De symptomatum causis

Galen

Galen, De symptomatum causis

Οἷον ἐν ὀφθαλμῷ τὸ μὲν πρῶτον ὄργανον αἰσθητικόν ἐστιν τὸ κρυσταλλοειδὲς, ἐδείχθη γὰρ τοῦτο μόνον ὑπὸ χρωμάτων ἀλλοιούμενον· ἡ δὲ αἰσθητικὴ δύναμις, ἡ ἐξ ἐγκεφάλου παραγινομένη διὰ τοῦ καθήκοντος εἰς αὐτὸν νεύρου· τὰ δ’ εἰς ὑπηρεσίαν αὐτοῦ γεγονότα σύμπαντά ἐστι τὰ ἄλλα τὰ κατὰ τὸν ὀφθαλμὸν μόρια. καὶ τοίνυν ἤτοι κακῶς, ἢ οὐδ’ ὅλως ὄψεται τὸ ζῶον, ἑνός γέ τινος ἐκ τῶν εἰρημένων βεβλαμμένου. τὰ μὲν οὖν τοῦ κρυσταλλοειδοῦς νοσήματα κατὰ τὰς ὀκτὼ δυσκρασίας ἐστὶ, τὰ δὲ τῆς δυνάμεως ἢ τῷ τὸ νεῦρον ἢ τῷ τὸν ἐγκέφαλον πεπονθέναι. ὀκτὼ δὲ καὶ τούτων ἑκατέρου τὰ γένη, τά γε ὡς ὁμοιομερέσιν

87
αὐτοῖς γινόμενα νοσήματα, τὰ δὲ ὡς ὀργανικοῖς, ἐμφράξεις τε καὶ θλίψεις, ὅσα τε δι’ ἐπιῤῥοὴν ὑγρῶν ὄγκον ἐργάζεται παρὰ φύσιν. ἡ δὲ τῆς συνεχείας λύσις ἐπὶ πᾶσι τοῖς εἰρημένοις κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν μορίων ἐστὶν, οὐκ ἐγκεφάλῳ μόνον, ἢ νεύρῳ συμβῆναι δυνάμενον, ἀλλὰ καὶ τῷ κρυσταλλοειδεῖ. τούτῳ μέν γε καὶ τῷ μετακινηθῆναί τε καὶ μεταστῆναι τῆς οἰκείας ἕδρας ὀργανικὸν συμπίπτει νόσημα, τῆς μεταστάσεως, εἰ μὲν ἤτοι πρὸς τὸν μέγαν ἢ τὸν μικρὸν γίγνοιτο κανθὸν, οὐδὲν ἀξιόλογον βλαπτούσης, εἰ δ’ ἄνω καὶ κάτω, διπλᾶ ποιούσης ἅπαντα φαίνεσθαι τὰ ὁρώμενα. ταυτὶ μὲν οὖν ἐστι τά τε τοῦ πρώτου τῆς ὄψεως ὀργάνου νοσήματα καὶ τῶν τὴν δύναμιν αὐτῷ χορηγούντων. τὰ δὲ τῶν χρείαν τινὰ παρεχομένων, εἰ κατὰ τὸ τρῆμα τοῦ ῥαγοειδοῦς, ἢ καὶ τὸ μεταξὺ τούτου τε καὶ τοῦ κρυσταλλοειδοῦς, ὑγρόν τε καὶ πνεῦμα συσταίη τηλικοῦτον, ὡς ἐμποδίσαι τὸ πρῶτον τῆς ὄψεως ὄργανον πρὸς τὴν τῶν αἰσθητῶν διάγνωσιν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἡ πρὸ τῆς κόρης
88
μοῖρα τοῦ κερατοειδοῦς ἐμποδίζει τὴν ὄψιν, ἄν τε κατὰ τὸν ἑαυτῆς λόγον, ἄν τε κατ’ ἄλλόν τινα τρόπον ἐξίστηται τοῦ κατὰ φύσιν. τὸ μὲν οὖν τρῆμα κατὰ τέσσαρας τρόπους ὑπαλλάττεται τῆς αὐτοῦ φύσεως, ἢ αὐξανόμενον, ἢ μειούμενον, ἢ παρασπώμενον, ἢ ῥηγνύμενον. ἀλλ’ ἡ μὲν αὔξησις ἀεὶ βλάπτει τὴν ὄψιν, ἄν τ’ ἐκ γενετῆς ᾖ, ἄν τε ὕστερον συμβαίνῃ. ἡ δὲ μείωσις, ἐκ γενετῆς μὲν, ὁράσεως ὀξυτάτης ἐστίν· αὖθις δὲ εἰ γίγνοιτο, μοχθηρᾶς. τῶν δὲ ἄλλων οὐδέτερον οὔτ’ ἐκ γενετῆς οὔθ’ ὕστερον οὐδὲν ὅ τι καὶ ἄξιον λόγου παραβλάπτει τὴν ὄψιν. ἑωράκαμεν γὰρ ἤδη πολλάκις ἐπὶ προπτώσεσι βραχείαις τοῦ ῥαγοειδοῦς συνουλωθείσαις παρασπωμένην τὴν κόρην, οὐδὲν δὲ εἰς τὸ βλέπειν τὸν ἄνθρωπον ἐμποδιζόμενον, ὅταν γε δὴ τὴν πρὸ αὐτῆς μοῖραν τοῦ κερατοειδοῦς διαυγουμένην ἀμέμπτως ἔχῃ. ταυτὶ μὲν οὖν ἡ πεῖρά γε δείκνυσιν· ἡ δ’ αἰτία, δι’ ἣν μὲν εὐρύτης τοῦ τρήματος ἀεὶ βλαβερὸν εἰς εὐαισθησίαν ὄψεως, ἡ δὲ στενότης οὐκ ἀεὶ, σκέψεως ἀξία. δοκεῖ δέ μοι τὸ ἀπ’ ἐγκεφάλου καταφερόμενον ἐπὶ τὸν ὀφθαλμὸν νεῦρον, ὃ δὴ καὶ
89
πόρον ὀνομάζουσιν οἱ περὶ τὸν Ἡρόφιλον, ὅτι τοῦτο μόνον φανερόν ἐστι τὸ τρῆμα, πνεύματος ὑπάρχειν ὁδὸς αἰσθητικοῦ. καὶ διὰ τοῦτο ἐπειδὰν ἐπιμύσαιμεν τὸν ἕτερον τῶν ὀφθαλμῶν, εὐρύνεσθαι συμβαίνει θατέρου τὴν κόρην, ὡς ἂν εἰς τὸν ἕνα μόνον ἰόντος τοῦ πνεύματος, ὃ πρότερον εἰς ἀμφοτέρους ἐμερίζετο. ταῦτά τοι καὶ ἡ τῶν ὑποκεχυμένων διάγνωσις, εἴτ’ ὄψονται παρακεντηθέντος καὶ κατενεχθέντος τοῦ ὑποχύματος, εἴτε μὴ, διὰ τούτου μάλιστα γίγνεται τοῦ σημείου. οἷς μὲν γὰρ εὐρύνεσθαι συμβαίνει τὴν κόρην, μύσαντος θατέρου τῶν ὀφθαλμῶν, τούτους μὲν ἐλπὶς ὄψεσθαι παρακεντηθέντας· οἷς δὲ οὐκ εὐρύνεσθαι, τούτων οὐδεὶς οὐδὲ πώποτε εἶδεν, οὐδ’ ἂν ἀνωδυνώτατά τε καὶ κάλλιστα χειρουργηθῶσιν. ἐξ ὧν ἁπάντων εὔδηλον, ὡς ἐπιῤῥεῖ τι πνεῦμα τοῖς ὀφθαλμοῖς ἐξ ἐγκεφάλου ψυχικὸν, εἴς τε τὸ κρυσταλλοειδὲς ὑγρὸν αὐτὸ καὶ τὴν προκειμένην ἅπασαν χώραν, ἣν διορίζει τὸ τρῆμα τοῦ ῥαγοειδοῦς. ὅταν οὖν ἡ κόρη γίγνεται μείζων, εἴτε κατὰ τὴν πρώτην διάπλασιν, εἴθ’ ὕστερον, οὐκ ἐκπληροῦται καλῶς ὑπὸ τοῦ πνεύματος ἅπασα· χεῖσθαι τοίνυν 
90
ἀναγκάζεται καὶ διαλύεσθαι καὶ σκεδάννυσθαι· κατὰ δὲ τοὐναντίον ἐν τῇ μικροτέρᾳ κόρῃ συνάγεται καὶ σφίγγεται καὶ πυκνοῦται τὸ πνεῦμα. δέδεικται δ’ ἐν τοῖς περὶ χρείας μορίων, ὡς τὸ μὲν συνάγεσθαί τε καὶ σφίγγεσθαι πρὸς εὐαισθησίαν αὐτῷ συντελεῖ· τὸ δὲ διαλύεσθαί τε καὶ σκεδάννυσθαι πρὸς δυσαισθησίαν ἀπάγει. τί δή ποτ’ οὖν ἡ σμικρυνθεῖσα κόρη λόγῳ νοσήματος, οὐ φύσει, πολὺ χείρων ἀποτελεῖται τῆς συμμέτρου; ἢ διότι μοχθηραῖς διαθέσεσιν ἕπεται, δι’ ἃς ἐξ ἀνάγκης χεῖρον ὁρᾷ ὁ παθὼν οὕτως ὀφθαλμὸς, οὐ διὰ τὴν σμικρότητα τῆς κόρης; τίνες οὖν αἱ διαθέσεις; ἔτι γὰρ τοῦτο λείπει τῷ λόγῳ. μία μὲν αὐτοῦ τοῦ ῥαγοειδοῦς χιτῶνος μόνου· δευτέρα δὲ ἡ ἐκ τῆς ὑγρότητος ἐκχεομένης τῆς λεπτῆς, ἣ μεταξὺ τέτακται τοῦ τε κρυσταλλοειδοῦς ὑγροῦ καὶ αὐτοῦ τοῦ ῥαγοειδοῦς. ἡ μὲν οὖν τοῦ χιτῶνος αὐτοῦ μόνου διάθεσις ἔκτασίς τίς ἐστι καὶ χάλασις, οἵα κᾀπὶ τῶν ἐκτὸς ὁρᾶται πολλάκις ἐν ἄρθροις, ὑγρότητι περιττῇ διαβραχέντων τῶν συνδέσμων· ἡ δὲ τῶν ὑγρῶν διάθεσις ἔλλειψίς τίς ἐστι, δι’ ἣν κενουμένης τῆς ἔνδον χώρας ὁ ῥαγοειδὴς ἐπ’ αὐτὴν
91
καταπίπτων συστέλλεταί τε καὶ ῥυσσοῦται, καὶ διὰ τοῦτο καὶ τὴν κόρην σμικρύνει. χεῖρον οὖν ὁρᾷν ἢ καὶ μηδόλως ὁρᾷν ἐπὶ ταῖς τοιαύταις διαθέσεσιν, οὐ διὰ τὴν σμικρότητα τῆς κόρης, ἀλλὰ διὰ τὴν τῆς ὑγρότητος ἔνδειαν συμβαίνει. δέδεικται γὰρ ἐν τοῖς ὀπτικοῖς λόγοις, οὓς ἔν τε τῇ περὶ χρείας μορίων καὶ προσέτι ἐν τῇ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐποιησάμεθα πραγματείᾳ, τὸ κρυσταλλοειδὲς ὑγρὸν ἀεὶ προβλήματός τινος δεόμενον, ἵνα ἀλύπως ὑπομένῃ τὴν ἔξωθεν αὐγήν. ἕν δὲ δή τι τῶν προβλημάτων αὐτοῦ καὶ τόδε τὸ ὑγρόν ἐστι, μετὰ τοῦ καὶ συνωφελεῖν τι τὴν οὐσίαν τοῦ κρυσταλλοειδοῦς. ὅταν οὖν ἐνδεέστερον γένηται τὸ ὑγρὸν τοῦτο, ξηρότερον μὲν δήπου καὶ αὐτὸ γίγνεται τὸ κρυσταλλοειδὲς, ὡς μηκέτι τεγγόμενον ὑγρότητι δαψιλεῖ· καταπίπτων δὲ καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπ’ αὐτὸ τὴν μεταξὺ χώραν ἑαυτοῦ τε κᾀκείνου βραχυτέραν ἐργάζεται, καὶ οὕτως ἀναγκαζόμενον τὸ κρυσταλλοειδὲς ὁμιλεῖν δι’ ὀλίγου τῇ κατὰ τὸν ἔξωθεν ἀέρα λαμπρότητι παραπλήσιόν τι πάσχει τὸ πάθος, οἷον καὶ τοῖς τὸν ἥλιον ἀσκαρδαμυκτὶ θεωμένοις συμβαίνει. ἐκείνων δ’ οὖν ἔνιοι μὲν
92
ἐτυφλώθησαν, ἐβλάβησαν δὲ ἅπαντες, ὡς μόγις ἀνακτήσασθαι τὴν ὄψιν. ἐδείχθη γὰρ ἡμῖν, ὡς οὐχ οἷόν τέ ἐστι λαμπροῦ φωτὸς ἀλύπως ἀνέχεσθαι τὸ τῆς ὄψεως ὄργανον, καὶ ὡς διὰ τοῦτο καὶ ὁ ῥαγοειδὴς αὐτοῦ χιτὼν προβέβληται μέλας τε ἅμα καὶ κυανοῦς ὑπάρχων, ἐπειδὴ ταῦτα μάλιστα τὰ χρώματα παραμυθεῖται τὴν ὄψιν ὑπὸ λαμπροῦ κάμνουσαν φωτός. αὕτη μὲν οὖν ἡ αἰτία, δι’ ἣν ἔλαττον γενόμενον τὸ κατὰ τὴν κόρην γινόμενον ὑγρὸν αἴτιόν τε ἅμα τοῦ χεῖρον θεᾶσθαι γίγνεται καὶ σμικρότερον ἀποφαίνει τὸ τοῦ ῥαγοειδοῦς τρῆμα, καὶ διὰ τοῦτο δυσιατότατόν ἐστι τὸ τοιοῦτον νόσημα τῶν ὀφθαλμῶν· ἡ δ’ ἑτέρα διάθεσις, ἡ δι’ ὑγρότητα τοῦ ῥαγοειδοῦς μικροτέραν ἐργαζομένη τὴν κόρην, ἧττον ταύτης ἐστὶ μοχθηρά. χαλεπώτερον γὰρ ἐστι τῶν ὁμοιομερῶν τι τοῦ σώματος μορίων ἐξηρασμένον ὑγραίνειν, ἤπερ ὑγρασμένον ξηραίνειν. ταυτὶ μὲν οὖν ἤδη πως ἅπτεται θεραπευτικῶν λογισμῶν, λέγωμεν δὲ ὅπερ ἐξ ἀρχῆς προὔκειτο. χαλεπὴ μὲν ἡ παρὰ φύσιν τῆς κόρης σμικρότης, ἀγαθὴ δὲ ἡ σύμφυτος. ἡ δὲ εὐρύτης οὐκ ἀγαθὴ μὲν ἡ σύμφυτος· ἡ δὲ παρὰ φύσιν
93
οὐδ’ αὐτὴ μὲν ἀγαθὴ, μικρότερον δ’ ἐστὶ τῆς στενότητος κακόν. ἡ μὲν γὰρ, ὡς ἂν εἴποι τις, αἰτία συνεκτικὴ τῆς γενέσεως αὐτῆς τάσις ἐστὶ τοῦ ῥαγοειδοῦς χιτῶνος, ὥσπερ αὖ τῆς σμικρότητος ἡ χάλασις. ἐπεὶ δὲ καὶ κατὰ διττὸν τρόπον τείνεται, ὅτε κατὰ τὸν ἑαυτοῦ λόγον πάσχει, ἢ ξηραινόμενος ὡς ὁμοιομερὲς, ἢ ὑγραινόμενος ὡς ὀργανικόν· ἡ μὲν ξηρότης αὐτοῦ δυσίατος, ἡ δὲ ὑγρότης οὐ δυσίατός ἐστι. φλεγμοναὶ γὰρ καὶ σκίῤῥοι καὶ ἀποστήματα, καὶ ὅσα τοιαῦτα νοσήματα, τῶν ὀργανικῶν ἐστι μορίων ἐπὶ περιτταῖς ὑγρότησιν, ὧν ἁπάντων ἀγαθὸς ἰατρὸς ἐν τῷ ῥαγοειδεῖ συνισταμένων οὐ χαλεπῶς ἂν περιγίγνοιτο. προσγίνεται δέ ποτε τάσις τῷ ῥαγοειδεῖ καὶ κατά τι συμβεβηκὸς ἐκ τοῦ πλήθους τῶν ὑποκειμένων ὑγρῶν ὁρμηθεῖσα. πληρωθεὶς γὰρ ὥσπερ ἀσκὸς ἢ κύστις ἐκτείνεται καὶ περιτείνεται πανταχόθεν τοῖς ἀθροισθεῖσιν αὐτοῦ τε μεταξὺ καὶ τοῦ κρυσταλλοειδοῦς ὑγροῦ. ἐπεὶ δὲ οὐ μόνον ὅσα τοῦ τρήματος ἐστι τοῦ κατὰ τὸν ῥαγοειδῆ νοσήματα διῆλθεν ὁ λόγος, ἀλλὰ καί τινων αὐτοῦ τοῦ ῥαγοειδοῦς ἐμνημόνευσε, καὶ προσέτι τῶν τῆς λεπτῆς
94
ὑγρότητος, ἑξῆς ἂν εἴη τὰ λείποντα τῶν ἐν αὐτοῖς εἰπεῖν, ὑφ’ ὧν ἤτοι παραποδίζεται τὸ βλέπειν, ἢ καὶ παντάπασιν ἀπόλοιτο. τῶν μὲν δὴ κατὰ τὸν ῥαγοειδῆ χιτῶνα συνισταμένων, ὅσα γε δὴ λυμαίνεται ταῖς ὄψεσιν, ἓν ἔτι παραλέλειπται νόσημα τὸ κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν, ἡ τῆς ἑνώσεως λύσις, ὅπερ ἐν τούτῳ τῷ μέρει τραῦμά τε καὶ ἕλκος ἐστίν. ὅταν οὖν γένηται μέγα τὸ τοιοῦτον, ὡς διαῤῥαγῆναι μὲν ἱκανῶς τὸν ῥαγοειδῆ, προχυθῆναι δὲ τὴν λεπτὴν ὑγρότητα πρὸς τὸ ἐκτὸς τοῦ χιτῶνος, ὡς ψαύειν ἤδη κερατοειδοῦς, ἀνάγκη συμπίπτειν ἄτοπα ἐν τῷδε δύο, καταπίπτειν μὲν ἐπὶ τὸ κρυσταλλοειδὲς ὑγρὸν τὸν ῥαγοειδῆ χιτῶνα, τὸ δ’ ἀπ’ ἐγκεφάλου πνεῦμα μηκέτι ὅλον ἐπὶ τὴν κόρην ἀφικνεῖσθαι δυνάμενον διὰ τοῦ τραύματος ἐκρεῖν. ὅτι δὲ οὐ μόνον ἄμφω ταῦτα συνελθόντα βλάβη τῆς ὄψεώς ἐστιν, ἀλλὰ καὶ τὸ ἕτερον αὐτῶν, εὔδηλον ὑπάρχειν ἡγοῦμαι τοῖς γε μὴ παρέργως ἀκηκοόσι τῶν προειρημένων. ἐμοὶ δ’ ἂν εἴη καιρὸς μεταβαίνειν ἤδη ἐπὶ τὴν λεπτὴν ὑγρότητα, περὶ ἧς εἴρηται μέν που καὶ πρόσθεν τό γε τοσοῦτον, ὡς εἴτε πλείων, 
95
εἴτε ἐλάττων γένοιτο, βλάπτει τὴν ὄψιν· ὅτι δὲ καὶ εἰ παχυτέρα ποτὲ κατὰ τὴν σύστασιν, ἢ ἀλλοιοτέρα κατὰ τὴν χροιὰν ἀποτελεσθείη, καὶ οὕτως ἐργάσεταί τι σύμπτωμα περὶ τὴν τοῦ βλέπειν ἐνέργειαν, ὅπερ οὐκ εἴρηται μὲν ἔμπροσθεν, ἤδη δὲ αὐτὸ λέγεσθαι καιρός. εἰ μὲν δὴ παχύτερον ἑαυτοῦ γίγνοιτο τὸ ὑγρὸν τοῦτο, τήν τε ἀκρίβειαν τῆς ὄψεως ἀφαιρήσεται καὶ τὸ μῆκος κωλύσει, ὡς μήτε τὰ πόῤῥω βλέπειν, μήτε ἀκριβῶς τὰ πλησίον. εἰ δὲ ἱκανῶς ἀποτελεσθείη παχὺ, καθάπερ ἐν τοῖς ὑποχύμασι γίγνεται, διακωλύσει τὸ βλέπειν. εἰ δὲ μὴ πᾶν ἐπισκοτισθείη τὸ τρῆμα πρὸς τοῦ συστάντος αὐτόθι παχυμεροῦς σώματος, ἀλλά τι μέρος ἀπολείποιτο καθαρὸν, ὁρῶσι δι’ ἐκείνου τὰ ἐκτὸς, ἕκαστον μὲν αὐτὸ μόνον οὐδὲν χεῖρον ἢ πρόσθεν, οὐ μὴν οὐδ’ ὑφ’ ἕνα χρόνον ὁμοίως τὰ πολλὰ διὰ τὸ στενώτερον ἑαυτοῦ γεγονέναι τὸν τῆς ὄψεως κῶνον. κατὰ δὲ τὸ κέντρον τῆς κόρης εἰ γένοιτο σύστασις ὑποχύματος μικροῦ, τῶν ἐν κύκλῳ μενόντων καθαρῶν ἅπαντα φαίνεται τοῖς οὕτω πάσχουσιν οἷον θυρίδας ἔχοντα. τὸ γὰρ ἐν μέσῳ τὸ μὴ βλεπόμενον, ἐγκεκολάφθαι
96
δοκεῖ. εἰ δὲ διεσπασμένα τε καὶ μὴ συνεστῶτα πρὸς ἄλληλα τὰ παχυμερῆ σώματα κατὰ τὸ προειρημένον ὑγρὸν ἐμφέροιτο, φαντασίαν ἐργάσεται τοῖς οὕτως ἔχουσιν, ὡς ἐκτὸς ὁρώμενά τινα περιφερόμενα κωνώπια. πολλάκις δὲ καὶ οἷον εἴδωλόν τι προφαίνεσθαι φαντάζονται διὰ τὰς τῶν παχυμερῶν ὑγρῶν συστάσεις. ἡ τοιαύτη δὲ τῶν εἰδώλων γένεσις μετὰ ἐξανάστασιν ὕπνου φαίνεται τὰ πολλὰ, μάλιστα δὲ παισὶ καὶ τοῖς πεπωκόσι πλέον, ἤ πως ἄλλως πεπληρωμένοις τὴν κεφαλήν. εἰ δὲ κατὰ τὴν χροιὰν ἐξαλλαχθείη τὸ μεταξὺ τοῦ τε κρυσταλλοειδοῦς καὶ τοῦ ῥαγοειδοῦς ὑγρὸν, ἐπὶ μὲν τὸ φαιότερον ἀποκλῖναν, ὡς δι’ ὁμίχλης ἢ καπνοῦ ποιήσει τὸν ἄνθρωπον ὁρᾷν· ἐπ’ ἄλλην δέ τινα χροιὰν ἐκτρεπόμενον, ἐκείνης τὸ φάντασμα προστρίψεται τοῖς ὁρατοῖς· εἰ δὲ ἀνωμάλως ἤτοι τῆς συστάσεως, ἢ τῆς χροιᾶς ἐξίσταιτο τῆς κατὰ φύσιν, ὅ τι περ ἂν αὐτοῦ μέρος οὕτω διακείμενον ἐπὶ τὸ τῆς κόρης ἀφίκηται χωρίον· ὅμοιον ἑαυτῷ καὶ τὸ φάντασμα παρέξει τοῖς ὁρατοῖς· καὶ μὲν γὰρ τὴν χροιὰν ἐκείνου καὶ τὴν σύστασιν καὶ τὸ σχῆμα δόξουσιν ὁρᾷν ἐκτός. ἐκ τούτου τοῦ γένους
97
ἐστὶ τῶν συμπτωμάτων τά τε τῶν ὑποχεομένων φαντάσματα καὶ τῶν ἐκ ῥινὸς αἱμοῤῥαγεῖν ἢ ἐμεῖν μελλόντων, ὑφ’ Ἱπποκράτους γεγραμμένα. καὶ μὴν καὶ ὅσοις ἀκριβὴς μὲν ἡ ὄψις ἐστὶν, ὡς μηδὲ τὸ σμικρότατον αὐτὴν λανθάνειν τῶν αἰσθητῶν, ἀναθυμιάσεις δέ τινες ἀπὸ τῆς γαστρὸς ἀναφέρονται, καὶ μάλιστα ὅταν μηδὲ πέψωσι καλῶς, ὅμοια τοῖς ὑποχεομένοις γίγνεται τὰ συμπτώματα. καθαρώτατον μὲν γὰρ τούτοις ἐστὶ φύσει τό τε κρυσταλλοειδὲς ὑγρὸν καὶ τουτὶ δ’ αὐτὸ τὸ ὑδατοειδὲς, ὑπὲρ οὗ νῦν διεξερχόμεθα· τὸ δὲ μέγεθος τῶν συμπτωμάτων ἐν αὐτοῖς ἀεὶ κατὰ τὸ μέγεθος τοῦ πάθους ἐστὶν οὐ μόνον ἐφ’ ὧν ἄρτι πέπαυμαι λέγων, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν προειρημένων. οἷον αὐτίκα τῶν ὁμοιομερῶν αἱ δυσκρασίαι βραχεῖαι μὲν οὖσαι σμικρὰν τὴν βλάβην τῆς ἐνεργείας ἐργάζονται· μείζονες δὲ γενόμεναι καὶ τὴν βλάβην ἑαυταῖς ἀνάλογον ἐπαυξάνουσιν· ἐπὶ πλεῖστον δ’ ἐξιστάμεναι τοῦ κατὰ φύσιν ἄρδην ἀπολλύουσι τὴν ἐνέργειαν. οὕτω δὲ καὶ ὅσα περὶ ποσότητος εἴρηται καὶ συστάσεως καὶ χροιᾶς τῆς ὑδατώδους ὑγρότητος, ἐπ’ ὀλίγον μὲν ἐξιστάμενα
98
τοῦ κατὰ φύσιν ὀλίγον τι καὶ τὴν ἐνέργειαν ἀδικεῖ· ἐπὶ πλέον δὲ ἀποχωροῦντα πρὸς λόγον τῆς σφετέρας βλάβης καὶ τὴν τῆς ἐνεργείας βλάβην αὐξάνει· ἐπὶ πλεῖστον δὲ ἐκτρεπόμενα τελέως ἀναιρεῖ τὴν ἐνέργειαν. ὡσαύτως δὲ καὶ ὅσα περὶ τὰς ῥήξεις εἴρηται τοῦ ῥαγοειδοῦς καὶ τὸ τῆς κόρης ποσὸν, ἤτοι βραχύ τι παραβλάπτει τὴν ἐνέργειαν, ἢ πλέον, ἢ καὶ παντάπασιν ἀπόλλυσιν. οὕτω δὲ καὶ τὸ πνεῦμα τὸ ψυχικὸν ἢ ἀκριβῶς ἐστι καθαρὸν, οἷός περ ὁ αἰθὴρ, ἢ ὑγρὸν καὶ θολερὸν ὁμίχλης δίκην· καὶ κατὰ τὸ ποσὸν τῆς οὐσίας ἤτοι πλέον, ἢ ἔλαττον. ἐὰν μὲν οὖν ἅμα πολύ τε καὶ αἰθερῶδες ὑπάρξῃ, καὶ τὰ πλεῖστον ἀπέχοντα θεᾶται καὶ ἀκριβῆ τὴν διάγνωσιν αὐτῶν ποιεῖται· ἐὰν δὲ ὀλίγον μὲν ᾖ, καθαρὸν δὲ, τὰ μὲν ἐγγὺς ἀκριβῶς διαγινώσκει, τὰ πόῤῥωθεν δὲ οὐχ ὁρᾷ· ἐὰν δὲ ὑγρότερόν τε ἅμα καὶ πολὺ τύχῃ, μέχρι μὲν πλείστου, οὐκ ἀκριβῶς δ’ ὁρᾷ· ὥσπερ γε καὶ εἰ ὑγρόν τε ἅμα καὶ ὀλίγον εἴη, οὔτ’ ἀκριβῶς οὔτ’ ἄχρι πλείστου ὁρᾷ. καὶ περὶ μὲν τούτου ἱκανὰ καὶ ταῦτα πρός γε τὰ παρόντα. τοῦ δὲ κερατοειδοῦς ἡ πρὸ τῆς κόρης μοῖρα παχυτέρα
99
καὶ πυκνοτέρα καὶ ὑγροτέρα γεννηθεῖσα βλάπτει τὴν ὄψιν· οὕτω δὲ καὶ εἰ κατὰ τὴν χροιὰν ὑπαλλαχθείη, καὶ εἰ ἕλκος ἀξιόλογον σχοίη, καὶ εἴ τι τῶν ἔξωθεν αὐτοῦ προκειμένων αὐξηθὲν ἐπισκοτήσειεν. ὁ μὲν οὖν παχύτερος καὶ πυκνότερος κερατοειδὴς ἀμβλυωπίας ἐργάζεται, ὁ δὲ ὑγρότερος καὶ πυκνότερος, εἴτε ὁμοιομερῶς, εἴτε ὀργανικῶς, οὐ μόνον ταύτας, ἀλλὰ καὶ δι’ ἀχλύος ἢ ὁμίχλης ἢ ἀτμοῦ τινος ἢ καπνοῦ θεᾶσθαι δοκεῖ. εἰ δὲ μὴ πολλὰ μὲν εἴη τὰ ὑγρὰ, τῇ χρόᾳ δ’ ἐξηλλαγμένα, κατὰ τὴν ἐκείνων φύσιν παρόρασις γίγνεται. διὰ τοῦτο γοῦν οἱ μὲν ἰκτεριῶντες ὠχρὰ πάντα θεᾶσθαι δοκοῦσιν, οἱ δὲ ὑπόσφαγμα πεπονθότες ἐρυθρά. ἕλκος δὲ ἀξιόλογον οὐ μόνον τῷ περιττὴν ἀθροίζειν ὑγρότητα βλάπτει τὴν ὄψιν, ἀλλὰ καὶ τῷ δι’ ὀλίγου τὸ κρυσταλλοειδὲς ἀναγκάζειν ὁμιλεῖν τῷ περιέχοντι φωτί. διασχὸν δὲ εἴσω τὸ κατὰ τὴν κόρην ἕλκος ἀποχεῖ τι καὶ τῆς ὑδατώδους ὑγρότητος ἐκτὸς, ὥστε καὶ κατὰ τοῦτο κίνδυνος εἰς ἐσχάτην ἀφικέσθαι τυφλότητα τὸν οὕτως παθόντα. διὰ 
100
τοῦτο δὲ καὶ οἱ τρωθέντες εἰς τὸ πρὸ τῆς κόρης μέρος τοῦ κερατοειδοῦς, ὅταν εἴσω διασχῇ τὸ τραῦμα, τυφλοῦνται τὰ πολλά. παράδοξον μέν τοί τι καὶ οὐκ εἰθισμένως γιγνόμενον ἐπὶ παιδὸς ἐθεασάμεθα νυγέντος γραφείῳ κατὰ τὴν κόρην. ἐκρυέντος γὰρ εὐθέως τοῦ ὑδατώδους ὑγροῦ, καὶ ἡ κόρη μὲν ἐγένετο μικροτέρα, καὶ ὅλος δὲ ὁ κερατοειδὴς ἐφάνη ῥυσσότερος, ἀλλ’ ὕστερον θεραπευόμενος ὀρθῶς ἔβλεψεν, ἀθροισθείσης δηλονότι κατὰ βραχὺ τῆς πρότερον ἐκρυείσης ὑγρότητος. ἀλλὰ ταῦτα μὲν σπάνια, τυφλότητες δὲ ὡς τὰ πολλὰ ταῖς τοιαύταις ἕπονται τρώσεσιν, ὥσπερ καὶ τοῖς προειρημένοις αἰτίοις ἅπασιν ἐπὶ πλεῖστον αὐξηθεῖσιν. εἴτε γὰρ ἱκανῶς πυκνὸς, εἴτε παχὺς ἐσχάτως, εἴτε ὑγρὸς ἀμέτρως ὁ κερατοειδὴς ἀπεργασθείη, παντάπασιν ἐπισκοτεῖ ταῖς ὄψεσιν, ὡς μηδ’ ὅλως ὁρᾷν τὸν οὕτω διακείμενον. καὶ τί θαυμαστὸν, εἰ τῶν εἰρημένων ἕκαστον αὐξανόμενον ἀφαιρεῖται τοῦ ζώου τὴν ὄψιν, ὅπου γε καὶ αὐτὸς ὁ κερατοειδὴς ἐνίοτε μόνος ῥυσσούμενος ὁμοίως ἐνοχλεῖ; γίγνεται δὲ τὸ πάθημα τοῦτο τοῖς εἰς ἔσχατον γῆρας ἀφικομένοις. ἐπισκεπτέον δὲ ἀκριβῶς ἐν τῷδε τὸ μέγεθος
101
τῆς κόρης. εἰ μὲν γὰρ ἔλαττον γένοιτο, καὶ τὸ ὑδατῶδες ὑγρὸν ἐπὶ μὲν τοιούτων ἐμειώθη· μένοντος δὲ ἴσου, μόνου τοῦ κερατοειδοῦς τὸ πάθημά ἐστιν. ἀλλὰ τῶν μὲν τούτων διορισμῶν οὐδὲν ἡ νῦν ἐνεστῶσα δεῖται πραγματεία. τὰ δὲ τοῦ κερατοειδοῦς χιτῶνος γινόμενα νοσήματα μεγάλα παντελῶς ἐμποδίζει τὰς ὄψεις, καὶ μάλιστα ὅταν ἤτοι φλεγμαίνων, ἢ ἐκπυϊσκόμενος, ἢ σκιῤῥούμενος, ἤ τι τοιοῦτον ἕτερον πάσχων, ὡς ὀργανικὸν μόριον, ὑγρὰ νοσήματα πάσχῃ. τοιαῦτα μὲν δή τινα καὶ τοσαῦτα τὰ τοῦ κερατοειδοῦς ἐστι νοσήματα βλάπτοντα τὴν ὄψιν. ὁ δὲ ἐπιπεφυκὼς ὑμὴν φλεγμαίνων μὲν κατὰ συμβεβηκὸς ἐμποδίζει τὴν ὀπτικὴν ἐνέργειαν· ἐν δὲ ταῖς καλουμέναις χημώσεσι καὶ προσέτι τοῖς πτερυγίοις οὐ κατὰ συμβεβηκὸς, ἀλλ’ ἤδη καὶ πρώτως ἐπισκοτεῖ τῇ κόρῃ. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ τῶν βλεφάρων μεγάλαι φλεγμοναὶ, καὶ εἴ τινες ἐπ’ αὐτῶν ἔφυσαν ὄγκοι παρὰ φύσιν εἰς τοσοῦτον μεγέθους ἥκοντες, ὡς ἐπισκοτεῖν τῇ κόρῃ. ταυτὶ μὲν οὖν ἅπαντα τοῦ μὴ βλέπειν ἢ τοῦ φαύλως βλέπειν ἐστὶν αἰτία.

102

Καὶ περὶ μὲν ὀφθαλμῶν ἱκανὰ καὶ ταῦτα. παραδείγματος γὰρ ἕνεκα μᾶλλον, ἢ ὥστε τὰ κατὰ μέρος ἐπελθεῖν ἅπαντα, τὸν ὑπὲρ αὐτῶν ἐποιησάμεθα λόγον, ἐπεὶ τό γε σπούδασμά ἐστί μοι νῦν διὰ τῶν γενικωτέρων λόγων ἐπιδεικνύναι τὴν μέθοδον, ᾗ χρώμενος ἄν τις ἐξευρίσκοι τὰς τῶν συμπτωμάτων αἰτίας. ἐπεὶ δὲ οὐ μόνον ἐπίστασθαι χρὴ τὰς μεθόδους, ἀλλὰ καὶ γυμνάζεσθαι πολυειδῶς ἐν τοῖς κατὰ μέρος, ὅπερ οὐ πράττειν πάντες εἰσὶν ἕτοιμοι, διὰ τοῦτο νῦν ἐπὶ ὀφθαλμῶν ὑπέδειξα τὸν τρόπον τῆς ἀσκήσεως, ὁποίαν τινὰ προσήκει ποιεῖσθαι. κατὰ γὰρ δὴ τὸν αὐτὸν τρόπον ἡκέτω τις ἐπὶ τὰς ἄλλας αἰσθητικὰς δυνάμεις, ἐπισκοπούμενος ἐν ἑκάστῃ τό τε πρῶτον αὐτῆς ὄργανον καὶ τὰ ἄλλα τὰ χρείαν τινὰ τούτῳ παρέχοντα, καὶ διαιρείσθω, καθάπερ ἀρτίως εἴρηται, τίνα μέν ἐστι νοσήματα τῆς δυνάμεως αὐτῆς πεπονθυίας, τίνα δὲ τῶν ὀργάνων ἑκάστου, δι’ ἃ βλάπτεσθαι τὴν ἐνέργειαν συμβήσεται. βαρυηκοΐαι γοῦν καὶ κωφότητες ἤτοι διά τι τῶν κατὰ τὰ ὦτα μορίων, ἢ διὰ τὸ καθῆκον ἐξ ἐγκεφάλου νεῦρον, ἢ διὰ τὸν ἐγκέφαλον ἐν

103
ἐκείνῳ τῷ μέρει βεβλαμμένον, ὅθεν αὐτοῦ τὸ νεῦρον ἀποφύεται, συμπεσοῦνται τῷ ζώῳ. τὰ μὲν γοῦν κατὰ τὸ νεῦρόν τε καὶ τὸν ἐγκέφαλον ὡσαύτως τοῖς κατὰ τοὺς ὀφθαλμούς· τὰ δ’ ἐν τοῖς ἄλλοις μορίοις ἀνάλογον μὲν, οὐ μὴν πάντη γε ὡσαύτως βεβλάψεται. ὃν γὰρ ἐν ὀφθαλμῷ λόγον ἔχει τὸ κρυσταλλοειδὲς ὑγρὸν, τοῦτον ἐν ὠσὶ τὸ κατὰ τὸν ἀκουστικὸν πόρον τὸ ἔνδον πέρας, ἔνθα συνάπτει τῷ νεύρῳ πλατυνομένῳ· τὰ δ’ ἐκτὸς τοῦδε πάντα τὰ κατὰ τὴν ἕλικα τοῦ πόρου ταῖς προκειμένοις ἐν ὀφθαλμῷ τοῦ κρυσταλλοειδοῦς ἀνάλογον ἔχει. καὶ τοίνυν καὶ τὰ νοσήματα αὐτῶν ἐξ ἐκείνων ἐνταῦθα μεταφέρειν, ὅσα μὲν τῶν ὁμοιομερῶν ἐστι, κατὰ τὰς δυσκρασίας τε καὶ τὴν τῆς ἑνώσεως λύσιν· ὅσα δὲ τοῦ πόρου, κατὰ τὰς ἐμφράξεις, εἴτε δι’ ὄγκον τινὰ παρὰ φύσιν αὐτῶν τῶν μορίων, ἐμφράττοντα τὸν πόρον, ἀπόστημα λέγω καὶ φλεγμονὴν καὶ σκίῤῥον καὶ οἴδημα· εἴτε δι’ ἐπίκτητόν τινα καὶ ὅλως ἅπαντα ὄγκον παρὰ φύσιν, οἷος ἐν τῷ αὐτῷ πόρῳ γίνεται πολλάκις, ἢ πωρώδους τινὸς, ἢ σαρκώδους βλαστήματος ἐπιτραφέντος ἐκ τῶν
104
παρὰ φύσιν ἐμφραττόντων τὸν πόρον, ὧν ἐστι καὶ ὁ ῥύπος ὁ συνήθως ἐν ὠσὶ γιγνόμενος.

Ὥσπερ οὖν ἐν τούτοις ἡ κατασκευὴ τῶν μορίων ἐνεδείξατο τὰς τῶν συμπτωμάτων αἰτίας, οὕτω καὶ κατὰ τὴν γλῶττάν τε καὶ τὴν ῥῖνα ἐνδείξεται, γιγνωσκόντων γε ἡμῶν κᾀκεῖ τό τε πρῶτον αἰσθητικὸν μόριον καὶ τἄλλα τὰ συμπληροῦντα τὸ σύμπαν ὄργανον. ἐδείχθη γὰρ ἡ μὲν γλῶττα διὰ τὸ δυοῖν ὑπηρετεῖν δυνάμεσιν αἰσθητικῇ τε καὶ προαιρετικῇ, δύο καὶ τὰς ἐνεργείας ἔχουσα, καὶ νῦν αὐτὴν ὡς αἰσθητικήν ἐπισκοπούμεθα· τὸ δὲ τῶν ὀσμῶν αἰσθητήριον αὐτὰς ἐπεδείκνυμεν εἶναι τὰς κοιλίας τοῦ ἐγκεφάλου. τὰ μὲν οὖν τῆς γευστικῆς αἰσθήσεως συμπτώματα, τό τε μηδὲ ὅλως αἰσθάνεσθαι χυμῶν ἐστι καὶ τὸ κακῶς αἰσθάνεσθαι. διττοῦ δὲ τοῦ κακῶς ὑπάρχοντος, ὡς ἐδείκνυτο, τοῦ μὲν ἀμυδρῶς, τοῦ δὲ ὡς ἄν τις εἴποι παρατυπωτικῶς, τὸ μὲν ἀμυδρῶς ἀνάλογόν ἐστι τῇ κατὰ μὲν τὴν ὄψιν ἀμβλυωπίᾳ, κατὰ δὲ τὴν ἀκοὴν βαρυηκοΐᾳ· τὸ δὲ παρατυπωτικῶς, ὅταν ὑπηλλαγμένα ταῖς χρόαις ἢ τοῖς σχήμασιν ἢ 

105
τοῖς μεγέθεσιν ἢ ταῖς σχέσεσιν ὁρῶντες τύχωσιν, ὅπερ ἐν ἀκοῇ παράκουσις ὠνόμασται. τὰ δὲ τῶν εἰρημένων συμπτωμάτων αἴτια νοσήματα κατὰ τὴν γευστικὴν ἐνέργειάν τε καὶ δύναμιν ἔν τε τῷ τῆς γλώττης ἐστὶν ὁμοιομερεῖ σώματι καὶ τῷ περὶ αὐτὴν χιτῶνι, καὶ τοῖς νεύροις τοῖς μαλακοῖς, καὶ τῇ χώρᾳ μάλιστα ἐκείνῃ τοῦ ἐγκεφάλου, καθ’ ἣν ἀποφύεται ταῦτα. τὰ μὲν οὖν ἄλλα νοσήματα τῶν εἰρημένων ἁπάντων εὔδηλα· τὸ δὲ οἷον παρατυπωτικῶς αἰσθάνεσθαι τῶν χυμῶν, ὅταν ἀλλοκότου τινὸς ὑγρότητος ἡ γλῶττα πληρωθῇ, συμβαίνειν εἴωθεν, ἤτοι πάντων ὧν ἂν γεύσηταί τις ἁλμυρῶν φαινομένων, ἢ πάντων πικρῶν, ἤ τινα ἄλλην ἀτοπίαν ἔχειν δοκούντων ἄῤῥητον ἢ ῥητήν. ὡς γὰρ ἐπὶ τῶν ὑποχεομένων ἡ ὀπτικὴ δύναμις ἐκτὸς ἐδόκει θεᾶσθαι τὰ κατὰ τὸν ὀφθαλμὸν ἐμφαινόμενα, τὸν αὐτὸν τρόπον ἡ γευστικὴ τὰ κατὰ τὴν γλῶτταν τοῖς αἰσθητοῖς ἀναφέρει τὰ τῶν ὀργάνων συμπτώματα, ἐπὶ μὲν τῶν ἰκτεριώντων τὴν πικρότητα τῆς χολῆς οὐ τῆς γλώττης πάθος, ἀλλ’ ὧν γεύεται, ὑπολαμβάνουσα, καὶ κατὰ τὰς ἄλλας δέ τινας διαθέσεις ἁλυκότητας ἢ ὀξύτητας ἐν τοῖς ἐδέσμασι περιέχεσθαι φανταζομένη, τοῦ
106
μὲν προσελθόντος ἔξωθεν αἰσθητοῦ τὴν τέως ἡσυχάζουσαν ἐν τῇ γλώττῃ κακοχυμίαν ἀνακινοῦντος, αἰσθανομένης δὲ τῆς γευστικῆς δυνάμεως οὐ τοῦ προσελθόντος, ἀλλὰ τοῦ πλεονάζοντος ἐν αὐτῇ. σπανιάκις δέ ποτε καὶ πρὸ τοῦ γεύσασθαί τινος αἴσθησις γίνεται τῶν ἐν τῇ γλώττῃ χυμῶν, ἀκριβεία τῆς γευστικῆς αἰσθήσεως. ὅμοιόν τι τούτῳ σύμπτωμα τὸ κατ’ ὀφθαλμοὺς ἐπὶ στομαχικαῖς διαθέσεσιν ἢ φαντασίαν ὑποχύσεως συμπίπτειν, ἢ ἐν ὠσὶν ἤχους, οὐδενὸς ἔξωθεν ψοφοῦντος, ἀλλ’ αὐτῆς τῆς κατὰ τὰς μήνιγγας κινήσεως τὸ φάντασμα πεμπούσης· ἢ κατὰ τὰς ῥῖνας ὀσμῆς τινος ἀπὸ τῶν αὐτόθι περιεχομένων χυμῶν. ἀλλὰ γὰρ ἐπειδὴ καὶ τῆς ῥινὸς ἐμνημονεύσαμεν διτταῖς ὑπηρετούσης δυνάμεσιν, ὥσπερ καὶ ἡ γλῶττα (καὶ γὰρ καὶ τῶν ὀσφρητικῶν ὀργάνων οἱονεὶ πέρας τι καὶ τῶν ἀναπνευστικῶν ἐστιν) ἄμεινον ἂν εἴη καὶ περὶ ταύτης ὡσαύτως τοῖς εἰρημένοις διελθεῖν. εἰ γὰρ τι συμβαίη κατ’ αὐτὴν νόσημα τῷ πόρῳ λυμαινόμενον, ἤτοι χεῖρον ἢ οὐδ’ ὅλως αἰσθήσεται τῶν ὀσμῶν ἡ ὀσφρητικὴ δύναμις. ἰσχυρῶς τε οὖν συντριβεῖσα καὶ πολύπουν ἤ τινα ὄγκον παρὰ φύσιν ἔχουσα, τὴν ὁδὸν τοῦ πνεύματος ἐμφράξει. τούτου τοῦ
107
γένους ἐστὶ καὶ ἡ περὶ τὸν ἔνδοθεν αὐτῆς ὑμένα γιγνομένη φλεγμονὴ, καὶ μὲν δὴ καὶ ὅσα κατά τινα τῶν ἠθμοειδῶν ὀστῶν ἤτοι τὰς ταύτῃ μήνιγγας, ἢ αὐτὰς τῶν ὀστῶν τὰς διατρήσεις ἐμφράττει, καὶ ταυτὶ βλάπτει τὴν ὀσφρητικὴν αἴσθησιν· ἔτι δὲ ἂν μᾶλλον, εἰ κατὰ τὰς ἀποφύσεις γένοιτο τοῦ ἐγκεφάλου τὰς εἰς ταῦτα τὰ μόρια καθηκούσας. ἐν μέν τοι κατάῤῥοις τε καὶ κορύζαις καὶ ὅλως ἐν ὅσοις ὑπ’ ἐκκαύσεως ἢ ψύξεως ἢ ὑγρότητος ἐπληρώθησαν αἱ ἐμπρόσθιαι κοιλίαι τοῦ ἐγκεφάλου, οὐ μόνον ἔμφραξις γίγνεται τῶν ἐνταῦθα χωρίων, ἀλλὰ καὶ τοῦ πνεύματος αὐτοῦ τοῦ κατὰ τὰς κοιλίας, ἔτι τε τοῦ περιέχοντος ἐγκεφάλου δυσκρασία τις ἕπεται. καὶ μὲν δὴ καὶ θλίψεις καὶ διαιρέσεις ἀξιόλογοι τῶν εἰρημένων μορίων αὐτοῦ δυσαισθησίας τε καὶ ἀναισθησίας ἐργάζονται τῶν ὀσμῶν. ἡ δὲ οἷον παρατυπωτική τε καὶ πλημμελὴς αἴσθησις ἐνταῦθα γίγνεται διὰ κακοχυμίαν τινὰ ἐγχώριον, ἥτις ἀτμίζουσα δυσῶδες ἐπιθολοῖ τοὺς ἀναφερομένους ἐπὶ τὴν ὀσφρητικὴν δύναμιν ἀτμοὺς ἀπὸ τῶν πλησιαζόντων σωμάτων, ὅμοιόν τε σύμπτωμα τοῦτο κατὰ τήνδε συμπίπτει
108
πίπτει τὴν δύναμιν, οἷόν τι καὶ κατὰ τὴν γευστικὴν ἐν ἰκτέροις ἐῤῥέθη συμβαίνειν.

Ἐπεὶ δὲ περὶ τῶν ἐν τοῖς ἰδίοις μέρεσι τοῦ ζώου γιγνομένων αἰσθήσεων αὐτάρκως εἴρηται, περὶ τῆς ἐν ἅπασι τοῖς ὁπωσοῦν αἰσθανομένοις κοινῆς ἤδη λέγωμεν, ἣν ὀνομάζουσιν ἁφήν. ἔστι δὲ δήπου καὶ ταύτης ἀνάλογον μὲν ταῖς ἄλλαις τὰ συμπτώματα· κέχρηται δὲ οὐκ ἰδίαις, ἀλλὰ κοιναῖς ταῖς προσηγορίαις, ὥσπερ καὶ τῶν εἰρημένων ἔνιαί τινες· οὔτε γὰρ ἐπὶ τῆς γευστικῆς, οὔτ’ ἐπὶ τῆς ὀσφρητικῆς δυνάμεως ἔχομεν ὄνομα τοιοῦτον, οἷον ἐπὶ μὲν τῆς ὀπτικῆς ἀμβλυωπίας τε καὶ τυφλότητας καὶ παροράσεις τινάς· ἐπὶ δὲ τῆς ἀκουστικῆς, βαρυηκοΐας τε καὶ κωφότητας, ἔτι τε παρακούσεις, ἢ παρακοὰς, ἢ παρακούσματα, διαφέρει γὰρ οὐδὲν εἴς γε τὰ παρόντα χρῆσθαι τοῖς ὀνόμασιν ὅπως ἂν θέλῃ τις. τὸ μέν τοι τῆς αἱμωδίας ὄνομά τε καὶ σύμπτωμα τῆς ἁπτικῆς δυνάμεως ἐξαίρετον ὑπάρχει. ἀλλὰ τοῦτο μὲν ἐν τῷ στόματί τε καὶ κατὰ τοὺς ὀδόντας μάλιστα συμπίπτειν εἴωθεν ἐπ’ ὀξέσι τε καὶ στρυφνοῖς ἐδέσμασιν· ἡ νάρκη δὲ καὶ καθ’ ὅλον τὸ σῶμα καὶ μάλιστα κατὰ

109
τὰ κῶλα, σύνθετος ἐκ δυσαισθησίας τε καὶ δυσκινησίας ὑπάρχουσα, φαίνεται προφανῶς μὲν ἐπὶ ψύξεσι καὶ θλίψεσι νευρωδῶν σωμάτων γιγνομένη, καὶ πρὸς τούτοις ἔτι τῆς νάρκης τοῦ θαλαττίου ζώου ψαυσάντων· αὐτομάτως δ’ εἰ συμβαίη μηδενὸς αἰτίου τοιούτου προσγινομένου, βίος ἀργὸς καὶ πλῆθος ἐδεσμάτων ἤτοι παχέων ἢ γλίσχρων, ἤ τις ἐποχὴ συνήθων ἐκκρίσεων προηγεῖται ἐξ ἀνάγκης. τὸ μὲν οὖν συνέχον αἴτιον ἢ συνεκτικὸν ἢ προσεχὲς ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τοιαύτη τίς ἐστιν ἐν τῷ νεύρῳ ἡ διάθεσις, ὡς ἐμποδίζεσθαι τὴν ἀπὸ τῆς ἀρχῆς ἐπιπεμπομένην αὐτῷ δύναμιν. ἐμποδίζεται δὲ, εἰ μὲν ἔχοι τινὰ πόρον τὸ νεῦρον, ὥσπερ ἐναργῶς ὁρᾶται τὰ ἐπὶ τοὺς ὀφθαλμοὺς ἔχοντα δι’ ἔμφραξιν ἢ θλίψιν· εἰ δ’ οὐκ ἔχει, διὰ πίλησιν ἢ ψύξιν ἢ θλίψιν. ὅτι μὲν οὖν, εἴπερ ἔχει τινὰ πόρον οἷον ὁδὸν ἀπὸ τῆς ἀρχῆς διὰ τοῦ νεύρου τεταμένην ἡ ψυχικὴ δύναμις, ἐμφραχθείσης ταύτης ἐμποδισθήσεται, πρόδηλον παντί· καὶ μὲν δὴ καὶ ὡς θλιβέντος ἔξωθεν τοῦ νεύρου στενοχωρία τις ἕπεται κατὰ 
110
τὸν πόρον, οὐδὲ τοῦτο ἄδηλον· ὅτι δὲ καὶ εἰ μηδεὶς εἴη πόρος, ἀλλ’ ὥσπερ δι’ ὕδατος ἢ ἀέρος αἱ ἀκτῖνες τοῦ ἡλίου διεξέρχονται, τὸν αὐτὸν τρόπον ἡ ἀπὸ τῆς ἀρχῆς δύναμις αὐτὸ τὸ σῶμα τῶν νεύρων εἰ διέρχοιτο, παρεμποδισθήσεται κατὰ τὴν δίοδον ἐπὶ τὸ παχυμερέστερον ἀλλοιωθέντων αὐτῶν, οὐδὲ τοῦτο δοκεῖ μοι δεῖσθαι μακρῶν πίστεων ἀναμνησθέντι τῶν περί τε τὸ ὕδωρ καὶ τὸν ἀέρα συμβαινόντων. ὁμίχλη μὲν γὰρ καὶ καπνὸς καὶ νέφος ἐν ἀέρι συνιστάμενα, βόρβορος δὲ καὶ ἰλὺς ἐν ὕδατι, παραποδίζουσί τε καὶ κωλύουσιν εἰλικρινῆ φέρεσθαι πρόσω τὴν ἡλιακὴν αὐγήν· οὕτως οὖν καὶ τὸ νεῦρον εἰ παχυμερέστερόν τε καὶ σκληρότερον ἑαυτοῦ γίγνοιτο, παραβλάψει τι τὴν φορὰν αὐτῆς τῆς δυνάμεως. ἔσται δὲ δή που παχυμερὲς, ἤτοι γλίσχροις τε καὶ παχέσι τρεφόμενον χυμοῖς, ἢ ψύξει βιαίᾳ πιληθέν. εἰ δὲ δὴ καὶ θλίβοιτο πρός τινος ἔξωθεν ὁμιλοῦντος αὐτῷ σκληροῦ σώματος, οὐδ’ οὕτως ἀκώλυτον παρέξει τὴν φορὰν τῇ δυνάμει. ταῦτ’ ἄρα καὶ ὅσα βρόχοις ἢ χερσὶ διαλαμβάνεται νεῦρα, καὶ ὅσα πρός τινος ἔξωθεν ἤτοι φλεγμαίνοντος ἢ σκιῤῥουμένου θλίβεται,
111
καὶ ὅσα διακινηθέντων ὀστῶν ἐν ἐξαρθρήμασιν ἢ κατάγμασι στενοχωρεῖται, ναρκώδη μὲν τὸ πρῶτον, ὕστερον δὲ παντάπασιν ἀναίσθητά τε καὶ ἀκίνητα γίγνεται. καὶ καλεῖται μὲν ἡ τοιαύτη κάκωσις αὐτῶν παράλυσις· ἐν ταὐτῷ δὲ γένει οὖσα τῇ νάρκῃ, τῷ μεγέθει διαλλάττει. καὶ εἰ κατὰ πάντα συμβαίη τὰ νεῦρα, παραχρῆμα μὲν ἀναίσθητόν τε καὶ ἀκίνητον ἐργάζεται τὸ σύμπαν σῶμα, θάνατον δὲ ὀξὺν ἐπιφέρει στερήσει τῆς ἀναπνοῆς. εἰ μὲν οὖν ἡ ἀρχὴ τοῦ νωτιαίου βλαβείη, τοῖς κατὰ τὴν κεφαλὴν μορίοις αἰσθάνονταί τε καὶ κινοῦνται μόνοις, ἄχρι περ ἂν ζῶσιν· εἰ δὲ καὶ κατὰ τὸν ἐγκέφαλον ἡ βλάβη συμπέσοι, πάντων παραχρῆμα τῶν μορίων ἀκρατεῖς καὶ ἀναίσθητοι γίγνονται· ζῶσι δὲ ἑκάτεροι τοσοῦτον χρόνον, ὅσον ἂν ἔζησαν οἱ ἀγχόνῃ συσχεθέντες. ὅσοις δὲ κατωτέρω τῆς ἐκφύσεως τῶν διαστελλόντων τὸν θώρακα νεύρων ἔπαθεν ὁ νωτιαῖος, ἤτοι σπονδύλου τινὸς ἐκστάντος ἢ καὶ ἄλλως, ἐπὶ μὲν ταῖς μεγάλαις διαθέσεσιν ἀναίσθητοί τε καὶ ἀκίνητοι τὰ κάτω πάντα παραχρῆμα γίγνονται, ναρκώδεις δὲ ἐπὶ ταῖς σμικροτέραις· οὐ μὴν ἀποθνήσκουσιν οὗτοι, διὰ τὸ φυλάττεσθαι τὴν ἀναπνοὴν
112
αὐτοῖς. ἡ μέντοι τῶν χειρῶν αἴσθησις, οἷς μὲν ὁ νωτιαῖος ἔπαθε κατὰ τὸν πέμπτον σπόνδυλον, ἀπόλλυται πᾶσα μετὰ τῆς κινήσεως· οἷς δὲ κατὰ τὸν ἕκτον, οὐ πᾶσα· τὰ γὰρ πρῶτα μέρη τοῦ βραχίονος ἀπαθῆ διαφυλάττεται· πολὺ δὲ δὴ μᾶλλον, εἰ κατὰ τὸν ἕβδομον σπόνδυλον ὁ νωτιαῖος πάθοι· εἰ δὲ κατὰ ὄγδοον, ὀλίγιστον· εἰ δὲ ὁ μετ’ αὐτὸν, οὐδὲ ὅλως ἔτι πάσχουσιν αἱ χεῖρες οὐδέν. ἀπόλλυται μέν τοι ἡ φωνὴ πᾶσιν, οἷς ἂν ὁ ἐν τραχήλῳ πάθοι νωτιαῖος· οὐ μὴν ἐπί γε τοῖς τοῦ νώτου σπονδύλοις ἅπασιν, ἀλλ’ ὁπόσον τι καθ’ ἕκαστον ἐν τοῖς περὶ φωνῆς διώρισται. νυνὶ γάρ μοι δοκῶ καὶ πλείω τοῦ δέοντος εἰρηκέναι. οὐ γὰρ ἐπελθεῖν ἅπαντα τὰ κατὰ μέρος ἐν τῷδε τῷ γράμματι συμπτώματα προὐθέμην, ἀλλ’ εἰς τὰς γενικωτέρας αἰτίας ἀναγαγεῖν. κοινῇ τοίνυν εἰρήσθω μοι κατὰ πάσης βλάβης αἰσθήσεως, ὡς ὑφ’ ὧν ἕκαστα χορηγεῖται νεύρων ἐῤῥωμένων, ὑπὸ τούτων βλάπτονται παθόντων. εἰ δέ τις ἑκάστου νεύρου τὴν δύναμιν ἐπίστασθαι ποθεῖ, τῶν μὲν εἰς ἀναπνοὴν συντελούντων
113
ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων διώρισται· τῶν δὲ εἰς τὰς φωνὰς, ἐν τῇ περὶ φωνῆς πραγματείᾳ λέλεκται. ταῦτα μὲν οὖν ἠκρίβωται πρὸς ἡμῶν ἑτέρωθι. τὰ δὲ τοῖς κατὰ τράχηλόν τε καὶ κεφαλὴν ἐπιγάστριόν τε καὶ χεῖρας καὶ σκέλη χορηγοῦντα νεῦρα καὶ ἄλλοι τινὲς ἔμπροσθεν οὐ φαύλως ἔγραψαν ἡμεῖς τε ἐγράψαμεν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν. ὁ μὲν οὖν ἐνεστηκὼς λόγος περὶ τῶν κατὰ τὰς αἰσθήσεις συμπτωμάτων ἦν. ἐπεὶ δὲ ὅσα μόρια καθ’ ὁρμὴν κινεῖται διὰ νεύρου τινὸς, εὐθὺς ταῦτα καὶ τὴν αἴσθησιν ἔχει δι’ αὐτοῦ, διττὴν ἀναγκαῖον αὐτοῖς γενέσθαι βλάβην ἐπὶ τῷ τοῦ νεύρου νοσήματι, τὴν μὲν ἑτέραν τῆς αἰσθήσεως, τὴν δὲ ἑτέραν τῆς κινήσεως. πῶς οὖν ἔνια μὲν μόρια παραλελύσθαι δοκεῖ τῆς κινήσεως τῶν καθ’ ὁρμὴν ἐνεργειῶν, αἰσθάνεσθαι δέ; καὶ πῶς πάλιν ἕτερα κινεῖσθαι μὲν, οὐκ αἰσθάνεσθαι δέ; κατὰ μὲν δὴ τὴν γλῶτταν καὶ τοὺς ὀφθαλμοὺς οὐδὲν ἄπορον, ἐπειδὴ διττὰ νεύρων γένη τούτοις ἐστί· ἐν οἷς δὲ μέλεσι τὰ σκληρὰ μόνον ἐστὶ, διοριστέον ὡδὶ τὸν λόγον. εἰ μὲν ἀφῃρημένου
114
τοῦ δέρματος ὁ ὑποκείμενος μῦς γυμνὸς ὢν ἀκίνητος μὲν φαίνεται, ψαυόντων δὲ αἰσθάνοιτο, μικρὰν ἡγητέον αὐτῷ συμπεπτωκέναι τὴν βλάβην, ὡς μέρος τοσοῦτον δυνάμεως δέχεσθαι ψυχικῆς, ὅσον αἰσθάνεσθαι μὲν ἱκανόν ἐστιν, κινῆσαι δὲ τὸν μῦν οὐχ ἱκανόν. ἐν γὰρ τῷ πάσχειν μᾶλλον ἤπερ ἐν τῷ ποιεῖν ἐστιν ἡ τῆς ἁφῆς αἴσθησις, ὥστ’ ἐγχωρεῖ καὶ δι’ ὀλίγης αὐτὴν ἐπιτελεῖσθαι δυνάμεως· ἡ δὲ τῶν μυῶν κίνησις ἐν τῷ ποιεῖν, οὐκ ἐν τῷ πάσχειν, ἔχουσα τὴν ἐνέργειαν (ὅλον γὰρ ὑπὸ ταύτης μεταφέρεται τὸ σῶμα) πολλῆς δεῖται δυνάμεως ψυχικῆς. ἔμπαλιν δὲ οὐκ ἂν εὕροις ποτὲ γεγενημένον ὡς κινεῖσθαι μὲν, ἀναίσθητον δὲ εἶναι τὸν γυμνὸν μῦν. εἰ δὲ τὸ μὲν περικείμενον αὐτῷ δέρμα τὴν αἴσθησιν ἀπολέσειεν, ὁ δὲ μῦς κινοῖτο, θαυμαστὸν οὐδέν· ὥσπερ οὐδὲ εἰ δυοῖν μυοῖν ὁ μὲν εἴη κινούμενος, ὁ δὲ ἀκίνητος· ἢ ὁ μὲν αἰσθανόμενος, ὁ δὲ ἀναίσθητος. ὥσπερ γὰρ ἐπ’ ἐκείνων ἐγχωρεῖ τοῦ μὲν ἑτέρου βεβλάφθαι τὸ νεῦρον, ἀβλαβὲς δὲ εἶναι θατέρου, κατὰ τὸν αὐτὸν τρόπον ἐνδέχεται τὸ μὲν εἰς τὸ δέρμα διασπειρόμενον βεβλάφθαι, τὸ δὲ εἰς τὸν μῦν μὴ βεβλάφθαι· οὕτω δὲ καὶ τοὐναντίον 
115
ἀβλαβὲς μὲν εἶναι τὸ τοῦ δέρματος νεῦρον, οὐκ ἀβλαβὲς δὲ τὸ τοῦ μυός. περὶ μὲν οὖν τῶν προτεθέντων συμπτωμάτων ἱκανὰ καὶ ταῦτα.

Ἥδεσθαι δὲ καὶ ἀλγεῖν ἁπάσαις μὲν ἐγγίγνεται ταῖς αἰσθήσεσιν, οὐχ ὁμοίως δὲ ἐναργῶς, ἀλλ’ ἐν μὲν τῇ τῆς ὄψεως ἥκιστα, μάλιστα δὲ ἐν τῇ τῆς ἁφῆς τε καὶ γεύσεως· ἐφεξῆς δὲ τούτων ἐν ὀσφρήσει· καὶ μετὰ ταύτας ἐν ἀκοῇ. τίς οὖν ἥ τε κοινὴ πάντων αἰτία καὶ τίς ἡ καθ’ ἕκαστον ἰδία; κοινὴ μὲν, ἥνπερ καὶ Πλάτων ἐν Τιμαίῳ φησὶ γράφων οὕτως· τὸ μὲν παρὰ φύσιν καὶ βιαίως γιγνόμενον ἀθρόως ἐν ἡμῖν πάθος, ἀλγεινόν· τὸ δὲ εἰς φύσιν ἀπιὸν αὖ πάλιν ἀθρόον, ἡδύ· τὸ δὲ ἠρέμα καὶ κατὰ μικρὸν, ἀναίσθητον. οὕτω μὲν ὁ Πλάτων· ὁ δὲ Ἱπποκράτης ἔτι παλαιότερος ὢν, τοῖς τὴν φύσιν, ἔφη, διαλλαττομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται. τὸ μὲν γὰρ διαφθειρομένοισι τάχος τε ἅμα καὶ μέγεθος ἐνδείκνυται τῆς μεταβολῆς. εἰσὶ δὲ καὶ κατὰ τὴν ἁφὴν αἱ μεγάλαι μεταλλαγαὶ τῆς φύσεως ὑπὸ ψυχροῦ καὶ θερμοῦ βιαίας προσβολῆς,

116
ὅσα τε θλᾷν, ἢ τέμνειν, ἢ διατείνειν, ἢ διαβιβρώσκειν πέφυκε. τὸ γὰρ ὑγρὸν ἢ ξηρὸν ἄνευ τοῦ θερμαίνειν ἢ ψύχειν ἀβίαστον ἔχει τὴν ὁμιλίαν, ὡς ἔνεστί σοι μαθεῖν ἀναλεξαμένῳ τὴν περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν, ἔνθα καὶ τὸ ψυχρὸν ἐδείχθη καθ’ ἕτερον μὲν τρόπον ἧδον ἢ τὸ θερμὸν, ἀλλὰ καὶ αὐτὸ τῷ διασπᾷν τὴν οὐσίαν ὀδυνηρὸν γίγνεσθαι. φαίνεται δὲ καὶ τὰ θλῶντα καὶ τὰ τείνοντα κίνδυνον τοῦ ῥαγῆναι φέροντα τοῖς σώμασιν ἀλγημάτων αἴτια γίγνεσθαι, καθάπερ γε καὶ τὰ νύττοντα καὶ τὰ τέμνοντα. οὐ γὰρ δὴ μετὰ τὸ τμηθῆναί τε καὶ ῥαγῆναι τὴν ὀδύνην ἐπιφέρει, ἀλλ’ ἐν τῷ γίγνεσθαι τὰ τοιαῦτα πάντα πόνων αἴτια καθίσταται, πλὴν εἰ μὴ κατά τι συμβεβηκὸς ἀκολουθήσειε τοῖς οὕτω παθοῦσιν ὀδύνη, ποτὲ μὲν ὑγρῶν δριμέων δακνόντων τὸ ἡλκωμένον σῶμα, ποτὲ δὲ φλεγμονῆς ἐπιγενομένης, ἥ τις καὶ αὐτὴ διαπαντὸς μὲν τῷ διατείνειν ὀδυνᾷ, πολλάκις δὲ καὶ διὰ τὴν θερμασίαν ἢ διὰ τὴν τῶν ὑγρῶν δριμύτητα. διασπᾶται δὲ καὶ τὸ τῆς γεύσεως ὄργανον, ᾗ μὲν τῆς ἁφῆς μετέσχηκεν, ὑπὸ τῶν εἰρημένων, ᾗ δὲ καὶ τῆς γεύσεώς ἐστιν ἴδιον,
117
ὑπό τε τῶν ὀξέων καὶ πικρῶν καὶ στρυφνῶν καὶ δριμέων, ὅτι καὶ τούτων ἕκαστον, ὡς ἀποδέδεικται, διαιρεῖ τὸ συνεχές. ἀνιαροὶ δέ εἰσι καὶ κατὰ τὴν ὄσφρησιν οἱ τῶν εἰρημένων χυμῶν ἀποῤῥέοντες ἀτμοὶ, διότι καὶ οὗτοι διασπῶσι τὸ συνεχές. ἐν ἀκοῇ δὲ ἥ τε τραχεῖα καὶ ἡ μεγίστη καὶ ἡ ταχίστη φωνὴ, ὧν καὶ συνελθουσῶν εἰς ταὐτὸν ἐν ταῖς φοβερωτάταις βρονταῖς, ἀνάπηροι παντάπασιν ἔνιοι τὴν ἀκουστικὴν αἴσθησιν ἐγένοντο τῷ διασπασθῆναι τῇ βίᾳ τοῦ ψόφου τὸ ὄργανον αὐτῆς. καὶ μέντοι γε καὶ τὴν ὄψιν αἱ λαμπρόταται τῶν αὐγῶν ἀνιῶσί τε ἅμα καὶ διαφθείρουσι τῷ διακρίνειν ἐπὶ πλεῖστον. ἔστι δὲ δήπου καὶ τὸ διακρίνειν ἐκ τοῦ τῶν διαιρούντων γένους, καὶ φαίνεται κοινὸν ἐν ἁπάσαις ταῖς αἰσθήσεσι τὸ ἀνιαρὸν πάθος, ἐκ διακρίσεώς τε καὶ διαιρέσεως τοῦ συνεχοῦς καὶ ἡνωμένου σώματος ἀποτελούμενον, ἐπειδὰν ἀθρόως συμπίπτῃ. καλῶ δὲ ἀθρόως τὸ κατὰ τὰ μεγάλα ἅμα καὶ ταχέως. τοῦτο δὲ δήπου καὶ ὁ Πλάτων ἐβούλετο, σύνθετον ἐκ βιαίου τε ἅμα καὶ ἀθρόου παθήματος ἐγγινομένου τοῖς αἰσθητικοῖς σώμασι τὴν ἀνιαρὰν αἴσθησιν ἀποτελεῖσθαι φάσκων. οὐδὲν γὰρ διοίσει λέγειν ἀνιαρὰν ἢ
118
λυπηρὰν ἢ ἀλγεινὴν ἢ ὀδυνηρὰν ἢ ἐπίπονον αἴσθησιν· ὥσπερ οὐδὲ αὐτὸ τὸ πάθος, ἀνίαν ἢ λύπην ἢ ὀδύνην ἢ πόνον ἢ ἀλγηδόνα. δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων ὁμοτίμως χρώμενος ἐπὶ ταὐτοῦ πράγματος ἅπασι τοῖς εἰρημένοις ὀνόμασιν ἔν τε Τιμαίῳ καὶ Φιλήβῳ καὶ καθ’ ὅ τι ἂν ἕτερον αὐτῷ σύγγραμμα περὶ τῶν αὐτῶν ὁ λόγος ἦν. ὅτι δὲ καὶ ἡ Ἱπποκράτους δόξα τῆς αὐτῆς ἔχεται διανοίας ἔν τε τοῖς ὀνόμασι καὶ τοῖς πράγμασιν, εὔδηλον ἔκ τε τῶν ἔμπροσθεν ὀλίγον εἰρημένων καὶ τῶν ἐν ἅπασι τοῖς βιβλίοις αὐτοῦ γεγραμμένων. οὕτω μὲν δὴ πᾶν πάθος λυπηρὸν ἐν ἁπάσαις γίγνεται ταῖς αἰσθήσεσι· τὸ δ’ ἐναντίον αὐτῷ τὸ ἡδὺ διὰ τὴν ἐναντίαν αἰτίαν. τοῦ γὰρ κινδυνεύοντος διασπασθῆναι ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος ἀθρόα τὴν ἡδονὴν ἀπεργάζεται. διὰ τοῦτο τοῖς ὀφθαλμοῖς ἥδιστον θέαμα τὸ κυανοῦν, ὥσπερ ὀδυνηρότατον τό τε λαμπρὸν ἅμα καὶ λευκὸν, οἷον ὁ ἥλιος. ἐφεξῆς δὲ τούτων ἐν μὲν τοῖς λυποῦσι τὸ λευκὸν, ἐν δὲ τοῖς ἥδουσι τὸ φαιόν. τὸ μὲν γὰρ τῷ διακρίνειν τε ἅμα καὶ
119
διαλύειν τὴν οὐσίαν αὐτῆς, τὸ δὲ τῷ ἀβιάστως συνάγειν. οὐ γὰρ δή που τὸ συνάγειν γε μόνον ἱκανὸν καὶ αὔταρκες· οὕτω γὰρ ἂν ἦν που καὶ τὸ μέλαν ἡδὺ, νῦν δ’ οὐκ ἔστιν· ἐναντίον γὰρ ὑπάρχον τῇ τῆς ὄψεως οὐσίᾳ συνάγει βιαιότερον αὐτὴν, ἢ ὡς εἰς τὴν φύσιν ἐπανάγειν. ἧττον δέ ἐστι τὸ μελάντατον τοῦ λαμπροτάτου ἀνιαρὸν, οὐχ ὅτι τὸ ἐναντίον ἧττον λυπεῖ τῆς κατὰ τὸ συγγενὲς ἀμετρίας, (κατὰ τοῦτο μὲν γὰρ μᾶλλον ἀνιαρὸν ἦν τοῦ λαμπροτάτου τὸ μέλαν) ἀλλ’ ὅτι τὸ μὲν τῆς ὄψεως ὄργανον αὐγοειδὲς, αὐγὴ δὲ πᾶσα λεπτομερὴς οὐσία· τὸ δὲ μέλαν ἀεὶ παχυμερές· ἀεὶ δ’ ἐν τῇ φύσει δραστικώτερόν ἐστι τὸ λεπτομερὲς· ἀεὶ δ’ ἐν τῇ φύσει δραστικώτερόν ἐστι τὸ λεπτομερὲς τοῦ παχυμεροῦς. ὅταν μὲν οὖν εἰς ταὐτὸν ἀλλήλοις ἥκῃ τὸ λεπτομερὲς καὶ παχυμερὲς, ἧττον εἰς τὸ λεπτομερὲς ἐνεργεῖ τὸ παχυμερὲς, εἴπερ μᾶλλον πάσχειν ὑπ’ ἐκείνου πέφυκεν. οὕτως οὖν καὶ ὁ ἥλιος ἀνιᾷ τὴν ὄψιν, ὅτι λεπτομερέστερος ὤν ἑτοίμως αὐτὴν διακρίνει. τῇ μὲν οὖν οἰκειότητι τῆς οὐσίας ἧττόν ἐστι τῶν ἐναντίων ἀνιαρὸς, τῷ δὲ ἰσχυρῷ τῆς ἐνεργείας βιαιότερος ὑπάρχων, τούτῳ καὶ τὸ τάχος ἴσχει τῆς εἰς τὴν ὄψιν βλάβης. 
120
ὃ γὰρ ἐν ἐλαχίστῳ χρόνῳ πρὸς τῆς ἡλιακῆς αὐγῆς ἡ ὄψις ἡμᾶν πάσχει, τοῦτο ἐν παμπόλλῳ, μηδ’ ὅλως αὐγὴν θεασαμένη μηδεμίαν, ἀλλ’ ἐν βαθεῖ σκότῳ διαιτηθεῖσα· καὶ γὰρ καὶ αὕτη πρὸς τὸ φῶς ἀναχθεῖσα βλέπειν οὐ δύναται, τῷ κατεσβέσθαι τρόπον τινὰ καὶ πεπαχύνθαι καὶ σκοτώδης γεγονέναι. ἥδιστόν γε οὖν εἰκότως ἐστὶ καὶ ὠφελιμώτατον ὄψει τὸ κυανοῦν χρῶμα, πλὴν τῆς ὑφ’ ἡλίου διαπεφορημένης. ἐκείνῃ μὲν γὰρ, ὡς ἂν ἤδη νοσούσῃ, τὸ ἐναντίον ἴαμα· τῇ δὲ ὑγιαινούσῃ μὲν, κεκμηκυίᾳ δὲ, τὸ κυανοῦν ἢ τὸ φαιὸν ὑγιεινότατον θέαμα, μήτε διακρῖνον αὐτὸν ὡς τὸ λευκόν τε καὶ λαμπρὸν, ἀλλὰ μήτε συνάγον καὶ σβεννύον, ὡς τὸ μέλαν. τὸ μὲν οὖν φαιὸν ἐκ λευκοῦ τε ἅμα καὶ μέλανος κραθέντων γίγνεται· τὸ κυανοῦν δὲ, λευκοῦ καὶ λαμπροῦ συνελθόντων, καὶ εἰς μέλαν κατακορὲς ἐμπεσόντων. οὕτω γὰρ ἡμᾶς καὶ ὁ Πλάτων ὑπὲρ ἀμφοῖν ἐδίδαξεν. ὥστ’ ἐκ τῶν ἐναντίων τε καὶ ἄκρων κραθέντων ἔμμεσά τε καὶ σύμμετρα γίγνεται ταυτὶ τὰ χρώματα, τήν θ’ ὑπερβολὴν ἑκατέραν ἐκφυγόντα, καθ’ ἣν ἡ ὄψις ἐβλάπτετο, καὶ τοὺς μετρίους αὐτῆς ἐπανορθούμενα
121
καμάτους, ὥσπερ τὰς ἐπὶ τῇ διακρίσει νόσους τὸ μέλαν. τὸ δ’ ἐναργὲς τῆς ἡδονῆς τῆς ἀπ’ αὐτῶν οὐχ ὅμοιόν ἐστι τῇ κατὰ τὰς ἄλλας αἰσθήσεις, ὅτι μηδὲ τὸ τῆς ὀδύνης ἶσον ὑπῆρχεν. ἡ γὰρ λεπτομέρεια τῆς ὄψεως οὔτ’ ἐν τῷ διακρίνεσθαι βίαιόν τι πάσχει, διὰ τὴν οἰκειότητα τῆς οὐσίας (ἐφ’ ὃ γὰρ ἄγεται, φθάνουσα σπεύδει καὶ καθ’ ἑαυτὴν) οὔτ’ ἐν τῷ συγκρίνεσθαι, διὰ τὴν ἀσθένειαν τῆς μεταβολῆς. ἐδείχθη γὰρ ἀσθενῶς συναγόμενον ὑπὸ τοῦ παχυμεροῦς τὸ λεπτομερές. οὕτω μὲν ἔχει τὰ κατὰ τὴν ὄψιν ἡδονῆς τε καὶ λύπης. ἐπὶ δὲ τῆς ἀκοῆς ἡδίστη μὲν ἡ λειοτάτη καὶ ἡ βραδυτάτη φωνὴ, διότι καὶ ἡ τραχυτάτη καὶ ταχίστη λυπηροτάτη. ἀλλὰ ταῦτα μὲν ὑγιαινούσης ἀκριβῶς τῆς αἰσθήσεως ἡδέα τε καὶ λυπηρά· κεκμηκυίας δὲ, πρὸς τῇ λείᾳ τε καὶ βραδείᾳ, καὶ ἡ σμικρὰ προσφιλής· νοσούσης δὲ, ἡ λειοτάτη τε ἅμα καὶ βραδυτάτη καὶ σμικροτάτη, καὶ ταύτης ἔτι μᾶλλον ἡ εὔρυθμος. ἡ γὰρ παντελὴς ἡσυχία ἀνάλογον ἔχει τι τοῦτο τῷ σκότει τῷ κατὰ τὴν ὄψιν, ὅθεν καὶ ζήτησιν ἔσχεν, εἴτ’ ἐναντίον τῷ φωτὶ τὸ σκότος ἐστὶν, εἴτε στέρησις· ὥσπερ
122
φωνῆς μὲν ἡσυχία, κινήσεως δὲ ἠρεμία. τὸ δὲ τῆς ἡδονῆς ἐναργέστερον ἐνταῦθα, διότι καὶ τὸ τῆς οὐσίας παχυμερέστερον. ἔτι δὲ ἐναργέστερον ἐν τῇ τῆς ὀσφρήσεως αἰσθήσει τὸ τερπνὸν, ὅτι καὶ ἡ οὐσία παχυμερεστέρα. εἰς ὅσον γὰρ ἀὴρ αὐγῆς παχύτερος, εἰς τοσοῦτον ἀέρος ἀτμός. ἔστι δὲ αὐγῆς μὲν, ἡ τῆς ὅψεως αἴσθησις· ἀέρος δὲ, ἡ τῆς ἀκοῆς· ἀτμοῦ δὲ, ἡ τῆς ὀσφρήσεως· ὥσπέρ γε καὶ ἡ μὲν τῆς γεύσεως, ὑγρᾶς φύσεως· ἡ δὲ ἁφῆς, στερεοῦ σώματος. ἐπεὶ δὲ ὁμογενής ἐστιν ἡ τῆς ὀσφρήσεως αἴσθησις τῇ τῆς γεύσεως, ἑνὶ μόνῳ διαφέρουσα τῷ λεπτομερεστέρῳ τῆς οὐσίας, (ὁ γὰρ ἀτμὸς ὑγρόν ἐστι λελεπτυσμένον) ὑπὲρ ἀμφοῖν ἅμα ῥηθήσεται, τὴν ἀρχὴν ἀπὸ τῆς γεύσεως ποιησαμένοις, ἕνεκα σαφηνείας. ἥδιστοι τοίνυν εἰσὶ ταύτῃ χυμοὶ, κατὰ φύσιν μὲν ἐχούσῃ πάντες οἱ γλυκεῖς καὶ λιπαροὶ, οὗτοι γὰρ πάντες ἐδείχθησαν οἰκειότατοι τῇ τοῦ σώματος οὐσίᾳ· κεκακωμένῃ δ’ ἔναγχος ὑπό τινος τῶν ἀνιώντων αὐτὴν, οἱ λιπαροί· μάλιστα γὰρ οὗτοι τὸ τετραχυσμένον ἐκλεαίνουσι· νοσούσῃ δὲ, οἱ ἐναντίοι τοῖς νοσάζουσι, τοῖς μὲν παχέσιν οἱ λεπτύνοντες, τοῖς δὲ λεπτοῖς οἱ παχύνοντες, τοῖς δὲ γλίσχροις οἱ τέμνοντες, τοῖς δὲ τραχύνουσιν
123
οἱ ἐκλεαίνοντες, οὕτω δὲ καὶ τοῖς μὲν θερμοῖς οἱ ψυχροὶ, τοῖς δὲ ψυχροῖς οἱ θερμοὶ, καὶ τοῖς μὲν ξηροῖς οἱ ὑγροὶ, τοῖς δὲ ὑγροῖς οἱ ξηροί. εἴρηται δὲ περὶ τῆς φύσεως αὐτῶν ἐν τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, καὶ χρὴ μὲν μὴ παρέργως ἀναλέγεσθαι τὸν λόγον ἐκεῖθεν εἴς τε διάγνωσιν καὶ εῖς θεραπείαν ὄντα ὠφέλιμον. ἡ μὲν γὰρ κοιλία τοῖς τε σπλάγχνοις ὑπηρετεῖ καὶ ταῖς φλεψὶν, ὥστε οἵων ἂν ἐκεῖνα δέηται χυμῶν, τοιούτων ὀρέγεσθαι· ταύτης δ’ αὖ γνώμων ἡ γλῶττα προβέβληται, τούτοις μάλιστα χαίρουσα τῶν χυμῶν, ὧν ἂν ἡ κοιλία δέηται. τῆς κοινωνίας δὲ ὁ περιαλείφων αὐτὴν χιτὼν μάλιστα αἴτιος. ἥδεται μὲν οὖν ἡ γλῶττα κατὰ διαφέροντας καιροὺς, ἄλλοις ἄλλοτε τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων χυμῶν· ἥδεται οὖν ἐνίοτε καὶ τῶν ἐν αὐτῇ γλυκέων αἰσθανομένη, (φλέγματος δέ ἐστιν εἶδος ὁ γλυκὺς οὗτος χυμὸς) ὥσθ’ ὁσάκις γε ἀπὸ τῶν φλεβῶν ἐγχυθέντος αἵματος αἴσθησιν ὡς γλυκέος ἔλαβεν ἡ γλῶττα, τοῖς ἔξωθεν αὐτῇ προσπίπτουσιν ἀνάλογον ἔπαθεν. ἐπὶ μέντοι τῆς ὀσφρητικῆς δυνάμεως, ἡ μὲν τῶν ἔξωθεν ἡδέων τε καὶ
124
ἀνιαρῶν αἴσθησις ἀνάλογον ἔχει τῇ γευστικῇ· τῶν δὲ κατ’ αὐτὴν ἀτμῶν ἀηδῶν μὲν ὄντων, ὡς εἴρηται πρόσθεν, αἰσθάνεταί ποτε· γλυκέων δὲ ἢ ὅλως ἡδέων οὐκ αἰσθάνεται, καθάπερ οὐδὲ ἡ ὄψις, οὐδὲ ἡ ἀκοή. τῷ γὰρ εἶναι λεπτομεροῦς οὐσίας αἰσθήσεις οὐ πάσχουσι πάθος οὐδὲν ἰσχυρὸν ἐν αὐταῖς. ἡ δὲ ἀφὴ καὶ ἡ γεῦσις, σφοδρὸν μὲν οὐδὲν οὐδὲ αὗται· πάσχουσι δ’ ἐνίοτε καὶ τοιοῦτόν τι πάθος ἀμυδρὸν, ἡ μέντοι γλῶττα πρὸς γλυκέος, ὡς εἴρηται, φλέγματος, ὅνπερ ὁ Πραξαγόρας τε καὶ Φιλότιμος ἰδιώτερον ὀνομάζουσι γλυκὺν χυμόν· ἡ δὲ ἁφὴ τῆς ἐν αὐτῇ κινήσεως αἰσθάνεται πολλάκις, ἐπειδὰν εἰς τὸ κατὰ φύσιν ἐπανέρχηται, τῶν τραχυνόντων γε αὐτὴν ἔνδον ἤτοι πεττομένων ἢ διαπνεομένων ἢ αἰσθητῶς ἐκκρινομένων. καὶ μὴν καὶ οἱ κοπωθέντες, ἐπειδὰν τρίψεσί τε μαλακαῖς ἢ λουτροῖς ἁπαλυνθέντες τὸ σῶμα μετὰ ταῦθ’ ἡσυχάζωσιν, ἐναργῶς αἰσθάνονται τῆς ἡδονῆς. ἔτι δὲ δὴ μᾶλλον ἐν αὐταῖς ταῖς εἰρημέναις κινήσεσιν ἥδονται τοῖς κεκμηκόσι μορίοις εἰς τὸ κατὰ φύσιν ἐπανερχομένοις. οὐ μόνον δὲ ἐν τῷ λούεσθαι καὶ ἀνατρίβεσθαι μαλακῶς ἐλαίῳ 
125
δαψιλεῖ συμβαίνουσιν ἡδοναὶ τοῖς κεκοπωμένοις μέρεσιν, ἀλλὰ κᾀν ταῖς μείζοσιν ὀδύναις ἐπαφὴ μαλακὴ καὶ πραεῖα καὶ λεία φέρει τινὰ παραμυθίαν οὐ σμικράν. ἔξωθεν δὲ ἤδη τὰ τοιαῦτα, καὶ λεκτέον ἑξῆς ὑπὲρ ἁπάντων αὐτῶν. οὐδὲν γὰρ ἔτι δεόμεθα περὶ τῶν ὀσφρητῶν διεξέρχεσθαι, τοῖς γευστικοῖς ἀνάλογον ἐχόντων. ἡδόμεθα τοίνυν ἐν τούτῳ τῷ γένει τῆς αἰσθήσεως, ἁπλῶς μὲν εἰπεῖν, εἰς τὸ κατὰ φύσιν ἐπανερχόμενοι· καὶ γίγνεται τοῦθ’ ἡμῖν ἀεὶ διὰ τῶν ἐναντίων, ἐάν γέ τις, ὡς προσήκει, λαμβάνῃ τὸ ἐναντίον. προσήκει δὲ δήπου τὸ πρώτως τε καὶ καθ’ ἑαυτὸ, καὶ μὴ δι’ ἑτέρου μέσου, τοῦ τέλους αἴτιον, οὐ τὸ προκατάρχον τε καὶ προκαταρκτικὸν ὀνομαζόμενον, ἐν τοῖς τοιούτοις ἅπασι σκοπεῖν, ὅπερ Ἱπποκράτης ἡμᾶς ἐν ἄλλοις τε πολλάκις ἀναμιμνήσκειν ἔοικε κᾀν τῷ φάναι, ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος, νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται· θέρμη δὲ ῥύεται ταῦτα. δόξειε μὲν γὰρ ὅ γέ τις ὑπὲρ τῶν τοιούτων ἀσκεπτότερον ἀποφαινόμενος ὑπὸ τῶν ὁμοίων ἐνίοτε θεραπεύεσθαί τι τῶν
126
παρὰ φύσιν, ὥσπερ καὶ τὸν τέτανον ὑπὸ τῆς ψυχρολουσίας. ἔχει δὲ οὐχ οὕτως τἀληθές· ἀλλ’ ἀεὶ πάντα πρὸς τὸ κατὰ φύσιν ἐπανέρχεται διὰ τῶν ἐναντίων, ὥσπερ καὶ ὁ τέτανος διὰ τῆς κατὰ τὴν θερμασίαν ἐπανακλήσεως. εἰ μὲν οὖν ἀθρόως τοῦτο γίγνοιτο, μεθ’ ἡδονῆς ἡ θεραπεία συντελεῖται· κατὰ μικρὸν δὲ συμβάντος, ἀναίσθητος ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος ἔσται. οὕτω δὲ καὶ ἡ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ὁδὸς, ἡ μὲν ἀθρόως γιγνομένη βίαιός τε καὶ ὀδυνηρὰ πάντως ἐστίν· ἡ δὲ κατὰ μικρὸν, ἀναίσθητος. καὶ διὰ τοῦτο τῆς κατ’ ὀλίγον ἀθροιζομένης ἐν τῷ σώματι διαθέσεως οὐ κατὰ φύσιν, ἀναισθήτου παντάπασιν οὔσης, ἡ εἰς τὰ κατὰ φύσιν ἐπάνοδος, ἐπειδὰν ἀθρόως ἐπιτελῆται, μετ’ αἰσθήσεώς τε ἅμα καὶ ἡδεῖα γίγνεται. καὶ μάλιστα ἐπὶ τῶν οἰκειοτάτων ἡμῖν, οἷά περ ἐστὶν ἐν μὲν τῇ γεύσει τὰ γλυκέα· κατὰ δὲ τὴν ὄσφρησιν, ὅσα τούτοις μὲν ἀνάλογον ἔχει, καλεῖται δὲ εὐώδη. ἴδιον δέ τι πέπονθεν ἐξαίρετον ἡ τῶν γεννητικῶν μορίων αἴσθησις, ὅτι καὶ δύναμιν ἰσχυροτάτην ἔχει, κατὰ μὲν τὸ ἄῤῥεν γένος ἀποκριτικὴν τοῦ σπέρματος,
127
κατὰ δὲ τὸ θῆλυ καὶ ταύτην μὲν ἔν τε τοῖς ὄρχεσι καὶ τοῖς σπερματικοῖς ἀγγείοις, ἀλλὰ καὶ τὴν ἑλκτικὴν ἐν ὅλῃ τῇ μήτρᾳ· συνῆψε γὰρ ἡ φύσις ὑπερέχουσαν ἐπιθυμίαν τε ἅμα καὶ ἡδονὴν τῇ τε προέσει καὶ τῇ συλλήψει τοῦ σπέρματος. ἀλλ’ ἡ μὲν ἀνία, τοῦ περιττοῦ σπέρματος μένοντος ἔσω, ἀθροίζεται κατ’ ὀλίγον ἐν χρόνῳ πλείονι, καὶ διὰ τοῦτο, καὶ τοι μεγάλα λυποῦσα (περὶ ὧν ἑτέρωθι λέξομεν) ἀπολείπεται τῷ μεγέθει τῆς ἡδονῆς, ἣν ἐν τοῖς ἀφροδισίοις ἴσχοι. ἡ δ’ ἀπόκρισις ἡ τοῦ λυποῦντος ἀθρόως γιγνομένη τῷ τάχει τῆς εἰς τὸ κατὰ φύσιν ἐπανόδου καὶ τὸ τῆς ἡδονῆς μέγεθος ἀνάλογον ἔχει.

Ὑπόλοιπον δ’ ἂν εἴη περὶ τῶν κατὰ τὸ στόμα τῆς κοιλίας, ὃ δὴ καὶ καρδίαν ὀνομάζουσι, συμπτωμάτων διελθεῖν. ἔστι μὲν γὰρ ἐκ τοῦ γένους καὶ αὐτὰ τῶν ἁπτικῶν, ἀλλ’ οὐδὲν οὕτω μέρος οὔτ’ ἀκριβῆ τὴν αἴσθησιν ἔχει, οὔτε τὰς ἀρχὰς ἑκατέρας ἑαυτῷ συνδιατίθησιν, ὡς τὸ στόμα τῆς γαστρός. ὀνομάζεται δὲ συνήθως οὐ τοῖς πολλοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἰατροῖς στόμαχος. αἱ γοῦν καλούμεναι

128
στομαχικαὶ συγκοπαὶ τούτου τοῦ μέρους εἰσὶ συμπτώματα, καθάπερ καὶ αἱ καρδιαλγίαι κατὰ τὴν ἑτέραν αὐτοῦ προσηγορίαν ὠνομασμέναι· καὶ δὴ καὶ δυσπνοίας τε καὶ ἀπνοίας, καὶ πνίξεις καὶ ἐπιληψίας καὶ παρακοπὰς καὶ μελαγχολίας ἐπιφέρει. ταῦτα μὲν οὖν ἅπαντα κατὰ συμπάθειαν· ἀνορεξίας δὲ καὶ δυσορεξίας καὶ μοχθηρὰς ὀρέξεις αὐτὸ καθ’ ἑαυτό. καλῶ δὲ ἀνορεξίας μὲν ὅταν μηδὲ ὅλως ὀρέγωνται· δυσορεξίας δὲ, ἐπειδὰν ἀμυδρῶς· αἱ μοχθηραὶ δὲ ὀρέξεις, αἱ μὲν εἰς ἄμετρον ἐκτρέπονται σιτίων ἢ ποτῶν προσφορὰν, αἱ δὲ εἰς ἀλλοκότων ποιοτήτων ἐπιθυμίαν. ῥητέον οὖν ὑπὲρ ἁπάντων ἑξῆς ἀπὸ τῶν οἰκείων αὐτοῦ συμπτωμάτων ἀρξαμένους. ἕπεται δὲ ταῦτα ταῖς κατὰ φύσιν ἐνεργείαις τοῦ μορίου, δι’ ἃς καὶ τῶν ἀπ’ ἐγκεφάλου νεύρων ἐδεήθη μεγίστων, ἐφ’ οἷς δὴ καὶ τὸ περιττὸν τοῦτο εἶδος τῆς αἰσθήσεως ὑπὲρ ἅπαντα κέκτηται. διαφορουμένου γὰρ εἰς τὸ περιέχον ἑκάστου ζώου κατὰ τὸ δέρμα, πρώτως κενοῦσθαι συμβαίνει τοῖς ὑπ’ αὐτῷ μέλεσιν, ὧν ἡ σύμφυτος δύναμις, ὡς ἐν τοῖς τῶν φυσικῶν
129
δυνάμεων ὑπομνήμασιν ἐδείκνυμεν, ἐκ τῶν ὁμιλούντων ἑαυτοῖς ἐπισπᾶται τροφὴν ἀναπληροῦσαν τὸ κενούμενον, εἶτ’ αὖθις ἐκ τῶν ἑαυτοῖς ὁμιλούντων ἐκεῖνα, κᾄπειτα ἐκ τῶν ἑαυτοῖς τὰ τρίτα, καὶ οὕτως ἀεὶ κατὰ τὸ συνεχὲς ὡς ἐν χορῷ τινι ταχείας τῆς μεταλήψεως γιγνομένης, ἐπὶ τὰς καθηκούσας εἰς τὴν γαστέρα φλέβας ἡ κένωσις ἀφικνεῖται. αὗται δέ γε εἰθίκεσάν τε ἅμα καὶ πεφύκεσαν ἐκ τῆς γαστρὸς ἐπισπᾶσθαι τὴν τροφὴν, ἀνάλογον ταῖς ἐπὶ τῶν φυτῶν εἰς τὴν γῆν καθηκούσαις ῥίζαις. ἅπαν γὰρ τοῦτο τὸ ἔργον οὐ ψυχικὸν, ἀλλὰ φυσικὸν ὑπάρχον, ὁμοίως ἐπιτελεῖται κατὰ τε τὰ φυτὰ καὶ τὰ ζῶα. τοῖς μὲν οὖν φυτοῖς ἡ γῆ τῆς γαστρὸς δίκην ὑπηρετεῖ διὰ παντὸς ἑτοίμην τε καὶ ἄφθονον ἐπάρδουσα τὴν τροφὴν, ἄχρι περ ἂν αἱ ἐκ Διὸς ὧραι κατὰ φύσιν ἔχωσιν, ὡς εἴγε ποτε δι’ ὑπερβολὴν αὐχμῶν ἀναξηρανθείη τὸ ὑγρὸν ἐξ αὐτῆς, ἐνδείᾳ τροφῆς αὐαίνεται τὰ φυτά. τοῖς δὲ ζώοις ἅτε μὴ προσπεφυκόσι τῇ γῇ, πλὴν ὀλίγων δή τινων, ἡ φύσις ἐδημιούργησε μὲν καὶ τὴν γαστέρα ταμεῖον τροφῆς, οἷόν περ τὴν γῆν τοῖς φυτοῖς· 
130
ἔδωκε δὲ καὶ τῆς ἐνδείας αἴσθησιν, ἵν’ ἐξορμῶντα τὰ ζῶα πρός τε τὴν ἐδωδήν τε καὶ πόσιν ἑνὶ χρόνῳ πληρῶνται. καὶ καλεῖται μὲν ἡ τῆς τοιαύτης πληρώσεως ἔφεσις ὄρεξις, γίνεται δ’ ἐπ’ αἰσθήσει τῆς ἐνδείας, ὅταν αἱ μὲν φλέβες ἐξ αὐτῆς τι τῆς γαστρὸς ἕλκωσιν οἷον βδάλλουσαί τε καὶ μυζῶσαι, μὴ φέρουσα δὲ τὴν μύζησιν ἡ γαστὴρ, ἀλλ’ οἷον διασπωμένη, τῆς ἀνίας ταύτης ἴαμα τὴν ἐδωδὴν πορίζηται. τρέπονται γὰρ αἱ φλέβες οὕτως ἐπὶ τὰ παρακείμενα σιτία, κᾀξ αὐτῶν ἕλκουσι τὴν τροφὴν, οὐκ ἐκ τῆς γαστρὸς, καὶ συμβαίνει μετὰ τὴν προσφορὰν ἅμα τε τὰς φλέβας ἐπὶ τὰ σιτία τρέπεσθαι καὶ τὴν κοιλίαν εἰς ἑαυτὴν ἕλκειν ἐξ αὐτῶν ὅσον κεκένωται πρότερον ὑπὸ τῶν φλεβῶν. ἡ μὲν οὖν τῆς μυζήσεως αἴσθησίς ἐστιν ἡ πεῖνα· δύο δὲ ἄλλα, τὸ μὲν τοῦ βδάλλειν τὰς φλέβας ἡγεῖται, καὶ καλεῖται καὶ τοῦτο ὄρεξις ὁμωνύμως θατέρῳ, φυσικὸν ἔργον ὑπάρχον, οὐ ψυχικόν· αὐτῆς δὲ τῆς τοιαύτης ὀρέξεως ἡ κένωσις προηγεῖται καὶ γίγνεται πέντε συμπτώματα τὰ σύμπαντα κατὰ στίχον ἐφεξῆς ἀλλήλων τεταγμένα· κένωσις μὲν πρώτη, δευτέρα δὲ ὄρεξις ἡ
131
φυσικὴ τῶν κενωθέντων μορίων, εἶτα ἡ μύζησις τῆς κοιλίας, εἶτα ἡ ταύτης αἴσθησις, εἶτα ἡ ὄρεξις αὐτῆς ἡ ψυχικὴ ἁπασῶν ὑστάτη. καὶ τοίνυν καὶ ἡ ἀπώλεια τῆς ἐνεργείας ταύτης ἢ τῷ τὴν αἴσθησιν ἀπολωλέναι τῆς βδάλσεως, ἢ τῷ μὴ γίνεσθαι τὴν βδάλσιν, ἢ τῷ μὴ κενοῦσθαι τὸ σῶμα συμβαίνει. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ ἀμυδραὶ τῶν ὀρέξεων οὐκ ἐξ ἀπολωλότων ὧν εἴπομεν, ἀλλ’ ἐγγὺς ἀπωλείας ἡκόντων ἕπονται. μοχθηραὶ δὲ ὀρέξεις γίγνονται κατὰ μὲν τὸ ποσὸν ὑπερβάλλουσαι, καὶ καλοῦνται πρός τινων αἱ τοιαῦται κυνώδεις, ὅταν ἤτοι κακοχυμία τις ὀξώδης δάκνῃ τὴν κοιλίαν, ἢ καὶ τὸ σύμπαν σῶμα διαφορούμενον ἀμέτρως ἐν χρείᾳ συνεχεῖ καθίσταται τῆς θρέψεως. ἡ μὲν γὰρ ψυχρὰ κακοχυμία τὴν δῆξιν μὲν ἀνάλογον τῇ μυζήσει παρέχει, τὴν ὄρεξιν δ’ ἐπεγείρει τῇ τοῦ φυσικοῦ παθήματος ὁμοιότητι, τροφῆς δὲ, οὐ ποτοῦ, τὴν ἐπιθυμίαν ἐργάζεται διὰ τὴν ψύξιν· ἁλυκῆς δ’ ἔτι καὶ χολώδους κακοχυμίας δακνούσης τὴν γαστέρα, ποτοῦ μᾶλλον ἢ σιτίων ὀρέγονται. πρὸς γὰρ τῷ θερμαίνεσθαί τε καὶ ξηραίνεσθαι τὴν κοιλίαν, ἅπερ αἴτια δίψους ἐστὶν, ἔτι καὶ τὸ χεῖσθαι τοὺς χυμοὺς ἐν
132
αὐτῇ τε καὶ ταῖς φλεψὶ συμβαίνει. τὸ δὲ τῆς χύσεως τῶν χυμῶν σύμπτωμα πληροῖ τὰ περιέχοντα, καθάπερ, οἶμαι, τὰ τῆς ψύξεως ἐκκενοῖ. καὶ τοίνυν εἰς μὲν τὸ πεινῆν οὐ σμικρὸν ἡ ψύξις τῶν κατὰ τὴν γαστέρα συντελεῖ. κενά τε γὰρ ἐργάζεται τὰ σώματα καὶ τοὺς χιτῶνας αὐτῶν συνάγουσά τε καὶ σφίγγουσα πρὸς τὴν ὄρεξιν ἐπεγείρει. τοῦ δὲ μὴ πεινῆν ἐν τοῖς μάλιστα συνεκτικὸν αἴτιον ἡ θερμότης ἐστὶ, τὰ μὲν στερεὰ σώματα τῷ χαλᾷν ἐκλύουσα καὶ πρὸς τὴν ὁλκὴν ἀτονώτερα κατασκεύκατασκευάζουσααζουσα, τὰ δὲ ὑγρὰ τῷ χεῖν ἐπιπλέον ἐκτείνουσα. μία μὲν οὖν αἰτία τῆς κυνώδους ὀρέξεώς ἐστιν ἡ ὀξώδης κακοχυμία· δευτέρα δὲ, ὡς ἐλέγετο, κένωσις πλείων δι’ ὅλου τοῦ σώματος, ἤτοι διὰ ῥώμην θερμότητος ἢ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως ἐπιτελουμένη. καὶ δὴ καὶ συμβαίνει κατὰ μὲν τὴν προτέραν διάθεσιν ὑποχωρήσεις τῶν ληφθέντων γίγνεσθαι πολλάς· κατὰ δὲ τὴν δευτέραν, ὡς ἂν ἐπὶ κενώσει τῆς ἕξεως ἐπιτελουμένην, ἀναδίδοσθαι τὴν τροφήν. ἄμετροι μὲν οὖν ὀρέξεις τε ἅμα καὶ πεῖναι διὰ ταῦτα γίγνονται. μοχθηρῶν δὲ ποιοτήτων ἐπιθυμοῦσιν οἷς ἂν εἰς τοὺς τῆς κοιλίας χιτῶνας ἐναποθῇ τι περίττωμα μοχθηρόν.
133
εἴωθε δὲ τοῦτο γίγνεσθαι μάλιστα ταῖς κακοχύμοις γυναιξὶν. ἐπειδὰν κυήσωσι, καὶ καλεῖται κίττα τὸ πάθος. ὀρέγονται δὲ ἐν αὐτῷ μάλιστα μὲν ὀξέων τε καὶ στρυφνῶν, ἔστι δὲ ὅτε καὶ δριμέων, ἐνίοτε δὲ ἤτοι κιμωλίας γῆς ἢ ὀστράκων ἢ ἐσβεσμένων ἀνθράκων ἤ τινων οὕτως ἀτόπων βρωμάτων. καὶ τοῦτο πάσχουσιν αἱ πλείους αὐτῶν ἄχρι τοῦ δευτέρου καὶ τρίτου μηνός· ἐν δὲ τῷ τετάρτῳ παύονται, τὸ μέν τι τοῖς ἐμέτοις ἐκκενωθείσης τῆς κακοχυμίας, τὸ δέ τι καὶ πεφθείσης ἐν τῷ χρόνῳ, βραχέα σιτουμένης τῆς ἀνθρώπου διὰ τὴν ἀποσιτίαν, τὸ δέ τι καὶ πλήθους ἐκκενουμένου. κατὰ μὲν γὰρ τοὺς πρώτους δύο μῆνας ὀλίγον ἐπισπᾶται τοῦ αἵματος εἰς ἑαυτὸ τὸ ἔμβρυον, ὡς ἂν ἔτι μικρότατον ὑπάρχον, ὅταν μηδ’ ἔμβρυον ἤδη πω καλεῖται κατ’ ἐκεῖνον τὸν καιρὸν, ἀλλ’ ἔτι κύημα· μεῖζον δὲ γιγνόμενον αὐτό τε πλείονι χρῆται τροφῇ καὶ οὐ μόνον ὅ τι περ ἂν ᾖ χρηστότατον ἐν ταῖς φλεψὶ, τοῦτ’ ἐπισπᾶται, καθάπερ ἔμπροσθεν, ἀλλὰ τῷ δεῖσθαι πλείονος συνεπισύρεταί τι καὶ τοῦ μοχθηροῦ. καὶ οὕτω σύμπαν σῶμα τότε πληθωρικὸν ἔτ’ εἷναι παύεται καὶ ἧττον
134
γίγνεται κακόχυμον. αὐτὸ δὲ δὴ τὸ ἔμβρυον ἧς ἐπισπᾶται τροφῆς τὰ περιττώματα διττοῖς ὑμέσιν ἐναποτίθεται, καὶ γίγνεται μὲν ὡς τὰ πολλὰ καὶ αὐτὸ κακοχυμότερόν τε καὶ δυσκρατότερον, ὡς ἂν ὑπὸ μοχθηροῦ τρεφόμενον αἵματος, ἢν μὴ πάνυ χρησταῖς ἡ κύουσα χρῆται τροφαῖς ἐν τῷ λοιπῷ χρόνῳ τῆς κυήσεως. ἀλλ’ οὐδὲν τοῦτό γε πρὸς τὰ παρόντα. τὸ δὲ μοχθηρῶν ὀρέγεσθαι ποιοτήτων, ὑπὲρ οὗ διηγούμενος ἐμνημόνευσα τῆς κίττης, γίγνεταί ποτε καὶ ἀνδράσιν, ὅταν γε καὶ τούτοις εἰς τὸ τῆς γαστρὸς στόμα κατασκήψῃ ὁμοία τις κακοχυμία. ταυτὶ μὲν οὖν τὰ συμπτώματα περὶ τὴν τῆς τροφῆς ὄρεξιν γίγνεται. περὶ δὲ τὴν τοῦ ποτοῦ παραπλήσια τούτοις ἕτερα τοσαῦτα, ἡ μὲν οἷον στέρησις, ἐπειδὰν ἤτοι μηδ’ ὅλως δέηται τὸ σῶμα δι’ ὑπερβάλλουσάν τε ὑγρότητα καὶ ψύξιν, ἢ ἀναίσθητος ᾖ τοῦ καθ’ ἑαυτὴν πάθους ἡ γαστήρ· ἡ δὲ ἐνδεὴς ὄρεξις, ἐπειδὰν ἐνδεῶς γίγνηται τὰ αὐτά. ἡ μοχθηρὰ δὲ τῶν ποτῶν ὄρεξις ἀνάλογος γίγνεται τῇ περὶ τὴν τροφὴν ὀρέξει μοχθηρᾷ, ποτὲ μὲν ἀμέτρου πόματος, ὅταν ἐν αὐτοῖς χιτῶσι τῆς γαστρὸς ἁλμώδης τις ἢ χολώδης 
135
κακοχυμία περιέχηται, ποτὲ δὲ οἷον ζέσαντος τοῦ καθ’ ἑαυτὴν ὑγροῦ συμφύτου. μοχθηρῶν δ’ ἐπιθυμοῦσι πομάτων ὥσπερ καὶ σιτίων, ἀνάλογον τῇ κρατούσῃ κακοχυμίᾳ. ταυτὶ μὲν οὖν ἐν χρόνῳ πλείονι κακῶς διαιτηθεῖσιν ἐπιγίγνεται· ἀπαύστοις δὲ δίψεσι καταληφθεῖσιν, ἐξ ὧν περ καὶ ἀποθανόντας οἶδα τόν τε καταφαγόντα τὴν ἔχιδναν (ἦν δὲ ἄρα διψὰς) καὶ τοὺς ἐκ τοῦ οἴνου πιόντας ἐκ περιστάσεως θεριστὰς, ἐν ᾧ τοιοῦτόν τι θηρίον ἐναποτεθνήκει, καὶ τὸν ἐξ οἴνου παλαιοῦ μεθυσθέντα, καὶ τὸν ἀποκαρτερεῖν θελήσαντα, καὶ τοὺς ἐν τῷ πλοίῳ ἐπιλιπόντος τοῦ ὕδατος, ὧν ὅσοι τῆς θαλάσσης ἐτόλμησάν τι πιεῖν, ἀμετρότερόν τε διψήσαντες τῶν ἄλλων, καί τινες μὲν αὐτῶν ὑπαχθέντες τὴν γαστέρα καὶ δηχθέντες σφοδρῶς ὀξύτερον ἢ κατὰ τοὺς λοιποὺς ἀπέθανον. οἶδα δέ τινα καὶ τῶν πυρεττόντων καυσωδῶς, ἐπιδιδόντος ἔτι τοῦ νοσήματος, ἀνέδην τε πίνοντα ψυχρὸν, καὶ μηδαμῶς ἐμπιπλάμενον, ἄχρι περ ἂν ἀπέθανεν. αὗται μὲν δὴ τοιαῦται καὶ τοσαῦται περὶ τὰς ὀρέξεις τῆς γαστρὸς αἱ πλημμέλειαι. καὶ πρὸς αὐταῖς ἡ καρδιαλγία, σύμπτωμά τι τοῦ
136
στόματος τῆς γαστρὸς αἰσθητικὸν, ἀνιαρὸν ἐπὶ χυμοῖς δακνώδεσιν. ἔξωθεν δὲ τούτων ἐστὶν ὁ καλούμενος βούλιμος ἐνδείας τε ἅμα καὶ ἀτονίας καὶ καταψύξεως τῆς ἐνταῦθα σύμπτωμα. θαυμαστὸν δὲ οὐδὲν, εἰ ταῖς ὀδύναις αὐτοῦ λειποψυχίαι τε καὶ καταπτώσεις ἕπονται τῆς δυνάμεως. ὅπου γὰρ ὁρῶνταί τινες ἐπὶ προσπταίσματι δακτύλου λειποθυμήσαντες, οὐδὲν δήπου θαυμαστὸν ἐπὶ στομάχῳ παθεῖν αὐτὸ, καὶ τῇ τῆς αἰσθήσεως ἀκριβείᾳ καὶ τῇ τῆς θέσεως ἐγγύτητι τὰς δύο ἀρχὰς ἑτοιμότερον εἰς συμπάθειαν ἄγειν αὐτοῦ δυναμένου. καὶ τὰ μέγιστα συμπτώματα τοὺς εὐαισθητοτάτους στομάχους ἔστιν εὑρεῖν ἐπιφέροντας, ὡς ἂν καὶ μᾶλλον τῶν ἄλλων ἀνιωμένους ἐπὶ πᾶσι τοῖς λυποῦσι, καὶ ταῖς ἀρχαῖς ἀμφοτέραις ἀναπέμποντας ἔστιν ἰδεῖν τὴν βλάβην αὐτούς. ὅταν δὲ δὴ καὶ ὅλον τὸ νευρῶδες γένος ἐπί τινος εὐαισθητότερον ἢ εὐπαθέστερον ὑπάρχῃ, τότε δὴ καὶ μάλιστα καὶ αὐτάς γε τὰς ἀρχὰς εἰς συμπάθειαν ἑτοιμότερον ἄγεσθαι συμβέβηκεν, ὅταν ἤτοι κατά τι πάθος, ἢ καὶ φύσει πως ὑπάρχουσιν ἀσθενεῖς. καὶ ὅταν γε συνέλθῃ τὰ τέτταρα,
137
μέγιστον ἀνάγκη γενέσθαι τὸ πάθημα. τέσσαρα δὲ λέγω, τήν τε λυποῦσαν τὸν στόμαχον διάθεσιν ἰσχυρὰν γενομένην, καὶ τὴν αἴσθησιν αὐτῆς μάλιστα ἀκριβουμένην, καὶ τὸ τῶν νεύρων γένος, ἢ τὸ τῶν ἀρτηριῶν ἀσθενὲς ὑπάρχον, ἔτι δὲ πρὸς τούτοις ἤτοι τὸν ἐγκέφαλον, ἢ τὴν καρδίαν. οὕτω γοῦν ἐπιληψίαι τε διὰ τὸν ἄτονον στόμαχον ἐνίοις ἐπιγίνονται, καὶ κάροι, καὶ κώματα, καὶ καταλήψεις, παραφροσύναι τε καὶ μελαγχολίαι, τῆς κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰ νεῦρα συμπαθούσης ἀρχῆς. αἱ δὲ ὀνομαζόμεναι καρδιακαὶ συγκοπαὶ τῆς κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας ἀρχῆς συμπαθούσης ἐπιγίγνονται. οὕτω δὲ καὶ ἀσφυξίαι τε καὶ μικροσφυξίαι, καὶ κακοσφυξίαι· αἱ δ’ ἄπνοιαι τῶν ἀρχῶν ἀμφοτέρων εἰς μεγάλην ἀγομένων συμπάθειαν· αἱ δύσπνοιαι δὲ κατὰ διττὸν τρόπον, αἱ μὲν τῇ στενοχωρίᾳ τῶν φρενῶν, αἱ δὲ τῶν ἀρχῶν ἀμφοτέρων συμπασχουσῶν. αἱ δ’ εἰς τὰ τοιαῦτα παθήματα προφάσεις ἄγουσαι τὸ ζῶον οὐκ ὀλίγαι. ψύξις τε γὰρ ἰσχυρὰ ποτὲ μὲν αὐτὴ καθ’ αὑτὴν, ἔστι δ’ ὅτε ἐπὶ φλέγματι πάνυ ψυχρῷ, (τοιοῦτον δέ ἐστι παραπλήσιον
138
ὑάλῳ κεχυμένῃ κατά τε τὴν χρόαν καὶ τὴν σύστασιν, ὅν περ δὴ καὶ ὑαλώδη χυμὸν οἱ περὶ τὸν Πραξαγόραν τε καὶ Φιλότιμον ὀνομάζουσιν) οὐχ ἥκιστα δὲ καὶ φυσῶδες πνεῦμα ψυχρὸν, ἢ ποτὸν, ἢ ἐδεστὸν, ἤ τι φάρμακον ἱκανῶς ψυχρὸν, αὐτό τε τῆς κοιλίας τὸ στόμα καταψύχεται, καὶ σὺν αὐτῷ διὰ μὲν τῶν νεύρων τὸν ἐγκέφαλον, διὰ δὲ τῆς μεγάλης ἀρτηρίας τὴν καρδίαν συγκαταψύχει· τῇ μὲν τῶν νεύρων τοῦ γένους κοινωνίᾳ τὸν ἐγκέφαλον, τῇ δὲ τῆς θέσεως ἐγγύτητι τὴν καρδίαν. ἐπειδὰν μὲν γὰρ ἡ ἐκφυεῖσα τῆς καρδίας ἐπιβῇ τῆς ῥάχεως ἡ μεγίστη τῶν ἀρτηριῶν, πρῶτον μὲν ζεύγνυταί τε καὶ συνάπτεται δι’ ὑμένων τῷ στομάχῳ, μετ’ αὐτὸν δὲ τῷ στόματι καὶ αὐτῇ τῇ γαστρὶ κατὰ μῆκος ὑποτείνεται κάτω προϊοῦσα. διὰ ταύτης μὲν οὖν τῆς ἀρτηρίας μεγίστης τε οὔσης καὶ ἐξ αὐτῆς τῆς καρδίας ἐκφυομένης, ἡ ἑτέρα τῶν ἀρχῶν συμπαθεῖ τῷ στόματι τῆς κοιλίας· διὰ δὲ τῶν νεύρων ὁ ἐγκέφαλος· ὥστ’ οὐδὲν θαυμαστὸν ἐπὶ ταῖς νόσοις αὐτοῦ μέγιστά τε καὶ ἰσχυρότατα συμπτώματα καταλαμβάνειν τὸ ζῶον. ὅστις μὲν οὖν ὁ τρόπος ἐστὶν ἑκάστου τῆς γενέσεως,
139
ἐν τοῖς μετὰ ταῦτα λεχθήσεται· νυνὶ δὲ τὰς προφάσεις αὐτὰς ἀρκεῖ μοι διελθεῖν. εἰσὶ δὲ μύκητές τινες καὶ βουπρήστεις καὶ ψιμμύθιον καὶ γύψος καὶ γάλα πεπηγὸς, αἵ τε ἀπὸ τῶν ὑστερῶν πνίξεις ἐπὶ τῶν χηρευουσῶν τε καὶ μὴ καθαιρομένων, ὅσα τε ἀνάλογον αὐταῖς ἐπὶ τῶν ἀῤῥένων γίνεται, λεχθήσεται δὲ χωρὶς ὑπὲρ ἀπνοίας ἑτέρωθι.

Καὶ περὶ μὲν τῶν αἰσθητικῶν ὀργάνων ἁπάντων, ἔτι τε τῶν κατὰ ταῦτα δυνάμεων, ἤδη μοι δοκῶ πέρας ἔχειν τὸν λόγον. ἐπ’ αὐτὸ δὲ τὸ κατάρχον αὐτῶν ἐπιπέμπον τε τοῖς κατὰ μέρος οἷον ἐκ πηγῆς τινος ἑαυτοῦ τὰς δυνάμεις ἐπιέναι τῷ λόγῳ καιρός. ἔστι δὲ δήπου τὸ πρῶτον αἰσθητικόν. ἐν αὐτοῖς μὲν γὰρ τοῖς κατὰ μέρος ὀργάνοις ἑκάστῃ τῶν αἰσθήσεων ἡ ἀπὸ τῶν αἰσθητῶν ἀλλοίωσις ἐπιτελεῖται. ταύτης δὲ αἰσθητικὸν γίγνεται τὸ ἀλλοιούμενον μόριον, ἐκ τοῦ δέχεσθαι τὴν ἀπ’ ἐγκεφάλου κατιοῦσαν εἰς αὐτὸ διὰ τοῦ νεύρου δύναμιν. αὐτὸς γὰρ ὁ ἐγκέφαλος οὐκ αἰσθητικὸν ὄργανον ὑπὸ τῆς φύσεως, ἀλλ’ αἰσθητικῶν αἰσθητικὸς ἐγένετο. καὶ ὅτι μὲν ἀεὶ διὰ τῶν νεύρων ἐπιπέμπει τὴν

140
αἰσθητικὴν δύναμιν ἅπασι τοῖς τοῦ ζώου μορίοις, ἐναργέστατόν ἐστιν ἐκ τοῦ μετὰ τὸ τμηθῆναι νεῦρον ὁτιοῦν εὐθέως ἀναίσθητον ἀποτελεῖσθαι τὸ μέρος, εἰς ὃ τὸ νεῦρον κατασχίζεται. ἐναργὲς δὲ οὐδὲν ἧττόν ἐστι καὶ ὡς κατὰ τοὺς ὕπνους ἤτοι παντάπασιν ἀργοῦσιν αἱ αἰσθήσεις, ἢ ἀμυδρῶς ἐνεργοῦσιν. εὔλογον οὖν ὀλίγην τινα ἐπιῤῥεῖν τηνικαῦτα δύναμιν ἀπὸ τῆς ἀρχῆς τοῖς κατὰ μέρος. καὶ τό γε βαθέως τε καὶ μὴ βαθέως κοιμᾶσθαι, τοῦτο δὴ τὸ συνήθως ἑκάστοτε λεγόμενον, ἐν τῷ ποσῷ τῆς ἐπιῤῥοῆς ἐστι. τοσούτῳ γὰρ μεῖον ἐπιῤῥεῖν εἰκός ἐστιν, ὅσῳπερ ἂν ὁ ὕπνος ᾖ βαθύτερος. ἔοικεν οὖν ἐν ἐκείνῳ τῷ χρόνῳ παντὶ τῷ κατὰ τὸν ὕπνον ἀναπαύεσθαι μὲν ἡ ψυχικὴ δύναμις, ἐνεργεῖν δὲ ἰσχυρότερον ἡ φυσική. τεκμήραιτο δ’ ἄν τις τῷ κεκμηκυῖαν αὐτὴν ὑπνωσάντων ἀναῤῥώννυσθαι, καὶ μάλισθ’ ὅταν ἐπὶ τροφῇ συμμέτρῳ κοιμηθῶμεν· ἔτι τε τῷ πέττεσθαι τὴν τροφὴν ὑπνούντων κάλλιστα καθ’ ὅλον τοῦ ζώου τὸν ὄγκον, οὐκ ἐν τῇ γαστρὶ μόνον. ἔστι δὲ καὶ ἄλλως εὔλογον ἀναπαύεσθαί ποτε κᾀκεῖνο τοῦ ζώου τὸ μέρος, ἐν ᾧ τῆς λογικῆς ψυχῆς ἐστιν 
141
ἡ ἀρχή. ἡ μὲν γὰρ καρδία φαίνεται κατὰ σμικρὰ τοῦτο ποιοῦσα, ὡς μὴ δεῖσθαι χρόνου πολλοῦ πρὸς ἀνάπαυσιν· ὁ δὲ ἐγκέφαλος οὐχ οὕτως, ἀλλ’ ἐν μὲν ταῖς ἐγρηγόρσεσιν ἐνεργεῖ διὰ παντὸς, ὑπνούντων δὲ ἡσυχάζει, καὶ διὰ τοῦτο βαθύτερος ὕπνος συμπίπτει τοῖς πλείονα γυμνασαμένοις, ὡς ἂν ἀπεῤῥυηκυίας αὐτοῖς πολλῆς δυνάμεως ἀπὸ τῆς ἀρχῆς, ὁπότε ἐνήργουν. διά τε οὖν τὴν κένωσιν ἧς ἔπεμψε δυνάμεως ὁ ἐγκέφαλος, ἔτι δὲ διὰ τὸν κάματον, ὃν ἔκαμε διὰ τὰς πολλὰς ἐνεργείας, ἀναπαύσεώς τε ἅμα καὶ ἀναῤῥώσεως χρῄζει. ὥσπερ δὲ ἐπὶ τοῖς γυμνασίοις ἑτοιμότερόν τε καὶ βαθύτερον ὑπνοῦσιν, οὕτω καὶ τροφὴν προσενεγκάμενοι, καὶ ὅσῳ περ ἂν ὑγροτέρα τὴν φύσιν ὑπάρχῃ, τοσούτῳ μᾶλλον ὑπνοῦσιν· οὕτω δὲ καὶ οἶνον πλείονα προσαράμενοι, καὶ λουσάμενοι λουτροῖς δαψιλέσι θερμοῖς κατὰ τῆς κεφαλῆς. ἅπαντα γὰρ τὰ τοιαῦτα φαίνεται πληροῦντα τὸν ἐγκέφαλον ὑγρότητος, ἧς ἄρα δεῖται κεκμηκώς τε καὶ κατεξηρασμένος ὡσαύτως ἐν ταῖς πολλαῖς ἐνεργείαις. ἀλλὰ γὰρ ὅτι ἡ μὲν κεφαλὴ πληρουμένη τὸν ὕπνον ἐπιφέρει, δέδεικται πρὸς Ἀριστοτέλους
142
αὐτάρκως, καὶ οὐδὲν δεῖ νῦν ἡμᾶς ἐπεξιέναι τῷ λόγῳ. τὸ γάρ τοι περὶ ὕπνου καὶ ἐγρηγόρσεως ἀναγνούς τις αὐτοῦ βιβλίον, αὐτό τε τοῦτο σαφῶς ἐκμαθήσεται, τὸ πληρουμένης τῆς κεφαλῆς ἐπιγίγνεσθαι τοῖς ζώοις τοὺς ὕπνους, ἔτι τε πρὸς τούτοις κατανοήσει τὸ χωλεῦον παρ’ αὐτῷ τοῦ λόγου. καί τοι γὰρ ἱκανώτατος ὢν ἐπιχειρῆσαι καὶ πιθανώτατος εἰς ὅπερ ἂν ἐθελήσῃ τὸν λόγον ἀγαγεῖν, ὅμως οὐδὲν ἔσχε πιθανώτερον ἐξευρεῖν, διότι τῆς κεφαλῆς πληρουμένης ἀναπαύεται τὸ πρῶτον αἰσθητικὸν ἐν τῇ καρδίᾳ καθιδρυμένον, ὡς αὐτὸς ὑπολαμβάνει· πολὺ γὰρ δήπου πιθανώτερον ἦν ἐπὶ ταῖς τοῦ πνεύμονος ὑγρότησι γίγνεσθαι τοὺς ὕπνους, ὃν ἡ φύσις οὐδὲν ἄλλο ἢ ὑπηρετήσοντα τῇ καρδίᾳ περιέβαλε κύκλῳ. τίς δ’ οὐχὶ καὶ τῶν τἀναντία δοξαζόντων ἰατρῶν, ἢ ἀπὸ ψιλῆς ἀναγομένων τῆς ἐμπειρίας, ἐν κάροις καὶ ληθάργοις καὶ κώμασι καὶ πᾶσι τοῖς παρὰ φύσιν ὑπνώδεσι νοσήμασιν ἐπὶ τὴν κεφαλὴν ἀφικνεῖται καταντλῶν καὶ καταπλάττων αὐτὴν, καὶ ξυρῶν, καὶ σικύας προσφέρων, καὶ πᾶν ὁτιοῦν ἄλλο μηχανώμενος, ὡς ἐνταῦθα τῆς ῥίζης τοῦ νοσήματος ὑπαρχούσης;
143
οὕτω δὲ καὶ τὰς παραφροσύνας καὶ φρενίτιδας, ἁπάσας τε τὰς παρὰ φύσιν ἀγρυπνίας ἰώμενοι, τῇ κεφαλῇ τὰ βοηθήματα προσφέρουσιν. ἀλλὰ περὶ μὲν τούτων ἑτέρωθι διὰ πλειόνων ἀποδέδεικται. τὸ δὲ εἰς τὰ παρόντα τοῦ λόγου χρήσιμον, ὡς ὁ ἐγκέφαλος ἡνίκα μὲν ἐπιπλέον αὐτὸς ἐνεργήσας ἀναπαύεσθαι βουληθῇ, τὸν κατὰ φύσιν ὕπνον ἐπάγει τῷ ζώῳ, καὶ μάλιστα ἐπειδὰν ὑγρότητος δαψιλοῦς ἀπολαύειν ἡ ἐν αὐτῷ θρεπτικὴ δύναμις ἔχῃ· ἡνίκα δ’ ἂν ὑπὸ πολλῆς ψυχρᾶς ὑγρότητος βαρύνηται, τὸν ἐν κώμασί τε καὶ ληθάργοις ὕπνον ἐπιφέρει, ὅσα τε ἄλλα νοσήματα παραπλήσια· κεφάλαιον δ’ αὐτῶν ἐστιν ἡ ὑγρότης τε καὶ ψύξις, ἤτοι κατὰ μόνας ἑκατέρα συνισταμένη, ἢ καὶ κατ’ αὐτὸν ἀμφότεραι συνελθοῦσαι. τοιαῦτα γοῦν ἐστι καὶ τὰ φάρμακα πάντα τά τ’ ὄντως ὑπνωτικὰ καὶ ὅσα καλεῖται μὲν οὕτως, ἐργάζεται δ’ οὐχ ὕπνον, ἀλλὰ κῶμά τε καὶ κάρον καὶ νάρκην παντὸς τοῦ σώματος. ὅσα μὲν οὖν ὑγραίνει μόνον, ὑπνωτικὰ δεόντως ὀνομάζεται· τὰ ψύχοντα δὲ οὐκ ὀρθῶς οὔθ’ ὕπνον οὔτ’ ἀνωδυνίαν ἐπιφέρειν ἄν λέγοιντο, ἀλλ’ ἀντὶ μὲν ὕπνου κῶμα
144
καὶ κάρον, ἀντὶ δὲ τῆς ἀνωδυνίας ἀναισθησίαν ἢ δυσαισθησίαν διὰ τὴν ὑπερβολὴν τῆς ψύξεως. εἴρηται δὲ δήπου καὶ πρόσθεν, ὡς ἡ νάρκη τὸ πάθημα δυσαισθησία τε ἅμα καὶ δυσκινησία τῶν νευρωδῶν μορίων ἐστί· καὶ γίγνεται μὲν, ὡς ἐλέχθη, καὶ κατ’ ἄλλας αἰτίας, γίγνεται δὲ καὶ κατὰ δυσκρασίαν, ὡς ἐπὶ τοῖς ψύχουσι φαρμάκοις. οὕτω μὲν οὖν ὕπνοι τε καὶ κώματα καὶ κάροι καὶ νάρκαι γίγνονται. ξηρότης δ’ αὖ πάλιν ἀμετροτέρα καὶ θερμότης, καθάπερ ἐν φρενίτισιν, ἢ διὰ χυμόν τινα δακνώδη τε καὶ θερμὸν, ἢ ἐρεθισμοὺς, ἢ ἀγρυπνίας ἐπιφέρουσιν, ὅσαι γε μὴ διὰ λύπην ἤ τινα φροντίδα συνίστανται. ὥσπερ δὲ τὰ τοιαῦτα συμπτώματα κοινὰ τοῦ σώματος ὅλου γίγνεται διὰ τὸ πεπονθέναι τὴν ἀρχὴν, οὕτω καὶ ἄλλα περὶ τὰς καθ’ ὁρμὴν ἐνεργείας ἁπάσας συμπίπτει, τῆς ἀρχῆς παθούσης. αἵ τε γὰρ ἀποπληξίαι καὶ ἐπιληψίαι διὰ τὸν ἐγκέφαλον γίγνονται· τοιοῦτον μέν τοι πάθος ἡ ἀποπληξία περὶ τὰς κατὰ προαίρεσιν ἐνεργείας, οἷον ὁ βαθὺς ὕπνος ἐν ταῖς αἰσθητικαῖς ἐνεργείαις. ἕτερον δὲ τοιοῦτον, οἷον ἐν ταῖς αἰσθητικαῖς ἡ ἀγρυπνία, ὁ ἐν ταῖς ἐπιληψίαις σπασμός. ἄμφω μὲν γὰρ ταῦτα πλημμελεῖς
145
κινήσεις εἰσὶ τοῦ ἐγκεφάλου, καὶ διὰ τοῦτο καὶ τῶν κατὰ μέρος ἁπάντων μελῶν· ἄμφω δ’ αὖ πάλιν θάτεραι καταλήψεις τε καὶ ἡσυχίαι τῶν ἐνεργειῶν αὐτοῦ. κατὰ μέντοι τοὺς ὅλου τοῦ σώματος σπασμοὺς ἄνευ παραφροσύνης ἢ κάρου τὸ νόσημά ἐστι τοῦ κατὰ τὸν τράχηλον νωτιαίου, καθάπερ γε κᾀπειδὰν ἤτοι χεὶρ ἢ σκέλος ἤτοι εἷς μῦς τείνηταί τε καὶ σπᾶται βιαίως, ἑνὸς ἑκάστοτε νεύρου τοῦ κινοῦντος τὸ μέρος ἡ βλάβη. ἥτις δ’ ἀκριβῶς ἐστιν ἡ αἰτία τοῦ νοσήματος ἐφ’ ᾧ σπᾶται τὰ μόρια, χαλεπὸν εἰπεῖν, ὥσπερ γε καὶ τρόμου καὶ παλμοῦ καὶ ῥίγους. ὀνομάζω δὲ νῦν ῥῖγος οὐ τὴν τῆς σφοδρᾶς ψυχρότητος αἴσθησιν, ἀλλὰ τὸν ἀνώμαλον ἅπαντος τοῦ σώματος σεισμόν τε καὶ κλόνον. ἅπαντα γὰρ δὴ ταῦτα φαίνεται καταλαμβάνοντα τὸ μυῶδες γένος ἢ μόνον ἢ μάλιστα τῶν ἄλλων μορίων. ἀκριβέστερον δὲ εἰσόμεθα, διαστειλάμενοι πρότερον αὐτῶν τὰς ἐννοίας. ἐν μὲν γὰρ τῷ παρόντι τέτταρας ἐφθεγξάμεθα προσηγορίας, σπασμὸν καὶ τρόμον καὶ παλμὸν καὶ ῥῖγος. ὁποῖον δὲ ἕκαστόν ἐστι τῶν συμπτωμάτων, ἃ δηλοῦσι, παρ’ οὐδενὶ τῶν ἐμοῦ πρεσβυτέρων
146
εὗρον ἀκριβῶς διωρισμένον, ἀλλ’ οἱ μὲν εὐθέως ἐπὶ τὰς οὐσίας ἔρχονται τῶν νοσημάτων, οἷς ἕπεται τὰ συμπτώματα· τινὲς δὲ ἐπεχείρησαν μὲν αὐτὰ διαστείλασθαι, σφάλλονται δὲ ἐν οἷς ἑρμηνεύουσιν, ὡς ἐξέσται μαθεῖν τῷ βουληθέντι μετὰ τὴν ἡμετέραν διδασκαλίαν ἀναλέξασθαι τὰς βίβλους αὐτῶν. οὐδὲ γὰρ οὐδὲν χαλεπόν ἐστι φωρᾶσαι τὰ κακῶς εἰρημένα, προεγνωσμένων ἤδη τῶν ἀληθῶν. ὑπὲρ ἁπάντων οὖν τούτων εἰρήσεται κατὰ τὸν ἑξῆς λόγον.