De temperamentis

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Τὸ δέ γε νῦν εἶναι, πειράσομαι πρῶτον 

524
ἐνδείξασθαι τοῖς λέγουσι ταῦτα, πῆ ποτε σοφίζονται σφᾶς αὐτοὺς, εἶτ’ ἐφεξῆς ἐπιδεῖξαι τὸν ἅπαντα λόγον, εἰς ἓν ἀθροίσας κεφάλαιον. ὅτι μὲν δὴ τὸ ἔαρ οἴονται θερμὸν εἶναι καὶ ὑγρὸν ἅμα καὶ εὔκρατον, ἐντεῦθεν σοφίζονται προφανῶς. οὔτε γὰρ ὑγρὸν ὡς χειμὼν, οὔτε θερμὸν ὡς τὸ θέρος, ὥστ’ οὐδέτερον ἀμέτρως. ἀμετρίας δ’ ἦν ἕκαστον τῶν τοιούτων ὀνομάτων, καὶ κατ’ αὐτοὺς ἐκείνους, δηλωτικόν. διχῶς δ’ ἐσφάλησαν, πρῶτον μὲν ἐκ τοῦ βούλεσθαι πάντως ἐν ταῖς ὥραις εὑρεῖν τὴν τετάρτην συζυγίαν τῶν κράσεων, ἔπειτα δ’ ἐκ τοῦ καὶ θερμότερον ἢ κατὰ τὸν χειμῶνα, καὶ ὑγρότερον ἢ κατὰ τὸ θέρος ὑπάρχειν αὐτό. ἀλλ’ οὔτ’ ἀναγκαῖον ἐν ταῖς ὥραις ὑποτίθεσθαι τὴν τετάρτην συζυγίαν τῶν κράσεων, εἰ μὴ καὶ φαίνοιτο, καὶ τὸ παραβάλλειν αὐτὸ ταῖς ἑκατέρωθεν ὥραις οὐδὲν μᾶλλον ὑγρὸν καὶ θερμὸν ἢ ψυχρὸν ἀποδείξει καὶ ξηρόν. εἰ μὲν γὰρ ἀμετρίας ἐστὶν ὀνόματα τὸ ὑγρὸν καὶ τὸ θερμὸν, οὐκ ἀληθεύεται κατ’ αὐτούς· σύμμετρον γὰρ ἐν ἅπασι τὸ ἔαρ.
525
εἰ δ’, ὅτι θέρους μέν ἐστιν ὑγρότερον, χειμῶνος δὲ θερμότερον, ὑγρόν ἐστι καὶ θερμὸν, οὐδὲν ἦττον αὐτὸ ψυχρὸν καὶ ξηρὸν νομίζεσθαι προσήκει, διότι θέρους μέν ἐστι ψυχρότερον, χειμῶνος δὲ ξηρότερον. ἢ τίς ἀποκλήρωσις, ἓν μὲν τῶν ἐκ τῆς ἀντιθέσεως ἀπὸ τοῦ χειμῶνος, ἓν δὲ ἀπὸ τοῦ θέρους λαμβάνειν; ἐν ἑκατέραις γὰρ ἀμφοτέρων διαφέρον, οὐκ ἐξ ἡμίσεως ὀφείλει τὴν παραβολὴν, ἀλλ’ ὁλόκληρον ἴσχειν. καὶ μὴν εἴπερ οὕτως γίνοιτο, τἀναντία φήσομεν ὑπάρχειν αὐτῷ. θερμὸν μὲν γὰρ ἔσται καὶ ξηρὸν, εἰ τῷ χειμῶνι, ψυχρὸν δ’ αὖ καὶ ὑγρὸν, εἰ τῷ θέρει παραβάλλοιτο. κατ’ οὐδετέραν οὖν τῶν παραβολῶν ὁλοκλήρως γινομένην ὑγρὸν καὶ θερμὸν ἔσται. εἰ δ’ ἔξεστιν ἐκείνοις ἐξ ἑκατέρας αὐτῶν ἥμισυ λαβοῦσιν ὑγρὸν ἀποφαίνειν αὐτὸ καὶ θερμὸν, ἐξέσται δήπου καὶ ἡμῖν ἐπὶ θάτερον ἥμισυ μετελθοῦσιν ξηρὸν καὶ ψυχρὸν ἀποφῇναι, ξηρὸν μὲν ὡς πρὸς, τὸν χειμῶνα, ψυχρὸν δὲ ὡς πρὸς τὸ θέρος. ἅπαντα οὖν οὕτως ἔσται τὸ ἔαρ, ὑγρὸν, ξηρὸν, θερμὸν, ψυχρόν. ἀλλ’ οὐδὲ
526
κατ’ αὐτοὺς ἐκείνους οἶόν τέ ἐστιν ἐν ἑνὶ καὶ ταὐτῷ πράγματι τὰς τέτταρας ἐπικρατῆσαι ποιότητας· οὔκουν οὔτε θέρει παραβαλεῖν· οὔτε χειμῶνι τὸ ἔαρ, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ σκοπεῖσθαι δίκαιον. οὐδὲ γὰρ οὐδὲ τὸν χειμῶνα διὰ τοῦτο λέγομεν ὑγρὸν εἶναι καὶ ψυχρὸν, ὅτι τῶν ἄλλων ὡρῶν ἐστιν ὑγρότατος καὶ ψυχρότατος. ἀλλὰ τοῦτο μὲν καὶ ἄλλως αὐτῷ συμβέβηκεν· ὅτι δὲ πλεονεκτεῖ κατ’ αὐτὸν ἡ μὲν ὑγρότης τῆς ξηρότητος, ἡ δὲ ψυχρότης τῆς θερμότητος, διὰ τοῦτο ψυχρὸς εἶναι καὶ ὑγρὸς λέγεται. κατὰ ταὐτὸ δὲ καὶ τὸ θέρος, ὅτι κᾀν τούτῳ τὸ μὲν ὑγρὸν ἀπολείπεται τοῠ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ, διὰ τοῦτο θερμὸν εἶναι λέγεται καὶ ξηρόν. καὶ γὰρ δίκαιον, ἐκ τῆς οἰκείας φύσεως ἑκάστην τῶν ὡρῶν ἐξεταζομένην, οὐ πρὸς ἄλλην τινὰ παραβαλλομένην, ἢ θερμὴν, ἢ ψυχρὰν, ἢ ξηρὰν, ἢ ὑγρὰν ὀνομάζεσθαι. καὶ δὴ καὶ σκοπουμένῳ σοι κατὰ τάδε φανεῖται τὸ ἔαρ ἀκριβῶς μέσων ἁπασῶν τῶν ὑπερβολῶν. οὔτε γὰρ ὡς ἐν χειμῶνι πλεονεκτεῖ τὸ ψυχρὸν
527
ἐν αὐτῷ τοῦ θερμοῦ, οὔθ’ ὡς ἐν θέρει πλεονεκτεῖται. κατὰ ταὐτὰ δὲ καὶ ξηρότητός τε καὶ ὑγρότητος ἰσομοιρία τίς ἐστιν ἐν αὐτῷ, μήθ’ ὡς ἐν θέρει κρατοῦντος τοῦ ξηροῦ, μήθ’ ὡς ἐν χειμῶνι τοῦ ὑγροῦ. διὰ τοῦτο ὀρθῶς εἴρηται πρὸς Ἱπποκράτους, ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες. ἀλλὰ καὶ τὸ φθινόπωρον ἧττον μὲν ἢ τὸ θέρος θερμὸν, ἧττον δὲ ἢ ὁ χειμὼν ψυχρόν. ὥστε ταύτῃ μὲν οὔτε θερμὸν ἁπλῶς, οὔτε ψυχρὸν, ἀμφότερα γάρ ἐστι, καὶ οὐδέτερον ἄκρως. ἕτερον δέ τι πρόσεστιν αὐτῷ κακὸν, ὅπερ ἐπεσημήνατο καὶ Ἱπποκράτης ἐν ἀφορισμοῖς λέγων· ὁκόταν τῆς αὐτῆς ἡμέρης, ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψύχος γίγνηται, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή. καὶ τοῦτό ἐστι τὸ μάλιστα νοσῶδες ἐργαζόμενον τὸ φθινόπωρον, ἡ ἀνωμαλία τῆς κράσεως. οὐκ ὀρθῶς οὖν εἴρηται ψυχρὸν καὶ ξηρὸν, οὐ γάρ ἐστι ψυχρὸν αὐτὸ καθ’ αὑτὸ θεωρούμενον, ὥσπερ ὁ χειμὼν, ἀλλὰ τῷ θέρει παραβαλλόμενον,
528
ἐκείνου ψυχρότερον. οὐ μὴν οὐδ’ ὁμαλῶς εὔκρατον, ὡς τὸ ἔαρ, ἀλλ’ ὅτι μάλιστα τούτῳ διενήνοχεν ἐκείνης τῆς ὥρας, ὅτι τὴν εὐκρασίαν τε καὶ τὴν ὁμαλότητα διὰ παντὸς ἴσην οὐ κέκτηται. πολὺ γὰρ θερμότερόν ἐστι κατὰ τὴν μεσημβρίαν, ἢ κατὰ τὴν ἕω τε καὶ τὴν ἑσπέραν. ὑγρότητι δὲ καὶ ξηρότητι μέσον μὲν οὐκ ἔστιν ἀκριβῶς, ὡς τὸ ἔαρ, ἀλλ’ ἐπὶ τὸ ξηρότερον ῥέπει. λείπεται δὲ κᾀν τούτῳ τοῦ θέρους, οὐ μὴν τοσοῦτόν γε, ὅσον θερμότητι. δῆλον οὖν, ὡς οὐδὲ τὸ φθινόπωρον ἁπλῶς οὕτως ῥητέον, ὡς ἐκεῖνοι λέγουσι, ψυχρόν τε εἶναι καὶ ξηρόν. ἄκρως μὲν γὰρ οὐδέτερόν ἐστιν, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ξηρὸν τοῦ ὑγροῦ. καὶ δικαίως ἂν λεχθείη ταύτῃ μὲν ξηρὸν, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μικτὸν ἐξ ἀμφοῖν καὶ ἀνώμαλον. ὥστ’ εἴπερ τὰς τέσσαρας συζυγίας τῶν κράσεων εἰς τὰς τέσσαρας ὥρας διανεῖμαι σπεύδουσιν, ἴστωσαν οὐ μόνον ἦρι κακῶς προσάψαντες ὑγρότητα καὶ θερμότητα κράσεως, ἀλλὰ καὶ φθινοπώρῳ ψυχρότητα καὶ ξηρότητα. 
529
καίτοι γε, εἰ καὶ τοῦτο συνεχωρεῖτο ξηρὸν εἶναι καὶ ψυχρὸν, οὐκ ἦν ἀναγκαῖον εὐθέως, ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ἔαρ. οὐ γὰρ, εἰ τέτταρες αἱ πᾶσαι συζυγίαι τῶν ἀμέτρων κράσεων εἰσὶν, ἤδη πάσας ἀναγκαῖον εἰς τὰς τέσσαρας ὥρας νενεμῆσθαι. ἀλλ’ εἴπερ ἄρα τάξις τίς ἐστιν ἐν τῷ κόσμῳ, καὶ κατὰ τὸ βέλτιον, οὐ κατὰ τὸ χεῖρον ἅπαντα κεκόσμηται, πιθανώτερον ἦν, εὐκράτους μὲν τὰς πλείους ὥρας γεγενῆσθαι, μίαν δὲ ἐξ αὐτῶν, εἴπερ ἄρα, τὴν δύσκρατον. οἱ δέ γε τοὐναντίον ἀποδεῖξαι σπεύδουσιν, ὡς οὐδεμία τῶν ὡρῶν ἐστιν εὔκρατος, ἀλλ’ ἐξ ἀνάγκης ἐν αὐταῖς ἐπικρατεῖ νῦν μὲν τὸ θερμὸν, αὖθις δὲ τὸ ψυχρὸν, καὶ νῦν μὲν, εἰ τύχῃ, τὸ ξηρὸν, αὖθις δὲ τὸ ὑγρόν. ἐγὼ δὲ τοσοῦτον ἀποδέω τοῦ ὑγρὸν καὶ θερμὸν ἀποφαίνειν τὸ ἔαρ, ἢ, ὅ τί περ ἂν εὔκρατον ᾖ, θερμὸν καὶ ὑγρὸν εἶναι συγχωρεῖν, ὥστε πᾶν τοὐναντίον ἀποφαίνομαι, χειρίστην εἶναι κατάστασιν κράσεως τοῦ περιέχοντος ἀέρος τὴν θερμὴν καὶ ὑγρὰν, ἣν ἐν μὲν ταῖς ὥραις οὐκ ἂν εὕροις ὅλως, ἐν δὲ ταῖς νοσώδεσί τε καὶ
530
λοιμώδεσι καταστάσεσιν ἐνίοτε συμπίπτει, καθάπερ που καὶ ὁ Ἱπποκράτης ἐμνημόνευσε, λέγων· ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. τοῦτο γάρ ἐστιν ἴδιον ὑγρᾶς καὶ θερμῆς καταστάσεως, ὕειν συνεχῶς ἐν καύμασιν. εἰ δ’ ἤτοι μόνον εἴη καῦμα, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος θέρους, ἢ ὕει μὲν, ἀλλ’ ἐν κρύει, καθάπερ ἐν χειμῶνι, θερμὴν καὶ ὑγρὰν οὐχ οἶόν τε τὴν τοιαύτην εἶναι κατάστασιν. ἆρ’ οὖν ἄνοσον ἐκεῖνο τὸ θέρος, ἐν ᾧ, φησὶν, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου; καὶ μὴν ἄνθρακας ἐν αὐτῷ γενέσθαι διηγεῖται, σαπέντων δηλονότι τῶν ἐν τῷ σώματι περιττωμάτων, καί τινας ἰχῶρας θερμοὺς καὶ ὑγροὺς ἀμέτρως γεννησάντων. εἴσῃ δὲ ἐξ αὐτῆς τῆς ῥήσεως, εἰ πᾶσαν αὐτήν σοι παραγράψαιμι, τόνδε τὸν τρόπον ἔχουσαν. ἄνθρακες ἐν Κρανῶνι θερινοί. ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. ἐγίνοντο δὲ μᾶλλον Νότῳ· καὶ ὑπεγίνοντο μὲν ὑπὸ τὸ δέρμα ἰχῶρες· ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο, καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλύκταιναι ὥσπερ πυρίκαυστοι
531
ἐπανίσταντο, καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον. ἀλλ’ ἐνταῦθα μὲν, ὡς ἂν μιᾶς ὥρας μετακοσμηθείσης, ἧττον τὸ κακόν· εἰ δὲ δύο ἢ τρεῖς ὑπαλλαχθεῖεν, ἢ καὶ σύμπαν τὸ ἔτος ὑγρὸν καὶ θερμὸν γένοιτο, μέγιστον ἀνάγκη συμπεσεῖν οὕτω λοιμὸν, οἶον ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν διηγεῖται. παραγράψω δὲ πρῶτον μὲν ἅ περὶ τῆς τῶν ὡρῶν ἀκοσμίας εἶπεν, ἐφεξῆς δὲ καὶ τὰ περὶ τῆς ἐπιγινομένης φθορᾶς τῶν ἀνθρώπων. ἐν ἅπασι δ’ αὐτοῖς προσέχειν σε τὸν νοῦν ἀκριβῶς ἀξιῶ καὶ σκοπεῖσθαι, πρῶτον μὲν, ὁποῖόν τι πρᾶγμα θερμὴ καὶ ὑγρὰ κρᾶσίς ἐστιν, ὡς οὐδὲν ἦρι παρόμοιον, εὐκράτῳ χρήματι· δεύτερον δὲ, ὡς ἀναγκαῖον ἐν αὐτῇ σήπεσθαι πάντα. ἄρχεται μὲν οὖν ὁ Ἱπποκράτης τῆς διηγήσεως ὧδε. ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος. εἶτα τούτοις ἐπιφέρει τὰ κατὰ μέρος ἁπάσης τῆς καταστάσεως, ὄμβρους πολλοὺς ἐν θερμῇ καὶ νοτίᾳ καταστάσει γενέσθαι γράφων, εἶτ’ αὖθις τὸν σύμπαντα λόγον εἰς ἕν ἐπὶ τέλει κεφάλαιον ἀγαγὼν οὕτως. γενομένου δὲ τοῦ ἔτεος ὅλου,
532
φησὶ, νοτίου, καὶ ὑγροῦ, καὶ μαλακοῦ, τάδε καὶ τάδε συνέπεσεν, ἃ ξύμπαντα μὲν ἀναγράφειν ἐν τῷδε τῷ λόγῳ μακρόν· ἔνεστι δὲ τῷ βουλομένῳ, λαβόντι τὸ τρίτον τῶν ἐπιδημιῶν, ἀναγινώσκειν τὰ κατὰ μέρος, εἰς ἕν ἅπαντα κεφάλαιον ἀναγόμενα, σηπεδόνα μεγίστην, ἧς καὶ αὐτῆς ὀνομαστὶ πολλάκις ὁ Ἱπποκράτης ἐπιμέμνηται, ποτὲ μὲν ὡδί πως λέγων· ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη, καὶ ῥεῦμα πολὺ καὶ ποικίλον· ὁτὲ δὲ πάλιν ὡδί· καὶ ἐν αἰδοίοισιν ἄνθρακες οἱ κατὰ θέρος, καὶ ἄλλα, ἃ σῆψις καλέεται, καὶ ὡς ἐκ τῆς σήψεως ταύτης πολλοῖσι μὲν βραχίων καὶ πῆχυς ὅλως ἀπεῤῥύη, πολλοῖσι δὲ μηρὸς ἢ τὰ περὶ τὴν κνήμην ἀπεψιλοῦτο, καὶ ποῦς ὅλος. ἀλλὰ καὶ ὀστῶν, καὶ σαρκῶν, καὶ νεύρων, καὶ ἄρθρων ἐκπτώσεις ἐγίγνοντο μεγάλαι. καὶ ὅλως οὐδέν ἐστιν εὑρεῖν ὧν ἔγραψε παθημάτων, ὃ μὴ σηπεδόνος ἔγγονον ὑπάρχει, δεόντως. οὔτε γὰρ ὑπὸ τοῦ ξηροῦ τι σήπεσθαι πέφυκεν, οὔθ’ ὑπὸ τοῦ ψυχροῦ. μάθοις δ’ ἂν, εἰ θεάσαιο τά τε κρέα καὶ τὰ ἄλλα σύμπαντα τὰ πρὸς τῶν
533
ἀνθρώπων ταριχευόμενα, τὰ μὲν ἁλσὶ, τὰ δ’ ἅλμῃ, τὰ δ’ ὄξει, τὰ δ’ ἄλλῳ τινὶ τῶν ξηραινόντων σκευαζόμενα καλῶς. μάθοις δὲ καὶ ὡς ἐν τῷ βοῤῥᾷ, ξηρῷ καὶ ψυχρῷ τὴν φύσιν ὑπάρχοντι, ἄσηπτα μέχρι πλεῖστον διαμένει πάντα· σήπεται δ’ ἑτοίμως ταῖς νοτίαις καταστάσεσιν. ἔστι γὰρ οὖν καὶ οὗτος ὁ ἄνεμος ὑγρὸς καὶ θερμός. ὥστε πᾶν τοὐναντίον ἡμεῖς ἀποφαινόμεθα τοῖς ὑγρὸν καὶ θερμὸν ὑπολαμβάνουσιν εἶναι τὸ ἔαρ. οὔτε γὰρ τοιοῦτό ἐστιν, οὔθ’ ὑγιεινὸν ἂν ἦν, εἴπερ ἦν τοιοῦτο. οἱ δὲ καὶ τοιοῦτο εἶναί φασιν αὐτὸ, καὶ διὰ τοῦθ’ ὑγιεινὸν ὑπάρχειν, ἐν ἀμφοτέροις ἁμαρτάνοντες, ὅσα τε ταῖς αἰσθήσεσιν ἔνεστι διαγνῶναι, καὶ ὅσα τῷ λόγῳ διασκέψασθαι. ταῖς μὲν γὰρ αἰσθήσεσιν ἔνεστιν ἐναργῶς μαθεῖν εὔκρατον ἀκριβῶς αὐτὸ, τῷ λόγῳ δ’ ἐξευρεῖν, ὡς διὰ τοῦτ’ ἔστιν ὑγιεινὸν, διότι μηδὲν ἐν αὐτῷ τῶν τεττάρων ἐπικρατεῖ. εἰ δέ γ’ ἤτοι τὸ θερμὸν ἐπεκράτει πολλῷ τοῦ ψυχροῦ, ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, σηπεδόνων τε ἂν ἦν εὔφορον οὕτω καὶ πασῶν τῶν ὡρῶν 
534
νοσωδέστατον. ἀλλ’ ἡ τῆς τῶν τεττάρων κράσεων ἰσομοιρία τῆς τε εὐκρασίας αὐτοῦ καὶ τῆς ὑγιείας αἰτία. πόθεν οὖν ἐπῆλθέ τισιν ἰατροῖς τε καὶ φιλοσόφοις ὑγρὸν καὶ θερμὸν ἀποφῄνασθαι τὸ ἔαρ; ἐκ τοῦ βουληθῆναι δηλονότι τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι. τοῦτο δ’ αὐτὸ πάλιν ἐκ τοῦ παραλιπεῖν τὴν πρώτην ἁπασῶν, τὴν εὔκρατον, ἐγένετο. καὶ γὰρ οὖν καὶ διαιτημάτων, καὶ φαρμάκων, ἁπάντων τε τῶν ὄντων, εἰς τὰς τέτταρας ταύτας συζυγίας ἀνάγουσι τὰς διαφοράς.

Ὧι καὶ δῆλον, εἰς ὅσον οἱ περὶ φύσεως ἀνθρώπου λογισμοὶ, σφαλέντες τῆς ἀληθείας, εἰς τὰς ἰάσεις βλάπτουσι, καὶ βέλτιόν ἐστι δυοῖν θάτερον, ἢ μηδ’ ὅλως ἅπτεσθαι τῶν τοιούτων λόγων, ἀλλ’ ἐπιτρέψαι τῇ πείρᾳ τὸ πᾶν, ἢ πρότερον ἐν τῇ λογικῇ θεωρίᾳ γυμνάσασθαι. τὸ δὲ μήτε τῇ πείρᾳ προσέχειν τὸν νοῦν, ἐπιχειρεῖν τε θεωρίᾳ φυσικῇ πρὸ τοῦ τὸν λογισμὸν, ᾧ μέλλοιμεν εὑρίσκειν αὐτὴν, ἀσκῆσαι πρεπόντως, ἀναγκαῖον ἀπάγειν εἰς τὰ τοιαῦτα

535
σοφίσματα, καὶ περί γε τῶν φαινομένων ὡς ἀναισθήτους ἀναγκάζει διαλέγεσθαι, μάρτυρά τε καλεῖν Ἀριστοτέλη, παρακούοντας ὧν διδάσκει. πολλαχῶς γὰρ ἐκεῖνος οἶδε καὶ τὸ θερμὸν λεγόμενον, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρόν· οἱ δ’ οὐκ ἀκούουσιν αὐτοῦ πολλαχῶς, ἀλλ’ ὡσαύτως ἀεί. καὶ μὲν δὴ καὶ ὡς οὐ ταὐτό ἐστιν, ἢ οἰκείῳ τινὶ καὶ συμφύτῳ θερμῷ θερμὸν ὑπάρχειν, ἢ ἐπικτήτῳ καὶ ἀλλοτρίῳ, διῆλθεν Ἀριστοτέλης· οἱ δέ γε καὶ τούτου παρακούουσιν. ἔτι τε πρὸς τούτοις ὁ μὲν Ἀριστοτέλης, ὡσαύτως δὲ καὶ ὁ Θεόφραστος, ἐς ὅ τι χρὴ βλέποντας ἢ εὔκρατον ἢ δύσκρατον ὑπολαμβάνειν εἶναι τὴν φύσιν, ἀκριβῶς εἰρήκασιν. οἱ δ’ οὐδὲ τοῦτο γινώσκουσιν, ἀλλ’ ὅταν ἀκούσωσι λεγόντων αὐτῶν, ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ζῶον, ἢ τὴν τοῦ παιδὸς κρᾶσιν ὑγρὰν καὶ θερμὴν, οὔθ’ ὅπως εἴρηται ταῦτα συνίασιν, ἐμπλήκτως τε μεταφέρουσι τὸν λόγον ἐπὶ τὰς ὥρας, ὥσπερ ταὐτὸ ὂν, ἀλλ’ οὐ μακρῷ διαφέρον, ἢ τὴν οἰκείαν κρᾶσιν ὑγρὰν εἶναι καὶ θερμὴν, ἢ τὴν τοῦ περιέχοντος
536
ἡμᾶς ἀέρος. οὔτε γὰρ ταὐτό ἐστιν οὔθ’ ὁμοίως ὑγρὰ καὶ θερμὴ ζώου κρᾶσις ἀέρος ὑγρᾷ καὶ θερμῇ κράσει λέγεται. τί δ’ ἦν τὸ τούτων ἁπάντων αἴτιον, ἤδη διηγήσομαι, καὶ δείξω σαφῶς τοῖς προσέχειν τὸν νοῦν βουλομένοις, ὡς μικρὰ πταίσματα τῶν ἐν ἀρχῇ τῆς λογικῆς θεωρίας διδασκομένων αἴτια μεγίστων ἁμαρτημάτων γίνεται, καὶ κινδυνεύει πάντα τὰ κακῶς πραττόμενα κατά τε τὰς τέχνας ἁπάσας καὶ μέντοι καὶ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις ἕπεσθαι σοφίσμασιν. ἕπεται τοιγαροῦν καὶ τάδε τὰ σοφίσματα τῷ μὴ διελέσθαι περὶ τῶν σημαινομένων ὀρθῶς. ἀλλ’ οἰηθῆναι τὸ θερμὸν λέγεσθαι διχῶς, τὸ μὲν ὡς ἄκρατον καὶ ἄμικτον καὶ ἁπλοῦν, τὸ δὲ ὡς ἐν τῇ πρὸς τὸ ἐναντίον ἐπιμιξίᾳ πλεονεκτοῦν. ὅτι δὲ καὶ παραβάλλοντες ἑτέρᾳ κράσει πολλάκις ἑτέραν ἀποφαινόμεθα τὴν ἑτέραν αὐτῶν εἶναι θερμὴν, ἐπιλανθάνονται καὶ τοῦδε. καὶ μὴν οὕτω τὰ ζῶα θερμὰ καὶ ὑγρὰ λέγεται πρὸς τῶν παλαιῶν, οὐ
537
κατὰ τὴν ἰδίαν κρᾶσιν ἁπλῶς, ἀλλὰ τοῖς γε φυτοῖς καὶ τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ τῶν τεθνεώτων ζῶα καὶ τῶν φυτῶν ἐστι θερμότερα καὶ ὑγρότερα. καὶ μὲν δὴ καὶ τῶν ζώων αὐτῶν ἀλλήλοις κατ’ εἴδη παραβαλλομένων, ξηρότερον μὲν ὁ κύων, ὑγρότερον δὲ ὁ ἄνθρωπος. εἰ δὲ μύρμηκι καὶ μελίττῃ παραβάλλοις τὸν κύνα, ξηρότερα μὲν ἐκεῖνα, τὸν κύνα δ’ ὑγρότερον εὑρήσεις. ὥστε ταὐτὸ ζῶον ξηρὸν μὲν ὡς πρὸς ἄνθρωπον ὑπάρχειν, ὑγρὸν δ’ ὡς πρὸς μέλιτταν· οὕτω δὲ καὶ θερμὸν μὲν, ὡς πρὸς ἄνθρωπον, ψυχρὸν δ’, ὡς πρὸς λέοντα. καὶ θαυμαστὸν οὐδὲν, εἰ τὸ πρὸς ἕτερόν τι λεγόμενον τὰς ἐναντίας ἅμα κατηγορίας ἐπιδέχεται. οὐ γὰρ τοῦτ’ ἄτοπον, εἰ ταὐτὸ σῶμα θερμὸν ἅμα λέγεται καὶ ψυχρὸν, ἀλλ’ εἰ καὶ πρὸς ταὐτό. οὐ γὰρ, ὅτι δεξιὸς ἅμα καὶ ἀριστερὸς ὁ αὐτὸς ἄνθρωπος, ἄτοπον· εἰ δέ γε πρὸς ἄλλον μὲν δεξιὸς, πρὸς ἄλλον δὲ ἀριστερὸς, οὐδὲν ἄτοπον. οὕτως οὖν καὶ κύων ὑγρὸς ἅμα καὶ ξηρὸς, καὶ θερμὸς ἅμα καὶ ψυχρὸς ἀλλ’ οὐ πρὸς
538
ταὐτό· πρὸς μὲν γὰρ ἄνθρωπον ξηρὸς, ὑγρὸς δ’ ὡς πρὸς μύρμηκα, καὶ πρὸς μὲν ἄνθρωπον θερμὸς, ψυχρὸς δ’ ὡς πρὸς λέοντα. καὶ γὰρ δὴ καὶ θερμὸς μὲν, ὡς ζῶν· εἰ γάρ τι τέθνηκεν, οὐ θερμόν· οὐ θερμὸς δ’ ὡς πρὸς ἕτερον, εἰ οὕτως ἔτυχε, κύνα. ταυτὶ μὲν οὖν ἅπαντα πρὸς ἄλληλα ἐκ παραβολῆς λέγεται, τὰ δ’ ὡς ἐν ζώων γένει καθ’ ἕτερον τρόπον, ὥσπερ αὖ καὶ κατ’ εἶδος ζώου. κύων γὰρ, ὡς πρὸς μὲν μύρμηκα καὶ μέλιτταν, ὑγρὸς, ὡς δ’ ἐν ζώων γένει, ξηρός. αὐτῶν δὲ τῶν κυνῶν κατ’ εἶδος, ὁδὶ μὲν ξηρὸς, ὁδὶ δὲ ὑγρὸς, ἄλλος δέ τις, ὡς κύων, εὔκρατος.

Λέλεκται μὲν οὖν ἐπὶ πλεῖστον ἡμῖν ὑπὲρ ἁπάσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν δευτέρῳ περὶ διαγνώσεως σφυγμῶν. ἀνάγκη δὲ, ὡς ἔοικεν, εἰπεῖν τι καὶ νῦν ὑπὲρ αὐτῶν διὰ κεφαλαίων, ὅσον εἰς τὰ παρόντα χρήσιμον. τὸ μὲν ἁπλῶς ξηρὸν, ὃ πρὸς μηδὲν ἕτερον λέγεται, μόνοις τοῖς στοιχείοις ὑπάρχει, πυρί τε καὶ γῇ· καὶ μὲν δὴ καὶ τὸ ὑγρὸν ὕδατι καὶ ἀέρι. κατὰ ταὐτὰ δὲ 

539
καὶ περὶ θερμοῦ καὶ ψυχροῦ χρὴ νοεῖν. οὐδὲν γὰρ τῶν ἄλλων σωμάτων ἀκριβῶς οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν, ἀλλ’ ἢ τὰ στοιχεῖα μόνον. ὅ τι δ’ ἂν τῶν ἄλλων λάβῃς, ἐκ τούτων κέκραται, καὶ διὰ τοῦτο τὸ δεύτερον σημαινόμενον οὐκ ἔθ’ ἁπλῶς θερμὸν ἢ ψυχρὸν, ὡς ἄμικτόν τε καὶ εἰλικρινὲς, ἀλλ’ ὡς ἤτοι πλέονος μὲν τοῦ θερμοῦ, τοῦ ψυχροῦ δ’ ἐλάττονος, ἢ τοῦ μὲν ψυχροῦ πλέονος, ἐλάττονος δὲ τοῦ θερμοῦ μετέχον, ἕκαστον τῶν ἄλλων ἢ θερμὸν ἢ ψυχρὸν λέγεται. δύο μὲν δὴ ταῦτα σημαινόμενα τοῦ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ· τὸ μὲν, ἁπλῶς λεγόντων ἡμῶν, ἄμικτόν τε καὶ εἰλικρινές· ἕτερον δὲ, μικτὸν μὲν ἐκ τῶν ἐναντίων, ἀλλὰ τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορευόμενον. οὕτως μὲν οὖν ὑγρὸν αἷμα, καὶ φλέγμα, καὶ πιμελὴ, καὶ οἶνος, ἔλαιόν τε καὶ μέλι, καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστον λέγεται. ὀστᾶ δὲ καὶ χόνδροι, καὶ ὄνυχες, καὶ ὁπλαὶ, καὶ κέρατα, καὶ τρίχες, καὶ λίθοι, καὶ ξύλα, καὶ ψάμμος, καὶ κέραμος, ἐλάττονα μὲν ὑγροῦ μοῖραν
540
ἕχει, πλείονα δὲ ξηροῦ, καὶ διὰ τοῦτο πάλιν ἅπαντα τὰ τοιαῦτα ξηρὰ προσαγορεύεται. μύρμηξ δὲ ξηρὸν, καὶ σκώληξ ὑγρὸν, ὡς ζῶα. καὶ πάλιν ἐν αὐτοῖς τοῖς σκώληξιν ὁδὶ μὲν ξηρότερος, ὁδὶ δὲ ὑγρότερος, ἢ ἁπλῶς ὡς σκώληξ, ἢ τῷδέ τινι παραβαλλόμενος ἑτέρῳ. αὐτὸ δὲ τοῦτο τί δή ποτέ ἐστιν, ὅταν οὕτως λέγωμεν, ὡς σκώληξ ξηρὸς, ὡς ἄνθρωπος θερμὸς, ὡς κύων ψυχρὸς, εἰ μή τις ἀκριβῶς ἀκούσειέ τε καὶ νοήσειε πρότερον, ἀνάγκη συγκεχύσθαι τὸν λόγον ἅπαντα. τὸ δ’ ἀκριβῶς ἐστιν, ὃ κᾀν τῷ δευτέρῳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως λέγεται, τὸ κατὰ γένος ἢ εἶδος ὀνομάζεσθαι τηνικαῦθ’ ἕκαστον, οὐ θερμὸν μόνον, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, ἀλλὰ καὶ μέγα, καὶ μικρὸν, καὶ βραδὺ, καὶ ταχὺ, καὶ τῶν τοιούτων ἕκαστον, ὅταν ὑπὲρ τὸ σύμμετρόν τε καὶ μέσον ᾖ, ἢ ζῶον θερμὸν, ὅταν ὑπὲρ τὸ μέσον ᾖ τῇ κράσει ζῶον, ἢ ἵππος θερμὸς, ὅταν ὑπὲρ τὸν μέσον ἵππον ᾖ. τὰ δ’ ἐν ἑκάστῳ γένει τε καὶ εἴδει μέσα τὰ σύμμετρά ἐστιν. ἴσον γὰρ ἀπέχει τῶν ἄκρων ἐν
541
ἐκείνῳ τῷ γένει τε καὶ εἴδει. γένος μὲν οὖν τὸ ζῶον, ἵππος δὲ καὶ βοῦς καὶ κύων εἴδη. καὶ δὴ καὶ μέσον μέν ἐστι τῇ κράσει καθ’ ὅλον τὸ γένος τῶν ζώων ὁ ἄνθρωπος· ἐν γὰρ τοῖς ἐφεξῆς τοῦτο δειχθήσεται. μέσος δ’ ὡς ἐν ἀνθρώποις κατ’ εἶδος ὁ καλούμενος εὔσαρκος. οὗτος δ’ ἐστὶν, ὃν οὔτε λεπτὸν, οὔτε παχὺν ἔχομεν εἰπεῖν, οὔτε θερμὸν, οὔτε ψυχρὸν, οὔτ’ ἄλλῳ τινὶ τῶν τὴν ἀμετρίαν ἐνδεικνυμένων ὀνομάτων προσαγορεῦσαι. ὅστις δ’ ἂν ὑπὲρ τοῦτον ᾖ, πάντως οὗτος ἢ θερμότερός ἐστιν, ἢ ψυχρότερος, ἢ ξηρότερος, ἢ ὑγρότερος. ὀνομάζεται δὲ πῇ μὲν ἁπλῶς ὁ τοιοῦτος, πῇ δ’ οὐχ ἁπλῶς. ἁπλῶς μὲν, ὅτι θερμὸς ἢ ψυχρὸς, ἢ ξηρὸς ἢ ὑγρὸς εἶναι λέγεται, μηκέτι παραβαλλόμενος ἀφωρισμένως ἑνὶ τῷδε. καθ’ ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ παντὸς τοῦ εἴδους παραβάλλεται. οὕτω δὲ καὶ κύων ζῶον ξηρὸν ἁπλῶς μὲν, ὡς ἄν τῳ δόξειε, λέγεται, μηκέτι παραβαλλόμενος, εἰ τύχῃ, μύρμηκι, καθ’ ἕτερον δὲ τρόπον οὐχ
542
ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ τῇ κράσει παντὸς τοῦ εἴδους τῶν ζώων ἁπάντων, ὅ τί ποτ’ ἂν ᾖ τοῦτο, παραβάλλεται. πρόδηλον οὖν ἤδη γέγονεν, ὡς ἕκαστον τῶν οὕτω λεγομένων ἢ ἑνὶ παραβάλλοντες ὅτῳ δήποτε θερμὸν ἢ ψυχρὸν, ἢ ξηρὸν ἢ ὑγρὸν πρὸς ἐκεῖνο λέγομεν, ἢ τῷ μέσῳ, καθ’ ὅπερ ἂν εἶδος ἢ γένος ᾖ τὸ λεγόμενον· οἷον εἶδος μὲν ἵππον, καὶ βοῦν, καὶ κύνα, καὶ πλάτανον, καὶ κυπάριττον, καὶ συκῆν, γένος δὲ ζῶον, ἢ φυτόν. ἐπὶ τούτοις τρίτον ἄλλο σημαινόμενον ἦν τῶν ἁπλῶς λεγομένων, ἃ δὴ καὶ τὰς ἀμίκτους τε καὶ ἄκρας ἔφαμεν ἔχειν ποιότητας, ὀνομάζεσθαί τε στοιχεῖα. καὶ μὲν δὴ καὶ τὰς ποιότητας αὐτὰς ὀνομάζομεν ἐνίοτε τοῖς ποιοῖς σώμασιν ὁμωνύμως. ἀλλὰ περὶ μὲν τούτου μετ’ ὀλίγον ἐροῦμεν. εἰς δὲ τὰ παρόντα, τῶν ποιῶν σωμάτων τριχῶς λεγομένων, ἐπισκοπεῖσθαι προσήκει, πῶς ἐν ἑκάστῃ ῥήσει κέχρηταί τις τῇ προσηγορίᾳ, πότερον ὡς ἁπλοῦν τι καὶ ἄμικτον δηλῶν, ἢ ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς παραβάλλων,
543
ἢ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν· οἷον ὅταν ὀστοῦν εἴπῃ τις ξηρὸν ἢ ψυχρὸν, ἁπλῶς οὑτωσὶ μόνον ὀνομάσας, ἄνευ τοῦ προσθεῖναι λέοντος, ἢ κυνὸς, ἢ ἀνθρώπου. δῆλον γὰρ, ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέπων ἁπάντων τῶν ἐν τῷ κόσμῳ σωμάτων ἐπινοεῖ τι μέσον, ᾧ παραβάλλων αὐτὸ ξηρὸν εἶναί φησι. ἂν δέ γε τὸ τοῦ λέοντος, ἢ τὸ τοῦ κυνὸς, ἢ τὸ τοῦ ἀνθρώπου ὀστοῦν εἴπῃ ξηρὸν εἶναι, δῆλον ὡς ἐν αὐτοῖς πάλιν τοῖς τῶν ζώων ὀστοῖς τῷ μέσῳ παραβάλλει. καὶ χρὴ κᾀνταῦθά τι νοῆσαι πάντων τῶν ζώων, τῶν μὲν μᾶλλον, τῶν δὲ ἧττον ἐχόντων ὀστᾶ ξηρὰ, μέσον εἶναι τὴν κρᾶσιν ὀστοῦν ἔν τινι γένει ζώων, οἷον ἀνθρώπου, εἰ τύχοι, καὶ τούτῳ τἄλλα παραβαλλόμενα, τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρὰ προσαγορεύεσθαι. καὶ μὲν δὴ κᾀν τοῖς ἀνθρώποις αὐτοῖς πάλιν ὁ μέν τις ξηρὸν, ὁ δ’ ὑγρὸν ὀστοῦν ἔχειν λεχθήσεται, τῷ μέσῳ παραβαλλόμενος ὡς ἐν ἀνθρώποις. ὅτι δ’ ἐν ἅπασι τοῖς οὖσι τὸ μέσον τῶν ἄκρων ἐστὶ τὸ σύμμετρον καὶ κατ’ ἐκεῖνο τὸ γένος ἢ εἶδος 
544
εὔκρατον, ἀεὶ χρὴ προσυπακούειν ἐν ἅπαντι τῷ λόγῳ, κᾂν παρελθόντες ποτὲ τῇ λέξει τύχωμεν αὐτῇ. καὶ μὲν δὴ τούτων οὕτως ἐχόντων, ὅταν ὑγρὰν εἶναί τις εἴπῃ τήνδε τὴν κρᾶσιν, ἢ θερμὴν, ἐρωτᾷν, ὅπως εἴρηκεν, ἆρά γε τῷδέ τινι παραβάλλων ἀφωρισμένως ἑνὶ, καθάπερ, εἰ τύχοι, τῷ Πλάτωνι τὸν Θεόφραστον, ἢ κατὰ γένος ὁτιοῦν, ἢ εἶδος. ἢ γὰρ ὡς ἄνθρωπον, ἢ ὡς ζῶον, ἢ ὡς οὐσίαν ἁπλῶς. τὸ γὰρ δὴ τρίτον σημαινόμενον ἑκάστῳ τῶν τοιούτων ὀνομάτων, ὅπερ ἁπλοῦν ἐλέγομεν εἶναι καὶ ἄμικτον, οὐκ ἔστιν ἐν τοῖς κεκραμένοις, ἀλλ’ ἐν αὐτοῖς τοῖς πρώτοις, ἃ δὴ καὶ στοιχεῖα προσαγορεύομεν. ὥστε, τριχῶς ἑκάστου τῶν ποιῶν σωμάτων λεγομένου, τῶν δύο μόνων ἡμᾶς χρήζειν εἰς τὴν περὶ κράσεων πραγματείαν, ἢ πρὸς τὸ τυχὸν ὁτιοῦν παραβάλλοντας, ἢ πρὸς τὸ σύμμετρον ὁμογενές. ἐπεὶ δὲ πολλὰ τὰ γένη, καθάπερ οὖν καὶ τὰ ἄτομα, δυνήσεται ταὐτὸ σῶμα καὶ θερμὸν καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρὸν εἶναι
545
κατὰ πολλοὺς τοὺς τρόπους. ἀλλ’ ὅταν μὲν ἑνὶ τῷ τυχόντι παραβάλληται, πάνυ σαφές ἐστιν, ὡς ἐγχωρεῖ τἀναντία λέγεσθαι ταὐτὸν, οἷον Δίωνα Θέωνος μὲν καὶ Μέμνονος ξηρότερον, Ἀρίστωνος δὲ καὶ Γλαύκωνος ὑγρότερον. ὅταν δὲ πρὸς τὸ σύμμετρον, ὁμογενὲς ἢ ὁμοειδὲς, ἐνταῦθ’ ἤδη συγχεῖσθαί τε καὶ ταράττεσθαι συμβαίνει τοὺς ἀγυμνάστους. ὁ γὰρ αὐτὸς ἄνθρωπός ὑγρὸς ἅμα καὶ θερμὸς εἷναι δύναται, καὶ ξηρὸς καὶ ψυχρός· ξηρὸς μὲν καὶ ψυχρὸς, ὡς πρὸς τὸν σύμμετρον ἄνθρωπον παραβαλλόμενος, ὑγρὸς δὲ καὶ θερμὸς, ὡς πρὸς ἄλλο τι ζῶον, ἢ φυτὸν, ἢ οὐσίαν ἡντιναοῦν· οἷον ὡς πρὸς μὲν ζῶον, εἰ τύχοι, μέλιττάν τε καὶ μύρμηκα, πρὸς δὲ φυτὸν, ἐλαίαν, ἢ συκῆν, ἢ δάφνην, πρὸς οὐσίαν δὲ τινα ἑτέραν, ἣ μήτε ζῶόν ἐστι, μήτε φυτὸν, οἷον λίθον, ἢ σίδηρον, ἢ χαλκόν ἐν τούτοις δὲ τὸ μὲν πρὸς ἄνθρωπον παραβάλλειν, πρὸς ὁμοειδές ἐστιν ἡ παραβολὴ, τὸ δὲ πρὸς μέλιτταν ἢ μύρμηκα πρὸς ὁμογενὲς, ὡσαύτως δὲ καὶ πρὸς φυτὸν ὁτιοῦν. ἔστι γὰρ ἀνωτέρω
546
τοῦ ζώου τοῦτο τὸ γένος, ὥσπερ οὖν καὶ αὐτοῦ τούτου λίθος καὶ σίδηρος καὶ χαλκὸς ἐκ τῶν ἄνωθεν γενῶν. καλείσθω γοῦν ὁμογενὲς ἕνεκα συντόμου διδασκαλίας ἡ τοιαύτη σύμπασα παραβολή· τοσόνδε μόνον ἐν αὐτῇ διελομένων ἡμῶν, ὡς, ἐπειδὴ μὲν ἁπλῶς οὐσία τις εὔκρατος λέλεκται, καὶ ταύτης δέ τις ἑτέρα ξηροτέρα καὶ θερμοτέρα, καὶ ψυχροτέρα καὶ ὑγροτέρα, τὴν μὲν εὔκρατον ἐνταῦθα τὴν ἐκ τῶν ἐναντίων ἀκριβῶς ἴσων συνελθόντων ὀνομάζομεν, ὅσον δ’ ἀπολείπεται τῆσδε καὶ πλεονεκτεῖ κατά τι, τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορεύομεν· ἐπειδὰν δ’ ἤτοι φυτὸν ἢ ζῶον εὔκρατον ὁτιοῦν εἴπωμεν, οὐκ ἔθ’ ἁπλῶς ἐν τῇ τοιαύτῃ τάξει τἀναντία παραβάλλομεν ἀλλήλοις, ἀλλὰ πρὸς τὴν τοῦ φυτοῦ φύσιν ἢ τὴν τοῦ ζώου τὴν ἀναφορὰν ποιούμεθα, συκῆν μὲν εὔκρατον, εἰ τύχοι, λέγοντες, ὅταν, οἵαν μάλιστα πρέπει τὴν φύσιν ὑπάρχειν συκῇ, τοιαύτη τις ᾖ, κύνα δ’ αὖ, καὶ σῦν, καὶ ἵππον, καὶ ἄνθρωπον, ἐπειδὰν καὶ τούτων ἕκαστον
547
ἄριστα τῆς οἰκείας ἔχῃ φύσεως. αὐτὸ δὴ τοῦτο, τὸ τῆς οἰκείας φύσεως ἔχειν ἄριστα, ταῖς ἐνεργείαις κρίνεται, καὶ γὰρ καὶ φυτὸν καὶ ζῶον ὁτιοῦν ἄριστα διακεῖσθαι τηνικαῦτά φαμεν, ὅταν ἐνεργῇ κάλλιστα. συκῆς μὲν γὰρ ἀρετὴ βέλτιστά τε καὶ πλεῖστα τελεσφορεῖν σῦκα· κατὰ ταὐτὰ δὲ καὶ τῆς ἀμπέλου, τὸ πλείστας τε καὶ καλλίστας εὐφορεῖν σταφυλὰς, ἵππου δὲ, τὸ θεῖν ὠκύτατα, καὶ κυνὸς, πρὸς μὲν θήρας καὶ φυλακὰς ἄκρως εἶναι θυμοειδῆ, πρὸς δὲ τοὺς οἰκείους πραότατον. ἅπαντα οὖν ταῦτα, τά τε ζῶα λέγω καὶ τὰ φυτὰ, τὴν ἀρίστην τε καὶ μέσην ἐν τῷ σφετέρῳ γένει κρᾶσιν ἔχειν ἐροῦμεν οὐχ ἁπλῶς, ὅταν ἰσότης ἀκριβῶς ᾖ τῶν ἐναντίων, ἀλλ’ ὅταν ἡ κατὰ δύναμιν αὐτῆς ὑπάρχῃ συμμετρία. τοιοῦτο δέ τι καὶ τὴν δικαιοσύνην εἶναί φαμεν, οὐ σταθμῷ καὶ μέτρῳ τὸ ἴσον, ἀλλὰ τῷ προσήκοντί γε καὶ κατὰ τὴν ἀξίαν ἐξετάζοντες. ἰσότης οὖν κράσεως ἐν ἅπασι τοῖς εὐκράτοις ζώοις τε καὶ φυτοῖς ἐστιν, οὐχ ἡ κατὰ τῶν κερασθέντων στοιχείων ὄγκον, ἀλλ’
548
ἡ τῇ φύσει τοῦ τε ζώου καὶ τοῦ φυτοῦ πρέπουσα. πρέπει δ’ ἔσθ’ ὅτε, τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ, τὸ δὲ θερμὸν τοῦ ψυχροῦ πλέον ὑπάρχειν. οὐ γὰρ ὁμοίαν χρὴ κρᾶσιν ἔχειν ἄνθρωπον, καὶ λέοντα, καὶ μέλιτταν, καὶ κύνα. πρὸς δὲ τὸν ἐρόμενον, ἧστινός ἐστι κράσεως ἄνθρωπος, ἢ ἵππος, ἢ βοῦς, ἢ κύων, ἢ ὁτιοῦν ἄλλο τῶν πάντων, οὐχ ἁπλῶς ἀποκριτέον. οὐ γὰρ ἐγχωρεῖ τὰ πολλαχῶς λεγόμενά τε καὶ κρινόμενα, καθ’ ἕνα τρόπον ἀποκρινάμενον, ἀνέγκλητον εἶναι. χρὴ τοίνυν δυοῖν θάτερον, ἢ πάσας ἐπεξέρχεσθαι τὰς διαφορὰς, ἢ, περὶ τίνος ἤρετο, πυθόμενον, ἐκείνην μόνην εἰπεῖν. εἰ μὲν γὰρ ὡς ἐν ζώοις ἐπυνθάνετο, τίνος εἴη κράσεως, ἐπὶ τὸ μέσον ἁπάντων ζώων τῇ κράσει βλέποντα, τὴν ἀπόκρισιν αὐτὴν ποιητέον· εἰ δ’ ἁπλῶς τε καὶ ὡς πρὸς ἅπασαν οὐσίαν, οὕτως ἤδη παραβάλλειν τὰ ἐναντία τῶν ἐν αὐτῷ πρὸς ἄλληλα, καὶ σκοπεῖσθαι, μηκέτι πρὸς τὰς ἐνεργείας ἀναφέροντα τὴν κρᾶσιν, ἀλλὰ πρὸς τοὺς ὄγκους τῶν στοιχείων. εἰ δ’ ἀφωρισμένως τῷδέ τινι παραβάλλων 
549
ἤρετο, πρὸς ἐκεῖνο μόνον παραβλητέον. ἔτι δὲ μᾶλλον, εἴ τινος τῶν ἀτόμων οὐσιῶν, οἷον, εἰ τύχοι, Δίωνος, ἢ τοῦδέ τινος τοῦ κυνὸς, ἐρωτηθείημεν ὁποία τις ἡ κρᾶσίς ἐστιν, οὐχ ἁπλῶς ἀποκριτέον. ἀφορμὴ γὰρ οὐ σμικρὰ τοῖς σοφισταῖς ἐντεῦθεν εἰς τὸ συκοφαντεῖν. εἰ γὰρ εἴποις, θερμῆς καὶ ξηρᾶς κράσεως εἶναι τὸν Δίων, ῥᾷστον αὐτῷ, προχειρισαμένῳ τῶν ξηροτέρων καὶ θερμοτέρων ἐκείνου τὴν κρᾶσιν ἄνθρωπον ὁντιναοῦν, ὑγρὸν καὶ ψυχρὸν ὡς πρὸς ἐκεῖνον ἀποφῇναι τὸν Δίωνα· τοῦτο δ’ ἄλλο τι ζῶον ἢ φυτὸν, οἷον, εἰ τύχοι, λέοντά τε καὶ κύνα, καὶ τούτων ὑγρότερόν τινα καὶ ξηρότερον ἀποδεῖξαι τὸν Δίωνα. χρὴ τοίνυν, ὃς μήθ’ ἑαυτὸν ἐξαπατῆσαι βούλεται, μήθ’ ὑπ’ ἄλλου σοφισθῆναι, τοῦτον ἀπὸ τῶν ἁπλῶς λεγομένων θερμῶν, καὶ ψυχρῶν, καὶ ξηρῶν, καὶ ὑγρῶν οὐσιῶν ἀρξάμενον, οὕτως ἐπὶ τὰς ἄλλας μετιέναι, καὶ πρῶτον μὲν αὐτὸ δὴ τοῦτο ἐπ’ αὐτῶν διορίσασθαι, τὸ μηδὲ ταύτας, εἰ καὶ ὅτι μάλιστα δοκοῦσιν ἁπλῶς λέγεσθαι, πεφευγέναι τὴν πρὸς τὸ
550
σύμμετρον ὁμογενὲς παραβολήν. ὥσπερ γὰρ κύνα μέσον ἁπάντων κυνῶν τῇ κράσει λέγομεν, ὅταν ἴσον ἀπέχῃ τῶν ἄκρων, οὕτω καὶ οὐσίαν ἐροῦμεν εἶναι μέσην τῇ κράσει τὴν ἴσον ἀπέχουσαν τῶν ἄκρων, ἅ δὴ καὶ πρῶτά τέ εἰσι πάντων καὶ στοιχεῖα. ἴσον δ’ ἀφέξει δηλονότι τῶν ἄκρων, ἐξ ἴσου κερασθέντων ἁπάντων. τὴν οὖν ὑπερβάλλουσαν, ἢ ἐλλείπουσαν τῆσδε, θερμὴν, ἢ ψυχρὰν, ἢ ξηρὰν, ἢ ὑγρὰν εἶναι φήσομεν, ἅμα μὲν τῇ μέσῃ παραβάλλοντες, ἅμα δὲ καὶ τῶν ἐναντίων στοιχείων ἐξέτασιν ἐπ’ αὐτῆς ποιούμενοι. καὶ δὴ καὶ κατὰ τοῦτο μὲν ἁπλῶς ἐροῦμεν αὐτὴν ἢ θερμὴν, ἢ ξηρὰν, ἢ ψυχρὰν, ἢ ὑγράν ὑπάρχειν. ἐπειδὰν δὲ τῇ μέσῃ κράσει παραβάλλωμεν, οὐχ ἁπλῶς, ἀλλ’ ὅτι πρὸς τὸ σύμμετρον ὁμογενὲς οὕτως ἔχει. γένος δ’ ἦν αὐτῶν ἡ οὐσία. πάντα γὰρ ὑπ’ αὐτὴν πέπτωκεν, ὡς ἀνώτατον τὸ γένος, ἔμψυχά τε καὶ ἄψυχα, καὶ κοινόν ἐστιν ἥδε, καὶ ἀνθρώπου, καὶ κυνὸς, καὶ πλατάνου,
551
καὶ συκῆς, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ τῶν ἄλλων ἁπάντων γένος. ὑπ’ αὐτῇ δ’ ἐστὶν ἕτερα γένη πολλά· τὸ μὲν ζῶον ὄρνιθός τε καὶ ἰχθύος, τὸ δὲ φυτὸν δένδρου τε καὶ βοτάνης· ἀετοῦ δὲ καὶ κόρακος ὄρνις, καὶ λάβρακος καὶ φωκίδος ἰχθύς. ὡσαύτως δὲ καὶ τὸ μὲν δένδρον ἐλαίας τε καὶ συκῆς γένος· ἡ βοτάνη δὲ ἀναγαλλίδος τε καὶ παιονίας. ἔσχατα δ’ ἤδη γένη ταῦτα· καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται, κόραξ, καὶ φωκὶς, καὶ συκῆ, καὶ ἀναγαλλίς· οὕτω δὲ καὶ ἄνθρωπος, καὶ βοῦς, καὶ κύων. ἄνωθεν μὲν οὖν κατιόντων, ἔσχατα γένη ταῦτα, καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται· κάτωθεν δ’ ἀνιόντων ἀπὸ τῶν ἀτόμων οὐσιῶν, πρῶτα. καὶ δέδεικται πρὸς ἑτέρου γράμματος, ὡς εὐλόγως οἱ παλαιοὶ ταῦτα ξύμπαντα τὰ μεταξὺ τῶν ἀτόμων τε καὶ τῶν πρώτων γενῶν εἴδη τε ἅμα καὶ γένη προσαγορεύουσιν.

Ὁπότ’ οὖν διῄρηται τὰ σημαινόμενα, καὶ ὡς οὐχ ἁπλῶς ἀποφαίνεσθαι χρὴ θερμόν τε καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρὸν σῶμα, σαφῶς ἀποδέδεικται, ζητητέον

552
ἐφεξῆς αὐτῶν τὰ γνωρίσματα. καίτοι κᾷνταῦθα χρὴ πρότερον ὑπὲρ τῶν ὀνομάτων διελέσθαι τῶν ἐμπίπτειν ἐξ ἀνάγκης μελλόντων εἰς τὸν ἐφεξῆς λόγον, ἐξαπλῶσαί τέ τι πρᾶγμα, δυνάμει μὲν ἤδη προαποδεδειγμένον, οὐ μὴν ἐναργῶς γε πᾶσι τοῖς ἐντυγχάνουσι τῷδε τῷ γράμματι νοηθῆναι δυνάμενον. ὑπὲρ τῶν ὀνομάτων οὖν πρῶτον εἰπὼν, οὕτως ἐπάνειμι ἐπὶ τὸ πρᾶγμα. τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν, ὅτι μὲν οὐχ ἕν τι σημαίνει, ἐπειδὰν ἐπὶ σωμάτων λέγηται, δέδεικται πρόσθεν· ὅτι δὲ καὶ τὰς ἐν τοῖς σώμασι ποιότητας αὐτὰς μόνας, ἄνευ τῶν δεδεγμένων αὐτὰς οὐσιῶν, οὕτως ὀνομάζουσιν ἐνίοτε, τοῦτο μὲν οὔπω εἴρηται πρόσθεν, ἤδη δὲ αὐτὸ λέγεσθαι καιρός. ὥσπερ οὖν τὸ, λευκὸν, ὄνομα, κατά τε τοῦ χρώματος ἐπιφέρουσιν, ἐπειδὰν οὕτω λέγωσιν, ἐναντίον ἐστὶ τὸ λευκὸν χρῶμα τῷ μέλανι, κατά τε τοῦ δεδεγμένου τὸ χρῶμα σώματος, ἐπειδὰν τὸ τοῦ κύκνου σῶμα λευκὸν εἶναι φάσκωσιν, οὕτω καὶ τὸ, θερμὸν, ὄνομα, κατά τε
553
τῆς ποιότητος ἐπιφέρουσιν, ὡς εἰ καὶ θερμότητα προσηγόρευον, ἀλλὰ καὶ κατὰ τοῦ σώματος, ὅ τὴν θερμότητα δέδεκται. τὴν γὰρ δὴ ποιότητα παρὰ τὸ δεδεγμένον αὐτὴν σῶμα ἑτέραν χρὴ νομίζειν εἶναί τινα φύσιν ἔχουσαν ἰδίαν, ὡς ἐν τοῖς περὶ τῶν στοιχείων λόγοις δείκνυται. θερμότης μὲν οὖν ποιότης· ἡ δ’ αὐτὴ καὶ θερμὸν ὀνομάζεται, καθάπερ λευκότης καὶ λευκόν. αὐτὸ δὲ σῶμα τὸ θερμὸν ἓν τοῦτο μόνον ὄνομα κέκτηται, τὸ θερμὸν, ὥσπερ τὸ λευκόν· οὐ μὴν οὔτε θερμότης, οὔτε λευκότης αὐτὸ τὸ σῶμά ποτε προσαγορεύεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ξηρὸν, καὶ ψυχρὸν, καὶ ὑγρὸν ὀνομάζεται αὐτό τε τὸ σῶμα καὶ ἡ ποιότης. οὐ μὴν ἡ ψυχρότης, ἢ ξηρότης, ἢ ὑγρότης ἔτι τὸ σῶμα καλεῖται, καθάπερ ἡ ἐν αὐτῷ ποιότης. τούτων δ’ οὕτως ἐχόντων, εὔλογον, ἐπειδὰν μὲν ἤτοι θερμότητά τις ἢ ψυχρότητα διαλεγόμενος εἴπῃ, μηδὲν γίνεσθαι σόφισμα· μόναι γὰρ ἐκ τῶν τοιούτων ὀνομάτων αἱ ποιότητες δηλοῦνται· θερμὸν δ’ εἰπόντος, ἢ ψυχρὸν, ἐπειδὴ καὶ ἡ ποιότης οὕτω καὶ τὸ σῶμα τὸ δεδεγμένον 
554
αὐτὴν ὀνομάζεται, πρόχειρον γίνεσθαι τῷ κακουργεῖν ἐθέλοντι, τὸ μὴ δηλούμενον ὑπὸ τοῦ λέγοντος ἀκούειν, ἵν’ ἔχῃ σοφίζεσθαι. τοιοῦτο γάρ τοι δρῶσι καὶ πρὸς τὸν ἀφορισμὸν ἀντιλέγοντες, ἐν ᾧ φησιν Ἱπποκράτης· τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. οὐ γὰρ σῶμά τι θερμὸν τὸ ἔμφυτον τῷ ζώῳ λέγεσθαι πρὸς Ἱπποκράτους ἀκούσαντες, οὐδὲ ζητήσαντες, ὅ τί ποτέ ἐστι τοῦτο, κατὰ τῆς ποιότητος μόνης, ἣν δὴ καὶ θερμότητα καλοῦμεν, εἰρῆσθαι τοὔνομα δεξάμενοι, τὴν ἀντιλογίαν οὕτω ποιοῦνται. καίτοι φαίνεται σμικρὸν ὂν τὸ διαστέλλεσθαι τὰς ὁμωνυμίας, ἐν τῇ χρείᾳ τῶν πραγμάτων ἱκανῶς ἀξιόλογον ὑπάρχον.

Ἀλλ’ ἐπειδὴ καὶ τοῦτο σαφῶς ἤδη διώρισται, ἐπὶ τὸ ὑπόλοιπον αὖθις ἐπανιτέον. οὔσης γάρ τινος ἀκράτου καὶ ἀμίκτου ποιότητος, ὑγρότητός τε καὶ ξηρότητος, καὶ θερμότητος καὶ ψυχρότητος, ὅσα ταύτας διεδέξαντο σώματα, θερμὰ δηλονότι καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ τελέως τε καὶ ἀκριβῶς ἔσται. ταυτὶ μὲν οὖν μοι νόει

555
τὰ τῶν γινομένων τε καὶ φθειρομένων στοιχεῖα· τὰ δ’ ἄλλα σώματα, τά τε τῶν ζώων, καὶ τὰ τῶν φυτῶν, καὶ τὰ τῶν ἀψύχων ἁπάντων, οἷον χαλκοῦ, καὶ σιδήρου, καὶ λίθων, καὶ ξύλων, ἐν τῷ μεταξὺ τῶν πρώτων ἐκείνων τετάχθαι. οὐδὲν γὰρ αὐτῶν οὔτ’ ἄκρως θερμὸν, οὔτ’ ἄκρως ψυχρὸν, οὔτ’ ἄκρως ὑγρὸν, οὔτ’ ἄκρως ξηρόν ἐστιν. ἀλλ’ ἤτοι μέσον ἀκριβῶς ὑπάρχει τῶν ἐναντίων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, ἢ θατέρῳ τῶν ἄκρων προσκεχώρηκεν, ὡς μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν, ἢ μᾶλλον ὑγρὸν ἢ ξηρόν. εἰ μὲν δὴ μέσον ἀκριβῶς εἴη καθ’ ἑκατέραν τῶν ἐναντιώσεων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, εὔκρατον ἁπλῶς τοῦτο λεχθήσεται. θατέρου δὲ πλεονεκτήσαντος, ἤτοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ἢ κατ’ ἀμφοτέραν, οὐκ ἔτ’ εὔκρατον. εἰ μὲν δὴ θερμὸν εἴη μᾶλλον, ἢ ψυχρὸν, ὃ μᾶλλόν ἐστι, τοῦτο λεχθήσεται· ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν· κατὰ ταὐτὰ δὲ καὶ εἰ
556
ψυχρὸν εἴη μᾶλλον, ὀνομασθήσεται ψυχρόν. εἰ δ’ ἐξ ἑκατέρας τῆς ἀντιθέσεως ἐπικρατοίη θάτερον, ἤτοι θερμὸν ἅμα καὶ ὑγρὸν, ἢ θερμὸν ἅμα καὶ ξηρὸν, ἢ ψυχρὸν ἅμα καὶ ὑγρὸν, ἢ ψυχρὸν ἅμα καὶ ξηρὸν, ὀνομασθήσεται τὸ σῶμα κατὰ τὸ ἐπικρατοῦν. ταύτας μὲν οὖν τὰς τέτταρας δυσκρασίας, ὡς καὶ πρόσθεν εἴπομεν, οἱ πλεῖστοι γινώσκουσιν ἰατροί τε καὶ φιλόσοφοι. τὰς δ’ ἄλλας τέτταρας ἐξ ἡμίσεως τούτων γιγνομένας οὐκ οἶδ’ ὅπως παραλείπουσιν, ὥσπερ καὶ τὴν πρώτην ἁπασῶν κρᾶσιν, τὴν ἀρίστην. ἀλλ’ ὅτι γε δυνατὸν, ἐπικρατοῦντος τοῦ θερμοῦ, μηδὲν μᾶλλον ὑγρὰν καὶ ξηρὰν εἶναι τὴν κρᾶσιν, ὅσον ἐπὶ ταύτῃ τῇ συζυγίᾳ, πρόδηλον μὲν οἶμαι κᾀκ τῶν ἤδη προειρημένων εἶναι. ῥᾷστον δὲ, κᾂν εἰ μηδὲν προείρητο, συλλογίσασθαι, συγχωρησάντων γε ἅπαξ αὐτῶν, ἑτέραν μὲν εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμὴν, ἑτέραν δὲ ξηρὰν καὶ θερμήν. εἰ γὰρ οὐκ ἀναγκαῖόν ἐστι πάντως εἶναι ξηρὰν τὴν θερμὴν, ἀλλ’ ἐγχωρεῖ καὶ ὑγρὰν ὑπάρχειν αὐτὴν, ἐγχωρήσει δηλονότι
557
καὶ μέσην· ἐγγυτέρω γάρ ἐστιν ἡ μέση τῆς ξηρᾶς κράσεως, ἤπερ ἡ ὑγρά. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐστί τις ἑτέρα ψυχρὰ κρᾶσις, ἐφ’ ἧς ἐστιν ἰσχυρότερον τὸ ψυχρόν· οὐ μὴν οὔθ’ ὑγρὰν, οὔτε ξηρὰν ὑπάρχειν αὐτὴν ἀνάγκη, ἀλλ’ ἐγχωρεῖ καὶ μέσην γενέσθαι· πάλιν γὰρ κᾀνταῦθα τὸν αὐτὸν ἐπάξεις λόγον. ὥστ’, εἴπερ οὐκ ἀναγκαῖόν ἐστιν ὑγρὰν εἶναι τὴν ψυχρὰν, ἀλλ’ , χωρεῖ καὶ ξηρὰν γενέσθαι, πρόδηλον, ὡς καὶ τὴν μέσην ἐγχωρήσει, ἐγγυτέρω γάρ ἐστιν αὕτη τῆς ὑγρᾶς, ἤπερ ἡ ξηρά. ὡς οὖν αὗται αἱ δύο δυσκρασίαι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἐδείχθησαν, ἡ μὲν θερμὴ μόνον, ἡ δὲ ψυχρά· κατὰ τὸν αὐτὸν τρόπον ἕτεραι δύο γενήσονται κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ἡ μὲν ξηρὰ μόνον, ἡ δ’ ὑγρὰ, συμμέτρως ἐχόντων πρὸς ἄλληλα τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. πάλιν γὰρ κᾀνταῦθα φήσομεν, ὥσπερ οὐκ ἔστιν ἀναγκαῖον, ἥ τίς ἐστι ξηρὰ κρᾶσις, εὐθὺς ταύτην εἶναι καὶ θερμὴν, ἀλλ’ ἐνδέχεται καὶ ψυχρὰν ὑπάρχειν, οὐκ ἀδύνατον ἔσται καὶ τὸ μήτε ψυχρὰν εἶναί τινα, μήτε θερμὴν, ἀλλ’ εὔκρατον μὲν κατὰ τοῦτο, ξηρὰν
558
δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. ὡσαύτως δὲ καὶ τὴν ὑγρὰν κρᾶσιν οὐκ ἀναγκαῖον οὔτε θερμὴν, οὔτε ψυχρὰν ὑπάρχειν, ἀλλ’ ἐνδέχεται μέσην ἀμφοῖν εἶναι κατά γε ταύτην τὴν ἀντίθεσιν. εἰ τοίνυν οὐκ ἀναγκαῖον, οὔτε τῇ κατὰ τὸ ψυχρὸν καὶ θερμὸν δυσκρασίᾳ τὴν ἐκ τῆς ἑτέρας ἀντιθέσεως ἕπεσθαι, οὔτ’ ἐκείνῃ τὴν ἐκ ταύτης, ἐνδέχεταί ποτε καὶ τὴν εὔκρατον ὅσον ἐπὶ θερμότητι καὶ ψυχρότητι φύσιν ἤτοι ξηρὰν ἢ ὑγρὰν γενέσθαι, καὶ τὴν ἐν τούτοις πάλιν εὔκρατον ἤτοι θερμὴν ἢ ψυχράν. ὥστ’ εἶναι καὶ ταύτας τέτταρας ἑτέρας ἐκείνων δυσκρασίας, ὡς οἱ πρόσθεν ἰατροί τε καὶ φιλόσοφοι παρέδοσαν ἡμῖν, καὶ μέσας γε ταύτας τετάχθαι τῶν εὐκράτων ἕξεων καὶ τῶν κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις δυσκράτων. ἡ μὲν γὰρ ἄκρως εὔκρατος οὐδετέραν ἀντίθεσιν ἔχει πλεονεκτοῦσαν, ἡ δ’ ἐξ ὑπεναντίου τῆσδε δύσκρατος ἀμφοτέρας μοχθηράς. ἐν μέσῳ δ’ ἐστὶν ἡ κατὰ μὲν τὴν ἑτέραν εὔκρατος, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος ὑπάρχουσα, ἥτις ἐξ ἡμίσεως μὲν εὔκρατος, ἐξ 
559
ἡμίσεως δὲ δύσκρατος οὖσα, μέση δεόντως ἂν εἶναι λέγοιτο τῆς ὅλης εὐκράτου τε καὶ δυσκράτου. καὶ εἴπερ ταῦθ’ οὕτως ἔχει, ὥσπερ οὖν καὶ ἔχει, θαῤῥούντως ἤδη λέγομεν, ἐννέα τὰς πάσας εἶναι τῶν κράσεων διαφορὰς, εὔκρατον μὲν μίαν, οὐκ εὐκράτους δὲ τὰς ὀκτὼ, τέτταρας μὲν ἁπλᾶς, ὑγρὰν, καὶ ξηρὰν, καὶ θερμὴν, καὶ ψυχρὰν, ἄλλας δὲ τέτταρας συνθέτους, ὑγρὰν ἅμα καὶ θερμὴν, καὶ ξηρὰν ἅμα καὶ θερμὴν, καὶ ψυχρὰν ἅμα καὶ ὑγρὰν, καὶ ψυχρὰν ἅμα καὶ ξηράν.

Ἐν ἑκάστῃ δὲ τῶν εἰρημένων κράσεων τὸ μᾶλλόν τε καὶ τὸ ἦττον πάμπολυ, κατά τε τὰς ἁπλᾶς λεγομένας κράσεις, ἐπί τε τῆς ὅλης οὐσίας, ἤδη δὲ καὶ καθ’ ἕν ὁτιοῦν γένος. εἰ δή τις βούλεται διαγνωστικὸς εἶναι κράσεων, ἄρχεσθαι τούτῳ προσήκει τῆς γυμνασίας ἀπὸ τῶν καθ’ ἕκαστον γένος εὐκράτων τε καὶ μέσων φύσεων. ἐκείναις γὰρ τὰς ἄλλας παραβάλλων, ῥᾳδίως ἐξευρήσει τὸ

560
πλεονάζον ἢ τὸ λεῖπον ἐν ἑκάστῃ. περὶ πρώτων οὖν ῥητέον τῶν ἁπλῶς λεγομένων εὐκράτων τε καὶ δυσκράτων, ἅς ἐπὶ πάσης οὐσίας γεννητῆς, οὐκ ἐπὶ ζώων μόνον, ἢ φυτῶν, ἔφαμεν ἐξετάζεσθαι. πάλιν δὲ κᾀνταῦθα τό γε τοσοῦτο χρὴ διαστείλασθαι περὶ ὀνομάτων, ὡς θερμὴ κρᾶσις ἄλλη μέν ἐστιν ἐνεργείᾳ, δυνάμει δ’ ἄλλη, καὶ ὡς δυνάμει ταῦτ’ εἶναι λέγομεν, ὅσα μήπω μέν ἐστιν ὃ λέγεται, ῥᾷστον δ’ αὐτοῖς γενέσθαι, φυσικήν τινα ἐπιτηδειότητα κεκτημένοις εἰς τὸ γενέσθαι. περὶ πρώτων οὖν διέλθωμεν τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν, καὶ ξηρῶν καὶ ὑγρῶν, ἀπὸ τῆς συμπάσης οὐσίας ἀρξάμενοι, κᾄπειτα μεταβῶμεν ἐπί τε τὰ ζῶα καὶ τὰ φυτά. τελέως γὰρ ἂν οὕτως ἡμῖν ἀπειργασμένον εἴη τὸ προτεθέν. ἐπειδὴ τοίνυν τὸ μέσον ἐν ἅπαντι γένει, καὶ μάλιστα κατὰ τὰς συμπάσας οὐσίας, ἐκ τῆς τῶν ἄκρων μίξεως γίνεται, χρὴ καὶ τὴν νόησιν αὐτοῦ καὶ τὴν διάγνωσιν ἐξ ἐκείνων συνίστασθαι. τὸ μὲν δὴ τῆς νοήσεως ῥᾶστον. ἀπὸ γὰρ τοῦ θερμοτάτου
561
πάντων τῶν εἰς αἴσθησιν ἡκόντων, οἷον ἤτοι πυρὸς, ἤ τινος ὕδατος ἄκρως ζέοντος, ἐπὶ τὸ ψυχρότατον κατελθόντες ἁπάντων ὧν ἴσμεν, οἶον κρύσταλλον, ἢ χιόνα, νοήσαντές τι διάστημα, μέσον ἀκριβῶς τοῦτο τέμνομεν. οὕτω γὰρ ἐξευρήσομεν τῇ νοήσει τὸ σύμμετρον, ὅπερ ἑκατέρου τῶν ἄκρων ἴσον ἀπέχει. ἀλλὰ καὶ κατασκευάσαι πως αὐτὸ δυνάμεθα, τὸν ἴσον ὄγκον κρυστάλλου μίξαντες ὕδατι ζέοντι. τὸ γὰρ ἐξ ἀμφοῖν κραθὲν ἴσον ἑκατέρου τῶν ἄκρων ἀφέξει, τοῦ τε καίοντος καὶ τοῦ ναρκοῦντος διὰ ψύξιν. οὔκουν οὐδὲν ἔτι χαλεπόν ἐστι, τοῦ κραθέντος οὕτως ἁψαμένους, ἔχειν τὸ μέσον ἁπάσης οὐσίας ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἀντιθέσει, καὶ μεμνῆσθαι τούτου, καὶ κρίνειν ἅπαντα τἄλλα καθάπερ τινὶ κανόνι παραβάλλοντας. καὶ μὲν δὴ καὶ ξηρὰν γῆν, ἢ τέφραν, ἤ τι τοιοῦτο ἕτερον ἀκριβῶς αὐχμηρὸν ἀναδεύσας ὕδατι κατὰ τὸν ὄγκον ἴσῳ, τὸ μέσον ἐργάσῃ σῶμα τῆς κατὰ τὸν ξηρόν τε καὶ ὑγρὸν ἀντιθέσεως. οὔκουν οὐδὲ ἐνταῦθα χαλεπὸν οὐδὲν, ὄψει τε ἅμα καὶ ἁφῇ τὸ
562
τοιοῦτο σῶμα διαγνόντας, παραθέσθαι τῇ μνήμῃ, καὶ τούτῳ κανόνι τε καὶ κριτηρίῳ χρῆσθαι πρὸς τὴν τῶν ἐλλειπόντων ἢ πλεοναζόντων ὑγρῶν καὶ ξηρῶν διάγνωσιν. ἔστω δὲ δηλονότι τὸ κρινόμενον σῶμα συμμέτρως θερμόν. εἰ γὰρ εἰς ἄκρον ἤτοι θερμότητος ἢ ψύξεως ἄγοιτο, τουτὶ τὸ μέσον ὑγροῦ καὶ ξηροῦ σῶμα φαντασίαν ἐνίοτε παρέξει ψευδῆ, καὶ δόξει ποτὲ μὲν ὑγρότερον εἶναι τοῦ συμμέτρου, ποτὲ δὲ ξηρότερον. εἰ μὲν γὰρ θερμανθείη πλέον, ἢ δεῖ, τηκόμενόν τε καὶ ῥέον, ὑγροτέρου φαντασίαν ἑαυτοῦ παρέξει. ψυχόμενον δὲ περαιτέρω τοῦ προσήκοντος, ἵσταταί τε καὶ πήγνυται, καὶ ἀκίνητον γίνεται, καὶ σκληρὸν ἁπτομένοις φαίνεται, κᾀκ τούτου φαντασίαν προβάλλει ψευδῆ ξηρότητος. εἰ δ’, ὥσπερ ὑγροῦ καὶ ξηροῦ μετέσχεν ἴσον, οὕτω καὶ θερμότητός τε καὶ ψύξεως εἴη μέσον, οὔτε σκληρὸν, οὔτε μαλακὸν ἁπτομένῳ φαίνεται τὸ τοιοῦτο σῶμα. τὸ μὲν οὖν ὅλα δι’ ὅλων αὐτὰ κεράσαι, τὸ θερμὸν λέγω καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, ἀδύνατον ἀνθρώπῳ. γῆ γὰρ ὑγρῷ
563
φυραθεῖσα μέμικται μὲν, ὡς ἄν τῳ δόξειε, καὶ οὕτω κέκραται πᾶσα παντὶ, παράθεσις μήν ἐστι τὸ τοιοῦτο κατὰ σμικρὰ, καὶ οὐ δι’ ὅλων κρᾶσις, ἀλλὰ τὸ δι’ ὅλων ἄμφω κεράσαι θεοῦ καὶ φύσεως ἔργον. ἔτι δὲ μᾶλλον, εἰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὅλα δι’ ὅλων ἀλλήλοις κεραννύοιτο. τὸ μέντοι παράθεσιν ἐργάσασθαι τοιαύτην, ὡς ἐκφεύγειν τὴν αἴσθησιν ἕκαστον τῶν ἁπλῶν σωμάτων, οὐ φύσεως τοῦτό γε μόνης ἢ θεοῦ τὸ ἔργον, ἀλλὰ καὶ ἡμέτερόν ἐστιν. οὐδὲ γὰρ χαλεπὸν ὑγροῦ καὶ ξηροῦ μέσον ἐργάσασθαι πηλὸν ἐκ τῆς τοιαύτης μίξεως· ὡσαύτως δὲ καὶ θερμοῦ καὶ ψυχροῦ. καί σοι φανεῖται τὸ τοιοῦτο σῶμα καὶ τῇ θερμότητι μὲν καὶ τῇ ψυχρότητι εὔκρατον, ἀλλὰ καὶ σκληρότητός τε καὶ μαλακότητος ἐν τῷ μέσῳ. τοιοῦτο δ’ ἐστὶ καὶ τὸ τῶν ἀνθρώπων δέρμα, μέσον ἀκριβῶς ἁπάντων τῶν ἐσχάτων, θερμοῦ καὶ ψυχροῦ, καὶ σκληροῦ καὶ μαλακοῦ, καὶ τούτου μάλιστα τὸ κατὰ τὴν χεῖρα. γνώμων γὰρ αὕτη πάντων ἔμελλεν ἔσεσθαι τῶν αἰσθητῶν, ὄργανον 
564
ἁπτικὸν ὑπὸ τῆς φύσεως ἀπεργασθεῖσα τῷ φρονιμωτάτῳ τῶν ζώων οἰκεῖον. ἴσον οὖν ἀπέχειν αὐτὴν ἐχρῆν ἁπάντων τῶν ἄκρων, θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ. καὶ δὴ καὶ γέγονεν ἐκ τῆς τούτων ἁπάντων ἰσομοιρίας, οὐ μιχθέντων μόνον, ἀλλὰ καὶ δι’ ὅλων ἀλλήλοις κερασθέντων, ὅπερ οὐκ ἔτ’ οὐδεὶς ἡμῶν ἐργάσασθαι δυνατός ἐστιν, ἀλλὰ φύσεως τὸ ἔργον. ὅσα μὲν οὖν σκληρότερα τοῦ δέρματός ἐστι μόρια, καθάπερ ὀστᾶ, καὶ χόνδροι, καὶ κέρατα, καὶ τρίχες, ὄνυχές τε καὶ σύνδεσμοι, καὶ ὁπλαὶ, καὶ πλῆκτρα, πλέον ἐν τούτοις ἐστὶ τὸ ξηρόν· ὅσα δὲ μαλακώτερα, καθάπερ αἷμα, καὶ φλέγμα, καὶ πιμελὴ, καὶ στέαρ, καὶ μυελὸς, ἐγκέφαλός τε καὶ νωτιαῖος, ὑγροῦ πλέον ἐν τούτοις ἐστὶν, ἢ ξηροῦ. καὶ μὲν δὴ καὶ ὅσῳ τὸ πάντων ξηρότατον ἐν ἀνθρώπῳ μόριον ὑπερβάλλει ξηρότητι τοῦ δέρματος, τοσούτῳ πάλιν ἀπολείπεται τὸ ὑγρότατον. ἔοικε δέ πως ὁ λόγος ἤδη τῶν χρησιμωτάτων αὐτῶν ἐφάπτεσθαι, καὶ διδάσκειν, ἅμα μὲν ὡς οὐχὶ ζώων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων σωμάτων εὐκρατότατός ἐστιν
565
ὁ ἄνθρωπος, ἅμα δ’ ὡς τῶν ἐν αὐτῷ μορίων τὸ τῆς χειρὸς δέρμα τὸ ἔσωθεν ἁπάσας ἐκπέφευγεν ἀκριβῶς τὰς ὑπερβολάς. ἐπιστήσαντες οὖν πάλιν ἐνταῦθα τὸν λόγον ἐπισκεψώμεθα, τίς ἄριστα πάντων κέκραται ἄνθρωπος, ὃν καὶ τῆς ὅλης μὲν οὐσίας, ἔτι δὲ μᾶλλον ἀνθρώπων καὶ τῶν ἄλλων ζώων ἐν τῷ μέσῳ χρὴ τάξαντας, καθάπερ τινὰ κανόνα καὶ γνώμονα, τοὺς ἄλλους ἅπαντας τούτῳ παραβάλλοντας, θερμοὺς καὶ ψυχροὺς, καὶ ξηροὺς καὶ ὑγροὺς ὀνομάζειν. δεῖ δὲ συνδραμεῖν ἐς ταὐτὸν ἐπὶ τοῦδε πολλὰ γνωρίσματα. καὶ γὰρ ὡς πρὸς τὴν ὅλην οὐσίαν ἐξετάζοντι μέσον φαίνεσθαι χρὴ τὸν τοιοῦτον, ἔτι δὲ μᾶλλον ὡς πρὸς ἀνθρώπους τε καὶ ζῶα. τὰ μὲν οὖν ἁπάσης τῆς οὐσίας γνωρίσματα κοινὰ προείρηται· τὰ δ’ ὡς ἐν ζώων εἴδεσιν ἐνεργείας τελειότητι κρίνεται τῆς ἑκάστῳ πρεπούσης. πρέπει δ’ ἀνθρώπῳ μὲν εἶναι σοφωτάτῳ, κυνὶ δὲ πρᾳοτάτῳ τε ἅμα καὶ ἀλκιμωτάτῳ, λέοντι δὲ ἀλκιμωτάτῳ μόνον, ὥσπερ γε καὶ προβάτῳ πρᾳοτάτω. καὶ μέν με καὶ ὡς τὰς τοῦ σώματος ἐνεργείας οἰκείας εἶναι χρὴ τῷ τῆς ψυχῆς
566
ἤθει, δέδεικται μὲν καὶ πρὸς Ἀριστοτέλους ἐν τοῖς περὶ ζώων μορίων· λέλεκται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν οὐδὲν ἦττον. ἡ μὲν δὴ μέθοδος ἥδε. τὸ δ’ ἀσκῆσαι γνωρίζειν ἑτοίμως ἐν ἑκάστῳ γένει ζώου καὶ κατὰ τὰ σύμπαντα τὸ μέσον, οὐ τοῦ τυχόντος ἀνδρὸς, ἀλλ’ ἐσχάτως ἐστὶ φιλοπόνου, καὶ διὰ μακρᾶς ἐμπειρίας καὶ πολλῆς γνώσεως ἁπάντων τῶν κατὰ μέρος ἐξευρίσκειν δυναμένου τὸ μέσον. οὕτω γοῦν καὶ πλάσται, καὶ γραφεῖς, ἀνδριαντοποιοί τε καὶ ὅλως ἀγαλματοποιοὶ τὰ κάλλιστα γράφουσί τε καὶ πλάττουσι καθ’ ἕκαστον εἶδος, οἶον ἄνθρωπον εὐμορφότατον, ἢ ἵππον, ἢ βοῦν, ἢ λέοντα, τὸ μέσον ἐν ἐκείνῳ τῷ γένει σκοποῦντες. καί πού τις ἀνδριὰς ἐπαινεῖται, Πολυκλείτου κανὼν ὀνομαζόμενος, ἐκ τοῦ πάντων τῶν μορίων ἀκριβῆ τὴν πρὸς ἄλληλα συμμετρίαν ἔχειν ὀνόματος τοιούτου τυχών. ἔστι μὲν οὖν ἐπιπλέον, ὃν νῦν ἡμεῖς ἐζητοῦμεν, ἢ ὁ κανὼν οὗτος. οὐ μόνον γὰρ ὑγρότητός τε καὶ ξηρότητος
567
ἐν τῷ μέσῳ καθέστηκεν ὁ οὕτως εὔσαρκος ἄνθρωπος, ἀλλὰ καὶ διαπλάσεως ἀρίστης τετύχηκεν, ἴσως μὲν ἑπομένης τῇ τῶν τεσσάρων στοιχείων εὐκρασίᾳ, τάχα δέ τινα θειοτέραν ἀρχὴν ἑτέραν ἐχούσης ἄνωθεν. ἀλλὰ τό γε πάντως εὔκρατον εἶναι τὸν τοιοῦτον ἐξ ἀνάγκης ὑπάρχει· τὸ γὰρ ἐν εὐσαρκίᾳ σύμμετρον εὐκρασίας ἐστὶν ἔγγονον. εὐθὺς δ’ ὑπάρχει τῷ τοιούτῳ σώματι, καὶ ταῖς ἐνεργείαις ἄριστα διακεῖσθαι, καὶ σκληρότητός τε καὶ μαλακότητος ἔχειν μετρίως, θερμότητός τε καὶ ψυχρότητος· καὶ ταῦθ’ ὑπάρχειν ἅπαντα τῷ δέρματι, καὶ τούτῳ μάλιστα τῷ τῆς χειρὸς ἐντὸς, ὅταν μηδένα τύλον ἔχῃ τοιοῦτον, οἷον τοῖς ἐρέττουσί τε καὶ σκάπτουσι γίνεται. διττῆς γὰρ ἕνεκα χρείας τῶν χειρῶν γεγενημένων, ἁφῆς καὶ ἀντιλήψεως, αἱ μαλακαὶ μὲν εἰς τὴν τῆς ἁφῆς ἀκρίβειαν, αἱ σκληραὶ δὲ εἰς τὴν τῆς ἀντιλήψεως ἰσχὺν ἐπιτηδειότεραι. καὶ δὴ καὶ τὸ δέρμα τὸ μέσον οὐ μόνον ἁπάντων ἀνθρωπίνων μορίων, ἀλλὰ καὶ τῆς ὅλης οὐσίας, καὶ πάντων τῶν ἐν γενέσει καὶ
568
φθορᾷ σωμάτων, οὐ τὸ τετυλωμένον ἐστὶ καὶ σκληρὸν καὶ λιθῶδες, ἀλλὰ τὸ κατὰ φύσιν ἔχον, ᾧ δὴ καὶ μάλιστά φαμεν ἀκριβοῦσθαι τὴν ἁφήν. ὅτι μὲν οὖν σκληρότητός τε καὶ μαλακότητος ἐν τῷ μέσῳ καθέστηκεν ἁπάντων μορίων, ἱκανῶς ἐναργές· ὅτι δὲ καὶ θερμότητος καὶ ψυχρότητος, ἐκ τῆς οὐσίας ἂν αὐτοῦ μάλιστα καταμάθοις. ἔστι γὰρ οἷον ἔναιμόν τι νεῦρον, ἀκριβῶς μέσον ὑπάρχον νεύρου τε καὶ σαρκὸς, ὡς εἰ καὶ κραθέντων ἀμφοῖν ἐγένετο. ἀλλὰ νεῦρον μὲν ἅπαν ἄναιμόν τε καὶ ψυχρόν· σὰρξ δὲ πολύαιμός τε καὶ θερμή· μέσον δ’ ἀμφοῖν τὸ δέρμα, μήτ’ ἄναιμον τὸ πάμπαν, ὡς νεῦρον, ἀλλὰ μηδὲ πολύαιμον, ὡς ἡ σὰρξ, γενόμενον. εἰ δὴ τοῦτο κανόνα τε καὶ οἷον κριτήριον ἁπάντων τῶν τοῦ ζώου μορίων προστησάμενος ἐξετάζεις τε καὶ παραβάλλεις αὐτῷ τἄλλα, τὰς ὀκτὼ διαφορὰς εὑρήσεις τῆς δυσκρασίας ἐν αὐτοῖς. καὶ δὴ καὶ κατὰ μέρος δίειμί σοι περὶ πάντων ἑξῆς. φλέγμα μὲν οὖν ὑγρότατόν ἐστι καὶ ψυχρότατον, αἷμα δὲ θερμότατον, ἀλλ’ οὐχ οὕτως 
569
ὑγρὸν, ὡς τὸ φλέγμα. θρὶξ δὲ ξηροτάτη τε καὶ ψυχροτάτη· ἧττον δὲ αὐτῆς ὀστοῦν ψυχρόν ἐστι καὶ ξηρὸν, καὶ τοῦδε χόνδρος ἧττον ξηρός. ἐφεξῆς δὲ χόνδρῳ σύνδεσμος, καὶ ὃν χονδροσύνδεσμον ὀνομάζουσιν, ἔπειτα τένων, εἶθ’ ὑμὴν, καὶ ἀρτηρία, καὶ φλὲψ, αὐτὰ δηλονότι τὰ σώματα τῶν ἀγγείων, εἶθ’ ὅσα νεῦρα σκληρά. τὰ δὲ μαλακὰ νεῦρα κατὰ τὴν τοῦ δέρματος ὑπάρχει φύσιν ἐν τῇ καθ’ ὑγρότητά τε καὶ ξηρότητα μεσότητι. κατὰ γὰρ τὴν ἑτέραν ἀντίθεσιν οὐκ ἔτι μέσον θερμοῦ καὶ ψυχροῦ τὸ νεῦρον μαλακὸν, ἀλλὰ τοσοῦτον ἀπολείπεται θερμότητος, ὅσον καὶ αἵματος. οὕτω δὲ καὶ τἄλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα τοσούτῳ ψυχρότερα δέρματος, ὅσῳ καὶ ἀναιμότερα. καὶ οἵ γε χιτῶνες αὐτοὶ τῶν ἐναιμοτάτων ἀγγείων, ἀρτηρίας λέγω καὶ φλεβὸς, ἄναιμοί τέ εἰσι καὶ ψυχροὶ τῇ φύσει· τῇ γειτνιάσει δὲ τοῦ αἵματος θερμαίνονται, καὶ εἰς μέσην ἀφικνοῦνται κατάστασιν κράσεως. τὸ δὲ αἷμα πάλιν αὐτὸ παρὰ τῆς καρδίας ἔχει τὴν θερμασίαν. φύσει γὰρ ἐκεῖνο τὸ
570
σπλάγχνον ἁπάντων ἐστὶ τῶν τοῦ ζώου μορίων ἐναιμότατόν τε ἅμα καὶ θερμότατον· ἐφεξῆς δ’ αὐτῷ τὸ ἧπαρ. ἀλλ’ ἡ μὲν καρδία βραχὺ δέρματος ἀποδεῖ σκληρότητι, τὸ δ’ ἧπαρ πολύ. καὶ τοίνυν ὑγροτέρα τοσούτῳ δέρματός ἐστιν, ὅσῳ μαλακωτέρα. καὶ μὴν δὴ καὶ σὰρξ ὑγροτέρα δέρματος· ἀλλ’ αὕτη μὲν καὶ θερμοτέρα. νωτιαῖος δὲ ὑγρότερος μὲν, ἀλλὰ καὶ ψυχρότερος· καὶ τοῦδε μᾶλλον ἐγκέφαλος υγρότερος, ἔτι δὲ τούτου μᾶλλον πιμελή, καὶ ἡ πῆξις αὐτῆς, διὰ τὴν τῶν ὑμένων γειτνίασιν· ἐλαίῳ γὰρ ἔοικε παχεῖ, καὶ διὰ τοῦτο πήγνυται, ψυχροῖς καὶ ἀναίμοις ὁμιλοῦσα μορίοις. οὔτε δ’ ἥπατι περιπήγνυσθαι πιμελὴν, οὔτ’ ἀρτηρίαις καὶ φλεψὶν, οὔτε καρδίᾳ δυνατὸν, ἀλλ’ οὐδ’ ἄλλῳ τινὶ θερμῷ πάνυ μορίῳ. διότι δὲ πέπηγε πάνυ ψυχρῷ, διὰ τοῦτο χεῖται θερμαινομένη τοῖς ἄλλοις ὁμοίως πεπηγόσιν. οὐ μὴν ἐγκέφαλός γε θερμαινόμενος χεῖται, καὶ διὰ τοῦτο ἦττον ὑγρός ἐστι πιμελῆς. ἧττον δ’ ὑγρὰ πιμελῆς ἐστι καὶ ἡ τοῦ πνεύμονος σὰρξ, οὐδὲ γὰρ αὕτη
571
χεῖται θερμαινομένη. πολὺ δ’ ἔτι μᾶλλον ἡ τοῦ σπληνός τε καὶ τῶν νεφρῶν ἧττόν ἐστιν ὑγρὰ πιμελῆς. ἅπαντα μέντοι ταῦτα δέρματός ἐστιν ὑγρότερα. τὰς δὲ τούτων ἀποδείξεις ἐν τῷ μεταξὺ λόγῳ διέξειμι· καὶ μὲν δὴ καὶ ὅσα λείπει τῇ συμπάσῃ περὶ κράσεων πραγματείᾳ διὰ τῶν ἐφεξῆς δυοῖν ὑπομνημάτων εἰρήσεται.