De temperamentis

Galen

Galen, De temperamentis, Claudii Galeni Opera Omnia, Kühn, Volume 1, 1829

Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἢ τῷ τὴν ἄκραν δεδέχθαι ποιότητα τοιοῦτο εἶναί φαμεν, ἢ ἐπικρατήσει τινὸς ἐξ αὐτῶν, ἢ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβάλλοντες, ἢ πρὸς ὁτιοῦν τῶν ἐπιτυχόντων, ἔμπροσθεν εἴρηται. δέδεικται δὲ καὶ ὡς ἄν τις μάλιστα δύναιτο διαγινώσκειν ἀκριβῶς αὐτά. λοιπὸν δ’ ἂν εἴη περὶ τῶν δυνάμει τοιούτων ἐπελθεῖν, αὐτὸ πρότερον ἐξηγησαμένοις τοὔνομα, τί ποτε σημαίνει, δυνάμει. σύντομος δὲ καὶ ῥᾴστη καὶ σαφὴς ἡ ἐξήγησις. ὃ γὰρ ἂν

647
ὑπάρχῃ μὲν μηδέπω τοιοῦτο, οἷον λέγεται, πέφυκε δὲ γενέσθαι, δυνάμει φαμὲν ὑπάρχειν αὐτό· λογικὸν μὲν τὸν ἄρτι γεγενημένον ἄνθρωπον, πτηνὸν δὲ τὸν ὄρνιθα, καὶ θηρατικὸν τὸν κύνα, ταχὺν δὲ τὸν ἵππον· ὅπερ ἔσεσθαι πάντως ἕκαστον αὐτῶν μέλλει, μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν αὐτῷ γενομένου, τουθ’ ὡς ὂν ἤδη λέγοντες. ὅθεν, οἶμαι, καὶ δυνάμει πάντα ταῦτά φαμεν ὑπάρχειν, οὐκ ἐνεργείᾳ. τέλειον μὲν γάρ τι καὶ ἤδη παρὸν ἡ ἐνέργεια· τὸ δυνάμει δὲ ἀτελές τι καὶ μέλλον ἔτι, καὶ οἷον ἐπιτήδειον μὲν εἰς τὸ γενέσθαι, μηδέπω δὲ ὑπάρχον, ὃ λέγεται. οὔτε γὰρ τὸ βρέφος λογικὸν ἤδη, ἀλλ’ ἔσεσθαι μέλλει, οὔθ’ ὁ γεγενημένος ἄρτι κύων ἤδη θηρατικὸς, ὅ γε μὴ βλέπων μηδέπω, τῷ δύνασθαι δ’, εἰ τελειωθείη, θηρᾷν οὕτως ὀνομάζεται. κυριώτατα μὲν οὖν ἐκεῖνα μόνα δυνάμει λέγομεν, ἐφ’ ὧν ἡ φύσις αὐτὴ πρὸς τὸ τέλειον ἀφικνεῖται, μηδέ τινος τῶν ἔξωθεν ἐμποδὼν αὐτῇ γενομένου. ἤδη δὲ καὶ ὅσαι
648
προσεχεῖς ὕλαι τῶν γινομένων εἰσίν. οὐδὲν δὲ διοίσει προσεχῆ λέγειν, ἢ οἰκείαν, ἢ ἰδίαν, ἐξ ἁπάντων γὰρ αὐτῶν δηλοῦται τὸ πλησίον, καὶ μὴ διὰ μέσης ἄλλης μεταβολῆς, οἷον εἰ τὸ αἷμα δυνάμει σάρκα προσαγορεύοις, ἐλαχίστης μεταβολῆς δεόμενον εἰς σαρκὸς γένεσιν. οὐ μὴν τό γ’ ἐν τῇ γαστρὶ πεπεμμένον σιτίον ὕλη προσεχὴς σαρκὸς, ἀλλὰ διὰ μέσου τοῦ αἵματος· ἔτι δὲ μᾶλλον ἡ μάζα, καὶ ὁ ἄρτος ἐπιπλέον ἀποκεχώρηκε. τριῶν γὰρ δεῖται μεταβολῶν εἰς σαρκὸς γένεσιν. ἀλλ’ ὅμως καὶ ταῦτα πάντα δυνάμει λέγεται σὰρξ. καὶ πρὸ τούτων πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ καὶ ἡ τούτων αὐτῶν ὕλη κοινή. ταῦτα μὲν οὖν ἅπαντα καταχρωμένων ἢ μᾶλλον ἢ ἧττον λέγεται. ὁ δὲ πρῶτος τρόπος ὁ κυριώτατός ἐστι τῶν δυνάμει τόδε τι λεγομένων ὑπάρχειν. ἐφεξῆς δὲ ὁ κατὰ τὴν οἰκείαν ὕλην, οἷον εἰ τὴν ἀναθυμίασιν τὴν καπνώδη φλόγα λέγεις ὑπάρχειν, ἢ τὸν ἀτμὸν ἀέρα δυνάμει. λέγεται δέ ποτε τὸ δυνάμει καὶ τῷ κατὰ
649
συμβεβηκὸς ἀντιδιαιρούμενον, οἷον εἰ τὴν ψυχρολουσίαν ἐπ’ εὐσάρκου νέου θερμαίνειν τις φαίη τὸ σῶμα, κατὰ συμβεβηκὸς οὖν οἰκείᾳ δυνάμει. κατὰ τοσούτους δὴ τρόπους καὶ τὰ δυνάμει ψυχρὰ καὶ ξηρὰ, καὶ ὑγρὰ καὶ θερμὰ λεχθήσεται καὶ ζητήσεται δεόντως, τί δήποτε καστόριον, ἢ εὐφόρβιον, ἢ πύρεθρον, ἢ στρουθίον, ἢ νίτρον, ἢ μίσυ θερμὰ λέγομεν, ἢ θριδακίνην, ἢ κώνειον, ἢ μανδραγόραν, ἢ σαλαμάνδραν, ἢ μήκωνα ψυχρά· πότερον τοῖς εἰρημένοις τρόποις ὑποπέπτωκεν, ἢ κατ’ ἄλλον τινὰ λέγεται, μηδέπω δ’ εἰρημένον. ἄσφαλτος μὲν γὰρ καὶ ῥητίνη καὶ στέαρ, ἔλαιόν τε καὶ πίττα, δυνάμει θερμὰ, διότι ῥᾳδίως ἐνεργείᾳ γίνεται θερμά· καὶ γὰρ ἐκφλογοῦται τάχιστα, καὶ τοῖς σώμασιν ἡμῶν προσαγόμενα θερμαίνει σαφέστατα. χαλκῖτις δὲ καὶ μίσυ καὶ νάπυ καὶ νίτρον, ἄκορόν τε καὶ μαῖον, καὶ κόστος, καὶ πύρεθρον, ἡμῖν μὲν προσαγόμενα θερμὰ φαίνεται, τὰ μὲν αὐτῶν μᾶλλον, τὰ δ’ ἧττον, οὐ μὴν ἐκφλογοῦσθαι πέφυκεν. ἢ οὖν παραλογίζονται σφᾶς αὐτοὺς οἱ
650
τοῦτο μόνον ἐπισκοποῦντες, εἰ μὴ ῥᾳδίως ἐκφλογοῦνται; ἐχρῆν γὰρ οὐχ οὕτως, ἀλλ’ εἰ μὴ διανθρακοῦνται σκοπεῖν, ὡς οὐδὲν ἧττον φλογὸς ὁ ἄνθραξ πῦρ. ἀλλ’ ἡ μὲν φλὸξ ἀέρος ἐκπυρωθέντος, ἤ τινος ἀερώδους σώματος, ὁ δ’ ἄνθραξ γῆς, ἤ τινος γεώδους γίνεται. καὶ δὴ μέχρι μὲν τοῦδε συμφωνεῖν ὁ λόγος ἔοικεν ἑαυτῷ πάντῃ, φαίνεται γὰρ, ὅσα πυρὸς ἁπτόμενα φάρμακα ῥᾳδίως ἐκπυροῦται, ταῦτα καὶ ἡμᾶς θερμαίνοντα, πλὴν εἴ τι, διὰ τὸ παχυμερὲς εἶναι, μὴ παραδέξεται ῥᾳδίως εἴσω τὸ σῶμα. διορισθήσεται γὰρ ἐπὶ πλέον ὑπὲρ τούτων ἐν τοῖς περὶ φαρμάκων δυνάμεως. ὅσα μέντοι σῶμα τὸ ἡμέτερον φαίνεται θερμαίνοντα, ταῦθ’ ἑτοίμως ἐκπυροῦται. πῶς οὖν, φασὶν, ἁπτομένοις οὐ φαίνεται θερμά; τοῦτο δὲ οὐκ οἶδα τίνος ἕνεκα λέγουσιν. εἰ μὲν γὰρ ἐνεργείᾳ τε καὶ ἤδη θερμὸν ἐλέγομεν ἕκαστον τῶν εἰρημένων ὑπάρχειν, ἦν ἂν δήπου θαυμαστὸν, ὅπως ἁπτομένων οὐ φαίνεται θερμά. νυνὶ δὲ, τῷ δύνασθαι γενέσθαι ῥᾳδίως θερμὰ, δυνάμει τὰ τοιαῦτα προσαγορεύομεν. 
651
θαυμαστὸν οὖν οὐδὲν πέπονθεν, εἰ μήπω θερμαίνει τοὺς ψαύοντας αὐτῶν. ὡς γὰρ οὐδὲ τὸ πῦρ αὔξεται, πρὶν ὑπ’ αὐτοῦ νικηθέντα τὰ ξύλα μεταβληθῆναι, καὶ τοῦτο πάντως ἔν τινι χρόνῳ γίνεται· κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν ἐν τοῖς ζώοις θερμασίαν, εἰ μὴ πρότερον ἀπ’ αὐτῆς ἐκείνης τὰ φάρμακα μεταβληθῇ. καθ’ ἕτερον μὲν γὰρ τρόπον ὁ παρὰ πυρὶ θαλπόμενος ἢ ἐν ἡλίῳ θερμαίνεται, καθ’ ἕτερον δὲ ὁ ὑφ’ ἑκάστου τῶν εἰρημένων φαρμάκων. ἐκεῖνα μὲν γὰρ ἐνεργείᾳ θερμὰ, τῶν φαρμάκων δὲ οὐδέν. οὔκουν οὐδὲ θερμαίνειν ἡμᾶς δύναται, πρὶν ἐνεργείᾳ γενέσθαι τοιαῦτα, τὸ δ’ ἐνεργείᾳ παρ’ ἡμῶν αὐτῶν λαμβάνει, καθάπερ γε οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρός. οὕτω καὶ ξύλα ψυχρὰ μὲν ἅπαντα κατά γε τὴν αὐτῶν φύσιν, ἀλλὰ τὰ μὲν ξηρότερά τε καὶ σμικρὰ ῥᾳδίως εἰς πῦρ μεταβάλλει, τὰ δ’ ὑγρότερά τε καὶ μεγάλα χρόνου δεῖται πλείονος. οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ τὰ φάρμακα πρῶτον μὲν εἰς μικρὰ καὶ λεπτὰ καταθραυσθῆναι δεῖται, δεύτερον δὲ χρόνῳ τινὶ, κᾂν ἐλαχίστῳ, τοῖς σώμασιν ἡμῶν
652
ὁμιλῆσαι, πρὸς τὸ γενέσθαι θερμά. σὺ δ’, εἰ μήτε καταθραύσας αὐτὰ, μήτε θερμήνας πρότερον, ἀξιοῖς ἤδη γενέσθαι θερμὰ, τί ποτε σημαίνει τὸ δυνάμει θερμὸν, ἐπιλελῆσθαί μοι δοκεῖς. ὡς οὖν ἐνεργείᾳ θερμὰ βασανίζεις αὐτά. καὶ μὴν οὐδ’ ἐκεῖνο θαυμαστὸν, εἰ θερμανθῆναι δεῖται πρότερον, ἵν’ ἀντιθερμάνῃ. γίνεται γὰρ δὴ τοῦτο καὶ κατὰ τὴν τῶν ξύλων εἰκόνα. τὴν γοῦν ἀποσβεννυμένην φλόγα διασώζει τε ἅμα καὶ αὔξει, θερμαινόμενα πρότερον ὑπ’ ἐκείνης αὐτῆς. οὔκουν οὐδὲν ἀπεικός ἐστιν, οὐδὲ τὴν ἐν τοῖς ζώοις θερμασίαν οἷον τροφῇ τινι χρῆσθαι τοῖς τοιούτοις φαρμάκοις, ὡς τὸ πῦρ τοῖς ξύλοις. οὕτω γὰρ δὴ καὶ φαίνεται γινόμενον. εἰ δὲ κατεψυγμένῳ σώματι περιπάττοις ὁτιοῦν αὐτῶν, ἀκριβῶς λεπτὸν ἐργασάμενος, οὐδ’ ὅλως θερμαίνεται. καὶ διὰ τοῦτο τρίβομεν ἐπὶ πλεῖστον τὰ κατεψυγμένα μόρια τοῖς τοιούτοις φαρμάκοις, ἅμα μὲν ἀνάπτοντες τῇ τρίψει θερμασίαν, ἅμα δ’ ἀραιὸν ἐργασάμενοι τὸ τέως ὑπὸ τῆς ψύξεως πεπυκνωμένον, ἵνα τε εἴσω
653
δύῃ τὸ φάρμακον, καὶ ὁμιλοῦν τῷ συμφύτῳ τοῦ ζώου θερμῷ μεταβάλληταί τε καὶ θερμαίνηται. καὶ γὰρ εἰ μόριον αὐτοῦ τι σμικρότατον ἐνεργείᾳ κτήσαιτο τὴν θερμασίαν, εἰς ἅπαν οὕτω διαδίδωσι κατὰ τὸ συνεχὲς, ὡς εἰ καὶ τῆς δᾳδὸς ἅψαις τὸ ἄκρον ἀπὸ σμικροῦ σπινθῆρος· ἅπασαν γὰρ καὶ ταύτην ἐπινέμεται ῥᾳδίως τὸ πῦρ, οὐδὲν ἔτι τοῦ σπινθῆρος δεόμενον. ἕκαστον μὲν οὖν τῶν δυνάμει θερμῶν οὔπω μὲν ἐν τῇ φύσει πλεονεκτοῦν ἔχει τὸ θερμὸν τοῦ ψυχροῦ, πλησίον δὲ ἤδη τοῦ πλεονεκτεῖν ἐστιν, ὥστε βραχείας τῆς ἔξωθεν ἐπικουρίας δεῖσθαι πρὸς τὸ κρατῆσαι. καὶ ταύτην αὐτῷ ποτὲ μὲν ἡ τρίψις ἱκανὴ παρέχειν ἐστὶ, ποτὲ δ’ ἤτοι τὸ πῦρ, ἤ τι τῶν φύσει θερμῶν σωμάτων ἁπτόμενον. οὔκουν οὐδὲν θαυμαστὸν εἰπεῖν, διὰ τί τὰ μὲν εὐθὺς ἅμα τῷ ψαῦσαι τοῦ σώματος ἡμῶν ἀντιθερμαίνειν αὐτὸ πέφυκε, τὰ δὲ ἐν πλείονι χρόνῳ δρᾷν τοῦτο. καὶ γὰρ καὶ τῶν πλησιαζόντων τῷ πυρὶ τὰ μὲν εὐθὺς ἐξάπτεται, καθάπερ ἡ θρυαλλὶς, καὶ ἡ δᾲς ἡ λεπτὴ, καὶ ἡ πίττα,
654
καὶ ὁ κάλαμος ὁ ξηρὸς, τὰ δ’, εἰ μὴ πολλῷ χρόνῳ πλησιάσειεν, οὐ νικᾶται, καθάπερ τὸ ξύλον τὸ χλωρόν. ἀλλὰ μᾶλλον ἐκεῖνο διελέσθαι δικαιότερον, οὗ τὴν μὲν ἀπόδειξιν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ἐροῦμεν· ἐξ ὑποθέσεως δ’ αὖ, ἕνεκα τῶν παρόντων, καὶ νῦν αὐτῷ χρησόμεθα, τέσσαρας εἰπόντες εἷναι παντὸς σώματος δυνάμεις οἰκείας, ἑλκτικὴν μὲν τῶν οἰκείων μίαν, ἑτέραν δὲ τὴν τῶν αὐτῶν καθεκτικὴν, καὶ τρίτην ἀλλοιωτικὴν, καὶ τετάρτην ἐπ’ αὐταῖς τῶν ἀλλοτρίων ἀποκριτικὴν, εἶναί τε τὰς αὐτὰς δυνάμεις ὅλης τῆς οὐσίας ἑκάστου τῶν σωμάτων, ἣν ἐκ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι φαμέν. ἐπειδὰν δὲ κατὰ μίαν ἡντιναοῦν τῶν ἐν αὐτῇ ποιοτήτων τὸ σῶμα μεταβάλλῃ τὸ πλησιάζον, οὔτε καθ’ ὅλην ἐνεργεῖν αὐτοῦ τηνικαῦτα τὴν οὐσίαν ὑποληπτέον, οὔτ’ ἐξομοιωθῆναι δύνασθαι τὸ μεταβαλλόμενον· ὥστ’ οὐδὲ θρέψειεν ἄν ποτε τὸ οὕτω μεταβληθὲν οὐδὲν τῶν μεταβαλλόντων. εἰ δ’ ἐκεῖνο μεταβάλλοι, τοῦτ’ ἔστι καθ’ ὅλην ἑαυτοῦ τὴν οὐσίαν ἐνεργήσαι, ἐξομοιώσειεν ἂν οὕτως ἑαυτῷ, καὶ τραφείη πρὸς
655
τοῦ μεταβληθέντος. οὐδὲ γὰρ ἄλλο τι θρέψις ἐστὶ παρὰ τὴν τελείαν ὁμοίωσιν.

Ἐπειδὴ δὲ τοῦτο διώρισται, πάλιν ἐκεῖθεν ἀρκτέον τοῦ λόγου. τῶν ζώων ἕκαστον οἰκείαις τρέφεται τροφαῖς· οἰκεία δ’ ἐστὶν ἑκάστῳ τροφὴ, πᾶν ὅ τι ἂν ἐξομοιωθῆναι δύνηται τῷ τρεφομένῳ σώματι. χρὴ τοίνυν ὅλην τὴν οὐσίαν τοῦ τρέφοντος ὅλῃ τῇ τοῦ τρεφομένου φύσει κοινωνίαν τέ τινα καὶ ὁμοιότητα κεκτῆσθαι, πάντως οὐκ ὀλίγης οὐδ’ ἐνταῦθα τῆς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ὑπαρχούσης ἐν αὐτοῖς διαφορᾶς. τὰ μὲν γὰρ μᾶλλον οἰκεῖά τέ ἐστι καὶ ὅμοια, τὰ δ’ ἧττον, ὥστε καὶ τῆς κατεργασίας τὰ μὲν ἰσχυροτέρας τε καὶ πολυχρονιωτέρας, τὰ δ’ ἀσθενεστέρας τε ἅμα καὶ ὀλιγοχρονιωτέρας προσδεῖται. τὸ μὲν οὖν ὀρνίθειον κρέας ἐλάττονος, τὸ δὲ χοίρειον πλείονος, τὸ δὲ βόειον ἔτι πλείονος. ἐλαχίστης δὲ δεῖται μεταβολῆς εἰς ἐξομοίωσιν οἶνος, ὅθεν καὶ τρέφει, καὶ ῥώννυσι τάχιστα. πάντως μὲν οὖν καὶ τοῦτον ὁμιλῆσαι χρὴ τοῖς πεπτικοῖς ὀργάνοις, γαστρί τε καὶ ἥπατι καὶ φλεψὶν, ἐν οἶς προκατεργασθεὶς 

656
τρέφειν ἤδη δύναται τὸ σῶμα· πρὶν δὲ τῆς ἐν τούτοις μεταβολῆς ἐπιτυχεῖν, οὐχ οἷόν τ’ αὐτὸν τροφὴν ζώου γενέσθαι, κᾂν εἰ δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐπικείμενος ἔξωθεν εἴη τῷ σώματι. πολὺ δέ τι μᾶλλον ἄρτος ἔξωθεν ἐπικείμενος, ἢ τεῦτλον, ἢ μάζα, τρέφειν ἀδύνατον. τὰ μὲν οὖν ὁμοιούμενα πάντῃ τροφαί· τὰ δ’ ἄλλα σύμπαντα φάρμακα καλεῖται. διττὴ δὲ καὶ τούτων ἡ φύσις. ἢ γὰρ οἷα προσελήφθη διαμένοντα, νικᾷ καὶ μεταβάλλει τὸ σῶμα, καθ’ ὃν τρόπον ἐκεῖνο τὰ σιτία, καὶ ταῦτα πάντως φάρμακα δηλητήριά τε καὶ φθαρτικὰ τῆς τοῦ ζώου φύσεώς ἐστιν· ἢ μεταβολῆς ἀρχὴν παρὰ τοῦ σώματος λαβόντα, σήπεται τοὐντεῦθεν ἤδη καὶ διαφθείρεται, κἄπειτα συνδιαφθείρει τε καὶ σήπει τὸ σῶμα. δηλητήρια δέ ἐστιν ἔτι καὶ ταῦτα. τρίτον δ’ ἐστὶν ἐπ’ αὐτοῖς εἶδος φαρμάκων, τῶν ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δ’ οὐδὲν ἐργαζομένων. καὶ τέταρτον, ὅσα καὶ ποιοῦντά τι, καὶ πάσχοντα,
657
νικᾶται τῷ χρόνῳ, καὶ τελέως ἐξομοιοῦται. συμπέπτωκε δὲ καὶ τούτοις, ἅμα τε φαρμάκοις εἷναι καὶ τροφαῖς. θαυμαστὸν δ’ οὐδὲν, εἰ βραχείας ἀφορμῆς ἔνια λαβόμενα μεγίστην ἐκτροπὴν ἴσχει τῆς ἀρχαίας φύσεως. ὁρᾶται γοῦν καὶ τῶν ἔξω πολλὰ τοιαῦτα. κατὰ μὲν γὰρ τὴν ἐπὶ τῆς Ἀσίας Μυσίαν οἰκία ποτὲ κατεκαύθη τρόπῳ τοιῷδε. κόπρος ἀπέκειτο περιστερῶν, ἤδη σεσηπυῖα, καὶ τεθερμασμένη, καὶ ἀτμὸν ἀναπέμπουσα, καὶ ἁπτομένοις ἱκανῶς θερμή. ταύτης δὲ πλησίον ἦν, ὡς καὶ ψαύειν ἤδη, θυρὶς ἔχουσα ξύλα νεωστὶ καταληλιμμένα ῥητίνῃ πολλῇ. θέρους οὖν μέσου λάβρος ἥλιος προσβαλὼν, ἐξῆψε τὴν ῥητίνην τε καὶ τὰ ξύλα. κᾀντεῦθεν ἤδη θύραι τινὲς ἕτεραι πλησίον ὑπάρχουσαι καὶ θυρίδες ἔναγχος ἐξαληλιμμέναι ῥητίνῃ ῥᾳδίως διεδέξαντο τὸ πῦρ, καὶ μέχρι τῆς ὀροφῆς ἐξέτειναν. ἐπεὶ δ’ ἅπαξ ἡ φλὸξ ἐκείνης ἐλάβετο, ταχέως ἐπὶ πᾶσαν ἐνεμήθη τὴν οἰκίαν. οὕτω δή πως, οἶμαι, καὶ τὸν Ἀρχιμήδην φασὶ διὰ τῶν πυρίων ἐμπρῆσαι τὰς τῶν πολεμίων τριήρεις.
658
ἀνάπτεται δ’ ἑτοίμως ὑπὸ πυρείου καὶ ἔριον, καὶ στυππεῖον, καὶ θρυαλλὶς, καὶ νάρθηξ, καὶ πᾶν ὅ τι ἂν ὁμοίως ᾖ ξηρὸν καὶ χαῦνον. ἐξάπτουσι δὲ φλόγα καὶ λίθοι παρατριβόμενοι, καὶ μᾶλλον ἂν θείου τις αὐτοῖς ἐπιπάσσῃ. καὶ τὸ τῆς Μηδείας δὲ φάρμακον τοιοῦτο ἦν. πάντα γοῦν ἀνάπτεται προσβαλλούσης θερμασίας, οἶς ἂν ἐπαλειφθῇ. σκευάζεται δὲ κᾀκεῖνο διά τε θείου καὶ τῆς, ὑγρᾶς ἀσφάλτου. καὶ μὲν δὴ καὶ ὡς θαυμαστόν τις ἐδείκνυ· ἀποσβεννὺς λύχνον, αὖθις ἧπτε, τοίχῳ προσφέρων· ἕτερος δὲ λίθῳ προσέφερεν· ἐτεθείωτο δὲ ἄρα καὶ ὁ τοῖχος καὶ ὁ λίθος. καὶ ὡς ἐγνώσθη τοῦτο, θαυμαστὸν οὐκέτ’ ἦν τὸ γινόμενον. πάντα οὖν ταῦτα τὰ φάρμακα, θερμὰ μὲν οὔπω τελέως ἐστὶν, ἐπιτηδειότατα μέντοι πρὸς τὸ γενέσθαι θερμά· καὶ διὰ τοῦτο δυνάμει θερμὰ λέγεται. περὶ μὲν δὴ τούτων οὐδὲν ἄπορον. ἀλλ’ οὐδὲ διὰ τί πινόμενος μὲν ὁ οἶνος ἱκανῶς θερμαίνει τὸ σῶμα, κατὰ δὲ τοῦ δέρματος ἐπιτιθέμενος οὐ θερμαίνει. δέδεικται γὰρ ὀλίγῳ πρότερον, οὐχ
659
ἁπλῶς ὥσπερ θερμὸν φάρμακον, ἀλλ’ ὡς οἰκεία τροφὴ, θερμαῖνον τὸ ζῶον. ὡς γὰρ αἱ τοῦ πυρὸς ἐπιτήδειοι τροφαὶ τὸ πῦρ αὔξουσιν, οὕτω καὶ τῶν φύσει θερμῶν σωμάτων ὅ τί περ ἂν οἰκεία τε καὶ σύμφυτος ὑπάρχῃ τροφὴ, ῥώσει τε διὰ παντὸς αὐτὰ, καὶ τὴν ἔμφυτον αὐξήσει θερμασίαν. καὶ τοῦτο μὲν ἁπάσης τροφῆς κοινόν. οἴνῳ δ’ ἴδιον ἐξαίρετον ὑπάρχει τὸ τάχος τῆς μεταβολῆς, ὡς δᾳδὶ, καὶ θρυαλλίδι, καὶ στυππείῳ, καὶ πίττῃ. καὶ δὴ καὶ τῆς εἰκόνος ἐχόμενοι τοῦ πυρὸς, ἀναμνήσομεν αὖθις ξύλων ὑγρῶν, ἃ τροφὴ μέν ἐστι καὶ αὐτὰ τοῦ πυρὸς, ἀλλ’ οὐκ εὐθὺς, οὐδ’ ἐκ τοῦ παραχρῆμα. καὶ διὰ τοῦτο ἐπιβληθέντα πολλὰ τῷ πυρὶ κατακρύπτει τε τὴν φλόγα, καὶ μάλιστ’, ἂν ἀσθενὴς ὑπάρχῃ καὶ σμικρὰ, κίνδυνον ἐπάγει φθορᾶς. οὕτως οὖν κᾀν τοῖς ζώοις, ὅσα τῶν ἐδεσμάτων, ἵν’ ἐξομοιωθῇ τελέως καὶ θρέψῃ τὸ σῶμα, χρόνου δεῖται, ψύχος μᾶλλον ἐπάγειν ἢ θάλπος ἐν τῷ παραχρῆμα φαίνεται. θερμαίνει μὴν ἐν τῷ χρόνῳ καὶ ταῦτα, παραπλησίως τοῖς ἄλλοις ἐδέσμασιν,
660
εἰ μόνον αὐτοῖς προσγένηται τὸ θρέψαι τὸ σῶμα. τροφὴ γὰρ ἅπασα κατὰ τὸν ἑαυτῆς λόγον αὔξει τὸ τοῦ ζώου θερμόν. εἰ δὲ καταποθείη μὲν ὡς τροφὴ, μὴ μέντοι δὲ κρατηθείη, τοῦτ’ ἐκεῖνο τὸ πρὸς Ἱπποκράτους εἰρημένον, εἴη ἂν ὄνομα τροφῆς, ἔργον δ’ οὐχί. τριχῶς γὰρ τῆς τροφῆς λεγομένης, ὥς γε αὐτὸς ἐδίδαξε τοῦτ’ εἰπών· Τροφὴ δὲ τὸ τρέφον, τροφὴ τὸ οἷον τροφὴ, καὶ τὸ μέλλον· ἡ μὲν ἤδη τρέφουσα, καὶ προστιθεμένη, καὶ μηκέτι μέλλουσα, κυρίως ὀνομάζεται τροφὴ καὶ δὴ καὶ θερμαίνει πάντως τὸ τρεφόμενον σῶμα· τῶν δ’ ἄλλων οὐδετέρα, διότι μηδὲ τροφαὶ κυρίως εἰσὶν, ἀλλὰ τὸ μὲν οἷον τροφὴ, τὸ δ’, ὅτι μέλλει τοιοῦτο γενήσεσθαι. ταῦτ’ ἄρα καὶ αὐτὸς ὁ οἶνος οὐκ ἀεὶ θερμαίνει τὸ ζῶον, ὥσπερ οὐδὲ τοὔλαιον ἀνάπτει τὴν φλόγα, καίτοι γ’ οἰκειοτάτη τροφὴ πυρὸς ὑπάρχον. ἀλλ’ ἐὰν ἀσθενεῖ καὶ σμικρᾷ φλογὶ καταχέῃς ἔλαιον ἀθρόον καὶ πολὺ, καταπνίξεις, καὶ τελέως ἀποσβέσεις αὐτὴν μᾶλλον 
661
ἢ αὐξήσεις. οὕτως οὖν καὶ ὁ οἶνος, ἐπειδὰν πολὺς, ὡς μὴ κρατεῖσθαι, πίνηται, τοσοῦτον ἀποδεῖ τοῦ θερμαίνειν τὸ ζῶων, ὥστε καὶ πάθη ψυχρότερα γεννᾷ. ἀποπληξίαι γοῦν καὶ παραπληξίαι καὶ κάροι καὶ κώματα καὶ παραλύσεις ἐπιληψίαι τε καὶ σπασμοὶ καὶ τέτανοι ταῖς ἀμέτροις οἴνου πόσεσιν ἕπονται, ψυχρὰ σύμπαντα πάθη. καθόλου γὰρ, ὅσα τῶν εἰς τὸ σῶμα λαμβανομένων ὡς τροφὴ θερμαίνει, ταῦθ’ εὕροις ἄν ποτε ψύχοντα, καθ’ ὅ τι καὶ τὴν φλόγα πρὸς τῆς αὐτῆς ὕλης οὐκ αὐξανομένην μόνον, ἀλλὰ καὶ σβεννυμένην ἐνίοτε. ταυτὶ μὲν οὖν ἔοικεν ὁμολογεῖν ἅπαντα τοῖς τε περὶ στοιχείων καὶ τοῖς περὶ κράσεων λογισμοῖς.

Ἐκεῖνο δ’ ἂν ἴσως δόξειε διαφέρεσθαι, τό τινα τῶν ἐσθιομένων ἐν τροφῆς χρείᾳ, κατὰ τοῦ δέρματος ἐπιτιθέμενα, διαβιβρώσκειν τε καὶ ἑλκοῦν αὐτὸ, καθάπερ νάπυ καὶ τάριχος, σκόροδά τε καὶ κρόμμυα. καίτοι τοῦτο συμφωνεῖ τοῖς ἐξ ἀρχῆς ὑποκειμένοις· ἅμα μὲν γὰρ, ὅτι

662
μεταβάλλεται καὶ ἀλλοιοῦται κατά τε τὴν γαστέρα πεπτόμενα, κᾀν ταῖς φλεψὶν αἱματούμενα· πρὸς δὲ τούτοις, καὶ διότι μὴ μένει καθ’ ἕνα τόπον, ἀλλ’ εἰς πολλὰ μερίζεται πάντῃ φερόμενα· καὶ πρὸς τούτοις, διότι μίγνυται καὶ χυμοῖς πολλοῖς, καὶ τοῖς ἅμα αὐτοῖς λαμβανομένοις σιτίοις· ἔτι δὲ πρὸς τούτοις, ὅτι διὰ ταχέων ἥ τε πέψις αὐτῶν γίνεται, καὶ ἡ διάκρισις, ὡς τὸ μὲν οἰκεῖον ἐξομοιωθῆναι, τὸ δὲ περιττὸν ἐν αὐτοῖς καὶ δριμὺ διὰ γαστρός τε ἅμα καὶ οὔρων καὶ ἱδρώτων ἐκκριθῆναι, διὰ ταῦτα πάντα τὸ ἔξωθεν ἑλκοῦν, ἐσθιόμενον οὐχ ἑλκοῖ. καίτοι κᾂν τῶν εἰρημένων ἓν ὁτιοῦν ὑπῆρχεν αὐτοῖς, ἱκανὸν ἂν ἦν δήπουθεν ἀβλαβῆ φυλάξαι τὰ ἐκτὸς, οἶον, εἰ τύχοι, τὸ μεταβάλλειν πρῶτον. εἰ γὰρ οὐ μένει τὸ νάπυ τοιοῦτο, οἶον ἔξωθεν ἐλήφθη, δῆλον ὡς οὐδὲ τὴν δύναμιν αὐτοῦ μένειν ἀξιώσεις. εἰ δὲ καὶ διακρίνεται καὶ καθαίρεται, πολὺ δὴ καὶ μᾶλλον. ἤρκει δὲ καὶ τὸ μὴ χρονίζειν ἐν ἑνὶ χωρίῳ. φαίνεται γὰρ οὐδὲ περὶ τὸ δέρμα
663
δρᾶσαί τι δυνάμενον ἄνευ χρόνου πλείονος. ἀλλὰ καὶ τὸ μίγνυσθαι πολλοῖς ἑτέροις σιτίοις οὐ σμικρὸν οὐδ’ αὐτό. γνοίης δ’ ἂν, εἰ μόνον αὐτὸ προσενέγκοις χωρὶς τῶν ἄλλων σιτίων, ὅσην ἀνίαν τε καὶ δῆξιν ἐπιφέρει τῇ γαστρί. καὶ μὲν δὴ, κᾂν εἰ πολλοῖς γλυκέσι χυμοῖς ἀναμίξας αὐτὸ κατὰ τοῦ δέρματος ἐπιθείης, οὐδὲν ἐργάσεται φαῦλον. ὁπότε οὖν ἕκαστον τῶν εἰρημένων ἱκανόν ἐστι καθ’ αὑτὸ κωλῦσαι τὸ νάπυ δρᾶσαί τι τοιοῦτο ἐντὸς, οἷον ἐκτὸς ἔδρα περὶ τὸ δέρμα, πολὺ δή που μᾶλλον, οἶμαι, πάντων ἅμα συνελθόντων. καὶ γὰρ ἀλλοιοῦται πεπτόμενον, καὶ διακρίνεται, καὶ καθαίρεται, καὶ πολλοῖς ἑτέροις ἀναμίγνυται, καὶ μερίζεται πολλαχῶς, καὶ πανταχῇ φέρεται, καὶ χρονίζει κατ’ οὐδὲν τῶν μορίων. ὅτι δ’, εἴπερ ἔμενε δριμὺ, πάντως ἂν ἥλκωσε καὶ τὰ ἐντὸς, ἐκ τῶν αὐτομάτων ἑλκῶν ἐπιγνώσῃ. γίνεται γὰρ πολλοῖς πολλάκις, τοῖς μὲν ἐξ ἐδεσμάτων μοχθηρῶν, τοῖς δ’ ἔκ τινος ἐν αὐτῷ τῷ σώματι διαφθορᾶς καὶ σηπεδόνος ἡ καλουμένη κακοχυμία. καὶ τούτοις ἐνίοτε μὲν
664
ἑλκοῦταί τι καὶ τῶν ἐντός· ὡς τὰ πολλὰ δὲ καὶ τῷ τὴν φύσιν ἀποτρίβεσθαι τὰ κατὰ τὴν ἕξιν περιττώματα πρὸς τὸ δέρμα, τοῦθ’ ἑλκοῦται πολλοῖς καὶ συνεχέσιν ἕλκεσι. καρκῖνός τε γὰρ, καὶ φαγέδαινα, καὶ ἕρπης ὁ ἀναβιβρωσκόμενος, ἄνθρακές τε καὶ τὰ χειρώνεια καὶ τηλέφεια καλούμενα, καὶ ἄλλαι μυρίαι γενέσεις ἑλκῶν ἔκγονοι τῆς τοιαύτης εἰσὶ κακοχυμίας. οὔτ’ οὖν τῶν τοιούτων οὐδὲν ἄπορον, οὔτε διὰ τί τῶν φαρμάκων ἔνια μὲν ἡμᾶς οὐδὲν ἔξωθεν ἀδικοῦντα, μέγα τι κακὸν ἐργάζεται καταποθέντα· τινὰ δὲ πολλάκις ἔβλαψεν εἴσω ληφθέντα, πολλάκις δὲ ὠφέλησεν· ἔνια δὲ οὐ μόνον ἔσωθεν, ἀλλὰ καὶ ἔξωθεν ἀδικεῖ. συλλήβδην γοῦν εἰπεῖν, οὐδὲν ὁμοίως ἔσωθέν τε καὶ ἔξωθεν ἐνεργεῖν πέφυκεν. οὔτε γὰρ ὁ τοῦ λυττῶντος κυνὸς ἀφρὸς, οὔθ’ ὁ τῆς ἀσπίδος, οὔθ’ ὁ τῆς ἐχίδνης ἰὸς, οἳ δὴ καὶ χωρὶς ἕλκους ἔξωθεν προσπεσόντες ἀδικεῖν πεπίστευνται, τὴν ἴσην ἔχουσι δύναμιν, ἢ τῷ δέρματι μόνῳ προσομιλήσαντες, ἢ εἴσω μεταληφθέντες. οὐ μὴν οὐδ’ ἐκεῖνο θαυμάζειν ἄξιον, εἴ τινων
665
φαρμάκων οὐκ ἐξικνεῖται πρὸς τὸ βάθος ἡ δύναμις· οὐ γὰρ ἀναγκαῖον ἅπαντα τὴν αὐτὴν ἔχειν ἰσχύν. εἰ δὲ πολλὰ τῶν εἴσω λαμβανομένων ἐν μὲν τῷδε τῷ καιρῷ, καὶ μετὰ τοσῆσδε ποσότητος, καὶ τῆς πρὸς τάδε μίξεως, ὠφέλησεν, ἀκαίρως δὲ, καὶ πολλὰ, καὶ ἄμικτα ληφθέντα, βλάβην ἤνεγκεν, οὐδὲν ἐντεῦθεν ἀπόρημα τῷ λόγῳ. καὶ γὰρ καὶ τοῖς σιτίοις ὑπάρχει τοῦτό γε, καὶ τῷ πυρὶ, καὶ πᾶσιν ὡσαύτως φάναι τοῖς προσπίπτουσι τῷ σώματι. συμμέτρου γοῦν φλογὸς ἔστιν ὅτε δεόμεθα, καὶ χρώμενοι μεγάλα πρὸς αὐτῆς ὀνινάμεθα, καίτοι τῆς ἀμέτρου καιούσης ἡμᾶς. οὕτω δὲ καὶ ψυχροῦ πόσις ἡ μὲν σύμμετρος ὀνίνησιν, ἡ δὲ ἄμετρος ἐσχάτως βλάπτει. τί τοίνυν θαυμαστὸν, εἶναί τι φάρμακον οὕτω δυνάμει θερμὸν, ὡς, εἰ μὲν πολύ τε λαμβάνοιτο καὶ κενῷ τῷ σώματι προσφέροιτο, διαβιβρώσκειν τε καὶ καίειν αὐτὸ παντελῶς, εἰ δ’ ὀλίγον εἴη ἢ καὶ σὺν τοῖς κολάζουσιν τὴν ἰσχὺν αὐτοῦ, πρὸς τῷ μὴ βλάπτειν μηδὲν, ἔτι καὶ θερμαῖνον ὠφελεῖν; ὀπὸν γοῦν, 
666
ἤτοι τὸν Κυρηναικὸν, ἢ τὸν Μηδικὸν, ἢ τὸν Παρθικὸν, αὐτὸν καθ’ αὑτὸν οὐκ ἔστιν ἀλύπως λαβεῖν· ἀλλ’ εἰ παντελῶς ὀλίγος, ἢ σὺν ἄλλοις ἐν καιρῷ τῷ προσήκοντι ληφθείη, μεγάλως ὠφελεῖ. ταύτῃ μὲν οὖν, ὅσα θερμαίνει τὸ σῶμα, μεταβολῆς ἀρχὴν ἐν αὐτῷ λαβόντα, καθότι πρόσθεν ἐῤῥέθη, πάλιν ἀντιθερμαίνειν αὐτὸ πέφυκεν· ὅσα δὲ ψύχει, καθάπερ ὀπὸς μήκωνος, οὐ μεταβάλλεται πρὸς τοῦ σώματος οὐδ’ ἐπ’ ὀλίγον, ἀλλ’ εὐθὺς αὐτὸ νικᾷ καὶ μεταβάλλει, κᾂν εἰ θερμῄνας αὐτὰ δοίης. ἔστι γὰρ ἡ σφῶν αὐτῶν φύσις ψυχρὰ, καθότι καὶ τὸ ὕδωρ. ὀρθῶς οὖν καὶ τοῦτο σὺν πολλοῖς ἄλλοις ὑπ’ Ἀριστοτέλους εἴρηται, τὸ τῶν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν σωμάτων τὰ μὲν εἶναι καθ’ αὑτὰ τοιαῦτα, τὰ δὲ κατὰ συμβεβηκός. οἷον καὶ τὸ ὕδωρ καθ’ αὑτὸ μὲν ψυχρὸν, κατὰ συμβεβηκὸς δέ ποτε θερμόν. ἀλλ’ ἡ μὲν ἐπίκτητος αὐτοῦ θερμασία ταχέως ἀπόλλυται, μένει δ’ ἡ σύμφυτος ψυχρότης. ὡς οὖν ὕδωρ θερμὸν ἐπιβληθὲν φλογὶ, κατασβέννυσιν αὐτὴν, οὕτω καὶ τὸ μηκώνειον εἰ καὶ ὅτι μάλιστα θερμῄνας δοίης,
667
ἀποψύξεις τε τὴν ἐν τοῖς ζώοις θερμασίαν, καὶ κίνδυνον ἐπάξεις θανάτου. πάντα οὖν τὰ τοιαῦτα φάρμακα, βραχέα τε διδόμενα καὶ σὺν τοῖς κολάζειν αὐτῶν τὸ σφοδρὸν τῆς ψύξεως δυναμένοις, ἔστιν ὅτε χρείαν τινὰ παρέχει τοῖς σώμασιν ἡμῶν, ὡς ἐν τοῖς περὶ φαρμάκων εἰρήσεται. καὶ γὰρ δὴ καὶ τὸ διὰ τῶν κανθαρίδων φάρμακον ἱκανῶς ὀνίνησι τοὺς ὑδερικοὺς, καίτοι τοὐπίπαν ἑλκοῖ τὴν κύστιν ἡ κανθαρίς· ἀλλ’ ἐπειδὰν ὑπό τε τῶν μιχθέντων αὐτῇ κολασθῇ, καὶ σώματι προσάγηται παμπόλλην ὑγρότητα περιέχοντι, κενοῖ διὰ τῶν οὔρων αὐτήν. μάλιστα οὖν χρὴ προσέχειν τὸν νοῦν ἐν ἅπασι τοῖς δυνάμει θερμοῖς ἢ ψυχροῖς εἶναι λεγομένοις, εἴτε τῆς φύσεώς ἐστι τῶν τρέφειν δυναμένων, εἴτε μόνην ἀφορμὴν ἀλλοιώσεως λαμβάνοντα, κᾄπειτα κατὰ τὴν οἰκείαν φύσιν ἀλλοιούμενα, διατίθησί πως τὸ σῶμα, καὶ τρίτον ἐπὶ τούτοις, εἰ μηδ’ ὅλως ἀλλοιοῦται πρὸς αὐτοῦ κατὰ μηδέν. εἰ μὲν γὰρ ἐκ τοῦ γένους εἴη τῶν τρεφόντων, εἰ μὲν κρατηθείη, θερμαίνει, μὴ κρατηθέντα δὲ, ψύχει·
668
εἰ δὲ τῶν ἐπ’ ὀλίγον ποσὸν ἀλλοιουμένων, θερμαίνει πάντως· εἰ δὲ τῶν μηδ’ ὅλως, ψύχει μάλιστα.

    Προσέχειν δὲ, ὡς εἴρηται, μάλιστα καὶ διορίζεσθαι τὰ καθ’ ἑαυτὰ τῶν κατὰ συμβεβηκὸς, οὐκ ἐπὶ θερμῶν καὶ ψυχρῶν μόνον, ἀλλ’ οὐδὲν ἧττον αὐτῶν ἐφ’ ὑγρῶν τε καὶ ξηρῶν. ἔνια γὰρ τῶν τοιούτων, ξηρὰ ταῖς οὐσίαις ὑπάρχοντα, πολλῷ θερμῷ τακέντα, φαντασίαν ὑγρότητος ἔλαβεν, ὡς χαλκὸς καὶ σίδηρος· ἢ καθ’ ἑαυτὰ μέν ἐστιν ὑγρὰ, καθάπερ ὁ κρύσταλλος, ἀκράτῳ δὲ ψύξει πλησιάζοντα, ξηρὰ φαίνεται. χρὴ τοίνυν τούτων ἁπάντων τὴν κρίσιν οὐχ ἁπλῶς ποιεῖσθαι, καθότι κᾀν τοῖς ἔμπροσθεν ἐλέγομεν, ἀλλὰ μετὰ τοῦ συνεπισκέπτεσθαι, πῶς ἔχει θερμότητος ἢ ψυχρότητος. εἰ μὲν γὰρ, ὀλίγης μετέχοντα θερμότητος, ὅμως καὶ ὑγρὰ φαίνοιτο, διὰ τὴν οἰκείαν φύσιν ἐστὶ τοιαῦτα, κᾂν εἰ μετὰ δαψιλοῦς θερμασίας, ξηρά. τὰ δ’ ἤτοι ῥέοντα μετὰ θερμότητος ζεούσης, ἢ πεπηγότα διὰ

    669
    ψύξιν ἄκρατον, οὐ καθ’ ἑαυτὰ νομίζειν εἶναι τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρά. ταύτῃ τε οὖν διαιρεῖσθαι τὰ καθ’ ἑαυτὰ τῶν κατὰ συμβεβηκὸς, ἀναφέροντά τε πρὸς. αὐτὰ ταῦτα τὴν κρίσιν οὕτω ποιεῖσθαι τῶν δυνάμει θερμῶν, ἢ ψυχρῶν, ἢ ξηρῶν, ἢ ὑγρῶν. οὐ γὰρ πρὸς τὸ κατὰ συμβεβηκὸς, ἀλλὰ πρὸς τὸ καθ’ ἑαυτὸ χρὴ κρίνεσθαι τὸ δυνάμει. κοινὴ δ’ ἐπὶ πάντων ἡ κρίσις καὶ μία τὸ τάχος τῆς ἀλλοιώσεως. ὁμωνύμως δὲ λεγομένου τοῦ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ· τὰ μὲν γὰρ κατ’ ἐπικράτησιν οὕτως ὀνομάζεται, τὰ δ’ ὡς ἄκραν ἔχοντα ἧς παρονομάζεται ποιότητος· εἰς ὁπότερον αὐτῶν ἑτοίμως μεθίσταται τὸ κρινόμενον, ἔσται δυνάμει τοιοῦτο. ἔλαιον μὲν γάρ ἐστι δυνάμει θερμὸν, ὅτι ῥᾳδίως φλὸξ γίνεται. κατὰ ταὐτὰ δὲ καὶ ῥητίνη, καὶ ἄσφαλτος, καὶ πίττα. οἶνος δὲ, διότι ῥᾳδίως αἷμα γίνεται. κατὰ ταὐτὰ δὲ καὶ μέλι, καὶ κρέας, καὶ γάλα. ταυτὶ μὲν οὖν, ὅλαις ἀλλοιούμενα ταῖς οὐσίαις, τροφαὶ
    670
    τῶν ἀλλοιούντων εἰσί. τὰ δὲ κατὰ μίαν ἡντιναοῦν ποιότητα τὴν ἀλλοίωσιν ἴσχοντά τε καὶ τρεπόμενα, φάρμακα μόνον, ὥσπερ γε καὶ ὅσα ταῖς ὅλαις ἑαυτῶν οὐσίαις ἄτρεπτα μένοντα διατίθησι τὸ σῶμα, φάρμακα μέν ἐστι καὶ ταῦτα· χαλεπὰ δὲ καὶ φθαρτικὰ τῆς τοῦ ζώου φύσεως· ὅθεν περ, οἶμαι, καὶ τὸ γένος αὐτῶν ἅπαν ὀνομάζεται δηλητήριον. οὐ γὰρ δὴ διὰ τοῦτό γε λεκτέον οὐκ εἶναι τῷ γένει δηλητήρια τὰ τοιαῦτα, διότι παντελῶς ἐλάχιστα προσαχθέντα βλάβην οὐδὲ μίαν αἰσθητὴν ἐπιφέρει. οὕτω γὰρ ἂν οὐδὲ τὸ πῦρ εἴη θερμὸν, οὐδ’ ἡ χιὼν ψυχρά· ὡς καὶ τούτων γε παντάπασι τὰ σμικρὰ σαφὲς οὐδὲν ἀποτελεῖ περὶ τοῖς σώμασιν ἡμῶν πάθος. σπινθῆρος γὰρ ἑνὸς ἑκατοστὸν μέρος ἔστι μὲν πάντως τῷ γένει πῦρ, ἀλλ’ οὐ μόνον οὐκ ἂν ἡμᾶς καύσειεν ἢ θερμῄνειεν, ἀλλ’ οὐδ’ ἄν αἴσθησίν τινα παράσχοι προσπεσόν. οὕτω δὲ καὶ τὸ τῆς ψυχρᾶς ῥανίδος ἑκατοστὸν μέρος οὐ μόνον οὐδὲν ἂν βλάψειεν ἢ ψύξειεν, ἀλλ’ οὐδ’ ἂν αἴσθησίν τινα παράσχοι. 
    671
    μὴ τοίνυν οὕτως μηδὲ τὰ δηλητήρια κρίνειν, ἀλλὰ τῇ τῆς ὅλης φύσεως ἐναντιώσει, τὴν δ’ ἐναντίωσιν ἐκ τῆς ἐμμέσου κρίνειν μεταβολῆς. οἷον εὐθέως ἀπὸ τῶν στοιχείων οὔθ’ ὕδωρ εἰς πῦρ, οὔτε πῦρ εἰς ὕδωρ μεταβάλλειν πέφυκεν, ἀλλ’ εἰς ἀέρα μὲν ἄμφω, ἐκεῖνος δ’ εἰς ἑκάτερα, εἰς ἄλληλα δὲ ταῦτ’ οὐδαμῶς. ἄμεσος μὲν οὖν ἡ εἰς ἀέρα μεταβολὴ τοῦ ὕδατος· ὡσαύτως δὲ καὶ τοῦ πυρός. οὐκ ἄμεσον δὲ ἡ πυρὸς καὶ ὕδατος εἰς ἄλληλα ταῦτ’ οὖν ἀλλήλοις ἐναντία ἐστὶ καὶ πολέμια. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὀπὸς μήκωνος ἀνθρωπείῳ σώματι τελέως ἐστὶν ἐναντίος, οὐδὲν εἰς αὐτὸ οὔτε κατὰ μίαν ποιότητα δρᾶσαι δυνάμενον, οὔτε πολὺ δὴ μᾶλλον ἔτι καθ’ ὅλην τὴν οὐσίαν. ἓν μὲν δὴ τοῦτο γένος τῶν δηλητηρίων. ἕτερον δὲ τῶν ἀφορμὴν μέν τινα μεταβολῆς λαμβανόντων ἐκ τῆς ἐν ἡμῖν θερμασίας, εἰς πολυειδεῖς δ’ ἐντεῦθεν ἐκτρεπομένων ἀλλοιώσεις, ὑφ’ ὧν διαφθείρεσθαι τὴν φύσιν ἡμῶν συμβαίνει. πάντα γὰρ τὰ τοιαῦτα τῷ γένει δηλητήρια, κᾂν διὰ σμικρότητά
    672
    ποτε μηδὲν αἰσθητὸν ἀπεργάζηται. τὰ μὲν δὴ διαβιβρώσκοντα καὶ σήποντα καὶ τήκοντα τὴν τοῦ σώματος ἡμῶν φύσιν εἰκότως ὀνομάζεται δυνάμει θερμά· τὰ δ’ αὖ ψύχοντα καὶ ναρκοῦντα ψυχρά. τὰ μὲν οὖν πρότερα παράλογον οὐδὲν οὔτε αὐτὰ πάσχειν, οὔτε τοῖς σώμασιν ἡμῶν ἐναπεργάζεσθαι δοκεῖ. θερμῷ γὰρ σώματι πλησιάσαντα, καί τινα ῥοπὴν ἀλλοιώσεως ἐντεῦθεν λαβόντα, τὰ μὲν εἰς ἐσχάτην ἀφικνεῖται θερμότητα, τὰ δ’ εἰς σηπεδόνα. διατίθησιν οὖν εἰκότως καὶ τὰ τῶν ζώων σώματα κατὰ τὴν ἑαυτῶν διάθεσιν. ὅσα δὲ ψύχει τὸ σῶμα, κᾂν θερμῄνας αὐτὰ προσενέγκῃς, ἀπορίαν οὐ σμικρὰν ἐπιφέρει, τίνος ποτὲ φύσεώς ἐστιν. εἰ γὰρ ἅπαξ ἐνεργείᾳ θερμὰ γέγονε, τί οὐ θερμαίνει τὸ ζῶον; ἢ εἰ μήπω τεθέρμανται, πῶς φαίνεται θερμά; λύσις δὲ τῆς ἀπορίας, εἰ διορισθείη τὸ καθ’ αὑτὸ ψυχρὸν τοῦ κατὰ συμβεβηκὸς, ὡς Ἀριστοτέλης ἐδίδαξεν. ἀπόλλυται γὰρ ἐν τάχει τῶν κατὰ συμβεβηκὸς θερμῶν ἡ ἐπίκτητος διάθεσις, ὥστ’ εἰς τὴν ἀρχαίαν αὐτὰ
    673
    φύσιν ἐπανέρχεσθαι ῥᾳδίως. ἐν δὲ τῷ πλησιάζειν ἡμῖν τὰ φύσει μὲν ψυχρὰ, κατὰ συμβεβηκὸς δὲ θερμὰ, δύο ταῦτ’ ἐξ ἀνάγκης γίνεται· τὸ μὲν ἐπίκτητον αὐτῶν ἀπόλλυται θερμὸν, ἡ δ’ οἰκεία κρᾶσις, οὐδὲν ὑπὸ τῆς ἡμετέρας πάσχουσα, μένει ψυχρά, καὶ τί θαυμαστὸν, εἰ μήκωνος ὀπὸς, ἢ μανδραγόρας, ἢ κώνειον, ἤ τι τῶν τοιούτων, εἶ καὶ θερμανθέντα προσενεχθείης, μικρὸν ὕστερον γίνεται ψυχρά; πτισσάνης, καὶ γάλακτος, καὶ χόνδρου, καὶ ἄρτου, τὸ αὐτὸ τοῦτο πασχόντων, ἐπειδὰν εἰς ἄῤῥωστον ἐμπεσόντα γαστέρα μὴ κρατηθῇ πρὸς αὐτῆς· ἐμεῖται γοῦν πολλάκις ἱκανῶς ψυχρά. καὶ τό γε τούτων μεῖζον, ὃ δὴ καὶ Ἱπποκράτης ἐπεσημῄνατο· καίτοι χυμὸς ὂν ἤδη τὸ φλέγμα, κᾀκ τῶν σιτίων τῶν μὴ πεφθέντων πολλάκις ἐν τῇ γαστρὶ γεννώμενος, ὅμως ψυχρὸν ἁπτομένοις φαίνεται, οὐ μόνον ἐν τῇ γαστρὶ συστὰν, ἀλλὰ κᾀκ τῶν φλεβῶν αὐτῶν ὑπό τινος τῶν καθαιρόντων φαρμάκων ἑλχθέν. καί τοί γε γλισχρότατόν ἐστι σφόδρα, καὶ βιαίως ἄγεται, ἀλλ’ ὅμως οὐδ’ ἡ βία τῆς
    674
    ὁλκῆς ἐκθερμαίνειν αὐτὸ δύναται. τί οὖν θαυμαστὸν, εἰ καὶ τὸ μηκώνειον, οὕτως ἐναντίον ἡμῶν τῇ φύσει φάρμακον, ἀποψύχεται μὲν αὐτίκα μάλα, κᾂν θερμὸν ποθῇ, συγκαταψύχει δ’ ἑαυτῷ τὸ σῶμα. τὴν γὰρ ἐπίκτητον οὐ φυλάττει θερμασίαν, ὅτι φύσει ψυχρὸν ἦν· τῷ δὲ μηδ’ ἀλλοιοῦσθαι τὴν οὐσίαν αὐτοῦ πρὸς ἡμῶν, ἀλλὰ μᾶλλον ἀλλοιοῦν τε καὶ μεταβάλλειν ἡμᾶς, οὔτε θερμαίνεταί τι πρὸς ἡμῶν, αὐτό τε διατίθησιν ἡμᾶς καθ’ αὑτό· ψυχρὸν οὖν ὑπάρχον φύσει, ψύχει δήπου καὶ ἡμᾶς. οὐκοῦν οὐκέτ’ ἄπορον οὐδὲν ὑπόλοιπον ἐν τῷ λόγῳ. καὶ γὰρ δὴ καὶ ὅτι τούτων ἁπάντων τῶν φύσει ψυχρῶν ὅ τι ἂν ἐπὶ πλέον ἐκθερμῄνης, ἐξίσταται τῆς ἰδίας φύσεως, πρὸς τῷ μηδὲν ἄπορον ἔχειν, ἔτι καὶ μαρτυρεῖ τοῖς εἰρημένοις. ὡς γὰρ καὶ ἡ σαλαμάνδρα μέχρι μέν τινος ὑπὸ πυρὸς οὐδὲν πάσχει, κατακαίεται δ’, εἰ πλείονι χρόνῳ τῷ πυρὶ πλησιάσειεν, οὕτω καὶ ὁ μανδραγόρας, καὶ κώνειον, καὶ ψύλλιον, ἐπὶ βραχὺ μὲν ὁμιλήσαντα τῷ πυρὶ, τὴν οἰκείαν ἔτι διαφυλάττει κρᾶσιν, ἐπὶ
    675
    πλέον δὲ θερμανθέντα, διαφθείρεται παραχρῆμα, καὶ δρᾷν οὐκέτι οὐδὲν ὧν πρότερον ἐπεφύκει δύναται. τῶν μὲν δὴ τοιούτων ἁπάντων ἡ φύσις ἐναντιωτάτη τοῖς ἀνθρώποις ἐστί· φύσιν δ’ ὅταν εἴπω, τὴν ὅλην οὐσίαν τε καὶ κρᾶσιν λέγω, τὴν ἐκ τῶν πρώτων στοιχείων, θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ· τῶν δὲ τάχιστα τρεφόντων οἰκειοτάτη. τὰ δ’ ἄλλα πάντα μεταξὺ τούτων ἐστί· τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον δρᾷν καὶ πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν δυνάμενα. καστόριον μὲν γὰρ καὶ πέπερι δρᾷν μᾶλλον ἢ πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν δυνάμενα· οἶνος δὲ καὶ μέλι καὶ πτισσάνη πάσχειν μᾶλλον ἢ δρᾷν. ἅπαντα οὖν ταῦτα καὶ πάσχει τι καὶ δρᾷ περὶ τὸ σῶμα. καθ’ ὅλου γὰρ ἐπειδὰν εἰς ταὐτὸ ἀλλήλοις ἥκοντα διαμάχηταί τε καὶ στασιάζῃ πρὸς ἄλληλα περὶ τῆς ἀλλοιώσεως ἐν χρόνῳ πλείονι, δρᾷν καὶ πάσχειν ἑκάτερον αὐτῶν ἀναγκαῖόν ἐστιν. ἴσως δὲ, κᾂν μὴ πολλῷ πάνυ χρόνῳ γίγνηται τοῦτο, δρᾷ μὲν ἔτι καὶ τότε τὸ νικώμενον εἰς τὸ κρατοῦν, ἀλλ’ οὕτω 
    676
    σμικρὸν, ὡς λανθάνειν τὴν αἴσθησιν. οὐδὲ γὰρ ὁ τμητικώτατος σίδηρος εἰ τὸν μαλακώτατον τέμνει κηρὸν δι’ ὅλης ἡμέρας καὶ νυκτὸς, ἀδύνατον αὐτῷ μὴ οὐκ ἀμβλὺν γενέσθαι σαφῶς. οὕτω δή που κᾀκεῖνο καλῶς εἰρῆσθαι δοκεῖ,

  1. Πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ.
  2. καὶ γὰρ καὶ φαίνεται γινόμενον οὕτως. ἀλλ’ ἐπὶ μὲν μιᾶς ἢ καὶ δευτέρας προσβολῆς οὐδὲν οὔπω σαφὲς ἐν τοῖς τοιούτοις ἰδεῖν ἐστιν. ὅθεν, οἶμαι, καὶ τὸ μηδ’ ὅλως πάσχειν ἔνια πρὸς τῶν ὁμιλούντων ἐδοξάσθη τισί· καὶ συγχωρητέον γε τοῖς οὕτω λέγουσι. πολλάκις δὲ καὶ αὐτοὺς ἡμᾶς ὁμοίως ἐκείνοις λεκτέον ἐστὶ τὰ πολλά· πλὴν εἴ ποτε μέχρι τῆς ἐσχάτης ἀκριβείας ἀνάγοιμεν τὸν λόγον, ὥσπερ ἐν τῷ παρόντι ποιοῦμεν. οὕτως οὖν καὶ τὸ τῆς ἀειπαθείας δόγμα, τῷ λόγῳ μὲν αὐτῷ μόνῳ σκοποῦσιν, ἰσχυρὰν ἔχει τὴν ἀπόδειξιν. οὐ μὴν χρεία γέ τίς ἐστιν αὐτοῦ πρὸς τὰς κατὰ μέρος πράξεις. ἂν γὰρ οὕτω μικρά τινα περὶ ἡμᾶς ᾖ

    677
    πάθη διὰ παντὸς, ὡς μηδεμίαν αἰσθητὴν καὶ σαφῆ βλάβην ἐνεργείας ἐργάζεσθαι μηδεμιᾶς, εὐκαταφρόνητα δήπουθέν ἐστι, καὶ τῷ μηδὲν εἶναι φάσκοντι τὰ τοιαῦτα συγχωρητέον. οὕτως οὖν ἔχει κᾀπὶ τῶν τρεφόντων, ὀλίγου δεῖν, ἁπάντων. ἐργάζεται μὲν γάρ τι καὶ ταῦτα περὶ τὸ σῶμα τῶν ἀνθρώπων, ἀλλ’ οὐκ αἰσθητὸν, οὐδὲ σαφές τι καθάπαξ. ἡ μέντοι πολυχρόνιος αὐτῶν προσφορὰ μεγάλως ἀλλοιοῖ καὶ μεταβάλλει σαφῶς ἤδη τὰ σώματα. ἔνια μέν γε καὶ κατὰ τὴν πρώτην χρῆσιν εὐθὺς ἐναργῶς ἐνδείκνυται τὴν ἀλλοίῳσιν, οἶον καὶ ἡ θριδακίνη, τοὺς μὲν ἐγκαιομένους τὴν γαστέρα σαφῶς ἐμψύχουσά τε καὶ ἀδίψους ἐργαζομένη, τοὺς δὲ κατεψυγμένους ἐναργῶς βλάπτουσα. συντελεῖ δ’ οὐ σμικρὰ καὶ τοῖς ὕπνοις, οὐ κατ’ ἄλλον τινὰ λόγον, ἀλλ’ ὅτι ψυχρά τέ ἐστι καὶ ὑγρὰ τὴν κρᾶσιν· ἀλλ’ οὕτως ὑγρὰ καὶ ψυχρὰ πρὸς ἄνθρωπόν τε καὶ τἄλλ’, ὅσα τρέφειν πέφυκεν, ὡς καὶ τὰ ξύλα τὰ χλωρὰ πρὸς τὸ πῦρ. ὥστ’ εὐλόγως ἄμφω τοῖς τοιούτοις ἐδέσμασιν ὑπάρχει,
    678
    τό θ’ ὡς φαρμάκοις διατιθέναι τὰ σώμαθ’ ἡμῶν, καὶ τὸ τρέφειν, παρ’ ὅλον μὲν τὸν χρόνον τῆς πέψεως, ὡς φαρμάκοις· ἡνίκα δ’ ἤδη τρέφει τε καὶ τελέως ὁμοιοῦται, τότ’ οὐκέτ’ οὐδὲν ἡμᾶς ἀντιδρῶντα, τὴν ἔμφυτον αὔξει θερμασίαν, ὡς καὶ πρόσθεν εἴρηται. κοινὸν γὰρ ἤδη τῶν τρεφόντων ἁπάντων ἐστὶ, καὶ οὐ χρὴ θαυμάζειν, εἴ τι, πρὶν μὲν ἐξομοιοῦσθαι καὶ τρέφειν, ἔτι πεττόμενον ἔψυχεν, ἐξομοιωθὲν δὲ καὶ θρέψαν, ἐθέρμῃνε, μεμνημένους ἀεὶ τοῦ τῶν χλωρῶν ξύλων παραδείγματος. ὥστε καὶ ἡ χρεία τῶν τοιούτων ἁπάντων διττὴ τοῖς ἰατροῖς ἐστι, καὶ ὡς σιτίων, καὶ ὡς φαρμάκων. φέρε γὰρ ὑπηλλάχθαι τινὶ τὴν ἀρίστην ἐν τῇ γαστρὶ κρᾶσιν ἐπὶ τὸ θερμότερον. οὗτος, ἄχρι μὲν οὗ πέττει τὴν θριδακίνην, ἐμψυχθήσεται καὶ συμμετρίαν κτήσεται κράσεως· ἐπειδὰν δ’ ἐξ αὐτῆς ἤδη τρέφηται, τὴν οὐσίαν αὐξήσει τῆς ἐμφύτου θερμασίας. ἐν τούτῳ δὴ καὶ μάλιστα δοκοῦσί μοι παραλογίζεσθαι σφᾶς αὐτοὺς οἱ πολλοὶ τῶν νεωτέρων ἰατρῶν, ἀγνοοῦντες, ὡς ἐνίοτε μὲν ἡ ποιότης
    679
    ἐπιτείνεται τῆς ἐν ἡμῖν θερμασίας, ἐνίοτε δ’ ἡ οὐσία παραύξεται, καὶ ὡς ἑκατέρως οἱ παλαιοὶ θερμότερον γεγονέναι τὸ ζῶόν φασι. καὶ γὰρ καὶ γίνεται θερμότερον, ἄντ’ ἐπιτείνῃς αὐτοῦ τὴν θερμασίαν, ἄντ’ αὐξήσῃς τὴν οὐσίαν, ἐν ᾗ πρώτῃ περιέχεται. φέρε γὰρ εἶναι τὸ αἷμα τὸ ἐν τῷ σώματι τοῦ ζώου καθ’ αὑτὸ θερμὸν, ἢ, νὴ Δία, εἰ βούλει τὴν ξανθὴν χολὴν, ἅπαντα δὲ τἄλλα κατὰ συμβεβηκὸς ὑπάρχειν θερμὰ τῷ τούτων μετέχειν. ἆρ’ οὐκ ἀναγκαῖον ἔσται, διττῶς γίνεσθαι θερμότερον τὸ ζῶον, ἤτοι τῷ πλείονας ἐπικτήσασθαι χυμοὺς θερμοὺς, ἢ τῷ θερμοτέρους ἔχειν, ἢ πρότερον; ἐμοὶ μὲν καὶ πάνυ φαίνεται. κατὰ δὲ τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ ψυχρότερον ἔσται διττῶς, ἢ τῷ πλείους ὑποτραφῆναι τοὺς ψυχροὺς χυμοὺς, οἶον τὸ φλέγμα καὶ τὴν μέλαιναν χολὴν, ἢ τῷ, τῆς αὐτῶν ἁπάντων μενούσης συμμετρίας, ὑπαλλαχθῆναι μόνην τὴν ποιότητα. τί δὴ οὖν θαυμαστὸν, ἄχρι μὲν ἂν πέπτηται τὸ ψυχρὸν τῇ φύσει σιτίον, οἶον ἀνδράχνη τε καὶ θριδακίνη, ψυχρᾶς ποιότητος ἀναπίμπλασθαι τὸ σῶμα, πεφθέντων δ’ ἀκριβῶς
    680
    καὶ γενομένων αἷμα χρηστὸν, θερμότερον αὖθις ἑαυτοῦ γίνεσθαι τὸ σῶμα τῇ τοῦ θερμοῦ χυμοῦ γενέσει; καὶ μὴν εἰ μηδὲν τούτων μήτ’ ἀδύνατόν ἐστι, μήτε θαυμαστὸν ἔτι, παυσάσθωσαν οἱ μὴ συγχωροῦντες, ἓν καὶ ταὐτὸ ἔδεσμα καὶ τὴν ὡς τροφῆς καὶ τὴν ὡς φαρμάκου χρείαν τῷ ζώῳ παρέχειν. ὡς γὰρ, εἰ καὶ μηδ’ ὅλως ἐπέφθη, διὰ παντὸς ἂν ἐφυλάχθη φάρμακον, οὕτω πεφθὲν ἄμφω γίνεται. φέρε γὰρ μηδ’ ὅλως πεφθῆναι τὴν θριδακίνην, ἢ, νὴ Δία, τὸν χυλὸν αὐτῆς, ἐπειδὴ καὶ παραπλήσια τῷ τοῦ μήκωνος ὀπῷ δρᾷ εἰς τὸν ἄνθρωπον, εἰ πάμπολυς ληφθείη, ἆρ’ οὖν φάρμακον ἔσται τηνικαῦτα μόνον, ἄλλο δ’ οὐδέν; οὐκ οἶμαί τινα περί γε τούτου ἀμφισβητήσειν. ὥστ’ ἔχει πάντως καὶ τὴν τοῦ φαρμάκου δύναμιν ἡ θριδακίνη. ἀλλὰ μὴν ἔσχε καὶ τὴν τῆς τροφῆς· ἔθρεψε γὰρ πολλάκις. ὥστ’ ἀμφοτέρας μὲν ἅμα τὰς δυνάμεις ἐν ἑαυτῇ περιέχει, δείκνυσι δ’ οὐχ ὁμοίως ἀμφοτέρας, ἀλλ’ ἐπειδὰν μὲν αὐτὴ πλέον ἐνεργῇ περὶ τὸν ἄνθρωπον ἢ πάσχῃ, τὴν ὡς φαρμάκου μᾶλλον 
    681
    ἐπιδείκνυται δύναμιν· ἐπειδὰν δὲ πάσχῃ πλέον, ἢ ποιῇ, τὴν ὡς σιτίου. καὶ θαυμαστὸν οὐδὲν, εἰ τῇ θριδακίνῃ καὶ δρᾷν καὶ πάσχειν συμβέβηκεν, ὅπου γε καὶ τῷ ξίφει, καθότι καὶ μικρὸν ἔμπροσθεν ἐλέγομεν, μὴ μόνον δρᾶν εἰς τὸν κηρὸν, ἀλλὰ καὶ πάσχειν ὑπάρχει. τῷ δ’ εἶναι πολὺ πλέον ὃ πέφυκε δρᾷν, ἢ πάσχειν, λανθάνει θάτερον. ἀλλ’ εἰ σκληρότατον αὐτῷ παραβάλλοις σίδηρον, ἔμπαλίν σοι φανεῖται πάσχειν μᾶλλον, ἢ δρᾷν, καίτοι δρᾷ μέν τι καὶ τότε, παρορᾶται δ’ ἡ δύναμις αὐτοῦ διὰ σμικρότητα. θαῤῥοῦντες οὖν ἐπὶ πάντων μὲν ἁπλῶς ἀποφαινόμεθα τῶν σιτίων, ὡς οὐ μόνον πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν, ἀλλὰ καὶ δρᾷν εἰς αὐτὸ πέφυκεν· ἤδη δὲ καὶ περί τινων, οἷς ἐναργῶς καὶ σαφῶς ὑπάρχει τὸ δρᾷν, ὡς οὐ σιτία μόνον ἐστὶν, ἀλλὰ καὶ φάρμακα. θριδακίνη μὲν οὖν καὶ τροφὴ καὶ φάρμακον ψυχρόν· εὔζωμον δὲ καὶ τροφὴ καὶ φάρμακον θερμόν. εἰ δὲ καὶ καστόριον ἐν τῷ χρόνῳ πέττεται, εἴη ἂν καὶ τοῦτο τροφή τε ἅμα καὶ φάρμακον θερμόν. οὕτω δὲ καὶ
    682
    νάπυ, καὶ πέπερι, καὶ τῶν βοτανῶν ἄνηθόν τε καὶ πήγανον, ὀρίγανόν τε καὶ γλήχων, καὶ καλαμίνθη; καὶ θύμβρα, καὶ θύμος. πάντα γὰρ ταῦτα καὶ τροφαὶ καὶ φάρμακα θερμά. πρὶν γὰρ εἰς αἷμα μεταβαλεῖν, ἔτι γε πεττόμενα, φάρμακα· μεταβληθέντα δὲ, οὐκ ἔτι μὲν φάρμακα, τροφαὶ δ’ ἤδη, κατὰ τὸ δεύτερον δηλονότι τῆς τροφῆς σημαινόμενον, ὃ οὔπω μέν ἐστι τροφὴ, οἶον δὲ τροφή. ὡς οὖν ἔμπροσθεν ἐπὶ θριδακίνης ἐλέγομεν, μίαν μὲν κοιλίαν ψυχροτέραν τοῦ δέοντος, ἑτέραν δὲ θερμοτέραν, οὕτω καὶ νῦν ἐπὶ πάντων τῶν δυνάμει θερμῶν ὑποκείσθωσαν αἱ δύο κοιλίαι. τὴν μὲν δὴ ψυχροτέραν τοῦ δέοντος, ἄχρι περ ἂν ᾖ ἐν αὐτῇ περιεχόμενα καὶ πεττόμενα τὰ τοιαῦτα σύμπαντα, θερμαίνει τε καὶ εἰς ἰσότητα κράσεως ἐπανάξει καὶ ὠφελήσει λόγῳ φαρμάκων· τὴν δ’ ἑτέραν τὴν θερμὴν ἐκπυρώσει τε καὶ μεγάλως βλάψει. καὶ ταύτας μὲν τὰς ἀλλοιώσεις ἐργάσεται κατὰ ποιότητα. πεφθέντα δ’ ἀκριβῶς, καὶ μεταβληθέντα, καὶ χρηστὸν αἷμα γενόμενα, κατ’ οὐσίαν
    683
    αὐξήσει τὸ ἔμφυτον τῷ ζώῳ θερμὸν, οὐ κατὰ ποιότητα. καθόλου γὰρ, ἄντε ψυχρὸν, ἄντε θερμὸν ᾖ τῇ δυνάμει τὸ σιτίον, ἐπειδὰν αἱματωθῇ, τὴν ἔμφυτον ὡσαύτως αὐξήσει θερμασίαν· ἄχρι δ’ ἂν ἄγηται μὲν εἰς αἵματος ἰδέαν, οὔπω δὲ τελέως αἱμαχθῇ, ψύχει καὶ θερμαίνει τὸ σῶμα δίκην φαρμάκου. ἅπας δ’ οὗτος ὁ λόγος ἐκ μιᾶς ἀρχῆς ἤρτηται. διὸ καὶ φυλάττειν αὐτὴν ἀεὶ χρὴ, καὶ μεμνῆσθαι διὰ παντὸς, ὡς ἕκαστον τῶν σωμάτων ἰδιότητά τινα κέκτηται κράσεως, οἰκείαν μὲν τῇδέ τινι τῇ φύσει, διαφερομένην δὲ τῇδέ τινι· καὶ ὡς, εἰ μὲν ἀλλοιώσειε τὸ οἰκεῖον εἰς τὴν ἑαυτοῦ φύσιν, αὐξήσει τὴν οὐσίαν οὕτω τῆς ἐν αὐτῷ θερμασίας· εἰ δ’ ἀλλοιωθείη, δυοῖν θάτερον αὐτῷ συμβήσεται, θερμαίνοντος μὲν τοῦ μεταβάλλοντος, ἐπικτήσασθαί τινα θερμασίαν, μὴ θερμαίνοντος δὲ, τὴν οἰκείαν ἀπολέσαι. δῆλον οὖν ἐκ τούτοιν, ὡς ἐν τῷ πρός τι σύμπαντά ἐστι τὰ τοιαῦτα. πρὸς γὰρ τὴν ἰδιότητα τῆς ἀλλοιούσης φύσεως ἕκαστον τῶν προσφερομένων ἢ τροφῆς, ἢ
    684
    φαρμάκου, ἢ ἀμφοτέρων λόγον ὑφέξει. οἷον τὸ κώνειον τῷ ψαρὶ μὲν τροφὴ, φάρμακον δ’ ἀνθρώπῳ· καὶ τοῖς μὲν ὄρτυξιν ἑλλέβορος τροφὴ, τοῖς δ’ ἀνθρώποις φάρμακον. ἡ μὲν γὰρ τῶν ὀρτύγων κρᾶσις ἐξομοιοῦν ἑαυτῇ δύναται τὸν ἑλλέβορον, ἡ δὲ τῶν ἀνθρώπων οὐ δύναται.

Φανερὸν οὖν ἤδη γέγονεν, ὡς ἡ κρίσις τῶν πρὸς ἡμᾶς ὑγρῶν, ἢ ξηρῶν, ἢ ψυχρῶν, ἢ θερμῶν, οὐκ ἔξωθέν ποθεν, ἀλλ’ ἐξ ὧν ἡμεῖς αὐτοὶ πάσχομεν, ἀκριβῶς ἂν γίνοιτο, καὶ ὡς πρώτην μὲν καὶ μάλιστα ταύτην εἴη σκεπτέον, ἐφεξῆς δ’, εἴ τι δεήσειε, καὶ τὴν ἔξωθεν. εἰ μὲν γὰρ ἐναργὴς εἴη καὶ σαφὴς αἰσθήσει τοῦ προσαχθέντος ἡ ἐνέργεια φαρμάκου, ταύτῃ πιστευτέον, ἀμελοῦντας τῶν ἄλλων ἁπάντων γνωρισμάτων· εἰ δ’ ἀμυδρὰ, καὶ ἀσαφὴς, ἢ ἐπίμικτος, ἤ τινα ὅλως ἀμφισβήτησιν ἔχουσα, τηνικαῦτα καὶ πρὸς τὰ ἐκτὸς ἅπαντα κριτέον αὐτήν. οὐκ οὖν οὐδὲ πρὸς ταῦτα πόῤῥωθεν, ἀλλ’ ἀπ’ αὐτῆς τῆς οὐσίας τοῦ ζητουμένου,

685
οἶον εἰ τὸ ἔλαιον θερμὸν, οὐχ ὅτι γλίσχρον, ἢ ὠχρὸν, ἢ κοῦφον, ἀλλ’ εἰ ῥᾳδίως ἐκφλογοῦται· τοῦτο γὰρ ἦν αὐτῷ τῇ δυνάμει θερμὸν εἶναι, τὸ ταχέως μεταβάλλειν εἰς τὸ ἐνεργείᾳ θερμόν. κατὰ δὲ τὸν αὐτὸν τρόπον κᾀπὶ τῶν ἡμετέρων σωμάτων, οὐκ εἰ παχυμερὲς, ἢ λεπτομερὲς, ἢ ὑγρὸν, ἢ κοῦφον, ἢ γλίσχρον, ἢ ὠχρὸν, ἀλλ’ εἰ θερμαίνει προσαγόμενον. οὕτω δ’ οὐδ’ εἰ γλυκὺ, καὶ κοιλίαν ὑπάγον, ἢ εὔρουν ἐργαζόμενον ἐν ταῖς φλεβοτομίαις, εἰ ἐπισταχθείη τὸ αἷμα. καὶ γὰρ καὶ ταῦτα περιττὰ, παρόν γε σκοπεῖν, εἰ θερμαίνει προσαγόμενον. εἰ μὲν οὖν ἐπισήμως τε καὶ ἰσχυρῶς ἐποίει τοῦτο, καθάπερ τὸ πέπερι, πρόδηλον ἂν ἦν πᾶσι καὶ ἀναμφισβήτητον· ἐπεὶ δ’ οὐκ ἰσχυρῶς, εὐλόγως εἰς ζήτησιν ἀφικνεῖται. πολὺ δὲ μᾶλλον ἐπὶ ῥοδίνου τε καὶ ὄξους ἠπόρηται, καὶ ἠμφισβήτηται τοῖς ἰατροῖς, εἴτε δυνάμει θερμὰ πέφυκεν, εἴτε ψυχρά. χρὴ τοίνυν ἐξευρεῖν τινας ἐφ’ ἅπασι τοῖς δυνάμει λεγομένοις ὑπάρχειν ἢ θερμοῖς, ἢ ψυχροῖς, ἢ ξηροῖς, ἢ ὑγροῖς, ἀκριβεῖς καὶ σαφεῖς διορισμοὺς, ὡς ἔμπροσθεν ἐπὶ τῶν ἐνεργείᾳ 
686
λεγομένων ἐποιησάμεθα. προσήκει δ’, οἶμαι, τὴν ἀρχὴν ἀπὸ τῶν ἐναργεστάτων ποιήσασθαι· γυμνασάμενος γάρ τις ἐν τούτοις, ῥᾷον ἀκολουθήσει τοῖς ἀσαφεστέροις. εὐθὺς οὖν ἐν τῷ προσφέρειν τῷ σώματι τόδε τι τὸ φάρμακον ἢ σιτίον, ἀπηλλάχθω τὸ προσαγόμενον ἁπάσης σφοδρᾶς ἐπικτήτου θερμότητός τε καὶ ψύξεως. ὃν μὲν γὰρ ἐν τοῖς ἔμπροσθεν ἐποιησάμεθα διορισμὸν, ἡνίκα τά θ’ ὑγρὰ καὶ τὰ ξηρὰ σώματα διαγινώσκειν ἐπεχειροῦμεν, οὗτος οὐδὲν ἂν ἧττον εἴη καὶ νῦν χρήσιμος ἐπὶ τῶν δυνάμει θερμῶν καὶ ψυχρῶν. εἴτε γὰρ δυνάμει ψυχρὸν ὂν τὸ προσφερόμενον ἐκθερμήναις σαφῶς, εἴτε θερμὸν καταψύξαις, ἡ πρώτη τοῦ σώματος προσβολὴ τὴν αἴσθησιν ἀπὸ τῆς ἐπικτήτου διαθέσεως, οὐκ ἀπὸ τῆς οἰκείας τοῦ προσαχθέντος ἐργάσεται κράσεως. ἵν’ οὖν ἀκριβής τε καὶ εἰλικρινὴς ἡ φύσις ἐξετάζηται τοῦ προσαγομένου, χλιαρὸν ὡς οἷόν τε μάλιστα ὑπαρχέτω, μηδεμίαν ἐπίσημον ἔξωθεν ἀλλοίωσιν εἰληφὸς ἤτοι θερμότητος ἢ ψύξεως σφοδρᾶς. ἡ μὲν δὴ πρώτη παρασκευὴ τοῦ προσαγομένου φαρμάκου τοιαύτη γιγνέσθω. προσφερέσθω δὲ μὴ πάσῃ διαθέσει
687
σώματος, ὅταν ἐξετάζῃς αὐτοῦ τὴν δύναμιν, ἀλλ’ ἁπλουστάταις ὡς ἔνι μάλιστα καὶ ἄκραις. εἰ μὲν οὖν ἐσχάτως θερμῇ διαθέσει προσαχθὲν αἴσθησιν ἐργάζοιτο ψύξεως, εἴη ἂν οὕτως γε ψυχρόν. ὡσαύτως δὲ καὶ εἰ τῇ ψυχρᾷ θερμὸν ἐν τῷ παραυτίκα φαίνοιτο, καὶ τοῦτ’ ἂν εἴη θερμόν. εἰ δ’ ἤτοι τῇ θερμῇ θερμὸν, ἢ τῇ ψυχρᾷ ψυχρὸν φαίνοιτο, μὴ πάντως ἀποφαίνεσθαι τὸ μὲν θερμὸν, τὸ δὲ ψυχρόν. ἐνίοτε γὰρ ἄκρως μέν ἐστιν ἡ διάθεσις θερμὴ, μετρίως δὲ ψυχρὸν ὑπάρχει τὸ φάρμακον, οὔτ’ ἠλλοίωσεν αὐτὴν, ἔτι τε πρὸς τούτῳ ψύξαν καὶ πυκνῶσαν ἅπασαν τὴν ἐκτὸς ἐπιφάνειαν, ἀπέκλεισεν εἴσω καὶ διαπνεῖσθαι τὸ θερμὸν ἐκώλυσε, κᾀκ τούτου μειζόνως ἐξεπύρωσε τὴν διάθεσιν. οὕτω δὲ, κᾂν εἰ τῇ ψυχρᾷ διαθέσει τὸ προσφερόμενον μηδεμίαν ἐπιφέροι θερμότητα, σκέπτεσθαι, μή τι μετρίως ὑπάρχον θερμὸν οὐδὲν ἔδρασεν εἰς τὴν ἄκρου θερμοῦ δεομένην διάθεσιν. οὐκοῦν οὔθ’ οὕτω χρὴ βασανίζεσθαι τῶν προσφερομένων φαρμάκων τὰς δυνάμεις, οὔτ’ εἰ κατὰ συμβεβηκὸς ἐργάζοιτό τι καὶ μὴ καθ’ αὑτό. κρίσις δὲ τοῦ κατὰ συμβεβηκὸς ἥ τε διάθεσις
688
καὶ ὁ χρόνος. ἡ μὲν διάθεσις, εἰ ἁπλῆ καὶ μία· τῷ χρόνῳ δ’ ἡ κρίσις διορίζεται κατὰ τάδε. τὸ μὲν ἅμα τῷ προσενεχθῆναι ψύχειν ἢ θερμαίνειν ἐναργῶς φαινόμενον εἴη ἂν δήπου καὶ καθ’ ἑαυτό γε καὶ δι’ ἑαυτὸ τοιοῦτο· τὸ δ’ ἐν τῷ χρόνῳ, τάχ’ ἂν ἔκ τινος συμβεβηκότος εἰς τοῦτ’ ἄγοιτο, καθάπερ ἐπὶ τετάνου, θέρεος μέσου, νέῳ εὐσάρκῳ, ὕδατος ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιεῖται. ἀλλ’ ὅτι γε μὴ καθ’ ἑαυτὸ θερμαίνει τὸ ψυχρὸν ὕδωρ, δῆλον ἐκ τῆς πρώτης προσβολῆς· αἴσθησιν γὰρ ἐργάζεται ψύξεως, καὶ μὲν δὴ καὶ ψύχει τὸ δέρμα, μέχρις ἂν ἐπιχέηται τούτῳ, καὶ τὴν θερμασίαν οὔτ’ ἐπὶ πάντων σωμάτων. οὔτ’ ἐν τῷ καταχεῖσθαι παρέχεται, ἀλλ’ ἐπὶ μόνων εὐσάρκων νέων, ἐν θέρει μέσῳ, μετὰ τὸ παύσασθαι καταχέοντας ὥσπερ οὖν οἷς προσπίπτει τὸ ψυχρὸν ὕδωρ, ἐκ τοῦ παραχρῆμα ψύχει ταῦτα, κᾂν ἔμψυχα, κᾂν ἄψυχα σώματα ὑπάρχῃ, κᾂν θερμὰ, κᾂν ψυχρὰ, κατὰ τὸν αὐτὸν τρόπον, εἴ τις ἦν χρόνος, ἢ φύσις σώματος, ἢ διάθεσις, ἐφ’ ἧς αἴσθησιν ἔφερε τὸ ψυχρὸν ὕδωρ εὐθὺς ἅμα τῷ προσπίπτειν θερμότητος, εὐλόγως
689
ἂν ἐζητεῖτο, πότερον θερμαίνειν ἢ ψύχειν πέφυκε καθ’ ἑαυτό. νυνὶ δ’ ἐπειδὴ τὰ μὲν ἔμψυχά τε καὶ ἄψυχα πάντα παραχρῆμα καὶ διὰ παντὸς ὁρᾶται ψυχόμενα, οἷς δ’ ἐστὶν ἔμφυτος θερμασία καὶ οἷον πηγή τις ἐν τοῖς σπλάγχνοις πυρὸς, εἰ τούτοις προσενεχθείη, ἐπανάκλησίν τινά ποτε ποιεῖται θερμότητος, εὔλογον οἶμαι, κατά τι συμβεβηκὸς, οὐ καθ’ ἑαυτὸ θερμαίνειν αὐτὸ τὰ τοιαῦτα. καὶ δὴ καὶ φαίνεται, κατὰ τί. πυκνώσει γὰρ τῆς ἐκτὸς ἐπιφανείας καὶ κατακλήσει τοῦ θερμοῦ τὴν ἐπάνοδον ποιεῖται τῆς ἐκ τοῦ βάθους θερμασίας, ἅμα μὲν ἀθροισθείσης τῷ μὴ διαπνεῖσθαι, ἅμα δ’ εἰς τὸ βάθος ἀποχωρούσης διὰ τὴν τοῦ περιέχοντος βίαν ψυχροῦ, ἅμα δὲ καὶ τρεφομένης ὑπὸ τῶν ἐνταῦθα χυμῶν. ὅταν γὰρ ἀθροισθεῖσά τε καὶ τραφεῖσα πρὸς τὴν ἐπιφάνειαν ὁρμήσῃ σφοδρότερον, ἐπανάκλησις μὲν γίνεται τῆς θέρμης, ἔνδειξις δὲ τοῦ μὴ καθ’ ἑαυτὸ τὴν θερμασίαν αὐξῆσαι τὸ ψυχρὸν ὕδωρ. καθ’ ἑαυτὸ μὲν γὰρ ἔψυξε τὸ δέρμα· τῇ ψύξει δ’ αὐτοῦ πύκνωσίς τε ἅμα καὶ εἰς τὸ βάθος ὑπονόστησις ἠκολούθησε τοῦ θερμοῦ· τούτων δ’ αὐτῶν τῇ μὲν πυκνώσει
690
κώλυσις τῆς διαπνοῆς, τῇ δ’ εἰς τὸ βάθος ὑποχωρήσει κατεργασία τῶν ταύτῃ χυμῶν. ὧν ἡ μὲν κώλυσις τῆς διαπνοῆς τὴν ἄθροισιν τῆς θερμασίας, ἡ δὲ τῶν χυμῶν κατεργασία τὴν γένεσιν αὐτῇς ἐποιήσατο. τούτων δ’ ἑκατέρῳ πάλιν ἡ αὔξησις ἕπεται τῆς ἐμφύτου θερμασίας. διὰ μέσων οὖν ἑκατέρων τὸ μὲν ψυχρὸν αὔξησίν ποτε τῆς ἐν τῷ ζώῳ θερμασίας ἐργάζεται, καθ’ ἑαυτὸ δ’ οὐδέποτε. καὶ μὴν καὶ τὸ θερμὸν ἔστιν ὅτε κατὰ συμβεβηκὸς ψύχει διὰ μέσου τοῦ κενοῦ, ὡς τὸ κατάντλημα τὴν φλεγμονήν. ἐπειδὴ γὰρ ὑπὸ θερμοῦ ῥεύματος γίνεται φλεγμονὴ, τὸ μὲν ἴδιον αὐτῆς ἴαμα κένωσίς ἐστι τοῦ περιττοῦ, τὸ δὲ τῇ κενώσει πάντως ἑπόμενον ἡ ψύξις τοῦ διὰ τὴν φλεγμονὴν τεθερμασμένου μορίου. διττῆς μὲν οὖν οὔσης ἐν τοῖς φλεγμαίνουσι σώμασι διαθέσεως, ὅσον μὲν ἐπὶ τῇ πλεονεξίᾳ τοῦ περιττοῦ, κατὰ τὸ ποσὸν ἐξισταμένοις τοῦ κατὰ φύσιν, ὅσον δ’ ἐπὶ τῇ θερμασίᾳ, κατὰ τὸ ποιὸν, ἡ τῆς ἑτέρας τῶν διαθέσεων ἴασις ἑπομένην ἔχει καὶ τὴν ἑτέραν. καὶ γίνεται κατὰ συμβεβηκὸς τὰ κενωτικὰ τῆς θερμῆς ὕλης φάρμακα καὶ τῆς φλογώσεως τῶν μορίων 
691
ἐμψυκτικά. ταῦτά τε οὖν διορίζεσθαι, καὶ πειρᾶσθαι κατὰ τὸ ποσὸν τῆς ἁπλῆς διαθέσεως ἐξευρίσκειν τὸ ποσὸν τῆς τοῦ φαρμάκου δυνάμεως· οἷον εἰ ἄκρως ᾖ ἡ διάθεσις θερμὴ, καὶ τὸ φάρμακον ἄκρως εἶναι ψυχρόν· εἰ δ’ ὀλίγον ἀπολίποιτο τῆς ἀκρότητος ἡ διάθεσις, ὀλίγον χρῆναι καὶ τὸ φάρμακον ἀπολείπεσθαι· κᾂν εἰ πλέον ἀπέχοιτο τῆς ἄκρας θερμασίας ἡ διάθεσις, ἀνάλογον ἀπέχειν τῆς ἄκρας ψυχρότητος τὸ φάρμακον. εἰ γὰρ ἀπὸ τοῦ τοιούτου στοχασμοῦ τὴν ἀρχὴν τῆς ἐξετάσεως αὐτῶν ποιοῖο, θᾶττον ἂν ἐξευρίσκοις τὴν οἰκείαν ἑκάστου δύναμιν. ὅλως γὰρ, εἰ καθ’ ἓν ὁτιοῦν πάθος ἁπλοῦν θερμὸν ὅ τι δήποτε τῶν φαρμάκων προσαχθὲν εὐθὺς ἅμα τῇ πρώτῃ προσφορᾷ ψύξεως αἴσθησιν ἤνεγκε, ψυχρόν ἐστιν ἐκεῖνο τῇ δυνάμει, καὶ πολὺ μᾶλλον, εἰ καὶ μετὰ τὴν πρώτην προσφορὰν ἕως παντὸς μένει τοιοῦτο. εἰ δὲ καὶ παντελῶς ἰῷτο τὴν θερμὴν διάθεσιν, ἐξ ἀνάγκης ψυχρόν ἐστι. προσφέρεσθαι δὲ χρὴ πάντως αὐτὸ χλιαρὸν, ἐπειδὰν δοκιμάζηται, καθότι καὶ πρόσθεν εἴρηται. γνωρισθὲν δ’, ὅτι τοιοῦτό ἐστιν, εἶτα θεραπείας ἕνεκα παραλαμβανόμενον,
692
ἄμεινον ψυχρὸν λαμβάνειν, πλὴν εἰ τὸ μὲν φάρμακον ἄκρως εἴη ψυχρὸν, οὐκ ἄκρως δὲ θερμὸν εἴη τὸ νόσημα. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἔν τε τοῖς περὶ φαρμάκων εἰρήσεται κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ἐν δὲ τῷ παρόντι τό γε τοσοῦτον χρὴ γινώσκειν, ὡς, εἴ τι τῇ θερμῇ καὶ ἁπλῇ διαθέσει προσαχθὲν φάρμακον ἐκ τοῦ παραχρῆμα κᾀν τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τήν τε τῆς ψύξεως αἴσθησιν ἤνεγκε τῷ κάμνοντι καὶ τὴν τῆς εὐφορίας τε καὶ ὠφελείας, ἐξ ἀνάγκης τοῦτο ψυχρόν ἐστι, κᾂν ἐπ’ ἄλλων ποτὲ φαίνηται θερμόν εὑρεθήσεται γὰρ ἐπ’ ἐκείνων ἐξεταζόμενον ἀκριβῶς οὐ καθ’ ἑαυτὸ θερμαῖνον, ἀλλὰ κατά τι συμβεβηκός. ὅταν δὲ καθ’ ἑαυτὸ λέγωμεν, ἢ πρώτως, ἢ διὰ μηδενὸς τῶν ἐν μέσῳ, ταὐτὸν, ἐξ ἁπάντων δηλοῦται δυνάμει τῶν ῥημάτων. καὶ τὴν γυμνασίαν ἁπάντων ἅμα τούτων τοῖς οἰκείοις παραδείγμασιν, ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασι ποιησόμεθα.

Νυνὶ δὲ πάλιν ἀναμνήσας, ὧν ἤδη καὶ πρόσθεν εἶπον, ἐπιθεῖναι πειράσομαι τῷ παρόντι λόγῳ τὴν προσήκουσαν τελευτήν. ἐπειδὴ γὰρ τὸ θερμὸν σῶμα πολλαχῶς ἐλέγετο,

693
καὶ γὰρ καὶ τὸ τὴν ἄκραν ἔχον ποιότητα, τὸ στοιχεῖον αὐτὸ, καὶ τὸ κατ’ ἐπικράτησιν αὐτῆς ὀνομαζόμενον, ἔτι τε τὸ πρὸς ἕτερον λεγόμενον, ἤτοι πρὸς τὸ σύμμετρον ὁμογενὲς, ἢ πρὸς ὁτιοῦν τὸ τυχὸν, οὕτω χρὴ καὶ τὸ δυνάμει μὲν θερμὸν, ἐνεργείᾳ δ’ οὐδέπω, καὶ νοεῖσθαι καὶ δοκιμάζεσθαι πολλαχῶς. ὅθεν οὐκ ὀρθῶς, εἴ τι μὴ ταχέως ἐκπυροῦται, τοῦτ’ ἔνιοι νομίζουσιν οὐδὲ πρὸς ἡμᾶς εἶναι δυνάμει θερμόν. εἴτε γὰρ εὔπεπτόν ἐστι, καὶ τρέφει ταχέως, εἴη ἂν ὡς πρὸς ἡμᾶς θερμὸν, εἴτε θερμαίνει προσφερόμενον ὡς φάρμακον, εἴη ἂν καὶ τοῦτο δυνάμει θερμὸν ὡς πρὸς ἄνθρωπον. οὕτω δὲ καὶ καθ’ ἕκαστον εἶδος ζώου τὸ δυνάμει θερμὸν, εἴθ’ ὡς φάρμακον, εἴθ’ ὡς τροφὴ, πρὸς ἐκεῖνο λέγεται μόνον τὸ ζῶον. ἐν γὰρ τῷ πρός τι τὸ δυνάμει πᾶν, ὥστε καὶ ἡ βάσανος ἡ οἰκεία βελτίων τῆς ἔξωθεν. οἰκεία δὲ μία καθ’ ἕκαστον, εἰ φαίνοιτο ταχέως γινόμενον τοιοῦτο, ὁποῖον ἔφαμεν ὑπάρχειν αὐτὸ δυνάμει. πῦρ μὲν γάρ ἐστι δυνάμει πᾶν, ὅ τι ἂν ταχέως ἐκπυροῦται·
694
δυνάμει δὲ ὡς πρὸς ἄνθρωπον θερμὸν, ὅπερ ἦν ἓν εἶδος τῶν κατ’ ἐπικράτησιν θερμῶν, ὅταν ἀνθρώπῳ προσφερόμενον ἢ τὴν ποιότητα τῆς ἐμφύτου θερμασίας, ἢ τὴν οὐσίαν αὐξάνῃ. τὰ δ’ αὐτὰ κᾀπὶ τῶν ἄλλων εἰρῆσθαι χρὴ νομίζειν, ὅσα δυνάμει λέγεται ψυχρὰ καὶ ξηρὰ, καὶ ὑγρὰ καὶ θερμά. καὶ γὰρ καὶ ταῦτα, τὰ μὲν ὡς πρὸς αὐτὰ τὰ στοιχεῖα, τὰ δὲ ὡς κατ’ ἐπικράτησιν ὠνομασμένα, καὶ νοεῖσθαι χρὴ, καὶ δοκιμάζεσθαι, καὶ διδάσκεσθαι. δῆλον δ’, ὡς καὶ τὴν κρίνουσαν ἁφὴν ἁπάσης ἐπικτήτου θερμασίας τε καὶ ψύξεως ἀπηλλάχθαι χρὴ, καθότι κᾀπὶ τῶν φαρμάκων αὐτῶν εἴρηται πρόσθεν.