De temperamentis

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ὅτι μὲν δὴ τῶν πολλαχῶς λεγομένων ἐστὶν ὑγρόν τε καὶ ξηρὸν σῶμα, καὶ θερμὸν καὶ ψυχρὸν, ἐν τῷ πρὸ τοῦδε λόγῳ διῄρηται. δέδεικται δὲ, ὡς ἐννέα διαφοραὶ τῶν κράσεών εἰσι, μία μὲν ἡ σύμμετρός τε καὶ εὔκρατος, αἱ λοιπαὶ δὲ πᾶσαι δύσκρατοι, τέτταρες μὲν ἁπλαῖ, μιᾶς ἐν ἑκάστῃ πλεονεκτούσης ποιότητος, ἤτοι θερμότητος, ἢ ψυχρότητος, ἢ ξηρότητος, ἢ ὑγρότητος, ἕτεραι δὲ τέτταρες, ἐπειδὰν ἐξ ἑκατέρας ἀντιθέσεως ἡ ἑτέρα κρατήσῃ δύναμις. λέγω δ’ ἀντιθέσεις δύο, μίαν μὲν τὴν κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν,

573
ἑτέραν δὲ τὴν κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν. ἐφεξῆς δὲ τούτων ἐπὶ τὰ γνωρίσματα μεταβάντες, ὑπὲρ τῆς εὐκράτου φύσεως ἐσκοπούμεθα, διότι πρώτη πασῶν ἥδε καὶ ἀρετῇ, καὶ δυνάμει, καὶ τάξει νοήσεώς ἐστιν. ἐπεὶ δ’ εὔκρατον ἄλλο μὲν ἁπλῶς εὑρίσκεται λεγόμενον ἐν πάσῃ τῇ τῶν ὄντων φύσει, καθ’ ἕκαστον δὲ γένος ἄλλο· περὶ πρώτου δεῖν ἐδόκει σκοπεῖσθαι τοῦ κοινῇ κατὰ πάσης φύσεως ἐξεταζομένου. κανὼν δ’ ἦν αὐτοῦ καὶ κρίσις ἡ τῶν στοιχείων ἰσομοιρία, δι’ ἣν καὶ τὸ τῶν ἐσχάτων ἁπάντων ἀκριβῶς μέσον ἀποτελεσθὲν εὔκρατόν τε καὶ σύμμετρον ὀνομάζεται. τὰ δὲ ἄλλα τὰ καθ’ ἕκαστον γένος εὔκρατα ταῖς οἰκείαις τῶν σωμάτων ἐνεργείαις τε καὶ χρείαις κρίνεται. καὶ διὰ τοῦτο ταὐτὸ σῶμα ζώου τινὸς ἢ φυτοῦ μέσον μὲν εἶναι δύναται τῶν ὁμογενῶν ἁπάντων, τοῦτ’ ἔστιν εὔκρατόν τε καὶ σύμμετρον ἐν ἐκείνῳ τῷ γένει, δύσκρατον δ’ ἑτέρῳ τινὶ παραβαλλόμενον ἢ φυτῶν ἢ ζώων ἢ ἀψύχων γένει.
574
τὸ μὲν γὰρ τοῦ ζῶντος σῶμα, τῷ τοῦ νεκροῦ παραβαλλόμενον, ὑγρότερόν ἐστι καὶ θερμότερον. οἷον, εἰ τύχοι, λέων ζῶν λέοντος τεθνεῶτος, ἢ αὐτὸς ἑαυτοῦ τις, ἢ ἕτερος ἑτέρου θερμότερός ἐστι καὶ ὑγρότερος. καὶ διὰ τοῦτ’ εἴρηται πρὸς τῶν παλαιῶν, ὑγρόν τε εἶναι καὶ θερμὸν τὸ ζῶον, οὐχ ὡς ἢ τῆς ὑγρότητος ἐν αὐτῷ πλεονεκτούσης ἁπλῶς, ἢ τῆς θερμότητος. οὕτως μὲν γὰρ εὑρεθήσεται πάμπολλα ζῶα ψυχρὰ καὶ ξηρὰ, καθάπερ ἐμπίδες τε καὶ κώνωπες, καὶ μυῖαι, καὶ μέλιτται, καὶ μύρμηκες, ἀλλ’ ὡς τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ μέλιττα ζῶσα τεθνεώσης μελίττης ὑγροτέρα τέ ἐστι καὶ θερμοτέρα, καὶ μύρμηξ μύρμηκος. ἀνθρώπῳ μέντοι παραβαλλόμενα, καὶ ἵππῳ, καὶ βοῒ, καὶ τοῖς ἄλλοις ζώοις τοῖς ἐναίμοις, ἅπαντα τὰ τοιαῦτα ψυχρὰ καὶ ξηρὰ τὴν κρᾶσίν ἐστιν. καὶ μὲν δὴ κᾂν εἰ πρὸς τὴν ὅλην οὐσίαν ἀποβλέπων ἐξετάζοις, οὐδ’ οὕτως ἐκπέπτωκε τοῦ ξηρά τε εἶναι ταῦτα καὶ ψυχρά. ὥσπερ γὰρ καθ’ ἕκαστον γένος, ὅταν ἐξίστηταί τι τῆς μεσότητος,
575
ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς συμπάσης οὐσίας, ὅταν ὑπερβάλλῃ τι τῷ μέσῳ, οὐκέτι εὔκρατον, ἀλλ’ ἤτοι ψυχρὸν, ἢ ξηρὸν, ἢ θερμὸν, ἢ ὑγρὸν ὀνομασθήσεται. δέδεικται γὰρ δὴ πρόσθεν, ὡς ἄνθρωπός ἐστιν οὐ τῶν ζώων μόνον ἢ φυτῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων εὐκρατότατον. ἐπεὶ δὲ ἐκ πολλῶν καὶ διαφερόντων σύγκειται μορίων, εὔδηλον, ὡς τὸ μέσον ἁπάντων τῇ κράσει, τοῦτο καὶ ἁπλῶς ἐστιν εὐκρατότατον. τὸ γὰρ τοῦ μέσου τῇ κράσει ζώου μέσον μόριον ἁπάντων ἐστὶν ἁπλῶς εὐκρατότατον. ἐδείχθη δὲ τοῦτ’ ἐν ἀνθρώπῳ τὸ καλούμενον δέρμα, καὶ μάλιστα τοῦ δέρματος τὸ τῶν χειρῶν ἐντὸς, ἐὰν, οἶον ὑπὸ τῆς φύσεως ἀπεργασθῇ, τοιοῦτο φυλάττηται. καὶ μὲν δὴ καὶ ὡς οὐ παντὸς ἀνθρώπου τὸ δέρμα μέσον ἁπλῶς ἐστιν ἁπάσης οὐσίας, ἐλέχθη πρόσθεν, ἀλλ’ ὅστις ἂν εὐκρατότατος ᾖ· πολλὴν γὰρ εἶναι καὶ αὐτοῖς τοῖς ἀνθρώποις πρὸς ἀλλήλους τὴν διαφοράν.
576
εὐκρατότατος δ’ ἐστὶν, ὃς ἂν τῷ μὲν σώματι φαίνηται μέσος ἀκριβῶς τῶν ἄκρων, ἰσχνότητός τε καὶ παχύτητος, μαλακότητός τε καὶ σκληρότητος, ἔτι δὲ θερμότητός τε καὶ ψυχρότητος. ἔστι γὰρ εὑρεῖν ἁψάμενον ἑκάστου τῶν ἀνθρωπίνων σωμάτων ἢ χρηστὴν καὶ ἀτμώδη θερμασίαν, ἢ πυρώδη καὶ δριμεῖαν, ἢ τούτων μὲν οὐδετέραν, ἐπικρατοῦσαν δέ τινα ψύξιν. ἀκούειν δὲ χρὴ ψύξιν ἐπικρατοῦσαν, ὡς ἐν ζώου σώματι, καὶ ταῦτα ἐναίμου τε καὶ ὑγροῦ ὄντος. τῷ μὲν οὖν δὴ σώματι τοιοῦτος ὁ εὔκρατος ἄνθρωπος. ὡσαύτως δὲ καὶ τῇ ψυχῇ μέσος ἀκριβῶς ἐστι θρασύτητός τε καὶ δειλίας, μελλησμοῦ τε καὶ προπετείας, ἐλέους τε καὶ φθόνου. εἴη δ’ ἂν ὁ τοιοῦτος εὔθυμος, φιλόστοργος, φιλάνθρωπος, συνετός. ἐκ τούτων μὲν ὁ εὐκρατότατος ἄνθρωπος γνωρίζεται πρώτως καὶ μάλιστα. προσέρχεται δ’ αὐτοῖς οὐκ ὀλίγα τῶν ἐξ ἀνάγκης ἑπομένων. καὶ γὰρ ἐσθίει καὶ πίνει σύμμετρα, καὶ πέττει καλῶς τὰς τροφὰς, οὐκ ἐν γαστρὶ μόνον, ἀλλὰ κἀν ταῖς φλεψὶ, καὶ καθ’ ὅλην τὴν
577
ἕξιν τοῦ σώματος, ἁπάσας τε, συνελόντι φάναι, τάς τε καλουμένας φυσικὰς ἐνεργείας καὶ τὰς ψυχικὰς ἀμέμπτους ἔχει. καὶ γὰρ καὶ ταῖς αἰσθήσεσιν ἄριστα διάκειται, καὶ ταῖς τῶν κώλων κινήσεσιν, εὔχρους τ’ ἐστὶ καὶ εὔπνους ἀεὶ, καὶ μέσος ὑπνώδους τε καὶ ἀγρύπνου, καὶ ψιλοῦ τριχῶν καὶ δασέος, καὶ μέλανος τὴν χρόαν καὶ λευκοῦ· καὶ τρίχας ἔχει, παῖς μὲν ὢν, πυῤῥοτέρας μᾶλλον ἢ μελαντέρας, ἀκμάζων δ’ ἔμπαλιν.

Ἐπεὶ δὲ καὶ τῆς κατὰ τὰς ἡλικίας αὐτοῦ διαφορᾶς ἐπεμνήσθημεν, οὐδὲν ἂν εἴη χεῖρον ἤδη τι καὶ περὶ τούτων εἰπεῖν. ἐβουλόμην μὲν οὖν πρότερον ἑκάστου τῶν εἰρημένων γνωρισμάτων ἐπελθεῖν τὰς αἰτίας, ἀλλ’ ἐπεὶ πρὸς τὰ παρόντα μᾶλλον ἡ περὶ τῶν ἡλικιῶν ἐπείγει σκέψις, εὐπορωτάτους τε ἡμᾶς πρὸς τὴν τῶν αἰτιῶν εὕρεσιν ἀπεργάζεται, ταύτην νῦν ἐνστησόμεθα. Νοήσωμεν οὖν ἄρτι διαπλαττόμενον ἐν ταῖς μήτραις τῶν τικτουσῶν τὸ ζῶον, ἵνα γνῶμεν, ὅπως ὑγρότατόν ἐστι καὶ θερμότατον. ἡ μὲν γὰρ πρώτη

578
σύστασις ἐξ αἵματος αὐτῷ καὶ σπέρματος, ὑγρῶν καὶ θερμῶν χρημάτων. ἀεὶ δὲ καὶ μᾶλλον τούτων ξηρῶν γινομένων, ὑμένες μὲν πρῶτον διαπλάττονται, καὶ χιτῶνες, καὶ σπλάγχνα, καὶ ἀγγεῖα, τελευταῖα δὲ ὀστᾶ, καὶ ὄνυχες, καὶ χόνδροι πηγνυμένης ἀποτελοῦνται τῆς οὐσίας· πρὶν γὰρ ἤτοι δύνασθαι τείνεσθαι τὴν ὑποβεβλημένην οὐσίαν, ἢ πήγνυσθαι, τῶν εἰρημένων οὐδὲν ἐγχωρεῖ γενέσθαι. χιτῶνες μὲν οὖν, καὶ ὑμένες, ἀρτηρίαι τε, καὶ νεῦρα, καὶ φλέβες, τεινομένης αὐτῆς, ὀστᾶ δὲ, καὶ χόνδροι, καὶ ὄνυχες, καὶ ὁπλαὶ, καὶ σπλάγχνα πηγνυμένης ἀποτελοῦνται. τελειωθέντων δ’ οὕτω, τίκτεται μὲν ἐφεξῆς ἐν τῇ κυήσει. ἔτι δ’ ὑγρὸν ἐσχάτως ἐστὶν ὥσπερ βρύον, οὐκ ἀγγείοις μόνον, καὶ σπλάγχνοις, καὶ σαρξὶν, ἀλλὰ καὶ αὐτοῖς τοῖς ὀστοῖς, ἃ δὴ ξηρότατα τῶν ἐν ἡμῖν ὑπάρχει μορίων. ἀλλ’ ὅμως καὶ ταῦτα καὶ ὅλα σὺν αὐτοῖς τὰ κῶλα διαπλάττουσιν αἱ τροφοὶ τῶν βρεφῶν, ὥσπερ κήρινα. τοσαύτη τις ὑγρότης ἐστὶν ἐν ἅπαντι τῷ σώματι τῶν παιδίων. ἀλλὰ καὶ εἰ νέον ἱερεῖον
579
εἴτ’ ἐσθίειν ἐθέλοις, εἴτ’ ἀνατεμὼν σκοπεῖσθαι, μυξώδη μὲν καὶ πλαδαρὰν εὑρήσεις τὴν σάρκα, τὸ δὲ ὀστῶδες γένος ἅπαν ἄρτι πηγνυμένῳ τυρῷ ἐμφερὲς, ὥστε μηδὲ φαγεῖν ἡδέα δι’ ὑπερβάλλουσαν ὑγρότητα τῶν νεογνῶν ζώων εἶναι τὰ σώματα. καὶ μάλιστά γε τοῦτο πέπονθε τὰ ὕεια καὶ τὰ πρόβατα, διότι καὶ μάλιστ’ ἐστὶν ὑγρότερα. τὰ δ’ αἴγεια, διότι ξηρότερα, βελτίω τέ ἐστι καὶ ἡδίω φαγεῖν. ἔμπαλιν δὲ τοῖς νέοις ἱερείοις τὰ γεγηρακότα ξηρὰ μὲν ἱκανῶς, καὶ ἄνικμα, καὶ ἄχυμα, τά τ’ ὀστᾶ σύμπαντα, καὶ τοὺς σύμπαντας συνδέσμους αὐτῶν ἔχει, νευρώδη δὲ καὶ σκληρὰν τὴν σάρκα, καὶ τὰς ἀρτηρίας, καὶ τὰς φλέβας, καὶ τὰ νεῦρα διὰ τὴν ἡλικίαν, δίκην ἱμάντων ἀηδῆ καὶ ἄχυμα. τὰ δ’ ἐν τῷ μέσῳ τούτων, καὶ τῶν ἄρτι γεγενημένων, ὅσα μὲν ἤδη προβέβηκε ταῖς ἡλικίαις, ὅσον ἀπολείπεται τοῦ γήρως, τοσοῦτον καὶ τῆς ἐσχάτης ξηρότητος· ὅσα δὲ νεώτερα, καὶ ἔτ’ αὐξανόμενα, τοσοῦτον καὶ ταῦτα τῆς τῶν ἐμβρύων ὑγρότητος ἀπεχώρησεν, ὅσον καὶ
580
ταῖς ἡλικίαις προελήλυθεν. ἡ δ’ ἀκμὴ μάλιστα πάντων τῶν ζώων ἐν τῷ μέσῳ καθέστηκε τῶν ἀκροτήτων, οὔτ’ εἰς ἔσχατον ἥκουσα ξηρότητος, ὡς τὸ γῆρας, οὔτ’ ἐν ὑγρότητι καὶ πλάδῳ πολλῷ καθεστῶσα, καθάπερ ἡ τῶν βρεφῶν ἡλικία. τί δὴ οὖν ἔνιοι τῶν ἐλλογίμων ἰατρῶν ὑγρὸν ἀπεφήναντο τὸ γῆρας; ἢ δηλονότι τῷ πλήθει τῶν περιττωμάτων ἀπατηθέντες; οἵ τε γὰρ ὀφθαλμοὶ δακρύουσιν αὐτοῖς, αἵ τε ῥῖνες ἀναπίμπλανται κορύζης, ἔν τε τῷ στόματι σιέλου πλῆθος ἀθροίζεται, ἀλλὰ καὶ βήττουσι, καὶ ἀναπτύουσι φλέγμα, δηλοῦντες ἄρα καὶ τὸν πνεύμονα μεστὸν εἶναι τοιούτου χυμοῦ· καὶ ἡ γαστὴρ δὲ αὐτοῖς πεπλήρωται φλέγματος, ἕκαστόν τε τῶν ἄρθρων ὑπόμυξον. ἀλλ’ οὐδὲν τούτων ἐναντιοῦται τῷ ξηρὰ τὰ τῶν γηρώντων εἶναι σώματα. τὰ μὲν γὰρ νεῦρα, καὶ τὰς ἀρτηρίας, καὶ τὰς φλέβας, καὶ τοὺς ὑμένας, καὶ τοὺς χιτῶνας ἁπάντων τῶν ὀργάνων ξηρότερα μὲν εὑρήσεις τῶν πρόσθεν πολὺ, περιπεπλασμένον δ’ αὐτοῖς ἔνδοθέν τε καὶ ἔξωθεν ἤτοι φλεγματώδη τινὰ χυμὸν, ἢ
581
ὑγρότητα μυξώδη. ἀλλὰ τοσούτου δεῖ τὰ τοιαῦτα σύμπαντα γνωρίσματα τὸ γῆρας ὑγρὸν ἀποφαίνειν, ὥστε καὶ μαρτυρεῖν μοι δοκεῖ τῇ ξηρότητι. δι’ αὐτὸ γάρ τοι τοῦθ’ ἕκαστον τῶν μορίων ξηρότερον γίνεται, ὅτι μηκέθ’ ὁμοίως τρέφεται νῦν ὑπ’ ἀῤῥωστίας τοῦ θερμοῦ. πλῆθος μὲν γὰρ ἔξωθεν αὐτοῦ περιττωμάτων ὑγρῶν ἐπικλύζει, τὸ βάθος δ’ αὐτὸ τοῦ σώματος ἑκάστου ξηρόν ἐστι, μήθ’ ἕλκειν εἴσω τὴν τροφὴν δυναμένου, μήτ’ ἀπολαύειν ἱκανῶς. ὑγρὸς οὖν ὁ γέρων ἐστὶν, οὐ τοῖς οἰκείοις μορίοις, ἀλλὰ τοῖς περιττώμασι, καὶ ξηρὸς, οὐ τοῖς περιττώμασιν, ἀλλὰ τοῖς μορίοις αὐτοῖς, ὥστ’ ἄλλῳ μὲν ξηρὸς, ἄλλῳ δ’ ὑγρός. ἀλλ’ οὐ περὶ τῶν περιττωμάτων αὐτῶν νῦν ὁ λόγος, ἀλλὰ τῶν οἰκείων μορίων ἐστίν· ὧν αἱ κατὰ φύσιν ἐνέργειαι συμπληροῦσι τὴν ζωήν. τούτοις οὖν ξηρός ἐστιν ὁ γέρων, οἷς ὁ παῖς ἦν ὑγρὸς, αὐτοῖς τοῖς στερεοῖς μέρεσι τοῦ σώματος, ὀστοῖς καὶ ὑμέσι, καὶ συνδέσμοις, καὶ ἀρτηρίαις, καὶ φλεψὶ, καὶ νεύροις, καὶ χιτῶσι, καὶ σαρξί. καὶ δικαίως Ἀριστοτέλης εἰκάζει τὸ γῆρας αὐαινομένῳ φυτῷ. καὶ γὰρ οὖν καὶ τὰ 
582
φυτὰ, νέα μὲν ὄντα, μαλακά τ’ ἐστὶ καὶ ὑγρά· γηρῶντα δὲ, ἀεὶ καὶ μᾶλλον φαίνεται ξηραινόμενα· τελευτῶντα δὲ, τελέως ἀποξηραίνεται, καὶ τοῦτ’ ἔστιν αὐτοῖς ὁ θάνατος. ὅτι μὲν οὖν ξηρόταταν ὡς ἐν ἡλικίαις τὸ γῆρας, ἐκ τῶν εἰρημένων εὔδηλον· ὅτι δὲ καὶ ψυχρότατόν ἐστιν, ἔτ’ ἐναργέστερον, ὥστ’ οὐδ’ ἀμφισβητήσειεν οὐδεὶς ὑπέρ γε τούτου. καὶ γὰρ ἁπτομένοις οἱ γέροντες ψυχροὶ φαίνονται, καὶ ῥᾳδίως ἀποψύχονται, καὶ μελαίνονται, καὶ πελιδνοῦνται, καὶ τοῖς ψυχροῖς ἑτοίμως ἁλίσκονται νοσήμασιν, ἀποπληξίαις, παραλύσεσι, νάρκαις, τρόμοις, σπασμοῖς, κορύζαις, βρόγχοις. ἀπόλωλε δ’ αὐτῶν ὀλίγου δεῖν ἅπαν τὸ αἷμα, καὶ διὰ τοῦτο συναπόλωλε καὶ ἡ τῆς χρόας ἐρυθρότης. ἀλλὰ καὶ πέψις αὐτοῖς, καὶ ἀνάδοσις, ἐξαιμάτωσίς τε, καὶ πρόσθεσις, καὶ θρέψις, ὄρεξίς τε, καὶ αἴσθησις, καὶ κίνησις, ἀμυδρὰ πάντα καὶ κακῶς διακείμενα. καὶ τί γὰρ ἄλλο ἢ ὁδὸς ἐπὶ θάνατόν ἐστι τὸ γῆρας; ὥστ’, εἴπερ ὁ θάνατος σβέσις ἐστὶ τῆς ἐμφύτου θερμασίας, εἴη ἂν καὶ τὸ γῆρας οἷον μαρασμός τις αὐτῆς. οὐ μὴν περί γε τῆς τῶν
583
παίδων ἡλικίας καὶ τῶν ἀκμαζόντων οὔθ’ ὁμολογεῖται τοῖς ἰατροῖς, οὔτε κρῖναι τὴν διαφωνίαν αὐτῶν εὐπετές. πιθανοὶ γὰρ ἑκατέρων οἱ λόγοι, τῶν τε τοὺς παῖδας ἀποφῃνάντων θερμοτέρους εἶναι τῶν ἀκμαζόντων, καὶ τῶν ἔμπαλιν τούτοις τοὺς ἀκμάζοντας τῶν παίδων. οἱ μὲν γὰρ, ὅτι θερμότατον ἁπάντων ἐστὶ τῶν ἐν τῷ ζώῳ κατὰ φύσιν ὑπαρχόντων ὁ τοῦ αἵματος χυμός· εἶθ’ ὅτι καὶ τὰ κυούμενα τὸ μὲν πρῶτον ὀλίγου δεῖν αἷμα μόνον ἐστὶν, ὕστερον δὲ, διαπλαττομένων ἤδη τῶν μορίων, τὸ μὲν ὀστοῦν γίνεται, τὸ δὲ ἀρτηρία, τὸ δὲ φλὲψ, τὸ δ’ ἄλλο τι, πάντα μὲν ἐρυθρὰ, καὶ πλεῖστον αἵματος εἰλικρινεστάτου τε καὶ θερμοτάτου μετέχοντα, συλλογίζονται θερμότατον εἶναι τὸ κυούμενον· εἰ δὲ τοῦτο, καὶ τοὺς παῖδας, ὅσῳπερ ἐγγυτέρω τοῖς κυουμένοις, θερμοτέρους εἶναι τῶν ἀκμαζόντων. οἱ δ’, ὅτι πολὺ μὲν κἀν τοῖς ἀκμάζουσι τὸ αἷμα, καὶ πλέον ἢ ἐν τοῖς παισὶν, ὥστε συνεχῶς διὰ τοῦθ’ αἱμοῤῥαγεῖν , ἀλλὰ καὶ ὁ τῆς ξανθῆς χολῆς χυμὸς,
584
αἵματος πολὺ θερμότερος ὑπάρχων, πλεῖστος αὐτοῖς ἐστι, καὶ διὰ τοῦτο θερμοτέρους ἀποφαίνουσι τῶν παίδων τοὺς ἀκμάζοντας. αὖθις δ’ ἀπὸ τῶν ἐνεργειῶν, οἱ μὲν, ὅτι καὶ αὐξάνονται, καὶ πλειόνων ἢ κατὰ τὴν ἀναλογίαν τοῦ σώματος ὀρέγονταί τε καὶ κρατοῦσιν ἐδεσμάτων, ἰσχυρὰν ἐν τοῖς παισὶν εἶναί φασι τὴν θερμασίαν· οἱ δὲ τὸ μὲν αὐξάνεσθαι διὰ τὴν ὑγρότητα μᾶλλον ἢ τὴν τοῦ θερμοῦ ῥώμην ὑπάρχειν αὐτοῖς φασι, ταῖς μέντοι πέψεσιν οὐχ ὅπως πλεονεκτεῖν, ἀλλὰ καὶ πολὺ τῶν ἀκμαζόντων ἀπολείπεσθαι. ἐμέτους τε γὰρ ἀπέπτων αὐτοῖς γίνεσθαι τῶν σιτίων, καὶ διαχωρήσεις ὑγρῶν, καὶ τραχέων, καὶ ἀχυμώτων αὐτῶν. εἰ δ’ ὀρέγονται πλειόνων, οὐδὲν εἶναι τοῦτό φασι πρὸς τὴν ῥώμην τοῦ θερμοῦ. πρῶτον μὲν γὰρ οὐδὲ πλεονεξίᾳ θερμότητος ὀρέγεσθαι τὰ ζῶα, τοὐναντίον δ’ ἅπαν ἀποψυχομένων τῶν ὀρεκτικῶν μορίων· ἔπειτα δὲ, διότι μὴ μόνον εἰς θρέψιν, ἀλλὰ καὶ εἰς αὔξησιν αὐτοῖς ἡ τροφὴ διοικεῖται, διὰ τοῦτο πλειόνων ἐδεσμάτων προσδεῖσθαι. καὶ μέντοι ταῖς ἄλλαις ἐνεργείαις
585
ἁπάσαις καὶ πάνυ σαφῶς ἀπολείπεσθαι τοὺς παῖδας τῶν ἀκμαζόντων. οὔτε γὰρ βαδίζειν, οὔτε θεῖν, οὔτε βαστάζειν, οὔθ’ ὅλως τι τῶν πρακτικῶν ἐνεργειῶν ὁμοίως ἐπιτελεῖν, ἀλλὰ καὶ τὰς αἰσθήσεις καὶ τὰς νοήσεις ἐν τοῖς ἀκμάζουσί φασιν εἰς ἄκρον ἥκειν ἀρετῆς· ὅλως δὲ τὸ μὲν ἀτελὲς ἔτι, τὸ δ’ ἤδη τέλειον εἶναι ζῶον. ἐν δὲ τοῖς τελείοις εὔλογον τὸ πρακτικώτατόν τε καὶ ἀρχικώτατον τῶν στοιχείων φασὶν ἐπικρατεῖν. ἀλλὰ καὶ τοὺς ὕπνους πλείστους μὲν ἐν τοῖς παισὶν ἰδεῖν ἐστι γιγνομένους, ἐλαχίστους δὲ τοῖς ἀκμάζουσι. καίτοι τούτους γε, φασὶν, οὐδὲ μανεὶς ἄν τις ἑτέρως ἡγήσαιτο γίγνεσθαι, ἢ τοῦ θερμοῦ νικηθέντος πως καὶ βαρυνθέντος ὑπὸ πλήθους ὑγρότητος, ὡς ἔκ τε τῶν οἰνωθέντων ἐστὶν ἰδεῖν, ἔτι τε τῶν πλείω λουσαμένων. οὕτω δὲ καὶ μήκων ὑπνοποιός ἐστι, καὶ μανδραγόρας, καὶ θριδακίνη, καὶ πάνθ’ ὅσα τὴν κρᾶσιν ὑγρότερα καὶ ψυχρότερα. τοιαῦται μέν τινες αἱ ἑκατέρωθεν ἀμφισβητήσεις εἰσὶ περὶ τῶν προκειμένων ἡλικιῶν τῆς κράσεως.
586
ἁπάσας γὰρ αὐτὰς ἐπεξέρχεσθαι περιττὸν εἶναί μοι δοκεῖ, τοῦ τύπου τῶν ἐπιχειρημάτων σαφῶς ἤδη κᾀξ ὧν εἰρήκαμεν ἐγνωσμένου. πόῤῥωθεν γὰρ ἑκάτεροι καὶ σχεδὸν ἀπὸ τῶν δευτέρων τὰ πρότερα συλλογίζονται, καὶ ὥσπερ εἰδότων ἤδη τῶν ἀκροατῶν, ὅπως μὲν αὔξησις, ὅπως δὲ πέψις, ὅπως δὲ θρέψις γίνεται, ποιοῦνται τὸν λόγον. ὡσαύτως δ’ ὑπὲρ αἰσθήσεως, καὶ κινήσεως, καὶ πρακτικῶν, καὶ φυσικῶν ἐνεργειῶν διέρχονται, καὶ γενέσεως ὕπνου μνημονεύουσι, καὶ σιτίων φύσεως, ὧν οὐδὲν ἁπλῶς ἐστι καὶ ῥᾳδίως γνώριμον, ἀλλὰ παμπόλλης μὲν ζητήσεως δεόμενον, ἴσως δ’ οὐδ’ εὑρεθῆναι δυνάμενον, εἰ μὴ πρότερόν τις εἰδείη γνωρίζειν ὑγρὰν καὶ ξηρὰν καὶ θερμὴν καὶ ψυχρὰν κρᾶσιν. ὅ τι γὰρ ἂν ἐκείνων ὡς γινώσκοντες ἤδη λέγωσιν, εἰ ἀναγκάσειέ τις αὐτοὺς ἀποδεικνύναι, πάντως δεήσονται τοῦ περὶ κράσεων λόγου τοῦ νῦν ἡμῖν ἐνεστῶτος. ὥστε δι’ ἀλλήλων τε καὶ ἐξ ἀλλήλων αὐτοῖς γίνεσθαι τὰς ἀποδείξεις, ἐκ μὲν τῶν νῦν ζητουμένων, ὡς ἤδη γινωσκομένων, 
587
ἐπειδὰν ὑπὲρ τῶν ἐνεργειῶν διαλέγωνται, καὶ τὴν τῶν ἐδεσμάτων τε καὶ φαρμάκων ἐξευρίσκωσι δύναμιν, ὕπνου τε καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπισκέπτωνται. πάλιν δὲ αὖ τὰ νῦν ἐνεστῶτα δι’ ἐκείνων, ὡς ἤδη προεγνωσμένων, ἀποδεικνύουσιν. ἐγὼ δὲ οὐκ ἐπαινῶ τὰς τοιαύτας ἀποδείξεις, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐδ’ ἀποδείξεις εἶναι νομίζω, καθάπερ ἐπὶ πλέον δι’ ἑτέρων ἐδήλωσα. καὶ βέλτιον εἶναί φημι, κατὰ πᾶσαν διδασκαλίαν ὁρίσασθαι τὴν τάξιν τῶν νοημάτων. εἴπερ οὖν ἀρχὴ μέν ἐστι ἁπάσης τῆς περὶ κράσεων πραγματείας ἡ περὶ τῶν στοιχείων ἐπίσκεψις, εἴτε ἀπαθῆ καὶ ἀμετάβλητα τελέως ἐστὶν, εἴτ’ ἀλλοιοῦσθαί τε καὶ μεταβάλλεσθαι δυνάμενα, μετὰ δὲ τὴν ἐκείνων ἐπιστήμην ἐφεξῆς ἐστι δεύτερος ὁ νῦν ἡμῖν ἐνεστηκὼς λόγος, οὐ χρὴ λαμβάνειν αὐτῶν τὰς πίστεις ἐκ τῶν μήπω γινωσκομένων, ἀλλ’ ὥσπερ ὀρθόν τέ ἐστι καὶ δίκαιον, ἤ τι τῶν ἐναργῶν εἶναι προσήκει τὸ ληφθησόμενον εἰς τὴν ἀπόδειξιν, ἤ τι τῶν προαποδεδειγμένων. οὔτ’ οὖν ὕπνου γενέσεως μνημονευτέον,
588
οὔτε πέψεως, οὔτ’ αὐξήσεως, οὐδ’ ἄλλου τῶν τοιούτων μηδενὸς, ἀλλ’ ἀπὸ μόνης καὶ ψιλῆς τῆς οὐσίας τῶν ὑποκειμένων πραγμάτων ἡ ζήτησις γιγνέσθω, καθάπερ καὶ διὰ τοῦ πρώτου λόγου πεποιήμεθα. διελόμενοι γὰρ, ὡς ἕτερον μέν ἐστι τὸ κατ’ ἐνέργειαν, ἕτερον δὲ τὸ κατὰ δύναμιν, ὑπὲρ τοῦ κατ’ ἐνέργειαν ὄντος ἤδη θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ τὸν λόγον ἔφαμεν χρῆναι ποιήσασθαι πρότερον· ἔπειτα οὕτως ἐπὶ τὰ κατὰ δύναμιν ἀφικέσθαι. πρόχειρος δ’ ἐστὶ πᾶσι καὶ γνώριμος ἡ τῶν κατ’ ἐνέργειαν ἤδη θερμῶν, καὶ ψυχρῶν, ὑγρῶν τε καὶ ξηρῶν διάγνωσις. ἁφὴ γὰρ τά γε τοιαῦτα διακρίνειν πέφυκεν, ἡ καὶ τὸ πῦρ αὐτὸ θερμὸν εἶναι διδάξασα, καὶ τὸν κρύσταλλον ψυχρόν. εἰ δ’ ἄλλοθέν ποθεν ἔχουσιν ἔννοιάν τε καὶ διάγνωσιν θερμοῦ καὶ ψυχροῦ, λεγέτωσαν ἡμῖν· ἀμήχανυν γάρ τινα σοφίαν ἐπαγγέλλονται, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐμπληξίαν, εἰ πραγμάτων αἰσθητῶν ἕτερόν τι πρεσβύτερον αἰσθήσεως ἔχουσι κριτήριον. καὶ μὴν, εἰ μηδὲν ἄλλο τῶν ἐνεργείᾳ θερμῶν ἐγχωρεῖ κριτήριον
589
ὑπάρχειν, ἁπτέσθωσαν ἤδη πολλῶν ἐφεξῆς ἀνδρῶν, καὶ γερόντων, καὶ μειρακίων, καὶ παίδων, καὶ βρεφῶν· οὕτω γὰρ ἐξευρήσουσι τοὺς μᾶλλόν τε καὶ ἧττον θερμούς. εἰ δ’ αἰσθητῶν πραγμάτων λογικὰς ἀποδείξεις ζητοῦσιν, ὥρα τι καὶ περὶ τῆς χιόνος αὐτῆς ἤδη σκοπεῖν, εἴτε λευκὴν, ὡς ἅπασιν ἀνθρώποις φαίνεται, νομιστέον αὐτὴν, εἴτε καὶ μὴ λευκὴν, ὡς Ἀναξαγόρας ἀπεφῄνατο· καὶ μέντοι καὶ περὶ πίττης ὡσαύτως ἀνασκοπεῖν τε καὶ κόρακος, ἁπάντων τε τῶν ἄλλων. οὐ γὰρ δὴ τὸ μὲν λευκὸν ἀπιστεῖσθαι χρὴ τοὺς ὀφθαλμοὺς ὁρῶντας, ἄνευ δ’ ἀποδείξεως ἐπὶ τῶν μελάνων πιστεύεσθαι. ἅπαντα οὖν ἤδη τὰ τῶν αἰσθήσεων ἄπιστα φάμενοι, μήτε τὸν κύκνον λευκὸν εἶναι λεγόντων, ἐὰν μὴ πρότερον ἐπισκέψωνται λόγῳ, μήτε τὸν τίτανον, ἢ τὴν ἡμέραν, ἢ αὐτὸν τὸν ἥλιον. οὕτω δὲ καὶ περὶ τῶν φωνῶν ἀπιστησάτωσαν ἀκοῇ, καὶ περὶ τῶν ὀσμῶν ταῖς ῥισὶ, καὶ περὶ πάντων τῶν ἁπτῶν ἁφῇ. εἶτα ταῦτα οὐ Πυῤῥώνειος ἀπορία καὶ λῆρος ἀπέραντος; οὐ μὴν καὶ δίκαιόν γε ἦν τοὺς τὴν ἀρίστην αἵρεσιν ἑλομένους τῶν ἐν φιλοσοφίᾳ,
590
τὴν τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἀρχὰς καὶ στοιχεῖα τιθεμένην, εἰς τοσοῦτο ἀποπλανηθῆναι ἀπὸ τῶν ταῦτα θεμένων ἀνδρῶν, ὡς μὴ γινώσκειν, ὅτι τε πάσης ἀποδείξεως ἀρχαὶ τὰ πρὸς αἴσθησίν τε καὶ νόησίν ἐστιν ἐναργῆ, καὶ ὅστις περὶ τούτων ἀπορεῖ, μάτην ὑπὲρ τῶν ἄλλων ζητεῖ, μηδ’, ὁπόθεν ἄρξηται, καταλελοιπὼς ἑαυτῷ. πόθεν οὖν εἰς μακρὰν οὕτως ἄλην ἐτράποντο, καὶ λόγῳ ζητεῖν ἐπεχείρησαν αἰσθητῶν πραγμάτων διάγνωσιν, ἐγὼ μὲν οὐδ’ ἐπινοῆσαι δύναμαι. καὶ διὰ τοῦτο ἁφῇ μὲν κρίνω τὸ κατ’ ἐνέργειαν θερμόν· εἴ τι δ’ οὔπω μέν ἐστι θερμὸν, ἐπιτήδειον δὲ γενέσθαι τοιοῦτο, ὃ δὴ καὶ δυνάμει θερμὸν ὀνομάζεται, τοῦτ’ ἐξευρίσκειν λόγῳ πειρῶμαι. τοῖς δ’ οὐκ οἷδ’ ὅπως ἀνατέτραπται πάντα, καὶ ῥητορεία μακρὰ περὶ τῶν ἐπιχειρημάτων ἤσκηται. τούτους μὲν οὖν ἐάσωμεν, ἀναμνήσαντες ἡμᾶς αὐτοὺς τό γε τοσοῦτο καὶ νῦν, ὡς ἀρχὴ δογμάτων μοχθηρῶν ἐστι μία τὸ μηδὲν ὑπὲρ ἀποδείξεως ἐσκέφθαι πρότερον, ἀλλ’ ἅμα τὰ πράγματα ζητεῖν,
591
καὶ ὡς εἰδότας, ὅ τί ποτέ ἐστιν ἀπόδειξις, ἐπιχειρεῖν ἀποδεικνύειν. ἐπανελθόντες οὖν αὖθις ἐπὶ τὸ προκείμενον, ἁφῇ κρίνωμεν πρώτως καὶ μάλιστα τὸ κατὰ τὰς ἡλικίας θερμόν. ἔσται δ’ ἡμῶν ἡ κρίσις ἀρίστη καθ’ ἓν καὶ ταὐτὸ σῶμα βρέφους ἑνός. οὐ γὰρ ἀδύνατον, ὁποία τέ τις ἡ θερμασία διετεῖ τὴν ἡλικίαν ὑπάρχοντι προϋπῆρχεν αὐτῷ, μεμνῆσθαι, καὶ ὁποία νῦν ἐστι, δυοῖν ἢ τριῶν ἐτῶν, εἰ τύχοι, μεταξὺ γενομένων. εἰ γὰρ ὅλως φαίνοιτο μεταβολή τις ἐπὶ θερμὸν ἢ ψυχρὸν γεγονέναι τῷ βρέφει, χαλεπὸν οὐδὲν ἔτι συλλογίζεσθαι τὴν ἕως τῆς ἀκμῆς ἐσομένην ὑπεροχήν. εἰ δὲ καὶ πλείω παιδία πολλοῖς ἀκμάζουσιν ἐθέλοις παραβάλλειν, ἰσχνὰ μὲν ἰσχνοῖς, εὔσαρκα δ’ εὐσάρκοις, καὶ παχέα παχέσι παράβαλλε· οὕτω δὲ καὶ χρόας ὡσαύτως ἔχοντα, καὶ τῶν ἄλλων ἁπάντων ὡς οἷόν τε. τὴν γὰρ ἐν ταῖς ἡλικίαις διαφορὰν ἐξευρεῖν ζητῶν, ἐπὶ τῶν ὁμοίων ὡς ἔνι μάλιστα φύσεων ἀσφαλέστερον ἂν ἐπισκέπτοιο. τὸ δ’ ἐπὶ τῶν ἐναντίων ἐξετάζειν οὐ σμικρὸν ἔχει τὸν παραλογισμὸν, 
592
οὐ διὰ τὴν ἡλικίαν ἐνίοτε τῆς τῶν δοκιμαζομένων σωμάτων διαφορᾶς, ἀλλὰ διὰ φυσικὴν ὑπαρχούσης κρᾶσιν. ὡσαύτως δὲ καὶ διαίτῃ πάσῃ, καὶ τοῖς καιροῖς, ἐν οἷς ἐξετάζεται, παραπλησίως ἔχοντα προαιρεῖσθαι τὰ σώματα, μὴ γεγυμνασμένον ἠργηκότι παραβάλλοντας, ἢ λελουμένον ἀλούτῳ, μηδ’ ἄσιτον ἐδηδοκότι, καὶ διψῶντα μεμεθυσμένῳ, μηδὲ τὸν ἐν ἡλίῳ θαλφθέντα τῷ ῥιγώσαντι διὰ κρύος, ἢ τὸν ἀγρυπνήσαντα τῷ κεκοιμημένῳ, μήθ’ ὅλως τοῖς ἐξ ἐναντίας φύσεως ἢ διαίτης ἢ περιστάσεως πραγμάτων ἡστινοσοῦν, ἀλλ’ ὡς οἷόν τε πάνθ’ ὡσαύτως ὑπαρχέτω τἄλλα, πλὴν τῆς ἡλικίας αὐτῆς. οὕτω δὲ δηλονότι καὶ αὐτὸν τὸν ἕνα παῖδα παραβάλλων ἑαυτῷ, τὰς ἔξωθεν ἁπάσας αὐτοῦ περιστάσεις ἀκριβῶς ὁμοίας φυλάξεις, ἵνα μὴ τὸ διά τινα τούτων ἐν θάλψει τε καὶ ψύξει διαφέρον εἰς τὴν τῆς ἡλικίας ἀναφέρηται μεταβολήν. μακρὰν ἴσως σοι δόξω λέγειν τὴν ἐξέτασιν, ἀλλ’ ἀληθῆ γε παντὸς μᾶλλον, ἐξ αὐτῆς τε τοῦ ζητουμένου τῆς οὐσίας λαμβανομένην, ὡς ἐν τοῖς ὑπὲρ
593
ἀποδείξεως ἐλέγομεν. σὺ δὲ ἴσως αἱρήσῃ τὴν ἐπίτομον, οὐδὲν φροντίζων, εἰ ψευδὴς εἴη. ἴσθι τοίνυν οὐ μόνον ψευδῆ βαδίσων, ἀλλὰ καὶ μακράν. οὐ γὰρ ἔτεσι τρισὶν ἢ τέτταρσιν ἐξευρήσεις τὸ ζητούμενον, ἀλλ’ ἐν παντὶ τῷ βίῳ φυλάξεις τὴν ἄγνοιαν. ὅσον γὰρ ἐπὶ ταῖς ἀντιλογίαις τῶν ἀνδρῶν, οὐδὲν ἀποδειχθῆναι δύναται σαφῶς· οὐδ’ εὔλογον ὅλως ἐκ τῶν ὑστέρων πιστοῦσθαι τὰ πρότερα. κρίνωμεν οὖν αἰσθήσει τὸ θερμὸν καὶ ψυχρὸν σῶμα, τό γε κατ’ ἐνέργειαν ἤδη τοιοῦτο, καὶ μηκέτι δυνάμει, παρέντες τήν τε κρίσιν πρώτην, τά τ’ ἄλλα σύμπαντα γνωρίσματα. καὶ δὴ σὲ μὲν ὡς εὖ κρινοῦντα πρὸς τὴν πεῖραν ἀπολύω, τὴν δ’ ἐμὴν αὐτὸς κρίσιν ἑρμηνεύσω. πολλῶν γὰρ ἐφεξῆς ἁπτόμενος σωμάτων ἐπιμελῶς, οὐ παίδων μόνων, ἢ βρεφῶν, ἀλλὰ καὶ μειρακίων καὶ ἀκμαζόντων, εὕρισκον οὐδετέρους ἀληθεύοντας, οὔτε τοὺς θερμότερον ἁπλῶς, οὔτε τοὺς ψυχρότερον εἰπόντας εἶναι τὸν ἀκμάζοντα τοῦ παιδός. εἰ
594
γὰρ τὰς ἄλλας ἁπάσας τὰς ἔξωθεν ἀφελὼν ἀλλοιώσεις, τὰς ἐκ τῆς ἡλικίας μόνης ἐπισκέπτοιο διαφορὰς, οὐδέτερός σοι φαίνεται θερμότερος ἁπλῶς. ποιότητι γάρ τοι διαφέρουσιν αὐτῶν αἱ θερμότητες ἐπ’ ἀνίσῳ τῇ διαπνοῇ, δι’ ἣν καὶ σοφιζόμενοί τινες, ἢ τοὺς πέλας, ἢ σφᾶς αὐτοὺς, οἱ μὲν τὴν τοῦ παιδὸς, οἱ δὲ τὴν τοῦ νεανίσκου θερμασίαν ἰσχυροτέραν εἶναι νομίζουσιν. ἔστι γὰρ ἡ μὲν τῶν παίδων ἀτμωδεστέρα τε καὶ πολλὴ, καὶ ἡδίων τοῖς ἁπτομένοις, ἡ δὲ τῶν ἀκμαζόντων ὑπόδριμύ τι καὶ οὐχ ἡδὺ κέκτηται. τοῦτ’ οὖν τὸ διάφορον τῆς προσβολῆς ἀναπείθει τοὺς πλείους ἀποφαίνεσθαι, θερμότερον εἶναι τῶν ἀκμαζόντων τὸ σῶμα. τὸ δ’ οὐχ οὕτως ἔχει. τῷ γὰρ ἀσκήσαντι τὴν ἁφὴν ἐν διαφόροις ὕλαις διαγνωστικὴν εἶναι θερμότητος ἰσχυροτέρας τε καὶ ἀσθενεστέρας καὶ ἴσης, εὖ οἶδ’ ὅτι καὶ ἡ τῶν παίδων αὐτῷ ἤτοι γ’ ἴση φανεῖται τὴν ἰσχὺν τῇ τῶν ἀκμαζόντων, ἢ πλείων. ἡ δ’ ἄσκησις ἥδε· χρὴ γὰρ ἀπὸ τῶν ἐναργεστάτων ἄρξασθαι. τῶν βαλανείων
595
ἐνίοτε θερμὸς οὕτως ἐστὶν ὁ ἀὴρ, ὡς μηδένα φέρειν αὐτὸν, ἀλλὰ καίεσθαι δοκεῖν, ἐνίοτε δ’ οὕτω ψυχρὸς, ὡς ἱδροῦν μὴ δύνασθαι. καὶ μὴν καὶ ὅτι τρίτη τις ἄλλη παρὰ τάσδε κατάστασίς ἐστιν, ἧς μάλιστα χρῄζομεν, ἡ εὔκρατος, οὐδὲν δέομαι λέγειν. αἱ δ’ αὐταὶ τρεῖς καταστάσεις ἐν τῷ τῆς κολυμβήθρας ὕδατι φαίνονται. καὶ γὰρ θερμὸν οὕτως, ὡς καίεσθαι πρὸς αὐτοῦ, καὶ ψυχρὸν, ὡς μηδὲ θερμαίνεσθαι, καὶ εὔκρατον, ὡς συμμέτρως θερμαίνεσθαι, πολλάκις εὑρίσκεται. εἰ τοίνυν ἐροίμην σε, πότερόν ἐστι θερμότερον; ἆρά γε τὸ ὕδωρ τὸ εὔκρατον, ἢ ὁ ἀὴρ ὁ εὔκρατος; οὐκ ἂν ἔχοις εἰπεῖν οὐδέτερον. ἀμφοῖν γὰρ ὄντων ὁμοίως ἡδέων τε καὶ συμμέτρων τῷ σώματι, τὸ μὲν θερμότερον λέγειν αὐτῶν, τὸ δὲ ψυχρότερον, οὐδένα νοῦν ἔχειν ἡγοῦμαι. καὶ μὴν εἰ νοήσαις τὸ τῆς δεξαμενῆς ὕδωρ εἰς ἄκρον θερμότητος ἀφικνούμενον, ὡς ζεῖν, ἢ τὸν ἀέρα τελέως ἐκφλογούμενον, ὅτι πρὸς ἀμφοῖν ὡσαύτως καυθήσῃ, πρόδηλον. εἰ δὲ δὴ καὶ νοήσαις αὖθις ἢ τὸ ὕδωρ οὕτω ψυχρὸν, ὡς ἐγγὺς ἤδη πήξεως εἶναι, ἢ τὸν ἀέρα τελέως ἐψυγμένον, ὡς ἐν τοῖς
596
νιφετοῖς γίγνεται, δῆλον ὡς καὶ πρὸς τούτων ἑκατέρων ὁμοίως ψυγήσῃ τε καὶ ῥιγώσεις. οὐκοῦν καὶ θερμότητα καὶ ψύξιν ἄκραν ὡσαύτως ἀέρι νοήσεις ἐγγινομένην, ὡσαύτως καὶ ὕδατι, καὶ τῶν ἄκρων ἑκατέρων τὸ μέσον ὁμοίως ἀμφοῖν ἐγγινόμενον· ὥστε καὶ τὸ μεταξὺ πάντων τῶν ἄκρων τε καὶ τοῦ μέσου κατά τε τὸ ὕδωρ καὶ τὸν ἀέρα τὰς αὐτὰς ὑπεροχάς τε καὶ διαστάσεις ἕξει. καὶ τοσούτῳ ποτὲ φήσεις εἶναι τοῦ μετρίου θερμότερον θάτερον, ὅσῳ θάτερον. οὕτω δὲ καὶ ψυχρότερον τοῦ μετρίου τοσούτῳ φήσεις εἶναί ποτε τὸ ὕδωρ, ὅσῳ καὶ τὸν ἀέρα. καίτοι τό γε τῆς προσβολῆς ἴδιον οὐ ταὐτὸ ἑκατέροις ἦν. οὐ γὰρ ὡσαύτως ὕδωρ εὔκρατον, ὡς ἀὴρ εὔκρατος, προσπίπτει. καὶ τί δεῖ λέγειν ἐπὶ τῶν οὕτως ἀνομοίων; αὐτοῦ γὰρ τοῦ ἀέρος ὁμοίως ὄντος θερμοῦ διαφέρουσαι γίγνονται προσβολαὶ παρὰ τὸ ποτὲ μὲν οἷον ἀχλυώδη τε καὶ ἀτμώδη, ποτὲ δὲ οἷον λιγνυώδη τε καὶ καπνώδη, ποτὲ δὲ καθαρὸν ἀκριβῶς ὑπάρχειν. ἐν πολλαῖς οὖν καὶ διαφερούσαις ἰσότης γίνεται 
597
θερμότητος, ἐξαπατῶσα τοὺς ἀσκέπτους ὡς ἄνισος, ὅτι γε κατὰ πᾶν ὁμοία φαίνεται. λελογισμένου μήν ἐστιν ἀνδρὸς τοὺς λογισμοὺς, οὓς εἴρηκα, καὶ γεγυμνασμένου τὴν αἴσθησιν ἐν πολλῇ τῇ κατὰ μέρος ἐμπειρίᾳ, τὴν ἰσότητα τῆς θερμότητος ἐξευρεῖν ἔν τε τοῖς παισὶ καὶ τοῖς ἀκμάζουσι, καὶ μὴ τῷ τὴν μὲν ἐφ’ ὑγρᾶς οὐσίας φαίνεσθαι, τὴν δ’ ἐπὶ ξηρᾶς, ἐξαπατᾶσθαι. καὶ γὰρ λίθος ὕδατι δύναταί ποτε τὴν ἴσην δέξασθαι θερμασίαν, οὐδὲν διαφέρον, εἰ ξηρὸς μὲν ὁ λίθος ἐστὶν, ὑγρὸν δὲ τὸ ὕδωρ. οὕτως οὖν ἔμοιγε μυριάκις ἐπισκεψαμένῳ καὶ παῖδας καὶ νεανίσκους πολλοὺς, καὶ μειράκια, καὶ τὸν αὐτὸν παῖδα καὶ βρέφος καὶ μειράκιον γενόμενον, οὐδὲν μᾶλλον ἐφάνη θερμότερος οὔτε παιδὸς ἀκμάζων, οὔτ’ ἀκμάζοντος παῖς. ἀλλ’, ὡς εἴρηται, μόνον ἐν μὲν τοῖς παισὶν ἀτμωδεστέρα τε καὶ πολλὴ καὶ ἡδεῖα, ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερμασίας ἡ προσβολή. πολὺ μὲν γὰρ τῆς τῶν παίδων οὐσίας, ὑγρᾶς οὔσης, ἐκτὸς ἀποῤῥεῖ, βραχὺ δὲ τῆς τῶν
598
ἀκμαζόντων, ξηρᾶς ὑπαρχούσης. οὐδέτερος οὖν αὐτῶν ἁπλῶς φαίνεται θερμότερος, ἀλλ’ ὁ μὲν τῷ πλήθει τῆς διαπνοῆς, ὁ δὲ τῇ δριμύτητι. τὸ γὰρ ἔμφυτον θερμὸν ὁ παῖς ἔχει πλέον, εἴ γ’ ἐξ αἵματος καὶ σπέρματος ἡ γένεσις αὐτῷ, καὶ ἥδιον· ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερμασίας ἡ προσβολή.

Θερμοῦ μὲν δὴ καὶ ψυχροῦ σώματος ἁφὴ μόνη γνώμων ἐστίν· ὑγροῦ δὲ καὶ ξηροῦ σὺν τῇ ἁφῇ λογισμός. τὸ μὲν γὰρ ξηρὸν σκληρὸν πάντως· ἀλλὰ τοῦτο μὲν ἁφῇ αἰσθητόν· οὐ μὴν, εἴ τι καὶ σκληρὸν, εὐθὺς ἤδη καὶ ξηρόν. ἀχώριστον μὲν γάρ ἐστι ξηροῦ σώματος ἡ σκληρότης, οὐ μὴν ἴδιόν γε τούτου μόνου. καὶ γὰρ τὸ πεπηγὸς ὑπὸ ψύξεως σκληρὸν, ὥσπερ ὁ κρύσταλλος. ὅθεν οὐδ’ εὐθὺς ἐπιχειρεῖν δεῖ τῇ τοῦ ξηροῦ τε καὶ ὑγροῦ διαγνώσει, πρὶν ἐπισκέψασθαι, πῶς ἔχει θερμότητος ἢ ψυχρότητος. οὔτε γὰρ, εἰ μετὰ ψυχρότητος ἄκρας σκληρὸν, ἤδη τοῦτο ξηρὸν,

599
οὔτ’, εἰ μετὰ θερμότητος σφοδρᾶς μαλακὸν, εὐθέως ὑγρόν. ἀλλ’ ὅταν μετρίως ᾖ θερμὸν, σκοπεῖν ἐφεξῆς, εἰ μαλακόν ἐστιν ἢ σκληρόν. εἰ μὲν γὰρ μαλακὸν, ὑγρὸν, εἰ δὲ σκληρὸν, ξηρόν. ἀλλ’ εἴπερ ταῦθ’ οὕτως ἔχοι, τῶν ἐν ἀνθρώπου σώματι μορίων σκληρῶν οὐδὲν ἂν εἴη ὑγρόν. οὐ γὰρ ἐγχωρεῖ τοσαύτην ἐν αὐτῷ γενέσθαι ψύξιν, ὡς σκληρυνθῆναί τι διὰ πῆξιν. εἰς μὲν γὰρ σύστασίν τινα τὸ τέως ῥυτὸν ἀφίξεταί ποτε, καθάπερ ἡ πιμελή. τὸ γὰρ ἐλαιῶδες ἐν αἵματι, ῥυτὸν ὂν καὶ λιπαρὸν, ὅταν ἐν ψυχρῷ γένηται χωρίῳ, πήγνυται, σκληρὸν μὴν οὐδ’ οὕτω γίγνεται. δεόντως οὖν εἴρηται τοῖς παλαιοῖς, ὑγροτάτη μὲν ἡ πιμελὴ, δεύτερον δ’ ἐπ’ αὐτῇ τὸ σαρκῶδες γένος, εἴδη δ’ αὐτοῦ πλείω. πρώτη μὲν ἡ κυρίως ὀνομαζομένη σὰρξ, ἣν οὐκ ἂν εὕροις καθ’ αὑτὴν οὐδαμόθι τοῦ σώματος, ἀλλ’ ἔστιν ἀεὶ μόριον μυός. ἐφεξῆς δὲ ἑκάστου τῶν σπλάγχνων ἡ ἴδιος οὐσία. καλοῦσι δ’ αὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα,
600
καὶ ὡς περὶ μικροῦ καὶ φαύλου διανοοῦνται πράγματος, οὐκ εἰδότες, ὡς ἡ καθ’ ἕκαστον σπλάγχνον ἐνέργεια τῆς σαρκὸς ταύτης ἐστίν. ἀλλὰ τούτων μὲν οὔπω νῦν ὁ καιρός. ὅτι δ’ αὐτὸ τὸ ἴδιον ἐγκεφάλου σῶμα καὶ πνεύμονος ἐφεξῆς ἐστι τῇ πιμελῇ καθ’ ὑγρότητα, τῇ μαλακότητι τεκμαίρεσθαι πάρεστιν. οὐ γὰρ δὴ ὑπὸ ψυχροῦ γε πέπηγεν, ὅτι μηδὲ θερμῷ χεῖται. πλησίον δὲ τούτων καὶ ὁ μυελὸς τὴν φύσιν ἐστὶν, οὐ μὴν ὁμοιογενὴς ὁ καθ’ ἕκαστον ὀστοῦν μυελὸς ἐγκεφάλῳ τε καὶ νωτιαίῳ. ἀλλ’ ἐγκέφαλος μὲν καὶ νωτιαῖος ἐκ ταὐτοῦ γένους· οἱ δ’ ἄλλοι ξύμπαντες μυελοὶ φύσεως ἑτέρας εἰσίν. ὑγρότερος μέν ἐστι καὶ θερμότερος ἐγκέφαλος νωτιαίου, καὶ διὰ τοῦτο καὶ μαλακώτερος· καὶ μέντοι καὶ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ πρόσθεν ὑγρότερα τοσοῦτον, ὅσονπερ καὶ μαλακώτερα. πάντα μὴν ταῦτα δέρματος οὐχ ὑγρότερα μόνον, ἀλλὰ καὶ ψυχρότερα, καὶ ὅλως ἄναιμον πᾶν ἐναίμου ψυχρότερον. ἐγγυτάτω δ’ ἐστὶ δέρματος καὶ ἡ τῶν μαλακῶν νεύρων φύσις· ἡ δὲ τῶν σκληρῶν, οἷόν περ αὐτὸ τὸ δέρμα, καθ’
601
ὑγρότητα δηλονότι καὶ ξηρότητα. θερμότητι γὰρ ἀπολείπεται τοσοῦτον, ὅσον εἰκὸς ἀπολείπεσθαι τὸ παντελῶς ἄναιμον ἐναίμου σώματος. ἡ δὲ τοῦ σπληνὸς, καὶ ἡ τῶν νεφρῶν, καὶ ἡ τοῦ ἥπατος σὰρξ ὑγροτέρα μὲν τοσούτῳ δέρματος, ὅσῳ καὶ μαλακωτέρα· θερμοτέρα δὲ, ὅσῳ καὶ πολυαιμοτέρα. καὶ μὴν καὶ ἡ τῆς καρδίας σὰρξ ἁπάντων μὲν τούτων ξηροτέρα τοσοῦτον, ὅσον καὶ σκληροτέρα· θερμοτέρα δὲ οὐ τούτων μόνον, ἀλλὰ καὶ πάντων ἁπλῶς τῶν τοῦ σώματος μορίων. καί σοι τοῦτο σαφῶς ἔνεστιν αἰσθήσει μαθεῖν ἐν ταῖς τῶν ζώων ἀνατομαῖς ταῖς κατὰ τὸ στέρνον γιγνομέναις, εἰς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας καθέντι τοὺς δακτύλους· εὑρήσεις γὰρ οὐκ ὀλίγῳ τινὶ τὸ χωρίον τοῦτο τῶν ἄλλων ἁπάντων θερμότερον. ἀλλ’ ἡ μὲν τοῦ ἥπατός τε καὶ σπληνὸς καὶ νεφρῶν καὶ πνεύμονος σὰρξ ἁπλῆ τὴν φύσιν ἐστὶ, ταῖς καθ’ ἕκαστον σπλάγχνον ἀρτηρίαις καὶ φλεψὶ καὶ νεύροις περιπεφυκυῖα. τῆς καρδίας δ’ οὐχ ἁπλοῦν τὸ τῆς σαρκὸς εἶδος, ἀλλ’ οἷαί πέρ εἰσιν αἱ ἐν τοῖς μυσὶν ἶνες, αἷς ἡ σὰρξ περιπέπηγε, τοιαῦται 
602
κᾀν τῇ καρδίᾳ. πλὴν οὐ ταὐτὸ γένος τῶν ἰνῶν, ἀλλ’ αἱ μὲν ἐν τοῖς μυσὶν νεύρων εἰσὶ καὶ συνδέσμων μόρια. τῆς καρδίας δὲ τὸ τῶν ἰνῶν γένος ἴδιον, ὥσπερ καὶ τοῦ τῆς ἀρτηρίας καὶ φλεβὸς χιτῶνος, ἐντέρων τε καὶ γαστρὸς καὶ μήτρας καὶ τῶν κύστεων ἑκατέρων. ἔστι γὰρ οὖν δὴ κᾀν τούτοις ἅπασι τοῖς ὀργάνοις τὴν οἰκείαν σάρκα περιπεπηγυῖαν ἰδεῖν ταῖς ἰδίαις αὐτῶν ἰσίν. αὗται μὲν οὖν αἱ σάρκες θερμότεραι τοῦ δέρματος ὑπάρχουσιν, αἱ δ’ ἶνες, αἱ μὲν ὀλίγῳ τινὶ μᾶλλον, αἱ δ’ ἧττον, βραχὺ δέρματος ψυχρότεραί τέ εἰσι καὶ ξηρότεραι, τινὲς δ’ ὅμοιαι κατὰ πᾶν εἰσι τῇ τοῦ δέρματος οὐσίᾳ. πάντες δ’ ὑμένες ἤδη ξηρότεροι δέρματος, ὥσπερ γε καὶ αἱ περὶ τὸν ἐγκέφαλόν τε καὶ τὸν νωτιαῖον μήνιγγες· ὑμένες γὰρ δὴ καὶ αἵδε. καὶ μὲν δὴ καὶ σύνδεσμοι πάντες, εἰς ὅσον σκληρότεροι δέρματος, εἰς τοσοῦτο καὶ ξηρότεροι. καὶ οἱ τένοντες δὲ, κᾂν τῶν συνδέσμων εἰσὶ μαλακώτεροι, δέρματος γοῦν ἐναργῶς ἤδη σκληρότεροι. χόνδροι δὲ μετὰ τοὺς συνδέσμους εἰσί. καί τι μέσον
603
ἀμφοῖν σῶμα· καλοῦσι δ’ αὐτὸ νευροχονδρώδη σύνδεσμον ἔνιοι τῶν ἀνατομικῶν. ἔστι δὲ τοῦτο σύνδεσμος σκληρὸς καὶ χονδρώδης. ὀστοῦν δὲ τὸ πάντων ξηρότατον, ὃ καλύπτει τὸ δέρμα. καὶ τῶν ἐξεχόντων αὐτοῦ ξηροτάτη μὲν ἡ θρὶξ, ἐφεξῆς δὲ κέρας, εἶτ’ ὄνυχές τε καὶ ὁπλαὶ, καὶ πλῆκτρα, καὶ ῥάμφη, καὶ ὅσα τοιαῦτα καθ’ ἕκαστον τῶν ἀλόγων ζώων ἐστὶ μόρια. τῶν δὲ χυμῶν ὁ μὲν χρηστότατός τε καὶ οἰκειότατός ἐστι τὸ αἷμα. τούτου δὲ οἷον ὑπόστασίς τε καὶ ἰλὺς χολὴ ἡ μέλαινα. ταῦτ’ ἄρα καὶ ψυχροτέρα τέ ἐστι καὶ παχυτέρα τοῦ αἵματος· ἡ δέ γε ξανθὴ θερμοτέρα μακρῷ. ψυχρότατον δὲ καὶ ὑγρότατον ἁπάντων τῶν ἐν τῷ ζώῳ τὸ φλέγμα. κριτήριον δὲ καὶ τῆς τούτου διαγνώσεως ἡ ἁφὴ, καθάπερ καὶ Ἱπποκράτης ἐν τῷ περὶ φύσεως ἀνθρώπου πεποίηται λόγῳ. ἀλλ’ ὅτι μὲν ψυχρὸν, ἡ ἁφὴ μόνη γιγνώσκει· τὸ δ’, ὅτι καὶ ὑγρὸν, ἁφή τε ἅμα καὶ ὄψις καὶ λογισμός. ἁφὴ μὲν καὶ ὄψις, ὅτι τοιοῦτο ἑκατέρῳ φαίνεται· ὁ λογισμὸς δὲ, διορισάμενος, ὡς οὐ πλήθει θερμότητος,
604
ἀλλ’ ὑγρότητι συμφύτῳ τοιοῦτο ἐγένετο. περὶ μὲν οὖν τῶν κατὰ τὸ σῶμα μορίων τε καὶ χυμῶν ᾧδε ἔχει.

Περὶ δὲ τῶν ἑπομένων ταῖς κράσεσιν ἐφεξῆς χρὴ διελθεῖν. ἕπεται μὲν γὰρ καὶ τὰ προειρημένα, μᾶλλον δ’ ἀχώριστα τελέως ἐστὶ, ξηρῷ μὲν σκληρότης, ὑγρῷ δὲ μαλακότης, ὅταν γε μετὰ χλιαρᾶς ᾖ θερμότητος. ἀλλὰ καὶ παχύτητες ἕξεως καὶ λεπτότητες ἕπονται κράσεσιν, οὐ ταῖς συμφύτοις μόνον, ἀλλὰ κᾂν ἐξ ἔθους μακροῦ τις ἐπίκτητος γένηται. πολλοὺς γὰρ καὶ τῶν φύσει λεπτῶν ἐθεασάμην παχυνθέντας, καὶ τῶν παχέων λεπτυνθέντας, τοὺς μὲν ἀργίᾳ τε καὶ ἁβρᾷ διαίτῃ τὴν ὅλην κρᾶσιν ὑπαλλάξαντας ἐπὶ τὸ ὑγρότερον, τοὺς δὲ ἐν ταλαιπωρίαις πλείοσι καὶ φροντίσι καὶ διαίτῃ λεπτῇ καταξηρανθέντας. εἰρήσεται δὲ καὶ τούτων τὰ γνωρίσματα. κάλλιον γὰρ ἡμᾶς αὐτοὺς ἔκ τινων σημείων ὁρμωμένους, πρὶν παρ’ ἑτέρου πυθέσθαι, δύνασθαι γνωρίζειν, εἰ φύσει τοιοῦτος ἦν ὁ ἄνθρωπος, ἢ ἐξ ἔθους ἐγένετο. διδάσκαλος δὲ καὶ τούτων τῶν γνωρισμάτων,

605
ὥσπερ οὖν καὶ τῶν ἄλλων ἁπάντων, ὁ θαυμάσιος Ἱπποκράτης. ὅσοι μὲν γὰρ εὐρυτέρας ἔχουσι τὰς φλέβας, θερμότεροι φύσει· ὅσοι δὲ στενοτέρας, ψυχρότεροι. τοῦ θερμοῦ γὰρ ἔργον ἀνευρῦναί τε καὶ διαφυσῆσαι ταύτας. ὥστ’ εὐλόγως εἰς ταὐτὸ. ὡς τὸ πολὺ, συντρέχει στενότης μὲν φλεβῶν ἕξει πιμελώδει τε καὶ παχυτέρᾳ, λεπτότης δ’ ἕξεως εὐρύτητι φλεβῶν. εἰ δ’ ἅμα τις εἴη πιμελώδης τε καὶ παχὺς, καὶ τὰς φλέβας εὐρείας ἔχοι, δι’ ἔθος οὗτος, οὐ φύσει, πιμελώδης ἐγένετο· ὥσπερ εἰ καὶ στενὰς μὲν ἔχοι τὰς φλέβας, εἴη δὲ ἰσχνὸς, οὐδ’ οὗτος ἐξ ἀνάγκης φύσει τοιοῦτος. κᾀν τοῖσι λιμαγχονικοῖσι, φησὶ, τὰς μετριότητας ἀπὸ τούτων σκεπτέον, τῆς τῶν ἀγγείων εὐρύτητος δηλονότι καὶ στενότητος, οὐ τῆς ἄλλης ἕξεως ὅλου τοῦ σώματος. οἱ μὲν γὰρ στενὰς ἔχοντες τὰς φλέβας ὀλίγαιμοί τέ εἰσι καὶ μακρὰς ἀσιτίας οὐ φέρουσιν ὅσοις δ’ εὐρεῖαι, καὶ πλῆθος αἵματος, τούτοις ἔνεστι καὶ χωρὶς βλάβης ἀσιτοῦσιν. αἱ δ’ αἰτίαι τῶν εἰρημένων ἤδη μὲν
606
δῆλαι, κᾂν ἐγὼ μὴ λέγω, τοῖς γε προσέχουσι τὸν νοῦν. ἐπεὶ δ’ οὐ πάντες προσέχουσιν, ἀναγκαῖον ἴσως ἐστί τι καὶ δι’ ἐκείνους εἰπεῖν. ὅσον ἐν αἵματι πῖόν τέ ἐστι καὶ κοῦφον καὶ λεπτὸν, ἐν μὲν τοῖς θερμοτέροις σώμασι τροφὴ γίνεται τοῦτο τῷ θερμῷ, κατὰ δὲ τὰ ψυχρότερα διασώζεται. καὶ τῶν φλεβῶν ἔξω διηθούμενον, ἐπειδὰν μὲν ψυχροῖς περιπέσῃ μορίοις, οἷοί περ οἱ ὑμένες εἰσὶν, ἐκείνοις περιπήγνυται· κατὰ δὲ τὰ φύσει θερμότερα μόρια, (τοιαῦτα δ’ ἐστὶ δηλονότι τὰ σαρκώδη,) δαπανᾶταί τε πρὸς τοῦ θερμοῦ, καὶ διαφορεῖται, πλὴν εἴ ποτε πρὸς τῷ ψυχροτέρῳ τῆς κράσεως ἔτι καὶ τὸ τῆς διαίτης ἀταλαίπωρον ἐπιθρέψει ἔτι καὶ αὐτοῖς τοῖς σαρκώδεσι μορίοις πιμελήν. οὕτω τοι καὶ τὰ φωλεύοντα ζῶα πολλάκις εὑρίσκεται πιμελωδέστερα. καὶ γυναῖκες ἀνδρῶν, ὅτι καὶ τῇ κράσει ψυχρότερον ἄῤῥενος τὸ θῆλυ, καὶ οἰκουρεῖ τὰ πολλά. ὅσαι μὲν οὖν ἕξεις σωμάτων εὔκρατοί τέ εἰσι φύσει καὶ πονοῦσι τὰ μέτρια, ταύτας ἀναγκαῖον εὐσάρκους γίνεσθαι, 
607
τοῦτ’ ἔστι πάντῃ συμμέτρους. ὅσαις δὲ τὸ μὲν ὑγρὸν αὔταρκες, ἀπολείπεται δ’ οὐ πολλῷ τῆς ἄκρας συμμετρίας τὸ θερμὸν, αὗται πολύσαρκοι γίνονται. πολύσαρκοι δὲ καὶ ὅσαι φύσει μὲν εὔκρατοι, ῥᾳθύμως δὲ καὶ ἀπόνως βιοῦσιν. εἴρηται γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς τῶν παλαιῶν, ὡς ἐπίκτητοι φύσεις εἰσὶ τὰ ἔθη. καὶ οὐδὲν ἴσως διοίσει τοῦθ’ ἅπαξ εἰρηκότας νῦν μηκέτι διορίζεσθαι καθ’ ἕκαστον κεφάλαιον, εἴτε φύσει ψυχρότερος, εἴτ’ ἐξ ἔθους ὅδε τις ἐγένετο, ἀλλὰ τοῦτο μὲν ἀπολείπειν τοῖς ἀναγινώσκουσιν, αὐτὸν δὲ βραχυλογίας ἕνεκα τὰς οἰκείας ἑκάστῃ τῶν κράσεων ἕξεις τοῦ σώματος ἐπελθεῖν. εἰσὶ δή τινες ἰσχνοί τε ἅμα καὶ φλέβας ἔχοντες μικρὰς, ἀλλ’ εἰ τέμοις ἐξ αὐτῶν ἡντιναοῦν, προσπίπτει πιμελὴ, δῆλον ὡς ὑποπεφυκυῖα τῷ δέρματι κατὰ τὸν ἔνδον ὑμένα. σπάνιον μὲν οὖν ἐπ’ ἀνδρῶν τὸ τοιοῦτο, ἐπὶ δὲ γυναικῶν καὶ πάνυ πολλάκις εὑρισκόμενον. ἔστι γὰρ καὶ φύσεως ψυχροτέρας καὶ ἀργοτέρου βίου. τὸ τοιοῦτο γνώρισμα. πιμελὴ μὲν γὰρ ἀεὶ διὰ ψύξιν ἕξεως γίνεται· πολυσαρκία δὲ πλήθους
608
αἵματος ἔγγονος· εὐσαρκία δὲ φύσεως εὐκράτου γνώρισμα. πάντως μὲν οὖν οἱ πολύσαρκοι καὶ τὴν πιμελὴν εὐθέως ἔχουσι πλείονα τῶν εὐκράτων· οὐ μὴν ἀνάλογος ἀεὶ ταῖς σαρξὶν ἡ πιμελὴ συναύξεται, ἀλλ’ ἔστιν ἰδεῖν τῶν παχέων τοὺς μὲν τὴν σάρκα πλείονα, τοὺς δὲ τὴν πιμελὴν ἔχοντας, ἐνίοις δὲ ὁμοίως ἄμφω συνηύξηται. τούτοις μὲν οὖν, οἷς ὁμοίως ἄμφω συνηύξηται, τοσούτῳ πλέον ὑγρόν ἐστιν ὑπὲρ τὴν εὔκρατον φύσιν, ὅσον καὶ ψυχρόν. οἷς δ’ ἡ πιμελὴ πλείων, τὸ ψυχρὸν ἐπὶ τούτων πλέον ἐστὶν, ἤπερ τὸ ὑγρόν· ὥσπερ οἷς ἡ σὰρξ πλείων, ὑγρότης μέν ἐστι τοῦ δέοντος πλείων, οὐ μὴν καὶ ψύξις. ὅταν γὰρ, ἐν τοῖς οἰκείοις ὅροις μένοντος τοῦ θερμοῦ, προσγένηταί τις αἵματος χρηστοῦ πλεονεξία, πολυσαρκίαν ἀναγκαῖον ἀκολουθῆσαι. τὸ δὲ, ὅσῳ χρὴ πλέον εἶναι τοῦ συμμέτρου τὸ αἷμα, μέτρῳ μὲν οὐχ οἶόν τε μηνῦσαι καὶ σταθμῷ, λόγῳ δ’ ἐγχωρεῖ διελθεῖν. ὡς ἐπειδὰν μήπω νοσῶδες μηδὲν γένηται τῷ τοῦ ζώου σώματι σύμπτωμα παχυνομένῳ, τὸ πλῆθος τῆς ὑγρότητος τηνικαῦτα τῶν τῆς ὑγείας ὅρων ἐντός ἐστιν.
609
ἐπιδέδεικται γὰρ ἡμῖν καὶ δι’ ἄλλων, ὡς ἀναγκαῖόν ἐστιν, οὐ σμικρὸν ὑποθέσθαι πλάτος τῆς ὑγιεινῆς καταστάσεως. ἀλλὰ καὶ νῦν φαίνεται σχεδὸν ἐν ὅλῳ τῷ λόγῳ, τὴν μὲν εὔκρατόν τε καὶ μέσην φύσιν οἶον κανόνα τῶν ἄλλων ἀεὶ τιθεμένοις, ὅσαι δ’ ἐφ’ ἑκάτερα τῆσδε, δυσκράτους ἀποφαίνουσιν· ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ τὸ μᾶλλόν τε καὶ ἧττον ἡ ὑγιεινὴ κατάστασις ἐδέχετο. ἄλλη μὲν γάρ ἐστιν ὑγιεινὴ, ἄλλη δὲ νοσώδης δυσκρασία· νοσώδης μὲν, ἡ ἐπὶ πλεῖστον ἀποκεχωρηκυῖα τῆς εὐκράτου, ὑγιεινὴ δὲ, ἡ ἐπὶ ὀλίγον. ὁρίσαι δὲ οὐδ’ ἐνταῦθα μέτρῳ καὶ σταθμῷ τὸ ποσὸν ἐγχωρεῖ· ἀλλ’ ἱκανὸν γνώρισμα τῆς ὑγιεινῆς δυσκρασίας τὸ μηδέπω μηδεμίαν ἐνέργειαν τοῦ ζώου βεβλάφθαι σαφῶς. ὅσον δ’ οὖν μεταξὺ τοῦ τε ἄκρως ἐνεργεῖν καὶ τοῦ βεβλάφθαι σαφῶς ἐνέργειαν ὑπάρχει, τοσοῦτο καὶ τῆς ὑγιείας τὸ πλάτος ἐστὶ καὶ τῆς κατ’ αὐτὴν δυσκρασίας. τούτῳ δ’ ἐφεξῆς ἐστιν ἡ νοσώδης δυσκρασία, ὅταν γε διὰ δυσκρασίαν νοσῇ
610
τὸ ζῶον. οὐ γὰρ δὴ διὰ ταύτην γε μόνην, ἀλλὰ καὶ κατ’ ἄλλας διαθέσεις οὐκ ὀλίγας, ὑπὲρ ὧν ἐν τοῖς περὶ τῆς τῶν νοσημάτων διαφορᾶς λογισμοῖς ἐπὶ πλέον εἰρήσεται· νυνὶ δὲ πάλιν ἀναληπτέον τὸν ἐξ ἀρχῆς λόγον. ὡς γὰρ, τοῦ συμφύτου θερμοῦ τὴν ἀρίστην εὐκρασίαν φυλάττοντος, αὐξηθὲν τὸ ὑγρὸν ἐν ὅροις ὑγιεινοῖς οὐ πιμελώδη τὸν ἄνθρωπον, ἀλλὰ πολύσαρκον ἀποδείκνυσι, συναυξομένης μὲν ἐπ’ ὀλίγον καὶ τῆς πιμελῆς, ἀλλὰ πολλῷ πλείονι μέτρῳ τῆς σαρκός· οὕτως αὖ πάλιν, εἰ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀκριβῆ τὴν πρὸς ἄλληλα φυλάττοι συμμετρίαν, ἧττον δ’ εἴη θερμὸς ὁ ἄνθρωπος, ἀνάγκη πιμελῶδες μᾶλλον ἢ πολύσαρκον γενέσθαι τοῦτο τὸ σῶμα. εἰ δ’ αὖ πάλιν αὐξηθείη τὸ θερμὸν, ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας ἀντιθέσεως, πλέον ἀπολείπεται τούτου τὸ ζῶον πιμελῆς ἢ σαρκός· ὥσπερ, εἰ καὶ κρατήσει ποτὲ τὸ ξηρὸν, ἐν συμμετρίᾳ μενούσης τῆς τέρας ἀντιθέσεως, ἰσχνότερόν τε ἅμα καὶ σκληρότερον ἔσται τὸ σῶμα. ταῦτ’ εἴρηταί μοι, καὶ δῆλον ἤδη, ὡς οὐ λόγῳ μόνῳ ἐδείχθησαν αἱ ἁπλαῖ δυσκρασίαι τοῖς τῶν ζώων ὑπάρχουσαι
611
σώμασιν, ἀλλὰ καὶ τὰ γνωρίσματα σαφῆ πασῶν ἐστιν· οὔκουν ἐν θερμότητι καὶ ψυχρότητι, καὶ μαλακότητι καὶ σκληρότητι μόνον, ἀλλὰ καὶ ταῖς ἄλλαις ἁπάσαις τῆς ἕξεως τοῦ ὅλου σώματος διαφοραῖς, ὧν ὑπὲρ μὲν τῆς κατὰ λεπτότητα καὶ πάχος εἴρηται νῦν, ὑπὲρ δὲ τῶν ἄλλων ἤδη λεγέσθω.

Δασεῖα μὲν ἡ θερμὴ καὶ ξηρὰ κρᾶσίς ἐστιν, ἀλλ’ αὕτη μὲν ἐσχάτως· μετρίως δ’ ἡ θερμὴ μὲν, σύμμετρος δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν· ὥσπερ γε καὶ ἡ ξηρὰ μὲν, εὔκρατος δὲ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν· ἔστι γὰρ καὶ ἥδε μετρίως δασεῖα. ψιλαὶ δὲ τριχῶν αἱ ψυχραὶ πᾶσαι κράσεις, εἴτ’ οὖν ἀμέτρως ἔχοιεν ὑγρότητος, εἴτε μετρίως. ἀλλ’ ἐσχάτως μὲν ἄτριχος ἡ ψυχρὰ καὶ ὑγρὰ κρᾶσίς ἐστιν· ἔλαττον δὲ ταύτης ἡ ψυχρά τε ἅμα καὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος· ἔτι δ’ ἔλαττον ἡ ψυχρὰ καὶ ξηρά. καίτοι δόξει τις, ὡς ἐν γῇ ξηρᾷ ταῖς πόαις ἀδύνατόν ἐστι καὶ φυῆναι, καὶ τραφῆναι, καὶ αὐξηθῆναι, τὸν αὐτὸν λόγον 

612
κᾀν τῷ δέρματι ταῖς θριξίν· ἔχει δ’ οὐχ οὕτως. γῆ μὲν γὰρ ὡς γῆ ξηρὰ λέγεται, δέρμα δὲ ὡς δέρμα. καὶ τοίνυν τὸ μὲν ἐν γῇ ξηρὸν ἄνικμον ἐσχάτως ἐστί· τὸ δ’ ἐν ἀνθρώπου σώματι, καὶ τῶν ὁμοίων ἀνθρώπῳ ζώων, οὐκ ἄνικμον, ἐπιτήδειόν τε καὶ μάλιστα πάντων εἰς γένεσιν τριχῶν. ἐκ μὲν γὰρ τῶν ὀστρακοδέρμων τε καὶ μαλακοστράκων, οἷον ὀστρέων, καὶ καράβων, καὶ καρκίνων, ὅσα τε φολιδωτὰ τῶν ζώων ἐστὶν, ὥσπερ οἱ ὄφεις, ἢ λεπιδωτὰ, καθάπερ οἱ ἰχθύες, οὐκ ἂν δύναιτο φύεσθαι θρίξ· ὄντως γάρ ἐστι τὰ τούτων δέρματα τελέως ξηρὰ δίκην ὀστράκου τινὸς ἢ πέτρας. ἐκ μέντοι τῶν μαλακοδέρμων, οἷον καὶ ἄνθρωπός ἐστιν, ὅσον περ ἂν ξηρότερόν τε καὶ θερμότερον ᾖ τὸ δέρμα, τοσόνδε μᾶλλον ἐγχωρεῖ φύεσθαι τρίχας. ἵνα γὰρ, ὡς ἐκεῖνοι προκαλοῦνται, τῷ τῆς γῆς ἑπώμεθα παραδείγματι, τὰς πόας οὔτ’ ἐν ξηρᾷ καὶ αὐχμώδει πάνυ γῇ φύεσθαι δυνατὸν, οὔτ’ ἐν ὑγρᾷ καὶ τελματώδει, ἀλλ’ ἐπειδὰν μὲν ἄρχηται δαπανᾶσθαι τὸ περιττὸν τῆς ὑγρότητος, ἐκφύονται
613
τῆς γῆς· αὐξάνονται δ’ ἐπὶ πλέον, ὅταν καὶ ἥδε ξηραίνηται, μετρίως μὲν ἐν τῷ ἦρι, τάχιστα δὲ καὶ μέχρι πλείστου κατὰ τὴν ἀρχὴν τοῦ θέρους· ἀποξηραίνονται δὲ, τελέως αὐανθείσης τῆς γῆς, ἐν μέσῳ τῷ θέρει. καί σοι πάρεστιν, εἰ βούλει, καὶ νῦν, ὥσπερ που κᾀν τῷ πρὸ τούτου λόγῳ δέδεικται, τὸ μὲν ἔαρ, ὅτι τῶν ὡρῶν εὐκρατότατόν ἐστιν, εἰκάζειν εὐκράτου δέρματος φύσει, καὶ μάλιστά γε τὰ μέσα τῆς ὥρας τῆσδε· τηνικαῦτα γὰρ οὖν καὶ ἡ γῆ μέση πως ὑγρότητός τε καὶ ξηρότητός ἐστιν. ὅσα δὲ τῷ θέρει συνάπτει τῆς ἠρινῆς ὥρας, ταῦτ’ ἤδη ξηροτέραν ἔχει τοῦ συμμέτρου τὴν γῆν, ἔτι δὲ μᾶλλον ἀρχομένου θέρους. ὃ τοίνυν λέγω δέρμα θερμὸν καὶ ξηρὸν, εἰκάζοις ἂν μάλιστα τῇ τῆς γῆς διαθέσει τῇ γινομένῃ τελευτῶντος ἦρος ἢ ἀρχομένου θέρους. μεσοῦντος γὰρ θέρους ἄκρως ξηρὰ γίνεται τοῖς τῶν ὀστρακοδέρμων ζώων ὁμοίως, οὐ μὴν ἀνθρώπων, ἢ συῶν, ἢ ὄνων, ἢ ἵππων, ἢ ἄλλου τινὸς τῶν τριχωτῶν ζώων. ὥστ’, εἴπερ τῇ γῇ βούλονται παραβάλλειν τὸ δέρμα,
614
καὶ κατὰ τοῦτο τὸν λόγον ὁμολογοῦντα τοῖς πρὸς ἡμῶν ἔμπροσθεν εἰρημένοις εὑρήσουσιν. αὐτοὶ δὲ σφᾶς αὐτοὺς ὑπὸ τῆς ὁμωνυμίας σοφισθέντες παραλογίζονται. ἐν γὰρ τῷ ξηρῷ καὶ θερμῷ δέρματι πολλὰς καὶ μεγάλας ἐλέγομεν φύεσθαι τρίχας, ὡς ὑπὲρ ἀνθρώπου δηλονότι ἢ ζώου τριχωτοῦ τὸν λόγον, οὐχ ὑπὲρ ὀστρέων τε καὶ καρκίνων ποιούμενοι. διαπνεῖται μὲν γὰρ ἀεί τι καθ’ ἕκαστον δέρμα ὑπὸ τοῦ θερμοῦ συναπάγοντος ἑαυτῷ τῆς ἔνδοθεν ὑγρότητος οὐκ ὀλίγον. ἀλλ’ ἐν οἷς μὲν ὑγρόν ἐστι τὸ δέρμα καὶ ἀκριβῶς μαλακὸν, οἷος ὁ νεωστὶ πηγνύμενος τυρὸς, οὐχ ὑπομένουσιν αἱ τῶν διεκπεσόντων ὁδοὶ, τῶν τέως διεστηκότων αὐτοῦ μορίων αὖθις ἀλλήλοις ἑνουμένων· ἐν οἷς δ’ ἤδη σκληρὸν ὑπάρχει, πεπηγότι παραπλήσιον τυρῷ, κατατίτραται μὲν ὑπὸ τῆς ῥύμης τῶν ἐξιόντων, ἑνωθῆναι δ’ ὑπὸ ξηρότητος μὴ δυνάμενον, ὑπομένοντας ἴσχει τοὺς πόρους ἀεὶ, καὶ μᾶλλον συριγγουμένους ταῖς συνεχέσι πληγαῖς τῶν διαῤῥεόντων. ἐὰν μὲν οὖν τὸ διαῤῥέον ἢ ἀτμὸς ἢ ὑγρὸν εἰλικρινὲς ᾖ, τῷ μὲν ἀτμῷ ταχεῖά τέ ἐστι καὶ ἀκώλυτος ἡ
615
φορά· τὸ δ’ ὑγρὸν ἴσχεται πολλάκις ἐν τοῖς μικροτέροις πόροις, καὶ τι παλινδρομεῖν εἴσω εἰς τὸ βάθος ἀναγκάζεται. εἰ δ’ οἷον αἰθαλώδης τε καὶ παχεῖα καὶ γεώδης ἡ ἀναθυμίασις ᾖ, κίνδυνος αὐτῇ πολλάκις ἐν ταῖς στεναῖς τῶν διεξόδων σφηνωθείσῃ, μήτ’ εἴσω ῥᾳδίως ὑπονοστεῖν ἔτι, μήτε κενοῦσθαι δύνασθαι. ταύτην οὖν ἑτέρα τοιαύτη πάλιν ἐκ τοῦ βάθους ἀναφερομένη πλήττει τε καὶ ὠθεῖ πρόσω, καὶ ταύτην αὖθις ἑτέρα, κᾀκείνην ἄλλη. καὶ πολλὰς αἰθαλώδεις οὕτω μοι νόει σφηνουμένας ἐπ’ ἀλλήλαις ἀναθυμιάσεις ἐν τῷ χρόνῳ περιπλέκεσθαί τε καὶ συνάπτεσθαι, καί τι ποιεῖν ἕν σῶμα τοιοῦτο, οἷον ἐκτὸς ἡ λιγνύς ἐστι, πλὴν, ὅσῳ πεπύκνωται, τοσούτῳ καὶ ἀκριβῶς ἔσφιγκται τῇ τῆς διεξόδου στενότητι πιληθέν. ἐπειδὰν δὲ τὸν πόρον ἀποφράξῃ πάντα, τὸ τοιοῦτο σῶμα τοὐντεῦθεν ἤδη βιαίως πληττόμενον ὑπὸ τῶν ὁμοίων ἑαυτῷ περιττωμάτων, οὐκ ἐχόντων διέξοδον, ὠθεῖται πρόσω σύμπαν ἐν τῷδε, ὥστε καὶ προκύπτειν ἀναγκάζεται τοῦ δέρματος, ἱμαντῶδες ἤδη γεγονός.
616
ἔοικε δ’ αὐτοῦ τὸ μὲν ἐν τῷ πόρῳ σφηνωθὲν οἷον ῥίζῃ τινὶ πόας ἢ φυτοῦ, τὸ δ’ ἐξέχον ἤδη τοῦ δέρματος, οἷόν περ αὐτὸ τὸ φυτόν. ἡ θρὶξ δ’ ἐστὶ μέλαινα μὲν, ὅταν, ὑπὸ ῥώμης τοῦ θερμοῦ συγκαυθείσης τῆς ἀναθυμιάσεως, ἀκριβὴς λιγνὺς γένηται τὸ περίττωμα, ξανθὴ δὲ, ὅταν ἧττον κατοπτηθῇ. ξανθῆς γὰρ χολῆς τηνικαῦτά ἐστιν ἰλυῶδες περίττωμα τὸ σφηνωθὲν, οὐ μελαίνης. ἡ δὲ λευκὴ. θρὶξ ἔκγονος φλέγματος. ἡ πυῤῥὰ δὲ, ὥσπερ τῇ χρόᾳ μεταξὺ ξανθῆς ἐστι καὶ λευκῆς, οὕτω καὶ γενέσει μεταξὺ φλεγματώδους τε καὶ χολώδους ἰλύος. οὖλαι δὲ τρίχες ἢ διὰ τὴν ξηρότητα τῆς κράσεως, ἢ διὰ τὸν πόρον, ἐν ᾧ κατεῤῥίζωνται, γίνονται· διὰ μὲν τὴν ξηρότητα παραπλησίως ἱμᾶσι τοῖς ἐπὶ πλέον ὑπὸ πυρὸς ξηρανθεῖσι. καίτοι τί δεῖ τῶν ἱμάντων μνημονεύειν, αὐτὰς τὰς τρίχας ὁρῶντας, εἰ πλησιάσειαν πυρὶ, παραχρῆμα διαστρεφομένας; οὕτως μὲν οὖν Αἰθίοπες ἅπαντες οὖλοι. τῇ δὲ τῶν πόρων, ἐν οἷς ἐῤῥίζωνται, φύσει κατὰ τάδε. πολλάκις μὲν ἡ ἀναθυμίασις 
617
εὐθυπορεῖν ὑπ’ ἀῤῥωστίας ἀδυνατοῦσα, καθ’ ὃν ἂν αὕτη τρόπον ἑλίττηται, καὶ τὸν πόρον οὕτως ἐτύπωσεν. ἐνίοτε δὲ ἡ μὲν ἀναθυμίασις εὔρωστός ἐστιν, ὑπὸ δὲ τῆς τοῦ δέρματος φύσεως, σκληροτέρας τοῦ προσήκοντος οὔσης, εἰργομένη φέρεσθαι κατ’ εὐθὺ, πρὸς τὸ πλάγιον ἐπιστρέφεται, καθάπερ γε κᾀκτὸς ἰδεῖν ἐστιν, οὐ μόνον ἀτμὸν, ἢ καπνὸν, ἀλλὰ καὶ τὰς φλόγας αὐτὰς, ὅταν ἀποκλεισθῶσι τῆς ἄνω φορᾶς, λοξὰς ἐφ’ ἑκάτερα μέρη σχιζομένας. οὕτως οὖν καὶ ἡ ἐκ τοῦ σώματος ἀναθυμίασις, ὅταν εἰρχθῇ κατὰ τι, καὶ κωλυθῇ φέρεσθαι πρὸς τοὐκτὸς, λοξὴν ὑπὸ τὸ δέρμα διέξοδον ὁδοποιεῖται, μέχρι περ ἂν ἀθροισθεῖσα χρόνῳ πλείονι βιάσηταί τε καὶ ἀναπνεύσῃ πρὸς τοὐκτός. ἐνίοτε δ’ ἅμ’ ἀμφοῖν συνδραμόντων, ἀῤῥώστου τε τῆς πρώτης ἀναθυμιάσεως, ἥτις τὸν πόρον ἐδημιούργησε, καὶ ξηροῦ τοῦ δέρματος, ἡ λοξότης γίνεται ταῖς ῥίζαις τῶν τριχῶν. οἷαι δ’ ἂν ἐν τῇ ῥιζώσει διαπλάττωνται, τοιαύτας εἰκὸς ὑπάρχειν αὐτὰς ἕως παντός. οὐδὲ γὰρ οὐδ’ ἄλλο τι τῶν σκληρῶν καὶ ξηρῶν σωμάτων εὐθῦναι δυνατὸν
618
ἄνευ τοῦ μαλάξαι πρότερον. αὕτη μὲν οὖν ἡ γένεσις τῶν τριχῶν. ἐφεξῆς δ’ ἂν εἴη λέγειν τὰς αἰτίας ἁπάντων τῶν συμβεβηκότων ταῖς κράσεσιν ἐν ταῖς τῶν τριχῶν διαφοραῖς καθ’ ἡλικίαν καὶ χώραν καὶ φύσιν σώματος. Αἰγύπτιοι μὲν οὖν, καὶ Ἄραβες, καὶ Ἰνδοὶ, καὶ πᾶν τὸ θερμὴν καὶ ξηρὰν ἐποικοῦν ἔθνος, μελαίνας τε καὶ δυσαυξεῖς καὶ ξηρὰς καὶ οὔλας καὶ κραύρας ἔχουσι τὰς τρίχας. ὅσοι δ’ ἔμπαλιν τούτοις ὑγρὰν καὶ ψυχρὰν χώραν οἰκοῦσιν, Ἰλλύριοί τε καὶ Γερμανοὶ, καὶ Δαλματαὶ, καὶ Σαυρόμαται, καὶ σύμπαν τὸ Σκυθικὸν, εὐαυξεῖς μετρίως καὶ λεπτὰς καὶ εὐθείας καὶ πυῤῥάς. ὅσοι δ’ ἐν τῷ μεταξὺ τούτων, εὔκρατον νεμόμενοι γῆν, εὐαυξεστάτας τε καὶ ἰσχυροτάτας, καὶ μελαίνας μετρίως, καὶ παχείας συμμέτρως, καὶ οὔτ’ ἀκριβῶς οὔλας, οὔτ’ ἀκριβῶς εὐθείας. οὕτω δὲ κᾀν ταῖς ἡλικίαις, βρέφεσι μὲν, οἷαί περ τῶν Γερμανῶν, ἀκμάζουσι δὲ, οἷαί περ τοῖς Αἰθίοψιν, ἐφήβοις δὲ καὶ παισὶ, οἷαί περ τοῖς εὔκρατον ἐποικοῦσι γῆν ἔθνεσιν, ἀνάλογον αἱ τρίχες ἔχουσιν, ἰσχύος τε πέρι, καὶ πάχους, καὶ μεγέθους, καὶ χρόας. οὕτω δὲ καὶ κατ’ αὐτὰς τῶν σωμάτων τὰς φύσεις
619
ἀνάλογον ἡλικίαις τε καὶ χώραις αἱ τρίχες διάκεινται. παῖδες μὲν γὰρ οἱ πάνυ σμικροὶ ψιλοὶ τριχῶν, ὅτι μήπω μήτε πόρος αὐτοῖς ἐστι μηδεὶς κατὰ τὸ δέρμα, μήτε λιγνυώδη περιττώματα· προσάγοντες δὲ τῷ ἡβάσκειν ὑποφύουσι σμικρὰς καὶ ἀσθενεῖς· ἀκμάζοντες δὲ ἰσχυροτέρας, καὶ πολλὰς, καὶ μεγάλας, καὶ μελαίνας ἴσχουσιν, ὅτι τε πλῆθος ἤδη πόρων ἐν αὐτοῖς ἐγένετο, καὶ ὅτι μεστοὶ τῶν αἰθαλωδῶν εἰσι περιττωμάτων ὑπὸ ξηρότητος καὶ θερμότητος. αἱ δ’ ἐν τῇ κεφαλῇ τε καὶ ταῖς ὀφρύσι καὶ κατὰ τὰ βλέφαρα καὶ παισὶν οὖσιν ἡμῖν ὑπάρχουσιν ἤδη. γένεσις γὰρ δὴ ταύταις, οὐχ οἵα ταῖς πόαις, ἀλλ’ οἵα τοῖς φυτοῖς, κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως ἀπειργασμέναις, καὶ οὐκ ἐξ ἀνάγκης ἑπομέναις ταῖς κράσεσιν, ὡς κᾀν τοῖς περὶ χρείας μορίων δείκνυται. ἀλλὰ τοι καὶ ταῖσδε τὸ μὲν εἶναι διὰ τὴν τῆς φύσεως τέχνην, τὸ δ’ ἤτοι μελαίναις, ἢ πυῤῥαῖς, ἤ τινα ἄλλην ἐχούσαις διαφορὰν, ἐξ ἀνάγκης ἕπεται τῇ κράσει τῆς ἡλικίας. ὑπόπυῤῥοι μὲν γὰρ εἰσιν τοὐπίπαν, ὅτι καὶ τὸ σφηνούμενον ἐν τοῖς πόροις οὐδέπω μέλαν
620
ἐστὶν ὅλον. ἥ τε γὰρ ὑγρότης πολλὴ, καὶ ἡ διέξοδος ῥᾳδία, καὶ ἡ σύγκαυσις ἀσθενής. εὐαυξεῖς δὲ καὶ παχεῖαι συμμέτρως τῇ τῶν τρεφόντων αὐτὰς περιττωμάτων ἀφθονίᾳ. τὸ μὲν γὰρ μόριον αὐτὸ τοῦ σώματος, ἐν ᾧ γίγνονται, ξηρόν· ὅλον γὰρ τὸ κρανίον ὀστέϊνόν ἐστι· τὸ δὲ περικείμενον αὐτῷ δέρμα τοσούτῳ ξηρότερον τοῦ κατὰ τὸ λοιπὸν σῶμα δέρματος ἅπαντος, ὅσῳ περ καὶ σκληρότερον. ἀναφέρεται μέντοι πλῆθος οὐκ ὀλίγον ἔκ τε τῶν κατὰ τὸν ἐγκέφαλον, ἤδη δὲ κᾀξ ὅλου τοῦ σώματος αἰθαλωδῶν περιττωμάτων. ὥσθ’, οἶον τοῖς ἀκμάζουσιν ὅλον γίνεται τὸ σῶμα, τοιοῦτο ἤδη τὸ δέρμα τῆς κεφαλῆς ἐστι τοῖς βρέφεσι. εὐλόγως οὖν ἔνιοι φαλακροῦνται, τοῦ χρόνου προϊόντος, οἷς ἐξ ἀρχῆς ἦν σκληρότερον τὸ δέρμα. δέδεικται γὰρ ἔμπροσθεν, ὡς τῶν γηρασκόντων ἅπαντα ξηραίνεται τὰ μόρια. γίνεται δὴ πολλοῖς ὀστρακῶδες τὸ δέρμα, ἐπὶ πλέον, ἢ δεῖ, ξηρανθέν. ἐν τοιούτῳ δ’ οὐδὲν φύεσθαι δύναται, καθ’ ὅ τι καὶ διὰ τῶν ἔμπροσθεν ὡμολόγηται. καὶ γὰρ δὴ καὶ τῶν χειρῶν τὰ ἔνδον, ὥσπερ καὶ τὰ κάτω τῶν ποδῶν, ἀεὶ
621
ἄτριχα καὶ ψιλὰ, ξηροτάτου καὶ πυκνοτάτου τοῦ κατ’ αὐτὰ τένοντος ὄντος, ὃς ὑποτέτακται τῷ δέρματι. ὅσοις δ’ εἰς τέλος ξηρότητος οὐκ ἀφικνεῖται τὸ δέρμα τῆς κεφαλῆς, ἄῤῥωστοι τούτοις γίνονται καὶ λευκαὶ πάντως αἱ τρίχες, ἃς ὀνομάζουσιν οἱ ἄνθρωποι πολιάς· ἄῤῥωστοι μὲν ἐνδείᾳ τῆς οἰκείας τροφῆς, λευκαὶ δὲ, διότι καὶ τὸ τρέφον αὐτὰς τοιοῦτο, οἷον εὐρώς τις φλέγματος ἐν χρόνῳ διασαπέντος. ὅταν γὰρ ὁ μὲν πόρος ἔτι μένῃ, τὸ περίττωμα δ’ ὀλίγον ᾖ καὶ γλίσχρον, ἀῤῥώστως δ’ ὑπὸ τῆς θερμασίας ὠθῆται πρόσω, πάσχει τι παραπλήσιον ἐν τῷδε σηπεδόνι. καὶ δὴ φαλακροῦνται μὲν μᾶλλον τὸ βρέγμα γηρῶντες οἱ ἄνθρωποι, πολιοῦνται δὲ τοὺς κροτάφους μᾶλλον, ὅτι τὸ μὲν ξηρότατόν ἐστι τῶν μορίων ἁπάντων τῆς κεφαλῆς· ἐπὶ γὰρ ὀστῷ τὸ δέρμα ταύτῃ ψιλῷ· οἱ κρόταφοι δ’ ὑγρότεροι· μύες γὰρ ἐνταῦθ’ εἰσιν ὑπὸ τῷ δέρματι μεγάλοι, σαρκώδης δὲ πᾶς μῦς, ἡ δὲ σὰρξ ὀστοῦ καὶ δέρματος ὑγροτέρα. 

622

Ἀκριβῶς δὲ χρὴ προσέχειν τῷ λεγομένῳ τὸν νοῦν, ὅπως μὴ λάθωμεν ἡμᾶς αὐτοὺς παρακούσαντές τι καὶ σφαλέντες, οἶα δὴ πολλοὶ τῶν πάνυ δοκούντων ἀρίστων ἰατρῶν εἶναι σφάλλονται, εἴ τίς ἐστι φαλακρὸς, εὐθὺς τοῦτον οἰόμενοι ξηρὰν ἔχειν ἅπαντος τοῦ σώματος τὴν κρᾶσιν. οὐ γὰρ δὴ οὕτως ἁπλῶς εἰκάζειν ἐχρῆν, ἀλλὰ διορίζεσθαι πρότερον ἄμεινον ἦν, ὡς τῶν ἀνθρώπων τὸ σῶμα, τῶν μὲν ὁμαλῶς κέκραται σύμπαν, ἐνίων δὲ, καὶ οὐκ ὀλίγων τούτων, ἀνωμάλως διάκειται. τὰ μὲν γὰρ τῶν μορίων αὐτοῖς ὑγρότερα τοῦ συμμέτρου τε καὶ προσήκοντός ἐστι, τὰ δὲ ψυχρότερα, τὰ δὲ ξηρότερα, τὰ δὲ θερμότερα, τὰ δὲ καὶ παντελῶς εὔκρατά τε καὶ σύμμετρα. δεῖ δὲ προσέχειν μάλιστα τούτῳ τὸν νοῦν, ἐπειδὰν ἐπισκέπτῃ σώματος κρᾶσιν. εἰ μὲν γὰρ ὁμαλῶς εὔρυθμον ὅλον ἐστὶ καὶ πάσας τῶν μορίων ἀποσῶζον τὰς πρὸς ἄλληλα συμμετρίας ἐν μήκει καὶ πλάτει καὶ βάθει, δύναιτ’ ἂν ὅλως ὁμοίως κεκρᾶσθαι τὸ. τοιοῦτο. εἰ δέ τι σῶμα θώρακα μὲν ἔχει καὶ τράχηλον καὶ ὤμους μεγίστους, ἰσχνὰ δὲ καὶ μικρὰ τὰ κατ’ ὀσφὺν,

623
καὶ σκέλη λεπτὰ καὶ ξηρὰ, πῶς ἂν ὁμοίως εἴη τοῦτο διακείμενον ἅπασι τοῖς μορίοις. οὐ μὴν οὐδ’, εἰ τὰ μὲν σκέλη παχέα καὶ τὰ κατ’ ὀσφὺν εὐρέα, τὸν θώρακα δ’ ἔχοι στενὸν, οὐδὲ τοῦτ’ ἂν εἴη κεκραμένον ὁμαλῶς τοῖς μορίοις. ἕτερα δὲ σώματα μεγίστην ἔχει τὴν κεφαλὴν, ἕτερα δὲ σμικρὰν, οἵαν οἱ στρουθοί. καὶ τοῖς σκέλεσι τὰ μὲν βλαισὰ, τὰ δὲ ῥαιβὰ, καὶ ἄκροις τοῖς κώλοις τὰ μὲν ἰσχνὰ, τὰ δὲ παχέα. καὶ θώραξ τοῖς μὲν, ὡς εἴρηται πρόσθεν, εὐθὺς, ἐνίοις δὲ στενὸς οὕτως, ὡς σανὶς, οὓς δὴ καὶ σανιδώδεις ὀνομάζουσιν. ὅταν δὲ καὶ τὰ κατ’ ὠμοπλάτας αὐτοῖς ἄσαρκα τελέως ᾖ, καὶ γυμνὰ, καὶ προπετῆ δίκην πτερύγων, ὀνομάζονται μὲν αἱ τοιαῦται φύσεις ὑπὸ τῶν ἰατρῶν πτερυγώδεις· εἰς ὅσον δ’ ἥκουσι κακίας, ἀπολωλεκότος τοῦ θώρακος ὀλίγου δεῖν ἅπασαν τὴν ἐντὸς εὐρυχωρίαν, ἐν ᾗ πνεύμων τε καὶ καρδία τέτακται, πρόδηλον παντί. μυρίαι δ’ ἄλλαι τῶν τοῦ σώματος μορίων εἰσὶ προδήλως διαθέσεις, ὅταν ἐκτραπόμενον τῆς φυσικῆς ἀναλογίας εἰς ἀνώμαλόν τινα δυσκρασίαν εὐθὺς ἐν τῷ κυΐσκεσθαι μεταπέσῃ.
624
οὔκουν ἐπὶ τῶν τοιούτων ἐξ ἑνὸς χρὴ μορίου τεκμαίρεσθαι περὶ τοῦ παντός. οὐδὲ γὰρ οἱ φυσιογνωμονεῖν ἐπιχειροῦντες ἁπλῶς ἀποφαίνονται περὶ πάντων, ἀλλ’ ἐκ τῆς πείρας καὶ οἵδε διδαχθέντες. εἰ μὲν γάρ τις ἱκανῶς εἴη δασὺς τὰ στέρνα, θυμικὸν ἀποφαίνονται· μηροὺς δ’ εἴπερ εἴη τοιοῦτος, ἀφροδισιαστικόν· οὐ μὴν τήν γ’ αἰτίαν προστιθέασιν ἔτι. οὐδὲ γὰρ, ὅτι λέοντι μὲν ἐμφερῆ τὰ στέρνα, τράγῳ δὲ τὰ κατὰ μηροὺς ἐπειδὰν φῶσι, τὴν πρώτην αἰτίαν ἐξευρήκασι. διὰ τί γὰρ ὁ μὲν λέων θυμικὸς, ὁ δὲ τράγος ἀφροδισιαστικὸς, ὁ λόγος ἐξευρεῖν ἐπιζητεῖ. μέχρι γὰρ τοῦδε τὸ μὲν γινόμενον εἰρήκασι, τὴν δ’ αἰτίαν αὐτοῦ παραλελοίπασιν. ἀλλ’ ὁ φυσικὸς ἀνὴρ, ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τὰς τούτων αἰτίας ἐξευρίσκειν ἐπιχειρεῖ. διότι γὰρ ἀνωμάλως διάκεινται κατὰ τὰς τῶν μορίων κράσεις, οὐ λέων μόνον καὶ τράγος, ἀλλὰ καὶ τῶν ἄλλων ζώων πάμπολλα, διὰ τοῦτ’ ἄλλα πρὸς ἄλλας ἐνεργείας ἑτοίμως ἔχει. περὶ μὲν δὴ τούτων Ἀριστοτέλει καλῶς ἐπὶ
625
πλεῖστον εἴρηται. τὸ δ’ οὖν εἰς τὰ παρόντα χρηστὸν ἤδη φαίνεται, διότι χρὴ σκοπεῖσθαι τῶν ἀνθρώπων τὰς κράσεις, ἕκαστον τῶν μορίων ἐξετάζοντα καθ’ ἑαυτὸ, καὶ μὴ νομίζειν. εἴ τῳ δασὺς ὁ θώραξ, ὅλον ἐξ ἀνάγκης τούτῳ τὸ σῶμα θερμότερόν τε καὶ ξηρότερον ὑπάρχειν, ἀλλ’ ἐν τῇ καρδίᾳ τὸ θερμὸν εἶναι πλεῖστον, διὸ καὶ θυμικόν· δύνασθαι δ’ ἐνίοτε δι’ αὐτὸ τοῦτο μὴ ὁμοίως ἅπαν αὐτοῖς τὸ σῶμα θερμὸν καὶ ξηρὸν ὑπάρχειν, ὅτι πλεῖστον ἀνέπνευσεν ἐνταῦθα, καὶ πρὸς τὸ περιέχον ἐξεκενώθη τὸ θερμόν. εἰ μὲν γὰρ ὅλη τοῦ σώματος κρᾶσίς ἐστιν ὁμαλὴ, εὐθὺς ἂν εἴη τούτοις αὐτὸς σύμπας ὁ θώραξ εὐρύτατος, αἵ τε φλέβες εὐρεῖαι, καὶ αἱ ἀρτηρίαι μεγάλαι τε ἅμα καὶ μέγιστον καὶ σφοδρότατον σφύζουσαι, καὶ τρίχες πολλαὶ καθ’ ὅλον τὸ σῶμα, καὶ αἱ τῆς κεφαλῆς εὐαυξέσταται μὲν καὶ μέλαιναι καὶ οὖλαι κατὰ τὴν πρώτην ἡλικίαν, ἐπὶ δὲ προήκοντι τῷ χρόνῳ φαλάκρωσις ἀκολουθήσει. καὶ μὲν δὴ καὶ σύντονον, καὶ διηρθρωμένον, καὶ μυῶδες, ἐπειδὰν ὁμαλῶς τῆς κράσεως
626
ἔχωσιν, ὅλον ἔσται τοῖς τοιούτοις ἀνθρώποις τὸ σῶμα, καὶ τὸ δέρμα σκληρότερόν τε καὶ μελάντερον, ὥσπερ καὶ δασύτερον. οὕτω δὲ κᾂν εἰ τἀναντία περὶ τὸν θώρακα συμπέσῃ, τῆς κράσεως ὁμαλῆς ὑπαρχούσης ἐν ὅλῳ τῷ σώματι, τοῦτ’ ἔστιν ὑγροτέρων τε καὶ ψυχροτέρων ἁπάντων τῶν μορίων γενομένων, ὁ μὲν θώραξ αὐτοῖς στενὸς καὶ ἄτριχος ἔσται, καθάπερ οὖν καὶ σύμπαν τὸ σῶμα ψιλὸν τριχῶν, ἁπαλόν τε καὶ λευκὸν τὸ δέρμα, καὶ ὑπόπυῤῥον ταῖς θριξὶ, καὶ μάλιστ’ ἐν νεότητι, καὶ οὐ φαλακροῦνται γηρῶντες, εὐθὺς δὲ καὶ δειλοὶ, καὶ ἄτολμοι, καὶ ὀκνηροὶ, καὶ μικρὰς καὶ ἀδήλους ἔχοντες τὰς φλέβας, καὶ πιμελώδεις, καὶ νεύροις τε καὶ μυσὶν ἄῤῥωστοι, καὶ ἀδιάρθρωτοι τὰ κῶλα, καὶ βλαισοὶ γίνονται. διαφόρου μέντοι τῆς κράσεως τῶν μορίων ἀπεργασθείσης, οὐκ ἔτ’ ἐξ ἑνὸς αὐτῶν οἶόν τε περὶ τοῦ σύμπαντος ἀποφαίνεσθαι σώματος, ἀλλ’ ἄμεινον ἐφ’ ἕκαστον ἰέναι, καὶ σκοπεῖσθαι, ὅπως μὲν ἡ γαστὴρ ἔχει κράσεως, ὅπως δ’ ὁ πνεύμων, ὅπως δὲ ὁ ἐγκέφαλος, ἕκαστόν τε τῶν ἄλλων ἰδίᾳ καὶ καθ’ ἑαυτό. ταυτὶ μὲν 
627
οὖν ἐκ τῶν ἐνεργειῶν γνωρίζειν· οὐ γάρ ἐστιν οὔθ’ ἁψάμενον ἁφῇ, οὔτ’ ὀφθαλμοῖς θεασάμενον ἐξευρεῖν τὴν κρᾶσιν αὐτῶν. προσεπισκέψασθαι δὲ καὶ τὰς τῶν περιεχόντων αὐτὰ μορίων διαθέσεις, ὧν ἁπάντων ἔξωθέν ἐστι τὸ δέρμα, κατὰ τὴν ἡμετέραν οἴκησιν εὔκρατον οὖσαν, ἐνδεικνύμενον τῶν ὑποκειμένων μορίων τὴν φύσιν, οὐδ’ ἐν αὐτῇ πάντων ἁπλῶς, ἀλλ’ ὅσα ταῖς κράσεσιν ὡσαύτως ἔχει τῷ δέρματι. κατὰ δὲ τὰς ὑπὸ ταῖς ἄρκτοις τε καὶ τῇ μεσημβρίᾳ χώρας, ἐπειδὴ τῶν μὲν εἰς τὸ βάθος ἀπελήλαται τὸ θερμὸν, ὑπὸ τοῦ περιέχοντος ἔξωθεν κρύους νικώμενον, τῶν δὲ εἰς τὸ δέρμα προσελήλυθεν, ὑπὸ τοῦ περιέχοντος θάλπους ἑλκόμενον, οὐκ ἐκ τῆς κατὰ τὸ δέρμα διαθέσεως οἷόν τε γνῶναι σαφῶς ὑπὲρ τῆς ἔνδον τῶν μορίων κράσεως. ἀνώμαλος γὰρ ἡ τοῦ σώματος κρᾶσις ἐν ταῖς δυσκράτοις χώραις, οὐχ ὡσαύτως ἐχόντων τῶν τ’ ἔξωθεν μορίων καὶ τῶν ἐντός. Κελτοῖς μὲν γὰρ καὶ Γερμανοῖς καὶ παντὶ τῷ Θρᾳκίῳ τε καὶ Σκυθικῷ γένει ψυχρὸν καὶ ὑγρὸν τὸ δέρμα,
628
καὶ διὰ τοῦτο μαλακόν τε καὶ λευκὸν καὶ ψιλὸν τριχῶν. ὅσοις δ’ ἔμφυτον θερμὸν εἰς τὰ σπλάγχνα καταπέφευγεν ἄμα τῷ αἵματι, κᾀνταῦθα κυκωμένου τε καὶ στενοχωρουμένου καὶ ζέοντος αὐτοῦ, θυμικοὶ, καὶ θρασεῖς, καὶ ὀξύῤῥοποι ταῖς γνώμαις ἀποτελοῦνται. Αἰθίοψι δὲ καὶ Ἄραψι καὶ ὅλοις τοῖς κατὰ μεσημβρίαν ἡ μὲν τοῦ δέρματος φύσις ὡς ἂν ὑπό τε τοῦ περιέχοντος θάλπους, καὶ τῆς ἐμφύτου θερμασίας ἔξω φερομένης, διακεκαυμένη καὶ σκληρὰ καὶ ξηρὰ καὶ μέλαινα. τὸ δ’ ὅλον σῶμα τῆς μὲν ἐμφύτου θερμότητος ἥκιστα μετέχει, θερμὸν δ’ ἐστὶν ἀλλοτρίῳ τε καὶ ἐπικτήτῳ θερμῷ. καὶ γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς Ἀριστοτέλους ἐπὶ πολλῶν διώρισται. καὶ χρὴ προσέχειν αὐτῷ τὸν νοῦν, εἴπερ τινὶ καὶ ἄλλῳ, καὶ σκοπεῖσθαι καθ’ ἕκαστον σῶμα, πότερον οἰκείῳ θερμῷ θερμόν ἐστιν, ἢ ἐπικτήτῳ. πάντα γοῦν τὰ σηπόμενα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ’ οἰκείῳ. καὶ τὰ τῶν ἐποικούντων τὴν μεσημβρινὴν χώραν θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δὲ οἰκείῳ. καὶ παρ’ ἡμῖν δὲ κατὰ μὲν τὸν χειμῶνα τὸ φύσει θερμὸν πλεῖον,
629
τὸ δ’ ἐπίκτητόν ἐστιν ἧττον. ἐν δὲ τῷ θέρει τὸ μὲν ἐπίκτητον πλέον, ἔλαττον δὲ τὸ σύμφυτον. ἅπαντα γοῦν ταῦτα διορίζεσθαι χρὴ τὸν μέλλοντα καλῶς διαγνῶναι κρᾶσιν. οὐ γὰρ δὴ ἁπλῶς, εἰ τὸ δέρμα μελάντερον ἤδη, θερμότερος ὁ ἄνθρωπος ὅλος, ἀλλ’ εἰ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἐχόντων. εἰ γὰρ ὁ μὲν ἐν ἡλίῳ θερμῷ διέτριψεν ἐπιπλέον, ὁ δ’ ἐν σκιᾷ, τῷ μὲν ἔσται μελάντερον τὸ δέρμα, τῷ δὲ λευκότερον. ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν τῆς ὅλης κράσεως ὑπάλλαξιν. αὐτὸ μὲν γὰρ τὸ δέρμα ξηρότερον ἡλιούμενον, ὑγρότερον δ’ ἔσται σκιατραφούμενον. ἡ φυσικὴ δ’ οὐκ εὐθὺς ὑπαλλαχθήσεται κρᾶσις οὔθ’ ἥπατος, οὔτε καρδίας, οὔτε τῶν ἄλλων σπλάγχνων. ἄριστον οὖν, ὡς εἴρηται καὶ πρόσθεν, ἑκάστου τῶν μορίων ἴδια πεπορίσθαι τῆς κράσεως τὰ γνωρίσματα. οἶον τῆς μὲν γαστρὸς, εἰ πέττει καλῶς, εὔκρατος, εἰ δ’ οὐ πέττει καλῶς, δύσκρατος. ἀλλ’ εἰ μὲν κνισσώδεις τινὰς ἢ καπνώδεις ἐργάζοιτο τὰς ἐρυγὰς, ἄμετρον αὐτῆς καὶ πυρῶδες ὑπάρχει τὸ θερμόν· εἰ δ’ ὀξείας,
630
ἄῤῥωστόν τε καὶ ἀσθενές. οὕτω δὲ καὶ βόεια κρέα καὶ πάντα τὰ δυσκατέργαστα καλῶς πεπτόντων, ἄμετρον τὸ θερμόν· ἀσθενὲς δὲ τῶν ταῦτα μὲν οὐ πεπτόντων, ἰχθύας δὲ πετραίους ἤ τι τοιοῦτο πεπτόντων. ἐπισκέπτεσθαι δὲ χρὴ πάλιν ἐνταῦθα, εἰ μὴ διά τινα χυμὸν ἑτέρωθεν ἐπιῤῥέοντα τὸ σύμπτωμα γίνεται τῇ γαστρί. φλέγμα μὲν γὰρ ἐνίοις ἐκ τῆς κεφαλῆς, ξανθὴ δ’ ἄλλοις ἐξ ἥπατος ἐς τὴν γαστέρα καταῤῥεῖ χολὴ, σπάνιον δὲ τοῦτο, καὶ ὀλιγίστοις συμβαίνει. παμπόλλοις δὲ ἐκ τῆς κεφαλῆς κατέρχεται φλέγμα, καὶ μάλιστα ἐν Ῥώμη τε καὶ τοῖς ὑγροῖς οὕτω χωρίοις. ἀλλά τοι καὶ τὸ σπάνιον ἐπιβλέπειν χρὴ, καὶ μηδὲν ἐν παρέργῳ τίθεσθαι, μηδ’ ἀμελεῖν. οἶδα γὰρ ἐγώ τισιν ἱκανῶς φλεγματώδεσιν ἀνθρώποις ἀθροιζομένην ἐν τῇ γαστρὶ χολὴν παμπόλλην ξανθὴν, ἣν ἐδέοντο πρὸ τῶν σιτίων ὕδωρ πίνοντες ἢ οἶνον ἐξεμεῖν. εἰ δ’ ἥψαντό ποτε σιτίων, πρὶν ἐμέσαι, διέφθειράν τε ταῦτα καὶ τὴν κεφαλὴν ὠδυνῶντο, καὶ τούτους ᾤοντό τινες χολώδεις εἷναι φύσει. καίτοι μαλακοί τε ἦσαν ὅλον τὸ σῶμα, καὶ λευκοὶ, καὶ ἄτριχοι, καὶ
631
πιμελώδεις, καὶ ἄφλεβοι, καὶ ἄμυοι, καὶ ἄναιμοι, καὶ ἁπτομένοις οὐ λίαν θερμοί. ἄλλους δέ τινας οἶδα μηδέποτε μὲν ἐμέσαντας χολὴν ξανθὴν, ἰσχνοὺς δὲ καὶ δασεῖς καὶ μυώδεις καὶ μέλανας καὶ φλεβώδεις καὶ θερμοὺς ἱκανῶς, εἴ τις ἅψαιτο, φαινομένους, οἷος καὶ ὁ φιλόσοφος Εὔδημος. ἀλλ’ ἐνταῦθα μὲν ἐμπέπτωκε καὶ ἀνατομικόν τι θεώρημα, ὃ μὴ γνόντες ἔνιοι τῶν ἰατρῶν ἀποροῦνται δεινῶς ἐπὶ τῇ διαφωνίᾳ τῶν συμπτωμάτων, ἀγνοοῦντες, ὡς ὁ πόρος, ᾧ τὴν χολὴν εἰς τὴν γαστέρα τὸ ἧπαρ ἐξερεύγεται, τοῖς μὲν διπλοῦς ἐστι, τοῖς δὲ ἁπλοῦς, ὡς κᾀν ταῖς τῶν τετραπόδων ζώων ἀνατομαῖς ἐστι θεάσασθαι. τὰ πολλὰ μὲν οὖν ἢ ἁπλοῦς ἐστιν, εἰς τὰ μεταξὺ πυλωροῦ τε καὶ νήστεως ἐκφυόμενος, ὃ δὴ γαστρὸς ἔκφυσιν ὀνομάζουσιν, ἢ διπλοῦς γενόμενος εἰς μὲν τὴν ἔκφυσιν ἐμβάλλει θατέρῳ στόματι τῷ μείζονι, θατέρῳ δὲ τῷ μικροτέρῳ κατὰ τὸν πυθμένα, μικρὸν ἀνωτέρω τοῦ πυλωροῦ. σπανιώτατα δὲ τὸ μὲν ἄνω μέρος αὐτοῦ ποτὲ μεῖζον εὑρίσκεται, τὸ κάτω δ’ ἔλαττον. 
632
ἀλλ’ ἐφ’ ὧν γε μεῖζόν ἐστιν, ἐπὶ τούτων ἡ γαστὴρ ἐφ’ ἡμέραν ἐμπίπλαται χολῆς οὐκ ὀλίγης, ἣν ἐμεῖν τε δέονται πρὸ τῶν σιτίων, καὶ βλάπτονται κατασχόντες. οἷς δὲ παντελῶς ἁπλοῦς ἐστιν ὁ πόρος, εἰς τὴν νῆστιν ἡ χολὴ τούτοις σύμπασα καταῤῥεῖ. πῶς οὗν χρὴ διαγινώσκειν αὐτούς; οὐ γὰρ δὴ ἀνατεμεῖν γε ζῶντας τοὺς ἀνθρώπους ἀξιῶ. πρῶτον μὲν ὅλῃ τοῦ σώματος τῇ κράσει, καθ’ ὅ τι καὶ μικρὸν ἔμπροσθεν ἐλέγετο, δεύτερον δὲ τοῖς ὑπιοῦσι κάτω. χολώδη μὲν γὰρ ἄκρατα διὰ τῆς γαστρὸς ἐξεκενοῦτο συνεχῶς Εὐδήμῳ, διότι καὶ πολλὴν ἤθροιζε χολὴν, καὶ οὐδὲν αὐτῆς εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖτο. τοῖς δὲ ἄλλοις, οἷς ἡ μὲν ἕξις φλεγματώδης, ἐμοῦσι δὲ χολὴν, ἥκιστα διαχωρεῖται χολῶδες· καὶ γὰρ ὀλίγον γεννᾶται τῆς ξανθῆς χολῆς αὐτοῖς, καὶ πλεῖστον εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖται. τρίτον ἐπὶ τοῖς εἰρημένοις εἶδος γνωρισμάτων ἐν αὐτοῖς τοῖς κενουμένοις ἐστίν. οἷς μὲν γὰρ ἐν τῇ γαστρὶ τὸ χολῶδες γεννᾶται περίττωμα, πρασοειδὲς φαίνεται· ξανθὸν δ’ ἀκριβῶς
633
ἐστιν, ἢ ὠχρόν γε πάντως, οἷς ἐξ ἥπατος ὑπέρχεται. καὶ οἷς μὲν ἐν γαστρὶ τὸ πρασοειδὲς τοῦτο γεννᾶται, χρὴ πάντως αὐτοῖς τὸ ἐδηδεσμένον σιτίον οὐκ ἄρτον οὐδὲ κρέας εἶναι χοίρειον, ἤ τι τοιοῦτο παραπλήσιον, ἀλλὰ θερμότερόν γε, τῶν δ’ ἐξ ἀνάγκης, καὶ οὐκ εὔχυμον. οἷς δ’ ἐξ ἥπατος εἰς αὐτὴν ἀφικνεῖται, ξανθὸν ἢ ὠχρὸν ἐμεῖται, κᾂν εὐχυμώτατον ᾖ τὸ ληφθὲν σιτίον, κᾂν ἄκρως πεφθῇ. καὶ μᾶλλον τοῖς ἀκριβῶς πέψασιν ἐμεῖται τὰ ξανθὰ, καὶ πολλῷ μᾶλλον ἔτι τοῖς ἐπὶ πλέον αὐτῶν ἀσιτήσασι. τὰ δὲ πρασοειδῆ μόνοις τοῖς κακῶς πέψασιν ἐν τῇ κοιλίᾳ γεννᾶται. καὶ μὲν δὴ καὶ φροντίδες, καὶ θυμοὶ, καὶ λῦπαι, καὶ πόνοι, καὶ γυμνάσια, καὶ ἀγρυπνίαι, καὶ ἀσιτίαι, καὶ ἔνδειαι πλείονα τὸν τῆς ξανθῆς χολῆς τούτοις ἀθροίζουσι χυμὸν, ὅτι καὶ πλείονα γεννῶσιν ἐν ἥπατι. ταῦτά τε οὖν ἀκριβῆ τὰ γνωρίσματα, καὶ πρὸς τούτοις ἔτι, τῷ μὲν αὐχμηρῷ καὶ πυρώδει τοῦ κατὰ τὴν γαστέρα θερμοῦ τῆς εἰς τὸ χολῶδες τροπῆς ἑπομένης, ἄρτοι καὶ κρέα χοίρεια
634
καὶ βόεια κάλλιον πεφθήσονται τῶν πετραίων ἰχθύων. εἰ δ’ ἐξ ἥπατος καταῤῥέοι, παρὰ τὴν τῶν ἐδεσμάτων ὑπάλλαξιν οὐδὲ μία τῆς πέψεως ἔσται διαφορά. ἐν τούτοις μὲν δὴ διώρισται τὸ δι’ ἄλλο τι καὶ μὴ διὰ τὴν κρᾶσιν γενόμενον. κατὰ τὸν αὐτὸν δὲ τρόπον, εἰ κᾀκ τῆς κεφαλῆς ἐπὶ τὴν γαστέρα φλέγμα καταῤῥέον ὀξυρεγμίας αἴτιον γίγνοιτο, χρὴ κᾀνταῦθα κατὰ τὰς ὁμοίας μεθόδους ἀποχωρίζειν αὐτὸ τοῦ τῆς γαστρὸς ἰδίου παθήματος. οὕτω δὲ καὶ τὰς τῆς κεφαλῆς ὀδύνας, ἢ διὰ τὴν οἰκείαν αὐτῆς δυσκρασίαν, ἢ διὰ τὰ τῆς γαστρὸς περιττώματα. καὶ μὲν δὴ καὶ τὸν ἐγκέφαλον ἐπισκέπτεσθαι καθ’ ἑαυτὸν, ὁποίας ἐστὶ κράσεως, ἄμεινον, οὖκ ἐκ τῆς τοῦ παντὸς σώματος διαθέσεως. αὐτοῦ δὲ κατ’ αὐτὸν, ὁποίας ἐστὶ κράσεως, ἐπίσκεψις ἥ τε πολίωσίς ἐστιν, οἵ τε κάταῤῥοι, καὶ βῆχες, καὶ κόρυζαι, καὶ σιέλου πλῆθος. ἅπαντα γὰρ ταῦτα ψυχρότερον αὐτὸν ἐμφαίνει καὶ ὑγρότερον ὑπάρχειν. ἔτι δὲ μᾶλλον, εἰ ἐπὶ ταῖς τυχούσαις προφάσεσιν εἰς τοιαύτας ἔρχεται διαθέσεις. ἡ δέ γε φαλάκρωσις ἐπὶ ξηρότητι, καὶ ἡ τῶν μελαινῶν τε καὶ πολλῶν τριχῶν γένεσις
635
εὐκρασίας ἐγκεφάλου γνώρισμα. κατὰ τοῦτον οὖν τὸν τρόπον ἀεὶ χρὴ σκοπεῖσθαι περὶ κράσεως, ἕκαστον ἰδίᾳ μόριον ἐξετάζοντα, καὶ μὴ περὶ πάντων ἀποφαίνεσθαι τολμᾷν ἐξ ἑνὸς, ὥσπερ ἐποίησαν ἔνιοι, τοὺς μὲν σιμοὺς ὑγροὺς εἶναι φάμενοι, τοὺς δὲ γρυποὺς ξηροὺς, καὶ οἶς μὲν οἱ ὀφθαλμοὶ μικροὶ, ξηροὺς, οἷς δὲ μεγάλοι, ὑγρούς. τοῦτο μὲν οὖν καὶ διαπεφώνηται πρὸς αὐτῶν. οἱ μὲν γάρ τινες ὑποθέμενοι, τῶν ὑγρῶν εἶναι μορίων τοὺς ὀφθαλμοὺς, ἐν οἷς ἂν μείζους εὑρίσκωσιν, ὑγρότητα κράσεως ἐν τούτοις κρατεῖν ὑπολαμβάνουσιν. ἔνιοι δὲ, τῇ ῥώμῃ τοῦ θερμοῦ κατὰ τὴν πρώτην διάπλασιν ἀναπνεύσαντος ἀθροώτερόν τε καὶ πλεῖον, οὐκ ὀφθαλμοὺς μόνον, ἀλλὰ καὶ τὸ στόμα καὶ τοὺς ἄλλους ἅπαντας πόρους γενέσθαι φασὶ μείζονας, ὅθεν οὐχ ὑγρότητος, ἀλλὰ θερμότητος εἶναι γνώρισμα. ἀμφότεροι δὲ διαμαρτάνουσι τῆς ἀληθείας, ἑνὶ μὲν καὶ κοινῷ λόγῳ, διότι περὶ παντὸς τοῦ σώματος ἐξ ἑνὸς ἀποφαίνεσθαι τολμῶσι μορίου· κατὰ δὲ δεύτερον τρόπον, ὅτι τῆς διαπλαστικῆς ἐν τῇ φύσει δυνάμεως οὐ μέμνηνται, τεχνικῆς
636
οὔσης καὶ τοῖς τῆς ψυχῆς ἤθεσιν ἀκολούθως διαπλαττούσης τὰ μόρια. περὶ ταύτης γάρ τοι καὶ Ἀριστοτέλης ἠπόρησε, μήποτ’ ἄρα θειοτέρας τινὸς ἀρχῆς εἴη, καὶ οὐ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρόν. οὔκουν ὀρθῶς μοι δοκοῦσι ποιεῖν οἱ προπετῶς οὕτως ὑπὲρ τῶν μεγίστων ἀποφαινόμενοι, καὶ ταῖς ποιότησι μόναις ἀναφέροντες τὴν διάπλασιν. εὔλογον γὰρ, ὄργανα μὲν εἶναι ταύτας, τὸ διαπλάττον δ’ ἕτερον. ἀλλὰ καὶ χωρὶς τῶν τηλικούτων ζητημάτων ἐνδέχεται ἐξευρίσκειν, ὡς ἔμπροσθεν ἐδείξαμεν, ὑγρὰν καὶ ξηρὰν, καὶ θερμὴν καὶ ψυχρὰν κρᾶσιν. ἁμαρτάνουσιν οὖν οἱ τῶν οἰκείων μὲν ἀμελοῦντες γνωρισμάτων, ἐπὶ δὲ τὰ πόῤῥω τε καὶ ζητήσεως ἱκανῆς τετυχηκότα καὶ μέχρι τοῦ δεῦρο καὶ παρ’ αὐτοῖς τοῖς ἀρίστοις φιλοσόφοις ἀπορούμενα μεταβαίνοντες. οὐδὲ γὰρ οὐδ’ ὅτι τὰ μὲν παιδία σιμώτερα, γρυπώτεροι δ’ οἱ παρακμάζοντες, εὔλογον, ὑγροὺς μὲν νομίζειν τοὺς σιμοὺς ἅπαντας, ξηροὺς δὲ τοὺς γρυπούς. ἀλλ’ ἐνδέχεται μὲν, καὶ τῆς διαπλαστικῆς δυνάμεως ἔργον εἶναι τὸ τοιοῦτο μᾶλλον, ἢ τῆς κράσεως. εἰ δ’ ἄρα καὶ 
637
τῆς κράσεως εἴη γνώρισμα, τῆς ἐν τῇ ῥινὶ μόνης εἴη ἄν, οὐ τῆς ἐν ὅλῳ τῷ σώματι. μάτην οὖν ὑπ’ αὐτῶν κᾀκεῖνο λέγεται, τὸ ῥῖνά τε ὀξεῖαν γίνεσθαι καὶ ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας ἐν ταῖς ξηραῖς φύσει κράσεσιν, ὅτι κᾀν τοῖς πάθεσιν οὕτω συμπίπτει τοῖς συντήκουσί τε καὶ κενοῦσι πέρα τοῦ μετρίου τὰ σώματα. πολλάκις μὲν γὰρ οὕτω συμπίπτει, πολλάκις δ’ οὐχ οὕτως. ἀλλ’ ἔστιν ἰδεῖν καὶ μαλακὴν καὶ πιμελώδη καὶ λευκὴν καὶ πολύσαρκον ὅλου τοῦ σώματος τὴν ἕξιν ἐπὶ μικροῖς ὀφθαλμοῖς ἢ ὀξείᾳ ῥινὶ, καὶ ξηρὰν καὶ ἄσαρκον καὶ μέλαιναν καὶ δασεῖαν ἐπί τε τοῖς μεγάλοις ὀφθαλμοῖς σιμῇ τε τῇ ῥινί. βέλτιον οὖν, εἴπερ ἄρα τῆς ῥινὸς μόνης, ὑγρότητα μὲν τῇ σιμότητι, ξηρότητα δὲ τῇ γρυπότητι τεκμαίρεσθαι, καὶ μὴ περὶ τῆς ἅπαντος τοῦ ζώου κράσεως ἐντεῦθεν ἀποφαίνεσθαι. κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ὀφθαλμῶν καὶ παντὸς οὗτινος οὖν ἑτέρου μορίου τὴν ἰδίαν κρᾶσιν ἐκ τῶν οἰκείων ἐπισκοπεῖσθαι γνωρισμάτων ἄμεινον, οὐ περὶ τῆς ὅλης τοῦ σώματος κράσεως ἀφ’ ἑνὸς μέρους
638
ἐπίδειξιν λαμβάνειν. εἴτε γὰρ ὑγρότητος, εἴτε θερμότητος ἐπικρατούσης, εἴτε καὶ ἀμφοτέρων, ὀφθαλμοὺς γλαυκοὺς τίθεσθαι χρὴ, γνώρισμα τῆς οἰκείας ἂν εἶεν οὕτω γε, καὶ οὐ τῆς ἁπάντων τῶν μορίων τοῦ σώματος ἐνδεικτικοὶ κράσεως. οὐδὲ γὰρ, εἰ σκληρὰ καὶ ἄσαρκα τὰ σκέλη, ξηρὰ πάντως καὶ ἡ κρᾶσις ὅλου τοῦ σώματος. ἔνιοι γὰρ ἱκανῶς εὔσαρκοι καὶ πιμελώδεις καὶ παχεῖς καὶ προγάστορες καὶ μαλακοὶ καὶ λευκοὶ γίνονται μετὰ τοιούτων σκελῶν. ἀλλ’ εἰ μὲν ὁμαλῶς ἅπαν ἔχει τὸ σῶμα τῆς κράσεως, οἶς μὲν ἰσχνὰ τὰ σκέλη, ξηροὶ πάντως εἰσὶν, ὑγροὶ δ’, οἷς παχέα. καὶ οἷς μὲν ἡ ῥὶς ὀξεῖα ἢ γρυπὴ, οὗτοι ξηροὶ, σιμῆς δ’ οὔσης, ὑγροί. κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ὀφθαλμῶν, καὶ τῶν κροτάφων, ἁπάντων τε τῶν ἄλλων μορίων. οἷς δ’ ἀνώμαλος ἡ κρᾶσις, καὶ οὐχ ἡ αὐτὴ πάντων τῶν μορίων, ἄτοπόν ἐστιν ἐξ ἑνὸς μορίου φύσεως ὑπὲρ ἁπάντων ἀποφαίνεσθαι. τοιοῦτο δέ τι τοὺς πλείστους αὐτῶν ἠπάτησεν, οὐχ ὑπὲρ ἀνθρώπων μόνων, ἀλλὰ καὶ περὶ τῶν
639
ἄλλων ζώων ἀποφῄνασθαι τολμήσαντας ὑπὲρ ὅλης τῆς κράσεως ἐκ μόνων τῶν κατὰ τὸ δέρμα γνωρισμάτων. οὐδὲ γὰρ, εἰ σκληρὸν τὸ δέρμα, ξηρὸν ἐξ ἀνάγκης τὸ ζῶον, ἀλλ’ ἐγχωρεῖ τὸ δέρμα μόνον, οὔτ’ εἰ μέλαν, οὔτ’ εἰ δασύ. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτ’ εἰ μαλακὸν ἢ ψιλὸν τριχῶν, ὑγρὸν ἐξ ἀνάγκης ὅλον τὸ ζῶον. ἀλλ’ εἰ μὲν ὁμαλῶς κέκραται σύμπαν, εὔλογόν ἐστιν, οἷόν περ τὸ δέρμα, τοιοῦτο εἶναι καὶ τῶν ἄλλων ἕκαστον μορίων· εἰ δ’ ἀνωμάλως, οὐκέτι. τῶν γοῦν ὀστρέων ὑγρότατον μὲν ὅλον τὸ σῶμα, ξηρότατον δὲ τὸ δέρμα. τὸ γὰρ δὴ ὄστρακον αὐτοῖς, οἷόν περ ἡμῖν τὸ δέρμα. καὶ ἡ προσηγορία δ’ ἐντεῦθεν, ὀστρακοδέρμων ἁπάντων τῶν τοιούτων ζώων ὀνομασθέντων, ἐκ τοῦ τὸ δέρμα παραπλήσιον αὐτοῖς εἶναι τῷ ὀστράκῳ. καὶ τὰ μαλακόστρακα δὲ, καθάπερ ἀστακοὶ, καὶ κάραβοι, καὶ καρκῖνοι, ξηρὸν μὲν ἔχει τὸ δέρμα, τὴν δ’ ἄλλην ἅπασαν κρᾶσιν ὑγράν. καὶ αὐτὸ δὴ τοῦτο πολλάκις αἴτιον ὑπάρχει τοῖς ζώοις τῆς ἐν ταῖς σαρξὶν ὑγρότητος, ὅτι πᾶν αὐτοῖς
640
τὸ ξηρὸν καὶ γεῶδες ἡ φύσις ἀποτίθεται πρὸς τὸ δέρμα. μὴ τοίνυν μήθ’, ὅτι ξηρὸν τοῦτο τοῖς ὀστρέοις, εὐθέως καὶ τὴν σάρκα νομιστέον ὑπάρχειν ξηρὰν, μήθ’, ὅτι πλαδαρὰ καὶ μυξώδης, ἤδη τοιοῦτο ὑποληπτέον εἶναι καὶ τὸ δέρμα. δίκαιον γὰρ, ἕκαστον τῶν μορίων ἐξ ἑαυτοῦ γνωρίζεσθαι. ταῦτά τε οὖν ἁμαρτάνουσιν οἱ τὰ περὶ κράσεων ἡμῖν ὑπομνήματα καταλελοιπότες· ἔτι δὲ πρὸς τούτοις, ὅτι μηδὲ μέμνηνται τοῦ πρὸς Ἱπποκράτους ὀρθότατα παρῃνημένου, τοῦ δεῖν ἐπισκέπτεσθαι τὰς μεταβολὰς, ἐξ οἵων εἰς οἶα γίγνεται. πολλάκις γὰρ τὰ παρόντα γνωρίσματα τῆς ἔμπροσθεν κράσεώς ἐστιν, οὐ τῆς νῦν ὑπαρχούσης τῷ σώματι. φέρε γὰρ, εἴ τις ἐτῶν γεγονὼς ἑξήκοντα δασὺς ἱκανῶς εἴη, μὴ διότι νῦν ἐστι θερμὸς καὶ ξηρὸς, ἀλλ’ ὅτι πρόσθεν μὲν τοιοῦτος ἐγένετο, ὑπομένουσι δ’ αἱ τότε γεννηθεῖσαι τρίχες, ὥσπερ ἐν τῷ θέρει πολλάκις αἱ κατὰ τὸ ἔαρ ἀναφυεῖσαι βοτάναι. τισὶ μὲν γὰρ ἐν τῷ χρόνῳ καὶ κατὰ βραχὺ συνέβη τῆς ἄγαν ἐκείνης ἀπαλλαγῆναι δασύτητος, ἐκπιπτουσῶν ἐκ τῆς ἄκρας ξηρότητος τῶν τριχῶν· ἐνίοις δὲ
641
ἄχρι πλείστου παραμένουσιν, οἶς ἂν μήτ’ ἀποξηρανθῶσιν ἱκανῶς ἐπὶ προήκοντι τῷ χρόνῳ, καὶ τὴν πρώτην ἔκφυσιν αἱ τρίχες αὐτοῖς ἰσχυρὰν ποιήσωνται δίκην φυτῶν ἀκριβῶς ἐνεῤῥιζωμένων τῇ γῇ. μὴ τοίνυν, εἰ δασύς τις ἱκανῶς ἐστιν, εὐθὺς τοῦτον οἰώμεθα μελαγχολικὸν ὑπάρχειν, ἀλλ’ εἰ μὲν ἀκμάζων, οὔπω τοιοῦτον· εἰ δὲ παρακμάζων, ἤδη μελαγχολικόν· εἰ δὲ γέρων, οὐκ ἔτι. γίνονται γὰρ αἱ μελαγχολικαὶ κράσεις ἐκ συγκαύσεως αἵματος. οὐ μὴν, ἐπειδὰν ἄρξηται τοῦτο πάσχειν, εὐθὺς καὶ κατοπτᾶται τελέως. ἀλλ’ ἐν τάχει μὲν ἱκανῶς ἔσται δασὺς ὁ θερμὸς καὶ ξηρὸς, εἴ γε μεμνήμεθα τῶν ἔμπροσθεν λόγων, οὐκ εὐθέως δὲ μελαγχολικός. ἡ γὰρ τοῦ δέρματος πύκνωσις, εἴργουσα τῶν παχυτέρων περιττωμάτων τὴν διέξοδον, ἀναγκάζει συγκαίεσθαι κατὰ τὰς ἄκρως θερμὰς κράσεις, ὥστε τοιοῦτο αὐτοῖς ὑπάρχειν ἤδη τὸ περίττωμα τὸ φύον τὰς τρίχας, οἷον ἐν τοῖς ἀγγείοις ἔσεσθαι μέλλει, προελθόντος τοῦ χρόνου. καὶ ταῦτ’ οὖν ἠμέληται τοῖς ἔμπροσθεν, ἔτι τε πρὸς τούτοις, ἐπειδὰν
642
ἐκ τῆς φύσεως τῶν περιττωμάτων ἀδιορίστως περὶ τῶν κράσεων ἀποφαίνωνται. νομίζουσι γὰρ ἀνάλογον ἔχειν τὰς κράσεις τῶν μορίων τῇ φύσει τῶν περιττωμάτων. τὸ δὲ οὐχ ὅλον ἀληθές ἐστιν, ἀλλ’ ἐγχωρεῖ ποτε περιττώματα μὲν ἀθροίζεσθαι φλεγματώδη, ὑγρὸν δὲ οὐκ εἶναι τὸ μόριον, ἀλλὰ ψυχρὸν μὲν ἐξ ἀνάγκης, ὑγρὸν δ’ οὐκ ἐξ ἀνάγκης· ἐγχωρεῖ γὰρ καὶ ξηρὸν εἶναι. τὸ δ’ ἀπατῆσαν αὐτοὺς εὐφώρατον. οὐ γὰρ ἐνόησαν, ὡς ἐκ τῶν σιτίων, καὶ οὐκ ἐξ αὐτοῦ τοῦ σώματος ἡμῶν γίγνεται τὸ φλέγμα. θαυμαστὸν οὖν οὐδὲν, εἰ μὴ κρατῆσάν ποτε τὸ σῶμα τῶν προσενεχθέντων σιτίων, ὑγρῶν, εἰ τύχοι, τὴν φύσιν ὑπαρχόντων, ὅμοιον αὐτοῖς ἀποτελέσει καὶ τὸ περίττωμα. μὴ τοίνυν ὑπολαμβανέτωσαν, ὥσπερ τὸ σῶμα ξηρὸν, οὕτω καὶ τὸ περίττωμα δεῖν ξηρὸν εἶναι. εἰ γάρ τις εὐθὺς ἐξ ἀρχῆς ἐγένετο τῇ κράσει ξηρότερός τε καὶ ψυχρότερος, οὐ μελαγχολικός ἐστιν ὁ τοιοῦτος, ἀλλὰ φλεγματικὸς τοῖς περιττώμασιν. εἰ δ’ ἐκ μεταπτώσεως ἐγένετο ξηρὸς καὶ ψυχρὸς, ἐξ ἀνάγκης ὁ τοιοῦτος εὐθὺς ἤδη
643
καὶ μελαγχολικός ἐστιν· οἷον εἴ τις ἔμπροσθεν θερμὸς καὶ ξηρὸς ἐκ συγκαύσεως τοῦ αἵματος ἐγέννησε πλείστην τὴν μέλαιναν χολήν. οὗτος γοῦν ἐστιν ὁ πρὸς τῷ ξηρὸς εἷναι καὶ ψυχρὸς εὐθὺς καὶ μελαγχολικὸς ὑπάρχων. εἰ δ’ ἀπ’ ἀρχῆς εἴη ψυχρὸς καὶ ξηρὸς, ἡ μὲν ἕξις τοῦ σώματος τούτῳ λευκὴ καὶ μαλακὴ καὶ ψιλὴ τριχῶν, ἄφλεβος δὲ καὶ ἄναρθρος καὶ ἰσχνὴ καὶ ἁπτομένοις ψυχρὰ, καὶ τὸ τῆς ψυχῆς ἦθος ἄτολμον καὶ δειλὸν καὶ δύσθυμον, οὐ μὴν μελαγχολικά γε τὰ περιττώματα. ταῦτά γε οὖν ἅπαντα διαμαρτάνουσιν οἱ πολλοὶ τῶν ἰατρῶν ἐκ τοῦ τῶν οἰκείων μὲν ἀποχωρῆσαι γνωρισμάτων, ἐπὶ δὲ τὰ συμβεβηκότα μὴ διὰ παντὸς, ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ, μεταβῆναι. διὰ ταῦτα γὰρ καὶ τὸ θερμαῖνον ἡγοῦνται πάντως ξηραίνειν. ἔγνωκα γὰρ ἔτι τοῦτο προσθεὶς οἶον κορωνίδα τε καὶ κεφαλὴν τῷ λόγῳ παντὶ, καταπαύειν ἤδη τὸ δεύτερον γράμμα. θερμὸν γοῦν ὕδωρ ἐπαντλοῦντες ἑκάστοτε τοῖς φλεγμαίνουσι μορίοις, εἶθ’ ὁρῶντες αὐτῶν ἐκκενουμένην τὴν ὑγρότητα, προφανῶς οἴονται δείκνυσθαι τὸ ξηραίνεσθαι πάντῃ πρὸς θερμασίας, οὐκ
644
εἰ μετὰ ξηρότητος μόνον, ἀλλ’ εἰ καὶ μεθ’ ὑγρότητος εἴη. ἔστι δ’ οὐ ταὐτὸ, ἢ κενῶσαί τινος ὑγρότητα παρεσπαρμένην ἔν τισι χώραις, ἢ ξηροτέραν ἀπεργάζεσθαι τὴν οἰκείαν κρᾶσιν. ἀνώμαλος γάρ τις ἐν τοῖς φλεγμαίνουσι μορίοις γίνεται δυσκρασία, τῶν μὲν ὁμοιομερῶν σωμάτων οὔπω τῆς οἰκείας ἐξεστηκότων φύσεως, ἀλλ’ ἔτι μεταβαλλομένων τε καὶ ἀλλοιουμένων, ἐμπεπλησμένων δὲ τοῦ ῥεύματος ἁπάντων τῶν μεταξὺ χώρων. ἅπαντα οὖν, ὅσα θερμὰ καὶ ὑγρὰ τὴν κρᾶσίν ἐστιν, προσαγόμενα τοῖς οὕτω διακειμένοις, ἐκκενοῖ μὲν τὸ περιττὸν ἐκεῖνο, τὸ τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν κατειληφός· αὐτὰ δὲ τὰ σώματα τοσούτου ἀποδεῖ τοῦ ξηραίνειν, ὥστε καὶ προσδίδωσιν αὐτοῖς ὑγρότητα. τὸ μὲν οὖν ἀληθὲς ὧδ’ ἔχει. δεῖ δὲ τοῖς εἰρημένοις ἀποδείξεως, ἣν μακροτέραν τε εἶναι νομίζων, ἢ ὥστε προσγράφεσθαι κατὰ τόνδε τὸν λόγον, ἔτι δὲ ἀκροατοῦ δεομένην ἐπισταμένου περὶ φαρμάκων δυνάμεως, ἀναβάλλομαι τό γε νῦν
645
διελθεῖν. ἀλλ’ ἐπειδὰν τὸν τρίτον τοῦτον λόγον τὸν περὶ κράσεων ἅπαντα διέλθω, καὶ δείξω περὶ τῶν κατὰ δύναμιν ὑγρῶν καὶ ψυχρῶν καὶ θερμῶν καὶ ξηρῶν ἅπασαν τὴν μέθοδον, ἐφεξῆς οὕτω βιβλίον ἕτερον ὅλον ὑπὲρ τῆς ἀνωμάλου δυσκρασίας ἔγνωκα γράψασθαι. τελειωθήσεται γὰρ ἅπας ἡμῖν ὁ περὶ κράσεων λόγος, εἴς τε τὴν θεραπευτικὴν μέθοδον οὐ σμικρὰς ἀφορμὰς παρέξει.