De placitis Hippocratis et Platonis

Galen

Galen, De placitis Hippocratis et Platonis, Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

Προὔκειτο μὲν ἐξ ἀρχῆς ἐπισκέψασθαι περὶ τῶν διοικουσῶν ἡμᾶς· δυνάμεων, εἴτ’ ἐκ τῆς καρδίας μόνης ὁρμῶνται σύμπασαι, καθάπερ Ἀριστοτέλης τε καὶ Θεόφραστος ὑπελάμβανον, εἴτε τρεῖς ἀρχὰς αὐτῶν τίθεσθαι βέλτιον, ὡς Ἱπποκράτης τε καὶ Πλάτων ἐδόξαζον. ἐπεὶ δὲ Χρύσιππος οὐ περὶ τῶν ἀρχῶν μόνον ἠμφισβήτησε πρὸς τοὺς παλαιοὺς, ἀλλὰ καὶ περὶ τῶν δυνάμεων

506
αὐτῶν, οὔτε τὴν θυμοειδῆ συγχωρήσας ὑπάρχειν, οὔτε τὴν ἐπιθυμητικὴν, ἔδοξε χρῆναι τὴν τούτου προτέραν δόξαν ἐπισκεψαμένους οὕτως ἐπανέρχεσθαι πάλιν ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς, ὡς ἐγκέφαλός τε καὶ καρδία καὶ ἧπαρ ἀρχαὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεών εἰσιν. ἀφῖκται οὖν ὁ λόγος ἤδη πρὸς τοῦτο, καὶ ἀρχὴν ἕξει τὴν τῶν ὀνομάτων ἐξήγησιν, οἷς ἔμπροσθέν τε ἤδη κεχρήμεθα, κᾀν τῷ μεταξὺ τούτῳ λόγῳ πολλάκις χρησόμεθα. πρὸς γὰρ τὸ μηδενὸς τῶν εἰρημένων παρακούειν, ἀλλ’ ἐν ἅπασι τὸ διωρισμένον τε ἅμα καὶ σαφὲς ἕτοιμον ὑπάρχειν, ἀναγκαιότατόν ἐστιν ἕκαστον τῶν ὀνομάτων ἐφ’ ὅτου λέγεται πράγματος ἀκριβῶς ἀφωρίσθαι. καὶ γάρ τοι καὶ λύεσθαί τινα τῶν ἔμπροσθεν ἀναβληθέντων ζητημάτων ἐκ τούτου τοῦ τρόπου συμβέβηκεν, ὥσπερ, οἶμαι, καὶ τόδε, πότερον ἐνεργείας ἢ πάθη προσαγορευτέον ἐστὶ τὴν ἐπιθυμίαν, καὶ τὸν θυμὸν, ὅσα τ’ ἄλλα τοιαῦτα. ἡ μὲν οὖν ἐνέργεια κίνησίς ἐστιν δραστικὴ, (δραστικὴν δ’ ὀνομάζω τὴν ἐξ ἑαυτοῦ,) τὸ δὲ πάθος ἐν ἑτέρῳ κίνησίς ἐστιν ἐξ ἑτέρου. ὥστε
507
ἀναγκαῖον μὲν πολλάκις εἰς ἓν ὑποκείμενον τῷ πάθει τὴν ἐνέργειαν συνέρχεσθαι, καὶ κατὰ τοῦτο διαφέρειν μηδὲν, τῷ λόγῳ μέντοι διαφέρειν. ἡ γὰρ ὑπὸ τοῦ τέμνοντος ἐν τῷ τεμνομένῳ διαίρεσις, ἓν καὶ ταὐτὸν ὑπάρχουσα πρᾶγμα, τοῦ μὲν τέμνοντος ἐνέργεια, τοῦ δὲ τεμνομένου πάθος ἐστίν. οὕτως οὖν καὶ ὁ θυμὸς ἐνέργεια μέν ἐστι τοῦ θυμοειδοῦς, πάθημα δὲ τῶν λοιπῶν τῆς ψυχῆς δύο μερῶν, καὶ προσέτι τοῦ σώματος ἡμῶν παντὸς, ὅταν ὑπὸ τοῦ θυμοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις. ἓν μὲν δὴ τοῦτο τὸ σημαινόμενον ἑκατέρων τῶν ὀνομάτων, ἕτερον δὲ, τὴν μὲν ἐνέργειαν κατὰ φύσιν τινὰ κίνησιν ἡμῶν νοούντων, τὸ δὲ πάθος παρὰ φύσιν. πολλαχοῦ δὲ τοῦ κατὰ φύσιν λεγομένου, τοῦτ’ ἀκούειν χρὴ νῦν, ὃ κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως γίγνεται. κατὰ πρῶτον δὲ λόγον ἐκεῖνα γίγνεσθαί φαμεν ὑπὸ τῆς φύσεως, ὧν ὥσπερ σκοπῶν ἀντιποιεῖται, καὶ μὴ δι’ ἀκολουθίαν τινὰ ἑτέροις ἐξ ἀνάγκης ἕπεται. ἡ τοιαύτη κίνησις κατὰ φύσιν, εἴτ’ ἐξ αὑτοῦ κινοῖτο τὸ κινούμενον, εἴθ’ ὑφ’ ἑτέρου. ἤδη μὲν οὖν οἶμαι σαφὲς εἶναι τὸ λεγόμενον,
508
ἀλλ’ οὐδὲν χεῖρον ἐπὶ παραδειγμάτων αὐτὸ σαφέστερον ἀπεργάσασθαι. ἡ τῆς καρδίας κίνησις, ἡ μὲν κατὰ τοὺς σφυγμοὺς ἐνέργειά ἐστιν, ἡ δὲ κατὰ τοὺς παλμοὺς πάθος. ἐξ αὐτῆς μὲν γάρ ἐστι καὶ ἡ κατὰ τοὺς παλμοὺς, ἀλλ’ οὐ κατὰ φύσιν· ἐξ αὐτῆς δὲ καὶ ἡ τῶν σφυγμῶν, ἀλλὰ κατὰ φύσιν. δεῖ δὲ τοῦ σφυγμὸς ὀνόματος ἀκούειν οὕτως νῦν, ὡς Πραξαγόρας καὶ Ἡρόφιλος ἅπαντές τε σχεδὸν οἱ μετ’ αὐτοὺς ἐχρήσαντο μέχρι καὶ ἡμῶν, ὡς ἥ γε παλαιοτέρα χρῆσις, ἣ κᾀν τοῖς Ἐρασιστράτου τε καὶ Ἱπποκράτους εὑρίσκεται γράμμασιν, ἑτέρα τίς ἐστι, καὶ λεχθήσεται περὶ αὐτῆς ἐν τοῖς μετὰ ταῦτα. τὴν μέντοι τῆς καρδίας ἰδίαν κίνησιν ὀνομαζόντων ἡμῶν σφυγμὸν, ὁ παλμὸς μὲν πάθος εἶναι λεχθήσεται κατά γε τὸ δεύτερον τῆς πάθος φωνῆς σημαινόμενον, ὁ σφυγμὸς δ’ οὐ πᾶς ἐνέργεια. τὸν γὰρ μείζονα τοῦ κατὰ φύσιν, ἢ μικρότερον, ἢ ὠκύτερον, ἢ βραδύτερον, ἢ πυκνότερον, ἢ ἀραιότερον, ἤ πως ἄλλως ἐξιστάμενον οὐκ ἄν τις ἐνέργειαν εἴποι κατὰ τὸ δεύτερον τῆς ἐνεργείας σημαινόμενον. ἐξ ἑαυτῆς μὲν γὰρ ἐν τοῖς τοιούτοις σφυγμοῖς ἡ καρδία κινεῖται, κατὰ φύσιν δ’ οὐ
509
κινεῖται· ὥστ’, εἰ οὕτως ἔτυχεν, οὐδὲν εἶναι θαυμαστὸν ἓν πρᾶγμα καὶ πάθος ὀνομάζεσθαι καὶ ἐνέργειαν, ὥσπερ τὸν μικρότερον τοῦ κατὰ φύσιν σφυγμὸν, οὐ μὴν κατά γε ταὐτὸν σημαινόμενον, ἀλλὰ κατὰ μὲν τὸ πρότερον ῥηθὲν ἐνέργειαν, (ἔστι μὲν γὰρ καὶ ἡ κατὰ τοῦτον τὸν σφυγμὸν κίνησις δραστικὴ) κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργειαν, ἀλλὰ πάθος, ὅτι μὴ κατὰ φύσιν ἐστὶν ἡ κίνησις. οὕτως οὖν ἔχει κᾀπὶ τοῦ θυμοῦ καὶ τῶν ἄλλων παθῶν. ἅπαντα γὰρ ἐνέργειαί τινές εἰσι τοῦ παθητικοῦ τῆς ψυχῆς κατά γε τὸ πρῶτον τῆς ἐνεργείας σημαινόμενον, καθ’ ὅσον δ’ ἔκφοροί τε καὶ ἄμετροι κινήσεις εἰσὶ, καὶ οὐ κατὰ φύσιν, οὐκ ἐνέργειαι λέγοιντ’ ἂν ὑπάρχειν, ἀλλὰ πάθη κατὰ τὸ δεύτερον σημαινόμενον. οἷον γάρ τι κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ὁ μέγας σφυγμός ἐστι, τοιοῦτος κατὰ τὴν τοῦ θυμοειδοῦς ὁ θυμὸς, οἷον δ’ αὖ πάλιν ὁ μικρὸς σφυγμὸς, τοιοῦτον ἡ ἀθυμία. αὕτη μὲν γὰρ ἐλλιπής ἐστι κίνησις τοῦ θυμοειδοῦς, ὑπερβάλλουσα δὲ καὶ πλεονάζουσα τοῦ προσήκοντος ἡ κατὰ τοὺς θυμούς. ταύτῃ γοῦν ἐνέργειαί τε ἅμα καὶ
510
πάθη λεχθήσονται καθ’ ἕτερόν τε καὶ ἕτερον σημαινόμενον ἥ τε ὀργὴ καὶ ἡ λύπη, καὶ ὁ φόβος, καὶ ἡ ἐπιθυμία, καὶ ὁ θυμὸς, ὅσα τε ἄλλα τοιαῦτα, καὶ προσέτι καθ’ ὅσον ὅλον τὸ σῶμα μετὰ τῆς ψυχῆς ἀπάγεται πρὸς αὐτῶν, ἡ κίνησις τοῦ ζώου πάθος ἔσται κατ’ ἄμφω τὰ σημαινόμενα. πολλάκις μὲν γὰρ ἕπεται τῷ θυμοειδεῖ τὰ λοιπὰ δύο, πολλάκις δὲ τῷ ἐπιθυμητικῷ, καθάπερ ἑλκόμενά τε καὶ συρόμενα παραπλήσιον τρόπον, ὡσεὶ καὶ ξυνωρίδες ἵππων, ὁ μὲν ἕτερος ἰσχυρότερον ᾄξας ἐπισύρει τὸν ἕτερον ἅμ’ ἑαυτῷ μετὰ τοῦ σύμπαντος ἅρματός τε καὶ ἡνιόχου, ὁ δ’ ἕτερος ὑπ’ ἀσθενείας ἕπεται κατεπτηχὼς, αὐτὸς δ’ ὁ ἡνίοχος ἀποφέρεται βίᾳ. τηνικαῦτα γὰρ ἡ μὲν κατὰ τὸν ἔκφορον ἵππον κίνησις ἐνέργειά τε καὶ πάθος αὐτοῦ λεχθήσεται, κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἐνέργεια, (κίνησις γάρ ἐστιν ἐξ ἑαυτοῦ,) κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργεια, παρὰ φύσιν γ’ οὖσα κίνησις αὐτῷ, ἀλλ’ ἤδη πάθος. ἡ μέντοι τοῦ ἡνιόχου κίνησις οὐδὲ καθ’ ἕτερον τῶν σημαινομένων ἐνέργειά ἐστιν, ἀλλὰ κατὰ ἄμφω πάθος, εἴ γε μήτ’ ἐξ ἑαυτοῦ, μήτε κατὰ φύσιν ἡ κίνησις αὐτῷ.
511
πολλαὶ γὰρ τῶν κινήσεων, εἰ καὶ μὴ δραστικαί τινές εἰσι, μήτ’ ἐξ ἑαυτῶν, ἀλλὰ τῷ γε κατὰ φύσιν ὑπάρχειν ἐνέργειαι λέγονται, καθάπερ καὶ ἡ τοῦ σκέλους, ἢ ὅλης τῆς χειρός. ἐξ ἑτέρων γὰρ ἔχει ταῦτα τὴν ἀρχὴν τῆς κινήσεως, οὐκ ἐξ ἑαυτῶν, ὥσπερ ἡ καρδία, ἀλλ’ ὅμως καὶ ἡ βάδισις ἐνέργεια σκελῶν ἐστι, καὶ λέγεται κατὰ τὸ δεύτερον σημαινόμενον, εἰ καί τινες ὑπ’ ἀγυμνασίας τῆς περὶ τὰ σημαινόμενα τὴν βάδισιν οὐ σκελῶν ἐνέργειαν, ἀλλὰ διὰ σκελῶν εἶναί φασιν, ἀληθὲς μέν τι λέγοντες, (ἐπὶ γὰρ τὸ πρότερόν τε καὶ κυριώτερον ἔρχονται σημαινόμενον,) ὅτι μέντοι μόνον οὕτως λέγειν ἀξιοῦσιν, καὶ μὴ συγχωροῦσι καὶ κατὰ θάτερον ἑρμηνεύειν, οὐκ ὀρθῶς ποιοῦσιν. οὕτως οὖν καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ πάθος καὶ ἐνέργεια λεχθήσονται. τῶν γὰρ τῆς ψυχῆς συμφύτων δυνάμεων κινήσεις τινὲς ἄμετροί τε καὶ οὐ κατὰ φύσιν οὖσαι, διότι μὲν ἐξ ἑαυτῶν ἐκεῖναι κινοῦνται, διὰ τοῦτ’ ἐνέργειαι τῶν δυνάμεών εἰσιν, διότι δ’ ἀμέτρως, διὰ τοῦτο πάθη. καὶ τῆς ὅλης μὲν ψυχῆς, καὶ αὐτῶν δὲ τῶν κινουμένων δυνάμεων
512
ἀμφοτέρων αἱ κινήσεις αὐτῶν παρὰ φύσιν εἰσίν· ταῖς μὲν ἀλόγοις δυνάμεσιν διὰ τὴν ἀμετρίαν, τῇ δ’ ὅλῃ ψυχῇ, διότι παρὰ φύσιν, ἐπεὶ οὐχ ὑπὸ τῶν τοῦ παθητικοῦ κινήσεων, ἀλλ’ ὑπὸ τῶν τοῦ λογιστικοῦ κρίσεων ἐπιτροπεύεσθαί τε καὶ διοικεῖσθαί φαμεν τὸν βίον ἡμῶν. ὅταν οὖν ἔμπαλιν διοικώμεθα, παρὰ φύσιν τε δηλονότι καὶ διὰ τοῦτο καὶ κατὰ πάθος ὁ τοιοῦτος βίος ἐπιτελεῖται. διὰ ταύτας μὲν ἤδη τὰς αἰτίας, ἄν τ’ ἐνέργειάν τις, ἄν τε πάθος εἴπῃ τὸν θυμὸν, ἢ τὴν ἐπιθυμίαν, ἤ τι τῶν ἄλλων τῶν κατὰ ταῦτα παθῶν, οὐ χρὴ μέμφεσθαι τούτῳ, πρὶν ἐρέσθαι τὰ σημαινόμενα ἐκ τῆς φωνῆς, ἐφ’ ὅ τι φέρων οὕτως ὠνόμασεν. εὑρίσκεται δὲ καὶ Πλάτων αὐτὸς ἐνίοτε μὲν ἐνεργείας, ἐνίοτε δὲ πάθη προσαγορεύων τό τε διψῇν καὶ τὸ πεινῇν καὶ ὅλως τὰς ἐπιθυμίας καὶ τοὺς θυμούς. καὶ μὲν δὴ καὶ ὡς οὐδὲν διαφέρει πρός γε τὰ παρόντα τὸ οὕτως ἢ ἐκείνως ὀνομάζειν, ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ᾧδε γράφει. ἆρ’ οὖν, ἦν δ’ ἐγὼ, τὸ ἐπινεύειν, τὸ ἀνανεύειν, καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν, τὸ ἀπαρνεῖσθαι, καὶ τὸ προσάγεσθαι, τὸ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν
513
ἐναντίων ἀλλήλοις θείης, εἴτε ποιημάτων, εἴτε παθημάτων; διὰ παραδειγμάτων δ’ ἐναργέστερον τοῦτο διδάξαι προελόμενος, ἐπιφέρων φησί· τί οὖν; ἦν δ’ ἐγὼ, διψῇν, καὶ πεινῇν, καὶ ὅλως τὰς ἐπιθυμίας, καὶ αὖ τὸ ἐθέλειν, καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νῦν δὴ λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου, οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο, ὃ ἂν βούληταί οἱ γενέσθαι; ἢ αὖ, καθόσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὑτὴν, ὥσπερ τινὸς ἐρῶντος ἐπορεγομένην αὐτοῦ τῆς γενέσεως; ἔγωγε. τί δέ; τὸ ἀβουλεῖν, καὶ μὴ ἐθέλειν, μηδ’ ἐπιθυμεῖν, οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς, καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θήσομεν; αὗται μὲν αἱ τοῦ Πλάτωνος ῥήσεις, οὐ μόνον ὅπερ ἐλέγομεν ἐπιδεικνύουσαι σαφῶς, ὡς τὸ πεινῇν, καὶ τὸ διψῇν, καὶ ὅλως τὸ ἐπιθυμεῖν τινος, ἢ ἐφίεσθαί τε καὶ φεύγειν, εἴτε ποιήματά τις, εἴτε παθήματα, τοὐτέστιν εἴτε ἐνεργείας, εἴτε πάθη προσαγορεύσειεν, οὐδὲν διαφέρει, ἀλλὰ καὶ περὶ τῶν μερῶν τῆς ψυχῆς διδάσκουσαι.

514

Διὸ καὶ καλῶς ἂν ἔχοι μὴ παραδραμεῖν αὐτὰς, ἀλλ’ ὅλον ἀναλαβεῖν τὸν λόγον, ὃν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας διῆλθεν, ὑπὲρ τοῦ τρία τὰ τῆς ψυχῆς ἡμῶν ὑπάρχειν εἴδη. προσέχειν δὲ χρὴ κᾀνταῦθα τῷ λεγομένῳ τὸν νοῦν ἀπ’ αὐτῶν ἀρξαμένους αὖθις τῶν ὀνομάτων, καὶ μὴ νομίζειν, ἐπιλανθάνεσθαι τὸν Πλάτωνα τῶν ὑφ’ ἑαυτοῦ λεγομένων, ἐπειδὰν εἴδη τρία τὴν ψυχὴν ἡμῶν ἔχειν εἰπὼν αὖθις εἰς τρία μέρη διαιρεῖσθαι φάσκῃ. καὶ γὰρ εἴδη καὶ μέρη ψυχῆς ὀρθῶς ἄν τις ὀνομάζοι τὸ λογιστικὸν, καὶ τὸ θυμοειδὲς, καὶ τὸ ἐπιθυμητικὸν, ὥσπερ εἰ καὶ σώματος εἴδη τις εἰπὼν εἴη φλέβα, καὶ ἀρτηρίαν, καὶ νεῦρον, ὀστοῦν τε καὶ χόνδρον, καὶ σάρκα, καὶ τἄλλ’ ὅσα τοιαῦτα, μετὰ ταῦθ’ ὡς περὶ μερῶν αὐτῶν διαλέγοιτο. καὶ γὰρ καὶ μέρη τοῦ σώματος ἡμῶν ἀληθῶς ἄν τις εἶναι λέγοι τὰ τοιαῦτα, (συμπληροῦται γὰρ τὸ ὅλον ἐξ αὐτῶν,) καὶ μέντοι καὶ εἴδη τοῦ σώματος οὐδὲν ἧττον, ἐν μόνοις γὰρ τοῖς ὁμοιομερέσι τὸ διαφέρειν εἶδος οὐκ ἔστιν, ἢ τὸ τῆς σαρκὸς μέρος, ἢ τὸ τῆς φλεβὸς, ἢ τὸ τῆς πιμελῆς. οὐδὲ ἀληθὲς εἰπεῖν ἐπὶ τῶν τοιούτων,

515
ὡς ἐκ τοσῶνδέ τινων εἰδῶν σύγκειται τὸ ὅλον. ἐν δὲ τοῖς ἀνομοιομερέσιν ἡ τῶν εἰδῶν διαφορὰ τὸν ἀριθμὸν ὁρίζει τοῖς μορίοις. τοιοῦτον δέ τι χρῆμα καὶ ἡμῶν τὴν ψυχὴν ὁ Πλάτων εἶναί φησιν, ἐκ τριῶν μερῶν συγκειμένην. εἰκάζει δ’ οὕτω τὸ μὲν ἐπιθυμητικὸν θηρίῳ ποικίλῳ τε καὶ πολυκεφάλῳ τὸ δὲ θυμοειδὲς λέοντι, τὸ δὲ λογιστικὸν ἀνθρώπῳ. αὕτη γὰρ ἡ εἰκὼν οἰκειοτέρα τῆς κατὰ τὸν Φαῖδρον, ἐν ᾗ τῶν εἰδῶν ἱππομόρφω μέν τινε δύο φησὶν ὑπάρχειν, ἡνίοχον δὲ τρίτον. ἀλλὰ καὶ ἐν τῷ τῆς Πολιτείας ἐννάτῳ τῆς προτέρας εἰκόνος ἐμνημόνευσεν, ὡς σαφέστερον ἐνδεικνυμένης, ὁποῖον ἕκαστόν ἐστι τῶν εἰδῶν τῆς ψυχῆς. ὁ μὲν οὖν Πλάτων, καὶ τοῖς τόποις τοῦ σώματος κεχωρίσθαι νομίζων αὐτὰ, καὶ ταῖς οὐσίαις πάμπολυ διαλλάττειν, εὐλόγως εἴδη τε καὶ μέρη προσαγορεύει. ὁ δ’ Ἀριστοτέλης τε καὶ ὁ Ποσειδώνιος εἴδη μὲν ἢ μέρη ψυχῆς οὐκ ὀνομάζουσιν, δυνάμεις δ’ εἶναί φασι μιᾶς οὐσίας ἐκ τῆς καρδίας ὁρμωμένης. ὁ δὲ Χρύσιππος, ὥσπερ εἰς μίαν οὐσίαν, οὕτω καὶ εἰς δύναμιν μίαν ἄγει καὶ τὸν
516
θυμὸν, καὶ τὴν ἐπιθυμίαν. ἀλλ’ ὅτι μὲν οὐκ ὀλίγον ἁμαρτάνει τῆς ἀληθείας ὁ ἀνὴρ οὗτος, αὐτάρκως ἡμῖν ἐπιδέδεικται. ὅτι δὲ οἱ περὶ τὸν Ἀριστοτέλην σφάλλονται, μιᾶς οὐσίας τὰς τρεῖς δυνάμεις εἶναι νομίζοντες, ἔν τε τοῖς ἔμπροσθεν ἱκανῶς ἐπιδέδεικται, καὶ οὐδὲν ἧττον ὁ μετὰ τοῦτον λόγος ἀποδείξει. πρότερον δ’, ὅτι Πλάτων αὐτὸς εἴδη τε καὶ μέρη ψυχῆς ὀνομάζει τό τε λογιστικὸν, καὶ τὸ θυμικὸν, καὶ τὸ ἐπιθυμητικὸν, ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ πιστωσόμεθα. ἐν μὲν οὖν τῷ Τιμαίῳ περὶ τῆς ἐπιθυμητικῆς ψυχῆς, ἧς καὶ τὰ φυτὰ μετέχει φύσει, διαλεγόμενος ᾧδέ πως γράφει. μετέχει γε μὴν τοῦτο, ὃ νῦν λέγομεν, τοῦ τρίτου τῆς ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἵδρυται. αὖθις δ’ ἐν τῷδε τῷ βιβλίῳ περὶ τῆς λογιστικῆς ψυχῆς διαλεγόμενος ᾧδέ πώς φησι. τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρ’ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίμονα ὁ θεὸς ἑκάστῳ δέδωκε, ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ συγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν. συμαμφότερα δ’ αὖ
517
πάλιν ἐν ταὐτῷ βιβλίῳ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδὲς τῇδε τῇ ῥήσει ψυχῆς εἶδος ὠνόμασεν. ἄλλο τι εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόμουν τὸ δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ παθήματα ἔχον. ὁμοῦ δ’ αἶ πάλιν τὰ τρία μέρη τῆς ψυχῆς ἡμῶν εἴδη προσαγορεύει τῆς ψυχῆς ἐν ταὐτῷ βιβλίῳ, τῷ Τιμαίῳ, κατὰ τήνδε τὴν διήγησιν. ἔστι γὰρ, καθάπερ εἴπομεν πολλάκις, ὅτι τρία τῆς ψυχῆς ἐν ἡμῖν εἴδη κατῴκισται. ὡσαύτως δ’ κᾀν τῇ Πολιτείᾳ κατὰ μὲν τὸ τέταρτον ὑπὲρ τοῦ θυμοειδοῦς προειρηκὼς, ὡς ἕτερόν ἐστι τοῦ ἐπιθυμητικοῦ, κᾄπειθ’ ἐφεξῆς ζητῶν, εἰ καὶ τοῦ λογιστικοῦ διαφέρει, φησίν· ἆρ’ οὖν ἕτερον ὂν καὶ τούτου, ἢ λογιστικοῦ τι εἶδος, ὥστε μὴ τρία, ἀλλὰ δύο εἴδη εἶναι ἐν τῇ ψυχῇ, λογιστικόν τε καὶ ἐπιθυμητικόν; οὕτω δὲ καὶ κατὰ τὸ ἔννατον ἔγραψεν ἔν γε τῇδε τῇ ῥήσει. ἀλλ’ ἡσυχάσας μὲν τὼ δύω εἴδη, τὸ τρίτον δέ τις κινήσας, ἐν ᾧ τὸ φρονεῖν ἐγγίγνεται. καὶ προσέτι τῇδε. ὅτι δὴ οὖν εἶπον, ἀμφισβητοῦνται ἑκάστου εἴδους αἱ ἡδοναὶ, καὶ αὐτὸς ὁ βίος, μὴ ὅτι πρὸς τὸ κάλλιον καὶ αἴσχιον ζῇν, μηδὲ τὸ χεῖρον
518
καὶ ἄμεινον, ἀλλὰ πρὸς αὐτὸ τὸ ἥδιον καὶ ἀλυπότερον. πῶς ἂν ἤδη μέν τις αὐτῶν ἀληθέστατα λέγοι; τί ἂν ἔτι δέοιμεν ἑτέρας παραγράφειν ῥήσεις; ἱκαναὶ γὰρ καὶ αἵδε δηλῶσαι τὴν γνώμην τἀνδρὸς, ὡς εἴδη ψυχῶν εἶναι βούλεται τὰ τρία ταυτὶ, λογιστικὸν, ἐπιθυμητικὸν καὶ θυμοειδές. ἀμέλει μόνας αὐτὰς εἶναί φησι χωρὶς ἀλλήλων, ἐν μὲν τοῖς φυτοῖς τὴν ἐπιθυμητικὴν, ἐν δὲ τοῖς θεοῖς τὴν λογιστικήν. τὴν μέντοι θυμοειδῆ διὰ τί μόνην οὐχ οἷόν τε κατ’ οὐδὲν τῶν σωμάτων εἶναι, προϊὼν ὁ λόγος ἀποδείξει, παραθεμένων ἡμῶν τὴν ἐκ τοῦ Τιμαίου ῥῆσιν, ἔνθα τὴν χρείαν τῆς γενέσεως αὐτῆς διδάσκων ἕνεκα τῆς ἐπιθυμητικῆς γεγονέναι φησὶ βοηθὸν τῇ λογικῇ ψυχῇ, καθάπερ τινὰ κύνα κατὰ τοῦ πολυκεφάλου τε καὶ ἀγρίου θρέμματος, τῆς ἐπιθυμίας. εἰκότως οὖν εἴδη ψυχῆς αὐτὰ προσαγορεύει κατά τε τὰς προγεγραμμένας ῥήσεις καὶ προσέτι πολλὰς ἑτέρας, ὧν οὐκ ἀνάγκη μνημονεύειν, ἐναργῶς ἤδη διὰ τούτων τῆς γνώμης τἀνδρὸς ἐγνωσμένης. εἰ δὲ καὶ μέρη ψυχῆς ἕκαστον αὐτῶν ὀνομάζει, θαυμαστὸν οὐδέν.
519
πρῶτον μὲν γὰρ αὐτὸς ἡμᾶς ἐδίδαξεν, ὡς, ὅ τι περ ἂν εἶδος ᾖ, τοῦτο καὶ μέρος ὀνομάζειν ἐγχωρεῖ, μὴ μέντοι τό γε μέρος ἅπαν εὐθὺς καὶ εἶδος εἶναι· δεύτερον δὲ, ὅτι μηδ’ ἐγχωρεῖ λέγειν μηδὲν σύνθετον ὁμοιομερὲς, ἑαυτῷ γε συνεχὲς ὅλον ὑπάρχον. ἐξ ὡρισμένων γὰρ τὸν ἀριθμὸν σύγκειται μορίων· οὐδενὸς γὰρ ὁμοιομεροῦς ἀριθμῷ περιλαβεῖν ἐγχωρεῖ τὸ πλῆθος τῶν μορίων. ὅτι μὲν οὖν εὐλόγως ὁ Πλάτων εἴδη τε καὶ μέρη τῆς ψυχῆς ὀνομάζει ταῦτα, μακροτέρων οὐ δέομαι λόγων.

Ὅτι δὲ τὸ μὲν ἐν τῇ κεφαλῇ καθίδρυται, τὸ δ’ ἐν τῇ καρδίᾳ, τὸ δ’ ἐν τῷ ἥπατι, τοῦτο ἐξ ἀρχῆς προὔκειτο, καὶ δέδεικται διὰ τῶν ἔμπροσθεν ὑπὲρ τῶν δύο μερῶν. ὑπόλοιπον δὲ ἔτι τὸ ἐπιθυμητικὸν ἰδίας ἀποδείξεως δεόμενον, ἣν ἐν τῷδε διέξιμεν, ἐκεῖνο πρότερον ἐν ἀρχῇ τοῦ λόγου προειπόντες, ὡς οὐκ ἐξ ὁμοίως ἐναργῶν, οὐδ’ ἐξ αὐτῆς ἄντικρυς τοῦ ζητουμένου τῆς φύσεως ἡ ἀπόδειξις ἔσοιτο, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἀλλ’ ἐκ τῶν τούτῳ συμβεβηκότων ἰδίᾳ. τῶν μὲν γὰρ νεύρων βρόχῳ

520
διαλαμβανομένων ἢ τεμνομένων, ἐφαίνετο τὰ μὲν ἐγκεφάλῳ συνεχῆ μόρια διασώζοντα τὰς ἀρχαίας δυνάμεις, τὰ δ’ ἐπέκεινα τοῦ βρόχου παραχρῆμα καὶ τὴν αἴσθησιν ἀπολλύντα καὶ τὴν κίνησιν. οὕτω δὲ καὶ τῶν ἀρτηριῶν αἱ μὲν τῇ καρδίᾳ συνεχεῖς τὰς ἀρχαίας ἐνεργείας ἐργάζονται, αἱ δ’ ὑπὸ τοῦ βρόχου διειργόμεναι τελέως ἄσφυκτοι γιγνόμεναι. καὶ μέντοι καὶ τὰ παθήματα τῆς ψυχῆς, ὅσα κατὰ τοὺς θυμούς τε καὶ τοὺς φόβους συμπίπτει, προφανῶς ἐξιστάντα τὴν καρδίαν ἐφαίνετο τῆς κατὰ φύσιν ἐνεργείας. ἐμνημονεύσαμεν δὲ καὶ ὅσα θλιβόμενος ὁ ἐγκέφαλος ἢ τιτρωσκόμενος εἰς τὰς κοιλίας ἅπαν βλάπτει τὸ σῶμα, καὶ ὡς καὶ ταῦτ’ ἐναργῶς ἐνδείκνυται κινήσεώς τε καὶ αἰσθήσεως ἀρχὴν ὑπάρχειν αὐτόν. ἐπὶ δὲ τοῦ ἥπατος οὐδὲν τοιοῦτον ἔχομεν ἐπιδεικνύειν, οὔτ’ εἰ γυμνώσαντες αὐτὸ θλίβομεν, οὔτ’ εἰ βρόχῳ τὰς φλέβας διαλαμβάνομεν. οὔτε γὰρ ἐναργοῦς ἐστι κινήσεως ἡ ἀρχὴ, καθάπερ ἡ μὲν καρδία τῆς σφυγμικῆς, ὁ δ’ ἐγκέφαλος τῆς αἰσθητικῆς τε καὶ προαιρετικῆς, οὔτ’ ὀξείας βλάβης αἴτιον, ὡς ἐκείνων ἑκάτερον, ἀλλ’ ἐν τῷ χρόνῳ βλάπτεται τὸ ζῶον εἰς ἀτροφίαν τε καὶ
521
ἄχροιαν, ἥπατος ἀτονήσαντος. ὡσαύτως δὲ καὶ τὸ μέρος, εἰς ὅπερ ἂν ἐμβάλλουσαν φλέβα βρόχῳ διαλάβῃς, ἢ καὶ παντάπασιν ἐκκόψῃς, ἀτροφώτερόν τε καὶ ἀχρούστερον ἐν πλέονι χρόνῳ φαίνεται γιγνόμενον, οὐ μὴν ἔν γε τῷ παραυτίκα βλαπτόμενον οὐδὲν, ὅ τι ἄξιον λόγου. τοιαύτης γὰρ δυνάμεως ἀρχὴ τὸ ἧπαρ, οἵα καὶ τοῖς φυτοῖς ὑπάρχει. καλείσθω γὰρ ἔν γε τῷ παρόντι δύναμις, ὕστερον ἐπιδειξόντων ἡμῶν ἀκριβέστερον, ὡς πολλῶν ἐστι δυνάμεων ἀρχὴ τὸ ἧπαρ, καὶ κάλλιον οὐσίαν ψυχῆς ὀνομάζειν, οὐ δύναμιν, ἐν ἑκάστῳ τῶν τριῶν σπλάγχνων περιεχομένην, ἐν ἐγκεφάλῳ μὲν λογιστικὴν, ἐν καρδίᾳ δὲ θυμοειδῆ, κατὰ δὲ τὸ ἧπαρ ἐπιθυμητικὴν, ἢ φυτικὴν, ἢ γεννητικὴν, ἢ, ὡς οἱ περὶ τὸν Ἀριστοτέλην, θρεπτικὴν, ἀφ’ ἑνὸς ἑκάστου τοὔνομα θέμενοι, ἀπὸ μὲν τοῦ φύειν φυτικὴν, ἀπὸ δὲ τοῦ τρέφειν θρεπτικὴν, ἀπὸ δὲ τοῦ γεννᾷν γεννητικήν· ὁ δὲ Πλάτων ἀπὸ τοῦ πλήθους τῶν ἐπιθυμιῶν ἐπιθυμητικήν. οἱ δὲ Στωϊκοὶ οὐδὲ ψυχὴν ὅλως ὀνομάζουσι τὴν τὰ φυτὰ διοικοῦσαν, ἀλλὰ φύσιν. ὀνομαζέτω μὲν οὖν
522
ἕκαστος, ὡς ἂν ἐθέλῃ, περὶ δὲ τῶν ἐναργῶς τοῖς πράγμασι διαφορῶν ἀποδείξει πιστούσθω, καθάπερ ἡμεῖς ἐπὶ μὲν ἐγκεφάλου καὶ καρδίας ἔμπροσθεν ἐποιήσαμεν, ἐφ’ ἥπατος δὲ κατὰ τὸν ἐνεστῶτα λόγον ὁρμώμεθα διελθεῖν. ἀρξόμεθα δ’ ἀπὸ τῶν ἐναργεστέρων, ἵν’ ὥσπερ γυμνασθέντες ἐν τούτοις ῥᾷον ἐξεύρωμέν τι τῶν ἀμυδροτέρων, ἅμα τε προτάσεων εὐπορήσωμεν εἰς αὐτά. ἐναργέστερον δ’ ἐστὶν ἀπὸ τῶν φλεβῶν ἄρξασθαι καὶ ζητῆσαι, πότερον καὶ τούτων ἐστὶν ἀρχὴ τὸ ἧπαρ, ὡς ἀρτηριῶν μὲν ἡ καρδία, τῶν νεύρων δ’ ὁ ἐγκέφαλος, ἢ, καθάπερ ἔνιοι νομίζουσιν, οὐ ταῖς ἀρτηρίαις μόναις, ἀλλὰ καὶ ταῖς φλεψὶν ἐπιπέμπει τὰς φυσικὰς δυνάμεις ἡ καρδία. κάλλιστον οὖν εἰς τοῦτο περὶ τῆς κατὰ τὰ φυτὰ γεννήσεώς τε ἅμα καὶ διοικήσεως ἐπισκέψασθαι πρότερον· εἰκὸς γάρ που, μόνην ἐκείνοις ὑπάρχουσαν τὴν ζητουμένην δύναμιν ἐναργέστερα τεκμήρια τοῦ μέρους, ὅθεν ὁρμᾶται, παρασχέσθαι. καταβληθέντος εἰς τὴν γῆν σπέρματος οὑτινοσοῦν, εἰ μὲν αὐχμώδης εἴη, πλέον οὐδὲν εἰς φυτοῦ γένεσιν αὐτὸ περιεργάσεται τὸ σπέρμα, πᾶσαν
523
αὐτοῦ τὴν ἔμφυτον ἰκμάδα πρὸς ἑαυτὴν τῆς γῆς ἑλκυσάσης· μετρίως δ’ ὑπαρχούσης ὑγρᾶς, μαλακὸν γίνεται τὸ σπέρμα, διοιδίσκεται δὲ κατὰ τὸ περιέχον αὐτὸ σύμφυτον σκέπασμα τὸ οἷον δέρμα, καὶ ῥήγνυται μὲν πρῶτον, ἀερωθείσης τῆς κατὰ τὸ σπέρμα νοτίδος· εἶθ’ ἑξῆς ἀποτείνεται κατὰ τὸ ῥαγὲν ἀποβλάστημά τι λεπτὸν καὶ μαλακὸν εἰς ἄμφω τὰ μέρη, τό τε ἄνω τοῦ σπέρματος ὡς πρὸς τὸν ἀέρα καὶ τὸ κατὰ βάθους τῆς γῆς. καὶ ταῦτα συνεχῆ φαίνεται τὴν αὔξησιν ποιούμενα καὶ φερόμενα διὰ παντὸς εἰς ἅπερ ἀρχῆθεν ὥρμησε. καὶ τοῦ χρόνου προϊόντος εἰ τὸ σπέρμα δένδρου τινὸς εἴη μεγάλου σπέρμα, τὸ μὲν εἰς τὸν ἀέρα φερόμενον αὐτοῦ πρέμνον γίγνεται, τὸ δ’ εἰς τὸ βάθος τῆς γῆς ῥίζα, καὶ σχίζεταί γε πολλὰς σχίσεις ἑκάτερον, εἰ πολυσχιδοῦς εἴη δένδρου τὸ σπέρμα. μία μὲν οὖν ἀρχὴ τῆς γενέσεώς ἐστι καὶ τῆς αὐξήσεως ἅπασι τοῦ φυτοῦ τοῖς μέρεσιν ὁ τόπος ἐκεῖνος, ὅθεν ἄνω μὲν τὸ πρέμνον, ἡ δ’ ἀρχὴ τῆς ῥιζώσεως κάτω γίγνεται, καὶ φαίνεται καθάπερ ἔκ τινος ἑστίας ἡ διοικοῦσα τὸ δένδρον δύναμις ἐκεῖθεν ὁρμωμένη.
524
κινεῖται μὲν οὖν τὰς ἐναντίας κινήσεις, εἰς μὲν τὸ κάτω καὶ τὸ βάθος τῆς γῆς ἔν τε τῷ κατασχίζειν τὸν βλαστὸν πολυμερῶς εἰς πολλὰς τὰς πρώτας ῥίζας αὐξάνειν ἀρχομένας· εἰς δὲ τὸ ἄνω κλάδους μέν τινας ἀποφύουσιν τοῦ στελέχους, ἐκείνους δ’ αὖθις εἰς ἑτέρους σχίζουσιν μέχρι τῶν ἐσχάτων καὶ λεπτοτάτων βλαστῶν. καὶ ἔοικε τὸ μὲν ἄνω μέρος ἅπαν, ὅπερ ἐστὶ τὸ δένδρον, ἕνεκεν ἑαυτοῦ τε καὶ τοῦ καρποῦ διαπλάττειν, τὸ κάτω δ’ ὑπὲρ τῆς κατὰ τὴν τροφὴν εὐπορίας. ὁποῖον γάρ τι τοῖς ζώοις ἐστὶ τὸ στόμα, τοιοῦτον τοῖς φυτοῖς τὸ πέρας τῆς ῥιζώσεως ἀτεχνῶς φάναι δοκεῖ, στοματίων πολλῶν ἑλκόντων ἐκ τῆς γῆς τροφὴν ὑπὸ τῆς φύσεως δεδημιουργημένην. ἄγε δή μοι τὴν εἰκόνα κᾀπὶ τὰ ζῶα. καὶ πρῶτον μὲν ἐπίσκεψαι τὴν μεγίστην ἀρτηρίαν, ἥτις ὥσπερ πρέμνον ἐκφύουσα τῆς καρδίας διασχίζεται, τῷ μὲν ἑτέρῳ μέρει τῷ μικροτέρῳ πρὸς τὴν κεφαλὴν ἀναφερομένη, θατέρῳ δὲ τῷ μείζονι κατὰ τῆς ῥάχεως ἐκτεταμένη. θέασαι δ’ ἑξῆς ἅπαντ’ αὐτῆς τὰ βλαστήματα πάντοσε τοῦ σώματος φερόμενα καθ’ ὃν ἐν τῷ πρώτῳ γράμματι λέλεκται
525
τρόπον, ἑτέραν δ’ ἀρτηρίαν ἐκ τῆς αὐτῆς κοιλίας τῆς καρδίας ἐκφερομένην, τὴν εἰς τὸν πνεύμονα κατασχιζομένην ἀνάλογον τῷ καθήκοντι μέρει τῆς ῥιζώσεως εἰς τὴν γῆν. ὥσπερ γὰρ ἐκ τῆς γῆς τὰ φυτὰ διὰ τῶν ῥιζῶν ἅπασαν ἐπισπᾶται τὴν τροφὴν, οὕτως ἐκ τοῦ πνεύμονος ἡ καρδία τὸν ἀέρα διὰ τῶν εἰρημένων ἀρτηριῶν. αὗται δύο μὲν τῆς καρδίας ἐκπεφύκασιν ἀρτηρίαι, μέγισται τῶν οἰκείων ἀποβλαστημάτων ἑκάτεραι. καὶ καθάπερ ἐν τῷ φυτῷ τὸ μὲν ἐξέχον τῆς γῆς τὸ πρέμνον ἐστὶν ἁπάντων εὐρύτατον τῶν ἄλλων, τὸ δ’ εἰς τὰς ῥίζας σχιζόμενον ἁπάντων καὶ τοῦτ’ εὐρύτατον τῶν κάτω, τὸ μέσον δ’ ἀμφοῖν ἡ ἀρχὴ τοῦ φυτοῦ, κατὰ τὸν αὐτὸν τρόπον ἡ μὲν οἷον στέλεχος ἀρτηρία μεγίστη τῶν καθ’ ὅλον ἐστὶ τὸ ζῶον, ἡ δ’ εἰς τὸν πνεύμονα τὴν ἔμφυσιν ἔχουσα τῶν ἐν ἐκείνῳ πασῶν, αὐτὴ δὲ ἡ καρδία μέση τ’ ἀμφοτέρων ἐστὶ καὶ ἀρχὴ τῶν διοικουσῶν αὐτὰ δυνάμεων. ἀνδρί τε περὶ φύσιν δεινῷ καὶ χωρὶς τῶν εἰρημένων εὔδηλον, ὡς τὰ μείζω τῶν ἐλαττόνων ἀρχαὶ, καθάπερ γε καὶ ἡ πηγὴ τῶν ὀχετῶν, εἰς οὕς διανέμεται. καίτοι τινὲς εἰς τοσοῦτον ἥκουσιν ἀλογίας, ὡς
526
τῆς ἀρχῆς τὰ μετ’ αὐτὴν μείζω νομίζειν, ἐξαπατώμενοι πρὸς τῶν ποταμῶν, οἵ μικροὶ παντάπασι πρὸς ταῖς πηγαῖς ὄντες αὐξάνονται προϊόντες, οὐκ ἐξ ἀνάγκης ἀεὶ γιγνομένου. τινὲς μὲν γὰρ αὐτῶν ἑτέρους ὑποδεχόμενοι ποταμοὺς εἰκότως αὐξάνονται, τινὲς δ’ ὀχετῶν ἀποσχιζομένων σμικρύνονται. ποταμὸς δὲ οὐδεὶς ἐκ μιᾶς ὁρμώμενος πηγῆς ἐλάττονα τὴν κεφαλὴν ἔχει τῶν ἐφεξῆς· εἰ δὲ ἐκ πολλῶν ἀθροίζοιτο πηγῶν, εὔλογον δήπου τὸ ὅλον ἑκάστης αὐτῶν γενέσθαι μείζονα. καὶ χωρὶς δὲ τοῦ παραδείγματος, εἰ τὰ κατὰ τὸ σῶμα τῶν ζώων ἀγγεῖα τὰ μικρότερα τῶν μειζόνων ἀρχὰς θησόμεθα, μαχεῖται πρὸς ἑαυτὸν ὁ λόγος ἐν ἅπαντι μορίῳ τοῦ σώματος ἀναγκαζόμενος ὁμολογεῖν ἀρχὴν εἶναι τῶν ἄλλων τριῶν ὀργάνων, ἀρτηρίας, καὶ νεύρου, καὶ φλεβός. ὥστ’, εἰ οὕτως ἔτυχε, τὴν πτέρναν ἢ τὸν δάκτυλον ἀρχὴν εἶναι τῆς μεγίστης ἀρτηρίας, καὶ τῆς κοίλης φλεβὸς, καὶ τοῦ νωτιαίου· ταυτὶ γὰρ ὥσπερ τινὰ πρέμνα, τὸ μὲν ἀρτηριῶν ἐστι, τὸ δὲ φλεβῶν, τὸ δὲ νεύρων. ὥστ’ ἴσως ὁ τοῦτον τὸν λόγον εἰσηγούμενος οὐδὲ τὰ βλαστήματα τῶν δένδρων, οὐδὲ τὰ πέρατα τῶν ῥιζῶν αἰσχύνεται λέγειν ἀρχὰς
527
τοῦ φυτοῦ. καίτοι τά γε πέρατα τῶν ῥιζῶν ἀρχαὶ τροφῆς τοῦ δένδρου δύναιτ’ ἂν λέγεσθαι παραπλησίως ταῖς εἰς τὴν γαστέρα καθηκούσαις φλεψὶ καὶ ταῖς εἰς τὸν πνεύμονα κατασχιζομέναις ἀρτηρίαις. ἁπλῶς δ’ ἅπαντα τῶν φλεβῶν τὰ πέρατα λέγειν ἀρχὰς ἀτοπώτατον. οὔτε γὰρ τῆς τροφῆς οὐδὲν αὐτῶν ἀρχὴ πλὴν τῶν εἰρημένων, οὔτε τῆς διοικούσης δυνάμεως· οὕτως γὰρ ἅπαν ἔσται μόριον ἀρχή. εἰ δέ τινα μὲν ἀρχὰς ἐροῦσι τῶν περάτων, τινὰ δ’ οὐκ ἀρχὰς, ἀναπόδεικτον ὑπόθεσιν θήσονται. τί γὰρ μᾶλλον τάδε τῶνδε νομιστέον ἀρχὰς, οἷον τὰ κατ’ ἐγκέφαλον τῶν κατὰ πνεύμονα, καὶ τούτων τὰ κατὰ τὸ ἧπαρ, ἢ τὸν σπλῆνα, κᾀκείνων τὰ κατ’ ἄλλο τι μόριον ἢ σπλάγχνον; ἐγὼ τοῦτον τὸν λόγον οὐδ’ ὅτε μειράκιον ὂν ἤκουσα παρὰ τοῦ διδασκάλου Πέλοπος, ἐπιδεικνύναι πειρωμένου τὸν ἐγκέφαλον ἁπάντων τῶν ἀγγείων ἀρχὴν, οὔτ’ ἐν τῷ παραχρῆμα προσηκάμην, οὔθ’ ὕστερον ἀνασκεπτόμενος ἐπῄνεσα. τὰ δ’ ἀπὸ τῆς κεφαλῆς καταφέρεσθαι λεγόμενα τέτταρα ζεύγη φλεβῶν ἐμβεβλῆσθαί τέ μοι δοκεῖ
528
τοῖς ἐπιγραφομένοις Ἱπποκράτους συγγράμμασι καὶ διεσκευάσθαι φανερῶς. οὐδὲν γοῦν αὐτῶν δείκνυται, καίτοι τἄλλα τὰ περὶ φλεβῶν εἰρημένα πρὸς Ἱπποκράτους, ἅπερ ἔγραψεν πάντα κατὰ τὴν περὶ τῆς Ἱπποκράτους ἀνατομῆς πραγματείαν, ὡμολόγηται τοῖς ἀνατομικοῖς ἀνδράσι, καὶ δείκνυται καὶ πρὸς ἡμῶν. τὰ τέτταρα δὲ ἐκεῖνα ζεύγη, πρὸς τῷ μηδ’ ὑφ’ ἑνὸς ἄλλου λέγεσθαι τῶν ἀνατομικῶν, οὐδὲ δείκνυται πρός τινος. ἀλλ’ ἔνιοι μὲν τῶν τιθεμένων αὐτὰ πιστεύειν Ἱπποκράτει φασὶ, κᾂν οὗτοι μὴ δύνωνται δεικνύειν, ὡς περὶ λόγῳ θεωρητοῦ πράγματος, οὐκ αἰσθητοῦ, διαλεγόμενοι, τινὲς δ’ ἐπαγγέλλονται μὲν δείξειν, ἔδειξαν δ’ οὐδέποτε. τὸ μὲν οὖν ἐν ἑτέρῳ τινὶ γράφεσθαι βιβλίῳ τῶν προφανῶς νόθων τὰ τέσσαρα ζεύγη τῶν φλεβῶν οὐδὲν θαυμαστόν· εὑρίσκεται δὲ καὶ κατὰ τὴν τελευτὴν τοῦ περὶ φύσεως ἀνθρώπου, δευτέρου δὲ τοῦ περὶ διαίτης, ᾧ τὴν ἀνατομὴν τῶν βιβλίων ἐμβεβλήκασιν, οὐδένα λόγον ἔχουσαν τῇ διαίτῃ συνῆφθαι. πολὺ γὰρ ἦν πιθανώτερον, οὐ τούτῳ τῷ μέρει τοῦ
529
γράμματος, ἀλλὰ τῷ προτέρῳ συνάπτειν αὐτήν. ἀλλὰ γὰρ ὁ διασκευάζων ᾤετο λήσεσθαι μᾶλλον, ἢ εἰ τῷ τέλει παρέγραψεν. ὅτι δ’ οὐδὲ τῷ προτέρῳ μέρει προσαρμόττεσθαι λόγον εἶχεν, εὔδηλόν ἐστιν ἅπασι τοῖς ἀνεγνωκόσι τὸ σύγγραμμα. ζητεῖ γὰρ ἐν αὐτῷ φύσιν ἀνθρώπου τὴν ὡς ἐκ στοιχείων, οὐ τὴν ἐξ ἀνατομῆς φαινομένην. ἀλλ’ ὅτι μὲν οὐκ ἔστι γνήσιος οὔθ’ Ἱπποκράτους οὔτε Πολύβου τῶν εἰρημένων φλεβῶν ἡ ἀνατομὴ, καὶ πρὸ ἡμῶν μὲν ἑτέροις ἀποδέδεικται, καὶ ἡμεῖς δ’ ἂν, εἰ θεὸς δοίη ποτὲ περὶ τῶν γνησίων Ἱπποκράτους συγγραμμάτων πραγματεύσασθαι, διὰ πλειόνων ἐπιδείξομεν, ἥτις ἐστὶν Ἱπποκράτους γνώμη περὶ φλεβῶν ἀρχῆς, ἣν ἐκ τε τοῦ περὶ τροφῆς ἔνεστι λαβεῖν καὶ ἐκ τοῦ δευτέρου τῶν ἐπιδημίων. ἀλλὰ τοῦτο μὲν εἰσαῦθις ἀναβεβλήσθω. δεῖξαι γὰρ πρότερον ὃ λέγων ἀπέλιπον ἔγνωκα, ὅτι κᾀν τοῖς φυτοῖς μὲν ἀρχὴ καὶ γενέσεως καὶ διοικήσεως τὰ μείζω σώματα τῶν μικροτέρων ὑπάρχει, οὐχ ἥκιστα δὲ κᾀν τοῖς ζώοις. ἐπάνειμι γὰρ αὖθις ὡς τὸν Πέλοπα συγχωροῦντα τὸν ἐγκέφαλον
530
ἁπάντων εἶναι τῶν νεύρων ἀρχήν. ὁμολογεῖ γοῦν καὶ αὐτὸς, ἀπ’ ἐγκεφάλου φυόμενα δύο νεῦρα διασπείρεσθαι τοῖς κατ’ ὀφθαλμοὺς μυσὶν ἐκ μιᾶς καὶ παχείας ἐκφύσεως εἰς μικρὰ καὶ πολλὰ σχιζόμενα. τούτων δ’ ἔτι μᾶλλον ἡ ἐφεξῆς συζυγία παχίστη μέν ἐστιν ἐκφυομένη, τέμνεται δ’ εἰς πάμπολλα μικρὰ τοῖς περὶ τὸ πρόσωπόν τε καὶ τὸ στόμα διανεμομένη μορίοις, ὥσπερ γε καὶ ἡ μετ’ αὐτήν. ἵνα δὲ μὴ τρίβω τὸν χρόνον, ὁ νωτιαῖος ἐξ ἐγκεφάλου ἐκφυόμενος βλαστάνειν αὐτῷ δοκεῖ καὶ εἶναι καθάπερ τι πρέμνον ἀριθμοῦ παμπόλλου νεύρων οἷον κλάδων ἀποφυομένων αὐτοῦ. ταῦτα μὲν οὖν ἀληθῆ τ’ ἐστὶ καὶ τοῖς ἐναργῶς ὁρωμένοις ὁμολογούμενα, τὸ δὲ τὰ μικρὰ τῶν μεγάλων ἀρχὰς εἶναι μάχεται μὲν καὶ τοῖς κατὰ τὰ νεῦρα φαινομένοις, (ἀεὶ γὰρ ἐν τούτοις τὰ μείζω τῶν μικροτέρων ἀρχαὶ,) μάχεται δὲ, ὡς εἴρηται, καὶ τοῖς κατὰ τὰ φυτὰ, καὶ προσέτι τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν. ἀναισχυντία πάντως γὰρ ἐστιν ἄλλο τι σπλάγχνον ἀρτηριῶν ἀρχὴν ὑποθέσθαι. φαίνονται γοῦν αἱ μὲν ἀρτηρίαι, πρὶν ἐκτμηθῆναι τοῦ ζώου, τὴν
531
κίνησιν ἀπολλύουσαι σαφῶς, ἐπειδὰν βρόχῳ διαληφθῶσι, μήτι γε δὴ χωρισθεῖσαι καὶ ἐκτὸς γενόμεναι, μόνη δ’ ἡ καρδία πάντων τῶν ἐν τῷ ζώῳ μορίων ἐξαιρουμένη μέχρι πλείστου διαφυλάττουσα τὴν κατὰ φύσιν ἐνέργειαν, ὡς ἀρχὴ κινήσεως ἑαυτῇ τε καὶ τοῖς ἀφ’ ἑαυτῆς· αἱ δ’ ἀρτηρίαι ἀποχωρισθεῖσαι αὐτῆς ἢ βρόχοις ἢ τομαῖς ἅμα τῷ πάθει καὶ τὴν κίνησιν ἀπολλύουσιν. ἀλλ’ εἴπερ ἀναίσχυντόν ἐστι τὰς ἀρτηρίας ἑτέρωθεν ἄρχεσθαι φάναι, τὰ μέγιστα μόρια τῶν ἀρτηριῶν ἀρχαὶ τῶν μικροτέρων γενήσονται. εὐρύταται οὖν ἁπασῶν εἰσι τοῦ ζώου ἀρτηριῶν αἱ τῆς καρδίας ἐκφυόμεναι, παχύταται δὲ καὶ τῶν νεύρων αἱ ἀρχαὶ, καθάπερ ἐν τοῖς φυτοῖς παχύτατον μὲν τὸ πρέμνον ἁπάντων τῶν κλάδων, παχίστη δ’ ἡ ῥίζωσις τῶν ῥιζῶν. ὀνομάζω δὲ ῥίζωσιν, ὅπερ ὀλίγον ἔμπροσθεν ἐδείκνυον τὸ κάτωθεν μέρος ἀρχὴν εἶναι τοῦ φυτοῦ. καί μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης, ἐντεῦθεν ἐπὶ τὰ ζῶα μεταφέρων τοὔνομα, ῥίζωσιν εἰρηκέναι τῶν μὲν ἀρτηριῶν τὴν καρδίαν, τῶν δὲ φλεβῶν τὸ ἧπαρ. ὡς γὰρ ἀπὸ τῆς ῥιζώσεως τῶν φυτῶν
532
αἱ ῥίζαι μὲν κάτω, τὸ δὲ στέλεχος ἄνω φύεται, κατὰ τὸν αὐτὸν τρόπον ἐκ μὲν τῆς καρδίας ἥ τε εἰς τὸν πνεύμονα καὶ ἡ εἰς ὅλον τὸ ζῶον, ἐκ δὲ τοῦ ἥπατος ἥ τ’ εἰς τὴν κατὰ τὴν γαστέρα καὶ εἰς τὸ σύμπαν σῶμα. ῥίζαι μὲν οὖν ἐοίκασιν αἱ εἰς τὴν γαστέρα καθήκουσαι φλέβες, ὡς καὶ τοῦτ’ αὐτὸς Ἱπποκράτης ἔδειξε, φάμενος· ὡς γὰρ τοῖς δένδροις ἡ γῆ, οὕτω τοῖς ζώοις ἡ γαστὴρ, τὸ δ’ οἷον πρέμνον ἡ κοίλη φλέψ ἐστιν, ἐκ μὲν τῶν κυρτῶν τοῦ ἥπατος ἐκπεφυκυῖα, φερομένη δ’ ἐκ τοῦ ἥπατος εὐθεῖα πρὸς ἑκάτερα τοῦ ζώου τὰ μέρη, τό τε ἄων καὶ τὸ κάτω. εὐρύτατον μὲν οὖν αὐτῆς ἐστι τὸ κάτω τοῦ ἥπατος, ἧττον δ’ εὐρὺ τὸ διὰ τῶν φρενῶν ἀνατεταμένον, ἔλαττον δὲ ἀμφοτέρων τὸ τῇ καρδίᾳ ἐμφυόμενον. καίτοι, εἴπερ εἴη ἡ καρδία τῆς κοίλης φλεβὸς, ὡς καὶ τῆς μεγάλης ἀρτηρίας, ἀρχὴ, μέγιστον ἂν ἦν, οἶμαι, τὸ συνεχὲς αὐτῆς μέρος.

Εἰ δέ τις οἴεται τῆς μὲν δυνάμεως ταῖς φλεψὶ χορηγὸν τὴν καρδίαν, τῆς δ’ ὕλης τὸ ἧπαρ, ἐντεῦθεν γὰρ ὁρμᾶσθαι τὸ αἷμα, καὶ διὰ τοῦτ’ εὐρυτέραν εἶναι τὴν κάτω κοίλην τῆς ἄνω, διότι πλείω μόρια τὰ κάτω τοῦ

533
ἥπατός ἐστιν, οἷς ἀναγκαῖόν ἐστιν ἅπασι χορηγεῖσθαι τροφὴν, οὗτός μοι δοκεῖ δι’ αὐτῶν ὧν ὑποτίθεται συγχωρεῖν ἃ μὴ βούλεται. τὸ γὰρ ἐξ ἥπατος ὁρμᾶσθαι τὸ αἷμα τί ἄλλο ἐστὶν, ἢ τὴν γεννῶσαν αἷμα δύναμιν ἐν τούτῳ τῷ σπλάγχνῳ περιέχεσθαι; εἴπερ οὖν ἕνεκα μὲν τοῦ τρέφεσθαι τὸ ζῶον ἡ τοῦ αἵματός ἐστι γένεσις, ἐν ἥπατι δὲ γίγνεται τὸ αἷμα, τῆς θρεπτικῆς δυνάμεως ἀρχὴ τοῦτ’ ἔσται τὸ σπλάγχνον, οὐχ ἡ καρδία. τὸ γὰρ προνοούμενον ὕλης ἐπιτηδείου πρὸς θρέψιν ἅπαντι τῷ σώματι, τοῦτ’ εὔλογον ἀρχὴν εἶναι τῆς θρεπτικῆς τε καὶ φυτικῆς δυνάμεως, ὥσπερ, οἶμαι, κᾀν τοῖς φυτοῖς ἐκεῖνο τὸ μέρος, ὃ ῥίζωσιν ἐκαλοῦμεν. ἕλκει τε γὰρ ἐφ’ ἑαυτὸ διὰ παμπόλλων ῥιζῶν ἐκ τῆς γῆς τὴν τροφὴν, ἐπιπέμπει τε προκατεργασάμενον ἅπαντι τῷ φυτῷ διὰ τοῦ στελέχους. εἰ γὰρ καὶ τῆς αὐτῆς δυνάμεως, ὥσπερ καὶ τῆς σφυγμικῆς, ἀρχὴν θησόμεθα τὴν καρδίαν, ἐκ τοῦ περιττοῦ τὸ ἧπαρ ἡ μηδὲν μάτην ἐργαζομένη φύσις ἐποίησεν· ἦν γὰρ δή που κατὰ τὴν καρδίαν αἱματοῦσθαι τὴν τροφήν. ἀλλ’ ὡς εἰς μέγα τὸ ἔργον οἷον ὑπηρέτην τινὰ
534
τὸ ἧπαρ ἡ φύσις τῇ καρδίᾳ παρεστήσατο προπαρασκευάσοντα τὴν ὕλην αὐτῇ, καθάπερ ἡ γαστὴρ ἐκείνῳ. πιθανὸς μὲν ὁ λόγος, οὐ μὴν ἀληθής γε. φαίνεται γὰρ οὐχ ὡς ὑπηρέτης ἡγουμένῳ προπαρασκευάζων ἐπιτήδειον ὕλην τὸ ἧπαρ, ἀλλ’ ὡς αὐτὸς ὁ ἡγούμενος ἐξουσίαν ἔχων τοῦ διανέμειν αὐτήν. ἐναργῆ δὲ παραδείγματα κατ’ αὐτὸ τοῦ ζώου τὸ σῶμα πάρεστι θεάσασθαι. πάντα γοῦν, ὅσα προπαρασκευάζει τὰς ὕλας ἑτέροις, ἐκείνοις αὐτὰς ἀκεραίους φυλάττει, καὶ οὔτ’ ἐκ πνεύμονος ἄλλη τις ὁδὸς ἑτέρωσε τέτμηται, πλὴν μιᾶς τῆς εἰς τὴν καρδίαν, οὔτ’ ἐκ κοιλίας τε καὶ ἐντέρων ἑτέρωσε, πλὴν εἰς ἧπαρ, οὔτ’ ἐκ τοῦ δικτυοειδοῦς πλέγματος ἑτέρωσε, πλὴν εἰς ἐγκέφαλον, οὔτ’ ἐκ τῶν τὸ σπέρμα προπαρασκευαζόντων ἀγγείων εἰς ἄλλο τι, πλὴν τῶν ὄρχεων. οὕτω δὲ καὶ οἱ τὸ χολῶδες ὑγρὸν ἀθροίζοντες πόροι πάντες εἰς ἓν ἀγγεῖον ἀποφέρονται, τὴν συνημμένην δηλονότι ἥπατι κύστιν, ἐντεῦθέν τε εἰς τὴν νῆστιν ἐκπέμπουσιν, καθάπερ οἱ νεφροὶ τὸ οὖρον, εἰς τὴν μίαν δηλονότι κύστιν. οὐκοῦν οὐδὲ τὸ ἧπαρ, εἴπερ τῇ καρδίᾳ τὸ αἷμα
535
προπαρασκευάσον ὑπὸ τῆς φύσεως ἐγένετο, διανέμειν αὐτὸ τῇ παρασκευῇ ἡμίεργον ἐπιστεύθη ἄν. οὔτε γὰρ ὑπηρέτου τὸ τοιοῦτον ἔργον, ἀλλ’ ἡγεμόνος καὶ ἄρχοντος, οὔθ’ ὕλης ἐλλιπῶς παρεσκευασμένης τὸ πάθος· ὑπηρέτου γάρ ἐστι τὸ παρασκευάζειν μόνον, ὕλης τ’ ἐλλιποῦς ἐστι τὸ μὴ διανέμεσθαι. καὶ μὴν οὔθ’ ὡς ὑπηρέτης τὸ ἧπαρ, ἀλλ’ ὡς ἄρχων, οὔθ’ ὡς ὕλην ἐλλιπῆ τὸ αἷμα διανέμειν πεπίστευται. πάντα γὰρ ὅσα κάτω τοῦ διαφράγματός ἐστι τοῦ ζώου μόρια παρ’ ἥπατος ἀναμφισβητήτως ἔχει τὸ αἷμα, καίτοι πλείω τῶν ἡμίσεών ἐστι. μᾶλλον δ’ ὅτι καὶ αὐτὸ τὸ διάφραγμα, καὶ ὁ περικάρδιος ὑμὴν ἅμα τοῖς ἄλλοις ὑμέσι τοῖς πλησίον, ὅσοι τε διαφράττουσι τὸν θώρακα, καὶ ὅσοι περιαλείφουσι τὸν πνεύμονα, τὴν τροφὴν ἐκ τῆς κοίλης ἔχει, πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, διδαχθῶμεν, ὑπὸ τῆς ἀνατομῆς εἰσόμεθα τὰ πλείω τῶν τοῦ ζώου μορίων ἐξ ἥπατος τρεφόμενα προφανῶς τε καὶ ἀναμφισβητήτως. ἐπιδειχθήσεται μὲν γὰρ ὀλίγον ὕστερον, ὅτι καὶ τὸ ἄνω τῆς καρδίας ἅπαν ἐξ ἥπατος ἔχει τὴν τροφήν. ἀλλὰ τό γ’
536
ἀναμφισβήτητον ἤδη λαμβανέσθω τὸ τὰ κάτω τῆς καρδίας ἐξ ἐκείνου τρέφεσθαι, ἀλλὰ καὶ αὐτοῦ τοῦ θώρακος ὅλα τὰ κάτω μέρη. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὰ ἄλλα σύμπαντα τὰ κατὰ τὰς ἀνατομὰς φαινόμενα, καὶ πρῶτόν γε καὶ μέγιστον ἡ κάθαρσις τῶν περιττωμάτων τοῦ αἵματος. ὡς γὰρ συμπεπληρωμένῃ τῇ τοῦ χυμοῦ γενέσει καὶ τὸ προσῆκον εἶδος ἐχούσῃ παρεσκεύασεν ἡ φύσις ὄργανα καθαρτικὰ τῶν περιττωμάτων, νεφροὺς καὶ σπλῆνα καὶ τὴν χοληδόχον κύστιν. οὐδ’ ἔστιν ἄλλο τέταρτον οὐδ’ ἐπινοῆσαι περίττωμα τροφῆς ἢ ὕλης ἡστινοσοῦν ὑπὸ θερμοῦ μεταβαλλομένης, ἀλλὰ τὰ πλεῖστα τρία τὸν ἀριθμόν ἐστι. τουτὶ γὰρ δέδεικταί μοι δι’ ἑτέρων ἤδη πραγματειῶν, αὖθίς τε δειχθήσεται κατὰ τὴν ἐνεστῶσαν ἐπὶ προήκοντι τῷ λόγῳ πραγματείαν. νυνὶ δ’ εἴρηται μὲν, ὡς μηδὲν τῶν ἀληθῶν παραλείποιτο, τῆς δ’ ἐξ αὐτοῦ πίστεως οὐδὲν δεῖ τοῖς παροῦσιν. ὁμολογεῖται γὰρ ἥ τε τῶν νεφρῶν ἐνέργεια καὶ ἡ τῆς χοληδόχου κύστεως ἐκκαθαίρειν τὸ αἷμα. κατὰ δὲ τὴν καρδίαν οὔτ’ ἄλλο τι καθαρτικὸν ὄργανον ἡ φύσις ἐποίησεν,
537
οὔτ’ ἄλλον ἐργάζεται χυμόν. ὅμοιον γὰρ τό τ’ ἐν τῇ δεξιᾷ κοιλίᾳ τῆς καρδίας αἷμα καὶ τὸ κατὰ πάσας τὰς φλέβας ὅλῳ τῷ ζώῳ, καθάπερ γε καὶ τὸ κατὰ τὰς ἀρτηρίας ἁπάσας ὅμοιόν ἐστι τῷ κατὰ τὴν ἀριστερὰν κοιλίαν. τουτὶ μὲν οὖν ὡς τὰ πολλὰ λεπτότερόν τ’ ἐστὶ καὶ ξανθότερον, ἔσθ’ ὅτε δὲ καὶ τἀναντία, παχύτερόν τε καὶ μελάντερον, ἀεὶ μέντοι θερμότερον αὐτό ἐστι. τὸ δὲ κατὰ τὴν δεξιὰν κοιλίαν αἷμα τὴν αὐτὴν ἰδέαν ἔχει τῷ τ’ ἄλλῳ παντὶ καὶ τῷ κατὰ τὸ ἧπαρ, ὡς ἂν οὐδὲν ἐξαίρετον ἐπικτώμενον ἐν τῇ δεξιᾷ κοιλίᾳ. μεγίστη δὲ πίστις, ὡς οὐ προπαρασκευάζει τῇ καρδίᾳ τὸ ἧπαρ οὐδένα χυμὸν εἰς τροφὴν τῶν τοῦ ζώου μορίων, ἀλλ’ αὐτὸ συμπληροῖ τὴν σύμπασαν ἰδέαν αὐτοῦ, τὸ μίαν εἶναι φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν ἐκφυομένην, ἑτέραν δὲ μηκέτι ἀντεκφύεσθαι κατ’ ἄλλο μέρος αὐτῶν, εἰς ὅλον ἅπαξ φέρουσαν τὸ σῶμα τὸν κατεργασθέντα χυμὸν, καίτοι γ’ ἄλλης μὲν εἰσαγούσης ἀρτηρίας, ἄλλης δ’ ἐξαγούσης τὸ πνεῦμα. φαίνεται γὰρ ἡ φύσις οὐ τοῖς αὐτοῖς ἀγγείοις χρωμένη πρός τε τὰς
538
ἡμιεργάστους ὕλας καὶ πρὸς τὰς τελέως κατειργασμένας, οὐδὲ ταῖς αὐταῖς ὁδοῖς. οὐδὲ γὰρ δυνατόν ἐστιν ἅμα τε τὸ ἡμίπεπτον ἐξ ἥπατος εἰς καρδίαν ἀναπέμπεσθαι τροφὴν, ἅμα δὲ τὴν ἤδη κατειργασμένην διὰ τῆς αὐτῆς ὁδοῦ καταφέρεσθαι, ἀλλ’ ἦν ἂν πάντως ἑτέρα μὲν φλὲψ ἡ εἰσάγουσα τὴν ἡμίπεπτον, ἑτέρα δὲ ἡ τὴν ἀκριβῶς κατειργασμένην ἐξάγουσα. νυνὶ δ’ εἰσάγει μέν τις, ἐξάγει δ’ οὐδεμία πλὴν τῆς εἰς πνεύμονα, περὶ ἧς αὖ ἐπὶ πλέον ἐν τοῖς περὶ χρείας μορίων ἐπισκεψόμεθα, τὴν αἰτίαν ἐρευνῶντες, ἧς ἕνεκεν ἐκ τῆς καρδίας, οὐκ ἐκ τῆς κοίλης, ἐξέφυσεν ἡ φύσις εἰς τὸν πνεύμονα τὴν θρέψουσαν τὸ σπλάγχνον φλέβα.

Δεῖται δὲ μάλιστα, εἴπερ τις ἄλλος λόγος, καὶ ὁ νῦν ἡμῖν προκείμενος αὐτοῦ τοῦ φαινομένου κατὰ τὰς ἀνατομάς. οὐ μόνον γὰρ οὐδεμία φαίνεται φλὲψ ἐκ καρδίας εἰς τὰ κάτω μόρια φερομένη, πλὴν τῆς ἐξ ἥπατος ἀναφερούσης τὸ αἷμα, ἀλλ’ οὐδ’ εἰς τὸ ἄνω καρδίας ἀφικνεῖται φλὲψ οὐδεμία. φαίνεται γὰρ ἡ κοίλη φλὲψ ἀπὸ τοῦ ἥπατος εὐθὺ τῶν σφαγῶν ἀναφερομένη; καὶ ταύτης

539
ἀποβλάστημά τι τὸ εἰς τὴν καρδίαν ἐμφυόμενον, οὐκ ἐξ ἐκείνης αὐτή. γνώρισμα δ’ ἐναργέστατόν ἐστι τὸ κατὰ μὲν ἀρτηρίαν τὴν μεγάλην τὸ θεωρούμενον, ἄν τινα βουλοίμην οὕτως ἐπὶ τὴν κοίλην ἔρχεσθαι φλέβα. μία γὰρ ἀρτηρία μεγίστη τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφύσασα, σαφῆ σχίσιν εἰς ἀμφοτέρας ποιεῖται τὰς ἀρτηρίας, ἥν τε ἄνω πρὸς τὴν κεφαλὴν, ἥν τ’ ἐπὶ τὴν ῥάχιν ὁρῶμεν καταφερομένην. οὕτως δ’ οὖν ἐχρῆν καὶ τὴν ἐκ τῆς δεξιᾶς κοιλίας ἐκφυομένην φλέβα σαφῆ τὴν νομὴν ἴσχειν εἰς ἄμφω τὰ μέρη. φαίνεται δ’ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς ἀναφερομένης ἐξ ἥπατος εἰς καρδίαν ἀποσχίζεται. πῶς οὖν ἔτι δυνατόν ἐστι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας ὑπολαβεῖν εἶναι φλεβῶν ἀρχὴν, ὥσπερ τὴν ἀριστερὰν ἀρτηριῶν; ἐπὶ γὰρ ἀνομοίοις γνωρίσμασιν ἀνόμοιον εἶναι χρὴ καὶ τὴν ἔνδειξιν. εἰ δέ τῳ δοκεῖ μικρὸν εἶναι τὸ τῆς ἐκφύσεως τῶν ἀγγείων γνώρισμα, καίτοι γ’ οὐκ ὄντος μικροῦ, ἀλλ’ ἐκεῖνό γ’ οἶδ’ ὅτι οὐ σμικρὸν εἶναί φησι, τὸ πολλὰ τῶν ζώων οὐκ ἔχειν τὴν δεξιὰν κοιλίαν τῆς καρδίας. καίτοι γ’ οὐκ ἐνδέχεται τὴν κοίλην φλέβα
540
τῆς κοιλίας ταύτης ἐκφύεσθαι νομίζειν, ὅταν ἐν παμπόλλοις γένεσι ζώων ἧπαρ μὲν ὑπάρχῃ καὶ κοίλη φλὲψ, ἡ κοιλία δ’ ἡ δεξιὰ μηδ’ ὅλως ᾖ. τίνα τοίνυν ἐστὶ καὶ πόσα τὰ γένη τῶν ζώων, ἐν οἷς φημι τὴν δεξιὰν οὐκ εἶναι τῆς καρδίας κοιλίαν; ἀριθμῷ μὲν οὐκ ἔχω διελθεῖν αὐτὰ, κοινὸν δ’ ἐφ’ ἅπασι κεφάλαιον εὗρον ἀνατεμών. πολλὰ ἀσύμβατα μὲν εἰς ἕτερα, πρόσεστι δὲ ἓν αὐτοῖς ἐξαίρετον, ὅπερ οὐχ ἅπασι τυγχάνει τοῖς ἐνύδροις, τὸ μήτ’ ἀναπνεῖν ἐξ ἀέρος, μήτ’ ἔχειν πνεύμονα. τουτὶ γὰρ ἄχρι τοῦ δεῦρο κατὰ πάντα γένη τῶν ζώων παρεφυλάξατο, συναπόλλυσθαί τε καὶ συγγεννᾶσθαι τῷ πνεύμονι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας. ἐζήτησα δὲ χρόνῳ παμπόλλῳ καὶ τὴν αἰτίαν αὐτῶν, καὶ γέγραπται τὰ φανένθ’ ἡμῖν εὔλογα κατὰ τὴν περὶ χρείας μορίων πραγματείαν. ἐμπίδας μὲν οὖν καὶ μυίας, καὶ σκώληκας, καὶ μελίττας, καὶ μύρμηκας οὔτ’ ἀνέτεμον οὔτ’ ἀνατεμεῖν ἐπιχειρήσαιμι ἄν. ὅπου γὰρ κᾀν τοῖς μεγάλοις ζώοις εὑρίσκω πολλὰ σφαλλομένους τοὺς ἀνατεμόντας, εὔλογον δήπου κατὰ τὰ σμικρότερα μᾶλλον σφαλῆναι.
541
τῶν γοῦν ἀνατμηθέντων ὑπ’ ἐμοῦ μέχρι γε τοῦ δεῦρο σχεδὸν οὐκ ἔστιν ὅτῳ μὴ καὶ καρδία καὶ ἧπαρ ὑπάρχει, καὶ κοίλη φλὲψ, καὶ ἀρτηρία ἡ μεγάλη. καὶ φαίνεται, καθάπερ ἡ ἀρτηρία τῆς καρδίας, οὕτως ἡ φλὲψ τοῦ ἥπατος ἐκφυομένη διὰ παντὸς, κᾂν μηδ’ ὅλως ἔχῃ δεξιὰν ἡ καρδία κοιλίαν. καὶ διὰ τοῦτο φαίνεται σχιζομένη μετὰ τὸ διελθεῖν τὰς φρένας ὑποκάτω τῆς καρδίας, ὥσπερ ἐπὶ τῶν ἄλλων, ὅταν ἐγγὺς ἥκῃ τῶν σφαγῶν. ἐν ἑτέροις δὲ ζώοις οὐκ ὀλίγοις ἐστὶ μὲν δεξιὰ κοιλία, φαίνεται δ’ οὐδὲν ἧττον ἡ κοίλη φλὲψ εἰς μεγάλα δύο σχιζομένη, πρὶν ἐπὶ τὴν καρδίαν ἐξικέσθαι. καὶ τοῦτο πᾶσι μὲν ὑπάρχει σχεδὸν τοῖς πτηνοῖς, ἅπασί τε τοῖς ἕρπουσι, καὶ τῶν βαδιζόντων οὐκ ὀλίγοις. ὥστε τὰ πλεῖστα τῶν ζώων τὴν κοίλην φλέβα προφανῶς ἐξ ἥπατος ἔχει ἀρχομένην. ἐναργῶς γὰρ ὁρᾶται διπλάσιον εὐρὺ τὸ ἐξ ἐκείνου τοῦ σπλάγχνου φυόμενον ἀγγεῖον ἑκατέρων τῶν τμημάτων, ὡς ἅμα δίχα τῆς κοίλης ἐνταῦθα σχισθείσης. εἰ δὲ εὐρύτερόν ποτε θάτερον ἐπί τινος ζώου φαίνοιτο θατέρου τμήματος, ἀλλὰ συναμφότερά γε τῇ κοίλῃ φλεβὶ προφανῶς
542
ἐστιν ἴσα, μονονοὺ μετὰ φωνῆς ἑρμηνεύοντα, τὴν μὲν οἷόν τι πρέμνον ὑπάρχειν, αὐτὰ δ’ ἀπ’ ἐκείνης γεγενῆσθαι σχισθείσης οἷόν περ κλάδους τινὰς ἢ καὶ κλῶνας. οὐ μόνον δ’ ἡ κοίλη φλὲψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκπέφυκεν, ἀλλὰ καὶ ἐκ τῶν σιμῶν ἑτέρα φλὲψ, ἣν οἱ μὲν ὀνομάζουσι πύλας ἥπατος, οἱ δὲ τὴν ἐπὶ πύλαις· οὐ γὰρ δὴ ὅλην γε τὴν φλέβα πύλας ὑπάρχειν, ἀλλ’ ὅσον πρῶτον αὐτῆς ἐξίσχει τοῦ ἥπατος, ὅπερ καὶ πάντων εὐρύτατόν ἐστιν. ἀπ’ αὐτοῦ γὰρ εἰς ἄμφω τὰ μέρη κατασχίζεται τὸ ἀγγεῖον, εἴς τε τὰ σιμὰ τοῦ ἥπατος ἅπαντα καὶ εἰς τὰ κατὰ τὴν γαστέρα, τὸ καλούμενον ἐπίπλοον. τῶν γὰρ ἐν τούτοις ἅπασι φλεβῶν παμπόλλων οὐσῶν οὐδεμία συνεχής ἐστι τῇ καρδίᾳ. καί τις ἀκούσας τοῦτο τῶν ἀλήθειαν τιμώντων ἀπεθαύμαζέ τε καὶ ἠπίστει τῷ λόγῳ, καὶ δειχθῆναί οἱ τὸ λεγόμενον ἠξίου, καὶ ὡς εἶδε, μεγάλως κατεγίνωσκε τῶν ἀποφηναμένων, ἀρχὴν εἶναι φλεβῶν τὴν καρδίαν. ὥσπερ γὰρ, εἰ μίαν ἡντιναοῦν ἐν ὅλῳ τῷ ζώῳ φλέβα κεχωρισμένην εἰς τοσοῦτον εὑρίσκομεν, ὡς μήτ’ αὐτῷ συνάπτειν τῷ ἥπατι μήτε τινὶ τῶν ἀπ’ αὐτοῦ
543
φλεβῶν, οὐκ ἂν ἀπεφηνάμεθα, τῆς φλεβὸς ἐκείνης ἀρχὴν εἶναι τὸ ἧπαρ, οὕτως, ἐπειδὴ νῦν οὐ μίαν οὐδὲ δύο μόνας, ἀλλ’ ἀνάριθμόν τι πλῆθος εὑρίσκομεν, οὐδεμίαν ἐχούσας τῇ καρδίᾳ συνέχειαν, οὐκ ἂν, οἶμαι, φαίημεν, ἐκείνων τῶν φλεβῶν ἀρχὴν εἶναι τὴν καρδίαν. εὐλόγως οὖν εἴρηται ῥίζωσις τῶν φλεβῶν εἶναι τὸ ἧπαρ, τῶν ἀρτηριῶν ἡ καρδία, τοῦ δένδρου ὃ καὶ χώρα τοῦ καταβληθέντος σπέρματος. ἐν ἅπασι γὰρ τούτοις ἡ ῥίζωσις ἀρχὴ τοῦ παντός ἐστιν, οὐ τῆς ἐξ ἀρχῆς γενέσεως μόνον, ἀλλὰ καὶ τῆς νῦν διοικήσεως. ὅτι δὲ τὸ φαινόμενον αὐτὸ διὰ τῆς ἀνατομῆς βιάζεται καὶ τοὺς τἀναντία δοξάζοντας ἄκοντας ὁμολογεῖν τἀληθὲς, ἐκ τοῦδε ἂν μάλιστα μάθοις. οὐδεὶς τῶν ἀνατομικῶν ἀνδρῶν ἐπὶ τὸ γράφειν ἀφικόμενος ἀνατομὴν φλεβῶν ἑτέραν ἀρχὴν διδασκαλίας ἐπιτήδειον ἠδυνήθη ποιήσασθαι παρελὼν τὸ ἧπαρ. ἀλλ’ εἴτ’ ἀπορεῖν ὑπὲρ ἀρχῆς ἔφησεν, ὡς Ἡρόφιλος΄, εἴτ’ εὐπορεῖν, ὡς ἄλλοι πολλοὶ καὶ ὁ ἡμέτερος Πέλοψ, ὅμως τήν γε διδασκαλίαν ὀλίγου δεῖν ἅπαντες ἐφ’ ἥπατος ἐποιήσαντο. καὶ τό γε θαυμασιώτατόν
544
τε καὶ ἀπιστότατον ὁ Πέλοψ ἔπαθεν. ἐν μιᾷ πραγματείᾳ τῶν τε φλεβῶν ἀρχὴν κατεσκεύασε τὸν ἐγκέφαλον, ἀνατομήν τε γράφων αὐτῶν ἀφ’ ἥπατος ἤρξατο, κατὰ μὲν τὸ δεύτερον σύγγραμμα τῶν Ἱπποκρατείων εἰσαγωγῶν εὖ μάλα γενναίως ἀγωνισάμενος ὑπὲρ τοῦ δεῖξαι τὸν ἐγκέφαλον οὐ νεύρων μόνον, ἀλλὰ καὶ φλεβῶν καὶ ἀρτηριῶν ἀρχὴν, ἐν δὲ τῷ τρίτῳ τῆς ἀνατομῆς τῶν φλεβῶν ἀφ’ ἥπατος ἀρξάμενος, ὥσπερ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἀνατομικοὶ εἶναι γράφουσι, πρὸς γὰρ τὴν διδασκαλίαν ἐπίτηδες τουτὶ τὸ σπλάγχνον ἀρχὴν γενέσθαι τῷ λόγῳ. θαυμάζω δ’ αὐτῶν, εἰ χωρὶς αἰτίας φυσικῆς ἐπιτήδειον εἶναι νομίζουσι πρὸς τὴν διδασκαλίαν αὐτό. ἐγὼ μὲν γὰρ οἶδα καὶ τοῦθ’ ἕν τι τῶν ὡμολογημένων ἅπασιν, ὡς οὐδὲν τῶν γεγονότων τε καὶ γινομένων ἀναίτιόν ἐστιν. εἰ μὲν οὖν ἀπορεῖν ὁμολογοῦσιν ὑπὲρ ἁπάντων τῶν ἀδήλων ὁμοίως τοῖς ἐμπειρικοῖς, οὐδ’ ἂν ἐμοὶ πρὸς αὐτοὺς εἴη τις λόγος, οὔτε γὰρ ἀρχὴν αὐτῶν ζητήσουσιν, οὔθ’ ὅμως ἀνατεμοῦσιν. εἰ δὲ λόγον ἔχειν φασὶν, ἐξ οὗ τὰ διαφεύγοντα τὴν αἴσθησιν
545
εὑρίσκουσιν, τί οὐκ αὐτοῦ τούτου πρώτου οὗ λέγουσιν ἐπεσκέψαντο τὴν αἰτίαν, ἐπιτήδειόν ἐστιν εἰς διδασκαλίαν φλεβῶν ἀνατομῆς ἀρχὴ τῷ λόγῳ γενέσθαι τὸ ἧπαρ ἀναιτίως, ὦ σοφώτατοι; ἢ ὅτι πάντως τῇ φύσει πλεονεκτεῖ, καὶ πρὸς τὴν τῆς διδασκαλίας ἀρχὴν ἐπιτηδειότερόν ἐστι, τίς ἡ πλεονεξία ζητῆσαι δίκαιον, οὐκ ἀργῶς οὐδὲ ῥᾳθύμως ὑπερβῆναι. τὴν δ’ ἀρχὴν τῆς εὑρέσεως αὐτὸ τοῦτο οἶμαι παρέξειν, ὃ πρὸς ἁπάντων ὡμολόγηται τῶν ἀνατομικῶν ἐπιτήδειον εἶναι φασκόντων αὐτὸ πρὸς τὴν τῆς διδασκαλίας ἀρχήν. εἰ γὰρ καὶ μηδενὸς ἄλλου τούτου αὐτοῦ τὸν λόγον ἡμῖν ἀποδοῦναι δυνήσονται τοῦ φάσκειν, ἐπιτήδειον εἰς ἀρχὴν διδασκαλίας ἐστὶν, οὔθ’ ὅτι τὴν χρόαν ἐρυθρόν ἐστιν, οὔθ’ ὅτι διείληπται λοβοῖς, οὔθ’ ὅτι καθ’ ἑνὸς αὐτῶν ἐπιτέταται τὸ τῆς χολῆς ἀγγεῖον, οὔτε δι’ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ’ ὅτι πᾶσαι συνεχεῖς αἱ φλέβες ὑπάρχουσιν αὐτῷ. καὶ μὴν οὔτ’ ἄλλου τινός ἐστι τοῦτ’ αὐτὸ γνώρισμα πλὴν τῆς ἀρχῆς. οὐδὲ γὰρ οὐδὲ δι’ ἄλλο τι νεύρων ἀνατομῆς ἀδύνατόν ἐστιν ἑτέραν ἀρχὴν ποιήσασθαι διδασκαλίας
546
ἐγκέφαλον ὑπερβάντα, ἢ ὅτι ἀρχὴ τούτων ἐστί. τούτου γὰρ μὴ διδομένου οὐκ ἂν δύναιτό τις ἄλλην ἐξευρεῖν αἰτίαν, οὐδὲ διότι τῶν ἀρτηριῶν τὴν καρδίαν. ἡ γὰρ ὑπὸ τῆς φύσεως ἀρχὴ κατασταθεῖσα καὶ τὴν διδασκαλίαν ἀφ’ ἑαυτῆς ἀναγκάζει ποιήσασθαι. οὐδὲ γὰρ εἴ τις ἐθελήσειεν ὕδατος ἐξηγήσασθαι διανομὴν ἐπεισάκτου πόλει, τὴν ἀρχὴν τῆς διηγήσεως οὐκ ἂν ἄλλοθεν εὕροι ποιήσασθαι παρελθὼν τὴν πρώτην εἴσοδον, ἀλλ’ ἀνάγκη πᾶσα τούτῳ προειπόντι τὸ χωρίον ἐκεῖνο τῆς πόλεως, οὗ εἴσω πρότερον ἔξωθεν ἀφικνεῖται τὸ ὕδωρ, ἀπ’ ἐκείνου ποιήσασθαι τὴν ἑξῆς ἅπασαν διήγησιν. ὥστ’ οὐ χρὴ ζητεῖν ἄλλην μὲν ἀρχὴν τῆς τοῦ πράγματος φύσεως, ἄλλην δὲ τῆς διδασκαλίας αὐτοῦ. κατὰ γὰρ τὴν τοῦ πράγματος φύσιν ἡ διδασκαλία γιγνομένη τὴν αὐτὴν ἔχει τῷ διδασκομένῳ τὴν ἀρχὴν, οὐδ’ ἔστιν ὀρθῶς διηγήσασθαι βουλομένῳ ἢ γένεσιν τῶν γεγονότων ἢ διοίκησιν τῶν διοικουμένων ἑτέραν ἀρχὴν ἐπιτηδειοτέραν εὑρεῖν τῆς ἀληθοῦς. ἡ μὲν γὰρ τῆς οἰκίας γένεσις ἀναγκάσει πρῶτον μνημονεῦσαι τῶν θεμελίων, ἡ δὲ τῆς νεὼς
547
τῆς τρόπεως. οὕτω δὲ καὶ εἰ βουληθείης διηγήσασθαι πόλεως, ἢ ἔθνους, ἢ στρατοπέδου διοίκησιν, ἂν ἀναγκασθείης τῆς πρώτης ἀρχῆς ἐν ἑκάστῳ μνημονεῦσαι. θαυμάζειν οὖν ἄξιον, ὅσοι διδάξαι μὲν ὀρθῶς ἑτέρωθεν ἀρξάμενον ἀδύνατον εἶναί φασιν, ἀγνοεῖν δὲ τὴν ὄντως ἀρχὴν τῶν φλεβῶν. ἀλλήλοις γὰρ ἄμφω συνῆπται ταῦτα, καὶ οὐχ οἷόν ἐστι χωρὶς ἀλλήλων γενέσθαι διασπασθέντα, τὴν ὀρθὴν ἀρχὴν λέγω τῆς διδασκαλίας τῆς ὄντως ἀρχῆς τοῦ πράγματος. ἀλλ’ εἴτ’ ὀρθῶς διδάσκει τις, ἀπὸ τῆς κατὰ φύσιν ἀρχῆς ἄρχεται, εἴτε δὲ τὴν ὄντως ἀρχὴν οἶδέ τις, τὴν τῆς διδασκαλίας οὐκ ἀγνοεῖ.

Ἤρκει μὲν οὖν καὶ ταῦτα πρὸς ἀπόδειξιν τῆς ἀρχῆς τῶν φλεβῶν, οὐδὲν μὴν ἧττόν ἐστι καὶ μὰ μέλλοντα λεχθήσεσθαι βέβαια γνωρίσματα τοῦ μηδαμῶς εἶναι τὴν καρδίαν μήτε τοῦ τρέφοντος αἵματος ὅλον τὸ σῶμα γεννητικὴν ἀρχὴν, μήτε τῶν ὀργάνων αὐτοῦ. δείξω δὲ ἑκάτερον ἰδίᾳ, καὶ πρότερον, ὡς οὐκ ἔστι τῷ ζώῳ τοῦ θρέψοντος αἵματος ἀρχή. διὰ τί δὲ τοῦ θρέψοντος πρόσκειται κατὰ τὸν λόγον αὖθις; διότι ἐδείκνυον, ὡς ἑτέρου τινὸς

548
αἵματος, ἑτέραν χρείαν τοῖς ζώοις παρεχομένου, τῆς γενέσεως οὐκ ἀφαιροῦμεν τὴν καρδίαν, ἀλλὰ τό γε νῦν εἶναι προκείμενον, ὡς, ὑφ’ οὗ τρέφεται τὰ σύμπαντα μέλη τοῦ ζώου, τοῦτ’ ἐξ ἥπατος, οὐκ ἐκ τῆς καρδίας ὁρμᾶται, δείξειν ἐπαγγέλλομαι τῶν ἐξ ἀνατομῆς φαινομένων ἀρχὴν τῷ λόγῳ ποιησάμενος, ὃ μάλιστα μάχεται τοῖς Ἐρασιστρατείοις, οἳ νῦν ἡμῖν ἐροῦσιν, ὡς παράδοξά τε καὶ καινὰ κατασκευάζουσιν. εἴρηται δὲ τὸ φαινόμενον ὑπὲρ Ἐρασιστράτου κατὰ τὴν τῶν πυρετῶν πραγματείαν, ὡς ὑμένες ἐπιπεφύκασι τοῖς στόμασι τῶν ἀγγείων, οἷς εἰς ὑπηρεσίαν ὑλῶν εἰσαγωγῆς τε καὶ αὖθις ἐξαγωγῆς ἡ καρδία προσχρῆται. τούτους τοὺς ὑμένας ἐτόλμησάν τινες οὐκ εἶναι λέγειν, ἀλλ’ ὑπ’ Ἐρασιστράτου διεσκευάσθαι δόγματος ἕνεκεν κατασκευῆς. πλὴν εἰς τοσοῦτον ἥκουσι γνώσεως ἅπασι τοῖς ἰατροῖς, ὥστ’ ἀρχαῖος ὄντως εἶναι δόξειεν ἂν ὁ μὴ γινώσκων αὐτούς. εἰσὶ δ’ ἐπὶ μὲν τῷ στόματι τῆς κοίλης φλεβὸς τρεῖς ἀκίδων γλωχῖσιν ὁμοιότατοι τὴν σύνταξιν, ὅθεν, οἶμαι, καὶ τριγλώχινας ἔνιοι τῶν Ἐρασιστρατείων ἐκάλεσαν αὐτούς· ἐπὶ δὲ τῆς ἀρτηρίας
549
τῆς φλεβώδους (οὕτω δὲ ὀνομάζω τὴν ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας εἰς τὸν πνεύμονα κατασχιζομένην) ὁμοιότατοι μὲν τὸ εἶδος, ἀριθμῷ δ’ οὐκ ἴσοι· μόνῳ γὰρ τούτῳ τῷ στόματι δυοῖν ὑμένων ἐπίφυσίς ἐστι, τῶν δ’ ἄλλων στομάτων ἑκατέρῳ τρεῖς ὑμένες εἰσὶν ἅπαντες σιγμοειδεῖς. ἐξάγει δ’, ὡς Ἐρασίστρατός φησιν ἐξηγούμενος τὸ φαινόμενον, ἑκάτερον μὲν τῶν στομάτων αἷμα μὲν εἰς τὸν πνεύμονα ἕτερον αὐτῶν, πνεῦμα δ’ εἰς ὅλον τὸ ζῶον ἕτερον. τὸν τῶν ὑμένων, ὡς ἐκείνῳ δοκεῖ, πρὸς ἐναντίας ὑπηρεσίας τῇ καρδίᾳ χρόνον, ἀμοιβαῖς ἐγκαίροις ὑπαλλαττομένας, τοὺς μὲν ἐπὶ τοῖς εἰσάγουσιν τὰς ὕλας ἀγγείοις ἐπιπεφυκότας ἔξωθεν ἔσω φερομένους, ἀνατρέπεσθαι μὲν ὑπὸ τῆς εἰσόδου τῶν ὑλῶν, ἀναπίπτοντας δ’ εἰς τὰς κοιλότητας τῆς καρδίας ἀνοιγνύντας τὰ στόματα παρέχειν ἀκώλυτον τὴν φορὰν τοῖς εἰς τὴν αὐτὴν ἑλκομένοις. οὐ γὰρ δὴ αὐτομάτως γε τὰς ὕλας εἰσθεῖν φησιν, ὡς εἰς ἄψυχόν τινα δεξαμενὴν, ἀλλ’ αὐτὴν τὴν καρδίαν διαστελλομένην, ὥσπερ τὰς τῶν χαλκέων φύσας, ἐπισπᾶσθαι πληροῦσαν τῇ διαστολῇ. ἐπὶ δὲ τοῖς
550
ἐξάγουσιν ἀγγείοις τὰς ὕλας ἐλέγομεν ἐπικεῖσθαι, καὶ τοὐναντίον ἡγεῖσθαι πάθος πάσχειν. ἔσωθεν γὰρ ἔξω ῥέποντας, ἀνατρεπομένους μὲν ὑπὸ τῶν ἐξιόντων ἀνοιγνύναι τὰ στόματα, καθ’ ὃν ἂν ἡ καρδία λόγον ἐχορήγει τὰς ὕλας· ἐν δὲ τῷ λοιπῷ παντὶ κλείειν ἀκριβῶς τὰ στόματα, μηδ’ ἐνίας τῶν ἐκπεμφθέντων ἐπανέρχεσθαι συγχωροῦντας. οὕτως δὲ καὶ τοῖς ἐπὶ τοῖς εἰσάγουσι, ὅταν ἡ καρδία συστέλληται, κλείειν τὰ στόματα, μηδὲν τῶν ἑλχθέντων ὑπ’ αὐτῆς αὖθις ἔξω παλινδρομεῖν ἐπιτρέποντας. εἴπερ οὖν ἔχει ταῦθ’ οὕτως, ἄνδρες Ἐρασιστράτειοι, τὰ μὲν ἄλλα τῶν ἀγγείων ἰάσωμεν ἤδη τῷ λόγῳ, τὸ δ’ ἀμφισβητούμενον ἐπισκεψώμεθα, τὴν κοίλην φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν εἰσάγουσαν τὸ αἷμα, ποτέρους ἔχει τοὺς ἐπιπεφυκότας ὑμένας. ἆρ’ ἔσωθεν ἔξω ῥέποντας, ἢ τοὐναντίον ἔξωθεν ἔσω φερομένους; ἀλλ’ ἴσως οὐδὲ τοῦτο μέγα πρὸς τὸ προπαρεσκευάσθαι μὲν ἐν ἥπατι τὸ αἷμα, φέρεσθαι δ’ ἐντεῦθεν εἰς τὴν καρδίαν, ἀπολειψόμενον ἐνταῦθα τὸ λεῖπον τῆς οἰκείας ἰδέας εἰς ἀκριβῆ τελειότητα. καὶ γὰρ καὶ λόγον ἔχει, μηδὲν
551
τῶν τελέων τε καὶ μεγάλων ἔργων ἀθρόως δύνασθαι γενέσθαι, μηδὲ ὑφ’ ἑνὸς ὀργάνου φυσικοῦ τὸν οἰκεῖον κόσμον ἅπαντα κτήσασθαι. δείξατε οὖν ἡμῖν ἕτερον ἀγγεῖον ἐξάγον ἐκ τῆς καρδίας τουτὶ τὸ κοσμηθὲν αἷμα καὶ διανεμόμενον εἰς ἅπαντα τὰ σώματα, καθάπερ ἡ ἀρτηρία τὸ πνεῦμα. καὶ μὴν τὰ σύμπαντα τέτταρά ἐστι στόματα, δύο καθ’ ἑκατέραν κοιλίαν, ἓν μὲν ἐκ τοῦ πνεύμονος εἰσάγον τὸ πνεῦμα, τὸ δ’ ἕτερον ἐξάγον μὲν ἄμφω ταῦτα κατὰ τὴν ἀριστερὰν κοιλίαν, ὑπόλοιπα δὲ δύο κατὰ τὴν δεξιὰν, εἰς μὲν τὸν πνεύμονα τὸ ἕτερον αἷμα φερόμενόν τε καὶ διανεμόμενον, εἰς δὲ τὴν δεξιὰν κοιλίαν ἐκ τοῦ ἥπατος εἰσάγον τὸ ἕτερον· ὑπὲρ οὗ σύμπας ὁ λόγος ἐστίν. πέμπτον δ’ ἄλλο στόμα οὐκ ἔχει κατὰ τὴν καρδίαν, ᾧ τὸ ἐξ ἥπατος ἀφικόμενον εἰς αὐτὴν αἷμα πρὸς ὅλον ἀποπέμψει τὸ σῶμα. μὴ τοίνυν ἐπιπέμπεσθαι λέγετε τῷ παντὶ σώματι παρὰ τῆς καρδίας αἷμα καὶ πνεῦμα, μηδ’ εἶναι τοῦτο τὸ σπλάγχνον, ὡς ἀρτηριῶν, οὕτω καὶ φλεβῶν ἀρχήν. οὔτε γὰρ ἀγγεῖον ἕτερον ἔχετε δεικνύειν ἐκφυόμενον τῆς καρδίας, οὔτ’ ἄλλου
552
τινὸς πλὴν τῶν ὑμένων, οὓς οὐκ ἂν ἡ μηδὲν εἰκῆ ποιοῦσα φύσις ἐν τῷ κυριωτάτῳ σπλάγχνῳ κατέθετο, μὴ μέγιστόν τι μέλλοντας εἰς ὑπηρεσίαν παρέχειν αὐτῷ. καί μοι θαυμάζειν ἐπέρχεται μάλιστα πάντων Ἐρασιστράτου καθ’ ἓν βιβλίον τὸ πρῶτον περὶ πυρετῶν ἅμα μὲν ἀρχὴν ἀποφῃναμένου καὶ ἀρτηριῶν καὶ φλεβῶν εἶναι τὴν καρδίαν, ἅμα δὲ τοὺς ἔξωθεν ἔσω νεύοντας ὑμένας ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκέναι φάσκοντος. οὐδὲ γὰρ οὐδὲ τοῦτο δυνατὸν εἰπεῖν, ὡς τοῦ μὲν αἵματος ἀρχὴ τὸ ἧπάρ ἐστι, τῆς διοικούσης δὲ τὰς φλέβας δυνάμεως ἡ καρδία. ὅπου γὰρ οὐδὲ ταῖς ἀρτηρίαις ἐκ καρδίας ἐμπέμπεσθαι διὰ τῶν χιτώνων ὁμολογεῖ τὴν δύναμιν, ἦπού γε ταῖς φλεψὶν ὁμολογήσει; εἴπερ οὖν ἀρχὴν ἐκεῖνό φαμεν εἶναι τὸ μόριον, ὃ τοῖς ἀφ’ ἑαυτοῦ πεφυκόσιν ἤτοι τὴν δύναμιν, ἢ πάντως γε τὴν ὕλην χορηγήσει, τὴν καρδίαν οὐχ οἷόν τε φάναι τῶν φλεβῶν ἀρχήν. δύναμιν μὲν γὰρ αὐταῖς οὐ χορηγεῖ κατὰ τὸν Ἐρασίστρατον, ὅτι μηδὲ ταῖς ἀρτηρίαις, ἡ δ’ ὕλη τοῦ αἵματος ἐξ ἥπατος ὁρμᾶται σαφῶς. οὐ μὴν, ὅτι πᾶσαι περαίνουσιν εἰς τὴν καρδίαν αἱ φλέβες, ἀρχὴν αὐτῶν οἷόν
553
τε τὴν καρδίαν αὐτὴν εἰπεῖν· οὐ περαίνουσι γὰρ, ὡς δέδεικται πρόσθεν. ἆρ’ οὖν, ὅτι κατὰ τὴν πρώτην διάπλασιν ἐκ καρδίας ἡ γένεσις αὐτῶν ἐστιν, διὰ τοῦτ’ ἀρχὴν ἕξουσι τὴν καρδίαν αἱ φλέβες; ἀλλ’ οὔτε περὶ τῆς τοιαύτης ἀρχῆς ἡ ζήτησις ἦν, ὡς ἐν τῷ πρώτῳ γράμματι κατ’ ἀρχὰς εὐθέως διώρισται, καὶ πρὸς τῷ μὴ ζητεῖσθαι τὴν τῆς γενέσεως αὐτῶν ἀρχὴν οὐδ’ ἀπόδειξίν τινα ἐπεχείρησεν Ἐρασίστρατος εἰπεῖν, ὡς ἐκ καρδίας ἡ φύσις ἐν τῷ διαπλάττεσθαι τὸ ἔμβρυον ἐξέφυσε τὸ φλεβῶδες γένος. οὐ μὴν οὐδ’ ἐπὶ νεύρων ἐζήτησε τὴν τοιαύτην ἀρχὴν, ὥσπερ οὐδ’ ἐπ’ ἀρτηριῶν, ἀλλὰ μόνης τῆς ἐπὶ τοῦ διαπεπλασμένου τελέως ζώου διοικήσεως ἀρχὰς ἀπεφῄνατο τῆς μὲν τῶν ἀρτηριῶν ἐνεργείας τὴν καρδίαν, τῆς δὲ τῶν νεύρων τὴν κεφαλήν. οὐκοῦν οὐδὲ φλεβῶν ἑτέρως ἂν ἔλεγεν ἀρχὴν εἶναι τὴν καρδίαν. εἰκότως μὲν οὖν ἀσαφὴς ἡ γνώμη τἀνδρός ἐστιν ἡ περὶ τῶν φλεβῶν, οὐδὲν εἰπόντος ὑπὲρ αἵματος γενέσεως, ἀλλ’ ὅλην ταύτην παραλιπόντος ἄσκεπτον τὴν ἐνέργειαν, ἀναγκαιοτέραν οὖσαν μακρῷ τοῖς ζώοις τῆς κατὰ τὴν γαστέρα. ζῇν μὲν
554
γὰρ οἷόν τ’ ἐστὶν ἡμῖν, εἰ καὶ μηδὲ ὅλως ἡ γαστὴρ τρίβῃ τὰ σιτία. δυναμένοις γε προσφέρεσθαι χυλοὺς, ὡς ἐν πολλοῖς ἔθνεσι γάλα· τεθνάναι δ’ ἀναγκαῖον, εἰ ἡ τοῦ αἵματος ἀπόλοιτο γένεσις, ἣν οὔτε εἰ τὸ ἧπαρ, οὔθ’ αἱ φλέβες, οὔθ’ ἡ καρδία πεπίστευται, σαφῶς ἐτόλμησεν ἀποφῄνασθαι· τοσοῦτον ἀποδεῖ προσθεῖναί τινα ἀπόδειξιν τῷ λόγῳ. οὐ μόνον δὲ ταύτην τὴν ἐνέργειαν ἀλλοιοῦσαν τὰ σιτία κατὰ ποιότητα διελθεῖν ὠλιγώρησεν, ἀλλὰ καὶ τὴν θρέψιν ὁμοίως γιγνομένην ἐπιχειρήσας ἐξηγεῖσθαι μᾶλλον πάντων ἢ ἀλλοιώσεως ἐμνημόνευσεν. εἰ δὲ ταύτης ἐμνημόνευσεν, εὐθὺς ἂν, οἶμαι, καὶ τοῦτο συνεπενόησεν, ὅτι πᾶσι τοῖς ὑπό τινος ἀλλοιουμένοις εἰς τὴν τῶν ἀλλοιούντων ἰδέαν ἡ μεταβολὴ γίγνεται. καθάπερ γὰρ τὸ πῦρ ὁμοιῶσαν ἑαυτῷ τὸ ξύλον ἐξ ἑαυτοῦ ἅμα γένεσίν τε καὶ τροφὴν ἴσχει, κατὰ τὸν αὐτὸν ὁρᾶται τρόπον καὶ τὰ φυτὰ καὶ τὰ ζῶα τὴν τροφὴν ἑαυτοῖς ὁμοιοῦντα. δηλοῦται δὲ τοῦτο καὶ ἐκ τῶν ἡμιπέπτων περιττωμάτων, ὁμοίων ἀεὶ γιγνομένων τοῖς τρεφομένοις
555
σώμασιν, ὧν ἐστι περιττώματα. φυσικώτερος μὲν οὖν ὁ λόγος ἐστὶ καὶ δεόμενος ἀκοῶν προγεγυμνασμένων ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λογισμοῖς, οὓς ἰδίᾳ διήλθομεν ἑτέρωθι, λεχθήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον. ἐν δὲ τῷ παρόντι συντελέσαι βούλομαι τὸν ὑπὲρ τῆς Ἐρασιστράτου γνώμης ἅπαντα λόγον, ᾧ ἀποδέδεικται, ὡς κατὰ τὴν πρώτην ἐν τῇ μήτρᾳ τῶν ἐμβρύων διάπλασιν οὐκ ἐκ τῆς καρδίας αἱ φλέβες ἴσχουσι τὴν γένεσιν. ἅπασαι γὰρ αἱ κατὰ τὸ χορίον φλέβες, αἱ συνάπτουσαι τῇ μήτρᾳ τὸ κυούμενον, ἀποβλαστήματ’ εἰσὶ μιᾶς μεγίστης φλεβὸς ἐξ ἥπατος ὡρμημένης. αὕτη δ’ ὥσπερ τι στέλεχος ἐπὶ πτόρθων παμπόλλων τῶν ἐξ αὐτῆς ἐκπεφυκότων ἀγγείων εἰς τὸ χορίον, ἄχρι πλείστου μὲν ἄσχιστος καὶ μία μένουσα, διεξέρχεται μέγα διάστημα τὸ κατ’ αὐτὸ τὸ σπλάγχνον, ἀνίσχουσα δ’ ἤδη πρὸς τοὐκτὸς ἕτερον μέγιστον διάστημα διεξέρχεται δίχα σχισθεῖσα διττοῖς, καὶ τοῦτο ὁριζόμενον ἑνὶ μὲν, ᾧ νῦν δὴ πέπαυμαι λέγων, ὅταν ἀνίσχῃ πρῶτον ἔξω τοῦ δέρματος, ἑτέρῳ δ’, ὅταν ὑπερκύψῃ τὸν ἀμνειόν. ἡ γὰρ διὰ
556
τούτου διέξοδος ἅπασα τὴν ἀπὸ τοῦ ἥπατος ἐπὶ τὸν ὀμφαλὸν ἐνηνεγμένην φλέβα περιέχει γενομένην εἰς δύο. τρίτη δ’ ἄλλη χώρα τὰς δύο ταύτας ἐκδέχεται φλέβας, ἡ κατὰ τὸ χορίον, οὐκέτι μενούσας δύο. σχίζεται γὰρ ἑκατέρα πολυειδῶς εἰς παμπόλλας ἄλλας ἀλλαχόσε τοῦ χορίου διασπειρομένας. αὖθις δ’ ἀπ’ ἐκείνων ἕτεραί τινες, εἶτ’ ἀπ’ ἐκείνων ἄλλαι γεννῶνται, καθάπερ οἱ κλῶνες ἀπὸ τῶν πτόρθων, ἄχρις ἂν εἰς μικρότατα τελευτήσωσιν ἀγγεῖα, τὰς οἷον ἐσχάτας φλέβας τὰς τοῦ φυτοῦ. οἰκειότερον δ’ ἦν ἄρα, μήτε τὴν ἐκ τοῦ ἥπατος ὁρμηθεῖσαν φλέβα πρέμνῳ προσεικάζειν εἰς πολλοὺς κλάδους σχιζομένῳ, μήτε τὰς ἐσχάτας τελευτὰς βλαστήμασιν, ἀλλὰ ταύτας μὲν αὐτοῖς τοῖς πέρασι τῶν ῥιζῶν τοῖς εἰς τὴν γῆν ἐμπεφυκόσι, τὴν μεγίστην δὲ φλέβα τῇ συμπάσῃ τῆς ῥιζώσεως ἀρχῇ. φαίνονται γάρ πως εἰς τὴν μήτραν αἱ τελευταὶ τῶν φλεβῶν ἐῤῥιζωμέναι τροφὴν ἐξ αὐτῆς αἷμα ἀναφέρειν ἐπὶ τὸ ἧπαρ, ὡς ἀρχὴν ἅπαντος τοῦ φυτοῦ. εἰ δ’ οὐ βούλει τὸ ἧπαρ ἀρχὴν θέσθαι, τῇ καρδίᾳ μὲν οὐδαμῶς ἂν ἔχοις ἔτι προσνέμειν τὴν ἀρχὴν, ἀναγκασθήσῃ
557
δὲ πάντα τὰ εἰς τὴν μήτραν ἐμφυόμενα πέρατα τὴν ἀρχὴν ἀποφήνασθαι τῶν φλεβῶν. ἀλλὰ εἰ τοῦτο, καὶ τὴν τῶν ἀρτηριῶν ἀρχὴν ἀναγκαῖον ἔσται σοι τὰ εἰς τὰς μήτρας καθήκοντα πέρατα θέσθαι τὴν καρδίαν ὑπερβάντι. δεῖξον οὖν ἡμῖν ἔτι καὶ τὴν τῶν νεύρων ἀρχὴν ἐκ τῶν αὐτῶν ὁρμωμένην. ἀλλ’ ὅμως οὔτ’ ἐστί τι νεῦρον ἐκφυόμενον τῆς μήτρας εἰς χορίον, οὔτ’ ἐν τῷ χορίῳ φαινόμενον, οὔτε κατὰ τὸν ὀμφαλὸν ἢ ἔξωθεν ἔσω χωροῦν, ἢ ἔσωθεν ἔξω προερχόμενον. οὐδὲ γὰρ ἦν ὅλως χρεία τὴν τῶν νεύρων ἀρχὴν τοῦ γεννωμένου συναφθῆναι τῇ μήτρᾳ, καθάπερ τὴν τῶν ἀρτηριῶν τε καὶ φλεβῶν. αὗται μὲν γὰρ δέονται τῶν ἐκ τῆς κυούσης ὑλῶν, ἡ δ’ ἀρχὴ τῶν νεύρων οὐ δεῖται. δέδεικται δὲ κᾀν τοῖς ἔμπροσθεν ἤδη λόγοις ὑπὲρ τοῦ τὰ μέγιστα τῶν ἀγγείων ἀρχὰς εἶναι τοῖς ἐλάττοσιν. ὥστε καὶ ἡ ἐκ τοῦ ἥπατος ἐκφυομένη φλὲψ ἀρχὴ ταῖς κατὰ τὸ χορίον ἁπάσαις ἐστὶν, ὥσπερ γε καὶ ἡ ἐκ τῆς καρδίας ἀρτηρία. καὶ γὰρ καὶ αὕτη ταῖς κατὰ τὸ χορίον ἁπάσαις
558
χορηγεῖ τῆς οἰκείας δυνάμεως, οὐκ ἐκεῖναι ταύτῃ. ἐκ γὰρ τοῦ σπέρματος ἡ ἀρχὴ τοῖς ἐμβρύοις ἐστὶ τῶν διοικουσῶν αὐτὰ δυνάμεων, οὐκ ἐκ τῆς μήτρας. ἀμέλει κᾂν βρόχῳ διαλάβῃς, ἢ τοῖς σαυτοῦ δακτύλοις πιέσῃς τὰς κατὰ τὸν ὀμφαλὸν ἀρτηρίας, ἀσφύκτους ὄψει παραχρῆμα τὰς κατὰ τὸ χορίον ἁπάσας, οὗ τοὐναντίον ἐφαίνετ’ ἂν, εἰ τὴν ἀρχὴν τῆς κινήσεως αὐταῖς ἡ μήτρα παρεῖχεν. ἔοικα δὲ διατρίβειν ἐπὶ πλέον ἐν πράγματι σαφεῖ τε ἅμα καὶ τοῖς ἀνατομικοῖς σχεδὸν ἅπασιν ὡμολογημένῳ. καὶ γὰρ ὅπως διαιρεῖν χρὴ τῆς κυούσης τὸ ἐπιγάστριον, καὶ ὅπως γυμνὸν ἐργάζεσθαι τὸ ἔμβρυον, ἔτι τῇ μήτρᾳ προσεχόμενον, οὐχ ἡμέτερον εὕρημά ἐστιν, ἀλλὰ πολλοῖς τοῖς ἔμπροσθεν εἴρηται. τοῖς δ’ αὐτοῖς τούτοις ὡμολόγηται καὶ ὅτι τὸ κυούμενον ἐν ἑαυτῷ τὰς ἀρχὰς ἔχει τῶν διοικουσῶν αὐτὰ δυνάμεων, ὥστε τούτου μὲν ἀποχωρεῖν ἤδη προσήκει, τοῦ ζητεῖν, εἴτε τὸ ἔμβρυον ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχει τῶν φλεβῶν, εἴθ’ ἡ μήτρα τῆς κυούσης, ἐπισκέπτεσθαι δ’, ἐξ ὅτου τῶν σπλάγχνων αὗται πεφύκασιν. ἑτοίμη δ’ εὕρεσις ἐκ τῶν ἐν ταῖς
559
ἀνατομαῖς φαινομένων. εἰς ὃ γὰρ ἅπασαι περαίνουσιν αἱ κατὰ τὸ χορίον, ἐκεῖθεν πεφύκασιν. ἀλλὰ μὴν ἐναργῶς τοῦτό γε φαίνεται πᾶσι τοῖς ὀφθαλμοὺς ἔχουσιν, εἰς μίαν ἅπασαι συνιοῦσαι φλέβα τὴν ἐκ τοῦ ἥπατος ἐκπεφυκυῖαν, ὥσπερ γε καὶ αἱ ἀρτηρίαι πᾶσαι πρὸς τὴν μεγάλην ἀρτηρίαν τὴν κατὰ ῥάχιν. ἀλλ’ ἐνταῦθα μὲν ὥσπερ ἔξωθεν τοῦ ἐμβρύου δίεισιν ἡ ἀρτηρία καθ’ ὅλον τὸν ἀμνειὸν, οὕτω καὶ μέχρι τῆς κατὰ ῥάχιν ἀρτηρία δύο διαμένουσαι προέρχονται. συνέρχονται δ’ εἰς φλέβα μίαν αἱ κατὰ τὸν ὀμφαλὸν ὁρμώμεναι δύο φλέβες. αὕτη μὲν οὖν ἡ φλὲψ εὐθὺ τοῦ ἥπατος ἀφικνεῖται τὰς δύο ἀρτηρίας, οὔτ’ ἐπὶ τὴν καρδίαν αὐτὴν ἄντικρυς, οὔτ’ ἐπὶ τὴν μεγάλην ἀρτηρίαν ἡ φορά. περιλαβοῦσαι γὰρ ἑκατέρωθεν τὴν κύστιν εἰς τὸ κάταντες ἔρχονται, μέχρι περ ἂν ἐντύχωσι ταῖς ἐπὶ τὰ σκέλη τοῦ κυουμένου φερομέναις ἀρτηρίαις. ἀλλ’ ἐπεὶ τῆς κατὰ τὴν ὀσφὺν ἀφώρμηνται τῆς μεγάλης ἀρτηρίας, διὰ τοῦτ’ ἔνιοι τῶν ἀνατομικῶν ὡς ἐκείνην αὐτὰς ἔφασαν περαίνειν, εἰ μὲν ἀκριβολογεῖταί τις, οὐκ ἀληθεύοντες, εἰ δὲ, ὡς εἴρηται, νῦν ἀκούει τῶν λεγομένων, οὔτε ἀκριβοῦντες τοῦ φαινομένου τὴν
560
διήγησιν, οὔτε μέγα τι σφαλλόμενοι. θαυμαστὸν οὖν εἶναί μοι δοκεῖ τῶν ἀνδρῶν ὅσοι τὰς μὲν ἀρτηρίας ἁπάσας τὰς κατὰ τὸ χορίον τε καὶ τὸν ὀμφαλὸν ἐκ τῆς καρδίας πεφυκέναι φασὶν, καίτοι οὔτ’ ἐξ ἐκείνης ἐκφυομένας, οὔτ’ ἐκ τῆς μεγάλης τῆς κατ’ ὀσφὺν, ἀλλ’ ἐκ τῶν ἀπ’ ἐκείνης εἰς τὰ σκέλη πεφυκυιῶν ἕτερα. δίκαιον ἦν, οἶμαι, τὸ ἧπαρ ἀρχὴν τίθεσθαι τῶν κατὰ τὸν ὀμφαλόν τε καὶ τὸ χορίον ἁπασῶν φλεβῶν, ὥσπερ καὶ τὴν καρδίαν ἐθέμεθα τῶν ἀρτηριῶν. ὅσα γὰρ ἀγγεῖα τῶν ἐξ ἑτέρου πεφυκότων ἐκπέφυκε, τὴν αὐτὴν ἀρχὴν ἐκείνοις ἔχει. πολὺ μᾶλλον οὖν τὸ ἧπαρ ἀρχὴν τῶν φλεβῶν ἐστι θετέον, ἢ τὴν καρδίαν τῶν ἀρτηριῶν, ὅσον ἐπὶ τοῖς ἐξ ἀνατομῆς φαινομένοις, ἐναργέστερα γὰρ αὐτῷ τὰ τῆς ἀρχῆς ὑπάρχει γνωρίσματα. μὴ τοίνυν μηδὲ ἐκεῖνό σε λανθανέτω, διότι πάντως ἂν ἔσφυζον αἱ φλέβες, εἴπερ ἐκ τῆς καρδίας ἐπεφύκεισαν.

Ὁ λόγος δ’ οὐκ ἔτι μοι πρὸς Ἐρασίστρατον ἢ τοὺς Ἐρασιστρατείους ἐστὶν, ἀλλὰ πρὸς τοὺς ἡγουμένους, οὐ, διότι πληροῦνται πνεύματος αἱ ἀρτηρίαι, διὰ τοῦτο διαστέλλεσθαί

561
τε καὶ σφύζειν αὐτὰς, ἀλλὰ, διότι διαστέλλονταί τε καὶ σφύζουσι, διὰ τοῦτο πληροῦσθαι. κοινὸν μὲν οὖν τουτὶ τὸ δόγμα πολλῶν τ’ ἐστὶ καὶ δοκίμων ἀνδρῶν, ὥσπερ γε καὶ ὅτι τὴν δύναμιν ἐκ τῆς καρδίας οἱ χιτῶνες τῶν ἀρτηριῶν τοῦ διαστέλλεσθαι καὶ συστέλλεσθαι λαμβάνουσιν. ἀπεσχίσθησαν δ’ οὖν οὐκ οἶδ’ ὅπως αὐτῶν ἐν τῷδε Πραξαγόρας τε καὶ Φιλότιμος ὁμολογήσαντες τἄλλα, καὶ νομίζουσι τὸ πάμπαν ἐξ ἑαυτῶν σφύζειν τὰς ἀρτηρίας, ὥστε καὶ εἰ σάρκα τις ἐκτεμὼν ζώου καταθείη παλλομένην ἐπὶ τῆς γῆς, ἐναργῶς ὁρᾶσθαι τὴν κίνησιν τῶν ἀρτηριῶν. οὔκουν ἐβουλόμην ἐς τοσόνδε διαμαρτεῖν τοῦ φαινομένου τηλικούτους ἄνδρας, ὡς μὴ δύνασθαι διορίσαι παλμὸν σφυγμοῦ. χρὴ δ’, οἶμαι, γιγνώσκεσθαι μὲν καὶ τοῦτο τοῖς ἀνδράσι, γιγνώσκεσθαι δὲ καὶ ὡς, εἰ μόνην ἐκτέμοις ἀρτηρίαν, οὐ κινεῖται, καθάπερ οὐδ’ εἰ βρόχῳ διαλάβοις ἔτι συνημμένην τῇ καρδίᾳ. καίτοι θαυμαστὸν, ἡνίκα μέν ἐστιν ἔξω τοῦ ζώου, μὴ μόνον τῆς καρδίας, ἀλλὰ καὶ τῆς τῶν ἄλλων ἁπάντων μορίων ἀφῃρημένης συμπνοίας, ἀκωλύτως σφύζειν αὐτὴν, ἡνίκα δὲ
562
συνῆπται πᾶσιν, ἄσφυκτον γίγνεσθαι βρόχῳ διαληφθεῖσαν. ἀλλ’ οὐδὲ γὰρ ἔξω, θαυμασιώτατε Πραξαγόρα, πάλλεται διὰ παντὸς ἐκτεμνομένη τοῦ ζώου. καίτοι τί περὶ τούτου φιλοτιμοῦμαι διελέγχειν αὐτόν; ἀρκεῖ γὰρ ἐπιδεῖξαι μόνας τὰς ἀρτηρίας ἀκινήτους τε καὶ ἀσφύκτους ἀκριβῶς γενομένας, ὅταν ἐκτμηθῶσι τοῦ ζώου. παρὰ τῆς καρδίας οὖν αὐταῖς τὸ κινεῖσθαι. καὶ τοῦτ’ ὀρθῶς μὲν εἶπε καὶ ὁ Ἐρασίστρατος, οὐκ ὀρθῶς δ’ ἐξηγήσατο τῆς κινήσεως τὴν γένεσιν. οὐ γὰρ ὡς ἀσκὸς ἐμφυσώμενος ὑπὸ τῆς καρδίας ἐκθλιβούσης τὸ πνεῦμα πληροῦται τῶν ἀρτηριῶν ἑκάστη, τῷ συνῆφθαι δ’ αὐτῇ καὶ ἐξ ἐκείνης πεφυκέναι τῆς αὐτῆς ὅλῳ τῷ σπλάγχνῳ κεκοινώνηκε δυνάμεως. ὅτι δ’ ὅλον σφύζει τῆς καρδίας τὸ σῶμα, διαστελλόμενόν τε καὶ συστελλόμενον ἐξ ἑαυτοῦ, σχεδὸν ἤδη τοῦτο καὶ διὰ τῶν ἀνατομῶν γνωρίσεις, τηνικαῦτα τὸ δεξιὸν αὐτοῦ μέρος ἀναπτύξας. γυμνοῦται δ’ ἡ καρδία χωρὶς τοῦ συντμηθῆναι τὸν θώρακα τοῦ ξιφοειδοῦς ἐκκοπέντος, ᾧ ἐγγὺς ἤρτηται τὸ περικάρδιον σκέπασμα. τριττὴ δὲ αὕτη τοῦ θώρακός ἐστιν εὐρυχωρία κατὰ μέσα τὰ στέρνα,
563
μηδετέρα οὖσα τῶν ὑπολοίπων δυοῖν. ἐὰν οὖν ἅμα τε τοῦτο ποιήσῃς καὶ τέμῃς ὄρθιον, ὡς εἴρηται, τὸν δεξιὸν θώρακα, τῆς δεξιᾶς κοιλίας τῆς καρδίας ἐναργῶς ὄψει τὸν σφυγμόν. οὐ λήσεταί σε οὐδὲ τὸ καταφυόμενον εἰς αὐτὴν ἀγγεῖον, ὅπερ ἐστὶν ἀποβλάστημα τῆς κοίλης, ὁμοίως ταῖς ἀρτηρίαις σφύζον. εἴτε δὲ τῷ δέχεσθαι δύναμιν ἐκ τῆς καρδίας ἄχρι τοῦ βράττεσθαι ἐπιῤῥέουσαν, εἴτε τοῦ αἵματος τῆς ἐπὶ τἀναντία φορᾶς τῇ κατὰ τὸ δεξιὸν οὖς, εἴτε ἄλλῳ τινὶ τρόπῳ τὴν κίνησιν ταύτην ἡ κοίλη φλὲψ λαμβάνει, περιττὸν ἐν τῷ παρόντι σκοπεῖν. ἱκανὸν γὰρ εἰς τὰ προκείμενα τὸ μηδ’ ὅλως σφύζειν αὐτὴν, ὥσπερ τὴν μεγάλην ἀρτηρίαν ἅμα ταῖς ἄλλαις ἁπάσαις ταῖς κατὰ τὸ σῶμα. ὅτι μὲν οὖν οὔτε τῆς πρώτης γενέσεως τῶν φλεβῶν, οὔτε τῆς μετὰ ταῦτα διοικήσεώς ἐστιν ἀρχὴ ἡ καρδία, δέδεικται σαφῶς.