De sanitate tuenda

Galen

Galen, De sanitate tuenda, Claudii Galeni Opera Omnia, Kühn, Volume 6, 1823

Τῶν γραψάντων ὑγιεινὰς πραγματείας ἰατρῶν τε καὶ γυμναστῶν ἔνιοι μὲν ἅπασιν ἀνθρώποις κοινάς τινας ὑποθήκας ἐποιήσαντο, μηδὲν νοήσαντες ὅλως ὑπὲρ τῆς κατ᾿ εἶδος ἐν τοῖς σώμασιν ἡμῶν διαφορᾶς· ἔνιοι δ᾿, ὅτι μὲν οὐ μικρῷ τινι διαφέρομεν ἀλλήλων, ἐδήλωσαν, ὡς δ᾿ ἀδύνατον ἁπάσας ἐπελθεῖν τὰς διαφορὰς ἑκόντες παρέλιπον· ὀλίγοι δέ τινες εἴδεσί τε καὶ γένεσιν ἐπιχειρήσαντες ἀφορίσασθαι, πλέονα διήμαρτον ὧν κατώρθωσαν. ἡμεῖς δὲ κατὰ τὸ πρῶτον εὐθέως βιβλίον ἐδηλώσαμεν,

165
ὁπόσα τὰ πάντα ἐστὶν εἴδη τῶν ἀνθρωπίνων σωμάτων, ἐπηγγειλάμεθά τε καθ᾿ ἕκαστον ἰδίᾳ γράφειν ὑποθήκας ὑγιεινάς. ἠρξάμεθα δ᾿ ἀπὸ τοῦ τὴν κατασκευὴν ἄμεμπτον ἔχοντος. ἐπεὶ δὲ καὶ ὁ τοιοῦτος ἄνθρωπος ἐν περιστάσεσι πραγμάτων ἐνίοτε γινόμενος ἢ ἑκὼν ἢ ἄκων ἐμποδίζεται κατὰ τὰ προστάγματα τῆς ὑγιεινῆς τέχνης διαιτᾶσθαι, κάλλων ἔδοξεν ὑποθέσθαι πρῶτον αὐτὸν ἐλεύθερον ἀκριβῶς, αὐτῇ μόνον τῇ τοῦ σώματος ὑγείᾳ σχολάζοντα. ὅπως μὲν οὖν ἀνατρέφεσθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ὁ πρῶτος λόγος ἔδειξε, μέχρι τῆς τεσσαρεσκαιδεκαέτιδος ἡλικίας ἐκτείνας αὐτοῦ τὴν ἐπιμέλειαν· ὅπως δ᾿ ἀνδροῦσθαι, διὰ τοῦ δευτέρου γράμματος ἐδηλώσαμεν, ἐμηκύνθη δ᾿ ὁ λόγος εἰς κοινὰ κεφάλαια τῆς ὑγιεινῆς πραγματείας ἀφικόμενος, ὧν χωρὶς οὐχ οἷόν τ᾿ ἦν οὐδὲ περὶ τῆς ὑποκειμένης ἡλικίας τε καὶ φύσεως ἀκριβῶς διελθεῖν. ἁπάσας γὰρ ἐξηριθμησάμεθα τάς τε τῶν τρίψεων καὶ τῶν γυμνασίων διαφορὰς, οὐ μὰ Δία τὰς κατὰ μέρος, ὅτι μὴ πάρεργον ἕνεκα παραδείγματος εἰς χρείαν ἐλθούσας, ἀλλὰ
166
τὰς ἐν εἴδεσί τε καὶ γένεσιν ἀφωρισμένας· ἐν μὲν ταῖς τρίψεσι τὴν σκληρὰν, καὶ τὴν μαλακὴν, καὶ πρὸ τούτων γε τὴν σύμμετρον, ἥν τινα δύναμιν ἔχουσιν, ἐξηγησάμενοι, προσθέντες δ᾿ αὐταῖς τὰς κατὰ τὸ ποσὸν διαφορὰς, τρεῖς οὔσας καὶ αὐτὰς, εἶτα κατὰ συζυγίαν ἐννέα τὰς πάσας ἐπιδείξαντες, ἑκάστης τε τὴν δύναμιν εἰπόντες· ἐν δὲ τοῖς γυμνασίοις, τίνα μὲν ὀξέα τε καὶ ταχέα προσαγορεύομεν, τίνα δ᾿ ἀμβλέα τε καὶ βραδέα, καὶ τίνα τούτων μέσα τε καὶ πρῶτα κατά γε τὴν φύσιν ὑπάρχοντα, καὶ περὶ τῶν εὐτόνων, καὶ μαλακῶν, καὶ βαρέων δὲ καὶ κούφων ὁμοίως, ὅσα τε τούτων ἐστὶ τὰ μέσα διελθόντες ἐδείξαμεν, ὡς χρὴ τὴν ἀρίστην κατασκευὴν ἐν ἅπασι τοῖς μετρίοις τε καὶ συμμέτροις, ἃ δὴ καὶ μέσα τῶν ἀμέτρων ἐστὶ, διαιτᾶσθαι κατά τε τρίψεις, καὶ γυμνάσια, καὶ λουτρὰ, καὶ τροφὰς, ὅσα τ᾿ ἄλλα συμπληροῖ τὴν ὑγιεινὴν δίαιταν. ὑπεσχόμεθά τε, καθάπερ ἐπὶ τρίψεών τε καὶ γυμνασίων ἐποιήσαμεν, εἰς εἴδη τινὰ κοινὰ τὴν θεωρίαν ἀναγαγόντες, ὥστε εὐμνημόνευτόν τε ὰμα καὶ
167
μεθοδικὴν εἶναι τὴν διδασκαλίαν, οὕτω κᾀπὶ τῶν ἄλλων ἁπάντων ποιῆσαι· καὶ πρῶτόν γε περὶ τῆς καλουμένης ἀποθεραπείας, ἐπειδὴ ἔμπροσθεν ἐφεξῆς ἐτέτακτο, δηλώσαντες γὰρ, εἰς ὅσον ἐπιτείνειν τε καὶ παραύξειν χρὴ τὰ γυμνάσια πρὸς τὸ τέλος, ὡς ἐν ὑγιείας λόγῳ, ἀκολουθεῖν ἔφαμεν αὐτοῖς τὴν καλουμένην ἀποθεραπείαν, ὑπὲρ ἧς ἤδη λέγωμεν.

Ἕν μὲν καὶ πρῶτον, ὡς διττὴ κατὰ γένος ἐστί· ἡ μέν τις ὡς μέρος, ἡ δ᾿ ὡς εἶδος γυμνασίου. περὶ δὴ τῆς ὡς εἶδος ἑξῆς ἐροῦμεν, περὶ δὲ τῆς ὡς μέρος ἤδη λέγωμεν. ἅπαντος γυμνασίου καλῶς ἐπιτελουμένου τὸ τελευταῖον μέρος ἀποθεραπεία καλεῖται· δύο δ᾿ αὐτῆς οἱ σκοποὶ, κενῶσαί τε τὰ περιττώματα καὶ ἄκοπον φυλάξαι τὸ σῶμα. κοινὸς μὲν οὖν ὁ πρότερος σκοπὸς ὅλῳ τῷ γυμνασίῳ τῶν ἀθλητῶν τε καὶ τῶν ὁτιοῦν ἔργον ἀναγκαῖον ἐν τῷ βίῳ διαπραττομένων, οἷον ἤτοι σκαπτόντων. καὶ γὰρ κᾀκείνου δύο τοὺς πάντας ἐλέγομεν εἶναι σκοπούς·

168
ἐπιῤῥῶσαί τε τὰ στερεὰ μόρια τοῦ ζώου καὶ κενῶσαι τὰ περιττώματα. ὁ δ᾿ ἴδιος τῆς ἀποθεραπείας σκοπὸς ἐνστῆναί τε καὶ διακωλῦσαι τοὺς εἰωθότας ἐπιγίγνεσθαι τοῖς ἀμετροτέροις γυμνασίοις κόπους. ἐπὶ μὲν οὖν τῶν ἀθλητῶν, οἷον ἤτοι σκαπτόντων, ἢ ὁδοιπορούντων, ἢ ἐρεσσόντων, ἤ τι τοιοῦτον διαπραττομένων ὁτιοῦν ἔργον ἀναγκαῖον ἐν τῷ βίῳ, ἑτοιμότερον οἱ κόποι συνίστανται, πλὴν εἴτις ἀποθεραπείᾳ χρῷτο· κατὰ δὲ τὸ προκείμενον ἐν τῷ νῦν λόγῳ σῶμα, τὸ κάλλιστα κατεσκευασμένον ἀπηλλαγμένον τε δουλείας ἁπάσης, ὡς μόνῃ σχολάζειν ὑγείᾳ, σπάνιος ἡ τοῦ κόπου γένεσις. ὥσπερ γὰρ οὐδ᾿ οἱ πλεῖστα πονοῦντες ἀθληταὶ κατ᾿ ἄλλο τι γυμνάσιον ἐφεδρεύοντα κόπον ἔχουσι, πλὴν τὸ καλούμενον ὑπ᾿ αὐτῶν τέλειον, οὕτως οὐδ᾿ οἱ βίον ἐλευθέριον ζῶντες ὑγείας μόνης ἕνεκα γυμναζόμενοι κοπιαθήσονταί ποτε διὰ τὸ μηδ᾿ εἰς ἀνάγκην ἀφικνεῖσθαι τοῦ τοιούτου γυμνασίου. τοῖς μὲν γὰρ ἀθληταῖς ἀναγκαῖόν ἐστιν, ὡς ἂν παρασκευάζωσι τὰ σώματα πρὸς τοὺς ἐν τοῖς ἄθλοις πόνους, ἀμέτρους ἔσθ᾿ ὅτε καὶ δι᾿ ὅλης ἡμέρας γιγνομένους,
169
γυμνάζεσθαί ποτε τὸ τελεώτατον ἐκεῖνο γυμνάσιον, ὃ δὴ καὶ κατασκευὴν ὀνομάζουσι. τοῖς δ᾿ ὑγιείας μόνης ἕνεκα γυμναζομένοις οὔτ᾿ ἀναγκαῖον οὔτε χρήσιμον ὅλως ἐστὶν εἰς ὑπερβάλλοντας ἄγεσθαι πόνους, ὥστ᾿ οὐδεὶς φόβος ἁλῶναι κόποις. ἀλλ᾿ ὅμως ἀποθεραπεύειν αὐτῶν χρὴ τὰ σώματα, κᾂν εἰ μὴ διὰ κόπου προσδοκίαν, ἀλλά τοι τοῦ κενῶσαι ἕνεκα τὰ περιττώματα. προσγίνεται δ᾿ ἐξ ἐπιμέτρου τῷδε καὶ ἡ πρὸς τὸν κόπον ἀσφάλεια. εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ μέτρον αὐτοῖς τῶν γυμνασίων ἄκοπόν ἐστιν, καὶ ὁ τῆς ἐνεργείας τρόπος ἀβίαστος, ἐνδέχεταί ποτε λαθεῖν τὸν γυμναστὴν ἐν ἑκατέρῳ τι σμικρὸν, ὃ παροφθὲν ἐργάζεταί τινα, καὶ εἰ μὴ μέγαν, ἀλλὰ βραχύν γε τῷ γυμναζομένῳ τὸν κόπον. οὐ μὴν προσήκει τὸν ἑαυτῷ ζῶντα καὶ μόνῃ σχολάζοντα τῇ τοῦ σώματος ὑγείᾳ βλάπτεσθαί ποτε οὐδὲ τὸ σμικρότατον. ἀσφαλέστατον οὖν ἀποθεραπείᾳ χρῆσθαι διαπαντός. ὁποίαν δέ τινα ποιητέον αὐτὴν, ἡ τῶν σκοπῶν φύσις ἐνδείξεται. ἐπειδὴ γὰρ πρόκειται τῶν ἐν τοῖς στερεοῖς
170
τοῦ ζώου μέρεσι περιττωμάτων, ὅσα θερμανθέντα καὶ λεπτυνθέντα πρὸς τῶν γυμνασίων ἔτι μένει κατὰ τὸ σῶμα, κένωσιν ἀκριβῆ ποιήσασθαι, χρὴ δήπου τάς τε δι᾿ ἑτέρων ἀνατρίψεις παραλαμβάνεσθαι μετὰ τοῦ συντείνειν τὰ τριβόμενα μόρια, καὶ πρὸς τούτοις ἔτι τὴν καλουμένην τοῦ πνεύματος κατάληψιν. ἐπεὶ δ᾿ οὔτε τῶν τρίψεων ἓν ἁπασῶν ἐστιν εἶδος, οὔτε τῆς τοῦ πνεύματος καταλήψεως, ἄμεινον ἐκλέξασθαι τὸ χρησιμώτατον ἐξ ἑκατέρου. τῶν μὲν δὴ τρίψεων αἱ σκληραὶ συνδεῖν ἐδείκνυντο, τουτέστι πυκνότερόν τε ἅμα καὶ σκληρότερον ἀποφαίνειν τὸ σῶμα· ὥστ᾿ οὐκ ἂν ἁρμόττοιεν αἱ τοιαῦται τοῖς παροῦσιν, εἴ γε δὴ τὸ μὲν πυκνούμενον ἐντὸς ἑαυτοῦ στέγει, τὸ δ᾿ ἀραιούμενον ἐπιτρέπει διαῤῥεῖν τοῖς περιττοῖς. οὕτω δὲ καὶ τὸ μὲν σκληρύνεσθαι τοῖς συντεταμένοις ἐναντιώτατον, (αὐξάνει γὰρ αὐτῶν τὴν διάθεσιν,) τὸ δὲ μαλάττεσθαι χρησιμώτατον. εἴπερ οὖν ἅμα τε διαφορεῖν χρὴ τὰ περιττώματα καὶ μαλάττειν τὰ συντεταμένα, τὰς σκληρὰς τῶν τρίψεων φευκτέον. οὐδὲν δ᾿ ἧττον, οἶμαι, φυλακτέον ἐστὶ καὶ τὰς βραδείας. ἐπειδὴ
171
γὰρ οὐκέτ᾿ ἐξ αὑτοῦ κινεῖται τὸ σῶμα, κίνδυνος αὐτῷ ψυχθῆναί τε καὶ πυκνωθῆναι, μηδὲν ἐπικούρημα θερμαῖνον ἔξωθεν προσλαβόντι. διὰ τοῦτ᾿ οὖν οὐ μόνον εἰς τάχος χρὴ τρίβειν, ἀλλὰ καὶ πολλαῖς χερσὶν, ὡς οἷόν τ᾿ ἐστὶ μάλιστα, ὡς μηδὲν εἶναι μέρος τοῦ τριβομένου γυμνόν. ἀλλ᾿ εἴπερ μήτε βραδεῖαν εἶναι προσήκει τὴν τρίψιν, μήτε σκληρὰν, ἔλαιον δαψιλὲς χρὴ περικεχύσθαι τῷ τριβομένῳ σώματι· καὶ γὰρ εἰς τάχος τοῦτο καὶ εἰς μαλακότητα τῇ τρίψει συντελεῖ, καὶ πρόσεστι αὐτῷ τι καὶ ἄλλο μέγιστον ἀγαθόν· ἐκλύει γὰρ τὰς τάσεις, καὶ μαλάττει τὰ πεπονηκότα κατὰ τὰς σφοδροτέρας ἐνεργείας. διὰ ταῦτα μὲν δὴ φευκτέον ἐστὶ τὴν σκληρὰν τρίψιν, δι᾿ ἕτερα δὲ τὴν μαλακήν· οὔτε γὰρ ἐξικνεῖται πρὸς βάθος ἡ τοιαύτη τρίψις, ἀλλ᾿ αὐτόθι που κατὰ τὸ δέρμα καὶ τὰς πλησίον αὐτοῦ σάρκας ἐκλύεται, οὔτ᾿ ἐκθλίβει τὰ περιεχόμενα κατὰ τοὺς στενοὺς τῶν πόρων περιττώματα. δι᾿ ὃ δὴ τήν τε σύντασιν τῶν τριβομένων παραλαμβάνομεν, καὶ τὴν τοῦ πνεύματος κατάληψιν. ἡ μέση τοίνυν μαλακῆς καὶ σκληρᾶς, ἥπερ δὴ καὶ σύμμετρός ἐστιν,
172
ἐκπεφευγέναι φαίνεται τό τε τῆς μαλακῆς ἄπρακτον καὶ τὸ τῆς σκληρᾶς βίαιον καὶ βλαβερόν. ἐνεργηθήσεται δὲ, τῶν μὲν τοῦ τρίβοντος χειρῶν ἐῤῥωμένως ἐπιβαλλομένων, ὡς ἐγγύς πη τὴν ἀπ᾿ αὐτῶν θλίψιν εἶναι τῇ σκληρᾷ τρίψει, διὰ δὲ τὸ πλῆθος τοῦ λίπους καὶ τὸ τάχος τῆς φορᾶς ἐκλυομένων τοσοῦτον, ὡς ἀκριβῶς γίνεσθαι σύμμετρον. τό τε γὰρ λίπος οὐ σμικρὸν ἀλεξητήριόν ἐστι βιαίας ἐπιβολῆς, τό τε βραχυχρόνιον τῆς ὁμιλίας τοσοῦτον ἀφαιρεῖ τῆς βιαίας, ὅσον καὶ τοῦ χρόνου. τείνειν δ᾿ ἀξιοῦμεν ἐν τούτῳ τὰ τριβόμενα μόρια χάριν τοῦ πᾶν ὅσον ἐστὶ μεταξὺ τοῦ δέρματος καὶ τῆς ὑποκειμένης σαρκὸς περίττωμα διὰ τοῦ δέρματος ἐκκενοῦσθαι. χαλαρῶν γὰρ ἀμφοτέρων ὑπαρχόντων, οὐδὲν μᾶλλον ἔξω φέρεσθαι τοῖς περιττώμασιν ἢ εἴσω συμβήσεται· ταθέντων δὲ τῶν ὑποκειμένων τῷ δέρματι, πάντ᾿ ἐκτὸς ἐκκρίνεται, καθάπερ ὑπὸ δυοῖν πιεζόμενα χεροῖν, μιᾶς μὲν αὐτῶν τῆς ἔξωθεν ἐπιβεβλημένης τοῦ τρίβοντος, ἑτέρας δὲ τῶν τεταμένων ἔνδον μερῶν. δι᾿ αὐτὰ δὲ ταῦτα καὶ ἡ τοῦ πνεύματος κατοχὴ καὶ κατάληψις οὐ
173
σμικρὸν μέρος ἀποθεραπείας ἐστίν· ὀνομάζεται δὲ οὕτως, ἐπειδὴ ἅπαντας ἐντείναντές τε καὶ προστείλαντες τοὺς μῦς τοῦ θώρακος, οἵ κατὰ τὰς πλευράς εἰσιν, ἐπέχομεν τὴν ἐκπνοήν. συμβαίνει γὰρ τηνικαῦτα τὸ θλιβόμενον ὑπὸ τῶν πλευρῶν πνεῦμα κεκωλυμένον ἐκπνεῖσθαι, διὰ τὸ κεκλεῖσθαι τὸν λάρυγγα, πᾶν ὠθεῖσθαι κάτω πρὸς τὸ διάφραγμα· τούτῳ δὲ ὑποκειμένων ἥπατός τε καὶ σπληνὸς, καὶ γαστρὸς, καί τινων ἑτέρων, συνεξαίρεσθαι ταῦτα σύμπαντα τῷ διαφράγματι. χρὴ δ᾿ ἐν τούτῳ συντείνειν ἀτρέμα τοὺς κατ᾿ ἐπιγάστριον μῦς, ἵν᾿ ὑπὸ τούτων τε ἅμα καὶ τοῦ διαφράγματος, ὥσπερ ὑπὸ δυοῖν θλιβόμενα χεροῖν, ὅσα μεταξὺ κεῖται μόρια, τὸ περιεχόμενον ἐν αὐτοῖς περίττωμα πρὸς τοὐκτὸς ὠθῇ. τὰ μὲν οὖν μεταξὺ κείμενα τό τε ἧπάρ ἐστι, καὶ ὁ σπλὴν, καὶ ἡ γαστὴρ, καὶ κώλου τε καὶ λεπτῶν ἐντέρων προὔχοντα· χῶραι δ᾿ εἰς ὑποδοχὴν ἕτοιμοι τοῖς ἐκθλιβομένοις περιττώμασιν ἥ τε τῆς γαστρὸς εὐρυχωρία πᾶσα, καὶ τῶν ἐνταῦθα κειμένων ἐντέρων αἱ κοιλότητες. εἰ δ᾿ ἀργοὺς ἀκριβῶς ἐάσαις τοὺς κατ᾿ ἐπιγάστριον μῦς, οὐδενὸς μὲν τῶν εἰρημένων ἐκκενώσεις τὰ
174
περιττώματα, τὰ δ᾿ ἐν θώρακί τε καὶ πνεύμονι μεταστήσεις κάτω. προσήκει δ᾿ ἐνταῦθα μεθίστασθαι μᾶλλον αὐτοῖς τοῦ μένειν ἐν ἐκείνοις, ὅσῳ καὶ ἡ κένωσις ἑτοιμοτέρα τῶν ἐν τῇ κοιλίᾳ περιεχομένων, ἤπερ τῶν ἐν πνεύμονί τε καὶ θώρακι. τὰ μὲν γὰρ ἐμεῖταί τε καὶ ἀποπατεῖται ῥᾳδίως, τὰ δὲ μετὰ συντονίας τε καὶ βίας ὑπὸ βηχὸς ἐκβάλλεται. εἰ μέντοι τις ὁμοίως ταῖς φρεσὶν ἐντείνει τοὺς κατ᾿ ἐπιγάστριον μῦς ἐν ταῖς τοῦ πνεύματος καταλήψεσιν, ἀκριβέστερον μὲν ἐκκαθαρθήσεται τὰ κάτω τῶν φρενῶν σπλάγχνα, μεταστήσεται δὲ οὐδὲν ἐκ τῶν τοῦ πνεύματος ὀργάνων εἰς τὰ τῆς τροφῆς, ἀλλ᾿ ἅπαν ἐν θώρακί τε καὶ πνεύμονι μένει τὸ περίττωμα. διὸ δὴ τὴν τοιαύτην κατάληψιν τοῦ πνεύματος οὐκ ἐπαινῶ νῦν, ἔτι δὲ μᾶλλον, ὅταν ἤδη μηδ᾿. ὅλως τις ἐντείνας τὰς φρένας ἰσχυρῶς καὶ βιαίως προστείλῃ τοὺς κατ᾿ ἐπιγάστριον μῦς. ἀνάγκη γὰρ ἐν τῷδε ἐμπίπλασθαι μὲν αἵματός τε καὶ πνεύματος ἅπαντα τὰ κατὰ τὸν τράχηλον ἀγγεῖα καὶ μόρια, φέρεσθαι δ᾿ ἄνω τε καὶ πρὸς τὴν κεφαλὴν, οὐκ ἐπὶ τὴν γαστέρα καὶ κάτω τὰ περιττώματα.
175
θεάσασθαι γάρ ἐστι τὸ αὐτὸ κᾀπὶ τῶν αὐλούντων, ἢ μέγιστον ἢ ὀξύτατα φωνούντων· εὐρύνεται γὰρ αὐτῶν ἅπας ὁ τράχηλος, οἰδίσκεται δὲ τὸ πρόσωπον, ἥ τε κεφαλὴ πληροῦται σφοδρῶς, ὅτι καὶ κατὰ τοῦτο τὸ ἔργον οἱ κατ᾿ ἐπιγάστριον ἐκτείνονται μύες, εἴκοντος αὐτοῖς τοῦ διαφράγματος. ἔστι γὰρ δὴ τὸ τοιοῦτον ἔργον ἅπαν, ὡς ἐν τοῖς περὶ φωνῆς ἀποδέδεικται, μικτὸν καὶ σύνθετον ἔκ τε μεγίστης ἐκπνοῆς καὶ πνεύματος καταλήψεως, ἐν μὲν ταῖς ἀθρόαις ἐκφυσήσεσι μεγίστης ἐκπνοῆς γινομένης ἐπὶ σφοδροτάταις ἐντάσεσι τῶν κατὰ τὰς πλευρὰς μυῶν ἅμα τοῖς κατ᾿ ἐπιγάστριον, ἐν δὲ ταῖς τοῦ πνεύματος καταλήψεσι τῆς μὲν αὐτῆς ἐντάσεως γιγνομένης ἑκατέρων τῶν μυῶν, ἐκπνεομένου δ᾿ οὐδενὸς, ἐπὶ δὲ τῶν αὐλούντων τε καὶ φωνούντων ὀξὺ τῶν μὲν μυῶν ὡσαύτως τεινομένων, οὔτε δ᾿ ἐπεχομένης ἀκριβῶς τῆς ἐκκνοῆς, οὔτε ἀθρόως ἐπιτελουμένης, ἀλλὰ μέσην ἐχούσης κατάστασιν. ὥστε ταῖς τρισὶν ἐνεργείαις κοινὴν μὲν εἶναι τὴν τάσιν τῶν μυῶν, ἰδίαν δὲ κατὰ μὲν
176
τὰς ἀθρόας ἐκφυσήσεις, τὴν ταχεῖαν ἔξω φορὰν τοῦ πνεύματος, κατὰ δὲ τὰς καταλήψεις τὴν ἐπίσχεσιν, ἐν δὲ ταῖς αὐλήσεσί τε καὶ φωναῖς σύμμετρον κένωσιν. αἰτία δὲ τῶν τριῶν ἐνεργειῶν ἡ φάρυγξ, ἀνοιγομένη μὲν ἐπὶ πλεῖστον ἐν ταῖς ἀθρόαις ἐκφυσήσεσιν, ἀκριβῶς δὲ κλειομένη καταλαμβανόντων τὸ πνεῦμα, μέσην δ᾿ ἔχουσα κατάστασιν αὐλούντων τε καὶ φωνούντων ὀξύ τε ἅμα καὶ μέγα. περὶ μὲν δὴ τούτων ἀνάγκη ποτὲ καὶ αὖθις εἰπεῖν ἐν τοῖς περὶ ἀναφωνήσεως λόγοις. ἡ δ᾿ εἰς τὴν ἀποθεραπείαν ἐπιτήδειος ἐξαίρει τὴν γαστέρα, τεινομένων μὲν ἁπάντων τῶν τοῦ θώρακος μυῶν, ἀνιεμένων δὲ τῶν κατ᾿ ἐπιγάστριόν τε καὶ τὰς φρένας· οὕτω γὰρ ἐνεχθήσεται κάτω τὰ περιττώματα. δευτέραν δὲ ἔχει τάξιν ἡ μετρίως ἐντείνουσα τοὺς κατ᾿ ἐπιγάστριον μῦς ὑπὲρ τοῦ τὰ κάτω τῶν φρενῶν ἀποθεραπεῦσαι σπλάγχνα. τῶν δ᾿ αὐτῶν τούτων ἕνεκα καὶ αἱ τῶν ἁμμάτων περιφοραὶ γιγνέσθωσαν, ἃς ἐξόπισθεν τῶν τριβομένων οἱ τρίβοντες ἱστάμενοι ποιοῦνται περὶ τὴν γαστέρα
177
σύμπασαν· ἄλλας δ᾿ ἐκ τῶν πρόσθεν ἱστάμενοι τῶν μεταφρένων περιβολὰς ἁμμάτων ποιοῦνται, τὼ χεῖρε περιάγοντες· ἄλλας δὲ ταῖς πλευραῖς, καὶ τῇ ῥάχει, καὶ τῷ στέρνῳ, συνεπιστρεφομένου πως αὐτοῖς τοῦ τριβομένου. κατὰ τῆς ὀσφύος δὲ γιγνέσθωσαν ἁμμάτων ὅμοιαι περιβολαί τε καὶ περιφοραὶ, συνεντεινομένου μὲν ἁπάσαις αὐταῖς τοῦ τριβομένου, συνεπιστρεφομένου καὶ οὐχ ἁπάσαις· οὐδὲ γὰρ συνεχεῖς ἔτι αὐτὸν ἀπὸ τῆς ἀποθεραπείας χρὴ ποιεῖσθαι τὰς κινήσεις, ὥσπερ οὐδὲ σφοδρὰς, ἀλλὰ ποιεῖσθαι μέν τινας, ἐκ διαλειμμάτων δ᾿ ἐχόντων τρίψεις· αἱ μὲν γὰρ συνεχεῖς τε καὶ σφοδραὶ τρίψεις ἴδιαι τῶν κατασκευαστικῶν γυμνασίων εἰσὶν, αἱ δὲ μήτε συνεχεῖς μήτε σφοδραὶ τῆς ἀποθεραπείας οἰκεῖαι. ὥστε πολλάκις μὲν ἐνανειλείσθω, πολλάκις δὲ καὶ ἀπωθείσθω, πολλάκις δὲ καὶ μεταβαλλέτω τὸν προσγυμναζόμενον ἐν τούτῳ τῷ καιρῷ. πολλάκις δὲ καὶ κατὰ νῶτον γιγνόμενος αὐτὸς, ἑκάτερον ἐν μέρει τῶν σκελῶν περιπλέκων τῷ γυμναστῇ μετ᾿ ἐντάσεώς τινος οὐκ ἠπειγμένης, ὑφ᾿ ἑτέρων εὐκαίρως ἐπαφωμένων τριβέσθω· οὕτω γὰρ ἂν καὶ μάλιστα
178
διαφυλάττοι τε τὴν ἐν τοῖς γυμνασίοις ηὐξημένην θερμότητα, καὶ συνεκκρίνοι ταῖς ἰδίαις ἐντάσεσί τε καὶ κινήσεσι τὰ περιττώματα· πρὸς ὃ καὶ ἡ τοῦ πνεύματος κατάληψις οὐκ ὀλίγον μοι ἔοικεν ἐπιβοηθεῖν, ἐνωθούμενον γὰρ τοῦτο πανταχόθεν εἰς τοὺς λεπτοὺς πόρους ἀναγκάζεται καταδύεσθαι, καὶ ἢν ἐπὶ πλέον θλίβηταί τε καὶ προωθῆται, πάντας αὐτοὺς διεξέρχεται, συναποφέρον αὑτῷ τι καὶ τῶν λελεπτυσμένων περιττωμάτων. οὕτω γέ τοι καὶ τρήματα πολλάκις ὀργάνων λεπτὰ τοὺς δημιουργοὺς ἔστιν ἰδεῖν ἐκκαθαίροντας ἐμφυσήσει σφοδροτέρου πνεύματος. εἰς ὅσον γὰρ τοῦτο φέρεται πρόσω βιαίως ἐπαναγκαζόμενον, εἰς τοσοῦτον τὰ μὲν ὠθεῖται παρ᾿ αὐτοῦ, τὰ δὲ παρασύρεται διεξελθεῖν ἐφιέμενα τὴν ὁδὸν ἅπασαν· ὠθεῖται μὲν τὰ πρόσω, παρασύρεται δὲ τὰ πλάγια, τῇ ῥύμῃ τῆς φορᾶς ἄμφω βιαζόμενα. καὶ τοίνυν καὶ τῶν γυμνασίων αὐτῶν μεταξὺ παραλαμβάνουσιν οἱ ἄριστοι γυμνασταὶ κατάληψιν πνεύματος, ὥσπερ γε καὶ τὴν προειρημένην ἀποθεραπευτικὴν
179
τρίψιν, ἅμα μὲν ἀναπαυόντες, ὅταν ἄρχωνται κάμνειν, ἅμα δὲ διακαθαίροντες κατὰ βραχὺ τοὺς πόρους, ἵν᾿ εὔπνουν τε ἅμα καὶ καθαρὸν ᾖ τὸ σῶμα πρὸς τοὺς ἑξῆς πόνους, ὡς κίνδυνός γε, μηδενὸς τοιούτου προνοηθέντος, τὸν γυμναστὴν ἐμφράξαι μᾶλλον ἢ καθᾶραι τοὺς πόρους. αἱ γάρ τοι σφοδρόταται φοραὶ τῶν ὑλῶν τὰ ἐναντία πεφύκασιν ἐργάζεσθαι, κατὰ διαφέροντας καιροὺς καὶ τρόπους ἐνεργούμεναι· ἐμφράξεις μὲν, ὅταν ἀθρόον τε ἅμα καὶ παχὺ καὶ πολὺ τὸ φερόμενον ᾖ, καθάρσεις δὲ, ἐπειδὰν ὀλίγον τε καὶ λεπτομερὲς ὑπάρχον μὴ πάνυ κατεπείγηταί τε καὶ καταναγκάζηται πᾶν ἀθρόως ἐκκενοῦσθαι. φαίνεται γὰρ οὕτω ταῦτα γινόμενα κατά τε τῶν ἐκτὸς ἁπάντων ὀργάνων τε καὶ πλοκάμων. ἀποπλύνεται γὰρ τοι καὶ ἀποῤῥύπτεται τὸ περιττὸν ἅπαν ἐξ αὐτῶν, οὐχ ὅταν, ὑπεξιόντων ἔτι τῶν προτέρων, ἕτερα βιαίως ἐπιφέρηται, (κίνδυνος γὰρ ἐν τῷδε, σφηνωθέντα καὶ διαιρεθέντα πρὸς ἄλληλα τὰ διερχόμενα φράξαι τὴν ὁδὸν,) ἀλλ᾿ ὅταν, τῶν προτέρων ἤδη κεκενωμένων, αὖθις ἕτερα κενωθῇ. καὶ τίς δὲ περὶ
180
τῶν μικροτέρων πόρων θαυμάσειεν, ὅπου γε καὶ τῶν θεάτρων ἀθρόως ἐξιόντες πολλοὶ κατὰ τὰς διεξόδους ἴσχονται; διὰ ταῦτα μὲν δὴ καὶ τοὺς ἐν μέσοις τοῖς πόνοις ἀποθεραπείᾳ χρωμένους ἐπαινῶ, καὶ μάλιστα ἐπὶ τῶν τοὺς βαρεῖς καλουμένους ἄθλους ἀσκούντων. ἀλλὰ περὶ μὲν τούτων αὖθις· ὁ δὲ νῦν ἡμῖν ὑποκείμενος ἄνθρωπος οὐκ ἀθλητικὴν εὐεξίαν, ἀλλ᾿ ἁπλῶς ὑγίειαν ἔχει τὸν σκοπόν. οὔτ᾿ οὖν πολλῶν αὐτῷ χρεία γυμνασίων ἐστὶν, οὔτε πρὸς ἀνάγκην ἐδωδῆς, ἀλλ᾿ οὐδὲ πλήθους κρεῶν χοιρείων, οὐδ᾿ ἄρτων τοιούτων, οἵους ἐσθίουσιν αἱ βαρεῖς ἀθληταί. διὰ ταῦτ᾿ οὖν ἅπαντα τῷ μὲν οὐδεὶς κίνδυνος ἐμφραχθῆναι τοὺς πόρους, εἰ καλῶς προκατεσκευάσαντο, τουτέστι ἐπιτηδείῳ τε τρίψει καὶ πόνοις ἐξ ὀλίγου τε καὶ κατὰ βραχὺ προϊοῦσι· ἀθλητῇ δὲ βαρεῖ κίνδυνός ἐστι διά τε τὴν ποιότητα καὶ τὸ πλῆθος τῶν ἐδεσμάτων, εἰ μὴ πάντα γίγνοιτο καλῶς, ἐμφραχθῆναι μᾶλλον ἐν τοῖς γυμνασίοις ἢ καθαρθῆναι τοὺς πόρους.

181

Ἅλις μὲν ἤδη μοι τῶν περὶ τῆς ἀποθεραπείας λόγων. ἴωμεν δ᾿ ἑξῆς ἐπὶ τὰ λουτρὰ, τοσοῦτο γοῦν μόνον εἰπόντες ὑπὲρ τῶν προκειμένων, ὡς, ὅς τις ἂν ἐλάττοσιν ἔπεσιν ἑρμηνεύσῃ ταῦτα, μακρολογίαν ἡμῖν ἐγκαλείτω. εἰ δὲ τῶν ἀναγκαίων τι θεωρημάτων ἢ τῶν ταῦτα πιστουμένων ἀποδείξεων ὑπερβάς τινας βραχὺν ἡγοῖτο πεποιηκέναι τὸν λόγον, οὐκ ἀγάλλεσθαι προσῆκεν, ἀλλ᾿ αἰσχύνεσθαι μᾶλλον αὐτῷ ταῖς τοιαύταις βραχυλογίαις. ἐγὼ δὲ, καίτοι βιβλίον ὅλον ὑπὲρ τῆς καλουμένης ἀποθεραπείας γράψαι δυνάμενος, οὐκ ἐδικαίωσα ποιεῖν οὕτως, συντέμνειν ὅτι μάλιστα τὸ μῆκος τῆσδε τῆς πραγματείας προῃρημένος. εἰ γὰρ ἐπὶ τὸ διελέγχειν ὅσα κακῶς εἴρηται τοῖς πλείστοις ἐτραπόμην, οὐ μικρὰν, οὐδὲ φαύλην ὕλην εἰς μῆκος λόγου ἔσχον ἄν· ἀλλ᾿ ἐξ ὧν ἀπέδειξα, νομίζω τοῖς ἔχουσι νοῦν ἁπάσας τῆς ἀντιλογίας τὰς ἀφορμὰς παρασχέσθαι. λέγοντος γοῦν Ἀσκληπιάδου, τὴν κατάληψιν τοῦ πνεύματος ἐμπιπλάναι τὴν κεφαλὴν, ἐξ ὧν ἐγὼ διωρισάμην ὀλίγον ἔμπροσθεν,

182
ἐπιδεικνὺς αὐτῆς τὰς διαφορὰς, ἔνεστι τῷ βουλομένῳ τὴν πρὸς αὐτὸν ἀντιλογίαν ποιεῖσθαι. οὕτω δὲ καὶ κατὰ τὸ δεύτερον βιβλίον ἐξῆν δή που κᾀμοὶ τὰ κατὰ μέρος ἅπαντα γυμνάσια διηγουμένῳ μηκῦναι τὸν λόγον, ὥσπερ ἄλλοι τέ τινες ἐποίησαν ὅ τε κάλλιστα μεταχειρισάμενος ὅλην τὴν πραγματείαν Θέων ὁ Ἀλεξανδρεύς· τέτταρα γὰρ οὗτος ἔγραψε βιβλία περὶ τῶν κατὰ μέρος γυμνασίων. ἅπαντα κᾀμοὶ λέγειν ἐξῆν, ἄμεινόν γε ἑρμηνεύειν ἐκείνου δυναμένῳ, καὶ προσέτι καὶ ἄλλων πολλῶν μνημονεύειν γυμνασίων ἔργοις κοινῶν. ἐκεῖνος μὲν γὰρ, ὡς ἂν ἀθλητὰς μάλιστα γυμνάζειν ἔργον πεποιημένος, ἐν τοῖς ἐπ᾿ ἐκείνων ἐπλεόνασε γυμνασίοις· ἔξεστι δὲ τῷ βουλομένῳ περὶ πάντων τῶν κατὰ πάσας τὰς τέχνας διεξέρχεσθαι. ταῦτα μὲν οὖν μοι λελέχθω πρὸς τοὺς ἀγανακτήσοντας τῷ μήκει τῆς πραγματείας.

Καιρὸς δ᾿ ἤδη περὶ λουτρῶν διέρχεσθαι, πρῶτον μὲν, ὁπόσα γλυκέων ὑδάτων ἐστὶ θερμαινόμενα,

183
ἐπειδὴ τούτων ἡ χρεία πλείων, ἐξῆς δὲ τῶν ψυχρῶν, εἶθ᾿ οὕτως τῶν αὐτοφυῶν ὀνομαζομένων, καὶ αὐτῶν δή που τὰ μὲν εὔκρατα, τὰ δὲ ζέοντα, τὰ δὲ χλιαρὰ, τὰ δὲ ψυχρὰ παντάπασιν ὑπάρχει. ἔστι δὴ τῶν γλυκέων ὑδάτων τῶν θερμῶν ἡ δύναμις, εὐκράτων μὲν ὄντων, ὑγρὰ καὶ θερμὴ, χλιαρωτέρων δὲ γενομένων, ὑγρὰ καὶ ψυχρὰ, θερμοτέρων δὲ τοῦ δέοντος ἀποτελεσθέντων, θερμὰ μὲν, οὐκέτι δ᾿ ὁμοίως ὑγρά. φρίττειν γὰρ ἀνάγκάζει τὰ σώματα, καὶ πυκνοῦσθαι τοὺς πόρους αὐτῶν, ὡς μήτ᾿ ἀπολαύειν ἔτι τῆς ἔξωθεν ὑγρότητος, μήτ᾿ ἐκκενοῦσθαί τι τῶν ἔνδον περιττωμάτων. ἀλλ᾿ ἀπὸ τῶν εὐκράτων ἀρκτέον, ἃ διὰ παντὸς ὑγραίνει, καὶ θερμαίνει διὰ παντὸς καθ᾿ ἑαυτά. συμβαίνει δ᾿ αὐτοῖς ἐνίοτε κατὰ τὸ συμβεβηκὸς ἤτοι διαφορεῖν τὰς ὑγρότητας, ἢ πληροῦν ῥεύματος περιττοῦ τὰ μόρια τοῦ σώματος, ἢ μαλάττειν, ἢ πέττειν, ἢ ῥωννύναι τὴν δύναμιν, ἢ καταλύειν. εἰς ταῦτα μέν γε καὶ ἡ ποσότης αὐτῶν οὐκ ὀλίγα συντελεῖ. πολλὰ δὲ καὶ ἄλλα τῶν τοῖς εἰρημένοις ἑπομένων ἔνεστι καταλέγειν ἔργα τῶν εὐκράτων ποτίμων λουτρῶν,
184
ὧν τὰ πρέποντα τῇ νῦν ἡμῖν ἐνεστώσῃ πραγματείᾳ λεχθήσεται καθ᾿ ὅσον ἐγχωρεῖ διὰ βραχέων, ἀναβεβλημένης ἐν τῷ παρόντι τῆς εἰς τὰ νοσήματα χρείας αὐτῶν. εἰς δὲ τὴν ὑγιεινὴν χρῆσιν ὁ προκείμενος ἐν τῷ λόγῳ νεανίσκος ἡκέτω γεγυμνασμένος, ὡς εἴρηται πρόσθεν. ἐπὶ τούτου τοίνυν ὀλίγη μὲν ἡ ἐξ αὐτοῦ ὠφέλεια· πάντα γὰρ φθάνει ἔχων ἐκεῖνος ἔκ τε τῶν συμμέτρων γυμνασίων καὶ τῆς εἰρημένης ἀποθεραπείας. ὅμως δ᾿ οὖν, εἰ καλῶς παραλαμβάνοιτο τὰ λουτρὰ, μέρος ἄν τι γένοιτο καὶ αὐτὰ τῆς ἀποθεραπείας, εἴ γε δὴ μαλάττει μὲν τὰ σκληρὰ καὶ τεταμένα μόρια, διαφορεῖ δ᾿, εἴ τι περίττωμα καὶ σύντηγμα πρὸς τοῦ δέρματος ἐντὸς ἴσχοιτο. ἀλλὰ τούτων γε οὐδετέρων χρῄζειν ἔοικεν ὁ ὑποκείμενος ἄνθρωπος ἐν τῷ λόγῳ, οὔτε σύντηγμα σαρκὸς ἁπαλῆς ἢ πιμελῆς εἰκὸς αὐτῷ γεγονέναι τι κατὰ τὰ γυμνάσια. ταῖς γὰρ ἀμέτροις τε καὶ σφοδραῖς κινήσεσιν εἵπετο τὰ τοιαῦτα, κεκένωται δὲ πάντ᾿ αὐτῷ τὰ περιττώματα καὶ μεμάλακται τὰ στερεὰ μόρια κατὰ τὸν τῆς
185
ἀποθεραπείας καιρὸν, ὥστ᾿ ἀποπλύνασθαι τὸν ἱδρῶτα καὶ τὴν κόνιν, εἰ καὶ ταύτῃ ποτὲ χρήσαιτο, δεῖται μᾶλλον ἢ θερμανθῆναι κατὰ τὸ βαλανεῖον. διαβαδίσαι τοιγαροῦν χρῄζει μόνον ἄχρι τῆς δεξαμενῆς, οὐκ ἐνδιατρῖψαι τῷ βαλανείῳ, καθάπερ οἱ χωρὶς τοῦ γυμνάσασθαι καθέψοντες ἑαυτούς. οὐ μὴν οὐδ᾿ ἐγχρονίζειν ἐν τῇ κολυμβήθρᾳ δεῖται, περιπλυνάμενος δ᾿, ὡς εἴρηται, πρὸς τὸ ψυχρὸν ὕδωρ ἐπειγέσθω. σύμμετρον δ᾿ ἔστω καὶ τοῦτο τῆ συμμέτρῳ φύσει τοῦ σώματος. ἐφ᾿ ὧν γὰρ ἤτοι σφόδρα ψυχροῦ χρεία τοῦ ὕδατος, ἢ μαλακοῦ τε καὶ οἷον εἰληθεροῦς, αὖθις εἰρήσεται. τὸ δ᾿ ἄριστα πεφυκὸς σῶμα, μέχρι μὲν αὐξάνεται, λέλεκταί που καὶ πρόσθεν, ὡς οὐ χρὴ ψυχρῷ λούειν, ἵνα μή τι τῆς αὐξήσεως αὐτοῦ κωλύσωμεν· ηὐξημένου δ᾿ ἱκανῶς, ἐθίζειν ἤδη καὶ τῷδε· κρατύνει τε γὰρ ἅπαν σῶμα, καὶ τὸ δέρμα πυκνὸν καὶ σκληρὸν ἀποτελεῖ· κράτιστον δὲ τοῦτο πρὸς τὴν ἀπὸ τῶν ἔξωθεν βλάβην. ὡς δ᾿ ἄν τις ὑπάρξαιτο λούεσθαι ψυχρῷ, μηδενὸς ἀπὸ τῆς ἐξαιφνιδίας μεταβολῆς ἀπολαύσας βλαβεροῦ, παντὸς μᾶλλον ἐπίστασθαι χρή. πολλοὶ
186
γὰρ κακῶς ἀρξάμενοι διεβλήθησαν οὕτω πρὸς ὅλον τὸ ἐπιτήδευμα τῆς ψυχρολουσίας, ὥστε μηδὲ τοῖς ἀσφαλῶς αὐτὸ μεταχειριζομένοις ὑπομένειν ἑαυτούς ποτε παρασχεῖν. ἔστω τοιγαροῦν ὁ μὲν τοῦ ἔτους καιρὸς ἀρχομένου θέρους, ἵνα πρὸ τοῦ χειμῶνος ἐν ἅπαντι τῷ μεταξὺ χρόνῳ γένηταί τις ἐθισμὸς ἀξιόλογος. ἔστω δὲ δή που καὶ ἡ ἡμέρα, καθ᾿ ἣν ἀρχόμεθα, νήνεμος ὡς ἔνι μάλιστα, καὶ εἰς ὅσον οἷόν τε κατ᾿ ἐκεῖνον τὸν καιρὸν θερμοτάτη. δῆλον δ᾿, ὡς καὶ τῆς ἡμέρας αὐτῆς ἐκλέγεσθαι χρὴ τὸ θερμότατον, ὥσπερ γε καὶ τὸ γυμναστήριον εὐκρατότατον. ἡ μὲν ἔξωθεν αὕτη παρασκευή. σῶμα δ᾿ αὐτὸ τὸ μέλλον χρῆσθαι τῷ ψυχρῷ παρεσκευάσθω κατὰ τάδε. τῇ μὲν ἡλικίᾳ ἔστω κατὰ τετάρτην ἑβδομάδα μεσοῦσαν μάλιστα, μηδὲν ὑπὸ μηδενὸς ἠλλοιωμένος αἰτίου προσφάτου κατ᾿ ἐκείνην τὴν ἡμέραν ἢ τὴν πρὸ αὐτῆς νύκτα, τὴν δ᾿ ὑγιεινὴν κατάστασιν, ἣν εἶχεν ἔμπροσθεν, ἀκριβῶς διαφυλάττων. ἔστω δὲ καὶ τὴν ψυχὴν εὔθυμός τε καὶ φαιδρὸς ὁ μέλλων χρήσασθαι τῷ ψυχρῷ νεανίσκος, εἴπερ ποτὲ ἄλλοτε, καὶ τότε μάλιστα. πρῶτον μὲν
187
οὖν ἀνατριβέσθω σινδόσιν ἐπιπλέον· ἔστωσαν δὲ καὶ σφοδρότεραι νῦν μᾶλλον, ἢ πρόσθεν, τρίψεις, καὶ διὰ σκληροτέρων ὀθονίων· εἰ δὲ καὶ χειρῖδας ῥαπτὰς περιθέμενοι ταῖς χερσὶν οἱ προγυμνασταὶ τρίβοιεν, ὡς ὁμαλωτέραν γενέσθαι τὴν ἐνέργειαν, οὐδὲν ἂν εἴη χεῖρον. ἐφεξῆς δὲ δἰ ἐλαίου τριβέσθω, καθότι σύνηθες ἦν αὐτῷ· κᾄπειτα γυμναζέσθω τῷ πλήθει μὲν ἴσα γυμνάσια, θάττονα δὲ νῦν, ἢ πρόσθεν· ἔπειθ᾿ οὕτως εἰς τὸ ψυχρὸν ὕδωρ καταβαινέτω μὴ βλακεύων, ἀλλ᾿ ἐπωκύνων τὴν ἐνέργειαν, ἢ ἀθρόως ἐναλλέσθω, σκοπὸν ἐν ἀμφοῖν ἔχων, ὡς μάλιστα καθ᾿ ἕνα χρόνον ἅπασι τοῖς τοῦ σώματος μέλεσι περιχυθῆναι τὸ ὕδωρ· τὸ γὰρ κατὰ βραχὺ πλησιάζειν αὐτῷ φρίκης ἐστὶ ποιητικόν. ἔστω δὲ μήτε χλιαρὸν τὸ ὕδωρ, μήτε ἀτέραμνόν τε καὶ παγετῶδες· τὸ μὲν γὰρ οὐ ποιεῖται θερμασίας ἐπανάκλησιν, τὸ δὲ πλήττει καὶ καταψύχει τοὺς ἀήθεις. ὡς ἔν γε τῷ χρόνῳ προϊόντι καὶ τοιούτῳ ποτὲ χρήσαιτ᾿ ἂν ἡμῶν ὁ νεανίσκος, ἀνάγκης καταλαβούσης· ἀλλὰ κατά γε τὴν πρώτην ἡμέραν ἀκριβῶς χρὴ φυλάττεσθαι
188
τὸ λίαν ψυχρόν. ἐξελθόντι δὲ τοῦ ὕδατος ὑπὸ πλειόνων ἀνατρίβεσθαι προσήκει δἰ ἐλαίου, μέχρις ἂν ἐκθερμανθῇ τὸ δέρμα· καὶ μετὰ ταῦτα σιτία μὲν πλείω τῶν εἰωθότων, ἔλαττον δὲ προσφερέσθω τὸ πόμα. ταῦτα δ᾿, εἰ καὶ σὺ μὴ κελεύσειας, αὐτὸς ἂν οὕτω ποιήσειεν, ὀρθῶς ἁπάντων γενομένων. καὶ γὰρ ὀρέγονται πλεόνων ἐπὶ τῇ ψυχρολουσίᾳ, καὶ πέπτουσιν ἄμεινον, καὶ διψῶσιν ἧττον· ἀφικνοῦνταί τε κατὰ τὴν ὑστεραίαν ἐπὶ τὰ γυμνάσια σαφῶς εὐεκτικώτεροι, τὸν μὲν τοῦ σώματος ὄγκον ἴσον ἔχοντες τῷ πρόσθεν, ἐσφιγμένον δὲ καὶ μυωδέστερον καὶ συντονώτερον, καὶ τὸ δέρμα σκληρότερόν τε καὶ πυκνότερον. ὁμοίως οὖν ἐπ᾿ αὐτοῦ κατὰ τὴν δευτέραν ἡμέραν πρακτέον ἅπαντα, καὶ κατὰ τὴν τρίτην τε καὶ τετάρτην. εἶθ᾿ οὕτως ἐπὶ προήκοντι τῷ χρόνῳ κελεύσομεν αὐτὸν ἐμβαίνειν τὸ δεύτερον τῷ ψυχρῷ μετὰ τὴν ἐπὶ τῷ προτέρῳ τρίψιν, ὡς εἴρηται πρόσθεν. τὸ δὲ καὶ τρίτον ἔτι τοῦτο ποιεῖν, ὡς ἔνιοί τινες ἐκέλευσαν, οὐκ ἐπαινῶ· καὶ γὰρ τὸ δεύτερον αὔταρκες εἶναί μοι δοκεῖ, δυναμένων γε ἡμῶν, εἰς ὅσον ἂν ἐθέλωμεν, ἐν
189
αὐτῷ κελεῦσαι διατρίβειν. ὁ δὲ σκοπὸς κᾀνταῦθα τοῦ χρόνου τῆς διατριβῆς ἐκ τῆς καθ᾿ ἑκάστην ἡμέραν λαμβανέσθω πείρας. εἰ μὲν γὰρ ἀνελθὼν ἐκ τοῦ ὕδατος ἐπὶ ταῖς ἀνατρίψεσιν εὔχρους ἐν τάχει γίγνοιτο, μετρίως ἐν αὐτῷ διατρίψας· εἰ δὲ δυσεκθέρμαντός τε καὶ ἄχρους διαμείνῃ μέχρι πλείονος, ἀμετρότερον ἐχρήσατο τῷ ψυχρῷ. τοῦ χρωτὸς τοίνυν προσέχων τοῖς γνωρίσμασιν ἐξευρήσεις ῥᾳδίως, εἴτε τὸν ἴσον χρόνον αὖθις ἐν τῷ ψυχρῷ διατρίβειν προσήκει, εἴτε καὶ μετακινῆσαί τι πρὸς τὸ ἔλαττον ἢ πλέον. καὶ περὶ μὲν ψυχρολουσίας ὡς πρὸς τὴν ἀρίστην φύσιν ἱκανὰ καὶ ταῦτα.

Τὰς δὲ τῶν παρεμπιπτόντων ἁμαρτημάτων ἐπανορθώσεις ὅπως ἄν τις κάλλιστα ποιοῖτο, διελθεῖν ἤδη καιρός· εἰ γὰρ ὅτι μάλιστα τὴν κατασκευὴν τοῦ σώματος ἄμεμπτον ἔχοι τις, ἀπηλλαγμένος τε εἴη τῶν κατὰ τὸν βίον ἁπάντων πραγμάτων, καὶ ἑαυτῷ μόνῳ ζῶν, ἀλλὰ τό γε μηδέποτ᾿ ἁμαρτάνειν μηδὲν ἢ αὐτὸν ἢ τὸν ἐπιστάτην αὐτοῦ παντάπασιν ἀδύνατον. εἰκὸς τοίνυν ἐστὶ πρῶτόν τε καὶ μάλιστα

190
καὶ συνεχέστατα περιπίπτειν ἁμαρτήμασι νεανίσκον γυμναστικὸν, οἷον ὁ κόπος ἐστίν· ὑπὲρ οὗ πολλάκις μὲν ἤδη πολλοῖς, οὐκ ἰατροῖς μόνον ἢ γυμνασταῖς, ἀλλὰ καὶ φιλοσόφοις εἴρηται, ὥσπερ καὶ Θεοφράστῳ βιβλίον ὅλον ὑπὲρ αὐτοῦ γράψαντι. ἐγὼ δὲ κᾀνταῦθα μήκους φειδόμενος, ἃ μὲν εἴρηται κακῶς ὑπὲρ αὐτοῦ τισιν, ὑπερβῆναι διέγνωκα, τὰ δ᾿ ἀναγκαιότατα τοῖς ὑγιεινοῖς ἅμα ταῖς οἰκείαις ἀποδείξεσι διελθεῖν. καὶ πρῶτόν γε περὶ τῆς ἐννοίας αὐτοῦ· δίκαιον γὰρ ἀπὸ ταύτης ἀρξαμένους οὕτως ἐπὶ τὴν οὐσίαν μεταβῆναι. ἔννοιαν δ᾿ ἔχουσι κόπου τινὲς μὲν ἐν τῷ πεπρῆσθαί τε καὶ τετάσθαι δοκεῖν ἤτοι πάντα τὰ μέλη τοῦ σώματος, ἢ τὰ πονήσαντα μόνον· τινὲς δ᾿ ἐν τῷ δυσχερῆ τινα καὶ ἀνιαρὰν αἴσθησιν ἑαυτῶν κατὰ τὰς κινήσεις λαμβάνειν, ἥν τινες μὲν ἄῤῥητον ἔφασαν, ἔνιοι δὲ ἑλκώδη προσηγόρευσαν· ἄλλοι δέ τινες, ὅταν ὡς τεθλασμένων τε καὶ φλεγμαινομένων αἰσθανώμεθα τῶν μελῶν. εἰσὶν μὲν οἳ καὶ μιγνύουσιν ἀλλήλαις τὰς ἁπλᾶς ταύτας διαθέσεις, τήν
191
τε τῆς τάσεως καὶ τὴν ἑλκώδη καὶ τὴν φλεγμονώδη· τινὲς δὲ δύο μιγνύουσιν ἐξ αὐτῶν, ἤτοι τὴν ἑλκώδη τῇ μετὰ τάσεως, ἢ τὴν φλεγμονώδη μεθ᾿ ἑκατέρας αὐτῶν ἀνὰ μέρος. ὥσθ᾿ ἑπτὰ τὰς πάσας γίγνεσθαι δόξας περὶ τῆς κατὰ τὸν κόπον ἐννοίας, ἐκ μέρους μέν τινος ἁπάσας ἀληθεῖς, τὸ σύμπαν δὲ οὐχ ἁπλῶς. ἐάν τε γὰρ ἑλκώδης αἴσθησις γίγνηται κινουμένοις, ἐάν τε φλεγμονώδης, ἐάν τ᾿ ἐμπίπρασθαι καὶ τείνεσθαι δοκῶσιν, ἐάν τε κατὰ συζυγίαν τινὰ τούτων, ἄν θ᾿ ὁμοῦ συνέλθῃ τὰ πάντα, κόπος ὀνομάζεται τῶν εἰρημένων διαθέσεων ἑκάστη. ὥστ᾿ εἶναι διαφορὰς ἑπτὰ τὰς συμπάσας τῶν κόπων· ἁπλᾶς μὲν τρεῖς, συνθέτους δὲ τέτταρας. ἐπανορθώσεις δὲ τῶν οὕτως ἐχόντων σωμάτων, αἱ μέν τινες ἴδιαι καθ᾿ ἑκάστην εἰσὶ διάθεσιν, αἱ δέ τινες ἁπασῶν κοιναί. λεχθήσεται δ᾿ ἑξῆς ὑπὲρ αὐτῶν, ἐὰν πρότερον ὑπὲρ τῆς παρακειμένης τοῖς κόποις διαθέσεως εἴπωμεν, ἣν ἐξαπατώμενοί τινες ὀνομάζουσι κόπον. ὁποία δ᾿ ἐστὶν αὕτη, καὶ τίνα κέκτηται γνωρίσματα, δηλωθήσεται σαφέστερον, ἂν τὴν οὐσίαν ἑκάστης τῶν κοπωδῶν
192
διαθέσεων εὕρωμεν. ἄχρι μὲν γὰρ τοῦδε τὰ συμπτώματα μόνον εἴρηται, καὶ γὰρ τὸ πεπρῆσθαί τε καὶ τείνεσθαι δοκεῖν τὰ μόρια, καὶ τῷ κινουμένῳ ἤτοι φλεγμονώδη τινὰ ἢ ἑλκώδη γίγνεσθαι τὴν αἴσθησιν, οὐδὲ διαθέσεις εἰσὶν, ἀλλὰ συμπτώματα. διαθέσεις δέ γε τῶν σωμάτων αὐτῶν, ἐφ᾿ οἷς εἴωθε τὰ τοιαῦτα συμπίπτειν, ἁπλαῖ μὲν τρεῖς, σύνθετοι δὲ τέσσαρες. ἡ μὲν οὖν ἑλκώδης διάθεσις ἐπὶ πλήθει γίνεται περιττωμάτων λεπτῶν τε ἅμα καὶ δριμέων, ἅπερ ἐν τῷ γυμνάζεσθαι γεννᾶται κατὰ διττὴν αἰτίαν, ἤτοι τῶν παχυτέρων περιττωμάτων χυθέντων τε καὶ λεπτυνθέντων, οὐχ ἁπάντων δὲ ἐκκριθέντων, ἢ τακείσης τινὸς ἤτοι πιμελῆς, ἢ σαρκὸς ἁπαλῆς. ἀνάγκη γὰρ ὑπὸ τῶν τοιούτων ὑγρῶν, λεπτῶν καὶ δριμέων ὑπαρχόντων, κεντεῖσθαί τε καὶ οἷον τιτρώσκεσθαι τό τε δέρμα καὶ τὰς σάρκας, ὥστε καὶ φρίκην ἐνίοτε γίνεσθαι, καί τι καὶ ῥίγους, ὅταν ἰσχυρῶς ᾖ δριμέα τε ἅμα καὶ πολλά. τοιοῦτος μὲν δή τις ὁ οἷον ἑλκώδης κόπος. ἐν ᾧ δὲ τείνεσθαι δοκεῖ τὰ μόρια μόνον, ἑλκώδης δ᾿ οὐκ ἔστιν αἴσθησις, ἐν τῷδε τῷ κόπῳ περίττωμα
193
μὲν οὐδὲν, ὅ τι καὶ ἄξιον λόγου, περιέχεται τοῖς σώμασι, κατὰ δὲ τοὺς μῦς καὶ τὰ νεῦρα διάθεσίς τις ἐπὶ ταῖς σφοδροτέραις ἐντάσεσιν, ἃς ἐποιήσαντο κατὰ τὰ γυμνάσια, συνίσταται τοῦ ποιήσαντος αἰτίου τὴν δύναμιν ἐνδεικνυμένη. συμβαίνει γὰρ ταῖς σφοδροτέραις ἐντάσεσιν, ἁπάσας μὲν τῶν μυῶν τείνεσθαι τὰς ἶνας, οὐχ ὁμοίως δὲ ἁπάσας κάμνειν, ἀλλ᾿ ὅσαι μάλιστα κατὰ τὴν εὐθύτητα τῆς τάσεώς εἰσιν· ὡς ὅσαι γε λοξότεραί πως ὑπάρχουσιν, ἧττον εὐθύνονται τεινόμεναι. ὥστε ταύταις μὲν οὐδεὶς ἐφεδρεύει κίνδυνος, ἐν δὲ ταῖς ἐπὶ πλέον ἐκτεινομέναις, ὡς ἐγγὺς ἥκειν τοῦ διασπασθῆναι, καταλείπεταί τις διάθεσις ὁμοία τῇ κατὰ τὰς ἐνεργείας ἐγγινομένῃ· τείνεσθαι γὰρ ἔτι δοκοῦσι, κᾂν μηκέτι τείνωνται. ἡ δὲ δὴ τρίτη τοῦ κόπου διαφορὰ, καθ᾿ ἣν ὥσπερ τεθλασμένων ἢ φλεγμαινόντων αἰσθανόμεθα τῶν μορίων, τηνικαῦτα μάλιστα συμπίπτειν εἴωθεν, ὅταν ἐκθερμανθέντες ἱκανῶς οἱ μύες ἐπισπάσωνταί τι τῶν περικεχυμένων ἑαυτοῖς περιττωμάτων. εἰ δὲ καὶ περὶ τοὺς τένοντάς τε καὶ νεῦρα τὴν αὐτὴν γενέσθαι διάθεσιν συμβαίνει,
194
ὀστοκόπον ὀνομάζουσι τὸ πάθημα, τῷ βυθίῳ τῆς αἰσθήσεως ἐπὶ τὰ διὰ βάθους κείμενα μόρια τοὔνομα φέροντες. ἐπιπολῆς μὲν γὰρ τὸ δέρμα, δευτέραν δὲ ἔχουσι θέσεως τάξιν οἱ μύες, ἐν κύκλῳ τοῖς ὀστοῖς περικείμενοι, συμφυεῖς δὲ οἱ τένοντες ὑπάρχουσι τοῖς ὀστοῖς, ὥστ᾿ εὐλόγως, ὅταν οὗτοί τι τῶν εἰρημένων πάσχωσιν, ἐν τῷ βάθει τε καὶ περὶ τοῖς ὀστοῖς αὐτοῖς ἡ διάθεσις εἶναι δοκεῖ. αὗται μὲν αἱ μόναι τρεῖς ἁπλαῖ τῶν κόπων εἰσὶ διαφοραί· σύνθετοι δ᾿ ἐξ αὐτῶν, ὡς ἔμπροσθεν εἴρηται, τέτταρες, ὑπὲρ ὧν ἑξῆς ἐροῦμεν, ἐὰν πρότερον τὸν περὶ τῶν ἁπλῶν διέλθωμεν λόγον. ἔστι γὰρ δή τις καὶ ἄλλη διάθεσις ἐξαπατῶσά τινας, ὡς κόπος. ἡ μὲν γένεσις ἐν τῷ ξηρανθῆναι τοὺς μῦς περαιτέρω τοῦ προσήκοντος, ὥστε ἅπαν αὐχμηρὸν καὶ προσεσταλμένον φαίνεσθαι τὸ σῶμα, καὶ πρὸς τὰς κινήσεις ὀκνεῖν ἀτρέμα. ἀλλ᾿ οὐδὲν ὑπάρχει αὐτῷ τῶν ἔμπροσθεν εἰρημένων, οὔτε τὴν οἷον ἕλκους αἴσθησιν, ἢ τάσεως, οὔτε πολὺ μᾶλλον τὴν οἷον φλεγμονῆς. ἐναντιωτάτη γὰρ ἡ ὄψις τοῦ τε τοιούτου καὶ τῆς νῦν λεγομένης διαθέσεώς ἐστιν.
195
αὕτη μὲν γὰρ αὐχμῶδες καὶ προσεσταλμένον ἀπεργάζεται τὸ σῶμα, ὁ δὲ φλεγμονώδης κόπος ἐν ὄγκῳ μείζονι καὶ αὐτοῦ τοῦ κατὰ φύσιν. ὥστ᾿ εἶναι τὰς πάσας τέτταρας ἁπλᾶς διαθέσεις, ἰδίας ἑκάστην ἐπανορθώσεως δεομένην.

Ἀρκτέον. δ᾿ ἀπὸ τοῦ τὴν ἑλκώδη φέροντος αἴσθησιν, ὃν καὶ διὰ δριμύτητα περιττωμάτων ἐλέγομεν ἀνίστασθαι. οὗτος ὁ κόπος συμπίπτει μάλιστα τοῖς κακοχύμοις τε καὶ περιττωματικοῖς σώμασιν. ἐπιγίγνεται δὲ καὶ ταῖς ὑπογυίοις ἀπεψίαις, ὅταν ἤτοι γυμνάσωνται προπετέστερον, ἢ ἐν ἡλίῳ διατρίψωσιν. οὐ μὴν ἀδύνατόν γε αὐτὸν συστῆναί ποτε χωρὶς ἀπεψίας ἐν εὐχύμῳ σώματι δι᾿ ὑπερβολὴν ἄμετρον γυμνασίων. εἰώθασι δ᾿ αὐτὸν ὀξεῖαι καὶ πολλαὶ φέρειν κινήσεις. πυκνὸν δὲ καὶ φρικῶδες φαίνεται τῶν ἐν τούτῳ τῷ κόπῳ τὸ δέρμα, καὶ ὁμολογοῦσιν ἐν τῷ κινεῖσθαι καθάπερ ἕλκος ἀλγεῖν, οἱ μὲν τὸ δέρμα μόνον, οἱ δὲ καὶ τὰς ὑπ᾿ αὐτῷ σάρκας. ἡ δ᾿ ἴασις ἐξ ὑπεναντίοι τῇ διαθέσει· διαφορῆσαι γὰρ χρὴ τὰ περιττώματα, καὶ

196
πέπανται τὸ πάθημα. διαφορηθήσεται δὲ τρίψει πολλῇ καὶ μαλακῇ σὺν ἐλαίῳ μηδεμίαν ἔχοντι στύψιν, ὁποῖον μάλιστ᾿ ἐστὶ τὸ Σαβῖνον. ἐναντιώτατον δὲ τῇ διαθέσει τό τ᾿ ἐκ τῆς Ἱσπανίας, καὶ τὸ ἐκ τῆς Ἰβηρίας, ὅπερ Ἱσπανὸν ὀνομάζουσι, τό τε καλούμενον ὀμφάκινον ἢ ὠμοτριβὲς, ἑνὶ δὲ λόγῳ τὸ αὐστηρὸν ἅπαν οὐκ ἐπιτήδειον, ὡς ἔνεστί σοι γευομένῳ διαγινώσκειν τὴν δύναμιν αὐτῶν, κᾂν μὴ πρότερον ᾖς πεπειραμένος. οὕτω γοῦν καὶ ἡμεῖς ἐν Μακεδονίᾳ ποτὲ γευσάμενοι τοῦ κατὰ τὸν Αὐλῶνα τὸν περὶ τῷ Στρυμόνι γινομένου ἐλαίου τῆς αὐτῆς εἶναι δυνάμεως ἐγνωρίκαμεν αὐτὸ τῷ καλουμένῳ Ἱσπανῷ. καὶ μὲν δὴ καὶ τῶν ἄλλων ἐλαίων ἁπάντων οὕτω γνωρίσεις τὴν δύναμιν, ὅσα τε καταχρηστικῶς ὀνομάζεται, καὶ ὅσα σκευάζεται δι᾿ ἁλῶν, ἢ ῥιζῶν, ἢ βοτανῶν, ἢ βλαστῶν, ἢ φύλλων, ἢ καρπῶν. εἴρηται δ᾿ αὐτάρκως μὲν ὑπὲρ ἁπάντων αὐτῶν ἐν ταῖς περὶ φαρμάκων πραγματείας· λεχθήσεται δὲ καὶ κατὰ τὸν ἐνεστῶτα λόγον ἐν οἰκείῳ καιρῷ. νῦν δὲ τοῦτ᾿ ἀρκεῖ μόνον
197
εἰπεῖν, ὡς, ὅπερ ἂν ᾖ γλυκύτατον ἔλαιον, ἐπιτηδειότατόν ἐστιν εἰς τὰ παρόντα. τούτῳ τοίνυν χρῆσθαι δαψιλεῖ μετὰ τρίψεως πολλῆς· ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ὑπὲρ τοῦ μηδ᾿ ὅλως γενέσθαι τὸν ὑποπτευόμενον ἔσεσθαι κόπον, ἐν τῇ δευτέρᾳ δὲ χάριν τοῦ λῦσαι τὸν ἤδη γεγονότα. λύει δ᾿ αὐτὸν τὸ καλούμενον ἀποθεραπευτικὸν γυμνάσιον, ἐν ᾧ καὶ κινήσεις ἔνεστι ποιεῖσθαι, συμμέτρους μὲν τῇ ποσότητι, βραδυτέρας δὲ τῇ ποιότητι, μετὰ πολλῶν τῶν μεταξὺ διαναπαύσεων, ἐν αἷς χρὴ τρίβειν τὸν ἄνθρωπον, ἐφαπτομένων ὁμοῦ πλειόνων, ὅπως μήτε καταψύχοιτό τι μέρος αὐτοῦ, καὶ τάχιστα διαφοροῖτο τὰ περιττώματα. πλεονάζειν δὲ χρὴ ταῖς μὲν τρίψεσι κατὰ τὸν ἐν τῷ δέρματί τε καὶ ὑπὸ τῷ δέρματι τὸ πλῆθος τῶν περιττωμάτων ἔχοντα, ταῖς δ᾿ ἐξ αὐτοῦ κινήσεσι κατὰ τὸν ἕτερον κόπον, ᾧ τὸ πλέον ἐν τοῖς μυσὶν ἤθροισται. τὰ γὰρ ἐν τούτοις περιττώματα τρίψις μόνη διαφορεῖν οὐχ ἱκανή. δεῖται γὰρ οὐκ ἔξωθεν μόνον ἕλκεσθαι πρός τινος, ἀλλὰ καὶ συνεπωθεῖσθαι πρὸς ἑτέρου τινὸς ἔσωθεν. ἐπωθεῖ δ᾿ αὐτὰ
198
τό τ᾿ ἀναπτόμενον θερμὸν ἐν ταῖς κινήσεσι, καὶ τὸ συνεκκρινόμενον πνεῦμα, καὶ ἡ αὐτῶν τῶν μυῶν ἔντασις, ἐξ ἐπιμέτρου δὲ καὶ ἡ καθ᾿ ἕκαστον μόριον ἀποκριτικὴ τῶν ἀλλοτρίων δύναμις. ὁ δὲ ἕτερος κόπος, ἐφ᾿ οὗ συντάσεως αἰσθάνονται, τὸν σκοπὸν τῆς ἰάσεως ἔχει τὴν πρὸς Ἱπποκράτους ὀνομαζομένην χάλασιν, ἐναντίον γὰρ τοῦτο τῇ συντάσει, καθάπερ τῇ σκληρότητι ἡ μάλαξις. ἔλεγε γοῦν ᾧδε· δέρματος σκληροῦ μάλαξις, συντεταμένου χάλασις· ὡς ἐναντίον ὑπάρχον, τῷ μὲν σκληρῷ τὸ μαλακὸν, τῷ δὲ συντεταμένῳ τὸ χαλαρόν. χαλᾶται δὲ τὸ συντεταμένον, ἐν μὲν ταῖς ἄλλαις διαθέσεσιν, ἃς ἐν τῷ πέμπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως εἴπομεν, ἑτέρως, ἐπὶ δὲ τῇ διὰ τὰ γυμνάσια τρίψει μὲν ὀλίγῃ τε ἅμα καὶ μαλακῇ δι᾿ ἐλαίου γλυκέος εἰληθεροῦς, ἀναπαύσει δὲ ὅλως, ἢ καὶ ἡσυχίᾳ, καὶ λουτροῖς εὐκράτοις, καὶ διατριβῇ πλέονι κατὰ τὸ θερμὸν ὕδωρ, ὥστε καὶ εἰ δὶς αὐτὸν ἢ τρὶς λούσαις, ὀνήσεις μειζόνως. οὗτοι δὲ καὶ μετὰ τὰ βαλανεῖα ἀλείφεσθαι δέονται, πρὶν ἀμφιέννυσθαι· καὶ εἰ δι᾿ ἱδρῶτά τινα τύχοιεν ἀπομάξασθαι
199
τὸ λίπος, αὖθις ἀλείφεσθαι χρῄζουσι. καὶ μέντοι καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ἀναστάντες ἐκ τῆς κοίτης ἀλειφθῆναι δέονται, μηδέποτ᾿ ἄκρως ψυχρῷ τῷ ἐλαίῳ μηδὲ σκληρῶς ἀνατριβόμενοι. γίνεται δ᾿ ὁ τοιοῦτος κόπος εὐχύμοις ἀνδράσι πονήσασιν εὔτονα μᾶλλον ἢ ὀξέα γυμνάσια, καὶ δεινῶς ὀκνηρούς τε καὶ δυσκαμπεῖς ἐργάζεται τοὺς κοπωθέντας, οὐ μὴν πυκνοί γε καὶ φρικώδεις οἱ τοιοῦτοι φαίνονται, καθάπερ οἱ μικρῷ πρόσθεν εἰρημένοι. προσεσταλμένοι δ᾿ οὐδὲν ἧττον ἐκείνων οὗτοι καὶ αὐχμώδεις ὁρῶνται, καὶ θερμότεροι τοῖς ἁπτομένοις εἶναι δοκοῦσιν οὐ μόνον τῶν τὴν ἑλκώδη διάθεσιν ἐχόντων, ἀλλὰ καὶ σφῶν αὐτῶν, ὅθ᾿ ὑγίαινον.

Ὁ δὲ δὴ τρίτος τῶν κόπων ἐπὶ σφοδροτάταις γίνεται κινήσεσι, καὶ μόνος ἐξαίρει τοὺς μῦς ὑπὲρ τὸ κατὰ φύσιν, ὡς ἐοικέναι φλεγμονῇ τὴν διάθεσιν αὐτῶν. ταῦτά τοι καὶ ψαυόντων ὀδυνῶνται, καὶ θερμότεροι φαίνονται· ὀδυνῶνται δὲ καὶ ἢν αὐτοὶ καθ᾿ ἑαυτοὺς ἐπιχειρήσωσι κινεῖσθαι. ἀήθεσι δὲ γυμνασίων ἀνθρώποις ὁ τοιοῦτος

200
κόπος ὡς τὰ πολλὰ συμπίπτει, γυμνάζεσθαι δ᾿ εἰθισμένοις ὀλιγάκις ἐγένετο κατὰ τὰς σφοδροτάτας τε ἅμα καὶ παμπόλλας κινήσεις. ἡ δὲ ἴασις αὐτοῦ τρεῖς ἔχει τοὺς σκοποὺς, οὕσπερ σχεδόν τι καὶ τὰ φλεγμαίνοντα σύμπαντα, κένωσιν τοῦ περιττοῦ, καὶ ἀνάπαυσιν τοῦ συντεταμένου, καὶ ἀνάψυξιν τοῦ φλογώδους. ἔλαιόν τε οὖν πολὺ χλιαρὸν, αἵ τε τρίψεις μαλακώταται, καὶ ἡ ἐν τοῖς εὐκράτοις ὕδασι διατριβὴ πολυχρονιωτάτη τοὺς τοιούτους ἰᾶται κόπους. εἰ δὲ καὶ βραχύ τι χλιαρώτερον εἴη τὸ ὕδωρ, ὀνήσει μᾶλλον. οὕτω δὲ καὶ ἡσυχία πολλὴ, καὶ ἀλείμματα συνεχῆ, καὶ πάνθ᾿ ὅσα τὸ μὲν κεκμηκὸς ἀναπαύει τε ἅμα καὶ παρηγορεῖ, τὸ δὲ περιττὸν διαφορεῖ. τάχα δ᾿ ἄν τις οἰηθείη, τὸν τοιοῦτον κόπον οὐχ ἁπλοῦν, οὐδὲ τρίτον ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις δύο, σύνθετον δ᾿ ὑπάρχειν ἐξ αὐτῶν, οὐδὲν ἔχοντα πλέον τῆς τάσεως τῶν νευρωδῶν σωμάτων καὶ τῆς ἑλκώδους αἰσθήσεως· τὴν γὰρ θερμότητα τοῖς τοιούτοις κόποις ἄλλως μὲν ὑπάρχειν φύσει, καθάπερ καὶ τῶν προειρημένων ἑκατέρῳ, οὐ μὴν συμπληρωτικήν γε
201
τῆς ἐννοίας ἢ τῆς οὐσίας εἶναι. ἀλλά τοι τό γε τοῦ παρὰ φύσιν ὄγκου τούτῳ τῷ κόπῳ μόνῳ παρὰ τοὺς ἄλλους ἐξαίρετον ὑπάρχει, καὶ τὸ τῆς ἀλγεινῆς αἰσθήσεως οὐχ ὅμοιον ἔν τε τῷ τονώδει κόπῳ καὶ τῷδε. τείνεσθαι μὲν γὰρ ἐν ἐκείνῳ τεθλάσθαί τε τὰ νεῦρα σύμπαντα μέχρι καὶ τῶν ὀστῶν οἱ τούτῳ τῷ κόπῳ κατεχόμενοι νομίζουσι. ὥστε κατά γε ταῦτα διαφοράν τινα ἐξαίρετον ἔχει παρὰ τοὺς ἄλλους δύο κόπους, οὐχὶ σύνθετος μόνον ἐστί. αὗται μὲν δὴ τρεῖς, εἴτε καταστάσεις σώματος, εἴτε διαθέσεις, εἴθ᾿ ὅ τι βούλεταί τις ὀνομάζειν. ἄλλη δ᾿ ἐπ᾿ αὐταῖς τετάρτη, παραπλησία μὲν ὑπάρχουσα κόπῳ, κόπος δ᾿ οὐκ οὖσα, τῷ μήτε τὴν ἑλκώδη, μήτε τὴν τονώδη, μήτε τὴν φλεγμονώδη διάθεσιν ἔχειν, ἀλλὰ μηδὲ φρίκην τινὰ, μηδ᾿ ἄλγημα, μηδὲ τὸν πρὸς τὰς κινήσεις ὄκνον ὅμοιον τοῖς κόποις ἐπιφέρειν, ἰσχνότητα δὲ μόνην ἅμα καὶ ξηρότητα. γίνεται μὲν οὖν ἐν εὐχύμοις τε ἅμα καὶ γυμναστικοῖς σώμασιν, ὅταν ἄμετρον γυμνασθέντα μὴ καλῶς ἀποθεραπευθῇ. διαφορεῖται γὰρ οὕτω τὰ περιττώματα, καὶ χαλᾶται τὰ τεταμένα, καὶ οὐδὲν
202
ἄλλο ὑπολείπεται κατὰ τὸ σῶμα πλὴν ξηρότητος, ἣν ἐκ τῆς ἀμετροτέρας κινήσεως ἔσχον. δεῖται δὲ κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐδενὸς ἐξηλλαγμένου παρὰ τὰ πρόσθεν, ὅτι μὴ θερμοτέρου τοῦ ὕδατος, ὡς συναγαγεῖν ἀτρέμα καὶ θερμᾶναι καὶ τονῶσαι τὸ δέρμα, κατὰ δὲ τὴν δευτέραν ἀποθεραπευτικοῦ γυμνασίου βραχέος τε ἅμα καὶ μαλακοῦ καὶ βραδέος ἔν τε κινήσεσι καὶ τρίψεσι, καὶ τῆς δεξαμενῆς ὁμοίως θερμῆς. ἐκπηδάτωσαν δ᾿ εὐθέως εἰς τὴν ψυχρὰν ὑπὲρ τοῦ μένειν αὐτοῖς τὸν ἐν τῷ δέρματι τόνον ἅμα θερμότητι. καὶ γὰρ ἧττον ἐν τῷ μετὰ ταῦτα χρόνῳ διαφοροῦνται, καὶ ῥᾳδίως εἴς τε τὰς σάρκας καὶ τὸ δέρμα τὴν τροφὴν ἀναλαμβάνουσιν, οὗ μεῖζον ἀγαθὸν οὐδὲν ἐξεύροις ἂν αὐτοῖς, οὐδεμίαν διάθεσιν ἐξαίρετον ἔχουσι παρὰ τὴν τῆς σαρκὸς ἰσχνότητα καὶ ξηρότητα. δεῖται γὰρ, οἶμαι, τό γε τοιοῦτον ἀνατραφῆναί τε ἅμα καὶ ὑγρανθῆναι, καὶ ταῦτ᾿ ἄμφω κάλλιστ᾿ αὐτῷ γίνεσθαι πέφυκεν ἐκ τῆς ὑγραινούσης τροφῆς.

Ἐπειδὴ δὲ ἅπαξ ἐμνημόνευσα τῆς ἐπὶ τοῖς

203
λουτροῖς διαίτης, οὐ χεῖρον ἂν εἴη καὶ τὰ περὶ τῶν κοπωδῶν διαθέσεων ἐπεξελθεῖν. ὁ μὲν οὖν ἑλκώδης κόπος, εἰ μὲν ἱκανῶς ἀποθεραπευθείη, τῆς συνήθους δεῖται τροφῆς, ἤ τι βραχὺ μείονος, ἔτι δ᾿ ὑγροτέρας τε ἅμα καὶ ἐλάττονος· εἰ δὲ κατὰ τὴν ἀποθεραπείαν εἰς τὴν τετάρτην μεταπέσοι διάθεσιν, (εἴωθε γὰρ οὕτω γίγνεσθαι τὰ πολλὰ,) κατ᾿ ἐκείνην καὶ λουέσθω καὶ τρεφέσθω. ὁ δὲ τονώδης ἔτι δὴ καὶ μᾶλλον ὀλιγωτέρας δεῖται τῆς τροφῆς· ὁ δὲ φλεγμονώδης ὑπὲρ ἅπαντας ὑγροτάτης τε καὶ βραχυτάτης, καί τι καὶ ψῦχον ἐχούσης. εὐχύμου δ᾿ ὁμοίως ἅπαντες οἱ κεκοπωμένοι δέονται τροφῆς, ὁποίᾳ δηλονότι καὶ ὑγιαίνων ὁ ὑποκείμενος ἐν τῷ λόγῳ νεανίσκος ἐχρῆτο. φυλάττεσθαι δὲ προσήκει τὸ γλίσχρον ἐν αὐτῷ κατά τε τὸν φλεγμονώδη καὶ τὸν ἑλκώδη κόπον, ὡς ἂν κωλῦον διαφορεῖσθαι τὰ περιττώματα. κατὰ μέντοι τὸν τονώδη καὶ τὰ τοιαῦτα σιτία δοτέον, ἀφαιροῦντα τοῦ πλήθους αὐτῶν. οὐδὲν οὖν θαυμαστὸν ἐναντιολογίαν εἶναι
204
παμπόλλην οὐκ ἰδιώταις μόνον ἐν ἀλλήλοις, ἀλλὰ καὶ τεχνίταις πρὸς ἑαυτούς τε καὶ τοὺς ἰδιώτας, οὔτε περὶ γυμνασίων, οὔτε περὶ τρίψεων, οὔτε περὶ λουτρῶν, οὔτε περὶ διαιτημάτων ὁμολογοῦσιν ὑπὲρ τῶν κοπωθέντων. ἀκοῦσαι γοῦν ἔστι τῶν μὲν φασκόντων, ὡς κόπῳ χρὴ λύειν τὸν κόπον, ἑτέρων δὲ, ὡς ἀνάπαυσις ἰᾶται τὸν κάματον, καὶ τῶν μὲν, ὡς ἐνδεῶς χρὴ διαιτᾶσθαι τοὺς κοπωθέντας, ἄλλων δὲ, ὡς οὐ μόνον ἀφαιρεῖν προσήκει τῶν εἰθισμένων, ἀλλὰ καὶ τοσούτῳ πλείω προσφέρειν, ὅσῳ περ ἔτυχον πλείω γυμνασάμενοι, ἀνάλογον γὰρ χρῆναι τοῖς πόνοις προσαίρεσθαι τὰς τροφὰς, ἄλλων δέ τινων, ὡς οὔτε προστιθέναι χρὴ ταῖς τροφαῖς, οὔτ᾿ ἀφαιρεῖν. οὕτω δὲ καὶ λούουσιν, οἱ μὲν εὐκράτοις ὕδασιν, οἱ δὲ θερμοτέροις, οἱ δὲ χλιαρωτέροις. ἥ τε γὰρ ἐμπειρία πρὸς ἐκεῖνο μόνον ἕκαστον ἀπάγει, πρὸς ὅπερ ἔτυχε θεασάμενος πολλάκις, ὅ τε λόγος, ὡς ἂν μὴ τέλειος ὑπάρχων ἑκάστῳ, καθάπερ ἐδείκνυτο πρόσθεν, ἀλλὰ μίαν τινὰ διάθεσιν ἐκδιδάσκων κοπώδη, τὰς δ᾿ ἄλλας ὥσπερ οὐκ οὔσας ὑπερβαίνων, ἐκείνης μόνης
205
ἐκδιδάσκει τὴν ἐπανόρθωσιν, ἧς ἔγνω μόνης. ἀληθὲς γοῦν ἐστι καὶ τὸ κόπῳ λύεσθαι τὸν κόπον, ὅταν γε δὴ φαίνηταί ποτε δέον εἶναι τοῖς ἐν τῇ προτεραίᾳ γυμνασίοις ἴσα κατὰ τὴν ὑστεραίαν γυμνάζεσθαι, καὶ τὸ τὴν ἴασιν κόπων ἡσυχίαν ὑπάρχειν. τούτων γὰρ τὸ μὲν ἐν τοῖς περιττωματικοῖς κόποις, καὶ μάλισθ᾿ ὅσοι κατὰ τοὺς μῦς ἔχουσι τὰ περιττώματα, τὸ δ᾿ ἐν τοῖς τονώδεσί τε καὶ φλεγμονώδεσι φαίνεται συμφέρον. ἀληθὲς δὲ καὶ τὸ χρῆναι τοὺς κοπωθέντας ἐνδεῶς διαττᾶσθαι· τοῦτο γὰρ ὁρᾶται τοὺς φλεγμονώδεις ὠφελοῦν. ἀληθὲς δὲ καὶ τὸ τὰ συνήθη διδόναι· τοῦτο γὰρ ἐπὶ τῶν ἑλκωδῶν, ὅταν ἀποθεραπευθῶσιν,ὀρθῶς τετήρηται γιγνόμενον, ὥσπερ γε καὶ τὸ πλείω λαμβάνειν ἐπὶ τῆς ὁμοιουμένης τοῖς κόποις διαθέσεως, εἰς ἣν κᾀκ τῆς ἑλκώδους ἔνιοι μεταπίπτουσιν. οὕτω δὲ καὶ τὸ λούειν εὐκράτοις ὕδασιν ἀληθὲς ἐπὶ τοῖς περιττωματικοῖς κόποις. ἀληθὲς δὲ καὶ τὸ μὴ λούειν τοιούτοις ἐπί τε φλεγμονωδῶν,
206
χλιαρωτέρων γὰρ οὗτοι δέονται, κᾀπὶ τῆς ὁμοίας κόπῳ διαθέσεως, οὗτοι γὰρ οὐ χρῄζουσι θερμοτέρων. όἴονται δ᾿ ἔνιοι καὶ τὴν τοιαύτην διάθεσιν εἶναι κόπον. ἕτεροι δέ τινες, ὁποία μέν τίς ἐστιν ἡ διάθεσις, οὐκ εἶπον,ἐφ᾿ ὧν δ᾿ ἂν ὑποψία τις ᾖ γενησομένσυ κόπου, συμβουλεύουσι θερμοτέρῳ χρῆσθαι τῷ κατὰ τὸ λουτρὸν ὕδατι, καὶ προστιθέασι δὲ τὴν αἰτίαν, ὡς ἡμεῖς ἔμπροσθεν ἔφαμεν, οἱ μὲν ἀναδόσει φάσκοντες, οἱ δὲ θρέψει συντελεῖν τὸ τοιοῦτον λουτρὸν, οὐ μὴν καθ᾿ ὅν γέ τινα λόγον οἷαί τε κωλύειν εἰσὶ κόπον ἀναδόσεις καὶ θρέψεις ἐκδιδάσκουσιν, ἀλλ᾿ οὐδὲ τὴν ἀρχὴν ὁποία τίς ἐστιν ἡ τοῦ κόπου διάθεσις, οὐδὲ τοῦτο γράφουσιν. οἱ γοῦν πλείους αὐτῶν οὐδὲν εἶπον, ἔνιοι δὲ τολμήσαντες εἰπεῖν ἀπεφῄναντο ξηρότητα. τὸ μὲν οὖν ὑπὸ τροφῆς θεραπεύεσθαι ξηρότητα, καὶ μάλιστα τῆς ὑγραινούσης, ὅπερ οὐδ᾿ αὐτὸ προστιθέασιν οἱ πλείους αὐτῶν, ἀληθέστατον, οὐ μὴν οὔτ᾿ ἴαμα κόπων ἐστὶν οὔτε προφυλακὴ τὸ τοιοῦτον. ἀλλ᾿ ὅταν, ὡς εἴρηται, ξηρότερα μὲν ἀπεργασθῇ τὰ μόρια, μήτε δὲ τάσις ᾖ κατ᾿ αὐτὰ
207
μηδεμία, μήτε περιττώματα λεπτὰ καὶ δριμέα, μήτε φλεγ μονώδης διάθεσις, ἀνατρέφειν δήπου προσήκει τὰ διὰ τὴν κένωσιν ἐξηραμμένα τροφαῖς ὑγραινούσαις, ὡς, εἴ γε μὴ ἀναθρέψειας αὐτάρκως, ἰσχνότερον καὶ ξηρότερον ὄψει κατὰ τὴν ἑξῆς ἡμέραν ἑαυτοῦ τὸ σῶμα. καὶ ταύτην τὴν διάθεσιν ἔνιοι κόπον ὑπολαβόντες ὑπάρχειν οἴονται θερμοτέρῳ λουτρῷ καὶ τροφῇ δαψιλεῖ κεκωλυκέναι τὴν γένεσιν αὐτῆς. ἀλλ᾿ ἐκεῖνο θαυμάζειν ἐνίων ἄξιον, ὥσπερ καὶ Θέωνος, εἰ τὸν ἤδη γεγενημένον κόπον οὐκ ἀξιοῦσιν ὁμοίως ἰᾶσθαι. εἴτε γὰρ ἣν νῦν εἴρηκα διάθεσιν ὑπολαμβάνει τις εἶναι κόπον, ἀναθρέψει χρὴ λύειν αὐτὸν καὶ κωλύειν γενέσθαι, εἴτε τῶν ἄλλων τινὰ τῶν ὄντως κόπων, |ἐνδεέστερον ἐπὶ πάντων χρὴ τρέφεσθαι τὸν ἄνθρωπον, ἔτι τε προςδοκωμένων καὶ ἤδη γεγονότων. οὐδὲ γὰρ τοῦτ᾿ ἔστιν εἰπεῖν, ὡς ἥ γε τοιαύτῃ διάθεσις ἡ παρακειμένη τοῖς κόποις, εἰ μὴ κατὰ τὴν πρώτην ἡμέραν ἐπανορθωθείη δι᾿ εὐτροφίας, εἴς τινα τῶν τριῶν μεταπίπτειν εἴωθεν. εἰ μὲν γὰρ αὐτὸ τοῦτο μόνον εἴη κατ᾿ αὐτὴν ἡ ξηρότης, ἰσχνότητος οὐδὲν
208
ἀκολουθήσει πλέον· εἰ δὲ καὶ θερμότητός τι ξυνείη, πυρέξαι κίνδυνος. οὐ μὴν ταὐτόν γ᾿ ἐστὶ κόπος καὶ πυρετὸς, εἰ καὶ ὅτι μάλιστα τῶν κοπωθέντων ἐπύρεξαν ἔνιοι. θαυμάζειν γοῦν ἐπέρχεταί μοι Θέωνος ἐν τῷ τετάρτῳ τῶν κατὰ μέρος γυμνασίων, ἐν οἷς περὶ τοῦ τελείου γυμνασίου διεξέρχεται, τάδε γράφοντος. καὶ κόπου τινὸς τοῖς οὕτω γυμνασθεῖσιν ὡς τὸ πολὺ τῇ ἑξῆς ἡμέρᾳ παρακολουθοῦντος, ἡ ζεστολουσία παραιτεῖται τὴν πρὸς τὸν κόπον ἐπιτηδειότητα, πυροῦσα τὴν ἐπιφάνειαν, ἵνα αὕτη σικύας τρόπον τὴν λαμβανομένην τροφὴν ἐπισπωμένη τοῖς κεκμηκόσι ἀντιδιέληται νεύροις. οὗτος μὲν γὰρ πρὸς τοῖς ἄλλοις ὥσπερ αἴνιγμά τι τὸ ἀντιδιέληται ῥῆμα παρέλαβεν ἐν τῷ λόγῳ. δύναται μὲν γάρ τις ἀκούειν, ἵνα ἡ ἐπιφάνεια σικύας τρόπον ἐπισπωμένη τὴν τροφὴν μέρος ἐξ αὐτῆς τι καὶ τοῖς νεύροις παρέχῃ· δύναται δὲ καὶ τοὐναντίον, ἵνα ἡ ἐπιφάνεια σικύας τρόπον ἐφ᾿ ἑαυτὴν ἀντισπῶσα τὴν ἐπὶ τὰ νεῦρα φερομένην τροφὴν μερίζηται. ὥστε κατὰ μὲν τὸν πρότερον λόγον εἰς εὐτροφίαν τοῖς νεύροις ἐπιτηδεύεσθαι
209
θερμανθὲν τὸ δέρμα, (τοῦτο γὰρ ἡγοῦμαι λέγειν αὐτὸν ἐπιφάνειαν,) κατὰ δὲ τὸν δεύτερον εἰς ὀλιγοτροφίαν. ὅσον μὲν οὖν ἐπ᾿ αὐτῇ τῇ ῥήσει, τὴν γνώμην τοῦ Θέωνος οὐκ ἄν τις ἐξεύροι· ἐξ ὧν δ᾿ ἐν ἄλλοις τε λέγει κᾀν τῷ ις΄ τῶν Γυμναστικῶν, ἐλάττονα τροφὴν βούλεται δίδοσθαι μετὰ τὸ τέλειον γυμνάσιον. καίτοι γ᾿ οὐδ᾿ αὐτὸ τοῦτο διεσάφησε, τίνι ποτὲ λογισμῷ συμβουλεύει. δίδοται γὰρ ἐλάττων τροφὴ τῆς συνήθους ἢ τῷ μὴ δεῖσθαι τῆς ἴσης, ἢ τῷ μὴ δύνασθαι πέψαι. τὸ μὲν οὖν πρότερον οὐκ ἀληθὲς ἐπὶ τῶν πολλὰ γυμνασαμένων, τὸ δὲ δεύτερον ἔστιν ὅτε μὲν ἀληθὲς, ἔστιν ὅτε δὲ ψευδές. εἰ μὲν γὰρ ἀῤῥωστοτέραν ἔχει τὴν πεπτικὴν δύναμιν, ἀληθὲς, εἰ δὲ μὴ ταύτην, ἀλλ᾿ ἑτέραν τινὰ, ψευδές. ἀκούειν δὲ χρὴ πεπτικὴν δύναμιν οὐ τὴν ἐν γαστρὶ μόνον, ἢ φλεψὶν, ἢ καθ᾿ ἧπαρ, ἀλλὰ καὶ τὴν καθ᾿ ἕκαστον μόριον, ὥσπερ ἐν τοῖς παροῦσι τὴν ἐν τοῖς μυσίν· ἐν οἷς δὴ καὶ μάλιστά ἐστιν ἡ διάθεσις, ὑπὲρ ἧς διαλέγομαι. διαφορηθέντες γὰρ ἐπὶ πλέον ἐν τοῖς γυμνασίοις
210
ἰσχνότεροί τε καὶ ξηρότεροι γίνονται. εἴ μὲν οὖν ἐπ᾿ ὀλίγον αὐτοῖς ταῦτα συμβαίνει, κατεργάζεσθαι δύνανται τροφὴν, ἧσπερ δέονται· εἰ δέ τι πολὺ τοῦ κατὰ φύσιν ἀποχωρήσειαν, ἀδυνατοῦσιν. ὧν οὐδὲν ὁ Θέων ὅλως οὔτ᾿ ἐνενόησεν, οὔτε διωρίσατο. τὴν ἀρχὴν γὰρ οὐδ᾿ ἐκ λόγου τινὸς, ἀλλ᾿ ἐξ ἐμπειρίας, ὡς καὶ αὐτὸς ὁμολογεῖ, τὸ θερμότερον ὕδωρ ἐπὶ τῷ τελείῳ γυμνασίῳ χρήσιμον ὑπάρχον ἐτήρησεν. οὕτως οὖν ἐφεξῆς γράφει· τοῦτο δὲ, εἰ μὲν καὶ τὸν λόγον ἔχει παρακείμενον, εὐτυχήματος ἔργον, εἰ δὲ μή γε, τὸ πρὸς τῶν ἀποτελεσμάτων ἐπιμαρτυρούμενον οὐ παραδεκτέον, εἰ μὴ καὶ τὸν λόγον ἐξ |ἄκρου ἔχει συμπροσπίπτοντα. εἰ μὲν οὖν ἀκριβῶς ἐξευρὼν τὴν διάθεσιν, ἐφ᾿ ἧς τὸ θερμὸν ὕδωρ ἐπαινεῖ, τὴν αἰτίαν ἀγνοεῖν ὁμολογεῖ, συγγνωστὸς ἂν ἦν εἰκότως· ἐπεὶ δ᾿ ἁπλῶς εἶπεν, ἐπὶ τῶν τελείων γυμνασίων ἁρμόττειν τὰς ζεστολουσίας, (οὕτω γὰρ αὐτὴν καὶ ὀνομάζει,) δύνανται δὲ πολλαὶ διαθέσεις ἀκουλουθῆσαι τῷ τοιούτῳ γυμνασίῳ, μέμψαιτ᾿ ἄν τις αὐτῷ μὴ διορισαμένῳ περὶ
211
πασῶν ἐφεξῆς. αὐτὸς γὰρ οἶδε καὶ τὸν φλεγμονώδη κόπον ἀκολουθοῦντα τῷ τοιούτῳ γυμνασίῳ, καθ᾿ ὃν εἰς ὄγκον μείζονα τοῦ κατὰ φύσιν ἐξαίρεται τὰ πεπονηκότα, καὶ τὸν ἕτερον, ὃν ἕνα γράφει, τῷ κοινῷ συμπτώματι προσέχων τὸν νοῦν, ὅπερ ἀντίκειται τῷ παρὰ φύσιν ὄγκῳ. λεπτότεροι μὲν γὰρ ἐν τοῖς ἄλλοις δύο κόποις ἀποτελοῦνται, καὶ προσέτι γε τῇδε τῇ διαθέσει, περὶ ἧς ὁ λόγος συνέστηκεν. ἀλλ᾿ οὐχ, ὥσπερ ἓν κοινὸν σύμπτωμα τῶν τριῶν διαθέσεών ἐστιν, οὕτω καὶ ἡ διάθεσις μία. κατὰ μὲν οὖν τὴν ἐπὶ τῇ τάσει τῶν νευρωδῶν σωμάτων οὐ χρὴ λούειν θερμοτέρῳ τοῦ συνήθους· οὕτω δὲ οὐδὲ κατὰ τὴν ἐπὶ τοῖς περιττώμασι· κατὰ δὲ τὴν ἄνευ τούτων ἰσχνότητα συμφέρει λούειν θερμοτέρῳ τοῦ συμμέτρου· γίνεται γαρ ἡ διάθεσις αὕτη, διαφορηθέντων ἐπὶ πλέον ἐν τοῖς γυμνασίοις τῶν σωμάτων, οὕτως ὡς ἐν ταῖς μακροτέραις ἀσιτίαις εἴωθε συμβαίνειν. ὥστε καὶ ἡ ἐπανόρθωσις αὐτῶν προσθέσει τε καὶ ἀναπληρώσει τοῦ κενωθέντος ἐστίν. οὐ δύναται δ᾿ αὕτη γενέσθαι, τοῦ δέρματος
212
ἀραιοῦ μένοντος. συναγαγεῖν οὖν αὐτὸ χρὴ, καὶ πυκνῶσαι, καὶ σφίγξαι πρότερον, εἰ μέλλοι τι τῆς δαψιλοῦς τροφῆς ὄφελος ἔσεσθαι. συνάγει δὲ καὶ στέγει τό τε ψυχρὸν ὕδωρ καὶ τὸ ζέον. ἀλλ᾿ ὑπὸ μὲν τοῦ ψυχροῦ κίνδυνος βλαβῆναι τὸν ἄνθρωπον, ἀραιότερόν τε ἅμα καὶ κενὸν ἐπὶ τῷ πλήθει τῶν γυμνασίων γεγενημένον· ὑπὸ δὲ τοῦ ζέοντος βλάβη μὲν οὐδεμία, πυκνόνης δ᾿ ἀσφαλὴς ἐγγίνεται τῷ δέρματι, συνεπιλαμβανούσης τι καὶ τῆς ἐγκαταλειπομένης αὐτῷ θερμότητος. ὅθεν οὐδὲ χρονίζειν ἐπὶ πλέον ἐν τῷ ψυχρῷ προσήκει τὸν οὕτως λουσάμενον, ἀλλ᾿, ὥσπερ αὐτὸς ὁ Θέων τοῦτό γε παρετήρησεν ὀρθῶς, φυλακτέον ἐστὶ τὴν ἐν τῷ ψυχρῷ διατριβὴν, ὡς τὴν ἐκ τῆς ζεστολουσίας ἀναλύουσαν ὠφέλειαν. ἡ δὲ αἰτία τοῦ σφαλῆναι τὸν Θέωνα, τὸ μιᾷ διαθέσει συμφέρον ὡς πάσαις ἁρμόττον γράφοντα, τῶν γυμναζομένων ὑπ᾿ αὐτοῦ σωμάτων ἡ ἕξις ἐστίν. ἀθλητὰς γὰρ ἐγύμναζε τοὺς μετὰ τὸ τέλειον γυμνάσιον, εἰς μὲν τὴν τετάρτην διάθεσιν ἑτοίμως ἐμπίπτοντας, εἰς δὲ τὴν τρίτην σπανιάκις. ὅπερ οὖν ἐθεάσατο πολλάκις, ὡς διηνεκὲς
213
ἔγραψεν. εἰ δὲ καὶ κακοχύμους, ἢ καχέκτους, ἢ ἀήθεις γυμνασίων, ἢ ἀσθενεῖς, ἢ μὴ νεανίσκους ἐγύμναζε, σπανιάκις μὲν εἰς τὴν τοιαύτην διάθεσιν ἐμπίπτοντας ἐθεάσατο, μυριάκις δ᾿ εἰς τὰς ἄλλας. ἢ τοῦτο μὲν καὶ λέγειν ἴσως περιττὸν, αὐτὸς γὰρ ὁμολογεῖ μετὰ τὰ κατασκευαστικὰ γυμνάσια χρῆσθαι τῇ ζεστολουσίᾳ· τὰ δὲ τοιαῦτα γυμνάσια μόνοις ἀθληταῖς ἐπιτηδεύεται. καίτοι φησί τις, ὡς ἐκείνοις μὲν ἑκοῦσι, καὶ κατὰ περίοδον, ἄλλοις δὲ πολλοῖς ἢ δι᾿ ἀνάγκην, ἢ φιλονεικίαν, ἤ τι τοιοῦτον, ἕτερον. ἀλλ᾿ ἐπί γε τῶν τοιούτων ἐπὶ τοῖς ἀμέτροις γυμνασίοις ἀνάγκη πρότερον ἢ καὶ μίαν, ἢ καὶ πλείους συστῆναι κόπων διαθέσεις. ὥστε μόνοις τοῖς εὐεκτικοῖς σώμασιν ἡ τετάρτη γίγνεται διάθεσις· οἷά πέρ ἐστι τά τε τῶν καλῶς ἀγομένων ἀθλητῶν, καὶ τοῦ νῦν ἡμῖν ἐν τῷ λόγῳ προκειμένου νεανίσκου. καὶ εἴ τις ἁπλῶς ἀποφαίνοιτο, μετὰ σφοδρότατα γυμνάσια τὴν τοῦ θερμοτέρου λουτροῦ χρῆσιν ἐπιτήδειον ὑπάρχειν, ἐπὶ μιᾶς μὲν ἀληθεύσει καταστάσεως; ἐπὶ τριῶν
214
δὲ ψεύσεται. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα καθ᾿ ὅλην τὴν ὑγιεινὴν πραγματείαν ἰατροῖς τε καὶ γυμνασταῖς γέγραπται ψευδῆ. κεφάλαιον δ᾿ αὐτῶν ἐστι τὸ τῆς τηρήσεως ἀδιόριστον, ὅταν, ὅπερ ἐπὶ μιᾶς ἕκαστος ἐθεάσατο διαθέσεως, ἐπὶ πολλῶν ἀναγράφῃ.

Καὶ μὲν δὴ καὶ ἔτι τίς ἐστι διάθεσις ἐγγύς τι ταῖς προειρημέναις, ἣν ὀνομάζω στέγνωσιν, ὑπὲρ ἧς, ἐπειδὰν συμπεραίνωμεν τὸν ἐπὶ τοῖς κόποις λόγον, ἐφεξῆς ἐρῶ. αἱ μὲν γὰρ ἁπλαῖ διαφοραὶ τρεῖς αὐτῶν εἰσιν, ὑπὲρ ὧν ἤδη μοι λέλεκται· κᾆτα σύνδυο λαμβανομένων ἄλλαι γίνονται τρεῖς. ἑβδόμη δ᾿ ἐπὶ πάσαις ἐστιν ἡ τῶν τριῶν ἅμα συνερχομένων. ἡ μὲν διάγνωσις αὐτῶν ἐστιν ἀπὸ τοῦ συνδυάζεσθαι τὰ γνωρίσματα, σκοπὸς δὲ τῆς ἐπανορθώσεως, ὁ μὲν κοινὸς ἁπασῶν, ἀποβλέποντα πρὸς τὸ ἐπικρατοῦν μηδὲ τοῦ λοιποῦ παντάπασιν ἀμελεῖν, ὁ δ᾿ ἴδιος ἐπὶ τῷ κοινῷ κατὰ τὰς ἐν μέρει διαθέσεις λαμβάνεται. πάσας μὲν οὖν ἐπέρχεσθαι τὰς συζυγίας μακρὸν, ἕνεκα δὲ σαφηνείας ἐπὶ

215
μιᾶς ὡς παραδείγματος ὸ λόγος περανθήσεται. ἐὰν τοίνυν ὄγκος τε ἅμα περὶ τοὺς μῦς ὑπάρχῃ, καὶ τεθλάσθαι δοκῶσιν αὐτοὶ, καὶ ἢ ἑλκώδης αἴσθησις, ἢ φλεγμονώδης κόπος ἅμα τῷ περιττωματικῷ κατειλήφῃ τὸν ἄνθρωπον, ἡ ἀποθεραπεία γενήσεται στοχαζομένη μὲν ἀμφοῖν, ἀλλὰ μᾶλλον τοῦ μείζονος. οὐχ ἁπλῆ δ᾿ ἐν ἅπασι τοῖς οὖσιν ἡ τοῦ μείζονος φύσις, ἀλλ᾿ ἡ μὲν κατὰ δύναμίν τε καὶ τὸ οἷον ἀξίωμα τοῦ πράγματος, ἡ δὲ κατὰ τὴν οἰκείαν οὐσίαν. ἀξιώματι μὲν οὖν καὶ δυνάμει μείζων ἐστὶν ὁ φλεγμονώδης κόπος τοῦ περιττωματικοῦ· κατὰ δὲ τὴν οἰκείαν οὐσίαν ἑκάτερος αὐτῶν οὕτω δύναται γενέσθαι μέγας τε καὶ μικρὸς, ὡς εἰ καὶ κατὰ μόνας ἑκάτερος ἦν. εἰ μὲν οὖν ἴσον ἐξέστηκε τοῦ κατὰ φύσιν ἑκάτερος, ὁ φλεγμονώδης ἐφ᾿ ἑαυτὸν ἐπισπάσεται τὸ κῦρος τῆς θεραπείας, ἐπικρατῶν γε κατὰ δύναμιν· ἂν δ᾿ ὀλίγον μὲν ὁ φλεγμονώδης, πλεῖστον δ᾿ ὁ ἑλκώδης ἀποκεχωρήκῃ τῶν κατὰ φύσιν, ὲπισκεκτέον, εἴτε τοσοῦτον ὑπερέχει κατὰ τὸ μέγεθος ὁ ἑλκώδης, ὅσον ὁ φλεγμονώδης
216
κατὰ δύναμιν, εἴτ᾿ ἔλαττον, εἴτε μεῖζον, καὶ οὕτως ἐξευρίσκειν τὸν ἐπικρατοῦντα· κᾂν ἰσοσθενεῖς δέ ποτε φαίνωνται, πρὸς ἀμφοτέρους ὁμοίως ἀποβλεπτέον. αὕτη μὲν οὖν ἡ μέθοδος ἔστω σοι κοινὴ πασῶν τῶν ἐπιπεπλεγμένων διαθέσεων. ὥσπερ δ᾿ οἱ κόποι τρεῖς ὄντες, εἶτ᾿ ἀλλήλοις ἐπιπλεκόμενοι, τέτταρας ποιοῦσι τὰς συζυγίας, οὕτως, εἰ καὶ τὴν τετάρτην αὐτοῖς ἐπιπλέξειέ τις διάθεσιν, αἱ συζυγίαι πολλῷ πλείους γενήσονται. μάθοις δ᾿ ἂν ἐναργῶς, ὃ λέγομεν, ἐπὶ διαγράμματος. ἔστω δ᾿ ἐν αὐτῷ πρώτη μὲν διάθεσις ἡ ἑλκώδης· δευτέρα δὲ ἡ τονώδης· τρίτη ἡ φλεγμονώδης· τετάρτη ἡ τῆς ἰσχνότητος. ἢ τοίνυν ἡ πρώτη μετὰ τῆς δευτέρας συστήσεται διαθέσεως, ἢ μετὰ τῆς τρίτης, ἢ μετὰ τῆς τετάρτης· ἢ πάλιν ἡ δευτέρα μετὰ τῆς τρίτης, ἢ τῆς τετάρτης· ἢ πάλιν ἡ τρίτη μετὰ τῆς τετάρτης. ὥστ᾿ εἶναι τὰς πάσας ἓξ συζυγίας, ἅμα σύνδυο λαμβανομένων τῶν διαθέσεων, ἄλλας δ᾿ αὖ τέτταρας, ὅταν ἅμα τρεῖς ἐπιπλέκωνται διαθέσεις ἀλλήλαις. ἤτοι γαρ ἡ πρώτη μετὰ τῆς δευτέρας καὶ τρίτης, ἢ μετὰ τῆς δευτέρας καὶ τετάρτης, ἢ μετὰ τῆς τρίτης τε καὶ τετάρτης
217
πάλιν. ὑστάτη δὲ πασῶν ἐπιπεπλεγμένη διάθεσις ἔσται, τῶν τεττάρων ἅμα διαθέσεων ἀλλήλαις μιγνυμένων. ὥστ᾿ εἶναι τὰς πάσας ἕνδεκα τὸν ἀριθμόν. ἦσαν δέ γε καὶ αἱ τῶν ἁπλῶν τέτταρες. γενήσονται τοίνυν αἱ σύμπασαι πεντεκαίδεκα· πρώτη ἑλκώδης, δευτέρα τονώδης, τρίτη φλεγμονώδης, τετάρτη ἰσχνότης, αβ, αγ, αδ, βγ, βδ, γδ, αβγ, αβδ, αγδ, βγδ, αβγδ. εἰ δὲ καὶ τὰς τῆς στεγνώσεως διαφορὰς ἐπιπλέκοις ἀλλήλαις τε καὶ ταῖς πεντεκαίδεκα, παμπληθεῖς ἑτέρας ἐργάσῃ συζυγίας. εἰ δὲ καὶ τὰς τῆς ἀπεψίας αὐταῖς, ἢ τὰς ἐπὶ τοῖς ἀφροδισίοις, ἢ ταῖς ἐγκαύσεσιν, ἢ ταῖς ἀγρυπνίαις, ἢ ταῖς λύπαις ἐπιπλέξειας καταστάσεις τοῦ σώματος, οὐδ᾿ ἀριθμηθῆναι ῥᾳδίως ἅπασαι δυνήσονται. καὶ οὔπω λέγω τὰς τῆς πληθώρας, ἢ κακοχυμίας, ἢ ἐπισχέσεως γαστρὸς, ἢ διαῤῥοίας, ἢ ἐμέτων, ἢ βάρους κεφαλῆς, ἤ τινος ἄλλου μέρους, ἢ ὅλως ὅσαι κατά τι σύμπτωμα συνίστανται· λεχθήσεται γὰρ αὖθις ὑπὲρ τῶν τοιούτων ἁπάντων. ἀλλὰ νῦν γε τούτου χάριν ἐπεμνήσθην αὐτῶν, ὑπὲρ τοῦ δεῖξαι
218
τὸ πλῆθος τῶν ἐπιπλοκῶν ὁπόσον ἐστί. θαυμάσαι γὰρ οἷόν τ᾿ ἐστί τινα τοὺς ἐπὶ τοῖς ἀθροίσμασιν αὐτῶν, ἃ ὀνομάζουσι συνδρομὴν, ἤτοι θεραπείαν, ἢ πρόγνωσιν τῶν ἀποβησομένων ἐπαγγελλομένους τετηρηκέναι. καθ᾿ ἕνα γὰρ τρόπον οἷόν τ᾿ ἐστὶ καὶ προγνῶναι, καὶ θεραπεῦσαι δεόντως, ὡς Ἱπποκράτης ἐδίδαξεν, ἑκάστου τῶν ἁπλῶν πραγμάτων ἀξιῶν ἐπίστασθαι τὴν δύναμιν, ὡς ἐγὼ νῦν ἐπέδειξα περὶ τεττάρων διαθέσεων. εἰ μὲν γὰρ ἑκάστη καθ᾿ ἑαυτὴν συσταίη, τὴν ἐπανόρθωσιν ἁπλῆν ἐνδείξεται· μιχθεῖσα δ᾿ ἑτέρᾳ, κατὰ τὴν ὀλίγον ἔμπροσθεν εἰρημένην μέθοδον, ὑπὲρ ἁπασῶν τῶν ἐπιπεπλεγμένων διαθέσεων.

Ὁπότ᾿ οὖν οὕτω φαίνεται τοῦτ᾿ ἔχειν, ἰτέον ἐπὶ τὰς ἁπλᾶς διαθέσεις, ὧν ἐφεξῆς ταῖς εἰρημέναις ἦσαν αἱ κατὰ στέγνωσιν· οὕτω δ᾿ ὀνομάζω τὴν βλάβην τῶν πόρων, ἐφ᾿ ᾗ κωλύεται διαφορεῖσθαι τὰ περιττώματα. γίνεται δ᾿ αὕτη δι᾿ ἔμφραξιν, ἢ πύκνωσιν, ἣν δὴ καὶ μύσιν ὀνομάζουσι τῶν πόρων. ἔμφραξις μὲν οὖν ὑπὸ γλίσχρων καὶ

219
παχέων γίνεται περιττωμάτων, ἀθροώτερον ὁρμησάντων ἐπὶ τὸ δέρμα, πύκνωσις δὲ ὑπό τε τῶν στυφόντων καὶ ψυχόντων. ἀλλ᾿ ἐμφράξει μὲν ἁλῶναι τὸ προκείμενον ἐν τῷ λόγῳ σῶμα, κατὰ τὴν εἰρημένην ἐπιμέλειαν ἀγόμενον, οὐκ ἐγχωρεῖ, πυκνωθῆναι δὲ δύναταί ποτε διά τε κρύος καρτερὸν καὶ λουτρὸν στυπτηριῶδες. ἐγχωρεῖ δέ ποτε καὶ μετὰ βαλανεῖον, ἢ ἱδρῶτα, καὶ ἄλλως ἀραιοῦ τοῦ δέρματος ἐκ τινος ἑτέρας αἰτίας γενομένου, καταπνεύσασαν αὔραν ἔμφραξίν τέ τινα καὶ πύκνωσιν ἀποτελέσαι. διαγινώσκεται μὲν οὖν ἡ εἰρημένη διάθεσις, εὐθὺς μὲν ἀποδυνόντων ἀχροίᾳ τε λευκῇ καὶ σκληρότητι καὶ πυκνώσει τοῦ δέρματος, κατὰ δὲ τὸ γυμνάζεσθαι τῷ δυσεκθερμάντῳ. οὔτε γὰρ ἱδροῦσιν ὁμοίως ὡς πρόσθεν, οὔτ᾿ εὐχροοῦσιν, ἀλλ᾿ εἰ καί τις βιάσαιτο τῇ εὐτονίᾳ τῶν γυμνασίων ἱδρῶτός τι προκαλέσασθαι, καὶ μείων οὗτος γίνεται τοῦ συνήθους, καὶ ψυχρότερος, καὶ ἧττον ἀτμώδης. ἡ δ᾿ ἴασις τῆς τοιαύτης διαθέσεως θέρμανσίς ἐστιν· ἐναντίον γὰρ τοῦτο τῇ ψύξει. συντονωτέροις
220
τε γυμνασίοις χρηστέον ἐστὶ καὶ βαλανείοις θερμοτέροις. ἄμεινον δὲ καὶ καλινδεῖσθαι κατὰ τὸν πρῶτον οἶκον ἐπὶ ἐλαίου λιπαρῶς. ἔστω δὲ καὶ τὸ ἔλαιον τῶν χαλαστικῶν, οἷόν πέρ ἐστιν ἐν Ἰταλίᾳ τὸ Σαβῖνον· ἄμεινον δ᾿ ἐπὶ τῶν τοιούτων διαθέσεων ἐτῶν εἶναι δύο ἢ τριῶν αὐτὸ, καὶ γὰρ λεπτομερέστερον τοῦτο καὶ θερμότερον. ἡ δὲ ἐν τῇ ψυχρᾷ κολυμβήθρᾳ διατριβὴ μὴ πολυχρόνιος γενέσθω, μηδ᾿ αὐτὸ τὸ ὕδωρ ἄγαν ἔστω ψυχρόν. ἐνδύεσθαι δὲ μέλλοντες ἀλειφέσθωσάν τινι τῶν μετρίως θαλπόντων, ἐλαίων μὲν, ὅσα γε κατ᾿ Αἴγυπτόν εἰσι, κικίνῳ τε καὶ ῥαφανίνῳ, κατὰ δὲ τὴν ἄλλην |οἰκουμένην τῷ γλυκεῖ καὶ λεπτομερεῖ καὶ μετρίως παλαιῷ, μύροις δὲ Σουσίνῳ τε καὶ γλευκίνῳ καὶ ἰρίνῳ καὶ ἀμαρακίνῳ καὶ Κομμαγηνῷ. τὸ μὲν δὴ γλεύκινον ἀκριβῶς ἐστιν ἄκοπον καὶ χαλαστικὸν, ὥστε καὶ τοῖς ἰσχυρῶς κοπωθεῖσιν ἐπιτήδειον ὑπάρχει· βραχὺ δὲ αὐτοῦ τὸ Σούσινον θερμότερον καὶ χαλαστικώτερον· ἴρινον δὲ καὶ ἀμαράκινον καὶ Κομμαγηνὸν ἱκανώτερον τούτου θερμῇναι, ὥστε καὶ ταῖς καλουμέναις ἰδίως ψύξεσι χρήσιμα
221
τετύχηκεν ὄντα. τὰς μέντοι πυκνώσεις τοῦ δέρματος αὐτάρκως ἰᾶται καὶ τὸ ἀνήθινον ἔλαιον, καὶ μάλιστ᾿ εἰ χλωρὸν εἴη τὸ ἄνηθον. ἁρμόττει δὲ ταῖς τοιαύταις διαθέσεσιν, ὥσπερ οὖν καὶ τοῖς ἰσχυροῖς κόποις, τὸ διὰ τοῦ σπέρματος τῆς ἐλάτης ἄκοπον· εἰρήσεται δὲ ἐν τοῖς ἑξῆς, ὅπως χρὴ σκευάζειν αὐτό. νυνὶ μὲν γάρ μοι δοκῶ καὶ ταῦτα περαιτέρω τῆς ὑποθέσεως εἰρηκέναι. τῷ γὰρ ἄριστα κατεσκευασμένῳ τὸ σῶμα, καὶ βίον ἐλεύθερον ἐπανῃρημένῳ, καὶ μηδὲν ἐν αὐτῷ πλημμελοῦντι, καὶ τὸν ἐπιστατοῦντα τῆς ὑγείας ἄριστον ἔχοντι, εἰς τὰς νοσωδεστέρας διαθέσεις οὐ πάνυ τι συμπίπτειν εἰκός.

Ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν, καὶ παραλείποντες ἐκκαύσεις, καὶ ψύξεις, καὶ ἀπεψίας, καὶ διαῤῥοίας, ὅσα τ᾿ ἄλλα τοιαῦτα, (βέλτιον γὰρ εἰς ἔνα λόγον ἀναβάλλεσθαι σύμπαντα ταῦτα, τὸ περὶ τῶν νοσωδῶν συμπτωμάτων ἐπιγραφησόμενον,) ἐν τῷ παρόντι περὶ τῶν ἐπ᾿ ἀφροδισίοις γυμνασίων ἐπισκεψώμεθα. καὶ γὰρ διαπεφώνηταί πως ὑπὲρ αὐτῶν, ἐνίων μὲν οἰομένων, οὕτω χρῆναι γυμνάζειν ἐπ᾿ αὐτοῖς, ὡς κατὰ τὸ καλούμενον

222
ἀποθεραπευτικὸν, ἐνίων δὲ, ὡς κατὰ τὸ παρασκευαστικόν. ἔστι δὲ δήπου τὸ παρασκευαστικὸν γυμνάσιον οὐδὲ τῇ ποσότητι τῶν κινήσεων ἔλαττον τοῦ συμμέτρου, κατὰ δὲ τὴν ποιότητα συντονώτερόν τε καὶ ὀξύτερον. οἱ μὲν οὖν ἀποθεραπεύειν ἀξιοῦντες, ὥσπερ τοὺς ἀπὸ καμάτου, τήν τε κατάλυσιν τῆς δυνάμεως ὑφορῶνται καὶ τὴν ξηρότητα τοῦ σώματος· ἄμφω γὰρ ταῦτα πάσχομεν ἐπ᾿ ἀφροδισίοις τε καὶ πλήθει τῶν γυμνασίων· οἱ δὲ τῷ παρασκευαστικῷ χρῆσθαι γυμνασίῳ τὴν ἀραιότητα καὶ τὸ εὐίδρωτον, ἅπερ ἐπιτείνεσθαι μὲν ὑπὸ τῶν ἀποθεραπευτικῶν, ἐπανορθοῦσθαι δ᾿ ὑπὸ τῶν παρασκευαστικῶν. ἐγὼ δ᾿ ἑκατέρους ἐπαινέσας, ὡς ἑωρακότας ἐκ μέρους τὸ ἀληθὲς, ἐς ταὐτὸν συνθήσω τὰς δόξας αὐτῶν. ὅτι μὲν γὰρ ἀναῤῥῶσαί τε χρὴ τὴν δύναμιν, καὶ σφίγξαι τὴν ἀραιότητα, καὶ μὴ παραυξῆσαι νὴν ξηρότητα, συγχωροῦσιν ἑκάτεροι. λείπει δ᾿ αὖ εἷς διορισμὸς ἀμφοτέροις, ὥσπερ ἐν ταῖς ἐπιπεπλεγμέναις ἁπάσαις διαθέσεσιν ὑφ᾿ ἡμῶν ἔμπροσθεν εἴρηται, ῥηθήσεται δὲ καὶ νῦν οὐδὲν ἧττον. ἐπειδάν γε ἐς ταὐτὸν συναχθῶσι πλείους διαθέσεις,
223
εἰ μὲν ἕνα τρόπον ἐνδεικνύμεναι θεραπείας, ἐπιτείνεσθαι χρὴ τὸν τρόπον μᾶλλον, ἤπερ εἰ κατὰ μόνας ἑκάστη τῶν διαθέσεων ἦν· εἰ δ᾿ ἐναντιούμεναι, τὰ κατὰ τὴν ἐπικρατοῦσαν διάθεσιν ἐπανορθωτέον ἐστὶ πρότερον, οὐδὲ τῶν ἄλλων ἀμελοῦντας τὸ πάμπαν. ὅσοι μὲν οὖν ἤτοι δι᾿ ἡλικίαν ἢ καὶ ἄλλως ἀσθενεῖς ὑπάρχοντες ἀφροδισίοις ἐχρήσαντο, τούτοις μὲν ἀναγκαῖόν ἐστιν ἐπικρατεῖν τὴν ἀῤῥωστίαν τῆς δυνάμεως· ὅσοι δ᾿ ἰσχυρότεροί τε καὶ νέοι, καθάπερ ὁ νῦν ἡμῖν ὑποκείμενος ἐν τῷ λόγῳ νεανίσκος, ἐν τούτοις ἡ τοῦ σώματος ἕξις εἰς ἀραιότητα πλέον, ἤπερ ἡ δύναμις εἰς ἀῤῥωστίαν ἀλλοιοῦται. καὶ τοίνυν ἡ ἐπανόρθωσις οὐ διὰ τῶν ἀραιούντων, οἷόν πέρ ἐστι καὶ τὸ ἀποθεραπευτικὸν γυμνάσιον, ἀλλὰ διὰ τῶν συναγόντων τε καὶ σφιγγόντων, ὁποῖόν ἐστι καὶ τὸ παρασκευαστικόν. εἰ δὲ δὴ καὶ ψύξις τις ἐπὶ τοῖς ἀφροδισίοις ἐγγίνεται τοῖς σώμασι, καὶ κατὰ τοῦτ᾿ ἂν εἴη τῷ παρασκευαστικῷ γυμνασίῳ χρηστέον· ἐπεγείρει γὰρ ἐκεῖνο τὴν θερμότητα τῷ τε τῶν κινήσεων ὀξεῖ καὶ τῷ τόνῳ, καὶ τῷ συνάγειν καὶ σφίγγειν τὴν ἕξιν. ὅτι δὲ καὶ τὴν ἀραιότητα μόνον τοῦτο τῶν γυμνασίων
224
σίων ἰᾶται, πρὸς ἁπάντων ὁμολογεῖται τῶν γυμναστῶν, ὑπὸ τῆς πείρας δεδιδαγμένων. ὥστ᾿ οὐδὲν ἂν εἴη βέλτιον εἰς τὰ παρόντα τοῦ τοιούτου γυμνασίου. τῆς δὲ ὥρας τοῦ ἔτους ἐπιτρεπούσης, οὐδὲ τῆς ψυχρολουσίας ἀφεκτέον ἐστίν. ἐδέσματα δ᾿ ἔστω πλῆθος μὲν ἐλάττω, τῇ ποιότητι δὲ ὑγρότερα δοτέον, ἵνα καὶ πέψῃ καλῶς αὐτὰ, καὶ τὴν ἐκ τῶν ἀφροδισίων ἐπανορθώσηται ξηρότητα. χρὴ δ᾿ οὐδὲ ψυχρότερα τὴν κρᾶσιν, ἀλλ᾿ ἤτοι τῆς μέσης ἰδέας, ἢ τῶν θερμοτέρων ὑπάρχειν αὐτά. διότι γὰρ ἐξ ἀφροδισίων ἀραιότερόν τε καὶ ψυχρότερον ἅμα καὶ ἀσθενέστερον καὶ ξηρότερον ἀποτελεῖται τὸ σῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα καὶ τὴν δύναμιν ἀναῤῥωννύντα προσφέρεσθαι, καὶ τούτους εἶναι τοὺς σκοποὺς ἐπ᾿ αὐτοῖς. ὅτι δὲ αὕτη δύναμίς ἐστιν ἀφροδισίων, οὐ τοῦ νῦν ἐνεστῶτος λόγου· προὔκειτο γὰρ ἐν αὐτῷ διελθεῖν, ὅπως ἂν κάλλιστα τὸ προκείμενον σῶμα γυμνάζοιτο μετὰ τὴν τῶν ἀφροδισίων χρῆσιν, ὅπερ οὐκ ἠδύνατο περανθῆναι καλῶς ἄνευ τοῦ προλαβεῖν ἐξ ὑποθέσεως, ὁποία τίς ἐστιν ἡ ἐν τῷ σώματι
225
γινομένη διάθεσις ἐπὶ τοῖς ἀφροδισίοις. ἀλλὰ νῦν μὲν ἐξ ὑποθέσεως, αὖθις δὲ μετὰ ἀποδείξεως εἰρήσεται, τίς τε ἡ δύναμις αὐτῶν ἐστι, καὶ εἰ χρηστέον ὅλως, ἢ μὴ, καὶ τίνες αὐτῶν ὠφέλειαι καὶ βλάβαι κατά τε τὰς τοῦ σώματος διαθέσεις εἰσὶ, καὶ τὰς ὥρας τοῦ ἔτους, καὶ τὰς χώρας, ὅσα τ᾿ ἄλλα τοιαῦτα χρὴ προσδιορίζεσθαι.

Μετὰ μὲν δὴ τὴν τῶν ἀφροδισίων χρῆσιν εἶδος ἔστω γυμνασίου τὸ παρασκευαστικὸν ὀνομαζόμενον· ἀγρυπνίας δὲ προσγενομένης, ἢ λύπης, ἢ ἀμφοτέρων, τὸ ἀποθεραπευτικὸν, ὅταν τε χωρὶς ἀπεψίας γεννηθῶσιν, ἐπὶ γὰρ ταῖς ἀπεψίαις οὐδ᾿ ὅλως γυμναστέον. ὅτι δὲ τὸ ἀποθεραπευτικὸν γυμνάσιον ἐπὶ λύπαις τε καὶ ἀγρυπνίαις ἁρμόττει, δηλοῖ μὲν καὶ ἡ πεῖρα· φαίνονται γὰρ ὑπὸ τῶν ἄλλων γυμνασίων βλαπτόμενοι, πρὸς τῷ μηδ᾿ ἀνέχεσθαι τῶν ἐπιταττόντων, εἰ τύχοιεν ἔτι λυπούμενοι· δηλοῖ δ᾿ οὐχ ἧττον τῆς πείρας καὶ ὁ λόγος. ἐπειδὴ γὰρ ἐπ᾿ ἀγρυπνίαις τε καὶ λύπαις ὁρῶνται λεπτότεροί τε καὶ αὐχμηρότεροι καὶ

226
δυσήκοοι γινόμενοι, ξηρότερον ἡγητέον αὐτοῖς εἶναι τὸ σῶμα. τὰς δὲ τοιαύτας διαθέσεις αἵ τε μαλακώτεραι τρίψεις ἐξιῶνται, σὺν ἐλαίῳ πλείονι γιγνόμεναι καὶ λουτροῖς εὐκράτοις, αἵ τε κινήσεις αἱ βραδύτεραί τε καὶ χωρὶς ἰσχυροτέρας τάσεως, ἀναπαύσεσι πλείοσι διειλημμέναι. τρόπος δ᾿ οὗτος ἦν ἀποθεραπευτικοῦ γυμνασίου. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ἐπὶ θυμοῖς ἢ δι᾿ ἔνδειαν ποτοῦ ξηρότητας ἐπανορθωτέον ἐστίν. ἐναντίως δὲ τοῖς εἰρημένοις ἐπανορθοῦσθαι χρὴ τὰς κατὰ τὴν ἕξιν ὑγρότητας, εἴτε διὰ πόμα πλέον, εἴτε δι᾿ ἄλλην τινὰ πρόφασιν ἐγένοντο. σκοπὸς γοῦν δὴ καὶ τῶν τοιούτων διαθέσεων ἡ ξήρανσις. ἀλλὰ τοῦτο μὲν ἁπασῶν κοινὸν, ἴδιον δ᾿ ἑκάστης ἐν ταῖς κατὰ μέρος διαφοραῖς. εἰ μὲν οὖν ἐπ᾿ ἀργίᾳ πλείονι καὶ ταῖς τῶν ὑγραινόντων ἐδεσμάτων ἀμέτροις τε καὶ ἀκαίροις χρήσεσιν ὑγρότης ἐγένετο, μακροτέρας δεῖται τῆς ἐπανορθώσεως· εἰ δ᾿ ἐπὶ ποτῷ πλείονι, κατὰ τὴν προτεραίαν ἡμέραν γεγονότι, χωρὶς τοῦ πεπονθέναι τὴν κεφαλὴν ἢ τὸ στόμα τῆς κοιλίας, ἐν μιᾷ δυνατὸν ἡμέρᾳ
227
τελέως ἐξιάσασθαι, πλεονάσαντας μὲν ἐν ταῖς ξηραῖς τρίψεσι, γυμνάσαντας δ᾿ ὀξύτερον, ἐλάττονι δὲ ποτῷ χρησαμένους ἐδέσμασί τε ξηραντικωτέροις. ὡς ὅσαι γε μετὰ τοῦ τὴν κεφαλὴν ἢ τὸν στόμαχον ἀπολαῦσαί τι τῆς ἐξ οἴνου βλάβης ὑγρότητές εἰσι περιτταὶ, τοῦ νῦν ἐνεστῶτος οὐ δέονται λόγου· ῥηθήσεται γὰρ ὑπὲρ αὐτῶν ἐν τοῖς τῶν νοσωδῶν συμπτωμάτων. αἱ δ᾿ ἐπ᾿ ἀργίᾳ πάνυ μακροτέρα τὴν ἀρχὴν οὐδ᾿ ἂν γένοιντό ποτε κατὰ τὴν προκειμένην διάθεσιν, ὥσπερ οὐδ᾿ αἱ διὰ πλῆθος ἐδεσμάτων ὑγρῶν τῇ φύσει, οἷαί περ αἱ πλεῖσται τῶν ὀπωρῶν εἰσι καὶ τῶν λαχάνων ὅσα μὴ δριμέα. γενομένας δ᾿ αὐτὰς ἀθρόως μὲν οὐχ οἷόν τε θεραπεύειν· εἰ γὰρ εἰς τοσοῦτον πονήσειεν ὁ ἄνθρωπος, ὡς αὐτάρκως ξηρᾶναι τὴν ἕξιν, ἁλώσεται κόπῳ καὶ πυρέξει πυρετὸν μὲν ἐφήμερον πάντως, ἂν δὲ καὶ μοχθηραὶ τύχωσιν ὑγρότητες ὑπάρχουσαι, πλειόνων ἡμερῶν· ἐν χρόνῳ δ᾿ ἂν ἐπανορθωθεῖεν, ὡς ὕστερον εἰρήσεται κατ᾿ ἐκεῖνον τὸν λόγον, ἐν ᾧ τὰς μοχθηρὰς κράσεις ἐπὶ τὸ βέλτιον ἀλλοιοῦμεν. ὁμοία γὰρ ἡ πρόνοια τῶν ἐπικτήτων διαθέσεών
228
ἐστι καὶ τῶν φυσικῶν δυσκρασιῶν, ὥστ᾿ οὐδὲν χρὴ τὸ νῦν εἶναι περὶ αὐτῶν διεξέρχεσθαι.

Λείπεται οὖν ἔτι περὶ τῶν ἑωθινῶν τε καὶ κατὰ τὴν ἑσπέραν τρίψεων διελθεῖν, οὐ μὰ Δί᾿ οὕτως, ὥς φασὶν ἀποκρίνασθαι Κόϊντον ἐρομένῳ τινὶ γυμναστῇ, τίνα δύναμιν ἔχει τὸ ὑποσυγχρίεσθαι, φάμενον ἀφανίζειν τὰ ἱμάτια. τούτοις γὰρ τοῖς ὀνόμασιν, οἷς ἐγὼ νῦν ἐχρησάμην, ἐρέσθαι τε λέγουσι τὸν γυμναστὴν, ἀποκρίνασθαί τε τὸν Κόϊντον. ὅμοιόν τι τοῦ Κοΐντου περιφέρεται ἀπόφθεγμα, τό τε περὶ τῶν οὔρων, ὡς γραφέως ἐστὶ καταμανθάνειν αὐτὰ, καὶ τὸ περὶ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ὅτι βαλανείων ἐστὶ τὰ τοιαῦτα τῶν ὀνομάτων. ἂ ἐγὼ μὲν ἂν δοίην, μὴ ὅτι Κόϊντον, ἀλλ᾿ οὐδὲ τῶν ἀπὸ Θεσσαλοῦ τινα φθέγξασθαι· βωμολοχικὰ γὰρ ἅπαντ᾿ ἐστὶ τὰ τοιαῦτα κομψεύματα καὶ οὐδαμῶς ἀνδρὶ προσήκοντα σεμνῆς οὕτω τέχνης ἐπιστήμονι. βέλτιον οὖν ὑπὲρ μὲν τῆς ἑωθινῆς ἀνατρίψεως ᾧδ᾿ ἐπισκοπεῖσθαι κατά γε τὸ προκείμενον ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ σῶμα. τουτὶ γὰρ ἤτοι

229
παντάπασιν ἄμεμπτόν ἐστι μετὰ τοὺς ὕπνους, ἤ τινι τῶν κοπωδῶν ἐνέχεται διαθέσεων, ἢ καὶ τῶν ἄλλων τινὶ, περὶ ὧν ἐφεξῆς ἐν ταῖς κοπώδεσιν ὀλίγον ἔμπροσθεν ἄχρι τοῦ δεῦρο διῆλθον. εἰ μὲν οὖν ἄμεμπτον ὑπάρχει, περίεργόν ἐστιν ἀνατρίβειν ἢ ἀλείφειν αὐτὸ, πλὴν εἴ ποτ᾿ἀναγκαῖον εἴη συνενεχθῆναι κρύει κρατερῷ· τηνικαῦτα γὰρ, ὡς τοὺς μέλλοντας ψυχρολουτρεῖν, οὕτω καὶ τούτους τῇ τρίψει παρασκευάσομεν. εἰ δέ τις αἴσθησις εἴη κόπου, λέλεκται καὶ πρόσθεν, ὡς ἀλείφειν τε χρὴ τηνικαῦτα κα ἀνατρίβειν μαλακῶς. οὕτω δὲ καὶ εἰ ξηρότερόν γ᾿ εἴη πλείω τοῦ δέοντος, ἀλειπτέον μὲν ἐλαίῳ γλυκεῖ, τέγγει γὰρ τοῦτο τὸν ξηρὸν χρῶτα, τριπτέον δ᾿. ἐλάχιστα μὲν, ἀλλὰ μήτε σκληρᾷ τρίψει, μήτε μαλακῇ. προτρέψαι γὰρ μόνον δεόμεθα τὴν ἀνάδοσιν, οὔτε δ᾿ ἀλλοιῶσαι τοῦ δέρματος ἢ τῆς σαρκὸς τὴν ἕξιν, οὔτε διαφορῆσαί τι τῶν περιεχομένων ἐν αὐτοῖς. ἐργάζεται δὲ ἄμφω μὲν ἡ μαλακὴ, θάτερον δὲ ἡ σκληρὰ τρίψις, εἴ γε δὴ πυκνοῖ μὲν αὕτη καὶ σκληρύνει τὸ δέρμα, διαφορεῖ δ᾿ ἡ μαλακὴ καὶ ἀραιὸν
230
καὶ μαλακὸν ἀπεργάζεται τὸ σῶμα. πύκνωσιν μέντοι τοῦ δέρματος ἐπανορθώσασθαι βουλόμενοι, τὴν μὲν ἐπὶ ταῖς σκληραῖς ἀνατρίψεσι, καὶ λαβαῖς, καὶ σφοδρῷ γυμνασίῳ, καὶ κόνει πολλῇ γεγενημένην, ἐλαίῳ δαψιλεῖ καὶ γλυκεῖ χρώμενοι, μαλακῶς ἀνατρίψομεν, τὴν δ᾿ ἐπὶ τῇ ψύξει, πρώτως μὲν ταῖς ξηραῖς τε ἅμα καὶ ταχείαις ἀνατρίψεσι, δευτέρως δὲ ταῖς δι᾿ ἐλαίου θερμαίνοντες, εἰς τὸ κατὰ φύσιν ἐπανάξομεν. ἀραιότητα δὲ τὴν ἐπί τε λουτροῖς πλείοσι καὶ τρίψεσι μαλακαῖς ἀφροδισίων τε χρήσεσι γεγενημένην, ὀλίγαις μὲν ταῖς ξηραῖς ἀνατρίψεσιν, ὀλίγαις δ᾿ ἐφεξῆς αὐτῶν ταῖς σὺν ἐλαίῳ τινὶ τῶν στυφόντων ἰασόμεθα. τὰς δ᾿ ἐπὶ πλέοσι ποτοῖς ὑγρότητας αἱ ξηραὶ μόναι θεραπεύουσι, διά τε σινδόνων ἢ χειρίδων ἐπιτελούμεναι, καὶ αὐτῶν μόνων ἐνίοτε τῶν χειρῶν, ἢ χωρὶς λίπους παντὸς, ἢ σὺν ἐλαχίστῳ τινί. ἔστω δὲ τὸ ἔλαιον τοῦτο γλυκὺ, ἵν᾿ ᾖ διαφορητικὸν, ἁπάσης ἀπηλλαγμένον στυφούσης ποιότητος. ᾧδε μὲν ἔχει περὶ τῆς ἑωθινῆς ἀνατρίψεως. ἡ δ᾿ εἰς ἑσπέραν
231
ἤτοι κοπώδεσιν ἱκανῶς ὑπάρχουσιν, ἢ κατεξηρασμένοις, ἢ ἀτροφοῦσιν ἐπιτήδειος. ἀλλὰ τὸ μὲν τῆς ἀτροφίας σύμπτωμα τό γε νῦν ἐξαιρείσθω τοῦ λόγου, μετὰ τῶν ἄλλων ἁπάντων νοσωδῶν συμπτωμάτων ἑξῆς προχειρισθησόμενον. ἐπὶ δὲ τῆς ὑποκειμένης φύσεως, ὅταν ἤτοι κόπος ἰσχυρὸς, ἢ ξηρότης τις ἄμετρος ὑπάρχῃ κατὰ τὸ σῶμα, τὸ μὲν ἄριστον ἔλαττον γιγνέσθω, πλείων δ᾿ ὁ μεταξὺ χρόνος ἄχρι τοῦ δείπνου, τὰ πολλὰ δ᾿ ἐφ᾿ ἡσυχίας· ὀλίγον δέ τι καὶ περιπατείτωσαν, ὡς ὑποκαταβῆναι τὰ σιτία ταῖς ὀρθίαις κινήσεσι κατασεισθέντα· βέλτιον δὲ καὶ εἰ ἀποπατῆσαι δυνηθεῖεν. τούτων γὰρ ἁπάντων καλῶς γενομένων ἀκίνδυνον ἀνατρίβειν ἐλαίῳ γλυκεῖ, μὴ πάντη τῆς γαστρὸς ἐφαπτόμενον· εἰ δὲ μὴ, κίνδυνος αὐτά τε τὰ σιτία πεφθῆναι χεῖρον, ἀναδοθῆναί τέ τινα χυμὸν ἐξ αὐτῶν ἡμίπεπτον, ἐπιθολωθῆναί τε τὰς κεφαλὰς, ἀνατραπῆναί τε τὸν στόμαχον. ἄριστον μὲν οὖν ἐστι τὸ μηδ᾿ ὅλως ἅπτεσθαι τῆς γαστρός· ἢν δέ ποτε τῶν ἀμφ᾿ αὐτὴν μυῶν ἤτοι κοπώδης τις αἴσθησις, ἢ πλείων φαίνοιτο ξηρότης, ἀλείφειν τὰ μέτρια
232
πρᾴως ἐφαπτομένην. εἰ δὲ καὶ τὰς αἰτίας τις ἀκοῦσαι ποθεῖ τῶν εἰρημένων, τὸν ἑξῆς ἀναμένοι λόγον, ἐν ᾧ περὶ τῶν νοσωδῶν συμπτωμάτων διερχόμεθα· νυνὶ μὲν γὰρ ἤδη μοι δοκῶ μέγεθος αὔταρκες ἔχειν τὸν ἐνεστῶτα.