De locis affectis

Galen

Galen, De locis affectis

Πρόκειται μὲν, ὡς Ἐρασίστρατος ἀεὶ παρακελεύεται, γυμνάζειν τὸν λογισμὸν εἴς τε τἄλλα τῆς τέχνης ἔργα καὶ τὰ νῦν ἡμῖν προκείμενα περὶ τὰς διαγνώσεις τῶν πεπονθότων τόπων. εἰσὶ δὲ τρεῖς τρόποι γυμνασίου κατ’ αὐτά· πρῶτος μὲν ὁ καθ’ ἕκαστον τῶν μορίων τοῦ σώματος, ἃ τόπους ὀνομάζουσι· δεύτερος δὲ ὁ κατὰ τὰς αἰτίας τε καὶ διαθέσεις· καὶ τρίτος ὁ κατὰ τὰς τῶν συμπτωμάτων διαφοράς. ὁ μὲν οὖν κατὰ τοὺς τόπους ἐστὶ τοιόσδε τις· ἐγκεφάλου πάσχοντος ἴδια συμπτώματα ταυτὶ, γαστρὸς πασχούσης

70
ἴδια ταυτὶ, κώλου πάσχοντος ἴδια ταυτὶ, καθ’ ἕκαστόν τε τῶν ἄλλων ὁμοίως. ὁ δ’ ἀπὸ τῶν διαθέσεών τε καὶ τῶν αἰτίων· φλεγμονῆς μὲν ἴδια ταῦτ’ ἐστὶ συμπτώματα· σκίῤῥου δὲ ταῦτα· καὶ ψύξεως μὲν ταῦτα· πλήθους δὲ ταῦτα, καὶ διαφθορᾶς ταυτί. κατὰ δὲ τὰ συμπτώματα· τὸ μὲν ἄλγημα τόδε τῶνδε τῶν διαθέσεών ἐστι δηλωτικὸν ἢ τῶνδε τῶν τόπων, ἡ δὲ βὴξ τῶνδε· καὶ κατὰ τὸν αὐτὸν τρόπον ἔμετος, αἱμοῤῥαγία, διάῤῥοια, σπασμὸς, ῥῖγος, φρίκη, παραφροσύνη. διοριζομένων γὰρ οὕτως ἀπ’ ἀλλήλων ἀπάντων αὐτῶν, εὐφωρότατον ἔσται τὸ καλῶς καὶ τὸ κακῶς λεγόμενον. ὅτι δ’ οὕτως ἔχει ταῦτα, μαθήσῃ σαφῶς ἐφ’ ἑκάστου σκοπούμενος.

Οἷον εὐθέως, ἐπειδὴ πλεονάζει κατὰ τοῦτο τὸ γένος ὁ Ἀρχιγένης, ἐκ τῆς τῶν ἀλγημάτων διαφορᾶς ἡγούμενος δηλοῦσθαι τὰ πεπονθότα μόρια, σκεπτέον ὑπὲρ αὐτῶν ἀκριβῶς. τὸν γοῦν ναρκώδη πόνον ἐπὶ νεύροις γίνεσθαί φησιν, ἁμαρτάνων προφανῶς. ἡ γάρ τοι νάρκη διὰ ψυχρὰν γίνεται διάθεσιν, οὐκ ἐν νεύροις μόνον, ἀλλὰ καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ σαρξὶν, ὑμέσι τε καὶ χιτῶσι καὶ

71
δέρματι. εἰ δ’ ὅτι πάντα ταῦτα διὰ νεύρων ἔχει τὴν αἴσθησιν, καὶ εἰς νεῦρα τὴν διάθεσιν ἀναφέρει, τί οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας διαφορὰς τῶν ἀλγημάτων ἰδίας τῶν νεύρων εἶναί φησιν; ὁ γάρ τοι πόνος αἴσθησίς ἐστιν ἀνιαρὰ, καθάπερ ἡ ἡδονὴ προσηνὴς αἴσθησις. οὔκουν ὁ ναρκώδης μόνος ἐν νεύροις ἔχει τὴν γένεσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστος, οὓς αὐτὸς ἔγραψεν ὁ Ἀρχιγένης. ἐὰν δ’ ἀκριβέστερον ἐπισκοπῇς, οὐδὲ διαφορά τις ἐν πόνοις ὁ ναρκώδης ἐστὶν, ὥσπερ οὐδ’ ἐν ἕλκεσι τὸ φλεγμαῖνον, ἀλλὰ μᾶλλον δυοῖν σύνοδος πραγμάτοιν, ὡς ἐπὶ τούτων ἕλκους τε καὶ φλεγμονῆς ἐστιν, οὕτως ἐπ’ ἐκείνων πόνου τε καὶ νάρκης. ἡ γάρ τοι νάρκη ψύξις τίς ἐστιν οὐκ ἀγεννὴς, καὶ διὰ τοῦτο δυσαισθησίαν τε καὶ δυσκινησίαν ἐπιφέρει τοῖς οὕτω διατεθεῖσι σώμασιν, ὥσπέρ γε καὶ τὴν τελείαν ἀναισθησίαν τε καὶ ἀκινησίαν ἡ τελεία κατάψυξις. ὅτι δὲ διαθέσεως ὄνομά ἐστιν ἡ νάρκη, καὶ οὐκ αἰσθήσεως ἢ πόνου, δεδήλωται καὶ πρὸς Ἱπποκράτους εἰπόντος ὧδε· νάρκη γὰρ μετρίη ὀδύνης λυτική. γίνεται γὰρ ἡ νάρκη καὶ διὰ ψύξιν, ὡς ὁρᾶται φανερῶς ἐπί τε
72
τῶν ἐν χειμῶνι διὰ κρύους ὁδοιπορησάντων, ἐπί τε τῶν ψυχόντων φαρμάκων, οἷς ἄν τις ἐπὶ πλέον ἔξωθεν χρήσηται, ναρκῶδες ἀποτελεῖται τὸ μόριον, ὥσπέρ γε καὶ παντελῶς ἀναίσθητον ἐν ταῖς ἰσχυροτάταις καταψύξεσιν, οὐκ ἐκ φαρμάκου μόνον, ἀλλὰ κᾀκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γινομέναις. οἶδα γοῦν τινων ὅλους τοὺς πόδας οὕτως ψυγέντας, ὡς εἰς ἀναισθησίαν μὲν πρῶτον ἀφικέσθαι, νεκρωθέντας δὲ ἐν ταῖς ἑξῆς ἡμέραις ἀποσαπῆναι. καθάπερ οὖν καὶ ἡ παντελὴς ψύξις ἀναισθησίαν τε καὶ ἀκινησίαν ἐπιφέρει τελείαν, οὕτως καὶ ἡ μετριωτέρα δυσαισθησίαν τε καὶ δυσκινησίαν· ὀνομάζεται δ’, ὡς ἔφην, ἡ τοιαύτη ψύξις νάρκη. καὶ τοίνυν τὸ ναρκῶδες ἄλγημα διάθεσις ἐργάζεται ψυχρά τε ἅμα καὶ ὀδυνηρὰ, δηλούσης τῆς λέξεως οὐκ ὀδύνης διαφορὰν, ὡς ἔφην, ἀλλ’ ὀδύνην ἅμα καὶ ἤτοι διάθεσιν ψυχρὰν ἢ τὴν ὑπ’ αὐτῆς γινομένην ἐν τῷ μορίῳ δυσαισθησίαν τε καὶ δυσκινησίαν. ἴσμεν δ’ ὅτι καὶ τοῖς θλιφθεῖσι μορίοις ἰσχυρῶς ἐγγίνεται νάρκη καὶ τοῖς ἁψαμένοις τοῦ ζώου τῆς νάρκης ἔτι ζώσης. καὶ ὅσοις γε κατά τι τῶν κώλων ἐγένετο νάρκη, τῶν
73
τε ψαυόντων (τὴν) ἀμυδρὰν ἔχουσι τὴν αἴσθησιν, ἀδυνατοῦσί τε κινεῖσθαι, καὶ εἰ βιάζοιτό τις, ὀδυνῶνται· χωρὶς δὲ τοῦ πρὸς τὰς κινήσεις ἔρχεσθαι τοῦ μὲν πάθους τῆς νάρκης αἰσθάνονται σαφῶς, οὐ μὴν ὀδυνῶνταί γε. κακῶς οὖν ὁ Ἀρχιγένης νεύρων ἴδιον εἶναί φησι τὸ ναρκῶδες ἄλγημα, διαθέσεως γάρ ἐστιν, οὐ τόπου πεπονθότος, νάρκη γνώρισμα. καὶ τοίνυν μετ’ ὀλίγον πάλιν αὐτὸς ὁ Ἀρχιγένης ἰδίαν εἶναι μυῶν αὐτήν φησιν· ἔχει δ’ ἑκατέρα τῶν λέξεων οὕτως, ἡ μὲν προτέρα· τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα· καὶ ταῦτα μὲν ναρκώδεις ἐπιφέρει τοὺς πόνους καὶ σκληρῶς διατείνοντας. ἡ δ’ ὀλίγον ὕστερον αὐτῆς εἰρημένη ῥῆσίς ἐστιν ἥδε· μύες δὲ σαρκός τε καὶ νεύρου μῖγμα τῶν ἰδιωμάτων, ἀμέλει δὲ καὶ ἀρτηρίας ἐν τοῖς πόνοις ἀναφέρουσι, σφριγῶντες, ὡς ἂν εἴποι τις, καὶ μετ’ εὐρυχωρίας διατεινόμενοι, καὶ ναρκῶδες σφύζοντες. τούτων τῶν ῥήσεων ἐν μὲν τῇ προτέρᾳ τὰ νεῦρα ναρκώδεις ἐπιφέρειν τοὺς πόνους φησὶν, ἐν δὲ τῇ δευτέρᾳ τοὺς μῦς ναρκῶδες σφύζειν, οὐ τοῖς πάθεσιν ἀναφέρων τὸ ναρκῶδες, ἀλλὰ τοῖς μορίοις. 
74
ἔστι δ’, ὡς εἶπον, οὐ μορίου τινὸς ἴδιον ἡ νάρκη πάθος, ἀλλὰ διαθέσεως, ἅπασι μὲν ἐγγινομένης τοῖς σώμασιν, οὐκ ἐν ἅπασι δ’ αἰσθητῶς φαινομένης, ἀλλ’ ἐκείνοις μόνοις, ὅσα πέφυκεν αἰσθάνεσθαι τῶν ἐν αὐτοῖς παθῶν, καὶ κινεῖσθαι κατὰ προαίρεσιν. ἀλλὰ καὶ πρὸς τὸ φαινόμενον ἐναργῶς ἐπὶ τῶν μυῶν ὁ λόγος αὐτοῦ μάχεται μετὰ τοῦ ἀδιορίστως εἰρῆσθαι· τάχα δὲ καὶ ἀγνοεῖ, ὡς οὐδαμόθι τοῦ σώματος αὐτὴ καθ’ ἑαυτήν ἐστι σὰρξ, ἀλλὰ τῶν μυῶν τὸ μὲν νευρῶδες ἔν τε ταῖς πλείσταις τῶν κεφαλῶν ἢ τελευτῶν ἐστιν, ἐνθάδε καὶ οἱ τένοντες, ὅσον δὲ ἐν τῷ μεταξὺ πᾶν, ἡ πρὸς ἁπάντων ἀνθρώπων ὀνομαζομένη σάρξ ἐστιν, οὐδενὸς εἰδότος ὅτι μὴ ἀκριβῶς ἀνατεμόντων, ὡς οὐκ ἔστι μόνη σὰρξ, ἀλλὰ μετά τινων ἰνῶν λεπτοτάτων, εἰς ἃς τὸ νευρῶδες ἐλύθη γένος. ὀνομάζω δὲ γένος νευρῶδες εἰς μίαν ἄγων προσηγορίαν τούς τε συνδέσμους καὶ τοὺς τόνους· τούτων γὰρ διαπειρομένων τῇ σαρκὶ, τὴν τῶν μυῶν οὐσίαν ἐδείξαμεν συνισταμένην· ἕνεκα δὲ τοῦ διαμένειν αὐτὴν ἐδεήθη ἀρτηριῶν τε καὶ φλεβῶν.

75

Καὶ τοίνυν καὶ τὸ σφύζειν ἀνωδύνως ὑπάρχει μόναις ταῖς ἀρτηρίαις, ὑγιαίνοντος τοῦ ζώου· φλεγμονῆς δὲ μεγάλης γενομένης, ἢ ἐρυσιπέλατος, ἢ ἀποστήματος, αἰσθανόμεθα σὺν ὀδύνῃ τοῦ σφυγμοῦ τῶν ἀρτηριῶν, ἔμπροσθεν ὅθ’ ὑγίαινε τὸ σῶμα μὴ ὅτι μετ’ ὀδύνης, ἀλλὰ μηδὲ χωρὶς ταύτης αἰσθανόμενοι. ἔστι γὰρ δὴ τὸ συμβαῖνον τοιόνδε. τὰ φλεγμαίνοντα μόρια κατὰ δύο τούτους καιροὺς ὀδυνᾶται μεγάλως, ὅταν τε πρὸς τὰς κινήσεις ἄγηται καὶ ὅταν θλίβηται πρός τινων. ἐπειδὰν οὖν ὅλος ὁ μῦς φλεγμαίνῃ, κατὰ διττὸν τρόπον ὀδύνης αἰσθανόμεθα, διαστελλομένων τῶν ἀρτηριῶν, ὅτι τε κινοῦνται καὶ ὅτι θλίβουσί τε ἅμα τὴν περικειμένην σάρκα καὶ θλίβονται πρὸς αὐτῆς. οὗτος μὲν ὁ τρόπος ἐστὶ τοῦ κατὰ τὰ φλεγμαίνοντα μόρια σφυγμοῦ, καὶ τοῦτον μόνον ἐκάλουν οἱ παλαιότατοι σφυγμὸν, ὕστερον δὲ καὶ πᾶσαν αἰσθητὴν κίνησιν ἀρτηριῶν ὡσαύτως ὠνόμασαν. οὐ μὴν ἀχώριστόν γε μυῶν πασχόντων, ἢ ὅλως ἴδιόν ἐστι τὸ ναρκῶδες σφύζειν, ὅτι μηδὲ τὸ σφύζειν ὅλως, τοῦ σφυγμοῦ δηλοῦντος, ὡς εἴρηται, τὸ μετ’ ὀδύνης·

76
ἔν τε γὰρ τοῖς σκίῤῥοις καὶ τοῖς ἰδίως οἰδήμασιν προσαγορευομένοις ἔν τε ταῖς χωρὶς ὄγκου δυσκρασίαις ἀνώδυνός ἐστιν ἡ τῶν ἀρτηριῶν κίνησις· ἔν τε τοῖς φλεγμονώδεσι πάθεσιν οὐκ ἀεὶ μετ’ ὀδύνης, ἀλλ’ ὅταν μείζω γένηται· καὶ μὴν καὶ χωρὶς μυὸς αὐτὴ καθ’ ἑαυτὴν ἡ ἀρτηρία φλεγμονῶδες πάθος παθοῦσα μετ’ ὀδύνης σφύζει· λέγω δὲ δηλονότι φλεγμονῶδες πάθος, ἵνα συνεπινοῆται τῇ φλεγμονῇ τά τ’ ἐρυσιπέλατα καὶ τὰ ἀποστήματα. τῶν οὖν τοιούτων παθῶν μειζόνων γενομένων σύμπτωμ’ ἐστὶν τὸ σφύζειν· εἰ δέ γε ναρκώδης ποτ’ ἐπ’ αὐτῶν ὁ σφυγμὸς φαίνοιτο γινόμενος, αὐτῷ δηλονότι τῷ κάμνοντι, τούτῳ γὰρ δὴ καὶ τὸ τῆς νάρκης πάθος ἐστὶν αἰσθητόν· ἰστέον εἶναι τηνικαῦτα διάθεσιν ἐν τοῖς κατὰ τὸν μῦν νεύροις, ἐπὶ παράλυσιν αὐτῶν ἀφικνουμένων· ἡ μὲν γὰρ ναρκώδης διάθεσις ἐν τῷ μεταξὺ παραλύσεώς τ’ ἐστὶ καὶ τῆς ὑγιεινῆς καταστάσεως. ὁ δὲ σὺν ἀλγήματι σφυγμὸς ἕπεται φλεγμονώδεσι πάθεσιν ἀξιολόγοις, ἐπ’ αὐτῶν μὲν ἀεὶ τῶν ἀρτηριῶν, ἤδη δὲ καὶ τῶν περιεχόντων αὐτὰς σωμάτων, ὅταν ὑπὸ στενοχωρίας θλίβωσιν αὐτὰ καὶ
77
οἷον πλήττωσι διαστελλόμεναι, τοῦ πάσχοντος μέρους αἰσθάνεσθαι πεφυκότος. οὔτ’ οὖν ἐν περιπνευμονίᾳ γενήσεται πόνος σφυγματώδης οὔτ’ ἐν πλευρίτιδι διὰ τὴν τῶν μορίων φύσιν· ὁ μὲν γὰρ πνεύμων ἀναίσθητος, ἡ πλευρῖτις δὲ νόσημ’ ἐστὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὃς ἐν οἷς μὲν ὁμιλεῖ τοῖς ὀστοῖς, ἐξ ἀνάγκης θλίβεται, τὸ μεταξὺ δὲ πᾶν ἄθλιπτόν τ’ ἐστὶν αὐτοῦ καὶ μόνον τῷ λόγῳ τῆς φλεγμονῆς ὀδυνώμενον. ἐν τούτῳ τῷ χωρίῳ καὶ ἀρτηρίαι εἰσὶν αἱ κατὰ τὰ μεσοπλεύρια καλούμενα τεταγμέναι, κατά τε τὰ παχέα καὶ χαλαρὰ μέρη τῶν πλευρῶν, ἐν βάθει τε κείμεναι μᾶλλον, ὡς μὴ ψαύειν τοῦ τὰς πλευρὰς ὑπεζωκότος χιτῶνος. οὔτ’ οὖν μετ’ ὀδύνης οὔθ’ ὅλως αἰσθητὴ τῷ κάμνοντι τῶν ἀρτηριῶν τούτων ἐν ταῖς πλευρίτισιν ἡ κίνησις ἔσται· φλεγμαινόντων μέντοι ποτε τῶν ἐν τοῖς μεσοπλευρίοις μυῶν, ὀδυνηρὰν ἀνάγκη γενέσθαι τὴν διαστολὴν τῶν ἀρτηριῶν, καὶ διὰ τοῦτο κατάφωρον αὐτῷ τῷ κάμνοντι· καὶ κατὰ τὸ μέγεθος τὸ τῆς φλεγμονῆς αἰσθήσεται τοῦ κατ’ αὐτὴν σφυγμοῦ· καὶ διὰ τοῦτό γε ἐπὶ τοῖς σφοδροτάτοις σφυγμοῖς ἐκπυΐσκεται τὰ
78
φλεγμαίνοντα μόρια, μεγάλαις φλεγμοναῖς ἑπομένης τῆς ἐκπυήσεως. ἐξ οὖν τῶν εἰρημένων δῆλον ἤδη, ὡς ὁ σφυγμώδης τε καὶ σφυγματώδης ὀνομαζόμενος ὑπὸ τῶν ἰατρῶν πόνος ἐν πάθεσί τε γίγνεται φλεγμονώδεσι καὶ σώμασιν αἰσθητικοῖς· κατὰ μὲν αὐτοπάθειαν, ἢ ἰδιοπάθειαν, ἢ πρωτοπάθειαν ἐν ἀρτηρίαις, ὀνομαζέτω γὰρ ἕκαστος ὡς ἂν ἐθέλῃ· κατὰ δὲ τὴν ἐκ τῆς θλίψεως τῶν ψαυόντων κοινωνίαν ἐν τοῖς ἄλλοις ἅπασιν αἰσθητικοῖς.

Οὔκουν οὐδ’ ἐν ἥπατι γένοιτ’ ἄν ποτε τοιοῦτος σφυγμὸς, οὐδ’ ἐν νεφροῖς, ὅτι μηδ’ ἐν ἐκείνοις εἰς ὅλα διασπείρεται τὰ σπλάγχνα τὰ νεῦρα, καθ’ ὅτι μηδ’ ἐν πνεύμονι. καὶ διὰ τοῦτο βάρους αἴσθησις ἐπ’ αὐτῶν γίνεται, περιπεσόντων νοσήμασι τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων· ἐφ’ ἑκάστου γάρ τοι τῶν εἰρημένων σπλάγχνων ὁ περικείμενος ὑμὴν, εἰς ὃν διασπείρεται τὸ νεῦρον, αἰσθητικὸς ὑπάρχει· διατεινόμενος οὖν ὑπὸ τοῦ κατὰ τὸ σπλάγχνον ὄγκου τῷ τῆς ὀδύνης εἴδει τὴν προσηγορίαν προσεπεσπάσατο. καὶ διὰ τοῦθ’ Ἱπποκράτης μὲν πρῶτος ἔγραψεν· 

79
καὶ εἰς νεφρὸν ὀδύνη βαρεῖα· μετ’ αὐτόν τ’ οὐκ ὀλίγοι τῶν ἀρίστων ἰατρῶν οὐκ ὀδύνης ὀξείας, ἀλλὰ βάρους αἴσθησιν ἐν ταῖς τῶν εἰρημένων σπλάγχνων φλεγμοναῖς ἔφασαν γίνεσθαι. καὶ μὴν καὶ τοὺς ὑμένας ὡς ἂν οὐκ ἔχοντας ἐν ἑαυτοῖς ἀρτηρίας, εἰκὸς δήπου μὴ σφύζειν, ὥσπερ οὐδὲ τὸ δέρμα, κᾂν ἰσχυρῶς φλεγμαίνῃ· κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ τοὺς ἀδένας, ὅσοι οὐ μετέχουσιν ἀρτηριῶν· ἀλλὰ καθ’ ἕνα τρόπον ἀλγήσει τὰ τοιαῦτα μόρια φλεγμαίνοντα, τὸν τῆς τάσεως· ἀχώριστος γὰρ οὗτός ἐστι τῶν αἰσθητικῶν σωμάτων ἁπάντων ἐν ταῖς τοιαύταις διαθέσεσιν.

Οἱ δ’ ἄλλοι πόνοι τισὶ μὲν ὑπάρχουσι μορίοις, τισὶ δ’ οὔ. μεμνῆσθαι γοῦν αὐτῶν ἀεὶ χρὴ, καὶ γιγνώσκοντα τὴν φύσιν ἑκάστου τῶν τόπων ἐπισκοπεῖσθαι, τίνας μὲν ἐγχωρεῖ δέξασθαι τρόπους ὀδύνης, τίνας δ’ οὔ. λέγωμεν οὖν αὖθις αὐτοὺς ἀναλαβόντες. εἷς μὲν τρόπος ὀδύνης ἐστὶν ὁ κατὰ τὴν ἀνώμαλον δυσκρασίαν ἐν αὐτῷ τῷ πάσχοντι μορίῳ συνιστάμενος, εἰ καὶ μηδενὸς ψαύοι τῶν ἔξωθεν· ἕτερος δ’ ὁ κατὰ τὴν τάσιν οὐκ ἔτ’ ἴδιος μόνου τοῦ

80
πάσχοντος, ἀλλ’ ἔστιν ὅτε καὶ διὰ τὰ πλησιάζοντα γινόμενος· ἄλλος δ’ ἐκ τῶν ψαυόντων μόνον ὁρμώμενος εἰς τὸ πάσχον, ὅταν ἤτοι θλιβόμενον, ἢ θλώμενον, ἢ τιτρωσκόμενον ὑπό τινος τῶν προσπιπτόντων ὀδυνᾶται. ὅ γε μὴν ἐκ τοῦ κινεῖσθαι τρόπος τῆς ὀδύνης διὰ μέσου τινὸς ἑτέρου τὴν ὀδύνην ἐργάζεται, καθάπερ ἐπὶ τῆς ἀρτηρίας ὀλίγῳ πρότερον ἐλέγετο· καὶ γὰρ τείνεται τὸ κινούμενον ἐξ αὐτοῦ καὶ θλίβεταί ποτε καὶ θλᾶταί τε καὶ τιτρώσκεται προσπῖπτον τοῖς πλησιάζουσιν· εἰ δὲ μηδενὶ προσπίπτοι, τῷ τείνεσθαι μόνον τὴν ὀδύνην ἐξ ἀνάγκης ἔχει· ὡς τά γ’ ὑφ’ ἑτέρων ὅλα κινούμενα, μηδενὸς ἔξωθεν αὐτῶν ἐπιψαύοντος, οὐδεμίαν ὀδύνην ἐπικτᾶται παρὰ τὴν ἀναγκαίαν. πολλάκις δ’ ἐν ἑτέροις εἰρηκὼς οἶδα δύο τοὺς πρώτους τρόπους ὀδύνης, ἀθρόαν ἀλλοίωσιν κράσεως καὶ συνεχείας λύσιν, οἷς οὐ μάχεται τὰ νῦν εἰρημένα. καὶ γὰρ τὸ τεινόμενον καὶ τὸ θλιβόμενον καὶ τὸ θλώμενον καὶ τὸ τιτρωσκόμενον ὀδυνᾶται, λυομένης τῆς συνεχείας αὐτοῦ. οὐδὲ γὰρ ὅταν ὑπὸ βελόνης τιτρώσκηταί τις, ἕτερον πάθος. πάσχει τοῦ γινομένου κατὰ τὴν ὑπὸ δριμέος
81
χυμοῦ διάβρωσιν· ἐν ἑκατέρῳ γέ τοι τῷ πάθει διαφθείρεται τὸ συνεχές. οὐχ ὡσαύτως οὖν ὅ τε δακνώδης χυμὸς ὀδύνην ἐργάζεται καὶ ὁ πολύς· ἀλλ’ ὁ μὲν τῷ διαβιβρώσκειν, ὁ δὲ τῷ διατείνειν, ὥσπερ καὶ τὸ φυσῶδες πνεῦμα, κᾀν ταῖς ἰσχουρίαις τὸ οὖρον. ἐν ἐρυσιπέλασί τε καὶ φλεγμοναῖς καὶ ὅλως τοῖς φλεγμονώδεσι πάθεσιν οὐ τῷ τείνεσθαι μόνον ἐπὶ τῇ πληρώσει πονοῦσιν, ἀλλὰ καὶ τῇ δυσκρασίᾳ, οὐ σμικρὰν οὐδ’ αὐτῆς δύναμιν ἐχούσης πρὸς ὀδύνης γένεσιν, ὡς δηλοῦσιν οἱ ἐξ ὁδοιπορίας ἐν χειμῶνι σφοδρῷ θάλπειν ἀθρόως παρὰ πυρὶ τὰς χεῖρας ἐπιχειρήσαντες· ἀφορήτου γὰρ τινος ὀδύνης αἰσθάνονται, καὶ μάλιστα κατὰ τὰς ῥίζας τῶν ὀνύχων. οἶδα δὲ καὶ ἐμαυτῷ ποτε συμβᾶσαν ὀδύνην, ὡς τρυπάνῳ δοκεῖν διατιτρᾶσθαι κατὰ τὸ βάθος τῆς κοιλίας ἐν ἐκείνῳ μάλιστα τῷ χωρίῳ, καθ’ ὃ τοὺς ἀπὸ τῶν νεφρῶν ἐπὶ τὴν κύστιν οὐρητῆρας ἐκτεταμένους ἴσμεν· εἶτ’ ἐνεθέντος πηγανίνου ἐλαίου, μικρὸν ὕστερον ἀποκρῖναι προθυμηθεὶς αὐτὸ, συνεξέκρινα μετὰ σφοδροτάτης ὀδύνης τὸν ὑαλώδη προσαγορευόμενον ὑπὸ Πραξαγόρου χυμὸν, ὃς ὑάλῳ κεχυμένῃ προσέοικεν τὴν χροιὰν καὶ
82
τὴν σύστασιν· ἐθεασάμην δ’ αὐτὸ τοῦτο καὶ ἄλλοις συμβάν. ὅτι δὲ ψυχρότατος ὁ χυμὸς οὗτός ἐστιν, εἴρηται μὲν δήπου καὶ Πραξαγόρᾳ τῷ καὶ τοὔνομα κατ’ αὐτοῦ θεμένῳ τὸ ὑαλῶδες· φαίνεται δὲ σαφῶς καὶ κατὰ τὴν τῆς ἁφῆς αἴσθησιν αὐτῶν τε τῶν ἀποκρινάντων αὐτὸν καὶ εἴ τις ἅψασθαι βουληθείη παραχρῆμα· καὶ θαυμάσαι γ’ ἐστὶ, πῶς ψυχρὸς ὑποπίπτει, μηδὲν ὑπὸ τῆς κατὰ τὴν ἔκπτωσιν βίας θερμαινόμενος. ἐγὼ μὲν οὖν ᾠήθην λίθοι ἐσφηνῶσθαι κατὰ τὸν ἕτερον τῶν οὐρητήρων, οὕτω μοι τὸ τῆς ὀδύνης εἶδος αὐτοῦ τῷ τιτρᾶσθαι παραπλήσιον ἐφαίνετο· δῆλον δ’ ἐγένετο, μετὰ τὴν ἔκκρισιν τοῦ χυμοῦ παυσαμένης τῆς ὀδύνης, ὡς οὔτε λίθος ἦν αἴτιος οὔθ’ ὁ πάσχων τόπος οὐρητὴρ ἢ νεφρὸς, ἀλλά τι τῶν ἐντέρων, καὶ μᾶλλον ἴσως τῶν παχέων· οὐ γὰρ ὡς διὰ λεπτοῦ σώματος ἡ διέξοδος αὐτοῦ βραχυχρόνιος ἦν, ἀλλ’ ὡς ἐκ βάθους τινὸς φερομένου διὰ παχυτέρου τινὸς ἢ κατὰ τὸν χιτῶνα τῶν λεπτῶν ἐντέρων. ταύτῃ μοι δοκοῦσι καὶ οἱ ἰατροὶ σχεδὸν ἅπαντες ὀνομάσαι τὰ τοιαῦτα τῶν ἀλγημάτων κωλικὰ, καίτοι γ’ ὅσον ἐπὶ τῷ χωρίῳ, καθ’ ὃ τῆς
83
ὀδύνης αἰσθάνονται, μηδενὸς μᾶλλον ἐνδεικνυμένου τὸ κῶλον, ἤ τι τῶν λεπτῶν ἐντέρων ὀδυνᾶσθαι. τὰ μὲν δὴ τοιαῦτα τῶν ἀλγημάτων ὡς ὑπὸ τρυπάνου φαίνεται γινόμενα, τῶν καμνόντων αὐτῶν οὕτως ἑρμηνευόντων· ἕτερα δ’ ὡς σκόλοπος ἐμπεπαρμένου φαίνεται, παχὺ μὲν ἐνδεικνύμενα καὶ ταῦτα τὸ πάσχον εἶναι σῶμα, διαφέροντα δ’ ἀλλήλων ἤτοι κατὰ τὸ πλῆθος, ἢ τὸ πάχος, ἢ τὴν κίνησιν, ἢ τὴν δύναμιν τῆς ἐργαζομένης τὴν ὀδύνην οὐσίας, εἴτε χυμὸς εἴτε πνεῦμα φυσῶδες εἴη. τὸ γὰρ ἔλαττον ἧττον ὀδυνήσει τοῦ πλέονος, ὥσπέρ γε καὶ τὸ λεπτότερον τοῦ παχυτέρου, καὶ τὸ μένον τοῦ κινουμένου, καὶ τὸ τοῦ βιαίου τῆς ψύξεως ἀπολειπόμενον· ἀλλὰ τό γε τῆς ὀδύνης εἶδος ἐντέρου παχέος ἐστὶν, ἄν θ’ ὡς ὑπὸ σκόλοπος ἐμπεπαρμένου τις ἄν θ’ ὡς ὑπὸ τρυπάνου διατιτρᾶσθαι νομίζῃ. καὶ διακρῖναί γε ταῦτα τῆς ἀπὸ λίθου σφηνώσεως οὐκ ἔστι, πρὶν περιμεῖναί τι τῶν ἐφεξῆς. οὐ μὴν οὐδὲ βλαπτόμεθά τι πρὸς τὸ πραῧναι τὴν ὀδύνην ἐκ τῆς τοιαύτης ἀγνοίας· κοινὰ γὰρ ἅπαντα τὰ τῆς ὀδύνης ἑκατέρας ἐστὶ βοηθήματα, θάλψεις μὲν ἔξωθέν τε καὶ διὰ τῶν ἐνιεμένων 
84
τὸ πρῶτον, ἐπὶ ταύταις δὲ, εἰ μὴ πραΰνοιτο, καὶ τῶν ἀνωδύνων τι καλουμένων φαρμάκων, ὁποῖόν ἐστιν τὸ τοῦ Φίλωνος. ἀλλ’ εἰ μὲν λίθος ὁ τὴν ὀδύνην ἐργαζόμενος εἴη, ποτὲ μὲν αὐτὸς μόνος ἐκκριθεὶς ὀφθήσεται, ποτὲ δὲ καὶ μεθ’ αἵματος ἅμ’ αὐτῷ συνεξουρηθέντος, ξυσθέντων δηλονότι τῶν σωμάτων ἃ διεξῆλθεν, καὶ μᾶλλον εἰ τραχὺς ἢ ὀξὺς ὁ λίθος εἴη· καὶ μετὰ ταῦθ’ ὕστερον ἐπισκεπτομένῳ σοι τὰ οὖρα, ψαμμώδεις ὑποστάσεις εὑρεθήσονται· τοῦ κώλου δ’ εἴπερ εἴη τὸ πάθος, οὔτε ψάμμος οὔτε λίθος οὔθ’ αἷμα, χυμὸς δέ τις, οἷον εἶπον, ἢ τἄλλα γε τὰ κατ’ ἔντερον πάσχον ἐπιφαινόμενα συμπτώματα, παραχρῆμα μὲν ἐμφύσησίς τις, καὶ διάτασις, ἢ πάνυ πολλαὶ φῦσαι, καὶ μᾶλλον ἐξ ὑστέρου, καὶ στρόφοι τινὲς, καὶ διαχωρήματα φυσώδη· γνωρίσεις δ’ αὐτὰ τῷ καθ’ ὕδατος ἐποχεῖσθαι προσεοικότα βολβίτοις. ἀλλὰ καὶ τὰ τῆς ὀρέξεώς τε καὶ πέψεως χείρω, προγεγονότα τε καὶ γινόμενα καὶ συνεπόμενα, κατὰ τὴν τῆς συνεχείας κοινωνίαν τῷ πρωτοπαθοῦντι συμπαθούσης τῆς γαστρός.
85
οὐχ ἥκιστα δὲ καὶ προηγεῖται τῶν κωλικῶν ὀνομαζομένων παθῶν ἀπεψία καὶ πνευμάτωσις, ἔμετός τε καὶ ναυτίαι μέχρι πολλοῦ παραμένουσαι κεναὶ, καὶ δῆξις τῶν καθ’ ὑποχόνδριον, ἄση τε καὶ ἀπορία πολλή. τὰ μὲν οὖν σφοδρότατα τῶν τοιούτων ἀλγημάτων εἰκὸς εἶναι κατὰ τὰ παχύτερα τῶν ἐντέρων· ὅσα δ’ ἐπιεικέστερα, δυοῖν θάτερον, ἢ ἐν τοῖς αὐτοῖς μένειν, ἀλλὰ διὰ μετριωτέραν αἰτίαν, ἢ ἐν τοῖς λεπτοῖς ἐντέροις συνίστασθαι. τὰ δὲ μετὰ δήξεως ἐπὶ χυμῷ δακνώδει γίνεται διαβιβρώσκοντι τὸ ἔντερον· ἀεὶ γοῦν δυσεντερίας προηγεῖται τὰ τοιαῦτα, τῆς γε μεθ’ ἑλκώσεως ἐντέρων γινομένης, ἣν καὶ μόνον ὀνομάζουσι δυσεντερίαν οἵ τε νεώτεροι πάντες ἰατροὶ καὶ τῶν παλαιῶν οὐκ ὀλίγοι· καλοῦσι γὰρ οἱ μέν τινες αὐτῶν οὐ μόνον ταύτην δυσεντερίαν, ἀλλὰ καὶ τὴν ἄλλην τὴν αἱματώδη προσαγορευομένην διὰ τὸ τῶν ἐκκρίσεων εἶδος, ἐνίοτε μὲν αἵματος ἀκριβοῦς καὶ πολλοῦ διαχωρουμένου, ποτὲ δ’ ὥσπέρ τινος ἰλύος αὐτοῦ καὶ τρυγὸς, οὐκ ὀλίγου τὸ πλῆθος οὐδὲ τούτου. αὕτη μὲν οὖν σύμπτωμά ἐστιν ἥπατος πάσχοντος, ἡ δ’ αἵματος ἀκριβοῦς καὶ πολλοῦ τὸ
86
σύμπαν σῶμα κενοῖ πολλάκις οὕτως ὡς αἱμοῤῥοῒς ἢ κάθαρσις γυναικεία. περὶ μὲν δὴ τούτων καὶ αὖθις ἐγχωρεῖ διελθεῖν, ἐπὶ δὲ τὰ τῶν ἀλγημάτων εἴδη πάλιν ἐπάνειμι· τοῦτο γὰρ μάλιστα προὐθέμην ἐν τῷδε τῷ γράμματι διασκέψασθαι. ἀρξώμεθ’ οὖν αὖθις ἀπὸ τοῦ νυγματώδους ὀνομαζομένου, συνισταμένου τε περὶ τοὺς ὑμένας μάλιστα, τῆς μὲν οἷον ῥίζης τοῦ πάθους κατὰ τὸ νύττεσθαι δοκοῦν ἐρηρεισμένης, ἐκτεινομένης δ’ ἐπὶ πλέον ἐν κύκλῳ περὶ τοῦτο τῆς ὀδύνης· οὕτω τοι καὶ τὸ τῆς πλευρίτιδος ἄλγημα νυγματῶδες εἶναι σχεδὸν ἅπασι τοῖς ἰατροῖς ὡμολόγηται, καθάπερ τὸ τῆς φλεγμονῆς σφυγματῶδες.

Οὐ μὴν αἱμωδίᾳ τι προσεοικὸς ὁ πόνος ἔχει τῶν ὑμενωδῶν σωμάτων, ὡς Ἀρχιγένης ἔγραψεν· ἴσμεν γὰρ ὅτι κατὰ τὸ στόμα μόνον, οὐδὲ τοῦτο σύμπαν, ἀλλὰ τοὺς ὀδόντας τε καὶ τὰ οὖλα γίνεταί τι πάθος, ὃ καλοῦμεν αἱμωδίαν, ὃ μηδὲ ἑρμηνεῦσαι λόγῳ δυνατόν ἐστι, ἀλλ’ ἐκ τοῦ προηγήσασθαι μὲν ἐδωδὴν ἐδεσμάτων αὐστηρῶν τε καὶ ὀξέων, ἀκολουθῆσαι δέ τι πάθος ἐν τοῖς ὀδοῦσι καὶ τοῖς

87
οὔλοις, ἐπιστεύσαμεν ἅπασι γίνεσθαι ταὐτὸν, ὁρῶντες ἐν τοῖς πλείστοις ὁμοιοπαθεῖς ἡμᾶς ὑπάρχοντας, ὡς ἀπὸ τῶν αὐτῶν αἰτίων πάσχειν τὰ αὐτά. τὸν μὲν οὖν τοιοῦτον πόνον ἐν τῷ στόματι μόνον ἴσμεν γινόμενον, ἄλλους δέ τινας ὧν Ἀρχιγένης ἔγραψεν μὴ ὅτι γνωρίσαι γινομένους δυνατὸν, ἀλλὰ μηδὲ νοῆσαι λεγομένους, οἷον τὸν ὅλκιμον, ἢ τὸν αὐστηρὸν, ἢ τὸν γλυκὺν, ἢ τὸν ἰσχνῶς ὀξὺν, ἢ τὸν ἁλυκὸν, ἢ τὸν γλίσχρον, ἢ ἀτειρὸν, ἢ τὸν στύφοντα. τοιαῦτα γὰρ ὀνόματα καὶ κατὰ τὴν περὶ τῶν σφυγμῶν πραγματείαν ἔγραψεν, οὐδὲν διδάξαι δυνάμενα τὸν ἀκούοντα, διὰ τὸ πᾶσαν ἐπιστημονικὴν διδασκαλίαν ὀνομάτων δεῖσθαι κυρίων· εἰ μὲν περὶ χυμῶν διαλεγοίμεθα, καὶ ὅλως περὶ τῶν τῆς γλώττης ἰδίων αἰσθητῶν, αὐστηρὸν ἡμῶν λεγόντων καὶ στρυφνὸν καὶ στύφοντα καὶ δακνώδη καὶ ἁλμυρὸν καὶ γλυκὺν καὶ πικρόν· εἰ δὲ περὶ τῶν ἁπτῶν, ὑγρὸν σῶμα καὶ ξηρὸν καὶ θερμὸν καὶ ψυχρὸν καὶ τραχὺ καὶ λεῖον καὶ μαλακὸν καὶ σκληρὸν, ὀξύ τε καὶ ἀμβλύ· καθάπερ γε καὶ εἰ περὶ τῶν ὁρατῶν, ἐρυθρὸν καὶ ξανθὸν καὶ μέλαν καὶ λευκὸν καὶ φαιὸν
88
ἤ τι τοιοῦτον ἕτερον. εἰ δ’ ὑπαλλάττοι τις αὐτῶν τὰς προσηγορίας, ἀσύνετα τοῖς ἀκούουσιν ἐρεῖ, καθάπερ ἐπὶ τοῦ στύφοντος ἢ αὐστηροῦ πόνου. τὸν μὲν γὰρ γλυκὺν οὐδ’ ἐπινοῆσαι δυνατὸν, ἀνιῶντος μὲν ἀεὶ τοῦ πόνου τὸν πάσχοντα, πάντων δὲ τῶν γλυκέων ἡδέων ὄντων. ὅτι μὲν οὖν φιλόπονος εἰς τὰ τῆς ἰατρικῆς ἔργα γέγονεν ὁ Ἀρχιγένης, ἀληθέστατόν ἐστιν· ὅπως δὲ εἰς τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκφέρεται, πολλάκις μὲν ἐσκεψάμην, εὑρεῖν δ’ οὐκ ἠδυνήθην.

Ὅσον οὖν ἐν αὐτοῖς ἐστι σαφὲς, ἐπισκεψώμεθα, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ ναρκώδους πόνου. δίκαιον γάρ ἐστι τὰ μὲν ἀσαφῆ τῶν ὀνομάτων ἐν ἀδήλῳ καταλιπεῖν, ἄχρηστα νομίζοντας, καθάπερ εἰ μηδ’ ὅλως ἐγέγραπτο· τὰ δὲ σαφῆ κρίνειν οὐ τῷ λόγῳ μόνον, ἀλλὰ πολὺ πρότερον ἔτι τῇ πείρᾳ. χαλεπὸν δὲ τὸ τοιοῦτον κριτήριον, ὡς ἂν ἑτέροις πολλάκις ἀναγκαζομένων ἡ μῶν πιστεύειν, οὔτε παρακολουθοῦσιν σαφῶς οἷς πάσχουσιν διὰ μαλακίαν ψυχῆς, οὔτ’, εἰ καὶ παρακολουθοῖεν, ἑρμηνεῦσαι δυναμένοις, 

89
ἢ τῷ μηδ’ ὅλως οἵους τ’ εἶναι λόγῳ δηλῶσαι περὶ ὧν πάσχουσιν, οὐ γὰρ μικρᾶς δυνάμεως τὸ τοιοῦτον, ἢ τῷ μηδ’ εἶναι ῥητὸν αὐτό. καταλείπεται τοίνυν αὐτὸν πεπονθέναι τὸν μέλλοντα γράψειν ἑκάστου τῶν ἀλγημάτων τὴν ἰδέαν, ἰατρόν τε ὄντα καὶ ἄλλοις ἑρμηνεῦσαι δυνατὸν, ἑαυτῷ τε παρηκολουθηκότα μετὰ φρονήσεως, ἡνίκ’ ἔπασχεν, ἄνευ μαλακίας ψυχῆς. οὐ μὴν ἅπαντά γε τὰ πάθη καθ’ ὅλον ἑαυτοῦ τὸν βίον ἔπαθέν τις, εἰ καὶ νοσωδέστατος εἴη· διὸ καὶ θαυμάζω, τὰς ἰδιότητας αὐτῶν ἀναγιγνώσκων, ὅσας ἔγραψεν ὁ Ἀρχιγένης· ὡς γὰρ αὐτὸς ἅπαντα πεπονθὼς διηγεῖται, καίτοι γ’ οὐ πάνυ τι νοσώδης γενόμενος· εἰ δὲ καὶ καθ’ ἕν τι μόριον τοῦ σώματος ἀσθενὴς καὶ νοσώδης ἦν, ἀλλ’ οὔπω γε πάντα, καθάπερ οὐδ’ ἄλλος τις οὐδεὶς ἀνθρώπων. οὐδὲ γὰρ ἂν εὕροις τὸν αὐτὸν ἄνθρωπον ἅμα τε κεφαλὴν ἀσθενῆ καὶ θώρακα καὶ πνεύμονα καὶ ἧπαρ καὶ σπλῆνα καὶ γαστέρα καὶ νῆστιν καὶ κῶλον καὶ κύστιν, ἕκαστόν τε τῶν ἄλλων. ἔοικεν οὖν ἐπινοίαις τισὶν ἰδίαις λογικαῖς, ἢ τῇ πείρᾳ τῶν πεπονθότων, ὁ Ἀρχιγένης
90
ἀποπιστεῦσαι, διηγουμένων ὡς ἠδύναντο τὰς διαφορὰς τῶν ἀλγημάτων.