὶς οὕτως ἀπεφήνατο, μόνοις τοῖς συνετοῖς ἀνδράσιν καὶ νομίμως μεμαθηκόσι τὰ πρῶτα τῆς ἰατρικῆς δῆλόν ἐστι, οὐ τοῖς ἐπιτυχοῦσιν. ταῦτα γοῦν αὐτὰ κᾀγὼ προμεμαθηκὼς ἐπείσθην ὑφ’ ὧν εἶπεν Ἱπποκράτης αἰτίων γίγνεσθαι τὸν σπασμόν. εἰ γὰρ ἅπασα μὲν ἡ κατὰ προαίρεσιν κίνησις ὁρᾶται τῶν μυῶν ἐπισπωμένων εἰς ἃ καταφύονται μέρη γιγνομένη, τὸ δὲ ἐπισπᾶσθαι χωρὶς τοῦ πρὸς τὴν ἰδίαν ἀρχὴν ἀνασπᾶσθαι τὸν μῦν οὐχ οἷον τέ ἐστι γενέσθαι, μόνῳ τῷ χωρὶς τῆς ἡμετέρας προαιρέσεως γίγνεσθαι τὸν σπασμὸν ἐν τοῖς σπωμένοις μέρεσιν, ἡ κίνησις διοίσει τῆς κατὰ φύσιν. ὥσπερ οὖν ἐν τῷ κατὰ φύσιν ἔχειν ἡ κατὰ τὴν ἀρχὴν τῶν νεύρων ἐν ἐγκεφάλῳ τεταγμένη προαίρεσις ἀρχὴν κινήσεως πρώτοις μὲν τοῖς νεύροις, δι’ αὐτῶν δὲ καὶ τοῖς μυσὶν δίδωσιν, οὕτως ἄνευ τῆς ἀρχῆς ταύτης ἐὰν εὕρωμεν ὑπὸ τίνος αἰτίας σπασθῆναι δύναται τὰ νεῦρα, τῆς τῶν
172
σπασμῶν γενέσεως ἐπιστήμην ἕξομεν. ἀνθρώπῳ τοίνυν ἑωρακότι νευρώδη σώματα, τὰς ἐν ταῖς λύραις χορδὰς οὕτω σφοδρῶς τεινομένας πολλάκις ὑπὸ τῆς τοῦ περιέχοντος ἀμέτρου κράσεως, ὡς ῥήγνυσθαι, χαλεπὸν οὐδὲν ἐννοῆσαι τὴν αὐτὴν διάθεσιν ἐν τοῖς τῶν ζώων νεύροις γίνεσθαι. πῶς οὖν ἔχοντος τοῦ ἀέρος αἱ χορδαὶ τείνονταί τε καὶ ῥήγνυνται; ξηροῦ τε πάνυ καὶ λίαν διύγρου γινομένου· τὸ μὲν οὖν ὑγρὸν διαβρέχον αὐτὰς εἰς ὄγκον αἴρει παρὰ φύσιν, ἐφ’ ᾧ τείνονται· τὸ δὲ ξηρὸν, ὥσπερ ὁ ἥλιος ξηραίνων τὰς βύρσας συσπᾷ, καὶ αὐτὸ τὰς χορδὰς οὕτως ἕλκει τε καὶ τείνει· φαίνονται γοῦν καὶ οἱ ἱμάντες, ὅταν ὑπὸ πυρὸς ξηραίνωνται, συσπώμενοί τε καὶ τεινόμενοι. τούτων προεγνωσμένων, οὐδέν ἐστι χαλεπὸν ἐπὶ τῶν σπωμένων ἐξευρεῖν, εἴτε διὰ ξηρότητα τὸ πάθος αὐτοῖς γέγονεν, ὅπερ ἐστιν ἔνδεια τῆς ὑγρᾶς οὐσίας καὶ κένωσις· εἴτε διὰ πλῆθος ὑγρότητος, ὅπερ ἐστιν ἐναντίον ἐνδείᾳ πάθος, ὑφ’ Ἱπποκράτους ὠνομασμένον πλήρωσις. ἐκ πόνων μὲν γὰρ καὶ ἀγρυπνιῶν, ἐνδείας τε καὶ φροντίδων, καὶ πυρετοῦ ξηροῦ καὶ διακαοῦς, οἷος καὶ ὁ τῶν φρενιτικῶν ἐστιν,
173
ὅταν ὁ σπασμὸς γένηται, ξηρότητά τε καὶ κένωσιν αἰτιάσασθαι χρή· μεθυσκομένῳ δ’ ἀνθρώπῳ καὶ διὰ παντὸς ἐμπιπλαμένῳ καὶ ἀργῶς βιοτεύοντι τὴν ἐναντίαν διάθεσιν εὔλογόν ἐστι τὸν σπασμὸν ἐργάσασθαι· κενώσει δ’ ἐναντίον ἐστὶ πλήρωσις.

Ἀλλὰ καὶ ἡ ἐπιληψία σπασμός ἐστιν ἁπάντων τῶν τοῦ σώματος μορίων, οὐ συνεχὴς ὡς ἐμπροσθότονός τε καὶ ὀπισθότονος καὶ τέτανος, ἀλλ’ ἐκ διαστημάτων χρόνου γιγνόμενος· οὐ μόνον δὲ τούτῳ διενήνοχεν τῶν εἰρημένων σπασμῶν, ἀλλὰ καὶ τῇ βλάβῃ τῆς διανοίας καὶ τῶν αἰσθήσεων· ᾧ καὶ δῆλον ὡς ἄνω που κατ’ αὐτὸν ἐγκέφαλον, ἡ τούτου τοῦ πάθους ἐστὶ γένεσις. ἐπειδὴ δὲ καὶ ταχὺ παύεται, κατὰ τὰς κοιλίας αὐτοῦ μᾶλλον εὔλογόν ἐστιν παχὺν χυμὸν ἐμφράττοντα τὰς διεξόδους τοῦ πνεύματος ἐργάζεσθαι τὸ πάθος, ἑαυτὴν κλονούσης τῆς ἀρχῆς τῶν νεύρων ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα· τάχα δὲ καὶ διαβρεχομένης τῆς ἐκφύσεως ἑκάστου νεύρου, παραπλησίως τοῖς ἀπὸ τοῦ νωτιαίου τὴν ἀρχὴν ἔχουσι σπασμοῖς, καὶ ὁ τῶν ἐπιλήπτων γίνεται. τὸ δ’ ἐξαιφνίδιον αὐτοῦ τῆς γενέσεως καὶ τῆς λύσεως ἐνδείκνυται

174
μηδέποτε διὰ ξηρότητά τε καὶ κένωσιν, ἀεὶ δὲ διὰ πάχος χυμοῦ γίγνεσθαι τὸ πάθος· ἔμφραξις μὲν γὰρ τῶν πόρων ἐξαίφνης ὑπὸ παχέος ἢ γλίσχρου χυμοῦ γένοιτ’ ἄν· εἰς ξηρότητα δὲ τοσαύτην ἐλθεῖν, ὡς βύρσῃ παραπλήσιόν τι παθεῖν, τὸν ἐγκέφαλον ἢ τὴν κατ’ αὐτὸν μήνιγγα τὴν λεπτὴν, οὐχ οἷόν τε χωρὶς χρόνου πολλοῦ. πρόσεστι δὲ τούτῳ καὶ τὸ μήθ’ ὁρᾷν μήτ’ ἀκούειν μήθ’ ὅλως ἐνεργεῖν αἰσθήσει τινὶ σὺν τῷ μηδὲ παρακολουθεῖν τὸν κάμνοντα τοῖς γινομένοις, ἀλλὰ τὸν λογισμὸν βεβλάφθαι μετὰ τῆς κατὰ τὴν μνήμην δυνάμεως. ἐκ τούτων οὖν ἁπάντων εὔλογόν ἐστι κατὰ τὸν ἐγκέφαλον γεγονέναι τὸ πάθος, ἐμποδίζοντος τοῦ χυμοῦ ταῖς διεξόδοις τοῦ ψυχικοῦ πνεύματος, ὃ κατὰ τὰς κοιλίας ἐστὶν αὐτοῦ. διὰ τί δ’ ὀνομάζεται τοῦτο τὸ πνεῦμα ψυχικὸν, ἥτις τε δύναμίς ἐστιν αὐτοῦ, κατὰ τὰ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήματα δέδεικται. τοῖς γὰρ ἐκ τῆς ἀνατομῆς φαινομένοις ἀκολουθοῦσιν ἡμῖν εὔλογον ἐφαίνετο, τὴν μὲν ψυχὴν αὐτὴν ἐν τῷ σώματι τοῦ ἐγκεφάλου κατῳκῆσθαι, καθ’ ὃ καὶ τὸ λογίζεσθαι γίγνεται, καὶ ἡ τῶν αἰσθητικῶν
175
φαντασιῶν ἀπόκειται μνήμη· τὸ πρῶτον δ’ αὐτῆς ὄργανον εἰς ἁπάσας τὰς αἰσθητικάς τε καὶ προαιρετικὰς ἐνεργείας εἶναι, τὸ κατὰ τὰς κοιλίας αὐτοῦ πνεῦμα, καὶ μᾶλλόν γε κατὰ τὴν ὄπισθεν· οὐ μὴν οὐδὲ περὶ τῆς μέσης κοιλίας ἀπογινώσκειν προσῆκεν ὡς οὐ κυριωτάτης· πολλὰ γὰρ εὔλογα καὶ πρὸς ταύτην ἡμᾶς ἄγει, καθάπερ γε τῶν ἐμπροσθίων δυοῖν ἀπάγει. εἴς γε μὴν τὴν τῆς θεραπείας εὕρεσιν οὐδὲν ὀνίνησιν ἡ περὶ τούτων ἀκριβὴς γνῶσις· ἱκανὸν γὰρ εἰς τὸ καλῶς θεραπεύειν ἐπίστασθαι τὸν μὲν πεπονθότα τόπον ἐγκέφαλον εἶναι, χυμὸν δὲ τὸν γλίσχρον, ἢ παχὺν ἐν ταῖς κοιλίαις ἀθροιζόμενον αὐτοῦ. καθάπερ δὲ χρήσιμα ταῦτα πρὸς τὰς ἰάσεις ἐστὶν, ὧν ἕνεκα καὶ τοὺς πεπονθότας τόπους καὶ τὰς ἐν αὐτοῖς διαθέσεις ζητοῦμεν, οὕτω καὶ τῶν παχέων χυμῶν αἱ διαφοραὶ πότερα φλεγματώδεις εἰσὶν, ἢ μελαγχολικαί· μεμνημένων αὖ πάλιν ἡμῶν ἐνταῦθα φλεγματικοὺς μὲν ὀνομάζεσθαι πάντας, ὅτ’ ἂν ἁπλῶς οὕτως λέγωμεν, ἐφ’ ὧν ἐπικρατεῖ κατὰ τὴν κρᾶσιν ὑγρότης καὶ ψύξις· μελαγχολικοὺς δὲ, ἐφ’ ὧν ξηρότης τε καὶ ψύξις, ἐπεί τοι διαφοραὶ 
176
μεγάλαι κατά τε τοὺς φλεγματικούς εἰσι καὶ τοὺς μελαγχολικοὺς ἑκατέρων ἴδιαι. τοῦ γοῦν φλέγματος τὸ μὲν ἐφ’ ἡμέρᾳ πολλοῖς ἀναχρεμπτομένοις καὶ ἀνεμοῦσι καὶ ἀπομυττομένοις ἐκκρινόμενον ἀτμώδους πνεύματος ὑπάρχει μεστὸν, ὡς μηδὲ πρὸς αἴσθησιν ὁμοιομερὲς εἶναι· ἕτερον δέ τι φλέγμα φαίνεται μὲν ὁμοιομερὲς, ἴσως δ’ οὐκ ἔστιν, ἐξ οὗ γένους ἐστὶν ὅ τ’ ἐν τοῖς οὔροις ὑφιστάμενος ὠμὸς χυμὸς ὅ θ’ ὑπὸ Πραξαγόρου κληθεὶς ὑαλώδης· ἀλλὰ καὶ τὸ μὴ λίαν ὑγρὸν μηδ’ ὑδατῶδες σίαλον ἐκ τούτου τοῦ γένους εἶναι φαίνεται. καὶ μέντοι καὶ κατὰ τὴν γευστικὴν αἴσθησιν οὐ μίαν ἔχον οὐδ’ αὐτὸ τὸ σίαλον ποιότητα φαίνεται, μήτιγε δὴ τὸ σύμπαν φλέγμα· καὶ γὰρ ἁλυκοῦ καὶ ὀξέος καὶ ἁλμυροῦ πολλάκις αἰσθανόμεθα σαφῶς τοῦ κατὰ τὸ στόμα σιάλου, καθάπερ καὶ ἀποίου τε καὶ οἷον ὑδατώδους τὴν γεῦσιν, ὅτ’ ἂν ἀμεμπτότατα διάγωμεν. ὡσαύτως δὲ καὶ ὁ μελαγχολικὸς χυμὸς ἐν τῇ συστάσει σαφεῖς ἔχει τὰς διαφορὰς, ὁ μὲν οἷον τρὺξ αἵματος, ἐναργῶς φαινόμενος ἱκανῶς παχὺς, ὥσπερ ἡ τοῦ οἴνου τρύξ· ὁ δὲ πολλῷ μὲν τούτου λεπτότερος κατὰ τὴν
177
σύστασιν, ὀξὺς δὲ καὶ τοῖς ἐμέσασιν αὐτὸν φαινόμενος καὶ τοῖς ὀσμωμένοις· οὗτος καὶ ξύει τὴν γῆν, ἐξαίρων τε καὶ ζυμῶν καὶ πομφόλυγας ἐγείρων, οἷαι τοῖς ζέουσι ζωμοῖς ἐφίστανται· ὃν δ’ ἔφην ἐοικέναι παχείᾳ τρυγὶ, τήν τε ζύμωσιν οὐκ ἐργάζεται κατὰ τῆς γῆς ἐκχυθεὶς, πλὴν εἰ μὴ πάνυ σφόδρα τύχοι τότε κατοπτηθεὶς ἐν διακαεῖ πυρετῷ, καὶ ἥκιστα μετέχει ποιότητος ὀξείας, ἡνίκα καὶ καλεῖν αὐτὸν εἴωθα μελαγχολικὸν χυμὸν ἢ μελαγχολικὸν αἷμα, μέλαιναν γὰρ χολὴν οὐδέπω δικαιῶ τὸν τοιοῦτον ὀνομάζειν. γεννᾶται δ’ ὁ χυμὸς οὗτος ἐνίοις πολὺς, ἢ διὰ τὴν ἐξ ἀρχῆς κρᾶσιν, ἢ δι’ ἔθος ἐδεσμάτων εἰς τοιοῦτον χυμὸν ἐν τῇ κατὰ τὰς φλέβας πέψει μεταβαλόντων. ὥσπερ δ’ ὁ παχὺς χυμὸς τοῦ φλέγματος, οὕτω καὶ οὗτος παχὺς χυμὸς ὁ μελαγχολικὸς ἐπιληψίας ποτ’ ἐργάζεται κατὰ τὰς ἐκροὰς τῶν ἐν ἐγκεφάλῳ κοιλιῶν ἰσχόμενος, ἤτοι τῆς μέσης, ἢ τῆς ὄπισθεν· ὅτ’ ἂν δ’ ἐν αὐτῷ πλεονάσῃ τῷ τοῦ ἐγκεφάλου σώματι, μελαγχολίαν ἐργάζεται, καθάπερ ὁ ἕτερος χυμὸς τῆς μελαίνης χολῆς, ὁ κατωπτημένης
178
τῆς ξανθῆς χολῆς γενόμενος, τὰς θηριώδεις παραφροσύνας ἀποτελεῖ χωρὶς πυρετοῦ τε καὶ σὺν πυρετῷ, πλεονάζων ἐν τῷ σώματι τοῦ ἐγκεφάλου. καὶ διὰ τοῦτο τῆς φρενίτιδος ἡ μέν τίς ἐστι μετριωτέρα, τὴν γένεσιν ἐκ τῆς ὠχρᾶς ἔχουσα χολῆς· ἡ δέ τις σφοδροτέρα, τῆς ξανθῆς ἔγγονος ὑπάρχουσα· καὶ τις ἄλλη θηριώδης τε καὶ μελαγχολικὴ παραφροσύνη γίνεται, κατοπτηθείσης τῆς ξανθῆς χολῆς. ὅσαι δ’ ἐν ταῖς ἀκμαῖς τῶν πυρετῶν γίγνονται παραφροσύναι, κατὰ συμπάθειαν αὗται πάσχοντα τὸν ἐγκέφαλον, οὐ κατ’ ἰδιοπάθεισαν ἔχουσιν· καὶ διὰ τοῦτο παραπαῖσαι μὲν καὶ παραφρονῆσαι καὶ παρακόψαι τούτους οὐ μόνον οἱ ἰατροὶ λέγουσιν, ἀλλὰ καὶ ἰδιῶται, φρενιτικοὺς δ’ οὐκ ὀνομάζουσιν, οὐ γὰρ συναποκαθίστανται ταῖς ἀκμαῖς τῶν πυρετῶν αἱ φρενιτικαὶ παραφροσύναι. καθάπερ οὖν ὁ τῶν φρενιτικῶν πυρετὸς ἕν τι τῶν συμπτωμάτων τῆς ἐγκεφάλου διαθέσεώς ἐστιν, οὕτω τῶν διακαῶν πυρετῶν ἡ παραφροσύνη, πολλῶν ἀτμῶν θερμῶν ἀναφερομένων εἰς αὐτόν. παραπλησία δ’ ἐστὶν τῇδε καὶ τῶν ὁμοίων τοῖς ὑποχεομένοις συμπτωμάτων γένεσις, ἐκ τῶν τῆς γαστρὸς ὁρμωμένη διαθέσεων· ἥ τε γὰρ κοιλία τῇ κεφαλῇ
179
καὶ ἡ κεφαλὴ τῇ κοιλίᾳ μεταδίδωσι τῶν παθημάτων, διὰ τὸ μέγεθος τῶν ἐξ ἐγκεφάλου καθηκόντων νεύρων εἰς τὸ στόμα τῆς γαστρὸς, ὑφ’ ὧν καὶ τὸ περιττὸν τῆς αἰσθήσεως ὑπὲρ τἄλλα μέρη τοῦ σώματος ὑπάρχει τῷ μορίῳ τῶδε. καὶ διὰ τοῦτο τοῖς κατὰ τὴν κεφαλὴν κατάγμασιν, ὅσα πρὸς τὰς μήνιγγας ἐξικνεῖται, χολεμεσίαι παρακολουθοῦσι· καὶ τοῖς ὁπωσοῦν γενομένοις ἀλγήμασι τῆς κεφαλῆς ἀνατροπή τε τοῦ στομάχου καὶ δῆξις ἐνίοτε· τοῖς δὲ ὑποχονδριακοῖς καὶ φυσώδεσιν ὀνομαζομένοις πάθεσιν δυσθυμίαι μελαγχολικαὶ, καὶ γὰρ καὶ τοῦτο τοιοῦτόν ἐστιν, ὁποῖον ἡ τοῖς ὀξέσι πυρετοῖς ἐπιγινομένη παραφροσύνη, καὶ τισι διαθέσεσιν τοῦ στόματος τῆς κοιλίας ἡ τῶν τοῖς ὑποχεομένοις ὁμοίων συμπτωμάτων. οὕτω δὲ καὶ τοῖς νευρώδεσι μορίοις φλεγμήνασιν ἑτοιμότερον ἢ τοῖς ἄλλοις ἐπιγίγνονται παραφροσύναι, ποτὲ μὲν αὐτῆς μόνης τῆς θερμασίας κατὰ τὸ συνεχὲς ἐπὶ τὴν κεφαλὴν ἀνερχομένης, ποτὲ δὲ πνεύματος ἀτμώδους, ἢ καπνώδους, ἢ αἰθαλώδους.

Ὥσπερ δ’ ἐν τοῖς κατὰ συμπάθειαν οὐ σμικρὰ διαφορὰ γίνεται τοῖς πάθεσι τῆς κεφαλῆς, οὕτω καὶ

180
ἐν αὐτοῖς τοῖς κατὰ πρωτοπάθειαν. οἱ γοῦν κατ’ αὐτὴν τὴν οὐσίαν τοῦ ἐγκεφάλου πλεονάσαντες παχεῖς χυμοὶ ποτὲ μὲν ὡς ὀργανικῷ μορίῳ λυμαίνονται, ποτὲ δὲ ὡς ὁμοιομερεῖ· κατὰ μὲν τὰς ἐμφράξεις τῶν πόρων ὡς ὀργανικῷ μορίῳ, κατὰ δὲ τὰς ἀλλοιώσεις τῆς κράσεως ὡς ὁμοιομερεῖ. καὶ διὰ τοῦτο καὶ ἥδε ἡ λέξις ἐπὶ τῇ τελευτῇ γέγραπται τοῦ ἕκτου τῶν ἐπιδημιῶν· οἱ μελαγχολικοὶ καὶ ἐπιληπτικοὶ εἰώθασι γίγνεσθαι ὡς ἐπὶ πολὺ καὶ οἱ ἐπιληπτικοὶ μελαγχολικοί· τούτων δ’ ἑκάτερον μᾶλλον γίνεται, ἐφ’ ὁπότερον ἂν ῥέψῃ τὸ ἀῤῥώστημα· ἢν μὲν εἰς τὸ σῶμα, ἐπίληπτοι· ἢν δὲ εἰς τὴν διάνοιαν, μελαγχολικοί. κατὰ ταύτην τὴν ῥῆσιν πρῶτον μὲν ὅτι μὴ διὰ παντὸς, ἀλλ’ ὡς τὸ πολὺ μετάπτωσις εἰς ἄλληλα γίνεται τοῖς πάθεσιν ἐδήλωσεν· οὐ γὰρ ὑπὸ μελαγχολικοῦ χυμοῦ μόνον, ἀλλὰ καὶ φλεγματικοῦ τῆς ἐπιληψίας ἀποτελουμένης, ἡ μὲν ὑπὸ τοῦ μελαγχολικοῦ χυμοῦ γινομένη μεταπίπτει ποτὲ εἰς μελαγχολίαν, ἡ δ’ ὑπὸ τοῦ φλεγματικοῦ πρὸς ἄλλο μέν τι μεθίσταται πάθος, ὑπὲρ οὗ μικρὸν ὕστερον ἐρῶ, μελαγχολίαν δὲ οὐκ ἐργάζεται. δεύτερον δ’ ἐπὶ 
181
τῷδε θεώρημά τι περιέχεται κατὰ τὸν εἰρημένον ὑφ’ Ἱπποκράτους λόγον οὐ σμικρόν. ἐπεὶ γὰρ ἤτοι κρᾶσίς ἐστιν ἡ ψυχὴ τῶν δραστικῶν ποιοτήτων, ἢ ὑπὸ τῆς κράσεως αὐτῶν ἀλλοιοῦται, τὴν μὲν ὡς ὀργανικῷ μορίῳ τῷ ἐγκεφάλῳ λυμαινομένην χολὴν ἐπὶ τὸ σῶμα τετράφθαι φησὶ τοῦ ἐγκεφάλου, γίγνεται δὲ τοῦτο κατὰ τὰς ἐμφράξεις· τὴν δ’ ὡς ὁμοιομερεῖ τὴν κρᾶσιν ἀδικοῦσαν ἐπὶ τὴν διάνοιαν. ἀλλ’ ἐκεῖνό γε διορίσασθαι πρότερον ἀναγκαῖον εἶναί μοι δοκεῖ τὸ παραλελειμμένον τοῖς ἰατροῖς· ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις μέρεσι τοῦ σώματος ἐνίοτε μὲν ἅπασιν ἡ αὐτὴ φαίνεται κρᾶσις, ὡς ἐν ἰκτέροις τε καὶ κατὰ τὸν καλούμενον ἐλέφαντα καὶ τοὺς ὑδέρους, ἔτι τε καχεξίας, καὶ πρὸς ταύταις ἐν ἡπατικαῖς τε καὶ σπληνικαῖς ἀχροίαις, ἐνίοτε δ’ ἕν τι μόριον ἤτοι πικρόχολον ἢ φλεγματικὸν ἢ μελαγχολικὸν ὑποδεξάμενον χυμὸν αὐτὸ μόνον ἐξαλλάττεται τὴν κρᾶσιν, οὕτως ἐγχωρεῖ καὶ τὸν ἐγκέφαλον ἐνίοτε μὲν, ἅπαντος τοῦ κατὰ τὰς φλέβας αἵματος μελαγχολικοῦ γενομένου, τῷ κοινῷ λόγῳ τῆς βλάβης καὶ αὐτὸν βλαβῆναι· καθ’ ἕτερον δὲ τρόπον ἀπαθοῦς διαμένοντος
182
τοῦ καθ’ ὅλον τὸν ἄνθρωπον αἵματος, ἀλλοιωθῆναι τὸ κατὰ μόνον τὸν ἐγκέφαλον, καὶ συμβῆναι τοῦτο διττῶς, ἢ ῥυέντος εἰς αὐτὸν ἑτέρωθεν, ἢ γεννηθέντος ἐν τῷ τόπῳ τοῦ μελαγχολικοῦ χυμοῦ· γεννᾶται δ’ ὑπὸ θερμασίας πολλῆς ἐγχωρίου, κατοπτώσης ἤτοι τὴν ξανθὴν χολὴν, ἢ τὸ παχύτερόν τε καὶ μελάντερον αἷμα. διαφέρει δ’ εἰς τὴν θεραπείαν οὐ σμικρὸν ὁ διορισμὸς οὗτος· ὅτ’ ἂν μὲν γὰρ ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχῃ τὸ αἷμα, τὴν ἀρχὴν τῆς θεραπείας ἀπὸ φλεβοτομίας προσῆκεν ποιεῖσθαι· ὅτ’ ἂν δὲ τὸ κατὰ μόνον τὸν ἐγκέφαλον, οὐ χρῄζει φλεβοτομίας ὁ κάμνων, ὅσον γε ἐπὶ τῇ διαθέσει ταύτῃ, κατ’ ἄλλο γάρ τι δυνατόν ἐστι χρῄζειν αὐτόν. ἡ δ’ οὖν διάγνωσις ἀπὸ τῶνδέ σοι γιγνέσθω, πότερον ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχει χυμὸν, ἢ κατὰ μόνον τὸν ἐγκέφαλον ἤθροισταί τις τοιοῦτος, καὶ ἀξιῶ σε πρῶτον μὲν ἐπισκέψασθαι τὴν τοῦ σώματος ἕξιν ὁποία τίς ἐστιν, μεμνημένον, ὡς οἱ μὲν ἁπαλοὶ καὶ λευκοὶ καὶ πίονες ἥκιστα μελαγχολικὸν ἴσχουσι χυμὸν, οἱ δ’ ἰσχνοὶ καὶ μελάντεροι καὶ δασεῖς καὶ φλέβας εὐρείας ἔχοντες, ἐπιτηδειότατοι πρὸς ταυτοῦ
183
τοιούτου χυμοῦ γένεσιν ὑπάρχουσιν, ἔσθ’ ὅτε δὲ καὶ οἱ ἐξέρυθροι τὴν χρόαν ἄνθρωποι μεταπίπτουσιν ἀθρόως ἐπὶ τὴν μελαγχολικὴν κρᾶσιν· ἐφεξῆς δ’ αὐτῶν οἱ ξανθοὶ, καὶ μάλισθ’ ὅταν ἐν ἀγρυπνίαις καὶ πόνοις πλείοσι καὶ φροντίσι καὶ λεπτῇ διαίτῃ προδεδιῃτημένοι τύχωσιν. ὁμογενῆ δὲ τούτοις ἐστὶ καὶ τὰ τοιαῦτα γνωρίσματα· πότερον ἐπέσχηταί τις αἱμοῤῥοῒς, ἢ καί τις ἄλλη συνήθης αἵματος κένωσις, ἢ καταμήνια ταῖς γυναιξί· καὶ τούτων ἐφεξῆς ὁποίαις ἐχρήσατο τροφαῖς, ἆρά γε ταῖς μελαγχολικὸν αἷμα γεννώσαις, ἢ ταῖς ἐναντίαις· λέγω δὲ μελαγχολικὸν μὲν αἷμα γεννᾷν αἰγείων καὶ βοείων ἐδωδὴν κρεῶν, καὶ μᾶλλον ἔτι τῶν τραγείων τε καὶ ταυρείων, ἔτι δὲ μᾶλλον ὀνείων τε καὶ καμηλείων, ἐσθίουσι γὰρ ἔνιοι καὶ τούτων, ὥσπέρ γε καὶ ἀλωπέκων τε καὶ κυνῶν. οὐχ ἥκιστα δὲ καὶ ἡ τῶν λαγωῶν ἐδωδὴ τοιοῦτον αἷμα γεννᾷ, καὶ πολὺ μᾶλλον ἡ τῶν ἀγρίων συῶν· καὶ οἱ κοχλίαι δὲ μελαγχολικὸν αἷμα γεννῶσιν, εἴ τις ἐν αὐτοῖς πλεονάσειεν, καὶ πάντα τὰ ταριχευθέντα κρέα τῶν ἐπιγείων ζώων· ἐνύδρων δὲ τά τε τῶν θύννων καὶ φαλαίνης καὶ φώκης καὶ δελφῖνος καὶ κυνὸς
184
καὶ τῶν κητωδῶν ἁπάντων· τῶν δὲ λαχάνων σχεδὸν ἡ κράμβη μόνη τοιοῦτον αἷμα γεννᾷν πέφυκεν, ὥσπέρ γε καὶ τῶν δένδρων οἱ βλαστοὶ δι’ ἅλμης καὶ ὀξάλμης συντιθέμενοι, σχίνου λέγω καὶ τερμίνθου καὶ βάτου καὶ κυνοσβάτου· καὶ μέν τοι καὶ τῶν ὀσπρίων ἥ τε φακὴ μελαγχολικώτατόν ἐστιν ἔδεσμα καὶ μετὰ ταύτην οἱ πιτυρῖται καλούμενοι τῶν ἄρτων, οἵ τε ἐκ τῆς τίφης καὶ τῶν μοχθηρῶν σπερμάτων, οἷς ἀντὶ πυρῶν ἔνια τῶν ἐθνῶν χρῆται, διώρισται δὲ περὶ αὐτῶν ἐν τῷ πρώτῳ τῶν περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. ἀλλὰ καὶ τῶν οἴνων οἵ τε παχεῖς καὶ μέλανες ἐπιτηδειότατοι γεννῆσαι τὸν μελαγχολικὸν χυμὸν, ἄν τις ἐν αὐτοῖς πλεονάζων ὑπὸ περιστάσεως τινος ἐν θερμασίᾳ πλείονι τὸ σῶμα σχῇ· καὶ οἱ παλαιοὶ δὲ τυροὶ ῥᾷστοι γεννῆσαι τὸν τοιοῦτον χυμὸν, ὅτ’ ἂν ἐν τῷ σώματι τύχωσιν ὑπερθερμανθέντες. εἰ μὲν οὖν ἐν τοιαύτῃ διαίτῃ πρὸ τοῦ νοσεῖν ὁ ἄνθρωπος εἴη γεγενημένος, ἔξεστι κᾀκ ταύτης στοχάσασθαί τι πλέον· εἰ δ’ ἐν εὐχύμοις ἐδέσμασιν, ἐπισκέπτεσθαι περί τε τῶν γυμνασίων αὐτοῦ καὶ
185
λύπης καὶ ἀγρυπνίας καὶ φροντίδος· ἔνιοι δὲ καὶ κατ’ αὐτὰ τὰ πυρετώδη νοσήματα, καθότι προείρηται, τὸν μελαγχολικὸν ἴσχουσι γενόμενον χυμόν. εἰς δὲ τὴν βεβαιοτέραν διάγνωσιν οὐ σμικρὰ συντελεῖ καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ γεγενημένη τε καὶ οὖσα κατάστασις, ἔτι τε τὸ χωρίον, ἥ τε τοῦ κάμνοντος ἡλικία. ταῦτα πάντα προδιασκεψάμενος, ὅτ’ ἂν ἐλπίσῃς ἐν ταῖς καθ’ ὅλον τὸ σῶμα φλεψὶ μελαγχολικὸν αἷμα περιέχεσθαι, τὴν βεβαιοτάτην ἐπάγαγε διάγνωσιν ἐκ τοῦ τέμνειν τὴν κατ’ ἀγκῶνα φλέβα· βέλτιον δὲ τὴν μέσην τέμνειν, ἐπειδὴ κοινὴ πρὸς ἀμφοτέρας ἐστὶ, τήν τε ὠμιαίαν ὀνομαζομένην καὶ τὴν διὰ τῆς μασχάλης ἐπὶ τὴν χεῖρα φερομένην· εἶτα εἰ μὲν μὴ φαίνοιτο μελαγχολικὸν εἶναι τὸ ῥέον, ἐπίσχες εὐθέως· εἰ δὲ τοιοῦτον φαίνεται, κένωσον ὅσον ἂν ὑπολάβῃς αὔταρκες ἔσεσθαι τῇ τοῦ πάσχοντος ἕξει σώματος. ἔστι δὲ καὶ τρίτη τις διαφορὰ μελαγχολίας, ὥσπερ ὅτ’ ἂν ἐπιληψία τὴν ἀρχὴν ἀπὸ τῆς κοιλίας ἴσχει· καλοῦσι δὲ ἔνιοι τῶν ἰατρῶν ὑποχονδριακόν τε καὶ φυσῶδες νόσημα τὴν αὐτὴν διάθεσιν. ἀρκέσει δέ μοι παραθέσθαι τὰ ὑπὸ Διοκλέους γεγραμμένα συνεδρεύειν αὐτῷ συμπτώματα, κατὰ τὸ βιβλίον ὃ ἐπιγράφεται, 
186
πάθος, αἰτία, θεραπεία· κατὰ τοῦτο γὰρ ὁ Διοκλῆς ἔγραψεν αὐτοῖς ὀνόμασιν οὕτως· ἄλλο δὲ γίγνεται μὲν περὶ τὴν κοιλίαν, ἀνόμοιον δ’ ἐστὶ τοῖς προειρημένοις, καλοῦσι δ’ αὐτὸ οἱ μὲν μελαγχολικὸν, οἱ δὲ φυσῶδες. ἕπονται δὲ τούτῳ μετὰ τὰς ἐδωδὰς, καὶ μάλιστα τῶν δυσπέπτων τε καὶ καυστικῶν, πτύσεις ὑγραὶ καὶ πολλαὶ, ὀξυρεγμίαι, πνεύματα, καῦμα πρὸς ὑποχονδρίοις, ἐγκλύδαξις οὐκ εὐθὺς, ἀλλ’ ἐπισχοῦσιν· ἐνίοτε δὲ καὶ πόνοι κοιλίας ἰσχυροὶ, διήκοντες ἐνίοις εἰς τὸ μετάφρενον· πραΰνονται δὲ πεφθέντων τῶν σιτίων, πάλιν τε μετὰ τὸ φαγεῖν τὰ αὐτὰ συμβαίνει, πολλάκις δὲ καὶ νήστεσιν καὶ μετὰ τὸ δεῖπνον ἐνοχλεῖ, καὶ ἐμοῦντες ὠμὰ τὰ σιτία ἐμοῦσι, καὶ φλέγματα ὑπόπικρα καὶ θερμὰ καὶ ὀξέα, ὥστε καὶ τοὺς ὀδόντας αἱμωδιᾷν. καὶ τὰ πολλὰ γίνεται τούτων εὐθὺς ἐκ νέων, μηκύνει δὲ ὅπως ἂν γένηται πᾶσι. ταῦτα προειπὼν ὁ Διοκλῆς ἐφεξῆς αὐτοῖς προσέθηκε τὴν αἰτίαν ὧδέ πως γράψας· τοὺς δὲ φυσώδεας καλουμένους ὑπολαμβάνειν δεῖ πλεῖον ἔχειν τὸ θερμὸν τοῦ προσήκοντος ἐν ταῖς φλεψὶ ταῖς ἐκ τῆς γαστρὸς τὴν τροφὴν δεχομέναις, καὶ τὸ
187
αἷμα πεπαχύνθαι τούτων. δηλοῖ γὰρ ὅτι μέν ἐστιν ἔμφραξις περὶ ταύτας τὰς φλέβας, τὸ μὴ καταδέχεσθαι τὸ σῶμα τὴν τροφὴν, ἀλλ’ ἐν τῇ γαστρὶ διαμένειν ἀκατέργαστον, πρότερον τῶν πόρων τούτων ἀναλαμβανόντων, τὰ δὲ πολλὰ ἀποκρινάντων εἰς τὴν κάτω κοιλίαν· καὶ τὸ τῇ δευτεραίᾳ ἐμεῖν αὐτοὺς, οὐχ ὑπαγόντων εἰς τὸ σῶμα τῶν σιτίων. ὅτι δὲ τὸ θερμὸν πλεῖόν ἐστι τοῦ κατὰ φύσιν, μάλιστ’ ἄν τις κατανοήσειεν ἔκ τε τῶν καυμάτων τῶν γινομένων αὐτοῖς καὶ τῆς προσφορᾶς· φαίνονται γὰρ ὑπὸ τῶν ψυχρῶν ὠφελούμενοι σιτίων, τὰ δὲ τοιαῦτα τὸ θερμὸν καταψύχειν καὶ μαραίνειν εἴωθεν. ἐφεξῆς δὲ τούτων καὶ τἄλλα προσέγραψεν ὁ Διοκλῆς ἐν τῇδε τῇ λέξει· λέγουσι δέ τινες ἐπὶ τῶν τοιούτων παθῶν τὸ στόμα τῆς γαστρὸς τὸ συνεχὲς τῷ ἐντέρῳ φλεγμαίνειν, διὰ δὲ τὴν φλεγμονὴν ἐμπεφράχθαι καὶ κωλύειν καταβαίνειν τὰ σιτία εἰς τὸ ἔντερον τοῖς τεταγμένοις χρόνοις· τούτου δὲ γινομένου, πλείονι χρόνῳ τοῦ δέοντος ἐν τῇ γαστρὶ μένοντα, τούς τε ὄγκους παρασκευάζει καὶ τὰ καύματα καὶ τἄλλα τὰ προειρημένα. ταῦτα μὲν οὖν ὁ Διοκλῆς ἔγραψε,
188
παραλιπὼν ἐν τῷ καταλόγῳ τῶν συμπτωμάτων τὰ κυριώτατα τῆς ὅλης συνδρομῆς, ὅσα τήν τε μελαγχολίαν χαρακτηρίζει καὶ τὸ φυσῶδες καὶ ὑποχονδριακὸν πάθος· καί μοι δοκεῖ, διότι ταῦτα ἐκ τῆς προσηγορίας τοῦ νοσήματος ἐνδεικτικῶς ἐδηλοῦτο, παραλελοιπέναι, μεμαθηκότων γ’ ἡμῶν ὑφ’ Ἱπποκράτους, ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχοντα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτο. διὰ τί δὲ ἐν τῇ τῆς αἰτίας ἀποδόσει τῶν μὲν ἄλλων συμπτωμάτων ἔγραψε τὰς αἰτίας, αὐτοῦ δὲ τοῦ βλάπτεσθαι τὴν διάνοιαν οὐκ ἔγραψεν, ζητῆσαι ἄξιον. εἴτε γὰρ τὸ θερμὸν ἐν ταῖς κατὰ τὴν γαστέρα φλεψὶ πλέον ἐπ’ αὐτῶν ἐστιν, εἴτε φλεγμονὴ τῶν κατὰ πυλωρὸν μερῶν, διὰ τί τούτοις ἀκολουθεῖ τὰ μελαγχολικὰ συμπτώματα, παραλέλειπται. τὸ μὲν γὰρ ἐμπιπλᾶσθαι τὴν γαστέρα φυσώδους πνεύματος, εἶτα ταῖς ἐρυγαῖς αὐτοῦ κουφίζεσθαι, καὶ προσέτι τοῖς εἰρημένοις ὑπὸ τοῦ Διοκλέους ἐμέτοις, εὔδηλόν ἐστι, κᾂν ἐκεῖνος μὴ λέγῃ· τὰ δὲ τῆς μελαγχολίας ἴδια, χαλεπὸν ἦν αὐτῷ συγγράψαι τῇ κατὰ τὴν γαστέρα λελεγμένῃ διαθέσει. προσθῶμεν οὖν ἡμεῖς τοῦτο, τὴν διάθεσιν
189
τῆς γαστρὸς ὁποία τις ἐν τοῖς τοιούτοις γίνεται πάθεσιν ἑρμηνεύσαντες σαφῶς. ἔοικε μὲν γὰρ εἶναί τις ἐν αὐτῇ φλεγμονὴ, τὸ δ’ ἐν τῷ φλεγμαίνοντι μορίῳ περιεχόμενον αἷμα παχύτερόν τε καὶ μελαγχολικώτερον ὑπάρχειν. ὥσπερ οὖν ἐπὶ τοὺς ὀφθαλμοὺς ἀναφερομένης ἐκ τῆς γαστρὸς αἰθαλώδους τινὸς ἢ καπνώδους ἀναθυμιάσεως, ἢ ὅλως ἀτμῶν τινων παχέων, ὅμοια τοῖς ὑποχεομένων γίγνεται συμπτώματα, κατὰ τὸν αὐτὸν λόγον καὶ νῦν ἐπὶ τὸν ἐγκέφαλον ἀναφερομένης τῆς μελαγχολικῆς ἀναθυμιάσεως, οἷον αἰθαλώδους τινὸς, ἢ καπνώδους ἀναθυμιάσεως, τὰ μελαγχολικὰ γενήσεται περὶ τὴν διάνοιαν συμπτώματα. καὶ μὴν καὶ συνεχέστατα θεώμεθα τὴν κεφαλὴν ὀδυνωμένην ἐπὶ τῇ ξανθῇ χολῇ κατὰ τὴν γαστέρα περιεχομένῃ, καθάπερ γε καὶ παραχρῆμα γινομένην ἀνώδυνον, ἐμεθείσης τῆς χολῆς· καὶ τά γε τοιαῦτα τῶν ἀλγημάτων δακνώδη τέ ἐστιν καὶ διαβρωτικὰ, καθάπερ ἄλλα μέν τινα μετὰ βάρους, ἄλλα δὲ μετὰ τάσεως ἢ καταφορᾶς ὁρᾶται γινόμενα. συμπεφώνηται δὲ τοῖς ἀρίστοις ἰατροῖς, οὐ ταῦτα μόνον ἀπὸ τῆς γαστρὸς τῇ κεφαλῇ συμπίπτειν, ἀλλὰ καὶ τὴν ἐπιληψίαν. ἀεὶ μὲν οὖν
190
οἱ φόβοι συνεδρεύουσι τοῖς μελαγχολικοῖς, οὐκ ἀεὶ δὲ ταὐτὸν εἶδος τῶν παρὰ φύσιν αὐτοῖς γίγνεται φαντασιῶν, εἴγε ὁ μέν τις ὀστρακοῦς ᾤετο γεγονέναι, καὶ διὰ τοῦτ’ ἐξίστατο τοῖς ἀπαντῶσιν, ὅπως μὴ συντριβείη· θεώμενος δέ τις ἄλλος ἀλεκτρυόνας ᾄδοντας, ὥσπερ ἐκεῖνοι τὰς πτέρυγας προσέκρουον πρὸ ᾠδῆς, οὕτω καὶ αὐτὸς τοὺς βραχίονας προσκρούων ταῖς πλευραῖς ἐμιμεῖτο τὴν φωνὴν τῶν ζώων. φόβος δ’ ἦν ἄλλῳ, μή πως ὁ βαστάζων τὸν κόσμον Ἄτλας ἀποσείσηται κεκμηκὼς αὐτὸν, οὕτως τε καὶ αὐτὸς συντριβείη καὶ ἡμᾶς αὐτῷ συναπολέσειεν· ἄλλα τε μυρία τοιαῦτα φαντασιοῦνται. διαφέρονται δὲ ἀλλήλων οἱ μελαγχολικοὶ, τὸ μὲν φοβεῖσθαι καὶ δυσθυμεῖν καὶ μέμφεσθαι τῇ ζωῇ καὶ μισεῖν τοὺς ἀνθρώπους ἅπαντες ἔχοντες, ἀποθανεῖν δ’ ἐπιθυμοῦντες οὐ πάντες, ἀλλ’ ἔστιν ἐνίοις αὐτῶν αὐτὸ δὴ τοῦτο κεφάλαιον τῆς μελαγχολίας, τὸ περὶ τοῦ θανάτου δέος· ἔνιοι δὲ ἀλλόκοτοί σοι δόξουσιν, ἅμα τε καὶ δεδιέναι τὸν θάνατον καὶ θανατᾷν. ὥστε ὀρθῶς ἔοικεν ὁ Ἱπποκράτης εἰς δύο ταῦτα ἀναγαγεῖν τὰ συμπτώματα αὐτῶν πάντα, φόβον καὶ δυσθυμίαν· ἐπὶ γέ τοι τῇ τοιαύτῃ δυσθυμίᾳ 
191
μισοῦσιν πάντας, οὓς ἂν βλέπωσιν, καὶ σκυθρωποὶ διὰ παντός εἰσι, δειμαίνοντες, ὥσπερ ἐν σκότῳ βαθεῖ τά τε παιδία φοβεῖται καὶ τῶν τελείων οἱ ἀπαίδευτοι. καθάπερ γὰρ καὶ τὸ ἔξωθεν σκότος εἰς φόβον ἄγει σχεδὸν ἅπαντας ἀνθρώπους, πλὴν τῶν ἤτοι πάνυ φύσει τολμηρῶν, ἢ πεπαιδευμένων, οὕτως καὶ τῆς μελαίνης χολῆς τὸ χρῶμα παραπλησίως σκότῳ τὸν φρονοῦντα τόπον ἐπισκιάζον ἐργάζεται τοὺς φόβους. ὅτι γὰρ οἵ τε χυμοὶ καὶ ὅλως ἡ τοῦ σώματος κρᾶσις ἀλλοιοῖ τὰς ἐνεργείας τῆς ψυχῆς, ὡμολόγηται τοῖς ἀρίστοις ἰατροῖς τε καὶ φιλοσόφοις, ἐμοί τε δι’ ἑνὸς ὑπομνήματος ἀποδέδεικται, καθ’ ὃ ταῖς τοῦ σώματος κράσεσιν ἀκολουθούσας ἀπέδειξα τὰς τῆς ψυχῆς δυνάμεις· ὅθεν οὐδὲ γράψαι τι περὶ μελαγχολίας ἐτόλμησαν οἱ τὴν τῶν χυμῶν δύναμιν ἀγνοήσαντες, ἐξ ὧν εἰσι καὶ οἱ περὶ τὸν Ἐρασίστρατον. ἄξιον δέ ἐστι κᾀν τούτῳ θαυμάσαι τὰς κοινὰς ἐννοίας τῶν ἀνθρώπων, ὥσπερ καὶ τἄλλα πολλὰ δόγματα, περὶ ὧν ἠγνόησαν οὐκ ὀλίγοι φιλοσόφων τε καὶ ἰατρῶν· ἅπαντες γοῦν ὀνομάζουσιν τὸ πάθος τοῦτο μελαγχολίαν, ἐνδεικνύμενοι διὰ
192
τῆς προσηγορίας τὸν αἴτιον αὐτοῦ χυμόν. ἐὰν μὲν οὖν ἄρξηταί γε πρῶτα τὰ κατὰ τὴν γαστέρα συμπτώματα, καὶ μείζοσιν αὐτοῖς γινομένοις ἀκολουθήσῃ τὰ μελαγχολικὰ πάθη, κουφίζηταί τε ταῖς διαχωρήσεσιν καὶ τοῖς ἐμέτοις καὶ ταῖς κάτω φύσαις καὶ ταῖς ἐρυγαῖς ὁ ἄνθρωπος, ὑποχονδριακὸν μὲν ὀνομάσομεν οὕτως γε καὶ φυσῶδες τὸ νόσημα, συμπτώματα δὲ εἶναι φήσομεν αὐτοῦ, τήν τε δυσθυμίαν καὶ τὸν φόβον· ὅταν δὲ τὰ μὲν τῆς μελαγχολίας ἴδια συμπτώματα φαίνηται μεγάλα, κατὰ δὲ τὴν κοιλίαν ἤτοι μηδὲν, ἢ σμικρὰ, τὸν ἐγκέφαλον ἡγητέον ἐπὶ τούτων πρωτοπαθεῖν, ἠθροισμένης ἐν αὐτῷ μελαίνης χολῆς. ἐξ ὧν δὲ χρὴ διορίζεσθαι, πότερον ἐν αὐτῷ μόνῳ τῷ ἐγκεφάλῳ περιέχεται τοιοῦτός τις χυμὸς, ἢ καθ’ ὅλον ἐστὶ τὸ σῶμα, λέλεκται μικρὸν ἔμπροσθεν· ἀναμιμνήσκω δὲ τοὺς ἰδόντας ἑταίρους διά τε λουτρῶν πολλῶν καὶ διαίτης εὐχύμου τε καὶ ὑγρᾶς τὴν τοιαύτην μελαγχολίαν ἐκθεραπεύοντά με χωρὶς ἑτέρου βοηθήματος, ὅταν γε μήπω διά τε χρόνου μῆκος δυσεκκένωτος ᾖ ὁ λυπῶν χυμός· ὡς ὅταν γε ἤδη κεχρονικὸς ὑπάρχῃ τὸ νόσημα, μειζόνων ἑτέρων ἐπὶ
193
τοῖς εἰρημένοις δεῖται βοηθημάτων. ἐπιγίνεται δὲ ἡ τοιαύτη μελαγχολία προηγησαμέναις θερμαῖς διαθέσεσι τῆς κεφαλῆς, ἤτοι γε ἐξ ἐγκαύσεως, ἢ φλεγμονώδους ἐν αὐτῇ γενομένου πάθους, ἢ καὶ φρενίτιδος· ἐπιγίγνεται δὲ καὶ φροντίσι καὶ λύπαις μετ’ ἀγρυπνιῶν. περὶ μὲν οὖν μελαγχολίας ἱκανὰ καὶ ταῦτα.