De elementis ex Hippocrate

Galen

Galen, De elementis ex Hippocrate, Claudii Galeni Opera Omnia, Kühn, Volume 1, 1829

Ἐπὶ δὲ τὸν δεύτερον λόγον ἤδη μοι ἰέναι καιρός. ἀποδείξας γὰρ ὁ Ἱπποκράτης. ἁπάντων τῶν ὄντων κοινὰ στοιχεῖα τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν, ἐφεξῆς ἐπὶ γένος ἕτερον στοιχείων μέτεισιν, οὐκέτι πρῶτον οὐδὲ κοινὸν, ἀλλὰ τῶν ἐναίμων ζώων ἴδιον. αἷμα γὰρ, καὶ φλέγμα, καὶ χολὴ ξανθή τε καὶ μέλαινα στοιχεῖα τῆς ἁπάντων γενέσεώς ἐστι τῶν ἐναίμων ζώων, οὐκ ἀνθρώπου μόνον. ἀνθρώπου δέ γε ἴδια μόρια τὰ ἐλάχιστά

493
τε καὶ ὁμοιομερῆ προσαγορευόμενα. κοινωνία δέ ἐστι καὶ τούτων αὐτῶν πρὸς ἔνια τῶν ἐναίμων ζώων, οἷον ἵππον, καὶ βοῦν, καὶ κύνα, καὶ τἄλλα, ὅσα τοιαῦτα. πάντα γὰρ ταῦτα καὶ ἀρτηρίας ἔχει, καὶ φλέβας, καὶ νεῦρα, καὶ συνδέσμους, καὶ ὑμένας, καὶ σάρκας, οὐ μὴν ἀκριβῶς γε πάντη τοῖς ἀνθρώποις ὅμοια. τινὰ δὲ καὶ κατὰ γένος ἕτερα, καθάπερ ὁπλὰς, καὶ κέρατα, καὶ πλῆκτρα, καὶ ῥάμφη, καὶ φολίδας, καὶ λεπίδας. ὥσπερ οὖν τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν ἁπάντων. ἦν κοινὰ στοιχεῖα, κατὰ τὸν αὐτὸν τρόπον ἴδια πάλιν ἑκάστου τῶν ζώων ἐστὶ τὰ πρῶτα πρὸς αἴσθησιν μόρια, περὶ ὧν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέξεται. μεταξὺ δὲ τούτων τε κᾀκείνων ἡμῖν μὲν οἱ τέσσαρες χυμοὶ, τῶν δ’ ἄλλων ζώων ἑκάστῳ τοῦθ’, ὅπερ ἂν ὕλη τῆς γενέσεως αὐτῶν ᾖ προσεχής. οὕτω γὰρ εἰώθασιν ὀνομάζειν, ἐξ ἧς πρώτης τι γίνεται, μηδεμιᾶς ἐν μέσῳ δεομένης ἑτέρας μεταβολῆς.

494

Ὅτι μὲν οὖν ἐκ τοῦ τῆς μητρὸς αἵματος ἅπαντα γέγονε τὰ τῶν ἐναίμων ζώων μόρια, πρόδηλον παντί. μετέχοντος δὲ τούτου φλέγματός τε καὶ διττῶν χολῶν, εὐλόγως ἐνταῦθα διέστησαν, οἱ μὲν ἐξ αἵματος μόνου τὴν γένεσιν ὑπάρχειν ἡμῖν, οἱ δὲ ἐκ τῶν τεττάρων χυμῶν φάσκοντες. ἔστι μὲν οὖν οὐχ ὁμοίως ἀποδεῖξαι τἀληθὲς ἐνταῦθα δυνατὸν, ὡς ἐπὶ τῶν πρώτων στοιχείων· ἑκάτερος γὰρ ὁ λόγος ἔχει τι πιθανόν. ἐξ ὦν δ’ οὑν ὁ Ἱπποκράτης κινηθεὶς, ἀληθέστερον εἶναι νομίζει, τοὺς τέσσαρας χυμοὺς ὕλην εἶναι τῆς τοῦ ἀνθρώπου γενέσεως, ἐπιδεῖξαι πειράσομαι, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. ὁμοιομερὲς μὲν οὖν ἐστι καὶ σὰρξ, καὶ νεῦρον. ἀλλ’ ἡ μὲν σὰρξ ἔναιμός τε καὶ μαλακὴ καὶ θερμή· τοὐναντίον δὲ τὸ νεῦρον ἄναιμόν τε καὶ σκληρὸν καὶ ψυχρόν. οὐ μὴν οὔτ’ ἐκείνη μαλακὴ καὶ θερμὴ τελέως ἐστὶν, οὔτε τὸ νεῦρον σκληρὸν καὶ ψυχρόν. ἀλλὰ τὸ μὲν αἷμα τῆς σαρκὸς μαλακώτερόν τε καὶ

495
θερμότερόν ἐστι· τὸ δὲ ὀστοῦν τοῦ νεύρου σκληρότερον καὶ ψυχρότερον. οὕτω δὲ καὶ τῶν ἄλλων ἕκαστον μορίων ἕτερον ἑτέρου, τὸ μὲν ψυχρότερόν ἐστι, τὸ δὲ θερμότερον, καὶ τὸ μὲν μαλακώτερον, τὸ δὲ σκληρότερον. ἆρ’ οὖν ἐκ τῆς αὐτῆς οὐσίας τὰ πάντα γέγονεν, ἢ μᾶλλον ἀγαθός τις οὖσα δημιουργὸς ἡ φύσις, ἡνίκα τὸ πρῶτον ἐκ τοῦ παρὰ τῆς μητρὸς αἵματος, εἰς τὴν μήτραν ἰόντος, ἐγέννα τε καὶ διέπλαττε τὸ ἔμβρυον, εἰς μὲν τὴν τῶν σκληροτέρων σωμάτων πῆξιν εἷλκεν ἐξ αὐτοῦ τὸ παχύτερον, εἰς δὲ τὴν τῶν μαλακωτέρων τὸ ὑγρότερον; οὕτω δὲ καὶ τὸ μὲν θερμότερον εἰς τὴν τῶν θερμοτέρων, τὸ δὲ ψυχρότερον εἰς τὴν τῶν ψυχροτέρων; ἐμοὶ μὲν οὖν οὕτω δοκεῖ μακρῷ φυσικώτερον εἶναι, καὶ κατὰ τὴν πρώτην ἀρχὴν εὐθέως διαπεπλάσθαι τὸ κύημα, κᾀν τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τὴν τροφὴν καὶ τὴν αὔξησιν ἕκαστον τῶν μορίων ἔχειν ἐκ τῆς οἰκείας ὕλης. ἕν μὲν γάρ τι φαίνεται τὸ αἷμα, καθάπερ καὶ τὸ γάλα. διδάσκει δ’ ὁ λόγος, οὐχ ἓν ὑπάρχειν αὐτὸ, καθότι μηδὲ τὸ γάλα.
496
τὸ μὲν γάρ ἐστιν ἄκρως ὀῤῥῶδες καὶ λεπτὸν ἐν τῷ γάλακτι, τὸ δὲ ἄκρως τυρῶδες καὶ παχύ. ταῦτα δὲ, ἕως μὲν ἐκέκρατο πρὸς ἄλληλα, μέσον ἀπειργάζετο τὸ γάλα τυροῦ καὶ ὀῤῥοῦ· διακριθέντα δὲ, τὴν οἰκείαν ἰδέαν ἐνεδείξατο, καὶ τὴν τοῦ γάλακτος ἐδίδαξε φύσιν, ὡς οὐκ ἄρα ἓν ἦν ἀκριβῶς, ἀλλ’ ἐξ ἐναντίων τε καὶ διαφερόντων συγκείμενον. ὡς οὖν ἐν τῷ γάλακτι τὸ μέν ἐστιν ὀῤῥὸς, τὸ δὲ τυρὸς, οὕτω καὶ ἐν τῷ αἵματι τὸ μὲν οἷον ἰχὼρ αἵματος ἀνάλογον ὀῤῥῷ γάλακτος, τὸ δὲ οἶον ἰλύς τις καὶ τρὺξ ἀνάλογον τῷ τυρῷ. καὶ μὲν δὴ καὶ ἶνας ἐμφερομένας τῷ αἵματι σαφῶς ἐστι θεάσασθαι, καὶ τούτων ἐξαιρεθεισῶν, οὐ πήγνυται τὸ αἷμα, καὶ χωρισθὲν τῶν ἰνῶν τὸ αἷμα καὶ χροιᾷ καὶ συστάσει διαφέρει. τὸ μὲν γὰρ ἐρυθρὸν ἀκριβῶς φαίνεται, τὸ δὲ ξανθότερον τούτου, τὸ δὲ μελάντερον. ἔστιν ὅτε δὲ καὶ σαφῶς ἐπανθεῖ τι λευκὸν αὐτῷ, καί ποτε πελιδνὸν ἅπαν 
497
ἐφάνη, καὶ νὴ Δία γε πολλάκις ἐγγὺς τῷ μέλανι, καθάπερ τις πορφύρα κατακορής· ὥστ’ οὐχ ἓν ἀκριβῶς τὸ αἷμα. πάντων γὰρ ἂν, οἶμαι, καὶ ζώων καὶ ἀνθρώπων ὅμοιον ὑπῆρχε διὰ παντὸς, εἴπερ ἦν ὄντως ἓν. ἀλλά ποτε ἐν αὐτῷ πλεονεκτεῖ τὸ παχὺ καὶ μέλαν, ὡς καὶ τὴν χρόαν ἅπαντος τοῦ σώματος μελαντέραν φαίνεσθαι, καὶ τὰς οὐλὰς μελαίνεσθαι, καὶ κιρσοῦσθαι τὰς ἐν τοῖς σκέλεσι φλέβας, ἅμα τινὶ πελιδνῷ χρώματι· ποτὲ δὲ τὸ ξανθὸν, ὡς καὶ τοῦτ’ ἔκ τε τῶν τριχῶν ἐστιν ἰδεῖν, κᾀκ τῆς συμπάσης τοῦ σώματος χρόας, ἐμέτων τε καὶ διαχωρημάτων· ἔστι δ’ ὅτε τὸ ἐρυθρὸν ἢ λευκὸν, ὡς καὶ ταῦτα ἔκ τε τῶν τοῦ ὅλου σώματος χρωμάτων καὶ τριχῶν καὶ διαχωρημάτων φαίνεσθαι. καὶ μὲν δὴ κᾂν εἰ τὰς φλέβας ἐκτέμοις ὑγιαινόντων ἔτι τῶν ἀνθρώπων, τοῦ μέν τινος αὐτῶν ξανθὸν ῥυήσεται τὸ αἷμα, τοῦ δ’ ἐρυθρὸν, τοῦ δὲ λευκότερον, τοῦ δὲ μελάντερον. κᾂν εἰ δοῦναι δὲ φάρμακον ἐθέλοις ἐκκαθαῖρον τὸ σῶμα, τοιοῦτον
498
ἐκκενώσει χυμὸν, ὁποῖον ἕλκειν πέφυκεν, ἀλλ’ οὐκ ἴσον ἐν πάσῃ φύσει σώματος, οὔθ’ ὑγιαινόντων, οὔτ’ ἀῤῥωστούντων. ἵνα γὰρ ἀπὸ τῶν ἀῤῥωστούντων ἄρξωμαι, χολῆς τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης εἰ δοίης τοῖς ἰκτεριῶσιν ἀγωγὸν φάρμακον, ἄξει σοι παμπόλλην χολήν. εἰ δέ γε τοῖς τὸν καλούμενον ὕδερον λευκοφλεγματίαν νοσοῦσι ταὐτὸ τοῦτο δοίης φάρμακον, ἐλαχίστην μὲν ἐκκενώσει χολήν. εἰ δ’ αὖ πάλιν ἕτερον δοίης φάρμακον, ὑφ’ οὗ φλέγμα κενοῦσθαι πέφυκεν, ἥκιστα μὲν ἐν τοῖς ἰκτεριῶσι κενώσει φλέγμα, καὶ σὺν μεγάλῃ τῇ βλάβῃ· πάμπολυ δὲ τοῖς προειρημένοις ὑδέροις, καὶ χωρὶς τοῦ βλάψαι. καὶ μέντοι καὶ τοῖς ἐλεφαντιῶσι πολλάκις ἐδώκαμεν, ὅ τι χολὴν ἐκκαθαίρει μέλαιναν· ὑφ’ οὗ καὶ ῥᾴστην καὶ πλείστην σὺν ὠφελείᾳ μεγάλῃ τὴν κένωσιν εἴδομεν ἀπαντῶσαν.

499

Ἀσκληπιάδης δὲ, πάντα τὰ καλὰ τῆς τέχνης ἐπιχειρῶν ἀνατρέπειν τῷ λόγῳ διὰ τοὺς θαυμαστοὺς ὄγκους καὶ πόρους, πειρᾶται μεταπείθειν ἡμᾶς, ὡς οὐχ ἕλκει τὸ οἰκεῖον ἕκαστον τῶν φαρμάκων, ἀλλὰ μεταβάλλει. καὶ τρέπει, καὶ ἀλλοιοῖ, διαφθεῖρον εἰς τὴν ἑαυτοῦ φύσιν, ὁποῖον ἂν ᾖ τὸ ἑλχθέν. εἶτα τὴν ἀκολουθοῦσαν ὠφέλειαν, οὐ τῇ τοῦ λυποῦντος καθάρσει γίνεσθαί φησιν, ἀλλὰ τῷ κοινῷ λόγῳ τῆς κενώσεως. ὁ μὲν οὖν Ἀσκληπιάδους λόγος οὕτως ἀναισχυντεῖ κατὰ τοῦ φαινομένου. τὸ φαινόμενον δέ γ’, ὡς Ἱπποκράτης τε καὶ οἱ λοιποὶ πάντες ἰατροὶ, τῇ πείρᾳ βασανίζοντες, ἔμαθον, ὡς εἴρηται πρόσθεν, ἔχει. εἰ γὰρ ἐπιχειρήσεις ἀνθρώπῳ χολῶντι φλέγματος ἀγωγὸν δοῦναι φάρμακον, οὐ μετὰ μικρᾶς, εὖ οἶδ’ ὅτι, ζημίας πειράσῃ τοῦ ἐγχειρήματος. εἰ δέ γ’ ὡς κενοῦντα μόνον ὠφελεῖ τὰ καθαίροντα, τί οὐ φλέβας τέμνομεν ἁπάντων, εἴτ’ ἰσχνοὶ

500
τύχοιεν ὄντες, εἴτε παχεῖς, εἴτ’ ἰκτεριῶντες, εἴτε μελαγχολῶντες; ἀλλὰ πολλοῖς μὲν τῶν τοιούτων, ἰσχνοῖς οὖσιν ἱκανῶς, οὐ σμικρὰν ἤνεγκεν ὠφέλειαν ἡ τοῦ λυποῦντος χυμοῦ κένωσις. εἰ δ’ αἵματος αὐτῶν ἀφελεῖν ἐτόλμησέ τις, εὐθὺς ἂν ἀπέκτεινεν. ἀλλὰ ταῦτα λέγειν ἀναγκάζουσιν Ἀσκληπιάδην οἱ ὄγκοι καὶ πόροι καὶ τὰ ἄναρμα στοιχεῖα. τούτοις γὰρ ἕπεται τὸ μηδεμίαν εἶναι τῆς φύσεως ἡμῶν ἀλλοτρίαν ποιότητα, μηδὲ τὴν τῶν ὁσημέραι διὰ τῆς γαστρὸς ἡμῶν ἐκκενουμένων περιττωμάτων· ἀλλ’ ὅταν ἐπισχεθῇ ἡ γαστὴρ, τῷ λόγῳ τοῦ πλήθους ἡμᾶς βλάπτεσθαι, καὶ εἶναι τὴν ἴασιν ὀλιγοσιτίαν ἢ ἀσιτίαν παντελῆ. πλῆθος γάρ τοι τοιούτων λόγων ἀποτετόλμηται πρὸς Ἀσκληπιάδου, τοῖς ἐναργέσι μαχομένων, οἳ τοὺς μὲν ἀγνοοῦντας τὸ φαινόμενον ἀπορεῖν ἀναγκάζουσι, τοὺς δὲ γινώσκοντας ἐκπλήττεσθαί τε καὶ θαυμάζειν τὴν ἀναισχυντίαν τοῦ ἀνθρώπου. ἀλλὰ πρὸς μὲν τὴν Ἀσκληπιάδειον τόλμαν ἐν ἑτέροις ἐπὶ πλέον εἰρήσεται. τὰ φαινόμενα δ’ ἐναργῶς πάλιν
501
ἀναλάβωμεν, ἑπόμενοι ταῖς Ἱπποκράτους ῥήσεσιν, ὡς οὐ μαντευσαμένου δήπουθεν, ὡς ἰατρός τις ἄπειρος ἢ ἀναίσχυντος ἐς τοσοῦτον ἔσοιτο, καθάπερ Ἀσκληπιάδης, ὡς ἤτοι παντάπασιν ἀγνοῆσαι τὰ οὕτω σμικρὰ τῆς τέχνης, ἢ γνοὺς ἀρνήσηται μὴ γινώσκειν. ὅθεν, οἶμαι, καὶ ὁ λόγος ἡμῖν μὲν μακρότερος γίνεται διὰ τὰς πρὸς τοὺς ἀναισχυντήσαντας ἀντιλογίας· Ἱπποκράτει δὲ βραχὺς καὶ σύντομος, αὐτὸ τὸ φαινόμενον ἐναργῶς γράφοντι, χωρὶς ἁπάσης κατασκευῆς, τῷ μηδ’ ὑπονοῆσαι μηδένα, μήτ’ ἀγνοῆσαι τὰ τοιαῦτα, μήτ’ ἀρνήσασθαι.

Πρὸς μὲν τοὺς λέγοντας, αἷμα μόνον εἶναι τὸν ἄνθρωπον, ἢ ἓν ὁτιοῦν ἄλλο, τοσοῦτον εἰπὼν ἠρκέσθη, δεικνύειν ἀξιώσας αὐτοὺς, μὴ μεταλλάσσοντα τὴν ἰδέαν τὸν ἄνθρωπον, μήτε γινόμενον παντοῖον, ἀλλ’ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ, ἢ τῆς ἡλικίας τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἓν ἐὸν φαίνεται μοῦνον. εἰκὸς γάρ ἐστιν εἶναί φησι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐν ἑωυτέῳ ἓν ἐὸν, ὅ τί ἐστι. 

502
πρὸς δὲ τῷ διττὰς μὲν χολὰς ἀναμεμίχθαι τῷ αἵματι διὰ παντὸς, ὠχρὰν καὶ μέλαιναν, ἐπ’ αὐταῖς δὲ τρίτον τὸ φλέγμα, τὰ κατὰ φύσιν ἐν ταῖς ἡλικίαις τε καὶ ὥραις φαινόμενα διῆλθεν. ἢν γάρ τοι δῴης, φησὶν, ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα ἄγει, ἐμεῖταί σοι φλέγμα. καὶ ἢν δῴης φάρμακον, ὅ τι χολὴν ἄγει, ἐμεῖταί σοι χολή. καὶ ἢν τρώσῃς αὐτοῦ, φησὶ, τὶ τοῦ σώματος, ὥστε ἕλκος γενέσθαι, ῥυήσεται αἷμα. καὶ ταῦτα ποιήσει σοι, φησὶ, πάντα πάσῃ ἡμέρῃ καὶ νυκτὶ; καὶ χειμῶνος καὶ θέρεος. πρὸς δὲ τῷ ταῦτα εἶναι τὴν φύσιν αὐτοῦ, τουτέστιν ἐκ τούτων ἅπαντα τὰ μόρια καὶ γεγονέναι καὶ τρέφεσθαι, τάδε φησί. πρῶτον μὲν φανερός ἐστιν ὁ ἄνθρωπος ἔχων ἐν ἑαυτῷ ταῦτα πάντα, ἕως ἂν ζῇ. ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου ταῦτα πάντα ἔχοντος, τέθραπταί τε ἐν ἀνθρώπῳ ταῦτα πάντα ἔχοντι, ὁπόσα φημί τε καὶ ἀποδείκνυμι. ταῦτα πάντα, ἐάν τις ἐκποδὼν ποιήσηται τὴν Ἀσκληπιάδειον ἀναισχυντίαν,
503
ἱκανῶς ἀποδείκνυσι τὸ προκείμενον. εἰ γὰρ ἕκαστον τῶν καθαιρόντων φαρμάκων ἕλκει τινὰ χυμὸν, καὶ χρόνος οὐδείς ἐστιν, ἐν ᾧ διδοὺς ὁτιοῦν αὐτῶν ἀπορήσεις ἐκκενῶσαι τὸν οἰκεῖον χυμὸν, εὔδηλον, ὡς οὐδεὶς χρόνος ἐστὶν, ἐν ᾧ μὴ μετέχει τῶν τεσσάρων χυμῶν ὁ ἄνθρωπος. ἀλλὰ καὶ ἡ γένεσις ἐξ αἵματος ἦν αὐτῷ, τοῦ τῆς μητρὸς, οὐ καθαροῦ δήπουθεν ὄντος, ἀλλ’ ἐπιμεμιγμένου φλέγματί τε καὶ διτταῖς χολαῖς. ἐδείχθη γὰρ ὁ ἅπας ἄνθρωπος ἐν παντὶ καιρῷ ταῦτα ἔχειν ἐν ἑαυτῷ. εἰ τοίνυν καὶ γέγονεν ἐκ τούτων ὁ ἄνθρωπος καὶ τὴν αὔξησιν καὶ τὴν τροφὴν ἐκ τούτων ἔχει, ταῦτά ἐστιν ἡ φύσις αὐτῷ. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα. τῶν δὲ κατὰ μέρος εἰρημένων ἐν τῷ βιβλίῳ τινὰ μὲν περὶ τῆς κατά τε τὰς ἡλικίας καὶ τὰς ὥρας μεταβολῆς διδάσκει· τινὰ δὲ πίστιν οὐ σμικρὰν φέρει τοῦ τὸν οἰκεῖον χυμὸν ἕκαστον τῶν καθαιρόντων ἕλκειν καὶ τοῦ τὸν ἄνθρωπον ἁπάντων δεῖσθαι τῶν εἰρημένων χυμῶν. αὐτίκα γέ τοι τὰ κατὰ τὰς ὑπερκαθάρσεις
504
γινόμενα μάλιστα τὸν οἰκεῖον ἐνδείκνυται χυμὸν ἕκαστον τῶν φαρμάκων ἕλκειν. ὁπόταν γὰρ πίῃ τις φάρμακον, ὅ τι χολὴν ἄγει, πρῶτον μὲν χολὴν ἐμέει, ἔπειτα δὲ φλέγμα, ἔπειτα δὲ ἐπὶ τούτοις χολὴν ἐμέουσι μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρόν. τὰ αὐτὰ δὲ πάσχουσι, φησὶ, καὶ ὑπὸ τῶν φαρμάκων τῶν φλέγμα ἀγόντων· πρῶτον μὲν γὰρ φλέγμα ἐμέουσιν, ἔπειτα χολὴν ξανθὴν, ἔπειτα μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρὸν, καὶ ἐν τῷδε ἀποθνήσκουσιν. ἡ μὲν οὖν ῥῆσις αὕτη. πρόδηλον δ’ ἐξ αὐτῆς συλλογίσασθαι, διότι τὸν οἰκεῖον χυμὸν ἕκαστον ἐπισπᾶται τῶν καθαιρόντων φαρμάκων. ὁπόταν γὰρ ἀσθενέστερον ἑαυτοῦ τὸ ζῶον ὑπάρχῃ, νενικημένον ὑπὸ φαρμάκου, ὡς πλησίον ἥκειν θανάτου, τότ’ ἀφίσταται μὲν ἡ τοῦ προτέρου χυμοῦ κένωσις, διαδέχεται δ’ αὐτὴν ἑτέρα. καίτοι δυοῖν θάτερον κατὰ τὸν Ἀσκληπιάδην ἐχρῆν ἢ μηδ’ ὅλως ἐκκενοῦσθαι μηδένα χυμὸν, ἢ φέρεσθαι τὸν ἐξ ἀρχῆς διὰ παντός. ἀῤῥωστοῦντος μὲν οὖν
505
ἤδη τοῦ δοθέντος φαρμάκου, μηδένα δρῶντος δὲ, ὃ πέφυκε δρᾷν, ἐκεῖνον μόνον ἐχρῆν φέρεσθαι διὰ παντὸς, ὃν ἐξ ἀρχῆς ἐκένου. οὐ γὰρ δή που πρότερον μὲν, ὅτε ἰσχυρὸν ἦν ἔτι τὸ σῶμα, καὶ συντήκειν αὐτὸ, καὶ μεταβάλλειν εἰς ὅπερ ἐπεφύκει, τὸ φάρμακον ἱκανὸν ἦν· ἐπεὶ δ’ ἀσθενὲς ἐγένετο, νῦν οὐκέτι ταὐτὰ δρᾶσαι δυνήσεται. καὶ μὴν, ὅτι γε δρᾷ, πρόδηλον. ἐκκενοῦται γὰρ οὐδὲν ἧττον ἐν τῷδε καὶ διαλύεται καὶ φθείρεται τὸ σῶμα. πῶς οὖν οὐκέθ’ ὅμοιος τῷ πρόσθεν ὁ κενούμενος χυμὸς φαίνεται; οὐκ ἄλλως πάντως, ἢ ὅτι πᾶς ἐκεῖνος ὀλίγου δεῖν ἐκκεκένωται τοῦ σώματος. ὥστ’ οὐδὲ ζῇν ἔτι δυνατὸν ἔσται τῷ ζώῳ, τῶν στοιχείων τινὸς αὐτοῦ παντάπασιν ἀπολλυμένου, ἀλλὰ διαλύεσθαί τε καὶ φθείρεσθαι καὶ ῥεῖν ἐφεξῆς, ὅστις ἂν ἔτι τῶν ὑπολοίπων χυμῶν ἑτοιμότερος ᾖ κενοῦσθαι. διὰ τοῦτ’ οὖν, εἴτε χολῆς μελαίνης, εἴτε φλέγματος ἀγωγὸν εἴη τὸ φάρμακον,
506
ἐν ταῖς ὑπερκαθάρσεσιν ὁ τῆς ξανθῆς χολῆς ἕπεται χυμὸς, ὡς ἂν θερμότατός τε καὶ λεπτότατος ὑπάρχων. εἰ δ’ αὖ τῆς ξανθῆς χολῆς εἴη τὸ φάρμακον ἀγωγὸν, ἐφεξῆς μὲν τὸ φλέγμα κατὰ τὰς ὑπερκαθάρσεις, ἔπειθ’ ἡ μέλαινα κενοῦται· βαρυτάτη γὰρ αὕτη, καὶ παχεῖα, καὶ δυσκίνητος. ὕστατον δὲ πάντων τὸ αἷμα, τῷ μάλιστα οἰκεῖον εἶναι τῇ φύσει.

Διὸ καὶ ὅσοι τῶν ἰατρῶν τε καὶ φυσικῶν ἐξ αἵματος μόνου γίνεσθαι καὶ τρέφεσθαι τὸ ζῶον ἀπεφῄναντο, χρὴ καὶ τούτων ἐπαινεῖν τὴν γνώμην, ὡς εἰκότα γινωσκόντων. ἀλλ’ Ἱπποκράτης φυσικώτερον ἔτι καὶ τούτων ἐκ τῶν τεττάρων χυμῶν καὶ τὴν γένεσιν, καὶ τὴν αὔξησιν, καὶ τὴν θρέψιν εἷναί φησι τοῖς σώμασιν ἡμῶν, ἅμα μὲν, ὡς καὶ πρόσθεν εἴρηται, παμπόλλην ὁρῶν ἐκ τοῖς ὑγιαίνουσιν ποικιλίαν τῆς τῶν σωμάτων ἰδέας οὐκ ἂν γιγνομένην, εἴπερ εἶς ἦν ὁ στοιχειώδης χυμός· ἔπειτα δὲ καὶ τὰς τῶν μορίων φύσεις, οὕτω πάμπολυ διαφερούσας, 

507
οὐκ εἰκὸς, οὔτ’ ἐκ μιᾶς οὐσίας γεγονέναι κατ’ ἀρχὰς εὐθὺς, οὔτε μιᾶς ἔδει κεχρῆσθαι τροφῆς. ἅπαντα δὲ ταῦτά τὰ νῦν ὑπ’ ἐμοῦ λεγόμενα διὰ βραχυτάτης ἐνεδείξατο ῥήσεως ὁ Ἱπποκράτης, ὡδί πως εἰπών· ὡς γὰρ τὰ σπειρόμενά τε καὶ φυόμενα, ὅταν εἰς τὴν γῆν εἰσέλθῃ, ἕλκει ἕκαστον τὸ κατὰ φύσιν ἑωυτοῦ ἐὸν ἐν τῇ γῇ, ἔνι δὲ καὶ ὀξὺ, καὶ γλυκὺ, καὶ πικρὸν, καὶ ἁλμυρὸν, καὶ παντοῖον· πρῶτον μὲν οὖν καὶ πλεῖστον τούτου εἵλκυσεν εἰς ἑαυτὰ, ὅ τι ἂν ᾖ αὐτῷ κατὰ φύσιν μάλιστα, ἔπειτα δὲ ἕλκει καὶ τὰ ἄλλα τοιοῦτο δή τι καὶ τὰ φάρμακα ποιέει ἐν τῷ σώματι. διὰ τούτου τοῦ λόγου καὶ περὶ θρέψεως καὶ κενώσεως τῆς ἐν ταῖς καθάρσεσιν ἀκριβῶς ἡμᾶς ἐδίδαξεν· ὅπερ ἐπὶ πλεῖστον μὲν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν ἀναγκαῖον ἔσται μοι διελθεῖν· οὐ μὴν ἀλλὰ καὶ νῦν ἤδη τὸ κεφάλαιον ὁρᾷν ὑπάρχει. φυσικὴ γάρ τίς ἐστι δύναμις ἑλκτικὴ τῶν οἰκείων ἑκάστῳ τῶν ὄντων· ὥσπερ ἐν τῇ λίθῳ
508
τῆ ἡρακλείᾳ τοῦ σιδήρου. ταύτῃ τε οὖν καὶ τοιαύτῃ τῇ δυνάμει καὶ τὰ τῶν θρέψεων καὶ τὰ τῶν καθάρσεων ἐπιτελεῖται, ἑλκούσῃ μὲν ἀεὶ τὸ οἰκεῖον, ὅταν ᾖ δαψιλὲς, ἅμα δ’ αὐτῷ πολλάκις ἐπισπωμένῃ καὶ τὸ μὴ τοιοῦτο, οἷόν τι κᾀν τοῖς καθαίρουσιν ὑπάρχει φαρμάκοις. ὁπότ’ ἂν γὰρ ἅπαν ἐκκενώσῃ τὸ ἐπιπολάζον ἢ χολῆς ἢ φλέγματος, (οὕτω δὲ καλῶ τὸ περιεχόμενον ἐν ταῖς φλεψὶν) ἐξ αὐτῶν ἕλκει λοιπὸν τῶν στερεῶν σωμάτων τὴν οἰκείαν ἰκμάδα βίᾳ καὶ μόγις, ἀναλύοντά τε καὶ οἷον ἀναστοιχειοῦντα καὶ φθείροντα τὸ ζῶον. ἐν δὲ τῷ σφοδρῷ τῆς ὁλκῆς συνέπεταί τις τῶν ἄλλων χυμῶν, ὃς ἂν ἐφεξῆς ὑπάρχῃ τῇ φύσει τῷ βιαίως ἑλκομένῳ.