De symptomatum causis

Galen

Galen, De symptomatum causis

Τὰς αἰτίας τῶν συμπτωμάτων ἐν τοῖσδε τοῖς γράμμασι σκεψώμεθα, τὴν αὐτὴν τῷ λόγῳ τάξιν φυλάττοντες, ἣν κᾀν τῷ περὶ διαφορᾶς αὐτῶν ἐποιησάμεθα. ἔστι μὲν οὖν τὰ σύμπαντα γένη τρία τῶν συμπτωμάτων. ἀλλὰ περὶ μὲν τούτου τοῦ πρώτου ὁ λόγος ἡμῖν ἐγένετο, καθὸ καὶ βεβλάφθαι τὴν ἐνέργειαν ἔφαμεν, οὕτως ἀκούειν ἀξιώσαντες, ὡς εἰ καὶ τελέως τις ἀπόλοιτο. διττῶν δ’ οὐσῶν κατὰ γένος ἐνεργειῶν, τῶν μὲν φυσικῶν, τῶν δὲ ψυχικῶν, ἀπὸ τῶν ψυχικῶν ἠρξάμεθα, καὶ ταύτας τριχῆ

86
διελόμενοι, τὰς μὲν αἰσθητικὰς, τὰς δὲ κινητικὰς, τὰς δὲ ἡγεμονικὰς ἐκαλέσαμεν. ἐν τοίνυν ταῖς αἰσθητικαῖς ἐνεργείαις τριττὴ τῶν συμπτωμάτων ἐστὶν ἡ διαφορά· μία μὲν αὐτοῦ τοῦ πρώτου τῆς αἰσθήσεως ὀργάνου πεπονθότος· ἑτέρα δὲ τῆς αἰσθητικῆς δυνάμεως· ἡ τρίτη δὲ τῶν εἰς ὑπηρεσίαν τινὰ τοῦ πρώτου τῆς αἰσθήσεως ὀργάνου γεγονότων.

Οἷον ἐν ὀφθαλμῷ τὸ μὲν πρῶτον ὄργανον αἰσθητικόν ἐστιν τὸ κρυσταλλοειδὲς, ἐδείχθη γὰρ τοῦτο μόνον ὑπὸ χρωμάτων ἀλλοιούμενον· ἡ δὲ αἰσθητικὴ δύναμις, ἡ ἐξ ἐγκεφάλου παραγινομένη διὰ τοῦ καθήκοντος εἰς αὐτὸν νεύρου· τὰ δ’ εἰς ὑπηρεσίαν αὐτοῦ γεγονότα σύμπαντά ἐστι τὰ ἄλλα τὰ κατὰ τὸν ὀφθαλμὸν μόρια. καὶ τοίνυν ἤτοι κακῶς, ἢ οὐδ’ ὅλως ὄψεται τὸ ζῶον, ἑνός γέ τινος ἐκ τῶν εἰρημένων βεβλαμμένου. τὰ μὲν οὖν τοῦ κρυσταλλοειδοῦς νοσήματα κατὰ τὰς ὀκτὼ δυσκρασίας ἐστὶ, τὰ δὲ τῆς δυνάμεως ἢ τῷ τὸ νεῦρον ἢ τῷ τὸν ἐγκέφαλον πεπονθέναι. ὀκτὼ δὲ καὶ τούτων ἑκατέρου τὰ γένη, τά γε ὡς ὁμοιομερέσιν

87
αὐτοῖς γινόμενα νοσήματα, τὰ δὲ ὡς ὀργανικοῖς, ἐμφράξεις τε καὶ θλίψεις, ὅσα τε δι’ ἐπιῤῥοὴν ὑγρῶν ὄγκον ἐργάζεται παρὰ φύσιν. ἡ δὲ τῆς συνεχείας λύσις ἐπὶ πᾶσι τοῖς εἰρημένοις κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν μορίων ἐστὶν, οὐκ ἐγκεφάλῳ μόνον, ἢ νεύρῳ συμβῆναι δυνάμενον, ἀλλὰ καὶ τῷ κρυσταλλοειδεῖ. τούτῳ μέν γε καὶ τῷ μετακινηθῆναί τε καὶ μεταστῆναι τῆς οἰκείας ἕδρας ὀργανικὸν συμπίπτει νόσημα, τῆς μεταστάσεως, εἰ μὲν ἤτοι πρὸς τὸν μέγαν ἢ τὸν μικρὸν γίγνοιτο κανθὸν, οὐδὲν ἀξιόλογον βλαπτούσης, εἰ δ’ ἄνω καὶ κάτω, διπλᾶ ποιούσης ἅπαντα φαίνεσθαι τὰ ὁρώμενα. ταυτὶ μὲν οὖν ἐστι τά τε τοῦ πρώτου τῆς ὄψεως ὀργάνου νοσήματα καὶ τῶν τὴν δύναμιν αὐτῷ χορηγούντων. τὰ δὲ τῶν χρείαν τινὰ παρεχομένων, εἰ κατὰ τὸ τρῆμα τοῦ ῥαγοειδοῦς, ἢ καὶ τὸ μεταξὺ τούτου τε καὶ τοῦ κρυσταλλοειδοῦς, ὑγρόν τε καὶ πνεῦμα συσταίη τηλικοῦτον, ὡς ἐμποδίσαι τὸ πρῶτον τῆς ὄψεως ὄργανον πρὸς τὴν τῶν αἰσθητῶν διάγνωσιν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἡ πρὸ τῆς κόρης
88
μοῖρα τοῦ κερατοειδοῦς ἐμποδίζει τὴν ὄψιν, ἄν τε κατὰ τὸν ἑαυτῆς λόγον, ἄν τε κατ’ ἄλλόν τινα τρόπον ἐξίστηται τοῦ κατὰ φύσιν. τὸ μὲν οὖν τρῆμα κατὰ τέσσαρας τρόπους ὑπαλλάττεται τῆς αὐτοῦ φύσεως, ἢ αὐξανόμενον, ἢ μειούμενον, ἢ παρασπώμενον, ἢ ῥηγνύμενον. ἀλλ’ ἡ μὲν αὔξησις ἀεὶ βλάπτει τὴν ὄψιν, ἄν τ’ ἐκ γενετῆς ᾖ, ἄν τε ὕστερον συμβαίνῃ. ἡ δὲ μείωσις, ἐκ γενετῆς μὲν, ὁράσεως ὀξυτάτης ἐστίν· αὖθις δὲ εἰ γίγνοιτο, μοχθηρᾶς. τῶν δὲ ἄλλων οὐδέτερον οὔτ’ ἐκ γενετῆς οὔθ’ ὕστερον οὐδὲν ὅ τι καὶ ἄξιον λόγου παραβλάπτει τὴν ὄψιν. ἑωράκαμεν γὰρ ἤδη πολλάκις ἐπὶ προπτώσεσι βραχείαις τοῦ ῥαγοειδοῦς συνουλωθείσαις παρασπωμένην τὴν κόρην, οὐδὲν δὲ εἰς τὸ βλέπειν τὸν ἄνθρωπον ἐμποδιζόμενον, ὅταν γε δὴ τὴν πρὸ αὐτῆς μοῖραν τοῦ κερατοειδοῦς διαυγουμένην ἀμέμπτως ἔχῃ. ταυτὶ μὲν οὖν ἡ πεῖρά γε δείκνυσιν· ἡ δ’ αἰτία, δι’ ἣν μὲν εὐρύτης τοῦ τρήματος ἀεὶ βλαβερὸν εἰς εὐαισθησίαν ὄψεως, ἡ δὲ στενότης οὐκ ἀεὶ, σκέψεως ἀξία. δοκεῖ δέ μοι τὸ ἀπ’ ἐγκεφάλου καταφερόμενον ἐπὶ τὸν ὀφθαλμὸν νεῦρον, ὃ δὴ καὶ
89
πόρον ὀνομάζουσιν οἱ περὶ τὸν Ἡρόφιλον, ὅτι τοῦτο μόνον φανερόν ἐστι τὸ τρῆμα, πνεύματος ὑπάρχειν ὁδὸς αἰσθητικοῦ. καὶ διὰ τοῦτο ἐπειδὰν ἐπιμύσαιμεν τὸν ἕτερον τῶν ὀφθαλμῶν, εὐρύνεσθαι συμβαίνει θατέρου τὴν κόρην, ὡς ἂν εἰς τὸν ἕνα μόνον ἰόντος τοῦ πνεύματος, ὃ πρότερον εἰς ἀμφοτέρους ἐμερίζετο. ταῦτά τοι καὶ ἡ τῶν ὑποκεχυμένων διάγνωσις, εἴτ’ ὄψονται παρακεντηθέντος καὶ κατενεχθέντος τοῦ ὑποχύματος, εἴτε μὴ, διὰ τούτου μάλιστα γίγνεται τοῦ σημείου. οἷς μὲν γὰρ εὐρύνεσθαι συμβαίνει τὴν κόρην, μύσαντος θατέρου τῶν ὀφθαλμῶν, τούτους μὲν ἐλπὶς ὄψεσθαι παρακεντηθέντας· οἷς δὲ οὐκ εὐρύνεσθαι, τούτων οὐδεὶς οὐδὲ πώποτε εἶδεν, οὐδ’ ἂν ἀνωδυνώτατά τε καὶ κάλλιστα χειρουργηθῶσιν. ἐξ ὧν ἁπάντων εὔδηλον, ὡς ἐπιῤῥεῖ τι πνεῦμα τοῖς ὀφθαλμοῖς ἐξ ἐγκεφάλου ψυχικὸν, εἴς τε τὸ κρυσταλλοειδὲς ὑγρὸν αὐτὸ καὶ τὴν προκειμένην ἅπασαν χώραν, ἣν διορίζει τὸ τρῆμα τοῦ ῥαγοειδοῦς. ὅταν οὖν ἡ κόρη γίγνεται μείζων, εἴτε κατὰ τὴν πρώτην διάπλασιν, εἴθ’ ὕστερον, οὐκ ἐκπληροῦται καλῶς ὑπὸ τοῦ πνεύματος ἅπασα· χεῖσθαι τοίνυν 
90
ἀναγκάζεται καὶ διαλύεσθαι καὶ σκεδάννυσθαι· κατὰ δὲ τοὐναντίον ἐν τῇ μικροτέρᾳ κόρῃ συνάγεται καὶ σφίγγεται καὶ πυκνοῦται τὸ πνεῦμα. δέδεικται δ’ ἐν τοῖς περὶ χρείας μορίων, ὡς τὸ μὲν συνάγεσθαί τε καὶ σφίγγεσθαι πρὸς εὐαισθησίαν αὐτῷ συντελεῖ· τὸ δὲ διαλύεσθαί τε καὶ σκεδάννυσθαι πρὸς δυσαισθησίαν ἀπάγει. τί δή ποτ’ οὖν ἡ σμικρυνθεῖσα κόρη λόγῳ νοσήματος, οὐ φύσει, πολὺ χείρων ἀποτελεῖται τῆς συμμέτρου; ἢ διότι μοχθηραῖς διαθέσεσιν ἕπεται, δι’ ἃς ἐξ ἀνάγκης χεῖρον ὁρᾷ ὁ παθὼν οὕτως ὀφθαλμὸς, οὐ διὰ τὴν σμικρότητα τῆς κόρης; τίνες οὖν αἱ διαθέσεις; ἔτι γὰρ τοῦτο λείπει τῷ λόγῳ. μία μὲν αὐτοῦ τοῦ ῥαγοειδοῦς χιτῶνος μόνου· δευτέρα δὲ ἡ ἐκ τῆς ὑγρότητος ἐκχεομένης τῆς λεπτῆς, ἣ μεταξὺ τέτακται τοῦ τε κρυσταλλοειδοῦς ὑγροῦ καὶ αὐτοῦ τοῦ ῥαγοειδοῦς. ἡ μὲν οὖν τοῦ χιτῶνος αὐτοῦ μόνου διάθεσις ἔκτασίς τίς ἐστι καὶ χάλασις, οἵα κᾀπὶ τῶν ἐκτὸς ὁρᾶται πολλάκις ἐν ἄρθροις, ὑγρότητι περιττῇ διαβραχέντων τῶν συνδέσμων· ἡ δὲ τῶν ὑγρῶν διάθεσις ἔλλειψίς τίς ἐστι, δι’ ἣν κενουμένης τῆς ἔνδον χώρας ὁ ῥαγοειδὴς ἐπ’ αὐτὴν
91
καταπίπτων συστέλλεταί τε καὶ ῥυσσοῦται, καὶ διὰ τοῦτο καὶ τὴν κόρην σμικρύνει. χεῖρον οὖν ὁρᾷν ἢ καὶ μηδόλως ὁρᾷν ἐπὶ ταῖς τοιαύταις διαθέσεσιν, οὐ διὰ τὴν σμικρότητα τῆς κόρης, ἀλλὰ διὰ τὴν τῆς ὑγρότητος ἔνδειαν συμβαίνει. δέδεικται γὰρ ἐν τοῖς ὀπτικοῖς λόγοις, οὓς ἔν τε τῇ περὶ χρείας μορίων καὶ προσέτι ἐν τῇ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐποιησάμεθα πραγματείᾳ, τὸ κρυσταλλοειδὲς ὑγρὸν ἀεὶ προβλήματός τινος δεόμενον, ἵνα ἀλύπως ὑπομένῃ τὴν ἔξωθεν αὐγήν. ἕν δὲ δή τι τῶν προβλημάτων αὐτοῦ καὶ τόδε τὸ ὑγρόν ἐστι, μετὰ τοῦ καὶ συνωφελεῖν τι τὴν οὐσίαν τοῦ κρυσταλλοειδοῦς. ὅταν οὖν ἐνδεέστερον γένηται τὸ ὑγρὸν τοῦτο, ξηρότερον μὲν δήπου καὶ αὐτὸ γίγνεται τὸ κρυσταλλοειδὲς, ὡς μηκέτι τεγγόμενον ὑγρότητι δαψιλεῖ· καταπίπτων δὲ καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπ’ αὐτὸ τὴν μεταξὺ χώραν ἑαυτοῦ τε κᾀκείνου βραχυτέραν ἐργάζεται, καὶ οὕτως ἀναγκαζόμενον τὸ κρυσταλλοειδὲς ὁμιλεῖν δι’ ὀλίγου τῇ κατὰ τὸν ἔξωθεν ἀέρα λαμπρότητι παραπλήσιόν τι πάσχει τὸ πάθος, οἷον καὶ τοῖς τὸν ἥλιον ἀσκαρδαμυκτὶ θεωμένοις συμβαίνει. ἐκείνων δ’ οὖν ἔνιοι μὲν
92
ἐτυφλώθησαν, ἐβλάβησαν δὲ ἅπαντες, ὡς μόγις ἀνακτήσασθαι τὴν ὄψιν. ἐδείχθη γὰρ ἡμῖν, ὡς οὐχ οἷόν τέ ἐστι λαμπροῦ φωτὸς ἀλύπως ἀνέχεσθαι τὸ τῆς ὄψεως ὄργανον, καὶ ὡς διὰ τοῦτο καὶ ὁ ῥαγοειδὴς αὐτοῦ χιτὼν προβέβληται μέλας τε ἅμα καὶ κυανοῦς ὑπάρχων, ἐπειδὴ ταῦτα μάλιστα τὰ χρώματα παραμυθεῖται τὴν ὄψιν ὑπὸ λαμπροῦ κάμνουσαν φωτός. αὕτη μὲν οὖν ἡ αἰτία, δι’ ἣν ἔλαττον γενόμενον τὸ κατὰ τὴν κόρην γινόμενον ὑγρὸν αἴτιόν τε ἅμα τοῦ χεῖρον θεᾶσθαι γίγνεται καὶ σμικρότερον ἀποφαίνει τὸ τοῦ ῥαγοειδοῦς τρῆμα, καὶ διὰ τοῦτο δυσιατότατόν ἐστι τὸ τοιοῦτον νόσημα τῶν ὀφθαλμῶν· ἡ δ’ ἑτέρα διάθεσις, ἡ δι’ ὑγρότητα τοῦ ῥαγοειδοῦς μικροτέραν ἐργαζομένη τὴν κόρην, ἧττον ταύτης ἐστὶ μοχθηρά. χαλεπώτερον γὰρ ἐστι τῶν ὁμοιομερῶν τι τοῦ σώματος μορίων ἐξηρασμένον ὑγραίνειν, ἤπερ ὑγρασμένον ξηραίνειν. ταυτὶ μὲν οὖν ἤδη πως ἅπτεται θεραπευτικῶν λογισμῶν, λέγωμεν δὲ ὅπερ ἐξ ἀρχῆς προὔκειτο. χαλεπὴ μὲν ἡ παρὰ φύσιν τῆς κόρης σμικρότης, ἀγαθὴ δὲ ἡ σύμφυτος. ἡ δὲ εὐρύτης οὐκ ἀγαθὴ μὲν ἡ σύμφυτος· ἡ δὲ παρὰ φύσιν
93
οὐδ’ αὐτὴ μὲν ἀγαθὴ, μικρότερον δ’ ἐστὶ τῆς στενότητος κακόν. ἡ μὲν γὰρ, ὡς ἂν εἴποι τις, αἰτία συνεκτικὴ τῆς γενέσεως αὐτῆς τάσις ἐστὶ τοῦ ῥαγοειδοῦς χιτῶνος, ὥσπερ αὖ τῆς σμικρότητος ἡ χάλασις. ἐπεὶ δὲ καὶ κατὰ διττὸν τρόπον τείνεται, ὅτε κατὰ τὸν ἑαυτοῦ λόγον πάσχει, ἢ ξηραινόμενος ὡς ὁμοιομερὲς, ἢ ὑγραινόμενος ὡς ὀργανικόν· ἡ μὲν ξηρότης αὐτοῦ δυσίατος, ἡ δὲ ὑγρότης οὐ δυσίατός ἐστι. φλεγμοναὶ γὰρ καὶ σκίῤῥοι καὶ ἀποστήματα, καὶ ὅσα τοιαῦτα νοσήματα, τῶν ὀργανικῶν ἐστι μορίων ἐπὶ περιτταῖς ὑγρότησιν, ὧν ἁπάντων ἀγαθὸς ἰατρὸς ἐν τῷ ῥαγοειδεῖ συνισταμένων οὐ χαλεπῶς ἂν περιγίγνοιτο. προσγίνεται δέ ποτε τάσις τῷ ῥαγοειδεῖ καὶ κατά τι συμβεβηκὸς ἐκ τοῦ πλήθους τῶν ὑποκειμένων ὑγρῶν ὁρμηθεῖσα. πληρωθεὶς γὰρ ὥσπερ ἀσκὸς ἢ κύστις ἐκτείνεται καὶ περιτείνεται πανταχόθεν τοῖς ἀθροισθεῖσιν αὐτοῦ τε μεταξὺ καὶ τοῦ κρυσταλλοειδοῦς ὑγροῦ. ἐπεὶ δὲ οὐ μόνον ὅσα τοῦ τρήματος ἐστι τοῦ κατὰ τὸν ῥαγοειδῆ νοσήματα διῆλθεν ὁ λόγος, ἀλλὰ καί τινων αὐτοῦ τοῦ ῥαγοειδοῦς ἐμνημόνευσε, καὶ προσέτι τῶν τῆς λεπτῆς
94
ὑγρότητος, ἑξῆς ἂν εἴη τὰ λείποντα τῶν ἐν αὐτοῖς εἰπεῖν, ὑφ’ ὧν ἤτοι παραποδίζεται τὸ βλέπειν, ἢ καὶ παντάπασιν ἀπόλοιτο. τῶν μὲν δὴ κατὰ τὸν ῥαγοειδῆ χιτῶνα συνισταμένων, ὅσα γε δὴ λυμαίνεται ταῖς ὄψεσιν, ἓν ἔτι παραλέλειπται νόσημα τὸ κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν, ἡ τῆς ἑνώσεως λύσις, ὅπερ ἐν τούτῳ τῷ μέρει τραῦμά τε καὶ ἕλκος ἐστίν. ὅταν οὖν γένηται μέγα τὸ τοιοῦτον, ὡς διαῤῥαγῆναι μὲν ἱκανῶς τὸν ῥαγοειδῆ, προχυθῆναι δὲ τὴν λεπτὴν ὑγρότητα πρὸς τὸ ἐκτὸς τοῦ χιτῶνος, ὡς ψαύειν ἤδη κερατοειδοῦς, ἀνάγκη συμπίπτειν ἄτοπα ἐν τῷδε δύο, καταπίπτειν μὲν ἐπὶ τὸ κρυσταλλοειδὲς ὑγρὸν τὸν ῥαγοειδῆ χιτῶνα, τὸ δ’ ἀπ’ ἐγκεφάλου πνεῦμα μηκέτι ὅλον ἐπὶ τὴν κόρην ἀφικνεῖσθαι δυνάμενον διὰ τοῦ τραύματος ἐκρεῖν. ὅτι δὲ οὐ μόνον ἄμφω ταῦτα συνελθόντα βλάβη τῆς ὄψεώς ἐστιν, ἀλλὰ καὶ τὸ ἕτερον αὐτῶν, εὔδηλον ὑπάρχειν ἡγοῦμαι τοῖς γε μὴ παρέργως ἀκηκοόσι τῶν προειρημένων. ἐμοὶ δ’ ἂν εἴη καιρὸς μεταβαίνειν ἤδη ἐπὶ τὴν λεπτὴν ὑγρότητα, περὶ ἧς εἴρηται μέν που καὶ πρόσθεν τό γε τοσοῦτον, ὡς εἴτε πλείων, 
95
εἴτε ἐλάττων γένοιτο, βλάπτει τὴν ὄψιν· ὅτι δὲ καὶ εἰ παχυτέρα ποτὲ κατὰ τὴν σύστασιν, ἢ ἀλλοιοτέρα κατὰ τὴν χροιὰν ἀποτελεσθείη, καὶ οὕτως ἐργάσεταί τι σύμπτωμα περὶ τὴν τοῦ βλέπειν ἐνέργειαν, ὅπερ οὐκ εἴρηται μὲν ἔμπροσθεν, ἤδη δὲ αὐτὸ λέγεσθαι καιρός. εἰ μὲν δὴ παχύτερον ἑαυτοῦ γίγνοιτο τὸ ὑγρὸν τοῦτο, τήν τε ἀκρίβειαν τῆς ὄψεως ἀφαιρήσεται καὶ τὸ μῆκος κωλύσει, ὡς μήτε τὰ πόῤῥω βλέπειν, μήτε ἀκριβῶς τὰ πλησίον. εἰ δὲ ἱκανῶς ἀποτελεσθείη παχὺ, καθάπερ ἐν τοῖς ὑποχύμασι γίγνεται, διακωλύσει τὸ βλέπειν. εἰ δὲ μὴ πᾶν ἐπισκοτισθείη τὸ τρῆμα πρὸς τοῦ συστάντος αὐτόθι παχυμεροῦς σώματος, ἀλλά τι μέρος ἀπολείποιτο καθαρὸν, ὁρῶσι δι’ ἐκείνου τὰ ἐκτὸς, ἕκαστον μὲν αὐτὸ μόνον οὐδὲν χεῖρον ἢ πρόσθεν, οὐ μὴν οὐδ’ ὑφ’ ἕνα χρόνον ὁμοίως τὰ πολλὰ διὰ τὸ στενώτερον ἑαυτοῦ γεγονέναι τὸν τῆς ὄψεως κῶνον. κατὰ δὲ τὸ κέντρον τῆς κόρης εἰ γένοιτο σύστασις ὑποχύματος μικροῦ, τῶν ἐν κύκλῳ μενόντων καθαρῶν ἅπαντα φαίνεται τοῖς οὕτω πάσχουσιν οἷον θυρίδας ἔχοντα. τὸ γὰρ ἐν μέσῳ τὸ μὴ βλεπόμενον, ἐγκεκολάφθαι
96
δοκεῖ. εἰ δὲ διεσπασμένα τε καὶ μὴ συνεστῶτα πρὸς ἄλληλα τὰ παχυμερῆ σώματα κατὰ τὸ προειρημένον ὑγρὸν ἐμφέροιτο, φαντασίαν ἐργάσεται τοῖς οὕτως ἔχουσιν, ὡς ἐκτὸς ὁρώμενά τινα περιφερόμενα κωνώπια. πολλάκις δὲ καὶ οἷον εἴδωλόν τι προφαίνεσθαι φαντάζονται διὰ τὰς τῶν παχυμερῶν ὑγρῶν συστάσεις. ἡ τοιαύτη δὲ τῶν εἰδώλων γένεσις μετὰ ἐξανάστασιν ὕπνου φαίνεται τὰ πολλὰ, μάλιστα δὲ παισὶ καὶ τοῖς πεπωκόσι πλέον, ἤ πως ἄλλως πεπληρωμένοις τὴν κεφαλήν. εἰ δὲ κατὰ τὴν χροιὰν ἐξαλλαχθείη τὸ μεταξὺ τοῦ τε κρυσταλλοειδοῦς καὶ τοῦ ῥαγοειδοῦς ὑγρὸν, ἐπὶ μὲν τὸ φαιότερον ἀποκλῖναν, ὡς δι’ ὁμίχλης ἢ καπνοῦ ποιήσει τὸν ἄνθρωπον ὁρᾷν· ἐπ’ ἄλλην δέ τινα χροιὰν ἐκτρεπόμενον, ἐκείνης τὸ φάντασμα προστρίψεται τοῖς ὁρατοῖς· εἰ δὲ ἀνωμάλως ἤτοι τῆς συστάσεως, ἢ τῆς χροιᾶς ἐξίσταιτο τῆς κατὰ φύσιν, ὅ τι περ ἂν αὐτοῦ μέρος οὕτω διακείμενον ἐπὶ τὸ τῆς κόρης ἀφίκηται χωρίον· ὅμοιον ἑαυτῷ καὶ τὸ φάντασμα παρέξει τοῖς ὁρατοῖς· καὶ μὲν γὰρ τὴν χροιὰν ἐκείνου καὶ τὴν σύστασιν καὶ τὸ σχῆμα δόξουσιν ὁρᾷν ἐκτός. ἐκ τούτου τοῦ γένους
97
ἐστὶ τῶν συμπτωμάτων τά τε τῶν ὑποχεομένων φαντάσματα καὶ τῶν ἐκ ῥινὸς αἱμοῤῥαγεῖν ἢ ἐμεῖν μελλόντων, ὑφ’ Ἱπποκράτους γεγραμμένα. καὶ μὴν καὶ ὅσοις ἀκριβὴς μὲν ἡ ὄψις ἐστὶν, ὡς μηδὲ τὸ σμικρότατον αὐτὴν λανθάνειν τῶν αἰσθητῶν, ἀναθυμιάσεις δέ τινες ἀπὸ τῆς γαστρὸς ἀναφέρονται, καὶ μάλιστα ὅταν μηδὲ πέψωσι καλῶς, ὅμοια τοῖς ὑποχεομένοις γίγνεται τὰ συμπτώματα. καθαρώτατον μὲν γὰρ τούτοις ἐστὶ φύσει τό τε κρυσταλλοειδὲς ὑγρὸν καὶ τουτὶ δ’ αὐτὸ τὸ ὑδατοειδὲς, ὑπὲρ οὗ νῦν διεξερχόμεθα· τὸ δὲ μέγεθος τῶν συμπτωμάτων ἐν αὐτοῖς ἀεὶ κατὰ τὸ μέγεθος τοῦ πάθους ἐστὶν οὐ μόνον ἐφ’ ὧν ἄρτι πέπαυμαι λέγων, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν προειρημένων. οἷον αὐτίκα τῶν ὁμοιομερῶν αἱ δυσκρασίαι βραχεῖαι μὲν οὖσαι σμικρὰν τὴν βλάβην τῆς ἐνεργείας ἐργάζονται· μείζονες δὲ γενόμεναι καὶ τὴν βλάβην ἑαυταῖς ἀνάλογον ἐπαυξάνουσιν· ἐπὶ πλεῖστον δ’ ἐξιστάμεναι τοῦ κατὰ φύσιν ἄρδην ἀπολλύουσι τὴν ἐνέργειαν. οὕτω δὲ καὶ ὅσα περὶ ποσότητος εἴρηται καὶ συστάσεως καὶ χροιᾶς τῆς ὑδατώδους ὑγρότητος, ἐπ’ ὀλίγον μὲν ἐξιστάμενα
98
τοῦ κατὰ φύσιν ὀλίγον τι καὶ τὴν ἐνέργειαν ἀδικεῖ· ἐπὶ πλέον δὲ ἀποχωροῦντα πρὸς λόγον τῆς σφετέρας βλάβης καὶ τὴν τῆς ἐνεργείας βλάβην αὐξάνει· ἐπὶ πλεῖστον δὲ ἐκτρεπόμενα τελέως ἀναιρεῖ τὴν ἐνέργειαν. ὡσαύτως δὲ καὶ ὅσα περὶ τὰς ῥήξεις εἴρηται τοῦ ῥαγοειδοῦς καὶ τὸ τῆς κόρης ποσὸν, ἤτοι βραχύ τι παραβλάπτει τὴν ἐνέργειαν, ἢ πλέον, ἢ καὶ παντάπασιν ἀπόλλυσιν. οὕτω δὲ καὶ τὸ πνεῦμα τὸ ψυχικὸν ἢ ἀκριβῶς ἐστι καθαρὸν, οἷός περ ὁ αἰθὴρ, ἢ ὑγρὸν καὶ θολερὸν ὁμίχλης δίκην· καὶ κατὰ τὸ ποσὸν τῆς οὐσίας ἤτοι πλέον, ἢ ἔλαττον. ἐὰν μὲν οὖν ἅμα πολύ τε καὶ αἰθερῶδες ὑπάρξῃ, καὶ τὰ πλεῖστον ἀπέχοντα θεᾶται καὶ ἀκριβῆ τὴν διάγνωσιν αὐτῶν ποιεῖται· ἐὰν δὲ ὀλίγον μὲν ᾖ, καθαρὸν δὲ, τὰ μὲν ἐγγὺς ἀκριβῶς διαγινώσκει, τὰ πόῤῥωθεν δὲ οὐχ ὁρᾷ· ἐὰν δὲ ὑγρότερόν τε ἅμα καὶ πολὺ τύχῃ, μέχρι μὲν πλείστου, οὐκ ἀκριβῶς δ’ ὁρᾷ· ὥσπερ γε καὶ εἰ ὑγρόν τε ἅμα καὶ ὀλίγον εἴη, οὔτ’ ἀκριβῶς οὔτ’ ἄχρι πλείστου ὁρᾷ. καὶ περὶ μὲν τούτου ἱκανὰ καὶ ταῦτα πρός γε τὰ παρόντα. τοῦ δὲ κερατοειδοῦς ἡ πρὸ τῆς κόρης μοῖρα παχυτέρα
99
καὶ πυκνοτέρα καὶ ὑγροτέρα γεννηθεῖσα βλάπτει τὴν ὄψιν· οὕτω δὲ καὶ εἰ κατὰ τὴν χροιὰν ὑπαλλαχθείη, καὶ εἰ ἕλκος ἀξιόλογον σχοίη, καὶ εἴ τι τῶν ἔξωθεν αὐτοῦ προκειμένων αὐξηθὲν ἐπισκοτήσειεν. ὁ μὲν οὖν παχύτερος καὶ πυκνότερος κερατοειδὴς ἀμβλυωπίας ἐργάζεται, ὁ δὲ ὑγρότερος καὶ πυκνότερος, εἴτε ὁμοιομερῶς, εἴτε ὀργανικῶς, οὐ μόνον ταύτας, ἀλλὰ καὶ δι’ ἀχλύος ἢ ὁμίχλης ἢ ἀτμοῦ τινος ἢ καπνοῦ θεᾶσθαι δοκεῖ. εἰ δὲ μὴ πολλὰ μὲν εἴη τὰ ὑγρὰ, τῇ χρόᾳ δ’ ἐξηλλαγμένα, κατὰ τὴν ἐκείνων φύσιν παρόρασις γίγνεται. διὰ τοῦτο γοῦν οἱ μὲν ἰκτεριῶντες ὠχρὰ πάντα θεᾶσθαι δοκοῦσιν, οἱ δὲ ὑπόσφαγμα πεπονθότες ἐρυθρά. ἕλκος δὲ ἀξιόλογον οὐ μόνον τῷ περιττὴν ἀθροίζειν ὑγρότητα βλάπτει τὴν ὄψιν, ἀλλὰ καὶ τῷ δι’ ὀλίγου τὸ κρυσταλλοειδὲς ἀναγκάζειν ὁμιλεῖν τῷ περιέχοντι φωτί. διασχὸν δὲ εἴσω τὸ κατὰ τὴν κόρην ἕλκος ἀποχεῖ τι καὶ τῆς ὑδατώδους ὑγρότητος ἐκτὸς, ὥστε καὶ κατὰ τοῦτο κίνδυνος εἰς ἐσχάτην ἀφικέσθαι τυφλότητα τὸν οὕτως παθόντα. διὰ 
100
τοῦτο δὲ καὶ οἱ τρωθέντες εἰς τὸ πρὸ τῆς κόρης μέρος τοῦ κερατοειδοῦς, ὅταν εἴσω διασχῇ τὸ τραῦμα, τυφλοῦνται τὰ πολλά. παράδοξον μέν τοί τι καὶ οὐκ εἰθισμένως γιγνόμενον ἐπὶ παιδὸς ἐθεασάμεθα νυγέντος γραφείῳ κατὰ τὴν κόρην. ἐκρυέντος γὰρ εὐθέως τοῦ ὑδατώδους ὑγροῦ, καὶ ἡ κόρη μὲν ἐγένετο μικροτέρα, καὶ ὅλος δὲ ὁ κερατοειδὴς ἐφάνη ῥυσσότερος, ἀλλ’ ὕστερον θεραπευόμενος ὀρθῶς ἔβλεψεν, ἀθροισθείσης δηλονότι κατὰ βραχὺ τῆς πρότερον ἐκρυείσης ὑγρότητος. ἀλλὰ ταῦτα μὲν σπάνια, τυφλότητες δὲ ὡς τὰ πολλὰ ταῖς τοιαύταις ἕπονται τρώσεσιν, ὥσπερ καὶ τοῖς προειρημένοις αἰτίοις ἅπασιν ἐπὶ πλεῖστον αὐξηθεῖσιν. εἴτε γὰρ ἱκανῶς πυκνὸς, εἴτε παχὺς ἐσχάτως, εἴτε ὑγρὸς ἀμέτρως ὁ κερατοειδὴς ἀπεργασθείη, παντάπασιν ἐπισκοτεῖ ταῖς ὄψεσιν, ὡς μηδ’ ὅλως ὁρᾷν τὸν οὕτω διακείμενον. καὶ τί θαυμαστὸν, εἰ τῶν εἰρημένων ἕκαστον αὐξανόμενον ἀφαιρεῖται τοῦ ζώου τὴν ὄψιν, ὅπου γε καὶ αὐτὸς ὁ κερατοειδὴς ἐνίοτε μόνος ῥυσσούμενος ὁμοίως ἐνοχλεῖ; γίγνεται δὲ τὸ πάθημα τοῦτο τοῖς εἰς ἔσχατον γῆρας ἀφικομένοις. ἐπισκεπτέον δὲ ἀκριβῶς ἐν τῷδε τὸ μέγεθος
101
τῆς κόρης. εἰ μὲν γὰρ ἔλαττον γένοιτο, καὶ τὸ ὑδατῶδες ὑγρὸν ἐπὶ μὲν τοιούτων ἐμειώθη· μένοντος δὲ ἴσου, μόνου τοῦ κερατοειδοῦς τὸ πάθημά ἐστιν. ἀλλὰ τῶν μὲν τούτων διορισμῶν οὐδὲν ἡ νῦν ἐνεστῶσα δεῖται πραγματεία. τὰ δὲ τοῦ κερατοειδοῦς χιτῶνος γινόμενα νοσήματα μεγάλα παντελῶς ἐμποδίζει τὰς ὄψεις, καὶ μάλιστα ὅταν ἤτοι φλεγμαίνων, ἢ ἐκπυϊσκόμενος, ἢ σκιῤῥούμενος, ἤ τι τοιοῦτον ἕτερον πάσχων, ὡς ὀργανικὸν μόριον, ὑγρὰ νοσήματα πάσχῃ. τοιαῦτα μὲν δή τινα καὶ τοσαῦτα τὰ τοῦ κερατοειδοῦς ἐστι νοσήματα βλάπτοντα τὴν ὄψιν. ὁ δὲ ἐπιπεφυκὼς ὑμὴν φλεγμαίνων μὲν κατὰ συμβεβηκὸς ἐμποδίζει τὴν ὀπτικὴν ἐνέργειαν· ἐν δὲ ταῖς καλουμέναις χημώσεσι καὶ προσέτι τοῖς πτερυγίοις οὐ κατὰ συμβεβηκὸς, ἀλλ’ ἤδη καὶ πρώτως ἐπισκοτεῖ τῇ κόρῃ. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ τῶν βλεφάρων μεγάλαι φλεγμοναὶ, καὶ εἴ τινες ἐπ’ αὐτῶν ἔφυσαν ὄγκοι παρὰ φύσιν εἰς τοσοῦτον μεγέθους ἥκοντες, ὡς ἐπισκοτεῖν τῇ κόρῃ. ταυτὶ μὲν οὖν ἅπαντα τοῦ μὴ βλέπειν ἢ τοῦ φαύλως βλέπειν ἐστὶν αἰτία.

102

Καὶ περὶ μὲν ὀφθαλμῶν ἱκανὰ καὶ ταῦτα. παραδείγματος γὰρ ἕνεκα μᾶλλον, ἢ ὥστε τὰ κατὰ μέρος ἐπελθεῖν ἅπαντα, τὸν ὑπὲρ αὐτῶν ἐποιησάμεθα λόγον, ἐπεὶ τό γε σπούδασμά ἐστί μοι νῦν διὰ τῶν γενικωτέρων λόγων ἐπιδεικνύναι τὴν μέθοδον, ᾗ χρώμενος ἄν τις ἐξευρίσκοι τὰς τῶν συμπτωμάτων αἰτίας. ἐπεὶ δὲ οὐ μόνον ἐπίστασθαι χρὴ τὰς μεθόδους, ἀλλὰ καὶ γυμνάζεσθαι πολυειδῶς ἐν τοῖς κατὰ μέρος, ὅπερ οὐ πράττειν πάντες εἰσὶν ἕτοιμοι, διὰ τοῦτο νῦν ἐπὶ ὀφθαλμῶν ὑπέδειξα τὸν τρόπον τῆς ἀσκήσεως, ὁποίαν τινὰ προσήκει ποιεῖσθαι. κατὰ γὰρ δὴ τὸν αὐτὸν τρόπον ἡκέτω τις ἐπὶ τὰς ἄλλας αἰσθητικὰς δυνάμεις, ἐπισκοπούμενος ἐν ἑκάστῃ τό τε πρῶτον αὐτῆς ὄργανον καὶ τὰ ἄλλα τὰ χρείαν τινὰ τούτῳ παρέχοντα, καὶ διαιρείσθω, καθάπερ ἀρτίως εἴρηται, τίνα μέν ἐστι νοσήματα τῆς δυνάμεως αὐτῆς πεπονθυίας, τίνα δὲ τῶν ὀργάνων ἑκάστου, δι’ ἃ βλάπτεσθαι τὴν ἐνέργειαν συμβήσεται. βαρυηκοΐαι γοῦν καὶ κωφότητες ἤτοι διά τι τῶν κατὰ τὰ ὦτα μορίων, ἢ διὰ τὸ καθῆκον ἐξ ἐγκεφάλου νεῦρον, ἢ διὰ τὸν ἐγκέφαλον ἐν

103
ἐκείνῳ τῷ μέρει βεβλαμμένον, ὅθεν αὐτοῦ τὸ νεῦρον ἀποφύεται, συμπεσοῦνται τῷ ζώῳ. τὰ μὲν γοῦν κατὰ τὸ νεῦρόν τε καὶ τὸν ἐγκέφαλον ὡσαύτως τοῖς κατὰ τοὺς ὀφθαλμούς· τὰ δ’ ἐν τοῖς ἄλλοις μορίοις ἀνάλογον μὲν, οὐ μὴν πάντη γε ὡσαύτως βεβλάψεται. ὃν γὰρ ἐν ὀφθαλμῷ λόγον ἔχει τὸ κρυσταλλοειδὲς ὑγρὸν, τοῦτον ἐν ὠσὶ τὸ κατὰ τὸν ἀκουστικὸν πόρον τὸ ἔνδον πέρας, ἔνθα συνάπτει τῷ νεύρῳ πλατυνομένῳ· τὰ δ’ ἐκτὸς τοῦδε πάντα τὰ κατὰ τὴν ἕλικα τοῦ πόρου ταῖς προκειμένοις ἐν ὀφθαλμῷ τοῦ κρυσταλλοειδοῦς ἀνάλογον ἔχει. καὶ τοίνυν καὶ τὰ νοσήματα αὐτῶν ἐξ ἐκείνων ἐνταῦθα μεταφέρειν, ὅσα μὲν τῶν ὁμοιομερῶν ἐστι, κατὰ τὰς δυσκρασίας τε καὶ τὴν τῆς ἑνώσεως λύσιν· ὅσα δὲ τοῦ πόρου, κατὰ τὰς ἐμφράξεις, εἴτε δι’ ὄγκον τινὰ παρὰ φύσιν αὐτῶν τῶν μορίων, ἐμφράττοντα τὸν πόρον, ἀπόστημα λέγω καὶ φλεγμονὴν καὶ σκίῤῥον καὶ οἴδημα· εἴτε δι’ ἐπίκτητόν τινα καὶ ὅλως ἅπαντα ὄγκον παρὰ φύσιν, οἷος ἐν τῷ αὐτῷ πόρῳ γίνεται πολλάκις, ἢ πωρώδους τινὸς, ἢ σαρκώδους βλαστήματος ἐπιτραφέντος ἐκ τῶν
104
παρὰ φύσιν ἐμφραττόντων τὸν πόρον, ὧν ἐστι καὶ ὁ ῥύπος ὁ συνήθως ἐν ὠσὶ γιγνόμενος.