De sanitate tuenda

Galen

Galen, De sanitate tuenda, Claudii Galeni Opera Omnia, Kühn, Volume 6, 1823

Τὰ μὲν δὴ κεφάλαια καὶ τοὺς σκοποὺς τῆς ὑγιεινῆς τέχνης ὁ πρόσθεν λόγος εἴρηκεν· τὰ δὲ κατὰ μέρος ἅπαντα πειρᾶσθαι χρὴ διελθεῖν, ἀρξαμένους αὖθις ἀπ’ ἐκείνων, εἰς ἅπερ ἐτελεύτησε τὸ πρῶτον γράμμα. ὑποκείσθω δή τις ἡμῶν τῷ λόγῳ παῖς ὑγιεινότατος φύσει, τῆς τρίτης ἑβδομάδος ἐτῶν ἀρχόμενος, ἐφ’ οὗ πλάττειν τε καὶ κοσμεῖν τὸ σῶμα προκείσθω καθ’ ὅσον οἷόν τε κάλλιστα. καὶ πρῶτον τοῦτ’ αὐτὸ διοριστέον, τί ποτε βούλεται τῷ λόγῳ τὸ κάλλιστα προσκείμενον. βούλεται δὲ τόδε. ὥσπερ

82
αὐτῶν τῶν σωμάτων ἐδείχθη παμπόλλη τις οὖσα διαφορὰ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῶν βίων, οὓς βιοῦμεν, εἴδη πάμπολλά ἐστιν. οὐκ οὖν ἐγχωρεῖ τὴν ἀρίστην τοῦ σώματος ἐπιμέλειαν ἐν ἅπαντι τῷ προχειρισθέντι βίῳ συστήσασθαι, ἀλλὰ τὴν μὲν ἑκάστῳ βελτίστην οἷόν τε, τὴν δ’ ἁπλῶς ἀρίστην οὐκ ἐγχωρεῖ κατὰ πάντας τοὺς βίους ποιήσασθαι. πολλοῖς γὰρ τῶν ἀνθρώπων μετὰ περιστάσεως πραγμάτων ὁ βίος ἐστί. καὶ βλάπτεσθαι μὲν ἀναγκαῖόν ἐστιν αὐτοῖς ἐξ ὧν πράττουσιν, ἀποστῆναι δ’ ἀδύνατον. ἔνιοι μὲν γὰρ ὑπὸ πτωχείας εἰς τοὺς τοιούτους ἐμπίπτουσι βίους, ἔνιοι δ’ ὑπὸ δουλείας, ἤτοι πατρόθεν εἰς αὐτοὺς καθηκούσης, ἢ αἰχμαλώτοις ληφθεῖσιν, ἢ ἁρπαχθεῖσιν, ἅσπερ καὶ μόνας δουλείας ὀνομάζουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων. ἐμοὶ δὲ δοκοῦσι καὶ ὅσοι διὰ φιλοτιμίαν ἢ δι’ ἐπιθυμίαν ἡντιναοῦν εἵλοντο βίον ἐν περιστάσεσι πραγμάτων, ὡς ὀλίγιστα δύνασθαι σχολάζειν τῇ τοῦ σώματος ἐπιμελείᾳ, καὶ οὗτοι δουλεύειν ἑκόντες οὐκ ἀγαθαῖς δεσποίναις. ὥστε τούτοις μὲν οὐκ ἐγχωρεῖ γράψαι τὴν ἁπλῶς ἀρίστην ἐπιμέλειαν
83
τοῦ σώματος· ὅστις δὲ ἀκριβῶς ἐλεύθερος ὑπάρχει καὶ τύχῃ καὶ προαιρέσει, δυνατὸν ὑποθέσθαι τῷδε, ὡς ἂν ὑγιαίνοι μάλιστα, καὶ ἥκιστα νοσήσειε, καὶ γηράσειεν ἄριστα. καὶ μέν γε καὶ ἡ ὑγιεινὴ μέθοδος, καθάπερ οὖν καὶ ἄλλη πᾶσα μέθοδος, ἀρχὴν διδασκαλίας τοιαύτην ἐπιζητεῖ. τὸ γὰρ ἁπλοῦν καὶ ἄμεμπτον ἐν ἑκάστῳ γένει, καθάπερ τις κανὼν, ἁπάντων ἐθέλει· προτετάχθαι τῶν οὐχ ἁπλῶν οὐδ’ ἀμέμπτων. ἁπλοῦν δὲ καὶ ἄμεμπτον ἐν μὲν τοῖς σώμασι τὸ κατεσκευασμένον ἄριστά ἐστιν, ἐν δὲ τοῖς βίοις τὸ ἀκριβῶς ἐλεύθερον. ταῦτ’ οὖν ἄμφω πρῶτα συζευγνύσθω κατὰ τόνδε τὸν λόγον· εἶθ’ ἑξῆς ἑκάστῃ κατασκευῇ σώματος μοχθηρᾷ βίος ἐλεύθερος μιγνύσθω· κᾄπειθ’ ἑξῆς ἀρίστῃ κατασκευῇ σώματος ἕκαστος τῶν ἐν δουλείᾳ τινὶ βίων· ἐπὶ δὲ τοῖσδε τὰς μοχθηρὰς τῶν σωμάτων κατασκευὰς ἐπαλλάξωμεν τοῖς μοχθηροῖς βίοις, εἰ μέλλει τέλειος ἡμῖν ὁ λόγος ἔσεσθαι.

Τίνα ποτ’ οὖν ἀρχὴν τίθεσθαι προσήκει

84
τῆς ὑγιεινῆς πραγματείας τῷ κάλλιστά τε κατεσκευασμένῳ τὸ σῶμα καὶ τρίτης ἑβδομάδος ἐτῶν ἀρχομένῳ, καὶ μόνῃ σχολάζοντι τῇ τοῦ σώματος ἐπιμελείᾳ, τὰ δ’ ἄλλα πάντα πάρεργα τεθειμένῳ; ἐμοὶ μὲν δοκεῖ τὴν ὑφ’ Ἱπποκράτους εἰρημένην ἔν τε τοῖς ἀφορισμοῖς, ἔνθα γράφει· πόνοι σιτίων ἡγείσθωσαν ἔν τε τῷ ἐπιδημιῶν ἕκτῳ κατὰ τήνδε τὴν ῥῆσιν· πόνοι, σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια, πάντα μέτρια. καὶ γὰρ καὶ τὸ ποσὸν ἀφώρισεν ἅπασι, προσθεὶς τὸ κατὰ τὸ τέλος τῆς ῥήσεως ὄνομα, τὸ μέτρια, καὶ τὸν καιρὸν ἐδίδαξε τῇ τάξει τοῦ λόγου. εἰς γὰρ τὴν τῆς ὑγιείας φυλακὴν ἄρχειν μὲν χρὴ τοὺς πόνους, ἕπεσθαι δὲ σιτία καὶ ποτὰ, εἶθ’ ἑξῆς ὕπνους, εἶτα ἀφροδίσια τοῖς γε μέλλουσιν ἀφροδισίοις χρῆσθαι. τὰ μὲν γὰρ ἄλλα πάντα κοινὰ πάσης ἡλικίας ἐστὶ, τὰ δ’ ἀφροδίσια μόνης τῆς τῶν ἀκμαζόντων, ἡνίκα περ αὐτῶν ἡ χρεία, ὡς ταῖς γε πρόσθεν τε καὶ ὄπισθεν ἡλικίαις ἢ οὐδ’ ὅλως σπερμαίνειν, ἢ οὐ γόνιμον σπερμαίνειν, ἢ μοχθηρὸν γόνιμον ὑπάρχειν. ἀλλὰ
85
γὰρ ὁ μὲν περὶ ἀφροδισίων λόγος εἰς τὴν οἰκείαν ἀναβεβλήσθω τάξιν. ἀπὸ δὲ τῶν πόνων ἀρκτέον, αὐτὸ τοῦτο πρῶτον ἐν αὐτοῖς διελομένους, εἴτε ταὐτόν ἐστι πόνος τε καὶ κίνησις καὶ γυμνάσιον, εἴτε πόνος μὲν καὶ κίνησις ταὐτὸν, ἕτερον δέ τι τὸ γυμνάσιον, εἴτε κίνησις μὲν ἕτερον, οὐδὲν δ’ ὁ πόνος τοῦ γυμνασίου διαφέρει. ἐμοὶ μὲν δὴ δοκεῖ μὴ πᾶσα κίνησις εἶναι γυμνάσιον, ἀλλ’ ἡ σφοδροτέρα μόνη. ἐπεὶ δ’ τῷ πρός τι τὸ σφοδρὸν, εἴη ἂν ἡ αὐτὴ κίνησις ἑτέρῳ μὲν γυμνάσιον, ἑτέρῳ δ’ οὐ γυμνάσιον. ὅρος δὲ τῆς σφοδρότητος ἡ τῆς ἀναπνοῆς ἀλλοίωσις· ὡς, ὅσαι γε κινήσεις οὐκ ἀλλοιοῦσι τὴν ἀναπνοὴν, οὔπω ταύτας ὀνομάζουσι γυμνάσια· εἰ δ’ ἤτοι μεῖζον, ἢ ἔλαττον, ἢ πυκνότερον ἀναγκασθείη τις ἀναπνεῖν ἐπὶ κινήσει τινὶ, γυμνάσιον ἡ τηλικαύτη κίνησις ἐκείνῳ γενήσεται. τοῦτο μὲν δὴ κοινὸν γυμνάσιον ὀνομάζεται, ἰδίᾳ δὲ, ἀφ’ οὗπερ καὶ τὰ γυμνάσια προσαγορεύουσιν ἅπαντες, ἔν τινι κοινῷ τῆς πόλεως οἰκοδομησάμενοι χωρίῳ, εἰς ὅπερ καὶ ἀλειψόμενοί τε καὶ διατριψόμενοι, καὶ διαπαλαίσοντες,
86
ἢ δισκεύσοντες, ἤ τι τοιοῦτον ἄλλο πράξοντες, ἥκουσιν. ἡ δὲ τοῦ πόνου προσηγορία ταὐτόν μοι δοκεῖ σημαίνειν θατέρῳ τῷ ὑπὸ τοῦ γυμνασίου ὀνόματος εἰρημένῳ δηλοῦσθαι τῷ κοινῷ. καὶ γὰρ οἱ σκάπτοντες, καὶ οἱ θερίζοντες, καὶ ἱππαζόμενοι πονοῦσί τε καὶ γυμνάζονται κατὰ τὸ κοινὸν τοῦ γυμνασίου σημαινόμενον. ἐμοὶ μὲν οὕτω διῃρήσθω περὶ τῶν ὀνομάτων, καὶ κατὰ ταῦτα τὰ σημαινόμενα πᾶς ὁ ἐφεξῆς λόγος ἀκουέσθω. εἰ δέ τις ἑτέρως βούλοιτο χρῆσθαι, συγχωρῶ. οὐδὲ γὰρ ὑπὲρ ὀνομάτων ὀρθότητος ἥκω σκεψόμενος, ἀλλ’ ὡς ἄν τις ὑγιαίνοι μάλιστα· καὶ πρὸς τοῦτ’ αὐτὸ χρήσιμον ὑπάρχον μοι περί τε τῶν γυμνασίων καὶ πόνων καὶ ξυλλήβδην εἰπεῖν ἁπάσης κινήσεως διελέσθαι, τὰ σημαινόμενα τῶν ὀνομάτων ἠναγκάσθην ἀφορίσασθαι. αἱ μὲν δὴ τοῦ γυμνασίου χρεῖαι καὶ διὰ τοῦ πρώτου μὲν εἴρηνται λόγου, βέλτιον δ’ ἂν εἴη καὶ νῦν ἐπανελθεῖν αὐτὰς διὰ βραχέων, ἐπειδὴ σκοπός τε ἅμα καὶ κριτήριον αὗται τυγχάνουσιν οὖσαι πάντων τῶν κατὰ μέρος
87
ἐν τῇ περὶ τὰ γυμνάσια τέχνῃ πραττομένων. ἦσαν δὲ, ὡς οἶμαι, διτταὶ κατὰ γένος, αἱ μέν τινες εἰς τὴν τῶν περιττωμάτων κένωσιν, αἱ δὲ εἰς αὐτὴν τῶν στερεῶν σωμάτων τὴν εὐεξίαν διαφέρουσαι. ἐπειδὴ γάρ ἐστι κίνησις σφοδρὰ τὸ γυμνάσιον, ἀνάγκη τρία μόνον ταῦτα γενέσθαι πρὸς αὐτὴν κατὰ τὸ γυμναζόμενον σῶμα, τήν τε σκληρότητα τῶν ὀργάνων ἀλλήλοις παρατριβομένων, τήν τε τῆς ἐμφύτου θερμότητος αὔξησιν, τήν τε τοῦ πνεύματος κίνησιν βιαιοτέραν, ἕπεσθαι δὲ τούτοις ἄλλα σύμπαντα κατὰ μέρος ἀγαθὰ τοῖς σώμασιν ἐκ γυμνασίων γινόμενα, διὰ μὲν τὴν σκληρότητα τῶν ὀργάνων τήν τε δυσπάθειαν αὐτῶν καὶ πρὸς ἐνεργείας εὐτονίαν, διὰ δὲ τὴν θερμότητα τήν τε τῶν ἀναδιδομένων ὁλκὴν ἰσχυρὰν, καὶ τὴν ἀλλοίωσιν ἑτοιμοτέραν, καὶ τὴν θρέψιν βελτίονα, καὶ χύσιν ἁπάντων τῶν σωμάτων, ἐφ’ ᾗ χύσει τὰ μὲν στερεὰ μαλάττεσθαι, τὰ δὲ ὑγρὰ λεπτύνεσθαι, τοὺς πόρους δ’ εὐρεῖς γίνεσθαι συμβαίνει, διὰ δὲ τὴν τοῦ πνεύματος ἰσχυρὰν κίνησιν ἐκκαθαίρεσθαι τοὺς πόρους ἀναγκαῖόν ἐστι, καὶ κενοῦσθαι τὰ περιττώματα.
88
ἀλλ’ εἴπερ ταῦτα ποιεῖ τὸ γυμνάσιον, οὐ χαλεπὸν ἔτι τὸν καιρὸν τῆς χρήσεως ἐξευρεῖν. διότι μὲν γὰρ ἀναδόσεσι συνεργεῖ, οὐ χρὴ πλῆθος ὠμῶν καὶ ἀπέπτων οὔτε σιτίων οὔτε χυμῶν ἢ κατὰ τὴν κοιλίαν ἢ ἐν τοῖς ἀγγείοις περιέχεσθαι· κίνδυνος γὰρ αὐτοῖς ἑλχθῆναι πρὸς ἅπαντα τοῦ ζώου τὰ μόρια, πρὶν χρηστοῖς γενέσθαι πεφθεῖσι σχολὴ ᾖ. διότι δὲ ἐκκαθαίρει τοὺς πόρους, καὶ κενοῖ τὰ περιττώματα, κάλλιον αὐτὸ πρὸ τῶν σιτίων ἀναλαμβάνεσθαι. τὰ μὲν γὰρ μὴ καθαρὰ τῶν σωμάτων, ὁκόσον ἂν θρέψῃς, μᾶλλον βλάψεις. ὥστε ἐκ τῶν εἰρημένων εὔδηλον, ὡς οὗτος ἄριστός ἐστι γυμνασίων καιρὸς, ἡνίκα ἡ μὲν χθιζινὴ τροφὴ τελέως ᾖ κατειργασμένη τε καὶ πεπεμμένη τὰς δύο πέψεις, τήν τε ἐν τῇ γαστρὶ καὶ τὴν ἐν τοῖς ἀγγείοις, ἑτέρας δ’ ἐφεδρεύῃ τροφῆς καιρός. εἰ δ’ ἢ τὸ πρόσθεν ἢ ὄπισθεν γυμνάζοις, ἢ χυμῶν ἀπέπτων ἐμπλήσεις τὸ ζῶον, ἢ τὴν ὠχρὰν χολὴν ἐπιτρέψεις γεννᾶσθαι πλείονα. γνωρίσματα δὲ τοῦ τοιούτου καιροῦ
89
τῶν οὔρων ἡ χροιά. τὸ μὲν οὖν ὑδατῶδες ἄπεπτον ἔτι σημαίνει τὸν ἐκ τῆς γαστρὸς ἀναδιδόμενον χυμὸν ἐν τοῖς ἀγγείοις περιέχεσθαι· τὸ δὲ πυῤῥὸν καὶ χολῶδες, ἐκ πολλοῦ κατειργάσθαι· τὸ δὲ μετρίως ὠχρὸν ἄρτι τῆς δευτέρας πέψεως γενομένης ἐστὶ σημεῖον. ὅταν γὰρ μηδέπω χρώζηται τῇ χολῇ τὸ οὖρον, ὑδατῶδές τε καὶ λευκὸν φαίνεται· ὅταν δὲ πλέον ἀναδέξηται τοῦ προσήκοντος, πυῤῥόν. ἐπειδὰν γὰρ συμμέτρως ᾖ πυῤῥὸν, ἢ μετρίως ὠχρὸν, τηνικαῦτα ἄγειν ἐπὶ τὰ γυμνάσια, προαποθέμενον ὅσον ἂν ἐν τῇ κύστει καὶ τοῖς ἐντέροις τοῖς κάτω περιεχόμενον ᾖ περίττωμα· κίνδυνος γὰρ κᾀκ τῶν τοιούτων εἰς τὴν ἕξιν τοῦ σώματος ἐνεχθῆναί τι τῇ ῥύμῃ τῆς ἐν τοῖς γυμνασίοις θερμότητος ἀναρπασθέν. εἰ μὲν οὖν εὐθέως ἀποδυσάμενός τις ἐπὶ τὰς ἰσχυροτέρας ἔρχοιτο κινήσεις, πρὶν μαλάξαι σύμπαν τὸ σῶμα, καὶ λεπτῦναι τὰ περιττώματα, καὶ τοὺς πόρους εὐρῦναι, κίνδυνος μὲν καὶ ῥῆξαί τι καὶ σπάσαι τῶν στερεῶν σωμάτων, κίνδυνος δὲ καὶ τὰ περιττώματα τῇ τοῦ
90
πνεύματος ῥύμῃ κινήσαντος τοὺς πόρους ἐμφράξαι. εἰ δὲ κατὰ μικρὸν προθερμῄνας προμαλάξειε μὲν τὰ στερεὰ, προλεπτύνειε δὲ τὰ ὑγρὰ, καὶ τοὺς πόρους εὐρύνειε, κίνδυνος οὐδεὶς οὔτε τοῦ ῥῆξαί τι μόριον οὔτε τοῦ τοὺς πόρους ἐμφράξαι ἂν καταλάβοι τὸν γυμναζόμενον. ὅπως οὖν ταῦτα γένοιτο, χρὴ προθερμῇναί τε μετρίως ἀνατρίψαντα τῷ σινδόνι τὸ σύμπαν σῶμα, κᾄπειτα δι’ ἐλαίου τρίβειν. οὐ γὰρ δὴ εὐθέως τὸ χρῆσθαι τῷ λίπει συμβουλεύω, πρὶν θερμανθῆναί τε τὸ δέρμα, καὶ τοὺς πόρους εὐρυνθῆναι, καὶ συλλήβδην εἰπεῖν εὐτρεπισθῆναι τὸ σῶμα πρὸς τὸ καταδέξασθαι τὸ ἔλαιον. ἱκαναὶ δ’ εἰς τοῦτο παντάπασιν ὀλίγαι περιαγωγαὶ τῶν χειρῶν ἄλυποί τε καὶ μετρίως ταχεῖαι, σκοπὸν ἔχουσαι θερμῇναι τὸ σῶμα χωρὶς τοῦ θλίψαι· καὶ γὰρ καὶ φανεῖταί σοι, τούτων γιγνομένων, ἔρευθος εὐανθὲς ἐπιτρέχον ἅπαντι τῷ δέρματι. τότ’ οὖν ἤδη τὸ λίπος ἐπάγειν αὐτῷ, καὶ τρίβειν γυμναῖς ταῖς χερσὶ συμμέτρως ἐχούσαις σκληρότητός τε καὶ μαλακότητος, ὅπως μήτε συνάγηται καὶ σφίγγηται τὸ σῶμα, μήτε ἐκλύηται καὶ
91
χαλᾶται περαιτέρω τοῦ δέοντος, ἀλλ’ ἐν τῇ φύσει φυλάττηται. τρίβειν δὲ κατὰ μὲν τὰς πρώτας ἐπιβολὰς ἀτρέμα, τοὐντεῦθεν δ’ ἤδη κατὰ βραχὺ παραύξαντα, καὶ μέχρι γε τοσούτου τὴν τρίψιν ἐπὶ τὸ ῥωμαλεώτερον ἄγειν, ὡς θλίβεσθαι μὲν ἤδη σαφῶς τὴν σάρκα, μὴ θλᾶσθαι δέ· μὴ πολλῷ δὲ χρόνῳ τὴν οὕτως ἰσχυρὰν τρίψιν ἐπάγειν, ἀλλ’ ἅπαξ ἢ δὶς ἐφ’ ἑκάστου μέρους. οὐ γὰρ, ὥστε σκληρῦναι τὸ σῶμα τοῦ παιδὸς, οὕτω τρίβομεν, ὃν ἤδη τοῖς πόνοις προσάγομεν, ἀλλ’ ὑπὲρ τοῦ προτρέψαι τε εἰς τὰς ἐνεργείας, καὶ συστρέψαι τὸν τόνον, καὶ τὴν ἐκ μαλακῆς τρίψεως ἀραιότητα σφίγξαι. σύμμετρον γὰρ αὐτοῦ τὸ σῶμα φυλάττεσθαι χρὴ, καὶ οὐδαμῶς οὔτε σκληρὸν οὔτε ξηρὸν ἀποτελεῖσθαι, μή πως ἐπίσχωμέν τι τῆς κατὰ φύσιν αὐξήσεως. τοῦ δὲ χρόνου προϊόντος, ὅταν ἤδη μειράκιον ἡμῖν γίγνηται, τότε καὶ τῇ σκληροτέρᾳ τρίψει χρησόμεθα, καὶ ταῖς μετὰ τὰ γυμνάσια ψυχρολουσίαις. ἀλλὰ περὶ μὲν τούτων αὖθις εἰρήσεται.

92

Ἐν τῇ δὲ παρασκευαζούσῃ πρὸς τὰ γυμνάσια τρίψει, σκοπὸν ἐχούσῃ μαλάξαι τὰ σώματα, τὴν μέσην σκληρᾶς καὶ μαλακῆς ἐπικρατεῖν χρὴ ποιότητα, καὶ κατ’ ἐκείνην τυποῦσθαι τὸ σύμπαν. πολυειδεῖς δὲ ταῖς ἐπιβολαῖς τε καὶ περιαγωγαῖς τῶν χειρῶν αἱ ἀνατρίψεις γιγνέσθωσαν, οὐκ ἄνωθεν κάτω μόνον ἢ κάτωθεν ἄνω φερομένων αὐτῶν, ἀλλὰ καὶ πλαγίων, καὶ λοξῶν, ἐγκαρσίων τε καὶ σιμῶν. καλῶ δὲ ἐγκάρσιον μὲν τὸ ἐναντίον τῷ εὐθεῖ, σιμὸν δὲ τὸ βραχὺ τούτου παρεγκλῖνον ἐφ’ ἑκάτερα, καθάπερ γε καὶ τὸ τῆς εὐθύτητος ἑκατέρωσε πρὸς ὀλίγον ἐκτρεπόμενον ὀνομάζω πλάγιον· ὅσον δ’ ἀκριβῶς μέσον ἐστὶν εὐθείας τε καὶ ἐγκαρσίας φορᾶς, λοξὸν τοῦτο προσαγορεύω. καὶ μὲν δὴ καὶ τρίψιν τε καὶ ἀνάτριψιν οὐ διοίσει λέγειν, εἰδότας ὅτι τὸ τῆς ἀνατρίψεως ὄνομα συνηθέστερον τοῖς παλαιοῖς ἐστι, τὸ δὲ τῆς τρίψεως τοῖς νέοις. πολυειδεῖς δὲ κελεύω γίνεσθαι τὰς ἐπιβολὰς τε καὶ περιαγωγὰς τῶν χειρῶν ἕνεκα τοῦ συμπάσας ὡς οἷόν τε τῶν

93
μυῶν τὰς ἶνας ἐκ παντὸς μέρους ἀνατρίβεσθαι. τὸ γὰρ οἴεσθαι, τὴν μὲν ἐγκάρσιον ἀνάτριψιν, ἣν δὴ καὶ στρογγύλην ὀνομάζουσιν ἔνιοι, σκληρύνειν καὶ πυκνοῦν καὶ σφίγγειν καὶ συνδεῖν τὰ σώματα, τὴν δὲ εὐθεῖαν ἀραιοῦν τε καὶ χαλᾷν καὶ μαλάττειν καὶ λύειν, ἐκ τῆς αὐτῆς ἐστιν ἀγνοίας, ἐξ ἧσπερ καὶ τὰ ἄλλα, ἃ περὶ τῆς τρίψεως εἴρηται τοῖς πλείστοις τῶν γυμναστῶν. πλεῖον γὰρ οὐδὲν οὐδεὶς ἔχει περὶ δυνάμεων τρίψεως εἰπεῖν ὧν Ἱπποκράτης ἔγραψεν ἐν τῷ κατ’ ἰητρεῖον, ὑπὸ μὲν τῆς σκληρᾶς δεῖσθαι τὸ σῶμα λέγων, ὑπὸ δὲ τῆς μαλακῆς λύεσθαι, καὶ ὑπὸ μὲν τῆς πολλῆς ἰσχναίνεσθαι, σαρκοῦσθαι δὲ ὑπὸ τῆς μετρίας. ἔχει δὲ ἡ ῥῆσις ᾧδε. ἀνάτριψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι· ἡ σκληρὰ δῆσαι, ἡ μαλακὴ λῦσαι, ἡ πολλὴ μινυθῆσαι, ἡ μετρίη σαρκῶσαι. τέτταρες γὰρ αὗται διαφοραὶ κατὰ γένος ἐπὶ τέσσαρσι δυνάμεσί τε καὶ χρείαις ἁπασῶν τρίψεών εἰσιν. εἰ δὲ καὶ τὰς μέσας αὐτῶν προσλογιζοίμεθα συνεμφαινομένας ταῖς εἰρημέναις, ἓξ αἱ
94
ἅπασαι διαφοραὶ γενήσονται. πόθεν οὖν ἐπῆλθε τοῖς πλείστοις τῶν νεωτέρων γυμναστῶν οὕτω πολλὰς διαφορὰς γράψαι τρίψεων, ὡς μηδὲ ἀριθμῆσαι ῥᾳδίως αὐτὰς δύνασθαι; πόθεν ἄλλοθεν, ἢ ὅτι λογικῆς θεωρίας παντάπασιν ἀγύμναστοι ὄντες οὐ συνεῖδον ἅμα ταῖς οἰκείαις τῆς τρίψεως διαφοραῖς ἐνίοτε μὲν καὶ τῶν ἔξωθέν τινος μνημονεύοντες, ἐνίοτε δὲ καὶ τὰς ἀπεργαζομένας ἑκάστην τρίψιν αἰτίας ἀναγράφοντες, ἔστιν ὅτε δὲ καὶ πρὸς ἀλλήλας ἐπιπλέκοντες αὐτάς τε τὰς γνησίας διαφορὰς καὶ ὅσας οὐκ ὀρθῶς αὐταῖς προσέθεσαν. ὅταν μὲν γὰρ λέγωσι, τὰς τρίψεις ἀλλήλων διαφέρειν τῷ τὰς μὲν ἐν ὑπαιθρίῳ γίγνεσθαι, τὰς δὲ ἐν καταστέγῳ, τὰς δὲ ἐν ὑποσυμμιγεῖ σκιᾷ, καὶ τὰς μὲν ἐν ἀνεμώδει χωρίῳ, τὰς δὲ ἐν γαληνῷ, καὶ τὰς μὲν ἐν θερμῷ, τὰς δὲ ἐν ψυχρῷ, τὰς μὲν ἐν ἡλίῳ, τὰς δὲ ἐν βαλανείῳ, τὰς δὲ πρὸ βαλανείου, τὰς δὲ ἐν παλαίστρᾳ, καὶ τοιοῦτόν τινα ποιοῦντες κατάλογον, οὐκ οἰκείας διαφορὰς τρίψεων λέγουσιν, ἀλλ’ ὧν οὐκ ἄνευ τινὸς ὁ τριβόμενός ἐστιν. ἀνάγκη γὰρ πάντως αὐτὸν ἔν τινι χωρίῳ
95
τῶν κατὰ τὴν οἰκουμένην ὑπάρχειν, καὶ πρός γε τῷ χωρίῳ χειμῶνος, ἢ θέρους, ἢ κατά τινα τῶν ἄλλων ὡρῶν. ἐπειδὰν δὲ τὰς μὲν τῷ μετὰ πλείονος ἐλαίου, τὰς δὲ τῷ μετὰ ἐλάττονος, ἢ παντάπασιν ἐλαίου χωρὶς, ἤτοι διὰ τῶν χειρῶν μόνον, ἢ μετὰ κόνεως, ἢ διὰ σινδόνων, καὶ τούτων ἤτοι σκληρῶν ἢ μαλακῶν γίγνεσθαι διαφέρειν ἀλλήλων λέγωσι τὰς τρίψεις, αἰτίων καταρίθμησιν ποιοῦνται τῶν ἤτοι σκληρὰν ἢ μαλακὴν ἀπεργαζομένων τὴν τρίψιν. ἐξ οὗ γένους τῶν αἰτίων ἐστὶ καὶ τὸ τὰς χεῖρας τῶν τριβόντων ἤτοι σκληρὰς ἢ μαλακὰς εἶναι, καὶ ἤτοι πιέζειν σφοδρῶς, ἢ πρᾴως ἐφάπτεσθαι. τὸ δὲ τρίτον εἶδός ἐστι τῶν πολλὰς τῆς τρίψεως οἰομένων εἶναι διαφορὰς ἐκ τοῦ κατὰ συζυγίας τινὰς ἐπιπλέκειν ἀλλήλοις ἅπαντα τὰ νῦν εἰρημένα. ὅσοι μὲν οὖν αὐτῶν ἢ τὰς ἔξω περιστάσεις τῶν πραγμάτων, ἢ τὰς αἰτίας τῶν οἰκείων διαφορῶν ἀλλήλαις ἐπιπλέκουσιν, εὐφωρατότεροι γίνονται μὴ γινώσκοντες ὀρθῶς· ὅσοι δὲ κατὰ τὰς οἰκείας διαφορὰς ποιοῦνται τὰς συζυγίας, ἧττον οὗτοι γνωρίζονται σφαλλόμενοι. εἰσὶ δὲ καὶ οἵ σοφίας
96
δόξαν ἀπηνέγκαντο, καὶ δοκοῦσι πλέον εὑρηκέναι τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων. ὧνπερ οὖν καὶ Θέων ὁ γυμναστής ἐστιν, ὅστις ἔδοξε βέλτιον Ἱπποκράτους ἐγνωκέναι περὶ τρίψεως. ἀφορισαμένου γὰρ ἐκείνου κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν μὲν τῇ κατὰ ποιότητα διαφορᾷ τήν τε μαλακὴν καὶ σκληρὰν, ἐν δὲ τῇ κατὰ ποσότητα τήν τε πολλὴν καὶ τὴν μετρίαν, ὁ Θέων οὐκ ἀξιοῖ μνημονεύειν οὔτε ποιότητος οὔτε ποσότητος ἰδίᾳ, γράφων ἐν ἄλλοις τέ τισι καὶ τῷ τρίτῳ τῶν γυμναστικῶν ᾧδε. ἀρέσκει περὶ τρίψεως παραγγέλλοντας, δεῖν ἀεὶ συναρμόττειν ταῖς ποιότησι τὰς ποσότητας. καθ’ ἑαυτὰς μὲν γὰρ ἀτελεῖς εἶναι πρὸς τὴν ἐν τοῖς ἔργοις κατόρθωσιν. τὴν γοῦν μαλακὴν τρίψιν παρὰ τὴν ποσότητα τριῶν ἀποτελεσμάτων ποιητικὴν γίγνεσθαι· τὴν μὲν γὰρ ὀλίγην ἀνιέναι ποσῶς τὴν σάρκα καὶ εὐαφῆ ποιεῖν, τὴν δὲ πολλὴν διαφορεῖν καὶ τήκειν, τὴν δ’ αὐτάρκη σαρκοῦν τὸ σῶμα πλαδαρᾷ καὶ κεχυμένῃ σαρκί. ὁμοίως δὲ καὶ τὴν σκληρὰν τρίψιν παρὰ τὴν ποσότητα καὶ ἴσον ἀριθμὸν ἀποτελεσμάτων ποιεῖν· πολλὴν
97
γὰρ προσαχθεῖσαν σφίγγειν τὰ σώματα καὶ συνδεῖν, καὶ φλεγμονῇ τι παραπλήσιον ἀπεργάζεσθαι, τὴν δὲ αὐτάρκη σαρκοῦν μεμειωμένῃ καὶ εὐπεριγράπτῳ σαρκὶ, τὴν μέντοι γε ὀλίγην ἐνερευθῆ πρὸς ὀλίγον χρόνον τὴν ἐπιφάνειαν ποιεῖν. οὐκ ἀξιοῖ δὲ περὶ τῆς σκληρᾶς τρίψεως ἰδίᾳ καθ’ ἑαυτὴν οὐδὲν παραγγέλλειν τὸν γυμναστὴν, ἀλλὰ συναρμόζειν αὐτῇ τὸ ποσὸν, εἴπερ τι μέλλοι τότε κατόρθωμα πλέον ἐν τοῖς ἔργοις τῆς τέχνης ἔσεσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ περὶ τῆς μαλακῆς ἰδίᾳ καθ’ ἑαυτὴν οὐδὲν ἡγεῖται νῦν ὑποτίθεσθαι· μὴ γὰρ δύνασθαί ποτε γενέσθαι μαλακὴν τρίψιν αὐτὴν καθ’ ἑαυτὴν μόνην ἄνευ τοῦ πολλὴν, ἢ ὀλίγην, ἢ σύμμετρον ὑπάρχειν. εἶθ’ ἑξῆς διηγεῖται κατὰ συζυγίαν, ὅσα περὶ τοῖς σώμασιν ἡμῶν ἐργάζεσθαι πεφύκασιν· τὴν μὲν ὀλίγην τε ἅμα καὶ μαλακὴν ἀνιέναι ποσῶς τὴν σάρκα καὶ εὐαφῆ ποιεῖν, ἀποφαινόμενος οὐδὲν ἢ τὸ λῦσαι πρὸς Ἱπποκράτους εἰρημένον, ἑτέροις ὀνόμασιν ἑρμηνεύων· τὸ γὰρ ἀνιέναι τὴν σάρκα καὶ εὐαφῆ ποιεῖν τί ἄλλο ἢ λύειν ἐστὶ τὰ συνδεδεμένα καὶ συνημμένα;
98
προσέθηκε δὲ τῷ λόγῳ τὸ ποσῶς, οὐ τὸ γένος τῆς ἐνεργείας ὑπαλλάττων, ἀλλὰ τὸ ποσὸν ἐν αὐτῷ διορίζων. μαλάττει γὰρ ἐπ’ ὀλίγον ἡ τοιαύτη τρίψις, ὡς, εἴ γ’ ἐπὶ πλεῖον γένοιτο, μαλάξει μὲν ἔτι καὶ νῦν, ἀλλὰ μειζόνως, ἢ πρόσθεν. ὅτι τοίνυν οὐ μεγάλως, οὐδ’ ἱκανῶς, ἀλλὰ καὶ βραχέως ἡ ὀλίγη καὶ μαλακὴ τρίψις ἀνίησί τε καὶ μαλάττει τὰ σώματα, διὰ τῆς τοῦ ποσῶς προσθήκης ἐδήλωσεν· οὐδέπω κατὰ γε τοῦτο τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων διδάσκων περιττότερον, ὥσπερ οὐδ’ ἐν τῷ φάναι, τὴν αὐτάρκη καὶ μαλακὴν σαρκοῦν τὸ σῶμα πλαδαρᾷ καὶ κεχυμένῃ σαρκί. διότι μὲν γὰρ αὐτάρκης, σαρκώσει, διότι δὲ μαλακὴ, λύσει, τοῦτ’ ἔστι μαλάξει, ὅπερ ἴσον ἐστὶ τῷ πλαδαρὰν καὶ κεχυμένην ἐργάσασθαι τὴν σάρκα. ἐχρῆν δ’ αὐτὸν, ὥσπερ ὑπὲρ τούτων εἶπεν ὀρθῶς, οὕτως καὶ ὁπότε περὶ τῆς πολλῆς τε ἅμα καὶ μαλακῆς διαλέγεται, μὴ τοῦτο μόνον εἰπεῖν, ὅτι διαφορεῖν καὶ τήκειν πέφυκεν, ἀλλὰ καὶ ὁποίαν τινὰ τὴν ὑπόλοιπον ἐργάζεται σάρκα. οὐ γὰρ δή
99
πᾶσαν τὴν οὐσίαν διαφορεῖ καὶ τήκει, καθάπερ τὸ πῦρ, ἀλλά τι καὶ καταλείπει πάντως. τοῦτο οὖν τὸ καταλειπόμενον ὁποῖόν τι τὴν ἰδέαν ἐστὶν, ἐχρῆν, οἶμαι, προσκεῖσθαι τῷ λόγῳ, καὶ μὴ μόνον τὸ τῆς πολλῆς τρίψεως ἴδιον ἔργον εἰπόντα τὸ τῆς μαλακῆς παραλιπεῖν. ὅτι μὲν ἡ πολλὴ διαφορεῖ, καὶ πρὸς Ἱπποκράτους εἴρηται πρόσθεν· ἀλλ’ οὐχ ἁπλῶς ὑπὲρ τῆς πολλῆς ἐνεστήσατο τὸν λόγον ὁ Θέων, ἀλλὰ κατὰ συζυγίαν ἠξίωσε διδάσκειν, ἀπὸ τῆς πρώτης μὲν ἀρξάμενος τῆς τε ὀλίγης τε ἅμα καὶ μαλακῆς, ἐπὶ δευτέραν δὲ μεταβὰς τὴν μαλακήν τε ἅμα καὶ πολλὴν, εἶθ’ ἑξῆς τρίτης μνημονεύσας τῆς μαλακῆς τε ἅμα καὶ συμμέτρου. ὥσπερ οὖν ἐπί τε τῆς πρώτης καὶ τρίτης συζυγίας οὐκ ἐσιώπησε τὸ τῆς ποιότητος ἔργον, οὕτως ἐχρῆν αὐτὸν οὐδὲ ἐπὶ τῆς δευτέρας παραλιπεῖν, ἀλλὰ κᾀνταῦθα φάναι, τὴν πολλήν τε ἅμα καὶ μαλακὴν τρίψιν διαφορεῖν τε ἅμα καὶ μαλακὴν ἀπεργάζεσθαι τὴν σάρκα· πλὴν εἰ τὸ τήκειν ἀντὶ τοῦ μαλάττειν χρὴ δέξασθαι, καὶ οὕτως ἀληθὲς μένει τὸ εἰρημένον. οὐχ ὅπως δὲ διαβάλλει τὴν
100
Ἱπποκράτους διδασκαλίαν, ἀλλὰ καὶ παντὸς μᾶλλον ὁμολογεῖ αὐτήν. εἴπερ γὰρ ἡ μαλακὴ τρίψις ἀεὶ μὲν ἁπαλὸν ἐργάζεται τὸ σῶμα, κᾂν ὀλίγη, κᾂν πολλὴ, κᾂν σύμμετρος ὑπάρχῃ, προσέρχεται δ’ αὐτῇ οὐδέν τι παρὰ τῆς ποσότητος ἕτερον, ἀχώριστον ἔσται τῆς μαλακῆς τρίψεως τὸ μαλάττειν, ὥσπερ, οἶμαι, καὶ τῆς σκληρᾶς τὸ σκληρύνειν, ἢ συνάγειν, ἢ σφίγγειν, ἢ δεῖν, ἢ πυκνοῦν, ἢ δυσαφῆ τὴν σάρκα ποιεῖν, ἢ ὡς ἄν τις ἑτέρως ἑρμηνεύειν ἐθέλοι ταὐτὸν πρᾶγμα. πρῶτον μὲν γὰρ καὶ κύριον ὄνομα τῆς οὕτως διατιθεμένης σαρκός ἐστι τὸ σκληρὸν, ὥσπερ καὶ τῆς ἐναντίας αὐτῇ τὸ μαλακόν. οὐ μὴν ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον, ὡς εἶπον, ἐγχωρεῖ λέγειν. καὶ διὰ τίνα μὲν τὴν αἰτίαν οὕτω πολλοῖς ὀνόμασιν οἷόν τε χρῆσθαι καθ’ ἑνὸς πράγματος, ὀλίγον ὕστερον εἰρήσεται· νῦν δὲ, ὡμολόγηται γὰρ τοῦτο, τὴν μὲν αἰτίαν αὐτοῦ λέγειν ἔν γε τῷ παρόντι παραλίπωμεν. ὅτι δ’ ἐξ ἀνάγκης ἕπεται τῇ μαλακῇ τρίψει τὸ μαλακὰ ποιεῖν τὰ σώματα, πρόδηλον ἐκ τῶν εἰρημένων. εἰ γὰρ μὴ πολλὴν, μήτ’ ὀλίγην, μήτε σύμμετρον
101
τὴν τοιαύτην τρίψιν παραλαβὼν σκληρὸν ἐργάσασθαί ποτε δυνήσῃ τὸ σῶμα, δῆλον ὡς ἀχώριστον αὐτῆς ἐστι τὸ μαλάττειν, ὥσπερ γε καὶ τῆς σκληρᾶς τὸ συνδεῖν τε καὶ σκληρύνειν. καὶ γὰρ καὶ ταύτην ἄν τ’ ὀλίγην, ἄν τε πολλὴν, ἄν τε σύμμετρον παραλάβῃς, οὐδέποτε μαλάξεις τὸ σῶμα κατ’ οὐδεμίαν ποσότητα, διὰ παντὸς δὲ σκληρὸν ἀπεργάσῃ μᾶλλον, ἢ ἧττον, ἐπὶ πλέον τρίβων μᾶλλον, ἐπ’ ἔλαττον δὲ ἧττον· εἰ δὲ καὶ παντελῶς ὀλίγας τὰς σκληρὰς ἐπιβολὰς ποιησάμενος ἀρκεσθείης, ἀνάλογον τῇ τούτων βραχύτητι καὶ σκληρότης ἀπαντήσεται, καθάπερ καὶ ὁ πυρὶ πλησιάζων ἀεὶ μὲν θερμαίνεται, κᾂν ἐπὶ πολὺν χρόνον αὐτῷ τύχῃ πλησιάζων, κᾂν ἐπ’ ὀλίγον, ἀλλὰ μᾶλλον μὲν τοῦθ’ ὁ πολυχρονίως ὁμιλῶν, ἧττον δὲ ὁ μέχρι βραχέος, ἐπ’ ἐλάχιστον δὲ ὁ ψαύσας μόνον. οὕτω κᾀν ταῖς τρίψεσιν ὁμοιοῦται διαπαντὸς τὸ σῶμα, πρὸς μὲν τῆς μαλακῆς μαλαττόμενον, ὑπὸ δὲ τῆς σκληρᾶς σκληρυνόμενον, οὐ μὴν ἴσῳ γε τῷ μέτρῳ διαπαντὸς, ἀλλ’ ὑπὸ μὲν τῆς πλείονος μᾶλλον, ὑπὸ δὲ τῆς ἐλάττονος ἧττον, ὥσπερ γε καὶ ὑπὸ μὲν τῆς πλείστης μάλιστα, ὑπὸ δὲ τῆς ἐλαχίστης
102
ἥκιστα. τοίνυν ὁ Θέων, ὁπότε περὶ τῆς μαλακῆς τε καὶ πολλῆς τρίψεως διαλεγόμενος διαφορεῖν καὶ τήκειν εἶπεν αὐτὴν, εἰ μὲν τὸ κενοῦν διὰ τοῦ τήκειν δηλοῖ, πλέον οὐδὲν σημαίνει τοῦ διαφορεῖν· ὥστε δὶς μὲν ἂν εἴη ταὐτὸν εἰρηκὼς, παραλελοιπὼς δὲ προσθήκην ἀναγκαίαν τῆς γινομένης περὶ τὸ σῶμα διαθέσεως ἐκ τῆς μαλακῆς τρίψεως· εἰ δὲ τὸ μαλάττειν, ἢ λύειν, ἢ χαλᾷν, ἢ ὅπως ἂν ἑτέρως ὀνομάζειν ἐθέλῃ, παραλείψεται μὲν οὕτως οὐδὲν αὐτῷ, τὰ δ’ Ἱπποκράτους λέγων φωραθήσεται διὰ μοχθηροτέρου τρόπου διδασκαλίας. ὅτι μὲν ὁ τοιοῦτος τρόπος τῆς διδασκαλίας μοχθηρότερός ἐστιν ἧς Ἱπποκράτης ἔγραψεν, ὀλίγον ὕστερον ἐπιδείξομεν· ὅτι δὲ, εἴπερ τὸ τήκειν ἀντὶ τοῦ μαλάττειν εἴρηκεν, οὐδὲν τῶν Ἱπποκράτους λέγει περιττότερον, ἄντικρυς δῆλον. εἰπόντος γὰρ ἐκ εἴνου, τὴν μὲν μαλακὴν λύειν, τὴν δὲ πολλὴν ἰσχναίνειν, εὔδηλον ἂν εἴη παντί γε τῷ νοῦν ἔχοντι συλλογίσασθαι, τὴν ἐκ τῆς μαλακῆς τε ἅμα καὶ πολλῆς σύνθετον ἰσχναίνειν τε ἅμα καὶ
103
μαλάττειν. ἀλλ’ οὐχ ὁ Θέων ἔοικεν οὕτω γινώσκειν, ἀλλ’ ὅπερ ἐν τῷ πρώτῳ τῶν γυμναστικῶν ἰσχναίνειν εἶπε δι’ ἑνὸς ῥήματος, τοῦτ’ ἐν τῷ τρίτῳ διὰ δυοῖν, τοῦ τε διαφορεῖν καὶ τήκειν. ἔχει γὰρ οὖν δὴ καὶ ἡ ἐν τῷ πρώτῳ ῥῆσις ᾧδε. ἐκ δὲ τῶν ἐναντίων τὴν μαλακὴν τρίψιν, πολλὴν μὲν γενομένην, ἰσχναίνειν τὰ σώματα, αὐτάρκη δὲ, σαρκοῦν τρυφερᾷ καὶ κεχυμένῃ σαρκί. φανερῶς γὰρ ἐνταῦθα τὴν μαλακήν τε ἅμα καὶ πολλὴν τρίψιν ἰσχναίνειν ἔφησε τὰ σώματα. ὅτι δ’ ἀναγκαῖον ἦν οὐ μόνον τὸ τῆς πολλῆς ἴδιον, ἀλλὰ καὶ τὸ τῆς μαλακῆς εεἰπεῖνἶπεῖν, καὶ αὐτὸς ὁ Θέων ἐνεδείξατο διὰ τῆς ἑξῆς ῥήσεως, ἐν ᾗ περὶ τῆς σκληρᾶς τρίψεως διδάσκων τὴν πολλὴν σφίγγειν τὰ σώματα καὶ συνδεῖν καὶ φλεγμονῇ τι παραπλήσιον ἐργάζεσθαί φησιν. ὃ γὰρ εἶχε συμμέτρως ὑπάρχουσα τῇ ποσότητι, τοῦτο πλεονασθεῖσα μᾶλλον ἐπεκτήσατο. πάντες οὖν ὁμολογοῦσι, τὴν σύμμετρον σκληρὰν σαρκοῦν τὸ σῶμα σκληρᾷ σαρκὶ, καθάπερ γε καὶ τὴν σύμμετρον μαλακὴν σαρκοῦν μὲν καὶ αὐτὴν, ἀλλὰ μαλακῇ τῇ σαρκί. κινδυνεύει δὲ ὁ Θέων, ἡνίκα
104
ὑπὲρ τῆς μαλακῆς τε ἅμα καὶ πολλῆς τρίψεως ὁ λόγος ἦν αὐτῷ, μηδὲν τῆς μαλακῆς ἔργον εἰρηκέναι, ὁπότε δὲ περὶ τῆς σκληρᾶς τε ἅμα καὶ πολλῆς, μηδὲν τῆς πολλῆς. εἰ γὰρ τὸ τήκειν ταὐτὸν τῷ κενοῦν καὶ διαφορεῖν ὑπολάβοιμεν, ὑπὲρ μὲν τῆς πολλῆς ἔσται τι λεγόμενον αὐτῷ, περὶ δὲ τῆς μαλακῆς οὐδὲν, ὥσπερ γε κᾀν τῷ περὶ τῆς σκληρᾶς τε καὶ πολλῆς ὑπὲρ μὲν τῆς σκληρᾶς εἴρηται τὸ σφίγγειν καὶ δεῖν καὶ φλεγμονῇ τι παραπλήσιον ἀπεργάζεσθαι, περὶ δὲ τοῦ πλήθους οὐδέν· καίτοι δίκαιον ἦν τι καὶ περὶ τῆς ποσότητος εἰπεῖν. ἀπεφῄνατο γοῦν, ὡς, εἰ σύμμετρος εἴη τῇ ποσότητι, παχύνει. τί ποτ’ οὖν ἡ πολλὴ ποιήσει μετὰ τὴν σύμμετρον ὑπάρχουσα; πάντως γὰρ ἤτοι φυλάξει τὸ ταύτης ἔργον, ἢ ἀλλοιώσει. ἀλλ’ εἰ μὲν φυλάξει, τὸ πλῆθος μετὰ τῆς συμμετρίας τῶν τρίψεων οὐδὲν ἐργάσεται περιττότερον· εἰ δέ τι δράσει πλέον, ἤτοι καθαιρήσει τῆς σαρκώσεως, ἢ προσθήσει. καθαιροῦσα μὲν οὖν λεπτυνεῖ, προστιθεῖσα δὲ σαρκώσει. ἀλλὰ μὴν οὐ σαρκοῖ· λεπτύνειν γοῦν ἀναγκαῖον αὐτήν. οὐ μὴν εἶπέ γε ὁ Θέων
105
οὐδὲν ὑπὲρ τῆς κατὰ τοῦτο διαφορᾶς, ἀλλ’ ὅλως ἐσιώπησε, μήτ’ εἰ λεπτύνει, μήτ’ εἰ παχύνει, μήτ’ εἰ φυλάττει τὴν ἐκ τῆς συμμέτρου τρίψεως σάρκωσιν ἡ σκληρὰ πλεονασθεῖσα, μηδὲν ὅλως ἀποφῃνάμενος, ἀλλὰ μόνον ὅτι σφίγγει καὶ συνδεῖ παραπλησίως φλεγμονῇ. ἐχρῆν δ’ οὐ ταῦτα μόνον εἰπεῖν, ἀλλ’ ὅτι καὶ λεπτύνει.

Φαίνεται τοίνυν ὁ Θέων ἢ μὴ δυνηθεὶς συνιέναι τῆς Ἱπποκράτους ἐν τοῖσδε τέχνης, ἢ μὴ βουληθεὶς ἐπαινεῖν τὸν ἄνδρα, διὰ βραχείας οὕτω ῥήσεως ἁπάσας τε τὰς διαφορὰς τῶν τρίψεων εἰπόντα καὶ πρὸς ταῖς διαφοραῖς ἑκάστης αὐτῶν ἐνέργειάν τε καὶ δύναμιν. ὡς μὲν γὰρ ἄν τις οἰηθείη κατὰ τὴν πρόχειρον οὑτωσὶ φαντασίαν, ὑπὲρ τεττάρων εἴρηκε μόνων· ἔχει δὲ οὐχ οὕτω τἀληθὲς, ἀλλ’ ἑτέρας ἐνεδείξατο δύο ταῖς εἰρημέναις ἐξ ἀνάγκης συνεπινοουμένας, ἐν μὲν τῇ κατὰ ποιότητα διαφορᾷ τὴν μέσην τῆς σκληρᾶς τε καὶ μαλακῆς, ἥπερ δὴ καὶ σύμμετρός ἐστιν, ἐν δὲ τῇ κατὰ ποσότητα τὴν ὀλίγην· ἀναγκαῖον γὰρ τὴν ὀλίγην ἐναντίαν εἶναί τινα τῇ πολλῇ. τὸ δὲ

106
τῆς παλαιᾶς ἑρμηνείας εἶδος οὕτως ἐστὶ βραχυλόγον, ὡς πολλὰ πολλάκις ὑπερβαίνειν δοκεῖν τῇ λέξει τῶν ἐξ ἀνάγκης ἑπομένων τοῖς λεγομένοις. καὶ διὰ τοῦτ’, οἶμαι, γράφομεν αὐτῶν ὑπομνήματα, ποδηγοῦντα τοὺς δι’ ἀγυμνασίαν ἀδυνάτους ἕπεσθαι τάχει λέξεως παλαιᾶς, καθάπερ κᾀν τῷδε τῷ λόγῳ ποιοῦμεν. εἰ γὰρ ἡ μὲν σκληρὰ δύναται δεῖν, ἡ δὲ μαλακὴ λύειν, ὅσα μὲν ἐκλύεται πέρα τοῦ μετρίου σώματα, σκληρῶς ἀνατριπτέον, ὅσα δ’ ἔσφιγκται, μαλακῶς. εἰ δέ τι συμμέτρως ἔχει, τοῦτ’ εὔδηλον ὡς οὔτε μαλακῶς, οὔτε σκληρῶς, ἀλλ’ ὅσον οἷόν τε μάλιστα τὰς ὑπερβολὰς ἑκατέρας φυλαττόμενον. ὁ δὲ θαυμάσιος Θέων εὐθὺς τὸ πρῶτον ἔσφαλται, μήτε τὴν δύναμιν εἰπών ποτε τῆς συμμέτρου κατὰ ποιότητα τρίψεως, μήτε χρείαν, ἀλλ’ ἀεὶ παρερχόμενος αὐτὴν, ὥσπερ οὐκ οὖσαν. περὶ μὲν δὴ τοῦδε καὶ μικρὸν ὕστερον ἐροῦμεν. ὥσπερ δ’ ἐν ταῖς κατὰ ποιότητα διαφοραῖς οὐ σκληρὰ καὶ μαλακὴ μόνον ἐστὶν, ἀλλὰ καὶ σύμμετρος, οὕτω κᾀν ταῖς κατὰ τὸ ποσὸν οὐ πολλὴ καὶ ὀλίγη μόνον, ἀλλὰ καὶ μετρία.
107
τί ποτ’ οὖν ἐν μὲν ταῖς κατὰ ποιότητα τὴν μέσην παρέλιπεν ὁ Ἱπποκράτης, ἐν δὲ ταῖς κατὰ ποσότητα τὴν ὀλίγην; ἴσως ἄν τινι δόξειεν ἀλόγως τοῦτο πρᾶξαι· χρῆναι γὰρ ἐν ταῖς βραχυλόγοις διδασκαλίαις ἀφορίζεσθαι μὲν ταῖς ἄκραις ἐναντιότησι τὰ πράγματα παραλείπεσθαι δὲ τὸ μέσον τε καὶ σύμμετρον ἐν αὐταῖς, ὡς ἐξ ἀνάγκης τοῖς ἄκροις συνεπινοούμενον. ἐγὼ τοίνυν καὶ τοῦτο πειράσομαι διελθεῖν, καὶ σαφηνίσαι τὴν τοῦ παλαιοῦ γνώμην· οὐκ ἀναγκαῖον μὲν ἐνταῦθα, τὰ γὰρ τοιαῦτα ζητήματα διὰ τῶν ἐξηγητικῶν ὑπομνημάτων εἰθίσμεθα λύειν, ἀλλ’ ἐπεὶ ἅπαξ ἐν τῷδε τῷ λόγῳ κατέστην, ὡς ἀπολογεῖσθαι τοῖς ἀγυμνάστοις ὑπὲρ Ἱπποκράτους, ἐν οἷς αὐτοὶ σφαλλόμενοι κατηγοροῦσι τοῦ κατορθοῦντος, οὐκ ὀκνήσω προσθεῖναι καὶ τοῦτο. δυοῖν οὖν ὄντων πραγμάτων ὅλῳ τῷ γένει κεχωρισμένων, εἴ γε δὴ τὸ ποιοῦν τοῦ ποιουμένου τῷ γένει διενήνοχεν, αἱ μὲν τρίψεις ἐκ τῶν ποιούντων εἰσὶν, αἱ δ’ ὑπ’ αὐτῶν ἀποτελούμεναι κατὰ τὰ σώμαθ’ ἡμῶν διαθέσεις ἐκ τῶν ποιουμένων. ὥστε καὶ τὰς ἐναντιότητας ἀναγκαῖον
108
ἑτέρας μὲν ἐν τῷ τῶν τρίψεων, ἑτέρας δ’ ἐν τῷ τῶν διαθέσεων γένει ὑπάρχειν· ἐν μὲν τῷ τῶν τρίψεων τήν τε μαλακὴν καὶ τὴν σκληρὰν, καὶ τὴν πολλὴν καὶ τὴν ὀλίγην, ἐν δὲ τῷ τῶν διαθέσεων τήν θ’ οἷον δέσιν τε καὶ λύσιν τῶν σωμάτων, καὶ τὴν ἰσχνότητα καὶ σάρκωσιν. ἡ μὲν οὖν προτέρα τῶν διαθέσεων ἐναντίωσις ὑπὸ τῆς προτέρας κατὰ τὰς τρίψεις ἐναντιώσεως γίγνεται, ἡ δὲ δευτέρα οὐκέτι. συμβαίνει γὰρ ἐπ’ αὐτῆς τὴν μὲν ἰσχνότητα πρὸς τῆς πολλῆς γίγνεσθαι τρίψεως, τὴν δ’ ἀνάθρεψιν ὑπὸ τῆς μετρίας. ἡ γὰρ ὀλίγη σαρκοῦν οὐδέπω δυνατὴ, διότι δεῖται μὲν τὸ σαρκωθησόμενον αἵματος παραθέσεως συμμέτρου καὶ δυνάμεως εὐρώστου. καὶ ταῦτα ἄμφω καλῶς αὐτῷ πρὸς τῆς συμμέτρου γίνεται τρίψεως, οὐδέτερον δὲ ἱκανῶς οὐδ’ αὔταρκες ἐπὶ τῆς ὀλίγης. ἐπεὶ τοίνυν οὐ συνέβαινον ἐς ταὐτὸν αἱ τῶν τρίψεων ἐναντιώσεις ταῖς τῶν διαθέσεων, ἠνάγκαζε δ’ αὐτὸν ἡ τῆς βραχυλόγου διδασκαλίας ἰδέα δι’ ἐναντιώσεων ἀφορίσασθαι τὸν λόγον, ἐπὶ τὴν χρησιμωτέραν ἐναντίωσιν ἀφικόμενος ὑπερεῖδε τῆς ἀχρηστοτέρας. χρησιμωτέρα
109
δέ ἐστιν ἡ κατὰ τὰς διαθέσεις τῆς κατὰ τὰς τρίψεις· ἑνὶ μὲν καὶ πρώτῳ λόγῳ τῷ κατὰ τὸ τέλος τῆς τέχνης. ἐστοχασμέναι γάρ εἰσιν αἱ τρίψεις τῆς τοῦ σώματος διαθέσεως ὡς τέλους· ἀεὶ γὰρ τὸ τέλος τοῦ πρὸ αὐτοῦ κυριώτερον, ὅσῳ γε τοῦ διὰ τὶ γιγνομένου τὸ δι’ ὃ γίγνεται· δευτέρῳ δὲ λόγῳ ἕνεκεν τῆς σαφηνείας. ἐκ μὲν γὰρ τοῦ μαθεῖν ἡμᾶς τὰ τῆς πολλῆς καὶ τὰ τῆς μετρίας ἀνατρίψεως ἔργα ῥᾷστόν ἐστιν ἐπινοῆσαι τὰ τῆς ὀλίγης· οὐ μένθ’ ὁμοίως εὐσύνοπτος ἡ τῆς συμμέτρου τρίψεως δύναμις. οὐ μὴν ἀλλὰ καὶ τρίτον τῷδε τῷ λόγῳ κάλλιστα ἂν Ἱπποκράτης εὑρίσκοιτο διδάσκων περὶ τρίψεως. ἡγεῖσθαι μὲν γὰρ χρὴ τὴν τῶν ἐναργῶς ἀποτελουμένων διδασκαλίαν, ἕπεσθαι δὲ τὴν τῶν ἀμυδρῶς, εἴτε γράφοι τις περὶ αὐτῶν ῥητῶς, εἴτε τοῖς ἀναγνιώσκουσιν ἀπολείποι. ἔστι δ’ ἐναργὲς μὲν τὸ τῆς μετρίας τρίψεως ἔργον, ἡ σάρκωσις τοῦ σώματος, οὐκ ἐναργὲς δὲ τὸ τῆς ὀλίγης· οὔτε γὰρ σαρκοῦν, οὔτ’ ἰσχναίνειν, οὔθ’ ὅλως οὐδὲν ἐναργὲς φαίνεται ποιεῖν, ὅτι μὴ θερμαίνειν μόνον
110
ἐπὶ βραχύ. κοινὸν δ’ ἦν ἁπάσης τρίψεως τὸ θερμαίνειν. ὥστ’, ἐπεὶ μήτ’ ἐναργὲς ἀποτελεῖ μηδὲν, καὶ ὅ τι φαίνεται ποιεῖν, οὐδὲ τόδε ἴδιον αὐτῆς ἐστιν, ἀλλὰ τὸ κοινὸν ἁπάσης τρίψεως, εὐλόγως παρελείφθη. τὸ μὲν οὖν, ὅτι κοινὸν ἁπάσης τρίψεως ἔργον ἐστὶ τὸ θερμαίνειν, οὐκ ἄξιον Ἱπποκράτους συγγράμματος· ὁποῖον δέ τι πέφυκεν ἑκάστη τρίψις ἴδιον ἀποτελεῖν, Ἱπποκράτει τε διδάσκειν ἀναγκαῖον ἦν, ἡμῖν τε μανθάνειν χρηστόν. ἀναγαγὼν γὰρ, ὥσπερ εἰς στοιχεῖά τινα, τὰς ἁπλᾶς διαφορὰς, ἅπαντα τὸν περὶ τῆς τρίψεως λόγον ἐδίδαξεν, ὅπως ἀναθρέψεις, ἢ καθαιρήσεις, ἢ μαλάξεις, ἢ σφίγξεις τὸ σῶμα. τούτοις δ’ εὐθέως συνεμφαίνεται τά τε μέσα τῶν ἔργων καὶ τὰ κατὰ συζυγίαν ἀποτελούμενα· μέσα μὲν, ὅταν μήτε δῆσαι τὸ σῶμα, μήτε λῦσαι, μήτε σαρκῶσαι, μήτε μινυθῆσαι προελώμεθα, κατὰ συζυγίαν δὲ, ὅταν, εἰ οὕτως ἔτυχε, ἅμα δῆσαι καὶ σαρκῶσαι. τίς γὰρ οὐκ ἂν ἐπινοήσειεν, ὡς, ἐπειδὰν σκληρᾷ σαρκὶ σαρκῶσαι σῶμα
111
προαιρώμεθα, τὴν σκληρὰν ἡμῖν τρίψιν ἅμα ποσότητι συμμέτρῳ παραληπτέον ἐστὶν, ὥσπερ κᾀπειδὰν μαλακῇ, τὴν μαλακήν τε ἅμα καὶ σύμμετρον ἐν τῷ ποσῷ, καὶ κατὰ τὰς ἄλλας συζυγίας ἀνάλογον; ἃς ἔνιοι τῶν γυμναστῶν ὡς ἴδια γράφοντες εὑρήματα μετὰ τοῦ προσεγκαλεῖν Ἱπποκράτει μεγάλως πλημμελοῦσιν, ὅτι τε τὸν πρῶτον ὑπὲρ αὐτῶν διδάξαντα δικαίων ἐπαίνων ἀποστεροῦσι καὶ, τὸ τούτου χεῖρον, ὅτι τὴν ἐκείνου γνώμην ἐς αὑτοὺς καταφέροντες ἔτι καὶ διαβάλλειν αὐτὸν ἐπιχειροῦσιν, οὐδ’ οὖν οὐδὲ καλῶς ἐπαλλάττοντες ἀλλήλαις τὰς ἁπλᾶς διαφοράς. ἐχρῆν γὰρ, οἶμαι, τόν γε κατὰ τρόπον ἐπὶ τὰς ἐν μέρεσι συζυγίας ἔρχεσθαι βουλόμενον οὔτε τὰς συμπάσας ἓξ ποιεῖν, ὥσπερ ὁ Θέων, οὔτε καταλιπεῖν τι κατὰ ταύτας ἔργον ἢ ποιότητος ἢ ποσότητος ἴδιον, ὥσπερ ἐπὶ μὲν τῆς μαλακῆς τε ἅμα καὶ πολλῆς τὸ τῆς μαλακῆς, ἐπὶ δὲ τῆς σκληρᾶς τε ἅμα καὶ πολλῆς τὸ τῆς πολλῆς ἴδιον ἐδείκνυτο παραλελοιπὼς,
112
ἀλλὰ καὶ ταῦτα προστιθέναι, καὶ τὰς κατὰ μέρος συζυγίας ἐννέα ποιεῖν. αἱ γὰρ τρεῖς διαφοραὶ τῶν κατὰ τὴν ποιότητα τρίψεων ἐπιπλεκόμεναι ταῖς τρισὶ διαφοραῖς τῶν κατὰ ποσότητα τρίψεων συζυγίας ἀποτελοῦσιν ἐννέα· ἓξ μὲν τὰς ὑπὸ Θέωνος εἰρημένας ἐν ᾗ παρεθέμην ὀλίγον ἔμπροσθεν ῥήσει, τρεῖς δ’ ἄλλας, ἃς ἐκεῖνος παρέλιπε, τὴν μέσην σκληρᾶς τε καὶ μαλακῆς ὑπερβάς· καίτοι οὐδ’ ἐπινοῆσαι δυνατόν ἐστιν οὔτε σκληρὰν οὔτε μαλακὴν τρίψιν ἄνευ τοῦ προσεπινοῆσαι τὴν σύμμετρον· ᾗ τὰς τρεῖς διαφορὰς τῆς ποσότητος εἴπερ ἔζευξεν, ἐννέα τὰς πάσας ἂν οὕτως ἀπειργάσατο συζυγίας τρίψεων, οὐχ ἐξ. ἐκθήσομαι δὲ αὐτὰς ἐπὶ διαγράμματος, ἐν ᾧ τὸν μὲν πρότερον στοῖχον ἄνωθεν κάτω ποιοτήτων χρὴ νοεῖν, τὸν δὲ δεύτερον ποσοτήτων.

113

τῶν ἐν τούτῳ τῷ διαγράμματι γεγραμμένων ἐννέα συζυγιῶν ἓξ τὰς πρώτας εἰπὼν ὁ Θέων, οὐκέτ’ ἐμνημόνευσεν τῶν ὑπολοίπων τριῶν, αὐτὸς ἑαυτῷ περιφανῶς μαχόμενος. εἴπερ γάρ ἐστι τῆς ὀλίγης καὶ πολλῆς μέση τρίψις, ἣν μετρίαν τε καὶ σύμμετρον ὀνομάζομεν, εἴη ἂν δηλονότι καὶ σκληρᾶς καὶ μαλακῆς ἑτέρα τις μέση, σύμμετρός τε καὶ μετρία προσαγορευομένη. μεμνῆσθαι δὲ ἡμᾶς χρὴ παρὰ πάντα τὸν λόγον, ὡς πάντα ταῦτα κατὰ τὸ πρός τι λέγεται. καὶ

114
γὰρ ἡ σκληρὰ τῷδέ τινι μαλακὴ γένοιτ’ ἂν ἑτέρῳ τινὶ, καὶ ἡ σύμμετρος ἀσύμμετρος, ἥ τ’ ὀλίγη πολλὴ, καὶ ἡ πολλὴ τῷδέ τινι τοῖς ἄλλως πως διακειμένοις ὀλίγη. τοῦτο μὲν δὴ καὶ ὁ Θέων βούλεται, καὶ οὐκ ἔστιν ὅστις ὑπερβὰς τὴν σύμμετρον ἐν ποιότητι τρίψιν οὐ μακρῶς ἁμαρτάνει. καί μοι δοκεῖ περιπεσεῖν ὁ Θέων αὑτῷ, διότι παραλέλειπται κατὰ τὴν Ἱπποκράτους ῥῆσιν. ὥστε κᾀκ τούτου κατάφωρον γίγνεσθαι τὸν ἄνδρα, μηδὲν μὲν ἴδιον ὑπὲρ τρίψεως ἐξευρηκότα, τὰ δ’ Ἱπποκράτους οὐκ ὀρθῶς μεταχειριζόμενον. οὐ γὰρ ἀνέγνω τὰ συγγράμματα τοῦ παλαιοῦ παρὰ διδασκάλοις εὐθὺς ἐκ παίδων ὁρμώμενος. ὁμολογεῖ γοῦν αὐτὸς ἀθλητὴς γενέσθαι τὰ πρῶτα, καταλύσας δὲ τὴν ἄσκησιν ἐπὶ τὴν γυμναστικὴν ἀφίκετο τέχνην. καὶ ταῦτα, μὰ τοὺς θεοὺς, οὐχ ὑπὲρ τοῦ ψέξαι τὸν ἄνδρα προεθέμην εἰπεῖν· ἀποδέχομαι γὰρ αὐτὸν οὐδενὸς ἧττον τῶν ἀρίστων γυμναστῶν· ἀλλ’ ὑπὲρ τοῦ τοῖς ἀναγνωσομένοις τήνδε τὴν πραγματείαν ἐνδείξασθαι τὸ μὴ ῥᾴδιον εἶναι παρακολουθεῖν βιβλίοις παλαιοῖς ἄνευ τῶν ἐπιμελῶς ἐξηγουμένων αὐτά. διότι μὲν γὰρ ἔπρεπε βραχυλογίᾳ παλαιᾷ
115
τὴν μέσην σκληρᾶς τε καὶ μαλακῆς ὑπερβῆναι τρίψιν ἔν γε τῇ τῆς λέξεως ἑρμηνείᾳ, ἔμπροσθεν εἴρηταί μοι· διότι δ’ ἡμᾶς οὐ χρὴ παρορᾷν τά γε τοιαῦτα, καὶ πρόσθεν μὲν ἐπέδειξα, καὶ νῦν οὐδὲν ἧττον ἐπιδείξω. εἴπερ γὰρ ἡ μαλακὴ καὶ ἡ σκληρὰ τρίψις ἐν τῷ πρός τι τήν θ’ ὕπαρξιν ἔχουσι καὶ τὴν νόησιν, ἀνάγκη καὶ τὴν σύμμετρον ἐν τῷ πρός τι συνίστασθαι. τίθεσο δή μοι σῶμα τοιοῦτον, οἷον καὶ τὸ τοῦ παιδὸς ὑπεθέμεθα τοῦ προκειμένου κατὰ τόνδε τὸν λόγον, ἀκριβῶς ὑγιαῖνόν τε καὶ σύμμετρον πάντη, ὡς μήτε μαλακώτερον ἐθέλειν ἡμᾶς αὐτὸ, μήτε σκληρότερον ἐργάσασθαι, μήτε προσθεῖναί τι τῇ σαρκώσει, μήτ’ ἀφελεῖν. ἆρ’ οὖν ἐπὶ τοῦ τοιούτου σώματος ἢ τὴν σκληρὰν τρίψιν, ἢ τὴν μαλακὴν προσάξομεν, ἢ τὴν πολλὴν, ἢ τὴν μετρίαν; ἐγὼ μὲν οὐδαμῶς ἡγοῦμαι συμφέρειν. ὑπὸ μὲν γὰρ τῆς σκληρᾶς σκληρότερον, ὑπὸ δὲ τῆς μαλακῆς μαλακώτερον, ὥσπερ γε καὶ ὑπὸ μὲν τῆς πολλῆς ἰσχνότερον, ὑπὸ δὲ τῆς μετρίας παχύτερον ἀπεργασθήσεται τὸ τοιοῦτον σῶμα. χρὴ
116
δ’ οὐδὲν τούτων, ἀλλὰ τὴν ἀρχαίαν ἀκριβῶς αὐτῷ φυλάττεσθαι συμμετρίαν. ὥστε οὔτε σκληρῶς, οὔτε μαλακῶς αὐτὸ τρίψομεν, οὔτε πολλαῖς, οὔτε ὀλίγαις, ἀλλὰ μετρίαις ἀνατρίψεσιν αὐτὸ τρίψομεν, οὐδὲν πλέον ἐργαζόμενοι τοῦ παρασκευάζειν τε πρὸς τὰ γυμνάσια, καὶ αὖθις ἀποθεραπεύειν, ἐπειδὰν ἱκανῶς γυμνάσηται. καλείσθω γὰρ οὖν δὴ καὶ ἡμῖν, ὥσπερ καὶ τοῖς νεωτέροις γυμνασταῖς, ἀποθεραπεία τὸ μετὰ τὰ γυμνάσια μέρος τῆς τρίψεως. ὁ δέ γε Θέων οὐδεμίαν ὧν εἶπε κατὰ τὰς τρίψεις συζυγιῶν ἐφαρμόσαι δύναται τῇ τοιαύτῃ φύσει τοῦ σώματος, ἓξ εἰπὼν τὰς πάσας, τρεῖς. μὲν τὰς πρώτας τῆς μαλακῆς, ἑτέρας δὲ τρεῖς τῆς σκληρᾶς. οὔτε δὲ τῶν μαλακῶν οὐδὲ μιᾶς τὸ τοιοῦτον σῶμα φαίνεται δεόμενον, οὔτε τῶν σκληρῶν, ἀλλὰ τῆς τούτων ἀμφοτέρων μέσης, ἣν σύμμετρον ὀνομάζειν χρὴ κατὰ ποιότητα. καὶ δῆλον ἤδη γέγονεν, ἡλίκον ὁ Θέων ἔσφαλται τὴν μέσην σκληροτέρας καὶ μαλακῆς ὑπερβὰς τρίψιν. ἐπὶ γοῦν τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος οὐδεμίαν ὧν εἶπε συζυγιῶν ἐφαρμόσαι δυνατὸν, οὔθ’ ὑγιαίνοντος ἀκριβῶς,
117
οὔτ’ ἐπανορθώσεως δεομένου τοῦ τοιούτου σώματος. εἰ μὲν γὰρ ἀκριβῶς ὑγιαίνει, μόνης τῆς παρασκευαστικῆς δεῖται τρίψεως, ἣν ὀλίγην τε ἅμα καὶ μέσην σκληρᾶς καὶ μαλακῆς ἐδείξαμεν ὑπάρχειν· εἰ δ’ ἤτοι τοῦ δέοντος ἰσχνότερον ἢ παχύτερον γίγνοιτό ποτε, μὴ μέντοι κατὰ ποιότητα τῆς σαρκὸς ὑπαλλαγείη μηδὲν, εἰς τὸ μέσον δ’ ἀκριβῶς φυλάττοιτο μαλακοῦ τε καὶ σκληροῦ, τηνικαῦτα τὴν πολλὴν μὲν ἅμα καὶ σύμμετρον ἐν ποιότητι προσάξομεν ἰσχναίνειν βουλόμενοι, σαρκοῦν δὲ τὴν ὀλίγην τε ἅμα καὶ σύμμετρον κατὰ ποιότητα. ταύτας τὰς τρεῖς συζυγίας ὑστάτας ἐπὶ ταῖς ἓξ ὀλίγον ἔμπροσθεν ἐξεθέμην ἐν τῷ διαγράμματι, δεικνὺς ὡς ἁπάσας αὐτὰς ὁ Θέων παρέλιπεν. ἐπειδὴ τοίνυν οὐ μόνον ὅτι παρέλιπεν, ἀλλὰ καὶ ὅτι χρησιμωτάτας ὑπαρχούσας, ὁ λόγος ἀπέδειξεν, ἑξῆς ἂν εἴη καιρὸς ἐπὶ τὰ ὀλίγον ἔμπροσθεν ἀναβληθέντα ἰέναι· καὶ πρῶτόν γε, ὡς ἡ κατὰ τὰ στοιχεῖα τῶν πραγμάτων διδασκαλία χρησιμωτέρα τῶν ἄλλων ἐστίν· εὐσύνοπτόν τε γὰρ ἐργάζεται τὸ πᾶν πρᾶγμα, καὶ τῇ μνήμῃ παρατιθέμενον, εἰς ἀνάμνησίν τε
118
ῥᾳδίως ἐρχόμενον, ἁπάντων τε τῶν κατὰ μέρος ἐπιδέξιον χρῆσιν ἑτοίμως δεικνύμενον, ὡς ἂν εἰς ὀλίγα καὶ ὡρισμένα στοιχεῖα τῆς ἀναφορᾶς γιγνομένης αὐτῶν. τίς γὰρ οὐκ ἂν ἐξεύροι ῥᾳδίως πάσας τὰς κατὰ μέρος ἐν ταῖς τρίψεσι διαφοράς τε καὶ χρείας καὶ δυνάμεις, εἰ μόνον ἅπαξ ἐκμαθὼν τὴν γνώμην τοῦ παλαιοῦ μετὰ ταῦτα πρόχειρον ἔχει τῇ μνήμῃ τὴν ῥῆσιν αὐτοῦ, δι’ ἧς ἡμᾶς ἐδίδαξεν, ὡς δῆσαι μὲν ἡ σκληρὰ, λῦσαι δὲ ἡ μαλακὴ, μινυθῆσαι δὲ ἡ πολλὴ, σαρκῶσαι δ’ ἡ μετρία δύναται τρίψις; ἐκ γὰρ τοῦ ταῦτα νοῆσαί τε καὶ μνημονεῦσαι πρώτας μὲν τὰς ἐν τῇ ῥήσει παραλειφθείσας διαφορὰς εὑρήσομεν, εἶθ’ ἑξῆς ἐπιπλέκοντες ἀλλήλαις ἁπάσας ἐννέα συζυγίας ἀπεργασόμεθα, τὰς ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ διαγράμματος ἐγκειμένας, ἃς οὔθ’ εὑρεῖν οὔτε μνημονεῦσαι δυνατὸν ἄνευ τοῦ προηγήσασθαι τὴν στοιχειώδη διδασκαλίαν, ἣν Ἱπποκράτης ἐποιήσατο, σύμπαντα τὸν περὶ τῆς τρίψεως λόγον εἰς τὰς πρώτας ἀρχὰς ἀναγαγὼν, ἐξ ὧν ἀκριβῶς εὑρημένων οὐ μόνον τὰ νῦν εἰρημένα περιγίγνοιντο ἂν ἡμῖν, ἀλλὰ καὶ τὸ κρίνειν ἁπάσας
119
τὰς μοχθηρὰς διδασκαλίας. ἴδιον γὰρ μάλιστα μεθόδου τοῦτο, τὸ διὰ βραχείας ἀρχῆς στοιχειώδους ἐπὶ τὰ πάντα δύνασθαι τὰ κατὰ μέρος ἰέναι, καὶ κρίνειν ἅπαντα τὰ μοχθηρῶς εἰρημένα, καθάπερ κανόνι τινὶ τοῖς ἐπιστημονικοῖς θεωρήμασι τὰς οὐκ ὀρθὰς δόξας δοκιμάζοντα. περὶ μὲν δὴ τοῦ μήτ’ ἄλλον τινὰ περὶ τρίψεως ὀρθῶς ἐγνωκέναι, μήτε τὸν γυμναστὴν Θέωνα, καίτοι τῶν ἄλλων κάλλιον ὑπὲρ αὐτῆς ἀποφῃνάμενον, ἀλλ’ Ἱπποκράτην τε καὶ ὅσοι τούτῳ παρηκολούθησαν, ἱκανὰ καὶ ταῦτα.

Λείποιτο δ’ ἂν ἔτι τῶν ἀναβληθέντων, ὑπὲρ τῶν ὀνομάτων εἰπεῖν, ἵνα μή τις ὑπὸ τοῦ πλήθους αὐτῶν ἐξαπατώμενος ἰσαρίθμους οἰηθῇ τὰς διαθέσεις ὑπάρχειν ταῖς προσηγορίαις. τὸ μὲν γὰρ σκληρὸν ὄνομα κυρίως ἐπιφέρεται κατά τινος μιᾶς τοῦ σώματος διαθέσεως, ἣν οὐδ’ ἐξηγεῖσθαι διὰ πολλῶν ὁποία τίς ἐστι δεόμεθα, πάντων ἀνθρώπων ὑπὸ τῆς φωνῆς ποδηγουμένων ἐπὶ τὸ πρᾶγμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ μαλακόν. τὸ δ’ ἀραιὸν καὶ τὸ πυκνὸν οὐκέθ’ ὁμοίως ἐναργῶς σημαίνει τὰς διαθέσεις

120
τοῦ σώματος, ὅτι διττή τις ἡ τῶν ὀνομάτων χρῆσις ἐγένετο, κυρίως μὲν ὀνομαζόντων ἑτέρα, καταχρωμένων δ’ ἑτέρα. τὸ μὲν οὖν κυρίως ἀραιόν ἐστι τὸ μεγάλοις διαλαμβανόμενον πόροις, ὥσπερ γε καὶ πυκνὸν τὸ μικροῖς· τὸ δ’ ἐκ μεταφορᾶς, ἢ καταχρήσεως, ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, καὶ κατὰ τοῦ κεχυμένου τε καὶ πεπιλημένου λέγεται. κατὰ τοῦτο γοῦν ἔστιν ὅτε τὸν μὲν ἀέρα καὶ τὸ πῦρ ἀραιὰ, τὸ δ’ ὕδωρ καὶ τὴν γῆν πυκνὰ λέγομεν, ἐπ’ αὐτὰ τὰ στοιχεῖα τὰς εἰρημένας προσηγορίας ἐπιφέροντες, ἡνωμένα τε καὶ ὁμοιομερῆ τὴν φύσιν ὑπάρχοντα, καὶ μηδενὶ διαλαμβανόμενα πόρῳ. πολὺ δὲ δὴ τούτων ἔτι μᾶλλον ἀποκεχώρηκε τοῦ κυρίως ὀνομάζεσθαι τό τε ἐσφιγμένον καὶ τὸ δεδεμένον, ἐκ μεταφορᾶς ἄμφω λεγόμενα, τὸ μὲν ἐσφιγμένον ἐπί τε τοῦ πυκνοῦ καὶ τοῦ σκληροῦ, ποτὲ μὲν ἑκατέρου καταμόνας ὑπάρχοντος, ἔστιν ὅτε δ’ εἰς ταὐτὸν ἀφιγμένου, τὸ δ’ αὖ δεδεμένον ἐπὶ τῶν αὐτῶν μὲν, ἀλλ’ οὐκ ἐκ τῆς αὐτῆς μεταφορᾶς. ἐπειδὴ γὰρ ἅπαντα τὰ δεδεμένα δυσκίνητά εἰσιν, οὕτως ὀνομάζουσι καὶ τὰ διὰ
121
ξηρότητά τινα, ἢ ψύξιν, ἢ φλεγμονὴν, ἢ σκίῤῥον, ἢ τάσιν, ἢ πλήρωσιν, ἢ βάρος ἐν δυσκινησίᾳ καθεστῶτα. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ τοῖς ἐναντίοις χρῶνται τῶν ὀνομάτων ἐπὶ τῶν ἐναντίων διαθέσεων, ἀνεῖσθαι λέγοντες, ἢ ἐκλελῦσθαι, ἢ κεχαλάσθαι. χρὴ δὲ μὴ τῷ πλήθει τῶν ὀνομάτων προσέχειν, ἀλλ’ ἡγεῖσθαι, διττὰ γένη διαθέσεων ὑπάρχειν τὰ πάντα, τὸ μὲν ἐν αὐτοῖς τοῖς ὁμοιομερέσι σώμασιν, ὅπερ ἤτοι σκληρὸν, ἢ μαλακόν ἐστι, τὸ δ’ ἐν ταῖς τῶν ὀργάνων ποροποιΐαις συνιστάμενον, ὅπερ ἤτοι πυκνὸν, ἢ ἀραιόν. αὗται γὰρ ἴδιαι τῶν σωμάτων αὐτῶν εἰσιν αἱ διαθέσεις, ἐπίκτητοι δὲ καὶ ὡς ἂν εἴποι τις πρόσκαιροι, ποτὲ μὲν ἐμπεπλησμένων τῶν πόρων ὑγρότητος περιττῆς, ἔστιν ὅτε δὲ καὶ καθαρῶν ὑπαρχόντων, καὶ ποτὲ μὲν ἀναπεπταμένων, ἔστιν ὅτε δὲ μεμυκότων.

Ἀλλὰ περὶ τῶν διαθέσεων τούτων ἐν τοῖς ἑξῆς ὑπομνήμασιν ὁ λόγος ἔσται· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον. ἐπανιέναι χρὴ, καὶ πρότερον διορίσασθαι σαφέστερον ἔτι περὶ τρίψεως. ὡς ἐνίοτε μὲν αὐτὴ καθ’ ἑαυτὴν ἐργάζεταί

122
τι περὶ τοῖς σώμασιν ἡμῶν χρηστὸν, ἐνίοτε δὲ τοῖς ἐργαζομένοις ὑπηρετεῖ, καθάπερ Ἱπποκράτης ἔλεγε περὶ ἐπιδέσεως, ὡς ἐπίδεσις τὸ μὲν αὐτὴ ἰῆται, τὸ δὲ τοῖς ἰωμένοις ὑπηρετεῖ. αὐτὴ μὲν οὖν ἡ τρίψις ἐργάζεται τά τ’ ἀραιὰ πυκνὰ ποιοῦσα, καὶ τὰ μαλακὰ πυκνοῦσα· σκληρὰ δ’ ἂν εἴη πάντως ἡ τοιάδε τρίψις· καὶ μὲν δὴ καὶ τὰ σκληρὰ μαλάττουσα, καὶ τὰ πυκνὰ διευρύνουσα· μαλακὴ δέ ἐστιν ἡ τοιαύτη τρίψις. οὕτω δὲ καὶ ἡ τοῦ σαρκῶσαι χάριν ἢ τοῦ λεπτῦναι παραλαμβανομένη καθ’ ἑαυτὰς ἐργάζονταί τι χρηστὸν ἐν τοῖς σώμασιν. ἡ μέντοι παρασκευάζουσα πρὸς τὰ γυμνάσια καὶ ἡ μετὰ ταῦτα παραλαμβανομένη τοῖς γυμνασίοις ὑπηρετοῦσιν, ἡ μὲν ἐκ τοῦ θερμῇναι μετρίως τοὺς πόρους ἀναστομοῦσα, καὶ τὰ κατὰ τὴν σάρκα περιττώματα χέουσα, καὶ τὰ στερεὰ μαλάττουσα. καλεῖται δὲ παρασκευαστικὴ τρίψις ἡ τοιαύτη. ἡ δὲ ἑτέρα προσαγορεύεται μὲν ἀποθεραπευτική· γινομένη δὲ μετὰ ἐλαίου πλέονος ἐπιτέγγει τε ἅμα τῷ λίπει, καὶ μαλάττει τὰ στερεὰ, καὶ διαφορεῖ τὰ ἐν τοῖς πόροις περιεχόμενα. ἀλλὰ περὶ
123
μὲν τῆσδε καὶ αὖθις εἵπωμεν ἐφεξῆς τοῖς γυμνασίοις. ἡ μέντοι παρασκευαστικὴ τρίψις ἐπὶ τῆς ἀρίστης φύσεως ἕνεκα τοῦ διαθερμῇναι τὰ σώματα παραλαμβανομένη καθ’ ὃν εἴρηται τρόπον ὀλίγον ἔμπροσθεν γιγνέσθω, μαλακὴ μὲν τὰ πρῶτα, προσαγόντων δὲ ἤδη τοῖς πόνοις σκληρά. οὕτω γὰρ ἂν μάλιστα τό τε μαλάττειν ἔχοι καὶ τὸ πρὸς τὰς ἐνεργείας ἐπεγείρειν, καὶ τὸ διαφυλάττειν ὁποίαν παρέλαβε τὴν φύσιν τοῦ σώματος. εἰ μέντοι διαμαρτάνοιτο κατά τι, πρὸς τὸ σκληρὸν ἐκτρεπέσθω μᾶλλον. αἱ γὰρ ἐπ’ ὀλίγον ὑπερβολαὶ τῆς συμμετρίας ἐν τῷ δέρματι καταπαύονται, τῶν ἐντὸς οὐδὲν ἀλλοιοῦσαι, βλάπτοιεν δ’ ἂν ἧττον τὸ δέρμα πρὸς τὸ σκληρόν τε καὶ πυκνὸν ἐκτρεπόμεναι· οὕτως γὰρ ἂν εἴη δυσπαθέστερον. ὡς, εἴ γε καὶ διαπνεῖσθαι τὸ τοιοῦτον καλῶς ἠδύνατο, σκληρότατον ἂν αὐτὸ καὶ πυκνότατον ἀπειργαζόμεθα. νυνὶ δὲ, ἐπειδὴ πρὸς ἄμφω χρὴ παρασκευασθῆναι καλῶς αὐτὸ, καὶ πρὸς τὴν τῶν ἔνδοθεν περιττωμάτων διαπνοὴν, καὶ τὴν τῶν ἔξωθεν ὁμιλούντων βίαν, ἄριστον ἂν εἴη τὸ μέσον ἑκατέρων τῶν ὑπερβολῶν.
124
εἰ δ’ ἄρα ποτὲ μὴ φυλάττοιτο τοῦτο, βέλτιον τὸ σκληρότερόν τε καὶ πυκνότερον τοῦ μαλακωτέρου καὶ ἀραιοτέρου. τὸ μὲν γὰρ τῆς διαπνοῆς ἐλλιπὲς ἐπανορθώσασθαι γυμνασίαις οἷόν τε· τὸ δὲ τῆς ἑτέρας διαθέσεως εὐεπηρέαστον ὑπὸ τῶν ἔξωθεν αἰτίων οὔτ’ ἐπανόρθωσίν τινα ἑτέραν ἑτοίμην ἔχει, καὶ πρόσεστιν αὐτῷ βλάβη οὐ σμικρὰ, διαφερομένων πολλάκις οὐ τῶν περιττωμάτων μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς τροφῆς. ἐν μὲν δὴ ταῖς κατὰ ποιότητα διαφοραῖς ἐπὶ τὸ σκληρότερον ἁμαρτάνειν χρὴ μᾶλλον, ἤπερ ἐπὶ τὸ μαλακώτερον· ἐν μέντοι ταῖς κατὰ ποσότητα πρὸς τὸ ἔλαττον, ἐπὶ τῆς προκειμένης δηλονότι φύσεώς τε καὶ ἡλικίας. ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι κατὰ τὸν ἐνεστῶτα λόγον. αὐξάνεσθαί τε γὰρ ἔτι βουλόμεθα τὸ τοιοῦτον σῶμα, καὶ ἥκιστα ξηραίνεσθαι. τίνας μέντοι χρὴ φύσεις σωμάτων κατὰ διαθέσεις ἐπὶ πλέον τρίβειν, αὖθις εἰρήσεται.

Νυνὶ δὲ ἐπὶ τὴν ἐνεστῶσαν ὑπόθεσιν ἐπανελθόντες

125
ὑπὲρ τοῦ μέτρου τῆς τρίψεως ἐπισκεψώμεθα τὸν αὐτὸν τρόπον, ὅνπερ ἀρτίως ἐπεσκεψάμεθα περὶ τῆς ποιότητος. ἔοικε δὲ κᾀνταῦθα, πρὶν ὁρίζειν τὸ μέτρον, ἑτέρου τινὸς ἐπιμνησθήσεσθαι σκέμματος, οὗ χωρὶς οὐδὲ τὸ μέτρον ὀρθῶς οὔτε ὁρισθῆναι δυνατὸν οὔτε γνωρισθῆναι. τὸ δὲ δὴ σκέμμα τοῦ περιέχοντος ἀέρος τὸν τριψόμενον ἡ κρᾶσίς ἐστιν, ἣν δεῖξαι μὲν ἐπὶ ἔργου ἐγχωρεῖ, διελθεῖν δὲ τῷ λόγῳ σαφῶς οὕτως, ὡς μηδὲν ἀπολείπεσθαι τὴν ἑρμηνείαν ἐναργοῦς ἐνδείξεως, ἀμήχανόν ἐστι καὶ ἀδύνατον παντάπασιν. ἀλλ’ εἰ μὴ πολὺ λείποιτο δείξεως ἐναργοῦς ὁ λόγος, ἱκανὸν καὶ τοῦτο. προηγεῖται δὴ καὶ τῶνδε πάλιν ἑτέρα τις ὑπόθεσις, ἐν τίνι μὲν ὥρᾳ τοῦ ἔτους, ἐν τίνι δὲ χώρᾳ τῆς οἰκουμένης ὁ γυμνασόμενος ἔσται· μόνα γὰρ ἐπ’ αὐτῷ διώρισται τό τε τῆς κατασκευῆς τοῦ σώματος καὶ τὸ τῆς ἡλικίας. οὔτε δὲ ἐν ᾧτινι τέθραπται μέρει τῆς γῆς, οὔτε ἐν ᾧ μέλλει γυμνάζεσθαι νῦν, οὔτε καθ’ ἥντινα τοῦ ἔτους τὴν ὥραν, ἢ καὶ τῆς ἡμέρας, προσδιώρισται, καίτοι παρὰ
126
ταῦτα τὸ μέτρον τῆς τρίψεως ὑπαλλάττεται. προσδιοριστέον οὖν αὐτὰ πάλιν, εἰρημένα μὲν ἤδη δυνάμει κατὰ τὴν ἀρχὴν τοῦδε τοῦ γράμματος, οὐ μὴν τῇ γε ἑρμηνείᾳ σαφῶς δεδηλωμένα. λέγοντες γὰρ οἷον κανόνα τινὰ πρῶτον ἐκτίθεσθαι πάντων τῶν ἐφεξῆς εἰρησομένων τὸν ἄμεμπτον τῇ κατασκευῇ τοῦ σώματος ἄνθρωπον, εὐθέως ἐν τούτῳ καὶ τὴν χώραν αὐτοῦ διορισόμεθα δυνάμει. οὔτε γὰρ εὐκρατότατον, οὔτε ἀμεμπτότατον τῇ κατασκευῇ γίνεσθαι σῶμα δυνατὸν ἐν τοῖς ἀμέτρως κεκραμένοις χωρίοις, ὡς ὅ τε λόγος ὑπαγορεύει καὶ ἡ πεῖρα δείκνυσι. ξηροὶ μὲν γὰρ καὶ ἰσχνοὶ καὶ οἷον ἐσκελετευμένοι γίνονται κατὰ τὰς θερμὰς χώρας οἱ ἄνθρωποι, ἀνώμαλοι δὲ ταῖς κράσεσιν, ὡς τὰ μὲν ἔξω ψυχρὰ, τὰ δὲ ἔνδον τε καὶ κατὰ τὰ σπλάγχνα θερμὰ περαιτέρω τοῦ προσήκοντος ἔχειν, οἱ τῶν ψυχρῶν χωρίων οἰκήτορες. τὸ δ’ ἄριστον σῶμα, περὶ οὗ νῦν ὁ λόγος, ὥσπερ ὁ Πολυκλήτου κανών ἐστιν· ᾧ κατὰ μὲν τὴν ἡμετέραν χώραν, ὡς ἂν εὔκρατον ὑπάρχουσαν, ὦπται πολλὰ παραπλήσια σώματα, παρὰ δὲ Κελτοῖς,
127
ἢ Σκύθαις, ἢ Αἰγυπτίοις, ἢ Ἄραψιν οὐδ’ ὄναρ ἰδεῖν ἔστι τοιοῦτον σῶμα. καὶ αὐτῆς δὲ τῆς ἡμετέρας χώρας ἱκανὸν ἐχούσης πλάτος, εὐκρατότατόν ἐστι τὸ μεσαίτατον, οἷόν περ ὑπάρχει τὸ κατὰ τὴν Ἱπποκράτους πατρίδα· καὶ γὰρ χειμῶνος αὕτη καὶ θέρους ἐστὶν εὔκρατος, ἔτι δὲ δή μᾶλλον ἦρός τε καὶ φθινοπώρου. τοιαύτην οὖν τινα χώραν ὑποθέμενοι τῷ προκειμένῳ σώματι, τὴν μὲν ὥραν τοῦ ἔτους αὐτῷ προσυποθώμεθα τὸ μεσαίτατον τοῦ ἦρος· ἔστω δὲ τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ μέλλει πρὸς ἡμῶν γυμνάζεσθαι τὸ πρῶτον, ὡς οἷόν τε τὸ μεσαίτατον· ἵνα κατὰ μηδένα τρόπον ὑπὸ τοῦ περιέχοντος ἐξαλλαχθῇ πως ἡ φυσικὴ δύναμις τῆς κράσεως αὐτοῦ. διὰ δὲ τὸν αὐτὸν λογισμὸν οὐδὲ τὸν οἶκον, ἐν ᾧ γυμνάζεσθαι μέλλει, θερμότερον ἢ ψυχρότερον εἶναι προσήκει κατά γε τὴν ἡμέραν ἐκείνην τοῦ κοινοῦ τῆς πόλεως ὅλης ἀέρος. ἐν μέντοι χειμῶνι καὶ θέρει τοιοῦτον αὐτῷ προσθετέον· ἐν μὲν χειμῶνι θερμότητα, ἐν δὲ τῷ θέρει ψυχρότητα, ὡς εὔκρατον ἀκριβῶς ἀποτελεσθῆναι τὸ σῶμα κατὰ τὸν τῆς τρίψεως καιρόν.
128
εἰ γὰρ ἤτοι θερμότερος ἢ ψυχρότερος εἴη περαιτέρω τοῦ προσήκοντος, ἐν μὲν τῷ θερμοτέρῳ φθάσειεν ἂν ἱδρῶσαι, πρὶν αὐτάρκως μαλαχθῆναι· κατὰ δὲ τὸν ψυχρότερον οὐδ’ ἂν ἐκθερμανθείη τὴν ἀρχὴν, οὐδὲ μαλαχθείη ποτὲ καλῶς, οὐδ’ ἐπανθήσειεν ἔρευθος εὐανθὲς, οὐδ’ εἰς ὄγκον ἀρθείη τὸ σῶμα. ταῦτα γὰρ δὴ τὰ γνωρίσματα συμμέτρου τρίψεώς ἐστιν ἐν ἀέρι συμμέτρῳ περὶ τὴν εὔκρατον ἔξιν τοῦ σώματος, ἔρευθός τε καὶ ὄγκος. ὥσπερ γὰρ ἐν τῷ καταχεῖν ὕδωρ θερμὸν εἰς ὄγκον μὲν τὸ πρῶτον ἐξαίρεται τὰ σώματα, πλεοναζόντων δὲ καθίσταται, καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἐπ’ αὐτῶν εἶπε· τὸ μὲν γὰρ πρῶτον ἀείρεται, ἔπειτα δ’ ἰσχναίνεται· οὕτως καὶ ἡ τρίψις ἐξαίρει μὲν πρῶτον, αὖθις δὲ συστέλλει τε καὶ καθαίρει τὸ σῶμα. τοὺς μὲν δὴ σαρκώσεως ἕνεκα τριβομένους τηνικαῦτα παύεσθαι προσήκει, ὅταν τὸ σῶμα πλησίον ἥκῃ τοῦ καθίστασθαι· τοὺς δ’ εἰς τὰ γυμνάσια παρασκευαζομένους οὐχὶ τοῦτον ἀναμένειν τὸν καιρὸν, ἀλλὰ πολὺ πρόσθεν παύεσθαι, καὶ μάλισθ’ ὅταν ἄριστοι τὴν κρᾶσιν ὦσι, καὶ παῖδος ἔτι τὴν ἡλικίαν.
129
ὑγρὰ γὰρ δὴ τούτων τὰ σώματα, καὶ μαλακά, καὶ βραχείαις τρίψεσι μαλαττόμενα, σκοπὸς δέ ἐστι καὶ τέλος τῆς παρασκευαστικῆς τρίψεως τὸ μαλαχθῆναι μὲν τὰ στερεὰ, λυθῆναι δὲ τὰ ὑγρὰ, τοὺς πόρους δ’ εὐρυνθῆναι. ὁπόσον δέ τι τὸ πλῆθος ἔσται τῶν ἀνατρίψεων, οὐχ οἷόν τε λόγῳ δηλῶσαι, ἀλλὰ χρὴ τὸν ἐπιστατοῦντα, τρίβωνα τῶν τοιούτων ὑπάρχοντα, κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐκ ἀκριβεῖ στοχασμῷ χρήσασθαι, κατὰ δὲ τὴν ἑξῆς, ἐμπειρίαν ἤδη τινὰ τῆς τοῦ σώματος ἐκείνου φύσεως ἔχοντα, τὸν στοχασμὸν ἀεὶ καὶ μᾶλλον ἐξακριβοῦν. καὶ μὲν δὴ καὶ κατὰ τὰ γυμνάσια τῇ μὲν πρώτῃ τῶν ἡμερῶν οὐ δυνατὸν ἀκριβῶσαι τὸ μέτρον, ἐν δὲ ταῖς μετὰ τήνδε καὶ πάνυ δυνατόν. ἔστω δὴ κᾀνταῦθα γνωρίσματα, κατὰ μὲν τὴν πρώτην ἡμέραν, ὅταν ἐγκελευομένῳ καὶ παρορμῶντι γυμνάσασθαι μηκέθ’ ὁμοίως ὑπακούῃ, ἀλλὰ βραδυτέρας τε καὶ ἀραιοτέρας, καὶ ἀσθενεστέρας, καὶ, τὸ σύμπαν εἰπεῖν, ἀτονωτέρας ποιῆται τάς τε λαβὰς τῶν προσπαλαιόντων καὶ τὰς κινήσεις. εἶναι δὲ δηλονότι χρὴ τὸν γυμναζόμενον οὔτε
130
θυμικὸν, ὡς ἔτι προθυμεῖσθαι γυμνάζεσθαι, καμνούσης ἤδη τῆς δυνάμεως, οὔτ’ ἄθυμον, ὡς ἀπαγορεύειν ἔτι πονεῖν δυνάμενον. ἔστι δὲ δή που τοιοῦτος οὐ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν, ὁ νῦν ἡμῖν ὑποκείμενος ἄνθρωπος· ὡς, ὅσοι γε ψυχροὺς ἔχουσι χυμοὺς ἐν τῇ γαστρὶ περιεχομένους, ἢ κατὰ τὴν ὅλην ἕξιν ἠθροισμένους, ἀργότεροι πρὸς τὰς κινήσεις εἰσίν. ὡσαύτως δὲ καὶ οἱ πληθωρικῶς διακείμενοι καὶ οἱ προσφάτῳ κρύει καταπονηθέντες ἄθυμοί τέ εἰσι καὶ ὀκνηροὶ κινεῖσθαι, καὶ τούτων ἔτι μᾶλλον, ὅσοι φύσει ψυχρότεροι, καὶ πολὺ δὲ δὴ μᾶλλον, εἰ τῇ ψυχρότητι καὶ ὑγρότης προσείη. οὗτοι μὲν γὰρ νοθεύουσι τὰ τοῦ μέτρου τῶν γυμνασίων γνωρίσματα, καθάπερ γε καὶ οἱ θερμότεροι τὴν κρᾶσιν, ἢ διὰ τὴν οἰκείαν φύσιν, ἢ δι’ ἐπίκτητόν τινα διάθεσιν, εὔθυμοί τέ εἰσι καὶ φιλόνεικοι, καὶ πρὸς τὰς ἐνεργείας ἕτοιμοι περαιτέρω τοῦ δέοντος. ὅσοι δὲ μήτε τὸ σῶμα θερμότερον ἢ ψυχρότερον ἔχουσι, μήτ’ ἄθυμοι τὴν ψυχήν εἰσι τὸ πάμπαν, ἢ φιλόνεικοί τε καὶ φιλότιμοι καὶ θυμικοὶ, τούτοις ἀκριβῆ διαφυλάττεται
131
τοῦ μέτρου τῶν γυμνασίων τὰ γνωρίσματα, καὶ κατὰ τὴν πρώτην μὲν ἡμέραν εὐθὺς, ἀτὰρ οὖν ἔτι δὴ καὶ μᾶλλον ἐπὶ προήκοντι τῷ χρόνῳ. εἰ γάρ τι καὶ παρέλαθεν κατὰ τὴν ἀρχὴν, ἀκριβωθήσεται τοῦτο τῇ πείρᾳ διδαχθέν. οὕτως οὖν εἰς ἀκριβῆ στοχασμὸν ἔρχεται καὶ τὸ τῶν σιτίων μέτρον, οὐδενὶ τρόπῳ κατ’ ἀρχὰς γνωρισθῆναι δυνάμενον· ἀλλ’ ἡ καθ’ ἑκάστην ἡμέραν πεῖρα καὶ μνήμη τοῦ ποδοῦ τῶν σιτίων τε καὶ γυμνασίων, οὐδὲ ἀργῶς ὁρῶντος τοῦ προεστῶτος, ἀλλ’ ἀεὶ μεμνημένου, ὅπως ἔπεψεν ἐπὶ τοσοῖσδε γυμνασίοις τὰ τοσάδε σιτία, πλησίον ἀκριβοῦς ἐπιστήμης ἄγει τὴν διάγνωσιν ἐν τῷ χρόνῳ. ταυτὶ μὲν οὖν ἤδη πρὸς ἅπαντα κοινὰ καὶ ταῖς μοχθηροτέραις ὑπάρχει κατασκευαῖς τοῦ σώματος, ὑπὲρ ὧν οὐδέπω πρόκειται λέγειν. ἡ δ’ ἀρίστη φύσις, ἡ νῦν ἡμῖν προκειμένη, τὰ μέτρα πάντων εὔδηλα κέκτηται, μήτε τοῖς τῆς ψυχῆς ἤθεσι μήτε ταῖς τοῦ σώματος δυσκρασίαις ἐπιθολοῦσά τε καὶ νοθεύουσα τῶν εἰρημένων μηδὲν, ἀλλὰ καὶ τρίψεων, καὶ γυμνασίων, καὶ σιτίων, καὶ ὕπνων ἐναργῶς ἐνδεικνυμένη τὰ μέτρα,
132
καὶ τηνικαῦτα πρῶτον ἀπαγορεύουσα πρὸς ἕκαστον, ὅταν μηκέτι δέηται, ὥστε εἶναι καὶ τοῦτο τῷ προεστῶτι τοιούτου σώματος οὐ μικρὸν γνώρισμα μέτρου. λέγω δὲ τὴν περὶ ἕκαστον ὧν ἂν πράττῃ προθυμίαν, αὐτῆς τῆς φύσεως ἑαυτῇ τὸ μέτρον εὑρισκούσης ἐν ταῖς ἀρίσταις κατασκευαῖς. καὶ γὰρ ἀνατριβόμενοι τηνικαῦτα πρῶτον ἐξιᾶσιν ἐπὶ τὸ γυμνάσιον οἱ ἄριστα πεφυκότες, ὅταν ἱκανῶς ἔχωσι μαλακότητός τε ἅμα καὶ θερμότητος ἅπαντι τῷ σώματι· καὶ γυμναζόμενοι τότε πρῶτον ὀκνήσουσιν, ὅταν αὐτάρκως γυμνασθῶσιν· καὶ δὴ καὶ σιτίων καὶ πομάτων ἀποστήσονται τότε πρῶτον, ὅταν ἱκανῶς ἐμπλησθῶσιν· ὡς οὐδεὶς φόβος, οὔτε ὑπερπονῆσαι τὸν τοιοῦτον ἄνθρωπον, οὔθ’ ὑπερεμπλησθῆναι, ταῖς ὁρμαῖς τῆς φύσεως οἰακιζόμενον. οὔκουν οὐδὲ τοῦ προεστῶτος εἰς ἄκρον ἥκοντος ἐπιστήμης ὁ τοιοῦτος ἄνθρωπος δεῖται, καθάπερ οἱ μετὰ ταῦτα λεχθησόμενοι πάντες, οἱ μοχθηρῶς κατεσκευασμένοι. αὐτὸ γὰρ ἑαυτῷ πάντ’ ἐξευρίσκει τὸ ὑγιεινὸν σῶμα, ταῖς τῆς φύσεως ὁρμαῖς
133
ἐπιτροπευόμενον, καὶ μάλιστα εἰ καλῶς εἴη τὰ τῆς ψυχῆς αὐτῷ πεπαιδευμένα. πολλοὶ γὰρ ἔθεσι μοχθηροῖς ἐντραφέντες, ἀκολαστότερον ἢ ἀργότερον διαιτώμενοι, διαφθείρουσι φύσεις χρηστὰς, ὥσπερ αὖ πάλιν ἔνιοι, μοχθηρῶς φύντες τὸ σῶμα, βίῳ σώφρονι καὶ γυμνασίοις εὐκαίροις ἐπανωρθώσαντο τὰ πολλὰ τῶν ἐλαττωμάτων. ἀλλὰ τούτων μὲν γυμνασίων τε καὶ ἔργων ὁ μετὰ ταῦτα λόγος ἅπας σύγκειται· περὶ δὲ τῶν ἄριστα κατεσκευασμένων τὸ σῶμα καὶ τὸν νοῦν προσεχόντων ἐπιστάταις ὑγιεινοῖς ἐν τῷδε τῷ γράμματι πρόκειται διελθεῖν. ὁ μὲν οὖν ἔμπροσθεν λόγος ὑπὲρ αὐτῶν εἰς τὸ μέτρον ἐτελεύτα τῶν γυμνασίων· ἐφεξῆς δ’ ἂν εἴη καιρὸς ὑπὲρ τῶν εἰδῶν διελθεῖν.

Εἴδη δὲ γυμνασίων ὀνομάζω πάλην, παγκράτιον, καὶ πυγμὴν, καὶ δρόμον, ὅσα τ’ ἄλλα τοιαῦτα, τινὰ μὲν αὐτῶν τούτων γυμνάσια μόνον ὑπάρχοντα, τινὰ δὲ οὐ γυμνάσια μόνον, ἀλλὰ καὶ ἔργα· γυμνάσια μὲν αὐτά γε δὴ ταῦτα τὰ εἰρημένα, καὶ προσέτι τὸ πιτυλίζειν, τὸ ἐκπλεθρίζειν, τὸ σκιομαχεῖν, τὸ ἀκροχειρίζεσθαι,

134
τὸ ἅλλεσθαι, τὸ δισκοβολεῖν, καὶ διὰ κωρύκου, καὶ διὰ σφαίρας, ἢ μικρᾶς ἢ μεγάλης, καὶ δι’ ἁλτήρων ἐκπονῆσαι τὸ σῶμα, γυμνάσια δ’ ἅμα καὶ ἔργα σκάπτειν, ἐρέττειν, ἀροῦν, κλᾷν ἀμπέλους, ἀχθοφορεῖν, ἁμᾷν, ἱππεύειν, ὁπλομαχεῖν, ὁδοιπορεῖν, κυνηγετεῖν, ἁλιεύειν, ὅσα τ’ ἄλλα κατὰ μέρος πράττουσιν ἄνθρωποι τεχνῖται καὶ ἄτεχνοι τῶν κατὰ τὸν βίον ἕνεκα χρειῶν, ἢ οἰκοδομοῦντες, ἢ χαλκεύοντες, ἢ ναυπηγοῦντες, ἢ ἀροτρεύοντες, ἤ τι τοιοῦτον ἕτερον πολέμιον ἢ εἰρηνικὸν ἐργαζόμενοι. τοῖς πλείστοις δὲ τῶν τοιούτων ἔνεστί ποτε καὶ ὡς γυμνασίοις μόνον χρήσασθαι. τριττὴ γάρ τις αὐτῶν ἡ σύμπασα χρεία· ποτὲ μὲν γὰρ ὡς ἔργον μόνον αὐτὸ δὴ τοῦτο παραλαμβανόμενον, ἐνίοτε δὲ ὡς ἀσκημάτων ἕνεκα τῆς τῶν μελλόντων ἔργων χρείας, ἔστιν ὅτε δὲ καὶ ὡς γυμνασίων. κατ’ ἀγρὸν γοῦν ποθ’ ἡμεῖς ληφθέντες ἐν χειμῶνι ξύλα τε σχίζειν ἠναγκάσθημεν ἕνεκα τοῦ γυμνάζεσθαι, καὶ κριθὰς ἐμβάλλοντες ὅλμῳ κόπτειν τε καὶ ἐκλεπίζειν, ἅπερ ἑκάστης ἡμέρας οἱ κατ’ ἀγρὸν ἔπραττον ὡς ἔργα. περὶ μὲν δὴ τῆς ὡς
135
ἔργων αὐτῶν χρήσεως ἐν τῷ μετὰ ταῦτα λόγῳ διαιρήσομαι· ἐν δὲ τῷ παρόντι περὶ τῆς ὡς γυμνασίων ἐροῦμεν. ἅπαντα γὰρ τὰ τοιαῦτα γυμνάσια γίγνονται μήτε δι’ ὅλης ἡμέρας αὐτὰ πραττόντων, μήτ’ ἐν ἄλλῳ καιρῷ τοῦ πρὸ τῶν σιτίων. φυλάττεσθαι δὲ δήπου προσήκει καὶ τὸ μέτρον ἐπ’ αὐτοῖς τῶν γυμνασίων, καὶ τὴν καλουμένην ἀποθεραπείαν. εἰ δὲ καὶ προανατριψάμενός τις αὐτάρκως ἐπ’ αὐτὰ παραγίγνοιτο, νῦν μὲν ἂν ἀκριβῶς ἅπαντας ἔχοι τοὺς ἀριθμοὺς τῶν γυμνασίων. ὑπέρ τε οὖν τούτων ἁπάντων, ἃ δὴ καὶ γυμνασίων εἴδη καλοῦμεν, ἐπίστασθαι χρὴ τὸν τὴν ὑγιεινὴν μετιόντα, καλεῖν δ’ ἔξεστιν αὐτὸν, ὡς ἔμπροσθεν εἶπον, ἢ ὑγιεινὸν, ἢ γυμναστὴν, ἢ ἰατρόν, κυριωτάτης μὲν ἐσομένης τῆς πρώτης προσηγορίας, ἐκ καταχρήσεως δὲ τῶν ἄλλων. εἴπερ γὰρ ἅπαντες οἱ τεχνῖται παρωνύμως ὀνομάζονται τῶν τεχνῶν, ἃς μεταχειρίζονται, πρόδηλον, ὡς ὁ τὴν ὑγιεινὴν τέχνην μετερχόμενος ὑγιεινὸς ἂν εὐλόγως προσαγορεύοιτο, καθάπερ καὶ ὁ περὶ τὰ γυμνάσια μόνον γυμναστὴς, καὶ| ὁ περὶ τὰς ἰάσεις ἰατρός. εἰ δέ
136
τις ἢ γυμναστὴν, ἢ ἰατρὸν ὀνομάζει τὸν ὑγιεινὸν τοῦτον, ἀπὸ μέρους τε προσαγορεύει τὸ σύμπαν καὶ οὐ κυρίως, ἀλλ’ ἐκ καταχρήσεως, ἢ ἐπιδιστάσεως, ἢ ὅπως ἄν τις ἐθέλῃ καλεῖν, οὕτω ποιήσεται τὴν προσηγορίαν. αἴτιον δὲ τούτου τὸ, μιᾶς οὔσης τῆς περὶ τὸ σῶμα τέχνης, ἐφ’ ὅλης αὐτῆς ὄνομα μηδὲν τετάχθαι κύριον, ὑπὲρ ὧν ἐπὶ πλεῖον ἐν ἑνὶ βιβλίῳ τὸν λόγον ἐποιησάμην, ὃ Θρασύβουλος ἐπιγράφεται. εἴδη μὲν γυμνασίων τὰ εἰρημένα. ποιότης δὲ ἢ διαφορὰ (καὶ γὰρ οὖν καὶ ταῦτ’ ἔξεστιν ἑκατέρως ὀνομάζειν) ὀξύτης τε κινήσεώς ἐστι καὶ βραδύτης, εὐτονία τε καὶ, ὡς ἂν εἴποι τις, ἀτονία, καὶ πρὸς τούτοις ἔτι σφοδρότης ἔσται καὶ ἀμυδρότης. τρόποι δὲ τῆς χρήσεως ἁπάντων τῶν εἰρημένων εἰδῶν ἅμα ταῖς οἰκείαις διαφοραῖς οἱ τοιοίδε εἰσίν. ἤτοι συνεχὴς ἡ κίνησίς ἐστιν, ἢ διαλείπουσα· καὶ εἰ μὲν συνεχὴς, ἤτοι ὁμαλὴ, ἢ ἀνώμαλος, εἰ δὲ διαλείπουσα, ἢ τεταγμένη, ἢ ἄτακτος. οὗτοι μὲν οὖν οἱ κατ’ αὐτὸ τὸ πρᾶγμα τρόποι τῆς χρήσεως· οἱ δ’ ἀπὸ τῶν ἔξωθεν αὐτῷ προσιόντες τοιοίδε. ἢ ἐν ὑπαίθρῳ χωρίῳ γίγνεται
137
τὸ γυμνάσιον, ἢ ἐν καταστέγῳ, ἢ ἐν ὑποσυμμιγεῖ σκιᾷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἢ θερμόν ἐστι τὸ χωρίον, ἢ ψυχρὸν, ἢ εὔκρατον, καὶ ἤτοι ξηρὸν ἀκριβῶς, ἢ ὑγρὸν, ἢ μέτριον. οὕτω δὲ καὶ τὸ μετὰ κόνεως, ἤτοι πλέονος, ἢ ἐλάττονος, ἐλαίου τε, καὶ κατὰ τὸν αὐτὸν λόγον ἢ πλέονος, ἢ ἐλάττονος, ἢ καὶ χωρὶς ἑκατέρου, τρόπος ἐστὶ χρήσεως γυμνασίου.

Ἐπεὶ τοίνυν ἤδη διώρισται πάνθ’ ἡμῖν, ὧν ἔμπειρον εἶναι χρὴ τὸν ὑγιεινὸν, ἐπὶ τὰ τῶν γυμνασίων εἴδη καιρὸς ἰέναι, καὶ πρῶτον μὲν διελέσθαι, τί τὸ κοινὸν ἅπασιν ὑπάρχει, καὶ τί καθ’ ἕκαστον ἴδιον, ἐφεξῆς δὲ τοὺς καιροὺς τῆς τρίψεως ἀφορίσασθαι. τὸ μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων ἐστὶ θερμότητος αὔξησιν ἐξ αὐτῶν τοῖς ζώοις ἐργάζεσθαι. θερμαίνεται γὰρ ἡμῶν τὰ σώματα κατὰ τε τὰ βαλανεῖα, καὶ κατὰ θερμῶν ὑδάτων λουτρὰ, καὶ τὰς θερμὰς ὥρας τοῦ ἔτους, ἡλιοθερούντων τε καὶ παρὰ πυρὶ θαλπομένων, καὶ θερμοῖς φαρμάκοις ἀνατριβομένων. ἀλλ’

138
ἔξωθεν αἱ τοιαῦται πᾶσαι θερμότητος, οὐκ ἔνδοθεν, οὐδ’ ἐκ τῆς οἰκείας ἀρχῆς ἀνάπτονται καὶ αὐξάνονται. κατὰ δὲ τὰ γυμνάσια τῆς ἐμφύτου θερμότητος τοῖς ζώοις αὔξησίς ἐστιν, ἐξ αὐτῶν τῶν ἰδίων σωμάτων γιγνομένη. καὶ τοῦτο κοινὸν μὲν ἁπάντων τῶν γυμνασίων, οὐ μὴν ἴδιόν γέ ἐστιν, εἴ γε δὴ καὶ τοῖς θυμωθεῖσι, καὶ τοῖς ἀγωνιῶσι, καὶ τοῖς αἰδεσθεῖσιν αὔξησις τῆς ἐμφύτου γίγνεται θερμότητος. ὁ μέν γε θυμὸς οὐδ’ ἁπλῶς αὔξησις, ἀλλ’ οἷον ζέσις κατὰ τὴν καρδίαν θερμοῦ· διὸ καὶ τὴν οὐσίαν αὐτοῦ τῶν φιλοσόφων οἱ δοκιμώτατοι τοιαύτην εἶναί φασι. συμβεβηκὸς γάρ τι καὶ οὐκ οὐσία τοῦ θυμοῦ ἐστιν ἡ τῆς ἀντιτιμωρήσεως ὄρεξις. αὐξάνεται δὲ καὶ τοῖς αἰδεσθεῖσιν ἡ ἔμφυτος θερμότης, εἴσω μὲν τὰ πρῶτα δραμόντος ἅπαντος τοῦ θερμοῦ, μετὰ ταῦτα δὲ ἀθροισθέντος ἐν τῷ βάθει, κᾄπειτα αὐξηθέντος, καὶ δι’ ἄθροισιν μὲν τὴν ἐνταῦθα, καὶ διὰ τὴν κίνησιν δὲ τὴν συνεχῆ. οὐ γὰρ ἡσυχάζει τὸ πνεῦμα τῶν αἰδουμένων, ἀλλ’ ἔνδοθέν τε καὶ περὶ αὑτὸ μετὰ τοῦ σύμπαντος αἵματος κυκᾶται πολυειδῶς,
139
ὥσπερ καὶ τὸ τῶν ἀγωνιώντων. εἰρήσεται δ’ ἐπὶ πλέον ὑπὲρ τῶν τοιούτων ἁπάντων παθῶν τῆς ψυχῆς ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ μὲν γὰρ διὰ τὸ κοινὸν ἕπεσθαι σύμπτωμα τούτοις τε τοῖς πάθεσι καὶ τοῖς γυμνασίοις ἠναγκάσθην αὐτῶν μνημονεῦσαι, δεικνὺς, ὡς ἁπάντων κοινὸν γυμνασίων ἐστὶν ἡ τῆς ἐμφύτου θερμότητος αὔξησις ἔνδοθέν τε καὶ ἐξ αὐτῆς, οὐ μὴν ὅτι γε μόνοις ὑπάρχει τοῦτο γυμνασίοις, ἀλλὰ καὶ τοῖς εἰρημένοις ἄρτι πάθεσιν. ἤδη δ’ ἐπὶ τὰ καθ’ ἕκαστα τῶν γυμνασίων ἴδια τὸν λόγον ἄγειν καιρὸς, ἐπισημῃνάμενόν γε πρότερον, ὡς καὶ κατὰ ταῦτα πλείους εἰσὶν αἱ διαφοραί. τὰ μὲν γὰρ ἄλλοτε ἄλλο τι μέρος, ἕτερον ἑτέρου μᾶλλον γυμνάζει, καὶ τὰ μὲν ἐλιννυόντων γίγνεται, τὰ δὲ ὀξύτατα κινουμένων, καὶ τὰ μὲν εὐτόνως, τὰ δὲ ἀτόνως, καὶ πρὸς τούτοις γ’ ἔτι τὰ μὲν σφοδρῶς, τὰ δὲ ἀμυδρῶς. εὔτονον μὲν γυμνάσιον ὀνομάζω τὸ βιαίως ἄνευ τάχους διαπονοῦν, σφοδρὸν δὲ τὸ βιαίως τε καὶ σὺν τάχει· βιαίως δὲ ἢ ῥωμαλέως
140
λέγειν οὐ διοίσει. τὸ μὲν οὖν σκάπτειν εὔτονόν τε καὶ ῥωμαλέον ἐστὶν, οὕτω δὲ καὶ τὸ τέτταρας ἵππους ἅμα κατέχειν ἡνίαις εὔτονον μὲν ἱκανῶς γυμνάσιον, οὐ μὴν ὠκύ γε. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἴ τις ἀράμενος ὁτιοῦν μέγιστον φορτίον ἢ μένοι κατὰ χώραν, ἢ προβαίνοι σμικρὰ, καὶ οἱ ἀνάντεις περίπατοι, τούτου τοῦ γένους εἰσίν. ἀναφέρεται γοῦν καὶ ἀναβαστάζεται κατ’ αὐτοὺς ὑπὸ τῶν πρώτων κινουμένων ὀργάνων ἅπαντα τὰ λοιπὰ μόρια τοῦ σώματος, ὥσπερ τι φορτίον. οὕτω δὲ καὶ ὅς τις ἀναῤῥιχᾶται διὰ σχοινίου, καθάπερ ἐν παλαίστρᾳ γυμνάζουσι τοὺς παῖδας, εἰς εὐτονίαν παρασκευάζοντες. ὡσαύτως δὲ καὶ ὅς τις ἢ σχοινίου λαβόμενος ἤ τινος ὑψηλοῦ ξύλου μέχρι πλείστου κατέχει κρεμάμενος ἐξ αὐτοῦ, ῥωμαλέον μέν τι καὶ ἰσχυρὸν γυμνάζεται γυμνάσιον, οὐ μὴν ὠκύ γε, καὶ ὅς τις προτείνας ἢ ἀνατείνας τὼ χεῖρε πὺξ ἔχων ἀτρεμίζει μέχρι πλείστου. εἰ δὲ καὶ παραστήσας τινὰ κελεύει καθέλκειν κάτω τὼ χεῖρε, μὴ ἐνδιδοὺς αὐτὸς, ἔτι δὴ μᾶλλον οὗτος εἰς εὐρωστίαν παρασκευάζει τούς τε μῦς καὶ τὰ νεῦρα·
141
τούτων γὰρ ἴδια τὰ τοιαῦτα μάλιστα ἅπαντα γυμνάσια· πολὺ δὲ δὴ μᾶλλον, εἴ τι βάρος ταῖς χερσὶν ἄκραις περιλαβὼν ἑκατέραις καταμόνας, οἷοί περ οἱ κατὰ παλαίστραν εἰσὶν ἁλτῆρες, ἀτρέμας ἔχει προτείνας ἢ ἀνατείνας αὐτάς. εἰ δὲ δὴ καὶ κελεύσειάς τινι καθέλκειν τε καὶ κάμπτειν βιαίως, αὑτὸν ἀκίνητόν τε καὶ ἄκαμπτον, οὐ ταῖς χερσὶ μόνον, ἀλλὰ καὶ τοῖς σκέλεσι καὶ τῇ ῥάχει διαφυλάττων, οὐ σμικρὸν γυμνάσεται γυμνάσιον εἰς εὐτονίαν ὀργάνων. οὕτω τοι λόγος ἔχει κᾀκεῖνον τὸν Μίλωνα γυμνάζειν ἑαυτὸν, ἐνίοτε μὲν ἀποσαλεῦσαί τε καὶ μετακινῆσαι τῆς ἕδρας ἐπιτρέποντα τῷ βουλομένῳ, (ἀλλὰ τοῦτο μὲν σκελῶν ἂν εἴη μάλιστα γυμνάσιον,) ἐνίοτε δὲ, εἰ τὰς χεῖρας γυμνάζειν βούλοιτο, τὴν πυγμὴν διαλύειν κελεύοντα· αὖθις δ’ ἂν, ὥς φασιν, ἐν ταῖς χερσὶν ἔχων ἢ ῥοιὰν, ἤ τι τοιοῦτον ἕτερον, ἀφαιρεῖσθαι τῷ βουλομένῳ παρεῖχε. ταυτὶ μὲν οὖν τὰ γυμνάσια μεγίστης ἰσχύος ἐπίδειξίν τε ἅμα καὶ ἄσκησιν ἔχει. τόνον δὲ μορίων γυμνάζει τε καὶ ῥώννυσι, κᾀπειδὰν, ἤτοι διαλαβὼν ἕτερόν τινα μέσον, ἢ διαληφθεὶς
142
αὐτὸς, ἐπηλλαγμένων πρὸς ἀλλήλας τῶν χειρῶν τε καὶ τῶν δακτύλων, ἤτοι τῷ κρατουμένῳ προστάξειε διαλύειν, ἢ αὐτὸς λύοι τοῦ κρατοῦντος· οὕτω δὲ κᾀπειδὰν, ἑτέρου προσνεύσαντος, ἐκ πλαγίων αὐτῷ προσελθὼν, ἐν κύκλῳ τοῖς λαγόσι περιβαλὼν τὰς χεῖρας, ὥσπερ τι φορτίον ἀράμενος ἀναφέροι τε ἅμα καὶ προφέροι τὸν ἀρθέντα, καὶ μᾶλλον εἰ ἐπινεύοι τε καὶ ἀνανεύοι βαστάζων· ᾧδε γὰρ ἂν ἀκριβῶς τις ἅπασαν τὴν ῥάχιν εἰς ῥώμην παρασκευάσειεν. οὕτω δὲ καὶ ὅσοι τὰ στέρνα πρὸς ἀλλήλοις ἀπερεισάμενοι βιαίως ὠθοῦσιν εἰς τοὐπίσω, καὶ ὅσοι τῶν αὐχένων ἐκκρεμάμενοι κατασπῶσιν, εἰς εὐτονίαν παρασκευάζουσιν. ἀλλὰ τὰ μὲν τοιαῦτα καὶ χωρὶς παλαίστρας ἢ βαθείας κόνεως δύναται γίγνεσθαι καθ’ ὁτιοῦν χωρίον ἐπίκροτον, ὀρθῶν καὶ ἑστώτων· ὅσα δὲ παλαίοντες εἰς ἀλλήλους δρῶσιν ἀσκοῦντες τὸν τόνον, ἤτοι κόνεως βαθείας, ἢ παλαίστρας δεῖται. ἔστι δὲ τὰ τοιαῦτα τοιάδε· περιπλέξαντες τοῖς ἑαυτῶν δυοῖν σκέλεσι τὸ ἕτερον σκέλος τοῦ προσπαλαίοντος, ἔπειθ’ ἅψαντες πρὸς ἀλλήλας τὼ χεῖρε,
143
τὴν μὲν ἐπὶ τὸν αὐχένα βιαίως ἐρείδειν, ἥ τις ἂν ᾖ κατ’ εὐθὺ τοῦ κατειλημμένου σκέλους, τὴν δ’ ἑτέραν ἐπὶ τὸν βραχίονα. δύναιτο δ’ ἂν καὶ περὶ τὴν κεφαλὴν ἄκραν τὸ ἅμμα περιθεὶς ἀνακλᾷν εἰς τοὐπίσω βιαζόμενος. τὰ τοιαῦτα γὰρ παλαίσματα πρὸς εὐτονίαν ἑκάτερον τῶν παλαιόντων ἀσκεῖ, καθάπερ γε καὶ ὅσα ζώσαντος τοῖς σκέλεσι θατέρου τὸ ἕτερον ἢ κατ’ ἀμφοῖν ἄμφω καθέντος γίνεται, καὶ γὰρ καὶ ταῦτ’ ἀμφότερα εἰς ῥώμην παρασκευάζει. μυρία δὲ τοιαῦτα ἕτερα κατὰ παλαίστραν ἐστὶν εὔτονα γυμνάσια, περὶ ὧν ἁπάντων τὴν ἐμπειρίαν τε ἅμα καὶ τριβὴν ὁ παιδοτρίβης ἔχει, ἕτερος δέ τις ὢν ὅδε τοῦ γυμναστοῦ, καθάπερ ὁ μάγειρος τοῦ ἰατροῦ. καί πως ἔοικεν αὖ καὶ τοῦθ’ ἡμῖν ἥκειν εἰς σκέμμα· περὶ οὗ λέλεκται μὲν ἤδη καὶ κατ’ ἐκεῖνο τὸ βιβλίον, ὃ Θρασύβουλον ἐπιγράφομεν, εἰρήσεται δὲ καὶ νῦν ὅσον αὔταρκες εἰς τὸν παρόντα, πρότερόν γε διελθόντων ἡμῶν τὰς διαφορὰς τῶν γυμνασίων. ὅσα μὲν οὖν εὔτονα, καὶ δὴ λέλεκται.

144

Μεταβαίνειν δὲ καιρὸς ἐπὶ τὰ ταχέα χωρὶς εὐτονίας καὶ βίας. δρόμοι δ’ εἰσὶ ταῦτα, καὶ σκιομαχίαι, καὶ ἀκροχειρισμοὶ, καὶ τὸ διὰ τοῦ κωρύκου τε καὶ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὅταν ἐκ διεστώτων τε καὶ διαθεόντων γίγνηται. τοιοῦτον δέ τι καὶ τὸ ἐκπλεθρίζειν, καὶ τὸ πιτυλίζειν. τὸ δὲ ἐκπλεθρίζειν ἐστὶν, ἐπειδάν τις ἐν πλέθρῳ πρόσω τε ἅμα καὶ ὀπίσω διαθέων ἐν μέρει πολλάκις ἐφ’ ἑκάτερα χωρὶς καμπῆς ἀφαιρῇ τοῦ μήκους ἑκάστοτε βραχὺ, καὶ τελευτῶν εἰς ἓν καταστῇ βῆμα· τὸ δὲ πιτυλίζειν, ἐπειδὰν ἐπ’ ἄκρων τῶν ποδῶν βεβηκὼς, ἀνατείνας τὼ χεῖρε, κινῇ τάχιστα, τὴν μὲν ὀπίσω φέρων, τὴν δὲ πρόσω. μάλιστα δὲ τοίχῳ προσιστάμενοι γυμνάζονται τοῦτο τὸ γυμνάσιον, ἵν’, εἰ καί ποτε σφάλλοιντο, προσαψάμενοι τοῦ τοίχου ῥᾳδίως ὀρθῶνται· καὶ οὕτω δὲ γυμναζομένων λανθάνει τε τὰ σφάλματα καὶ ἀσθενέστερον γίνεται τὸ γυμνάσιον. ὠκεῖαι δὲ κινήσεις εἰσὶν, οὐ μὴν βίαιοί γε, καὶ ὅσαι κατὰ παλαίστραν ἐπιτελοῦνται κυλινδουμένων ὀξέως

145
καθ’ ἑτέρων τε καὶ καταμόνας. ἐγχωρεῖ δὲ καὶ ὀρθοὺς ἐνειλουμένους τε ἅμα καὶ μεταβάλλοντας ἐν τάχει τὸν πέλας ὀξὺ γυμνάσασθαι γυμνάσιον. ἐγχωρεῖ δὲ καὶ διὰ τῶν σκελῶν μόνων ὀρθὸν ἐφ’ ἑνὸς χωρίου γυμνάσασθαι γυμνάσιον ὀξὺ, πολλάκις μὲν εἰς τοὐπίσω μόνον ἀφαλλόμενον, ἔστιν ὅτε δὲ καὶ εἰς τοὔμπροσθεν ἀναφέροντα τῶν σκελῶν ἑκάτερον ἐν μέρει. καὶ μὲν δὴ καὶ διὰ τῶν χειρῶν ἔνεστιν ὀξὺ γυμνάσιον ὁμοιόῤῥοπον γυμνάσασθαι χωρὶς τοῦ κατέχειν ἁλτῆρας, ἐπισπεύδοντα τὰς κινήσεις αὐτῶν εἰς πυκνότητά τε ἅμα καὶ τάχος, εἴτε πὺξ ἐθέλοι τις, εἴτε χωρὶς πυγμῆς ἀναχθήσειεν ἁπλῶς. τοιοῦτον μὲν δὴ καὶ τὸ ταχὺ γυμνάσιόν ἐστιν, ἐν οἷς εἴπομεν εἴδεσιν ἀφωρισμένον. ἐπὶ δὲ τὸ σφοδρὸν ἰέναι καιρός. ἔστι δ’, ὡς εἴρηται, τοῦτο σύνθετον ἐξ εὐτόνου τε καὶ ταχέος. ὅσα γὰρ εὔτονα τῶν γυμνασίων εἴρηται, τούτοις ἅπασιν ὡς σφοδροῖς ἄν τις χρῷτο, κινήσεις ταχείας προστιθείς. οὐχ ἥκιστα δὲ καὶ τὰ τοιαῦτα γυμνάσια σφοδρὰ, σκάψαι, καὶ δισκεῦσαι, καὶ κινῆσαι, καὶ πηδῆσαι συνεχῶς, ἄνευ τοῦ διαναπαύσασθαι.
146
οὕτω δὲ καὶ τὸ ἀκοντίζειν ὁτιοῦν τῶν βαρέων βελῶν συνείροντα τὴν ἐνέργειαν, ἢ βαρέσιν ὅπλοις ἐσκεπασμένον ἐνεργεῖν ὀξέως. ἀμέλει καὶ οἱ γυμναζόμενοι διά τινος τῶν τοιούτων ἀναπαύονται κατὰ βραχύ. καί σοι ἡ κατὰ τὸ συνεχές τε καὶ διαλεῖπον γυμνάσιον ἤδη πως γινωσκέσθω διαφορά. τὰ γὰρ εἰρημένα νῦν δὴ πάντα διαλείποντες μᾶλλον εἰς χρείαν ἄγουσι, καὶ μάλισθ’ ὅσα πόνοι τινές εἰσι καὶ ἔργα, μὴ μόνον γυμνάσια, καθάπερ τὸ ἐρέσσειν τε καὶ σκάπτειν. ὅσα δ’ ἀσθενέστερα τῶν γυμνασίων ἐστὶν, ἄνευ τοῦ διαναπαύεσθαι γίνεται μᾶλλον, ὥσπερ δολιχός τε καὶ αἱ ὁδοιπορίαι.

Ταῦτ’ οὖν ἅπαντα γυμνασίων ἐστὶν εἴδη, τάς τε νῦν εἰρημένας ἔχοντα διαφορὰς, καὶ πρὸς τούτοις ἔτι τὸ τὰ μὲν ὀσφῦν μᾶλλον, ἢ χεῖρας, ἢ σκέλη διαπονεῖν, τὰ δὲ τὴν ῥάχιν ὅλην, ἢ τὸν θώρακα μόνον, ἢ τὸν πνεύμονα μόνον. βάδισις μέν γε καὶ δρόμος ἴδια σκελῶν γυμνάσια, ἀκροχειρισμοὶ δὲ καὶ σκιομαχία ἴδια χειρῶν, ὀσφύος δὲ τὸ ἐπικύπτειν τε καὶ ἀνακύπτειν συνεχῶς,

147
ἢ αἴροντά τι βάρος ἀπὸ τῆς γῆς, ἢ ἐν ταῖν χειροῖν βαστάζοντά τι διαπαντός. ἔνιοι μὲν καταθέντες ἁλτῆρας ἐν τῷ πρόσθεν διεστῶτας ἀλλήλων ὀργυιὰν, εἶτ’ ἐν μέσῳ στάντες αὐτῶν, ἀναιροῦνται προκύπτοντες, τῇ μὲν δεξιᾷ χειρὶ τὸν ἐν τοῖς ἀριστεροῖς, τῇ δὲ ἀριστερᾷ τὸν ἐν τοῖς δεξιοῖς, καὶ αὖθις ἑκάτερον εἰς τὴν οἰκείαν κατατίθενται χώραν, καὶ τοῦτο δρῶσιν ἐφεξῆς πολλάκις ἀτρεμίζοντες τῇ βάσει. τὰ δὲ πλάγια μέρη τῆς ῥάχεως ἡ κίνησις ἥδε διαπονεῖ μᾶλλον, ὥσπερ ἡ προειρημένη τὰ κατ’ εὐθύ. θώρακος δὲ καὶ πνεύμονος αἱ μέγισται τῶν ἀναπνοῶν οἰκεῖα γυμνάσια, καθάπερ καὶ αἱ μέγισται φωναὶ, πρὸς τοῖς εἰρημένοις ἁπάντων τῶν φωνητικῶν ὀργάνων. εἴρηται δ’ ὁ κατάλογος αὐτῶν ἐν τοῖς περὶ φωνῆς ὑπομνήμασι. ἐπεὶ δ’ ἐνταῦθα τοῦ λόγου γεγόναμεν, οὐ χεῖρον ὑπὲρ ἁπάντων διελθεῖν τοῦ ζώου τῶν μορίων, ὅσα τε κινήσεις τινὰς ἐναργεῖς ἔχει καὶ ὅσα βραχείας τε καὶ ἀμαυρὰς, καὶ τίνα μὲν ἐξ ἑαυτῶν κινεῖται, τίνα δὲ ὑφ’ ἑτέρων· ἡ γὰρ τοιαύτη διαίρεσις οὐ σμικρὰν εὐπορίαν παρέξει τῷ γυμναστῇ πρὸς τὸ κινεῖν
148
ἅπαντα τοῦ ζώου τὰ μόρια, ποτὲ μὲν ἐξ ἑαυτῶν τε καὶ κατὰ τὰς οἰκείας δυνάμεις, ἔστιν ὅτε δ’ ὑφ’ ἑτέρων τε καὶ δι’ ἑτέρων. αἱ γὰρ κατὰ προαίρεσιν ἐνέργειαι πᾶσαι μυῶν τε καὶ νεύρων καὶ τενόντων ἴδιαι κινήσεις εἰσίν· εἰ δὲ καὶ σφοδρότεραι γίγνοιντο, τὰ μὲν εἰρημένα μόρια πρῶτά τε καὶ μάλιστα γυμνάζουσι, κατὰ δὲ τὸ συμβεβηκὸς καὶ τὰς ἀρτηρίας. ὀστᾶ δὲ καὶ φλέβες καὶ σάρκες καὶ σύνδεσμοι καὶ τὰ ἄλλα σύμπαντα τοῦ ζώου μόρια συγκινοῦνται τοῖς προειρημένοις. αἱ δ’ ἄλλαι κινήσεις ἐν τοῖς τῶν ζώων σώμασιν, ὅσαι μὴ κατὰ κοινὴν προαίρεσιν, ἀλλ’ ἤτοι φυσικαί τινες, ἢ κατὰ τὰ τῆς ψυχῆς γίγνονται πάθη, διτταὶ μέν εἰσι κατὰ γένος· αἱ μὲν ἕτεραι καρδίας καὶ ἀρτηριῶν, αἱ δὲ ἕτεραι φλεβῶν τε καὶ ἥπατος ἐνέργειαι, πρῶτον μὲν τούτων καὶ μάλιστα, δεύτερον δὲ τῶν ἄλλων ἁπάντων μορίων, ἐπειδὴ πάντα τέτταρσι φυσικαῖς διοικεῖται δυνάμεσιν. ἡ μὲν δὴ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας κίνησις οὐκ ἔστιν ὅτ’ ἐκλείπει τὸ πάμπαν, ἐπιτείνεται μέντοι καὶ ἀνίεται κατὰ μέγεθος καὶ σμικρότητα καὶ τάχος καὶ βραδυτῆτα
149
καὶ σφοδρότητα καὶ ἀμυδρότητα παρὰ πολλὰς αἰτίας, ἃς συμπάσας μὲν ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν πραγματείᾳ διῆλθον, ἀρκεῖ δ’ ἐν τῷ παρόντι τὰ κεφάλαια μόνον αὐτῶν εἰπεῖν τὰ πρῶτα. μία μὲν οὖν αἰτία τῆς μεταβολῆς τῶν σφυγμῶν ἐστιν αὔξησίς τε καὶ μείωσις τῆς ἐμφύτου θερμότητος, ἑτέρα δὲ ἡ κατὰ τὴν ποσότητα τοῦ ψυχικοῦ πνεύματος ἀλλοίωσις, τρίτη δὲ ἡ κατὰ τὴν τῆς δυνάμεως εὐρωστίαν τε καὶ ἀῤῥωστίαν, τετάρτη δὲ ἡ κατὰ τὰ τῶν ὀργάνων πάθη. ἀλλὰ περὶ μὲν ταύτης οὐ νῦν διδάσκειν καιρός· ἤδη γὰρ νοσεῖν ἀνάγκη τὸ ζῶον ἐν τοῖς τοιούτοις πάθεσιν· αἱ δὲ ἄλλαι πᾶσαι τῶν σφυγμῶν ἀλλοιώσεις καὶ ἐν τοῖς ὑγιαίνουσι γίγνονται. παρὰ μὲν τὴν αὔξησίν τε καὶ μείωσιν τῆς ἐμφύτου θερμότητος ἥ τε παρὰ τὰς ὥρας καὶ τροφὰς καὶ πόματα καὶ λουτρὰ καὶ τρίψεις καὶ ὕπνους καὶ ἐγρηγόρσεις, ἔτι τε τὰ ψυχικὰ πάθη καὶ τὰς κατὰ προαίρεσιν ἐνεργείας· ἡ δὲ παρὰ τὴν τοῦ ψυχικοῦ πνεύματος ἀλλοίωσιν ἐν ταῖς τῶν καθ’ ὁρμὴν κινήσεων διαφοραῖς ἡ δὲ παρὰ τὴν τῆς δυνάμεως εὐρωστίαν τε καὶ
150
ἀῤῥωστίαν ἐν ταῖς εὐκρασίαις τε καὶ δυσκρασίαις αὐτοῦ τοῦ σώματος τῆς τε καρδίας καὶ τῶν ἀρτηριῶν. αἱ δὲ τῶν φλεβῶν ἐνέργειαι σὺν καὶ τοῖς ἄλλοις ἅπασιν ὀργάνοις, ὅσα περὶ τὴν τῆς τροφῆς οἰκονομίαν ὑπὸ τῆς φύσεως ἐγένετο, κατὰ τὰς ἐδωδάς τε καὶ πόσεις, ἀναδόσεις τε καὶ πέψεις καὶ θρέψεις ἀλλοιοῦνται· μέρος δέ τι ταύταις ἐστὶν κᾀν ταῖς ἀρτηρίαις. ὅσαι δὲ τῶν κινήσεων οὐκ εἰσὶν ἐνέργειαι, τριττὴ τούτων ἡ διαφορά· τινὲς μὲν γὰρ ἐξ ἑαυτῶν τοῖς ζώοις ἐγγίνονται, τινὲς δὲ ἔξωθεν προσέρχονται, τινὲς δὲ ὑπὸ φαρμάκων καταναγκάζονται. ἐξ ἑαυτῶν μὲν, ἃς ἔμπροσθεν εἶπον· ἔξωθεν δὲ κατὰ τοὺς πλοῦς, καὶ τὰς ἱππασίας, καὶ τὰς αἰωρήσεις, ὅσαι τ’ ἐκ τῶν ὀχημάτων γίγνονται, καὶ ὅσαι διὰ σκιμπόδων ἐκκρεμαμένων, ἢ λίκνων σειομένων, ἢ ἐν ταῖς τροφῶν ἀγκάλαις τοῖς βρέφεσιν. ἐκ δὲ τῶν ἔξωθεν κινήσεων εἴη ἂν καὶ ἡ ἀνάτριψις, εἴθ’ οὕτως τις αὐτὴν ὀνομάζειν ὁμοίως τοῖς παλαιοῖς, εἴτε καὶ χωρὶς τῆς ἀνά προθέσεως ὡσαύτως τοῖς νεωτέροις βούλοιτο· διαφέρει γὰρ οὐδὲν εἰς τὰ παρόντα.
151
ἔνιαι μέντοι κινήσεις εἰσὶ μικταὶ, καθάπερ καὶ αἱ ἱππασίαι. οὐ γὰρ, ὥσπερ ἐν τοῖς ὀχήμασι, καὶ μάλιστα ἐν οἷς κατακλίναντες ἀτρεμίζομεν, οὕτω κᾀν τοῖς τῶν ἵππων ὀχήμασι συμπίπτει σείεσθαι μόνον ὑπὸ τοῦ φέροντος, ἐνεργοῦντα μηδὲν, ἀλλὰ τὴν ῥάχιν ὄρθιον ἀπευθύνειν χρὴ, καὶ τοῖς μηροῖς ἀμφοτέροις ἀκριβῶς ἔχεσθαι τῶν πλευρῶν τοῦ ἵππου, καὶ τετάσθαι τὰ σκέλη, καὶ προορᾶσθαι τὰ πρόσθεν· ἐν τούτῳ γὰρ καὶ ἡ ὄψις γυμνάζεται, καὶ ὁ τράχηλος πονεῖ. μάλιστα δ’ ἐν τῷ τοιούτῳ γυμνασίῳ σείεται τὰ σπλάγχνα· σείεται μὴν οὐδὲν ἧττον τὰ σπλάγχνα καὶ τοῖς ἁλλομένοις, ἐν μέντοι ταῖς ἐπὶ τῶν ὀχημάτων αἰωρήσεσιν ἧττον. ὥστε, εἴ τις ἐθέλοι τὰ κάτω φρενῶν σπλάγχνα κινῆσαι βιαιότερον, ἐπί τε τοὺς εἰρημένους ἡκέτω πόνους καὶ πρὸς τούτοις ὅσα διὰ τῆς τῶν ἁμμάτων περιθέσεως τρίβουσι. χρὴ δ’ ὄπισθεν εἶναι τὸν τρίβοντα, περιφέροντα τὼ χεῖρε ποτὲ μὲν ἐπ’ ἀριστερὰ, ποτὲ δ’ ἐπὶ δεξιὰ, συνεπικλινόμενα πρὸς ταῦτα καὶ τριβόμενα. συγκινοῦσι μέν πως τὰ κάτω τῶν φρενῶν σπλάγχνα
152
καὶ αἱ μέγισται τῶν ἀναπνοῶν τε καὶ φωνῶν, ὥσπερ γε καὶ αἱ ἐκφυσήσεις αἵ τε καταμόνας γιγνόμεναι καὶ αἱ μετὰ καταλήψεως ἐν αὐλήσεσί τε καὶ φωναῖς, καὶ αὐτὴ δ’ ἡ κατάληψις τοῦ πνεύματος γυμνάσιόν ἐστιν οὐχ ἧττον τῶν κατ’ ἐπιγάστριον ἢ τῶν κατὰ θώρακα μυῶν. ἀλλὰ περὶ μὲν ταύτης αὖθις εἰρήσεται· πρὸς γὰρ ταῖς εἰρημέναις ἄρτι καὶ ἄλλην οὐ σμικρὰν χρείαν ἔχει, ἧς ἕνεκεν ἐπὶ τελευτῇ τῶν γυμνασίων αὐτὴν παραλαμβάνομεν. ἐπὶ δὲ τὸ προκείμενον ἐπανιτέον, ὡς πολλαὶ τῶν ἐγγινομένων κινήσεων τοῖς τοῦ ζώου μορίοις οὔτ’ ἐνέργειαι τῶν μορίων αὐτῶν εἰσιν, οὔτ’ ἐνεργείαις ἀκολουθοῦσιν, ἀλλ’ ὑφ’ ἑτέρων τε καὶ δι’ ἑτέρων ἀποτελοῦνται, ὡς ἐπὶ τῶν ὀχουμένων γίγνονται, καὶ πλεόντων, καὶ τριβομένων, καὶ καθαιρομένων ὑπὸ φαρμάκων ἐμετηρίων τε καὶ ὑπηλάτων. ἀλλ’ ἡ τοιαύτη κίνησις οὐκ ἔστι τῆς ὑγιεινῆς πραγματείας, αἱ δ’ ἄλλαι πᾶσαι, καὶ μάλιστα ἡ διὰ τρίψεως ἀναγκαιοτάτη γινώσκεσθαι τοῖς ὑγιεινοῖς. τῆς γὰρ τούτων τέχνης ἐστὶν
153
ἁπασῶν τῶν κινήσεων ἐπίστασθαι τὰς δυνάμεις, ὥσπερ, οἶμαι, τῶν τεχνικῶν αὐτῶν ἁπάσας τὰς κατὰ μέρος· ἐκεῖνοι μὲν γὰρ τῆς κατὰ τὴν ὕλην ποικιλίας, ὁ γυμναστὴς δὲ τῆς δυνάμεως αὐτῶν ἔχει τὴν γνῶσιν. εἰ γοῦν τίς με κελεύσειεν ὁπλομαχικὰς κινήσεις ἢ ἕτερον διδάσκειν, ἢ αὐτὸν εὐρύθμως κινεῖσθαι, οὐκ ἂν δυναίμην καλῶς ἐνεργῆσαι μίαν ἐξ αὐτῶν τὴν ἐπιτυχοῦσαν· εἰ μέντοι παρείην τινὶ τῶν ὁπλομαχικῶν ἐνεργοῦντι, καὶ τίνα δύναμιν ἑκάστη τῶν ἐνεργειῶν ἔχει, καὶ τί μάλιστα μόριον ἐκπονεῖ, πάντων ἄν ἐκείνων ἀκριβέστερον εἰδείην. μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ μὲν ὁπλομαχικὸς οὐδὲν ἂν εἴποι τῆς δυνάμεως αὐτῶν, ὁ δὲ τὴν περὶ τὰ γυμνάσια τέχνην ἐπιστάμενος ἀκριβῶς ἁπάσας διαγνώσεται, πρὸς ὡρισμένους σκοποὺς ἀναφέρων. ἢ γὰρ βίαιοί τινές εἰσι, καὶ βαρεῖαι, καὶ εὔτονοι, ἢ κοῦφαι, καὶ ταχεῖαι, καὶ σύντονοι, ἢ βίαιοί τε ἅμα καὶ ὀξεῖαι. ταῦτα οὖν γνωρίσεις ῥᾳδίως ἐν αὐτῷ τῷ θεάσασθαι γινόμενα, καὶ πρὸς τούτοις ἔτι, τίνες μὲν ἐνέργειαι σκέλη μᾶλλον, ἢ χεῖρας, ἢ θώρακα,
154
τίνες δ’ ὀσφῦν, ἢ κεφαλὴν, ἢ ῥάχιν, ἢ γαστέρα, τίνες δ’ ὁτιοῦν ἄλλο μέρος ὑπὲρ τἄλλα διαπονοῦσιν. ὁ μὲν γὰρ ὁπλομαχικὸς εὐρύθμως μὲν ἐνεργήσει κινήσεις ταχείας, εἰ οὕτως ἔτυχεν, εὐτόνους τε ἅμα καὶ βαρείας, οὐ μὴν ὅτι γε πυκνοῦσιν καὶ ἰσχναίνουσιν αἱ τοιαῦται κινήσεις οἶδεν, ὥσπερ οὐδ’ ὅτι σαρκοῦσί τε καὶ ἀραιοῦσιν αἱ βραδύτεραι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐνεργήσει μέν ποτε κινήσεις εὐτόνους τε ἅμα καὶ βραδείας καὶ βαρείας, οὐ μὴν ὅτι γε ῥώμην αὗται καὶ βάρος σώματος κατασκευάζουσιν οἶδεν. οὕτω δὲ καὶ ὁ ἡνίοχος ἐνεργήσει μὲν ἁπάσας τὰς κατὰ μέρος ἐνεργείας εὐρυθμότατά τε ἅμα καὶ τῇ χρείᾳ συμφορώτατα, ποῖαι δ’ αὐτῶν ἤτοι λεπτύνουσιν, ἢ σαρκοῦσιν, ἢ ῥώμην ἢ συντονίαν ἀποτελοῦσιν, ἢ μαλακὸν, ἢ σκληρὸν, ἢ πυκνὸν, ἢ ἀραιὸν ἐργάζονται τὸ σῶμα, παντάπασιν ἀγνοεῖ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὁ σφαιριστικὸς ἁπάσας μὲν ἐπίσταται τὰς τῆς σφαίρας βολάς τε καὶ λήψεις, οὐ μὴν ἥντινά γε διάθεσιν ἑκάστη τῷ σώματι περιποιεῖ. οὕτω καὶ ὁ παιδοτρίβης ἁπασῶν μὲν τῶν κατὰ παλαίστραν ἐνεργειῶν ἐπιστήμων ἐστὶν, ὅ τι
155
δὲ ἑκάστη πέφυκε δρᾷν, ἀγνοεῖ. καὶ συλλήβδην εἰπεῖν ἅπαντες ἄνθρωποι τεχνῖταί τε καὶ ἄτεχνοι, διὰ τῶν σωμάτων ἐνεργοῦντες, ἀγνοοῦσι τῶν ἐνεργειῶν τὰς δυνάμεις, ὀρχησταὶ, ναυτίλοι, τέκτονες, ἁλιεῖς, γεωργοὶ, χαλκεῖς, οἰκοδόμοι, σκυτοτόμοι, πάντες ἁπλῶς οἵ τι πράττοντες. ἀλλ’ ὁ γυμναστικὸς, ἀφ’ ὧν εἶπον ὀλίγον ἔμπροσθεν ὁρμώμενος, εἰ καὶ νῶν πρῶτον εἴη θεώμενος ἡντιναοῦν ἐνέργειαν, οὐκ ἀγνοήσει τὴν δύναμιν αὐτῆς. οἷον αὐτίκα τῶν ὀρχηστῶν αἱ σύντονοι κινήσεις, ἐν αἷς ἅλλονται μέγιστα, καὶ περιδινοῦνται στρεφόμενοι τάχιστα, καὶ ὀκλάσαντες ἐξανίστανται, καὶ προσσύρουσι, καὶ διασχίζουσιν ἐπὶ πλεῖστον τὰ σκέλη, καὶ ἁπλῶς εἰπεῖν ἐν αἷς ὀξύτατα κινοῦνται, λεπτὸν καὶ μυῶδες καὶ σκληρὸν καὶ πυκνὸν ἔτι τε σύντονον ἀποτελοῦσι τὸ σῶμα. κατὰ δὲ τὰς ἐκλύτους τε καὶ βραδείας καὶ μαλακὰς κινήσεις οὐ μόνον οὐκ ἂν γένοιτο τὸ σῶμα τοιοῦτον, οἷον εἴρηται νῦν, ἀλλ’ εἰ καὶ φύσει μυῶδές τε καὶ σύντονον ὑπάρχει, τὴν ἐναντίαν ἀμείψει διάθεσιν. ὅπερ οὖν ὀλίγον ἔμπροσθεν ἔλεγον, ὡς ὁ παιδοτρίβης
156
ὑπηρέτης ἐστὶ τοῦ γυμναστοῦ τοιοῦτος, οἷός περ ὁ μάγειρος ἰατροῦ, τοῦτο καὶ νῦν ἐπιδέδεικται. σκευάζει γὰρ ὁ μάγειρος ἢ τεῦτλον ἢ φακῆν ἢ πτισάνην ἄλλοτε ἀλλοίως, οὔτε τὸ σκευαζόμενον ὁποῖόν τι τὴν δύναμίν ἐστιν ἐπιστάμενος, οὔθ’ ἥτις τῶν σκευασιῶν βελτίστη· ὁ δ’ ἰατρὸς οὐδὲν μὲν τούτων ὁμοίως τῷ μαγείρῳ παρασκευάσαι δυνατός ἐστιν, παντὸς δὲ τοῦ παρασκευασθέντος ἐπίσταται τὴν δύναμιν.

Ὁ τοίνυν γυμναστὴς τοῦ προκειμένου ἐν τῷ λόγῳ μειρακίου, τοῦ τὴν ἀρίστην ἔχοντος κατασκευὴν, ἐπίσταται μὲν ἁπάντων γυμνασίων τὰς δυνάμεις, ἐκλέγεται δὲ καθ’ ἕκαστον εἶδος τὰ σύμμετρά τε καὶ μέσα τῶν ἀμετριῶν ἑκατέρων. οὔτε γὰρ ὀξέος οὔτε βραδέος ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος, ἀλλὰ τοῦ μέσου τε καὶ συμμέτρου δεῖται γυμνασίου· κατὰ δὲ τὸν αὐτὸν λόγον οὔτε βιαίου καὶ σφοδροῦ, οὔτ’ ἐκλύτου καὶ ἀμυδροῦ, ἀλλὰ κᾀντεῦθεν τὸ σύμμετρον ἄριστον. οὐ γὰρ ὑπαλλάττειν προσήκει τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος, ἀλλὰ φυλάττειν. εἴτ’ οὖν ἐν

157
ὅπλοις ἐθέλοι γυμνάζεσθαι τὸ τοιοῦτον μειράκιον, ὁ γυμναστὴς αὐτοῦ τὸν ἐμπειρότατον τῆς ὕλης τῶν ὁπλομαχικῶν ἐνεργειῶν παραλαβὼν, ἁπάσας αὐτῷ δειχθῆναι κελεύσει, κᾄπειτ’ αὐτὸς ἐκλέξεται, καὶ διακρινεῖ, καὶ προστάξει, κατὰ ποίας μὲν αὐτῶν ἐπὶ πλέον χρὴ γυμνάζεσθαι, κατὰ ποίας δ’ ὀλιγάκις, ἢ συμμέτρως, ἢ οὐδ’ ὅλως, ἢ διαπαντός. οὐ γὰρ δύναται λαθεῖν αὐτὸν, οὔθ’ ὅ τι μόριον ἑκάστη διαπονεῖ μᾶλλον, οὔθ’ ἥτις αὐτῆς ἐστιν ἡ ποιότης τε καὶ ἡ δύναμις. εἴτε διὰ σφαίρας ἐπιθυμήσειε γυμνάζεσθαι, κᾀνταῦθα πάλιν ἐξευρήσει τό τε εἶδος τῶν ἐνεργειῶν καὶ τὴν ποιότητα καὶ τὸ μέτρον, ὑπηρέτην λαβὼν τὸν σφαιριστικὸν ὑπὲρ τοῦ τὴν ὕλην ἅπασαν θεάσασθαι τῶν ἐνεργειῶν. αὐτῆς μὲν γὰρ τῆς κατὰ μέρος ὕλης ἑκάστης τῶν τεχνῶν ἄπειρός ἐστιν ὁ γυμναστὴς, ᾗ γυμναστής ἐστιν· εἰ δὲ ἅπαξ αὐτὴν θεάσαιτο, τήν τε ποιότητα καὶ τὴν δύναμιν αὐτίκα γνωρίζει. μυρίους γοῦν ἡμεῖς ἀσθενέστερά τινα μέρη τοῦ σώματος ἔχοντας, ὡς συνεχέστατα τοῖς
158
κατὰ ταῦτα νοσήμασιν ἁλίσκεσθαι, διὰ μόνης γυμναστικῆς ἀνεῤῥώσαμεν, οὐκ ἀπαγαγόντες ἀπὸ τῶν οἰκείων γυμνασίων, ἀλλ’ εἴτ’ ὀρχηστικὸς ἦν ὁ ἄνθρωπος, εἴθ’ ὁπλομαχικὸς, εἴτε παγκρατιαστικὸς, εἴτε παλαιστρικὸς, εἴθ’ ὁτιοῦν ἄλλο, τὰς ἐν ἐκείνῃ τῇ τέχνῃ κινήσεις ἁπάσας αὐτὸν ἐπιτάξαντες ἡμῶν παρόντων κινηθῆναι, κᾀξ αὐτῶν ἐκλεξάμενοι τὰς ἐπιτηδειοτάτας ἅμα καιρῷ τε καὶ μέτρῳ. περὶ μὲν δὴ τῶν τοιούτων ἐπανορθώσεων ἐπὶ προήκοντι τῷ λόγῳ διαλέξομαι κατ’ ἐκεῖνο τὸ μέρος τῆς πραγματείας, ἐν ᾧ περὶ τῶν μοχθηρῶν κατασκευῶν τοῦ σώματος διέξειμι. νυνὶ δὲ τὸ μὲν ἄριστον σῶμα πρόκειται φυλάττειν ἄριστον, ἐξ ἁπάντων δ’ ἐκλεκτέον αὐτῷ τὸ σύμμετρον, ἐκ τρίψεων, ἐκ γυμνασίων, ἐκ λουτρῶν, ἐκ τροφῶν, ἐξ ὕπνων, μήτε μαλακωτέραν αὐτοῦ τὴν ἕξιν τοῦ σώματος ἐργαζομένους, μήτε σκληροτέραν, (ἡ μὲν γὰρ εὐκίνητος ὑπὸ τῶν ἔξωθεν αἰτίων, ἡ δὲ τὴν αὔξησιν κωλύει,) μήτε πυκνοτέραν, ὡς ἴσχεσθαί τι τῶν κατὰ σάρκα περιττωμάτων, μήτε ἀραιοτέραν, ὡς ἀποῤῥεῖν τι καὶ τοῦ χρηστοῦ. κατὰ δὲ τὸν αὐτὸν
159
τρόπον οὐδ’ ἰσχνότερον ἑαυτοῦ ποιητέον οὐδὲ παχύτερον, εἴπερ ἄριστα διέκειτο, γινώσκοντας, ὡς τὸ μὲν ἰσχνότερον εὐεπηρέαστον ὑπὸ τῶν ἔξωθεν αἰτίων, τὸ δὲ παχύτερον ὑπὸ τῶν ἔνδοθεν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμωμένων. ἢ τί δεῖ λέγειν, ὡς οὐδὲ θερμότερον αὐτὸ, ἢ ψυχρότερον, ἢ ξηρότερον, ἢ ὑγρότερον ἀποφαντέον, εἴπερ ἀμέμπτως ἐκέκρατο; εἷς οὖν ἐπὶ τοῦ τοιούτου σώματος ὁ σκοπὸς ἐν ἁπάσαις ταῖς ὑγιειναῖς ὕλαις τὸ σύμμετρόν τε καὶ μέτριον, ὅπερ ἀκριβῶς ἐστι μέσον ἑκατέρων τῶν ἀμετριῶν. ὡς δ’ ἄν τις μάλιστα τοῦ σκοποῦ τυγχάνοι, λέλεκται μὲν ἤδη καὶ πρόσθεν, ἀλλ’ οὐδὲν χεῖρον ὑπὲρ τῶν ἀναγκαιοτάτων ἀναμιμνήσκειν πολλάκις. ἡ μὲν γὰρ πρώτη τῶν ἡμερῶν πλατὺν ἔχει τὸν στοχασμὸν, ἡ δὲ δευτέρα, καὶ ἡ τρίτη, καὶ ἡ τετάρτη, καὶ τῶν λοιπῶν ἑκάστη κατὰ τὸ ἑξῆς ἀκριβέστερον. ἐν γὰρ τῇ πρώτῃ διὰ τῶν εἰρημένων σκοπῶν ἅπαντά σοι πραττέσθω. ἀποδυέσθω μὲν ἐπὶ πεπεμμένοις ἀκριβῶς τοῖς οὔροις, ὡς ὁ Αἰγίμιος ἐκέλευσεν.
160
ἐφεξῆς δὲ τῆς μὲν ἀνατρίψεως ὁ σκοπὸς, ὡς μαλαχθῆναι τὰ μόρια· δηλώσει δὲ τό τε ἐπιτρέχον ἄνθος αὐτοῖς, καὶ τὸ ῥᾳδίως ἐπαλλάττειν τὰ κῶλα, καὶ τὸ πρὸς τὰς κινήσεις ἁπάσας ἑτοίμως ἔχειν. μετὰ ταῦτα δὲ ἤδη γυμναζέσθω, μέχρις ἂν εἰς ὄγκον αἴρηται τὸ σῶμα, καὶ εὐανθὲς ὑπάρχῃ, καὶ αἱ κινήσεις ἕτοιμοί τε καὶ ὁμαλαὶ καὶ εὔρυθμοι γίγνωνται. ἐν τούτῳ δὲ καὶ ἱδρῶτα θεάσῃ θερμῷ ἀτμῷ συμμιγῆ. παύσασθαι δὲ τηνικαῦτα πρῶτον, ἐπειδὰν ἕν τι τῶν εἰρημένων ἀλλοιωθῇ. καὶ γὰρ εἰ φανείη σοι συστελλόμενος ὁ τοῦ σώματος ὄγκος, αὐτίκα παύειν τὸ μειράκιον· εἰ γὰρ ἐπὶ πλέον γυμνάζοις, ἐκκενώσεις τι καὶ τῶν χρηστῶν, ὥστ’ ἰσχνότερον ἀποδείξεις τὸ σῶμα, καὶ ξηρότερον, καὶ ἀναυξέστερον. ὡσαύτως δὲ καὶ εἰ τὸ τῆς χρόας εὐανθὲς μαραίνοιτο, παύεσθαι· καὶ γὰρ καταψύξεις τὸ σῶμα καὶ διαφορήσεις ἐπὶ πλέον, εἰ γυμνάζοις ἔτι. καὶ μὲν δὴ καὶ τὸ κινήσεων ἕτοιμον ἢ εὔρυθμον ἢ ὁμαλὲς ἐπειδὰν ἐνδιδόναι προφαίνηται, καὶ ὀκλάζειν κατά τι, παύειν
161
αὐτίκα, καὶ εἰ περὶ τὸν ἱδρῶτα γίγνοιτό τις ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὴν ποιότητα μεταβολή. πλέονα γὰρ ἀεὶ καὶ μᾶλλον αὐτὸν γίγνεσθαι χρὴ καὶ θερμότερον, εἰς ὅσον ἂν αἱ κινήσεις ἀνάγωνται πρὸς τὸ σφοδρότερον. ὅταν οὖν ἢ ἐλάττων ἢ ψυχρότερος γίγνηται, διαφορεῖται ἤδη τὸ σῶμα καὶ ψύχεται καὶ ξηραίνεται περαιτέρω τοῦ προσήκοντος. ἀκριβῶς οὖν προσέχειν τὸν νοῦν τῷ γυμναζομένῳ σώματι, καὶ διαπαύειν εὐθέως, ἐπειδὰν προφαίνηταί τι τῶν εἰρημένων σημείων, οὐ μὴν αὐτίκα γε ἀπολύειν λουσόμενον, ἀλλὰ τῆς μὲν ἀκμῆς τῶν γυμνασίων ἐπισχεῖν, καὶ στῆναι κελεῦσαι, καὶ εἰ βουληθείης κατοχῇ πνεύματος πληρῶσαι τὸν λαγόνα, περιχέοντα τοὔλαιον ἀποθεραπεύειν τοὐντεῦθεν. οἷον δέ τι πρᾶγμά ἐστιν ἡ ἀποθεραπεία, καὶ τίνες ἐν αὐτῇ σκοποὶ, καὶ τί τὸ μέτρον, ἐξ ὧν τε συμπληροῦνται κινήσεών τε καὶ τρίψεων, ἐν τῷ μετὰ ταῦτα λόγῳ δηλωθήσεται. νυνὶ μὲν γάρ μοι δοκῶ καταπαύειν ἤδη τὸν ἐνεστῶτα, αὔταρκες ἔχοντα μέτρον, ἐκεῖνο μόνον ἔτι προσθεὶς, ὡς καὶ τὸ λουτρὸν, τὸ ἀκριβῶς εὔκρατον, ἐπὶ
162
τῆς προκειμένης ἡλικίας τε καὶ φύσεως ἐκλέγεσθαι προσήκει. πρόκειται δ’, εἴ τι μεμνήμεθα, τρίτη τις ἑβδομὰς ἐτῶν ἀπὸ τῆς γενετῆς, τουτέστιν ἡ μετὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος ἡλικία μέχρι τοῦ πρώτου καὶ εἰκοστοῦ, καθ’ ἣν οὐδέπω κελεύω ψυχρολουτεῖν τὸ μειράκιον, ἵν’ ἐπὶ πλεῖστον αὔξοιτο. τελειωθέντος δὲ κατὰ μέγεθος, ἐπισκεψόμεθά τι καὶ περὶ τῆς ψυχρολουσίας. ὡσαύτως δὲ καὶ περὶ τῶν ἐν κόνει γυμνασίων ἀκριβέστερον ἐπισκεψόμεθα κατὰ τὸν ἑξῆς λόγον. ἐν δέ γε τῷ παρόντι τοῦτο εἰπεῖν ἀρκέσει, τὸ μηδὲ κόνεως χρῄζειν τὸ μειράκιον, εἰ τὸν οἶκον, ἐν ᾧ γυμνάζεται, καθ’ ὃν ἐν ἀρχῇ τρόπον ἐκέλευσα παρεσκευασμένον ἔχοι. εἰ δέ γε θερμότερος εἴη, καὶ κόνει χρηστέον. εἰ μὲν δὴ κονίσεται, πάντως λουστέον· εἰ δὲ μὴ κονίσαιτο, δυνατόν καὶ μὴ λούσασθαι, καὶ μάλιστα χειμῶνος. ἐφεξῆς δέ καὶ ὅσα περὶ τροφὴν, ἢ ποτὸν, ἢ ὕπνον, ἢ περίπατον ἐστοχάσθαι χρὴ τὸν ἐπιστάτην τοῦ μειρακίου, καὶ λεχθήσεται μὲν ἐν τοῖς ἑξῆς· ἀδύνατον δ’ ἀκριβῶς ἐπιτυχεῖν αὐτῶν ἐν τῇ
163
πρώτῃ τῶν ἡμερῶν, ἀλλὰ κατὰ τὴν δευτέραν, ἐπὶ πόσοις γυμνασίοις ὅπως διῃτήθη γινώσκων, εἰ μὲν ἀκριβῶς φαίνοιτο διαφυλάττων τὴν ἑαυτοῦ φύσιν, ἐν τοῖς αὐτοῖς μέτροις διαιτήσει τε καὶ διαγυμνάσει, μὴ φυλάττοντα δὲ, καθότι ἂν ἐξίστηται τῶν ἀρχαίων, ἐπανάγειν πειράσεται μεταβάλλων τὰ μέτρα. καὶ τοῦτο οὐ παύσεται ποιῶν, ἄχρι περ ἂν ἐφ’ ἑκάστῳ τῶν πραττομένων ἀκριβὲς ὁρίσῃ τὸ μέτρον. ὁπόσαι δ’ εἰσὶ καὶ τίνες αἱ εἰς τὸ παρὰ φύσιν ἐκτροπαὶ, καὶ πῶς ἑκάστην χρὴ διαγινώσκειν τε καὶ θεραπεύειν, ὁ ἐφεξῆς λόγος ἐξηγήσεται.

164

Τῶν γραψάντων ὑγιεινὰς πραγματείας ἰατρῶν τε καὶ γυμναστῶν ἔνιοι μὲν ἅπασιν ἀνθρώποις κοινάς τινας ὑποθήκας ἐποιήσαντο, μηδὲν νοήσαντες ὅλως ὑπὲρ τῆς κατ᾿ εἶδος ἐν τοῖς σώμασιν ἡμῶν διαφορᾶς· ἔνιοι δ᾿, ὅτι μὲν οὐ μικρῷ τινι διαφέρομεν ἀλλήλων, ἐδήλωσαν, ὡς δ᾿ ἀδύνατον ἁπάσας ἐπελθεῖν τὰς διαφορὰς ἑκόντες παρέλιπον· ὀλίγοι δέ τινες εἴδεσί τε καὶ γένεσιν ἐπιχειρήσαντες ἀφορίσασθαι, πλέονα διήμαρτον ὧν κατώρθωσαν. ἡμεῖς δὲ κατὰ τὸ πρῶτον εὐθέως βιβλίον ἐδηλώσαμεν,

165
ὁπόσα τὰ πάντα ἐστὶν εἴδη τῶν ἀνθρωπίνων σωμάτων, ἐπηγγειλάμεθά τε καθ᾿ ἕκαστον ἰδίᾳ γράφειν ὑποθήκας ὑγιεινάς. ἠρξάμεθα δ᾿ ἀπὸ τοῦ τὴν κατασκευὴν ἄμεμπτον ἔχοντος. ἐπεὶ δὲ καὶ ὁ τοιοῦτος ἄνθρωπος ἐν περιστάσεσι πραγμάτων ἐνίοτε γινόμενος ἢ ἑκὼν ἢ ἄκων ἐμποδίζεται κατὰ τὰ προστάγματα τῆς ὑγιεινῆς τέχνης διαιτᾶσθαι, κάλλων ἔδοξεν ὑποθέσθαι πρῶτον αὐτὸν ἐλεύθερον ἀκριβῶς, αὐτῇ μόνον τῇ τοῦ σώματος ὑγείᾳ σχολάζοντα. ὅπως μὲν οὖν ἀνατρέφεσθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ὁ πρῶτος λόγος ἔδειξε, μέχρι τῆς τεσσαρεσκαιδεκαέτιδος ἡλικίας ἐκτείνας αὐτοῦ τὴν ἐπιμέλειαν· ὅπως δ᾿ ἀνδροῦσθαι, διὰ τοῦ δευτέρου γράμματος ἐδηλώσαμεν, ἐμηκύνθη δ᾿ ὁ λόγος εἰς κοινὰ κεφάλαια τῆς ὑγιεινῆς πραγματείας ἀφικόμενος, ὧν χωρὶς οὐχ οἷόν τ᾿ ἦν οὐδὲ περὶ τῆς ὑποκειμένης ἡλικίας τε καὶ φύσεως ἀκριβῶς διελθεῖν. ἁπάσας γὰρ ἐξηριθμησάμεθα τάς τε τῶν τρίψεων καὶ τῶν γυμνασίων διαφορὰς, οὐ μὰ Δία τὰς κατὰ μέρος, ὅτι μὴ πάρεργον ἕνεκα παραδείγματος εἰς χρείαν ἐλθούσας, ἀλλὰ
166
τὰς ἐν εἴδεσί τε καὶ γένεσιν ἀφωρισμένας· ἐν μὲν ταῖς τρίψεσι τὴν σκληρὰν, καὶ τὴν μαλακὴν, καὶ πρὸ τούτων γε τὴν σύμμετρον, ἥν τινα δύναμιν ἔχουσιν, ἐξηγησάμενοι, προσθέντες δ᾿ αὐταῖς τὰς κατὰ τὸ ποσὸν διαφορὰς, τρεῖς οὔσας καὶ αὐτὰς, εἶτα κατὰ συζυγίαν ἐννέα τὰς πάσας ἐπιδείξαντες, ἑκάστης τε τὴν δύναμιν εἰπόντες· ἐν δὲ τοῖς γυμνασίοις, τίνα μὲν ὀξέα τε καὶ ταχέα προσαγορεύομεν, τίνα δ᾿ ἀμβλέα τε καὶ βραδέα, καὶ τίνα τούτων μέσα τε καὶ πρῶτα κατά γε τὴν φύσιν ὑπάρχοντα, καὶ περὶ τῶν εὐτόνων, καὶ μαλακῶν, καὶ βαρέων δὲ καὶ κούφων ὁμοίως, ὅσα τε τούτων ἐστὶ τὰ μέσα διελθόντες ἐδείξαμεν, ὡς χρὴ τὴν ἀρίστην κατασκευὴν ἐν ἅπασι τοῖς μετρίοις τε καὶ συμμέτροις, ἃ δὴ καὶ μέσα τῶν ἀμέτρων ἐστὶ, διαιτᾶσθαι κατά τε τρίψεις, καὶ γυμνάσια, καὶ λουτρὰ, καὶ τροφὰς, ὅσα τ᾿ ἄλλα συμπληροῖ τὴν ὑγιεινὴν δίαιταν. ὑπεσχόμεθά τε, καθάπερ ἐπὶ τρίψεών τε καὶ γυμνασίων ἐποιήσαμεν, εἰς εἴδη τινὰ κοινὰ τὴν θεωρίαν ἀναγαγόντες, ὥστε εὐμνημόνευτόν τε ὰμα καὶ
167
μεθοδικὴν εἶναι τὴν διδασκαλίαν, οὕτω κᾀπὶ τῶν ἄλλων ἁπάντων ποιῆσαι· καὶ πρῶτόν γε περὶ τῆς καλουμένης ἀποθεραπείας, ἐπειδὴ ἔμπροσθεν ἐφεξῆς ἐτέτακτο, δηλώσαντες γὰρ, εἰς ὅσον ἐπιτείνειν τε καὶ παραύξειν χρὴ τὰ γυμνάσια πρὸς τὸ τέλος, ὡς ἐν ὑγιείας λόγῳ, ἀκολουθεῖν ἔφαμεν αὐτοῖς τὴν καλουμένην ἀποθεραπείαν, ὑπὲρ ἧς ἤδη λέγωμεν.

Ἕν μὲν καὶ πρῶτον, ὡς διττὴ κατὰ γένος ἐστί· ἡ μέν τις ὡς μέρος, ἡ δ᾿ ὡς εἶδος γυμνασίου. περὶ δὴ τῆς ὡς εἶδος ἑξῆς ἐροῦμεν, περὶ δὲ τῆς ὡς μέρος ἤδη λέγωμεν. ἅπαντος γυμνασίου καλῶς ἐπιτελουμένου τὸ τελευταῖον μέρος ἀποθεραπεία καλεῖται· δύο δ᾿ αὐτῆς οἱ σκοποὶ, κενῶσαί τε τὰ περιττώματα καὶ ἄκοπον φυλάξαι τὸ σῶμα. κοινὸς μὲν οὖν ὁ πρότερος σκοπὸς ὅλῳ τῷ γυμνασίῳ τῶν ἀθλητῶν τε καὶ τῶν ὁτιοῦν ἔργον ἀναγκαῖον ἐν τῷ βίῳ διαπραττομένων, οἷον ἤτοι σκαπτόντων. καὶ γὰρ κᾀκείνου δύο τοὺς πάντας ἐλέγομεν εἶναι σκοπούς·

168
ἐπιῤῥῶσαί τε τὰ στερεὰ μόρια τοῦ ζώου καὶ κενῶσαι τὰ περιττώματα. ὁ δ᾿ ἴδιος τῆς ἀποθεραπείας σκοπὸς ἐνστῆναί τε καὶ διακωλῦσαι τοὺς εἰωθότας ἐπιγίγνεσθαι τοῖς ἀμετροτέροις γυμνασίοις κόπους. ἐπὶ μὲν οὖν τῶν ἀθλητῶν, οἷον ἤτοι σκαπτόντων, ἢ ὁδοιπορούντων, ἢ ἐρεσσόντων, ἤ τι τοιοῦτον διαπραττομένων ὁτιοῦν ἔργον ἀναγκαῖον ἐν τῷ βίῳ, ἑτοιμότερον οἱ κόποι συνίστανται, πλὴν εἴτις ἀποθεραπείᾳ χρῷτο· κατὰ δὲ τὸ προκείμενον ἐν τῷ νῦν λόγῳ σῶμα, τὸ κάλλιστα κατεσκευασμένον ἀπηλλαγμένον τε δουλείας ἁπάσης, ὡς μόνῃ σχολάζειν ὑγείᾳ, σπάνιος ἡ τοῦ κόπου γένεσις. ὥσπερ γὰρ οὐδ᾿ οἱ πλεῖστα πονοῦντες ἀθληταὶ κατ᾿ ἄλλο τι γυμνάσιον ἐφεδρεύοντα κόπον ἔχουσι, πλὴν τὸ καλούμενον ὑπ᾿ αὐτῶν τέλειον, οὕτως οὐδ᾿ οἱ βίον ἐλευθέριον ζῶντες ὑγείας μόνης ἕνεκα γυμναζόμενοι κοπιαθήσονταί ποτε διὰ τὸ μηδ᾿ εἰς ἀνάγκην ἀφικνεῖσθαι τοῦ τοιούτου γυμνασίου. τοῖς μὲν γὰρ ἀθληταῖς ἀναγκαῖόν ἐστιν, ὡς ἂν παρασκευάζωσι τὰ σώματα πρὸς τοὺς ἐν τοῖς ἄθλοις πόνους, ἀμέτρους ἔσθ᾿ ὅτε καὶ δι᾿ ὅλης ἡμέρας γιγνομένους,
169
γυμνάζεσθαί ποτε τὸ τελεώτατον ἐκεῖνο γυμνάσιον, ὃ δὴ καὶ κατασκευὴν ὀνομάζουσι. τοῖς δ᾿ ὑγιείας μόνης ἕνεκα γυμναζομένοις οὔτ᾿ ἀναγκαῖον οὔτε χρήσιμον ὅλως ἐστὶν εἰς ὑπερβάλλοντας ἄγεσθαι πόνους, ὥστ᾿ οὐδεὶς φόβος ἁλῶναι κόποις. ἀλλ᾿ ὅμως ἀποθεραπεύειν αὐτῶν χρὴ τὰ σώματα, κᾂν εἰ μὴ διὰ κόπου προσδοκίαν, ἀλλά τοι τοῦ κενῶσαι ἕνεκα τὰ περιττώματα. προσγίνεται δ᾿ ἐξ ἐπιμέτρου τῷδε καὶ ἡ πρὸς τὸν κόπον ἀσφάλεια. εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ μέτρον αὐτοῖς τῶν γυμνασίων ἄκοπόν ἐστιν, καὶ ὁ τῆς ἐνεργείας τρόπος ἀβίαστος, ἐνδέχεταί ποτε λαθεῖν τὸν γυμναστὴν ἐν ἑκατέρῳ τι σμικρὸν, ὃ παροφθὲν ἐργάζεταί τινα, καὶ εἰ μὴ μέγαν, ἀλλὰ βραχύν γε τῷ γυμναζομένῳ τὸν κόπον. οὐ μὴν προσήκει τὸν ἑαυτῷ ζῶντα καὶ μόνῃ σχολάζοντα τῇ τοῦ σώματος ὑγείᾳ βλάπτεσθαί ποτε οὐδὲ τὸ σμικρότατον. ἀσφαλέστατον οὖν ἀποθεραπείᾳ χρῆσθαι διαπαντός. ὁποίαν δέ τινα ποιητέον αὐτὴν, ἡ τῶν σκοπῶν φύσις ἐνδείξεται. ἐπειδὴ γὰρ πρόκειται τῶν ἐν τοῖς στερεοῖς
170
τοῦ ζώου μέρεσι περιττωμάτων, ὅσα θερμανθέντα καὶ λεπτυνθέντα πρὸς τῶν γυμνασίων ἔτι μένει κατὰ τὸ σῶμα, κένωσιν ἀκριβῆ ποιήσασθαι, χρὴ δήπου τάς τε δι᾿ ἑτέρων ἀνατρίψεις παραλαμβάνεσθαι μετὰ τοῦ συντείνειν τὰ τριβόμενα μόρια, καὶ πρὸς τούτοις ἔτι τὴν καλουμένην τοῦ πνεύματος κατάληψιν. ἐπεὶ δ᾿ οὔτε τῶν τρίψεων ἓν ἁπασῶν ἐστιν εἶδος, οὔτε τῆς τοῦ πνεύματος καταλήψεως, ἄμεινον ἐκλέξασθαι τὸ χρησιμώτατον ἐξ ἑκατέρου. τῶν μὲν δὴ τρίψεων αἱ σκληραὶ συνδεῖν ἐδείκνυντο, τουτέστι πυκνότερόν τε ἅμα καὶ σκληρότερον ἀποφαίνειν τὸ σῶμα· ὥστ᾿ οὐκ ἂν ἁρμόττοιεν αἱ τοιαῦται τοῖς παροῦσιν, εἴ γε δὴ τὸ μὲν πυκνούμενον ἐντὸς ἑαυτοῦ στέγει, τὸ δ᾿ ἀραιούμενον ἐπιτρέπει διαῤῥεῖν τοῖς περιττοῖς. οὕτω δὲ καὶ τὸ μὲν σκληρύνεσθαι τοῖς συντεταμένοις ἐναντιώτατον, (αὐξάνει γὰρ αὐτῶν τὴν διάθεσιν,) τὸ δὲ μαλάττεσθαι χρησιμώτατον. εἴπερ οὖν ἅμα τε διαφορεῖν χρὴ τὰ περιττώματα καὶ μαλάττειν τὰ συντεταμένα, τὰς σκληρὰς τῶν τρίψεων φευκτέον. οὐδὲν δ᾿ ἧττον, οἶμαι, φυλακτέον ἐστὶ καὶ τὰς βραδείας. ἐπειδὴ
171
γὰρ οὐκέτ᾿ ἐξ αὑτοῦ κινεῖται τὸ σῶμα, κίνδυνος αὐτῷ ψυχθῆναί τε καὶ πυκνωθῆναι, μηδὲν ἐπικούρημα θερμαῖνον ἔξωθεν προσλαβόντι. διὰ τοῦτ᾿ οὖν οὐ μόνον εἰς τάχος χρὴ τρίβειν, ἀλλὰ καὶ πολλαῖς χερσὶν, ὡς οἷόν τ᾿ ἐστὶ μάλιστα, ὡς μηδὲν εἶναι μέρος τοῦ τριβομένου γυμνόν. ἀλλ᾿ εἴπερ μήτε βραδεῖαν εἶναι προσήκει τὴν τρίψιν, μήτε σκληρὰν, ἔλαιον δαψιλὲς χρὴ περικεχύσθαι τῷ τριβομένῳ σώματι· καὶ γὰρ εἰς τάχος τοῦτο καὶ εἰς μαλακότητα τῇ τρίψει συντελεῖ, καὶ πρόσεστι αὐτῷ τι καὶ ἄλλο μέγιστον ἀγαθόν· ἐκλύει γὰρ τὰς τάσεις, καὶ μαλάττει τὰ πεπονηκότα κατὰ τὰς σφοδροτέρας ἐνεργείας. διὰ ταῦτα μὲν δὴ φευκτέον ἐστὶ τὴν σκληρὰν τρίψιν, δι᾿ ἕτερα δὲ τὴν μαλακήν· οὔτε γὰρ ἐξικνεῖται πρὸς βάθος ἡ τοιαύτη τρίψις, ἀλλ᾿ αὐτόθι που κατὰ τὸ δέρμα καὶ τὰς πλησίον αὐτοῦ σάρκας ἐκλύεται, οὔτ᾿ ἐκθλίβει τὰ περιεχόμενα κατὰ τοὺς στενοὺς τῶν πόρων περιττώματα. δι᾿ ὃ δὴ τήν τε σύντασιν τῶν τριβομένων παραλαμβάνομεν, καὶ τὴν τοῦ πνεύματος κατάληψιν. ἡ μέση τοίνυν μαλακῆς καὶ σκληρᾶς, ἥπερ δὴ καὶ σύμμετρός ἐστιν,
172
ἐκπεφευγέναι φαίνεται τό τε τῆς μαλακῆς ἄπρακτον καὶ τὸ τῆς σκληρᾶς βίαιον καὶ βλαβερόν. ἐνεργηθήσεται δὲ, τῶν μὲν τοῦ τρίβοντος χειρῶν ἐῤῥωμένως ἐπιβαλλομένων, ὡς ἐγγύς πη τὴν ἀπ᾿ αὐτῶν θλίψιν εἶναι τῇ σκληρᾷ τρίψει, διὰ δὲ τὸ πλῆθος τοῦ λίπους καὶ τὸ τάχος τῆς φορᾶς ἐκλυομένων τοσοῦτον, ὡς ἀκριβῶς γίνεσθαι σύμμετρον. τό τε γὰρ λίπος οὐ σμικρὸν ἀλεξητήριόν ἐστι βιαίας ἐπιβολῆς, τό τε βραχυχρόνιον τῆς ὁμιλίας τοσοῦτον ἀφαιρεῖ τῆς βιαίας, ὅσον καὶ τοῦ χρόνου. τείνειν δ᾿ ἀξιοῦμεν ἐν τούτῳ τὰ τριβόμενα μόρια χάριν τοῦ πᾶν ὅσον ἐστὶ μεταξὺ τοῦ δέρματος καὶ τῆς ὑποκειμένης σαρκὸς περίττωμα διὰ τοῦ δέρματος ἐκκενοῦσθαι. χαλαρῶν γὰρ ἀμφοτέρων ὑπαρχόντων, οὐδὲν μᾶλλον ἔξω φέρεσθαι τοῖς περιττώμασιν ἢ εἴσω συμβήσεται· ταθέντων δὲ τῶν ὑποκειμένων τῷ δέρματι, πάντ᾿ ἐκτὸς ἐκκρίνεται, καθάπερ ὑπὸ δυοῖν πιεζόμενα χεροῖν, μιᾶς μὲν αὐτῶν τῆς ἔξωθεν ἐπιβεβλημένης τοῦ τρίβοντος, ἑτέρας δὲ τῶν τεταμένων ἔνδον μερῶν. δι᾿ αὐτὰ δὲ ταῦτα καὶ ἡ τοῦ πνεύματος κατοχὴ καὶ κατάληψις οὐ
173
σμικρὸν μέρος ἀποθεραπείας ἐστίν· ὀνομάζεται δὲ οὕτως, ἐπειδὴ ἅπαντας ἐντείναντές τε καὶ προστείλαντες τοὺς μῦς τοῦ θώρακος, οἵ κατὰ τὰς πλευράς εἰσιν, ἐπέχομεν τὴν ἐκπνοήν. συμβαίνει γὰρ τηνικαῦτα τὸ θλιβόμενον ὑπὸ τῶν πλευρῶν πνεῦμα κεκωλυμένον ἐκπνεῖσθαι, διὰ τὸ κεκλεῖσθαι τὸν λάρυγγα, πᾶν ὠθεῖσθαι κάτω πρὸς τὸ διάφραγμα· τούτῳ δὲ ὑποκειμένων ἥπατός τε καὶ σπληνὸς, καὶ γαστρὸς, καί τινων ἑτέρων, συνεξαίρεσθαι ταῦτα σύμπαντα τῷ διαφράγματι. χρὴ δ᾿ ἐν τούτῳ συντείνειν ἀτρέμα τοὺς κατ᾿ ἐπιγάστριον μῦς, ἵν᾿ ὑπὸ τούτων τε ἅμα καὶ τοῦ διαφράγματος, ὥσπερ ὑπὸ δυοῖν θλιβόμενα χεροῖν, ὅσα μεταξὺ κεῖται μόρια, τὸ περιεχόμενον ἐν αὐτοῖς περίττωμα πρὸς τοὐκτὸς ὠθῇ. τὰ μὲν οὖν μεταξὺ κείμενα τό τε ἧπάρ ἐστι, καὶ ὁ σπλὴν, καὶ ἡ γαστὴρ, καὶ κώλου τε καὶ λεπτῶν ἐντέρων προὔχοντα· χῶραι δ᾿ εἰς ὑποδοχὴν ἕτοιμοι τοῖς ἐκθλιβομένοις περιττώμασιν ἥ τε τῆς γαστρὸς εὐρυχωρία πᾶσα, καὶ τῶν ἐνταῦθα κειμένων ἐντέρων αἱ κοιλότητες. εἰ δ᾿ ἀργοὺς ἀκριβῶς ἐάσαις τοὺς κατ᾿ ἐπιγάστριον μῦς, οὐδενὸς μὲν τῶν εἰρημένων ἐκκενώσεις τὰ
174
περιττώματα, τὰ δ᾿ ἐν θώρακί τε καὶ πνεύμονι μεταστήσεις κάτω. προσήκει δ᾿ ἐνταῦθα μεθίστασθαι μᾶλλον αὐτοῖς τοῦ μένειν ἐν ἐκείνοις, ὅσῳ καὶ ἡ κένωσις ἑτοιμοτέρα τῶν ἐν τῇ κοιλίᾳ περιεχομένων, ἤπερ τῶν ἐν πνεύμονί τε καὶ θώρακι. τὰ μὲν γὰρ ἐμεῖταί τε καὶ ἀποπατεῖται ῥᾳδίως, τὰ δὲ μετὰ συντονίας τε καὶ βίας ὑπὸ βηχὸς ἐκβάλλεται. εἰ μέντοι τις ὁμοίως ταῖς φρεσὶν ἐντείνει τοὺς κατ᾿ ἐπιγάστριον μῦς ἐν ταῖς τοῦ πνεύματος καταλήψεσιν, ἀκριβέστερον μὲν ἐκκαθαρθήσεται τὰ κάτω τῶν φρενῶν σπλάγχνα, μεταστήσεται δὲ οὐδὲν ἐκ τῶν τοῦ πνεύματος ὀργάνων εἰς τὰ τῆς τροφῆς, ἀλλ᾿ ἅπαν ἐν θώρακί τε καὶ πνεύμονι μένει τὸ περίττωμα. διὸ δὴ τὴν τοιαύτην κατάληψιν τοῦ πνεύματος οὐκ ἐπαινῶ νῦν, ἔτι δὲ μᾶλλον, ὅταν ἤδη μηδ᾿. ὅλως τις ἐντείνας τὰς φρένας ἰσχυρῶς καὶ βιαίως προστείλῃ τοὺς κατ᾿ ἐπιγάστριον μῦς. ἀνάγκη γὰρ ἐν τῷδε ἐμπίπλασθαι μὲν αἵματός τε καὶ πνεύματος ἅπαντα τὰ κατὰ τὸν τράχηλον ἀγγεῖα καὶ μόρια, φέρεσθαι δ᾿ ἄνω τε καὶ πρὸς τὴν κεφαλὴν, οὐκ ἐπὶ τὴν γαστέρα καὶ κάτω τὰ περιττώματα.
175
θεάσασθαι γάρ ἐστι τὸ αὐτὸ κᾀπὶ τῶν αὐλούντων, ἢ μέγιστον ἢ ὀξύτατα φωνούντων· εὐρύνεται γὰρ αὐτῶν ἅπας ὁ τράχηλος, οἰδίσκεται δὲ τὸ πρόσωπον, ἥ τε κεφαλὴ πληροῦται σφοδρῶς, ὅτι καὶ κατὰ τοῦτο τὸ ἔργον οἱ κατ᾿ ἐπιγάστριον ἐκτείνονται μύες, εἴκοντος αὐτοῖς τοῦ διαφράγματος. ἔστι γὰρ δὴ τὸ τοιοῦτον ἔργον ἅπαν, ὡς ἐν τοῖς περὶ φωνῆς ἀποδέδεικται, μικτὸν καὶ σύνθετον ἔκ τε μεγίστης ἐκπνοῆς καὶ πνεύματος καταλήψεως, ἐν μὲν ταῖς ἀθρόαις ἐκφυσήσεσι μεγίστης ἐκπνοῆς γινομένης ἐπὶ σφοδροτάταις ἐντάσεσι τῶν κατὰ τὰς πλευρὰς μυῶν ἅμα τοῖς κατ᾿ ἐπιγάστριον, ἐν δὲ ταῖς τοῦ πνεύματος καταλήψεσι τῆς μὲν αὐτῆς ἐντάσεως γιγνομένης ἑκατέρων τῶν μυῶν, ἐκπνεομένου δ᾿ οὐδενὸς, ἐπὶ δὲ τῶν αὐλούντων τε καὶ φωνούντων ὀξὺ τῶν μὲν μυῶν ὡσαύτως τεινομένων, οὔτε δ᾿ ἐπεχομένης ἀκριβῶς τῆς ἐκκνοῆς, οὔτε ἀθρόως ἐπιτελουμένης, ἀλλὰ μέσην ἐχούσης κατάστασιν. ὥστε ταῖς τρισὶν ἐνεργείαις κοινὴν μὲν εἶναι τὴν τάσιν τῶν μυῶν, ἰδίαν δὲ κατὰ μὲν
176
τὰς ἀθρόας ἐκφυσήσεις, τὴν ταχεῖαν ἔξω φορὰν τοῦ πνεύματος, κατὰ δὲ τὰς καταλήψεις τὴν ἐπίσχεσιν, ἐν δὲ ταῖς αὐλήσεσί τε καὶ φωναῖς σύμμετρον κένωσιν. αἰτία δὲ τῶν τριῶν ἐνεργειῶν ἡ φάρυγξ, ἀνοιγομένη μὲν ἐπὶ πλεῖστον ἐν ταῖς ἀθρόαις ἐκφυσήσεσιν, ἀκριβῶς δὲ κλειομένη καταλαμβανόντων τὸ πνεῦμα, μέσην δ᾿ ἔχουσα κατάστασιν αὐλούντων τε καὶ φωνούντων ὀξύ τε ἅμα καὶ μέγα. περὶ μὲν δὴ τούτων ἀνάγκη ποτὲ καὶ αὖθις εἰπεῖν ἐν τοῖς περὶ ἀναφωνήσεως λόγοις. ἡ δ᾿ εἰς τὴν ἀποθεραπείαν ἐπιτήδειος ἐξαίρει τὴν γαστέρα, τεινομένων μὲν ἁπάντων τῶν τοῦ θώρακος μυῶν, ἀνιεμένων δὲ τῶν κατ᾿ ἐπιγάστριόν τε καὶ τὰς φρένας· οὕτω γὰρ ἐνεχθήσεται κάτω τὰ περιττώματα. δευτέραν δὲ ἔχει τάξιν ἡ μετρίως ἐντείνουσα τοὺς κατ᾿ ἐπιγάστριον μῦς ὑπὲρ τοῦ τὰ κάτω τῶν φρενῶν ἀποθεραπεῦσαι σπλάγχνα. τῶν δ᾿ αὐτῶν τούτων ἕνεκα καὶ αἱ τῶν ἁμμάτων περιφοραὶ γιγνέσθωσαν, ἃς ἐξόπισθεν τῶν τριβομένων οἱ τρίβοντες ἱστάμενοι ποιοῦνται περὶ τὴν γαστέρα
177
σύμπασαν· ἄλλας δ᾿ ἐκ τῶν πρόσθεν ἱστάμενοι τῶν μεταφρένων περιβολὰς ἁμμάτων ποιοῦνται, τὼ χεῖρε περιάγοντες· ἄλλας δὲ ταῖς πλευραῖς, καὶ τῇ ῥάχει, καὶ τῷ στέρνῳ, συνεπιστρεφομένου πως αὐτοῖς τοῦ τριβομένου. κατὰ τῆς ὀσφύος δὲ γιγνέσθωσαν ἁμμάτων ὅμοιαι περιβολαί τε καὶ περιφοραὶ, συνεντεινομένου μὲν ἁπάσαις αὐταῖς τοῦ τριβομένου, συνεπιστρεφομένου καὶ οὐχ ἁπάσαις· οὐδὲ γὰρ συνεχεῖς ἔτι αὐτὸν ἀπὸ τῆς ἀποθεραπείας χρὴ ποιεῖσθαι τὰς κινήσεις, ὥσπερ οὐδὲ σφοδρὰς, ἀλλὰ ποιεῖσθαι μέν τινας, ἐκ διαλειμμάτων δ᾿ ἐχόντων τρίψεις· αἱ μὲν γὰρ συνεχεῖς τε καὶ σφοδραὶ τρίψεις ἴδιαι τῶν κατασκευαστικῶν γυμνασίων εἰσὶν, αἱ δὲ μήτε συνεχεῖς μήτε σφοδραὶ τῆς ἀποθεραπείας οἰκεῖαι. ὥστε πολλάκις μὲν ἐνανειλείσθω, πολλάκις δὲ καὶ ἀπωθείσθω, πολλάκις δὲ καὶ μεταβαλλέτω τὸν προσγυμναζόμενον ἐν τούτῳ τῷ καιρῷ. πολλάκις δὲ καὶ κατὰ νῶτον γιγνόμενος αὐτὸς, ἑκάτερον ἐν μέρει τῶν σκελῶν περιπλέκων τῷ γυμναστῇ μετ᾿ ἐντάσεώς τινος οὐκ ἠπειγμένης, ὑφ᾿ ἑτέρων εὐκαίρως ἐπαφωμένων τριβέσθω· οὕτω γὰρ ἂν καὶ μάλιστα
178
διαφυλάττοι τε τὴν ἐν τοῖς γυμνασίοις ηὐξημένην θερμότητα, καὶ συνεκκρίνοι ταῖς ἰδίαις ἐντάσεσί τε καὶ κινήσεσι τὰ περιττώματα· πρὸς ὃ καὶ ἡ τοῦ πνεύματος κατάληψις οὐκ ὀλίγον μοι ἔοικεν ἐπιβοηθεῖν, ἐνωθούμενον γὰρ τοῦτο πανταχόθεν εἰς τοὺς λεπτοὺς πόρους ἀναγκάζεται καταδύεσθαι, καὶ ἢν ἐπὶ πλέον θλίβηταί τε καὶ προωθῆται, πάντας αὐτοὺς διεξέρχεται, συναποφέρον αὑτῷ τι καὶ τῶν λελεπτυσμένων περιττωμάτων. οὕτω γέ τοι καὶ τρήματα πολλάκις ὀργάνων λεπτὰ τοὺς δημιουργοὺς ἔστιν ἰδεῖν ἐκκαθαίροντας ἐμφυσήσει σφοδροτέρου πνεύματος. εἰς ὅσον γὰρ τοῦτο φέρεται πρόσω βιαίως ἐπαναγκαζόμενον, εἰς τοσοῦτον τὰ μὲν ὠθεῖται παρ᾿ αὐτοῦ, τὰ δὲ παρασύρεται διεξελθεῖν ἐφιέμενα τὴν ὁδὸν ἅπασαν· ὠθεῖται μὲν τὰ πρόσω, παρασύρεται δὲ τὰ πλάγια, τῇ ῥύμῃ τῆς φορᾶς ἄμφω βιαζόμενα. καὶ τοίνυν καὶ τῶν γυμνασίων αὐτῶν μεταξὺ παραλαμβάνουσιν οἱ ἄριστοι γυμνασταὶ κατάληψιν πνεύματος, ὥσπερ γε καὶ τὴν προειρημένην ἀποθεραπευτικὴν
179
τρίψιν, ἅμα μὲν ἀναπαυόντες, ὅταν ἄρχωνται κάμνειν, ἅμα δὲ διακαθαίροντες κατὰ βραχὺ τοὺς πόρους, ἵν᾿ εὔπνουν τε ἅμα καὶ καθαρὸν ᾖ τὸ σῶμα πρὸς τοὺς ἑξῆς πόνους, ὡς κίνδυνός γε, μηδενὸς τοιούτου προνοηθέντος, τὸν γυμναστὴν ἐμφράξαι μᾶλλον ἢ καθᾶραι τοὺς πόρους. αἱ γάρ τοι σφοδρόταται φοραὶ τῶν ὑλῶν τὰ ἐναντία πεφύκασιν ἐργάζεσθαι, κατὰ διαφέροντας καιροὺς καὶ τρόπους ἐνεργούμεναι· ἐμφράξεις μὲν, ὅταν ἀθρόον τε ἅμα καὶ παχὺ καὶ πολὺ τὸ φερόμενον ᾖ, καθάρσεις δὲ, ἐπειδὰν ὀλίγον τε καὶ λεπτομερὲς ὑπάρχον μὴ πάνυ κατεπείγηταί τε καὶ καταναγκάζηται πᾶν ἀθρόως ἐκκενοῦσθαι. φαίνεται γὰρ οὕτω ταῦτα γινόμενα κατά τε τῶν ἐκτὸς ἁπάντων ὀργάνων τε καὶ πλοκάμων. ἀποπλύνεται γὰρ τοι καὶ ἀποῤῥύπτεται τὸ περιττὸν ἅπαν ἐξ αὐτῶν, οὐχ ὅταν, ὑπεξιόντων ἔτι τῶν προτέρων, ἕτερα βιαίως ἐπιφέρηται, (κίνδυνος γὰρ ἐν τῷδε, σφηνωθέντα καὶ διαιρεθέντα πρὸς ἄλληλα τὰ διερχόμενα φράξαι τὴν ὁδὸν,) ἀλλ᾿ ὅταν, τῶν προτέρων ἤδη κεκενωμένων, αὖθις ἕτερα κενωθῇ. καὶ τίς δὲ περὶ
180
τῶν μικροτέρων πόρων θαυμάσειεν, ὅπου γε καὶ τῶν θεάτρων ἀθρόως ἐξιόντες πολλοὶ κατὰ τὰς διεξόδους ἴσχονται; διὰ ταῦτα μὲν δὴ καὶ τοὺς ἐν μέσοις τοῖς πόνοις ἀποθεραπείᾳ χρωμένους ἐπαινῶ, καὶ μάλιστα ἐπὶ τῶν τοὺς βαρεῖς καλουμένους ἄθλους ἀσκούντων. ἀλλὰ περὶ μὲν τούτων αὖθις· ὁ δὲ νῦν ἡμῖν ὑποκείμενος ἄνθρωπος οὐκ ἀθλητικὴν εὐεξίαν, ἀλλ᾿ ἁπλῶς ὑγίειαν ἔχει τὸν σκοπόν. οὔτ᾿ οὖν πολλῶν αὐτῷ χρεία γυμνασίων ἐστὶν, οὔτε πρὸς ἀνάγκην ἐδωδῆς, ἀλλ᾿ οὐδὲ πλήθους κρεῶν χοιρείων, οὐδ᾿ ἄρτων τοιούτων, οἵους ἐσθίουσιν αἱ βαρεῖς ἀθληταί. διὰ ταῦτ᾿ οὖν ἅπαντα τῷ μὲν οὐδεὶς κίνδυνος ἐμφραχθῆναι τοὺς πόρους, εἰ καλῶς προκατεσκευάσαντο, τουτέστι ἐπιτηδείῳ τε τρίψει καὶ πόνοις ἐξ ὀλίγου τε καὶ κατὰ βραχὺ προϊοῦσι· ἀθλητῇ δὲ βαρεῖ κίνδυνός ἐστι διά τε τὴν ποιότητα καὶ τὸ πλῆθος τῶν ἐδεσμάτων, εἰ μὴ πάντα γίγνοιτο καλῶς, ἐμφραχθῆναι μᾶλλον ἐν τοῖς γυμνασίοις ἢ καθαρθῆναι τοὺς πόρους.

181

Ἅλις μὲν ἤδη μοι τῶν περὶ τῆς ἀποθεραπείας λόγων. ἴωμεν δ᾿ ἑξῆς ἐπὶ τὰ λουτρὰ, τοσοῦτο γοῦν μόνον εἰπόντες ὑπὲρ τῶν προκειμένων, ὡς, ὅς τις ἂν ἐλάττοσιν ἔπεσιν ἑρμηνεύσῃ ταῦτα, μακρολογίαν ἡμῖν ἐγκαλείτω. εἰ δὲ τῶν ἀναγκαίων τι θεωρημάτων ἢ τῶν ταῦτα πιστουμένων ἀποδείξεων ὑπερβάς τινας βραχὺν ἡγοῖτο πεποιηκέναι τὸν λόγον, οὐκ ἀγάλλεσθαι προσῆκεν, ἀλλ᾿ αἰσχύνεσθαι μᾶλλον αὐτῷ ταῖς τοιαύταις βραχυλογίαις. ἐγὼ δὲ, καίτοι βιβλίον ὅλον ὑπὲρ τῆς καλουμένης ἀποθεραπείας γράψαι δυνάμενος, οὐκ ἐδικαίωσα ποιεῖν οὕτως, συντέμνειν ὅτι μάλιστα τὸ μῆκος τῆσδε τῆς πραγματείας προῃρημένος. εἰ γὰρ ἐπὶ τὸ διελέγχειν ὅσα κακῶς εἴρηται τοῖς πλείστοις ἐτραπόμην, οὐ μικρὰν, οὐδὲ φαύλην ὕλην εἰς μῆκος λόγου ἔσχον ἄν· ἀλλ᾿ ἐξ ὧν ἀπέδειξα, νομίζω τοῖς ἔχουσι νοῦν ἁπάσας τῆς ἀντιλογίας τὰς ἀφορμὰς παρασχέσθαι. λέγοντος γοῦν Ἀσκληπιάδου, τὴν κατάληψιν τοῦ πνεύματος ἐμπιπλάναι τὴν κεφαλὴν, ἐξ ὧν ἐγὼ διωρισάμην ὀλίγον ἔμπροσθεν,

182
ἐπιδεικνὺς αὐτῆς τὰς διαφορὰς, ἔνεστι τῷ βουλομένῳ τὴν πρὸς αὐτὸν ἀντιλογίαν ποιεῖσθαι. οὕτω δὲ καὶ κατὰ τὸ δεύτερον βιβλίον ἐξῆν δή που κᾀμοὶ τὰ κατὰ μέρος ἅπαντα γυμνάσια διηγουμένῳ μηκῦναι τὸν λόγον, ὥσπερ ἄλλοι τέ τινες ἐποίησαν ὅ τε κάλλιστα μεταχειρισάμενος ὅλην τὴν πραγματείαν Θέων ὁ Ἀλεξανδρεύς· τέτταρα γὰρ οὗτος ἔγραψε βιβλία περὶ τῶν κατὰ μέρος γυμνασίων. ἅπαντα κᾀμοὶ λέγειν ἐξῆν, ἄμεινόν γε ἑρμηνεύειν ἐκείνου δυναμένῳ, καὶ προσέτι καὶ ἄλλων πολλῶν μνημονεύειν γυμνασίων ἔργοις κοινῶν. ἐκεῖνος μὲν γὰρ, ὡς ἂν ἀθλητὰς μάλιστα γυμνάζειν ἔργον πεποιημένος, ἐν τοῖς ἐπ᾿ ἐκείνων ἐπλεόνασε γυμνασίοις· ἔξεστι δὲ τῷ βουλομένῳ περὶ πάντων τῶν κατὰ πάσας τὰς τέχνας διεξέρχεσθαι. ταῦτα μὲν οὖν μοι λελέχθω πρὸς τοὺς ἀγανακτήσοντας τῷ μήκει τῆς πραγματείας.