De elementis ex Hippocrate

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Καὶ μὲν δὴ καὶ τὸ εἶδος τῶν λόγων ὡσαύτως ἔοικεν Ἀριστοτέλης πεποιῆσθαι τῷ Ἱπποκράτει. προειπὼν γὰρ εὐθὺς ἐν ἀρχῇ· τὸ μὲν οὖν, εἰ ἕν ἐστι καὶ ἀκίνητον τὸ ὂν, σκοπεῖν, οὐ περὶ φύσεώς ἐστι σκοπεῖν· εἶτ’ αὐτὸ τοῦτο ἀποδείξας, καὶ διὰ τοῦτο μηδ’ ἀντιλογίας τινὸς δεῖσθαι φήσας τὸν Μελίσσου τε καὶ Παρμενίδου λόγον, ἐναργῶς ἑκάτερον ἄτοπον ὄντα, προϊόντος τοῦ συγγράμματος, ἀντιλέγων αὐτοῖς εὑρίσκεται. ταὐτὸν δὴ τούτῳ καὶ ὁ Ἱπποκράτης ἔπαθεν. ἐνδειξάμενος γὰρ, ὡς ἀναιροῦσι τὴν ἰατρικὴν τέχνην οἱ ἓν εἰπόντες εἶναι τὸ στοιχεῖον, καὶ ὡς οὐκ ἔστιν αὐτοῖς ἐπιτήδειος ὅδε λόγος ἀκούειν, ὅμως ἐν

449
τοῖς μετὰ ταῦτα φαίνεται διαβάλλων αὐτῶν τὴν δόξαν. ὅτι δὲ καὶ τὰς τῆς φυσιολογίας ἀρχὰς, ὡς Ἀριστοτέλης ἔλεγε, καὶ τὰς τῆς ἰατρικῆς, ὡς Ἱπποκράτης φησὶν, ἀναιροῦσιν οἱ ἓν εἶναι λέγοντες τὸ ὂν, ἄντικρυς δῆλον, ἥ τε γὰρ φυσιολογία περὶ τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ ὅλως ἐν μεταβολῇ σωμάτων ἐστίν. εἰ δὲ ἕν ἐστι μόνον τὸ ὃν, ἀνῄρηται ταῦτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἡ ἰατρικὴ πρῶτον μὲν κᾀκ τοῦ τῆς γενέσεώς τε καὶ φθορᾶς οἷον ὑπηρέτης ὑπάρχειν, εἰ μὴ δοθείη ταῦτα, συναναιρεῖται καὶ αὐτή. ἔπειτα δὲ καὶ οἱ τρόποι τῶν ἰάσεων, οἱ πολλοὶ καὶ πολυειδεῖς, οὗτοι πρὸς τῶν ἓν ἡγουμένων εἶναι τὸ ὂν ἀνατρέπονται. ἢ γὰρ οὐδ’ ὅλως πείσεταί τι τὰ σώματα ἡμῶν, ἢ, εἴπερ πάσχει, καθ’ ἕνα τρόπον πείσεται, ὥστε καὶ τὸ ἰώμενον ἓν ἔσται. εἰ δὲ τοῦτ’ ἀληθὲς, ἀπόλωλε δηλονότι σύμπασα ἰατρική. πολλῶν μὲν γὰρ ὄντων τῶν ἰωμένων, ἰατροῦ ἔργον ἐστὶ τὸ πρόσφορον
450
ἑκάστῳ τῶν νοσημάτων ἐξευρεῖν. ἑνὸς δ’ ὑπάρχοντος κατ’ εἶδος τοῦ τε ἰωμένου καὶ τοῦ νοσοῦντος, οὐδεὶς κίνδυνος ἀποτυχίας. ὥστ’ ὀρθῶς εἶπεν ὁ Ἱπποκράτης εὐθὺς κατ’ ἀρχάς· ὅστις μὲν οὖν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσεως τῆς ἀνθρωπίνης προσωτέρω, ἢ ὁκόσον αὐτέης ἐς ἰατρικὴν ἀφίκει, τουτέῳ μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν. οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, τοῦτ’ ἔστιν οὐ παντελῶς ἓν, οὐδὲ μόνον. ὁ γὰρ τοῦτο λέγων προσωτέρω, ἢ κατὰ τὴν ἰατρικὴν, ἀποφαίνεται τὰς ἀρχὰς τῆς τέχνης ἀνατρέπων. χρὴ γὰρ, εἴπερ τι ἄλλο, καὶ τοῦτο συγκεχωρῆσθαι τοῖς ἰατροῖς, ὡς πολλαὶ μὲν αἱ τῶν νοσημάτων ἰδέαι, πολλαὶ δ’ αἱ τῶν ἰαμάτων. τοῦτ’ οὖν ὁ μὴ συγχωρῶν ἀναιρεῖ τὰς ἀρχὰς τῆς ἰατρικῆς, ὥστε προσωτέρω ἢ κατὰ τὴν ἰατρικὴν ὁ λόγος ἐστίν. ὁ γὰρ ἀντιλέγων τοῖς ἀναιροῦσιν ἡστινοσοῦν τέχνης τὰς ἀρχὰς οὐχ ὁ τεχνίτης ἐστὶ τῆς ἀναιρουμένης τέχνης, ἀλλ’ ἕτερός τις, ὅπερ ἄν σοι γένηται δῆλον κᾀκ τῆς τοῦ Ἀριστοτέλους ῥήσεως
451
ἐχούσης ᾧδε· ὥσπερ γὰρ τῷ γεωμέτρῃ οὐκ ἔτι λόγος ἐστὶ πρὸς τὸν ἀναιροῦντα τὰς ἀρχὰς, ἀλλ’ ἤτοι ἑτέρας ἐπιστήμης, ἢ κοινῇ πασῶν, οὕτως οὐδὲ τῷ φυσικῷ· τοῖς γὰρ ἀναιροῦσι τὰ ἐναργῶς φαινόμενα ἢ κοινῇ πάντας ἀνθρώπους μέμφεσθαι προσῆκεν, ὡς ἀνατρέπουσι τὸν βίον, ἢ τέχνην τινὰ ὑπὲρ τῶν ἀρχῶν ἀγωνιζομένην προστήσασθαι παρὰ τὰς κατὰ μέρος ἁπάσας, αὐτὴν δ’ ἑκάστην τῶν κατὰ μέρος τεχνῶν ἐπὶ ταῖς ἀρχαῖς συγχωρηθείσαις οὕτω προϊέναι. φαίνονται τοίνυν ὁ μὲν Ἀριστοτέλης τε καὶ Ἱπποκράτης ὡσαύτως διατεθεῖσθαι τὸν λόγον, οἱ δ’ ἐξηγηταὶ μὴ παρακολουθεῖν. οὐδὲ γὰρ διὰ τοῦτ’ εἶπεν ὁ Ἱπποκράτης, οὐκ ἐπιτήδειον εἶναι τὸν λόγον τοῖς εἰωθόσιν ἀκούειν περὶ φύσεως ἀνθρωπίνης προσωτέρω, ἢ ὁκόσον αὐτέης εἰς ἰατρικὴν ἀφίκει, διότι καταγινώσκει τῶν πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα τιθεμένων στοιχεῖα, ἀλλ’ ἁπλῶς ἀπ’ ἀρχῆς ἄχρι τέλους τοῖς ἓν ὁτιοῦν αὐτῶν εἰποῦσιν εὑρίσκεται
452
μεμφόμενος, ἐπεὶ ἐκεῖνό γε δεινῶς ἄλογόν ἐστιν, εἰ, διότι μηδὲν τῶν τεττάρων εἰλικρινὲς ἐν τῷ σώματι φαίνεται, διὰ τοῦτ’ ἀπιστηθήσεται πάντα. κατὰ γὰρ τὸν αὐτὸν, οἶμαι, τρόπον ἀπιστήσει τις, ἐκ κηροῦ καὶ ῥητίνης καὶ πίττης καὶ στέατος συγκεῖσθαι τὴν τετραφάρμακον καλουμένην, ὅτι μηδὲν αὐτῶν ὁλόκληρον καὶ παντελὲς ἐν αὐτῇ περιεχόμενον φαίνεται. καὶ τί δεῖ λέγειν περὶ τῶν οὕτω δι’ ὅλων ἀλλήλοις κραθέντων; ὅπου καὶ τὰ ξηρὰ φάρμακα, τὰ ἐκ καδμίας καὶ στίμμεως καὶ χαλκοῦ κεκαυμένου συγκείμενα, καλῶς λειωθέντα, τῶν ἁπλῶν οὐδέν τι εἰλικρινὲς διασωζόμενον ἔχει, οὐδ’ ἐστὶ λαβεῖν τι μόριον οὐδὲ τὸ σμικρότατον αὐτῶν, ἐν ᾧ τῶν εἰρημένων ὁτιοῦν ἓν ἄκρατόν τε καὶ ἄμικτον ἑτέρου θεάσῃ. μὴ τοίνυν, ἐπειδὴ καὶ τὰ τῶν ζώων σώματα τῶν τεττάρων στοιχείων οὐδὲν εἰλικρινὲς διασωζόμενον ἔχει, ἐκ τούτων ἀπιστῶμεν αὐτὰ κεκρᾶσθαι, 
453
μήτε διὰ τοῦτο τὸν μὲν κόσμον ἐκ τῶν τεττάρων εἶναι στοιχείων συγχωρήσωμεν, ἀφαιρώμεθα δὲ τὰ ζῶα τῆς ἐκ τούτων γενέσεως, ὥσπερ ἔξωθέν ποθεν ἥκοντα, καὶ οὐκ ἐν τῷ κόσμῳ γεγονότα. ἢ δεῖξαί μοι σὺ κελεύεις, γῆν ἐν τοῖς τῶν ζώων σώμασιν εἰλικρινῆ καὶ ἄμικτον, αὐτὸς μηδ’ ἐν τῷ κόσμῳ δεῖξαι τοιαύτην δυνάμενος; ὅ τι γὰρ ἂν λάβοις αὐτῆς τὸ μόριον, εὐθὺς τοῦτο καὶ θερμότητός τινος, καὶ νοτίδος, καὶ ἀερώδους οὐσίας μετέχει, τῆς ἀμίκτου γῆς, ἣν δὴ καὶ στοιχεῖον ἐπινοοῦμεν, ἐσχάτως πυκνῆς οὔσης, καὶ βαρείας, καὶ ψυχρᾶς, καὶ ξηρᾶς. ἀλλ’ οἷον ἐν τῷ κόσμῳ τὸν λίθον ἐπιδεικνύεις μοι σὺ γεῶδες σῶμα, τοιοῦτον ἐν τοῖς ζώοις ἐπιδείξω σοι τό τε τῶν ὀστῶν γένος καὶ τὸ τῶν χόνδρων καὶ τὸ τῶν τριχῶν. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ κᾀν τοῖς ὀστρακοδέρμοις ζώοις τὸ καλούμενον ὄστρακον, ἀκριβῶς εἰς γῆς ἰδέαν ἀπεξηραμμένον καὶ πεπιλημένον· ὥστ’, εἰ ζητεῖς ἐν τοῖς ζώοις γῆν, ἔχεις θεάσασθαι τοιαύτην, οἵαν κᾀν τῷ
454
κόσμῳ, τήν τε ἄμικτόν τε καὶ παντελῆ καὶ μόνην οὐκ ἂν οὐδ’ ἐν ἐκείνῳ ῥᾳδίως ἐξεύροις· ὥσπερ οὐδὲ ὕδωρ καθαρὸν καὶ ἀμιγὲς ἁπάντων τῶν ἄλλων, οὐδὲ πῦρ, οὐδὲ ἀέρα. νενόθευται γὰρ ἅπαντα τοῖς ἑτερογενέσι, καὶ ἀναμέμικται, καὶ μετείληφεν ἀλλήλων, ἢ μᾶλλον, ἢ ἧττον. ἀλλά τοι κᾀν τῇ μίξει τοῖς γε νοῦν ἔχουσιν ἡ τοῦ κρατοῦντος ἰδέα φαίνεται. μὴ τοίνυν μηδ’ ἐν τοῖς τῶν ζώων σώμασιν ἄμικτόν τι ζήτει, ἀλλ’ ἀρκείτω σοι, τουτὶ μὲν ψυχρὸν, καὶ ξηρὸν, καὶ πυκνὸν, ἰδών τι τὸ μόριον, ἀναμνησθῆναι γῆς, τουτὶ δ’ ὑγρὸν, καὶ ἀραιὸν, καὶ ῥυτὸν, εἰς ἔννοιαν ὕδατος ἀφικέσθαι. ἀναμιμνησκέτω δέ σε καὶ ἡ πολλὴ θερμασία κατὰ τὸ τοῦ ζώου σῶμα πυρός· ἥ τε τοῦ πνεύματος φύσις, ἧς χωρὶς οὐχ οἷόν τε συστῆναι ζῶον, ἀέρος μὲν μάλιστα, σὺν αὐτῷ δὲ πυρὸς ἀναμιμνησκέτω σε. μηδέ με γῆν αἰτήσῃς αὐτὴν καθ’ αὑτὴν ἐν ζώου σώματι, μηδὲ τῶν ἄλλων μηδὲν
455
ἄκρατον, ἢ δεῖξόν μοι σὺ πρῶτος ἐν τῇ τετραφαρμάκῳ τὸν κηρόν. ἐμοὶ μὲν γὰρ καὶ θαυμάζειν ἐπέρχεται, εἰ τοὺς πυροὺς, καὶ τὰς κριθὰς, καὶ τὰς φηγοὺς, καὶ τὰ σῦκα, καὶ τῶν ἄλλων ὀσπρίων τε καὶ ἀκροδρύων ἕκαστον οὐκ ἐκ γῆς καὶ ὕδατος οἴει γεγονέναι, σαφῶς ὁρῶν ἐντεῦθεν αὐτοῖς ὑπάρχουσαν τὴν γένεσιν. ἆρ’ οὖν οὐδ’ ὅλως ἀέρος ἢ πυρώδους οὐσίας μετέχει; καὶ μὴν εἰ γῆν ὕδατι δεύσειας, οὐδὲν ἔσται σοι πλέον πηλοῦ. τῶν δ’ ὀσπρίων ἕκαστον ἢ τῶν ἀκροδρύων οὐκ αὐτὸ δὴ τοῦτο πηλός ἐστιν, ὅτι καὶ πυρὸς καὶ ἀέρος μετείληφεν δι’ ὅλων ἀλλήλοις κεραννυμένων. ἀλλ’ ἴσως σὺ μὲν τὰς φηγοὺς καὶ τὰ σῦκα συγχωρεῖς ἐκ τῶν τοῦ κόσμου στοιχείων γεγονέναι, καὶ πρό γε τούτων αὐτῶν τὰ φυτὰ, μικρὸν μὲν ἑκάστου σπέρμα θεώμενος εἰς τὴν γῆν καταβαλλόμενον, ὃ τῶν ἄλλων φυτῶν οὐδὲ μυριοστόν ἐστι μόριον· ἅπασαν δὲ τὴν ἄλλην οὐσίαν ἐκ τῶν τοῦ κόσμου στοιχείων ὁρῶν γινομένην, ἀπορεῖς περὶ τῶν ζώων, ὥσπερ οὐχὶ κᾀκείνων ἐντεῦθεν τρεφομένων. ὄϊες
456
μὲν γὰρ τὰς πόας, σύες δὲ καὶ ταύτας, καὶ τὰς φηγοὺς, αἶγες δὲ πρὸς τούτοις καὶ τοὺς ἁπαλοὺς κλάδους τῶν δένδρων σιτοῦνται, κᾀκ τούτων αὐτοῖς τό τε αἷμα γεννᾶται, καὶ τὸ σῶμα τρέφεται, καὶ τὰ κυήματα συνίσταταί τε καὶ αὔξεται. πότερον οὖν αἶγες μὲν, καὶ σύες, καὶ ὄϊες ἐκ τῶν τοῦ κόσμου γεγόνασι στοιχείων, οἱ δὲ ταῦτα ἐσθίοντες ἐξ ἄλλου τινὸς ἢ τὴν πρώτην γένεσιν καὶ αὔξησιν, ἢ τὴν νῦν ἔχουσι τροφήν; καὶ μὴν ἄλογα ταῦτα πάντα, καὶ ἄτοπα, καὶ πολλῆς ἀμαθίας μεστά. καὶ γὰρ ὄσπρια καὶ καρποὶ πάντες ἐκ τῶν τοῦ κόσμου γεγόνασι στοιχείων, κᾀκ τούτων τὰ ζῶα καὶ γεννᾶται, καὶ τρέφεται, καὶ αὐξάνεται. καὶ χρὴ θαῤῥούντως ἀποφαίνεσθαι, γῆν καὶ πῦρ καὶ ἀέρα καὶ ὕδωρ πάντων εἶναι κοινὰ καὶ πρῶτα στοιχεῖα. πρῶτα γάρ ἐστι ταῦτα καὶ ἁπλούστατα σώματα πάντων τῶν ἐν τῷ κόσμῳ· τὰ δ’ ἄλλα πάντα, καὶ φυτὰ καὶ ζῶα, ἐκ τούτων σύγκειται. καὶ Ἱπποκράτης οὐ μόνον, ὅτι ταῦτα στοιχεῖά
457
ἐστι πάντων τῶν ἐν τῷ κόσμῳ, προϊὼν αὐτὸς ἀποφαίνεται κατὰ τὸ περὶ φύσεως ἀνθρώπου βιβλίων, ἀλλὰ καὶ τὰς ποιότητας αὐτῶν, καθ’ ἃς εἰς ἄλληλα δρᾷν καὶ πάσχειν πέφυκεν, αὐτός ἐστιν ὁ πρῶτος ὁρισάμενος.

Μὴ παρακολουθοῦντες δ’ οἱ πολλοὶ τῇ κατὰ τὸν λόγον ὁμωνυμίᾳ, συγχέονταί τε καὶ ταράττονται, καθάπερ καὶ Ἀθήναιος ὁ Ἀτταλεὺς, ἅμα μὲν τιθέμενος στοιχεῖα τοῦ ἀνθρώπου τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, ἅμα δ’ ἐναργῆ φάσκων εἶναι τὰ στοιχεῖα, καὶ μηδεμιᾶς ἀποδείξεως δεῖσθαι, καὶ ποτε μὲν ὀνομάζων αὐτὰ ποιότητάς τε καὶ δυνάμεις, ἐνίοτε δὲ συγχωρῶν σώμαθ’ ὑπάρχειν, εἶτα δεδιὼς ὕδωρ, καὶ ἀέρα, καὶ πῦρ, καὶ γῆν ὁμολογῆσαι. καίτοι σχεδὸν οὐδεὶς τῶν νεωτέρων ἰατρῶν οὕτως ἅπαντα τὸν κατὰ τὴν ἰατρικὴν τέχνην ἐξειργάσατο λόγον, ὡς Ἀθήναιος. ἀλλ’ ὅμως κᾀκεῖνος ἁμαρτάνων φαίνεται, καὶ ταῦτα, καὶ ἄλλα πάμπολλα, καὶ οἱ λοιποὶ πάντες. οὐδένα γὰρ οἶδα τὴν παλαιὰν ἰατρικὴν ἀκριβῶς μεταχειρισάμενόν τε καὶ τελειώσαντα τὰς ὑπ’ ἐκείνων ἡμῖν παραδοθείσας 

458
μεθόδους. ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἀφείλοντο πολλὰ τῶν ὀρθῶς εἰρημένων, ὅπου γε καὶ Ἀθήναιος ἐναργῆ φησιν εἶναι τὰ στοιχεῖα καὶ μηδεμιᾶς ἀποδείξεως δεῖσθαι. πότερον γὰρ, ᾗ στοιχεῖα, ταύτῃ τὴν ἐνάργειαν αὐτοῖς μαρτυρεῖ, ἢ κατὰ τὰς οὐσίας, αἷς συμβέβηκεν αὐτοῖς εἶναι στοιχείοις; εἰ μὲν γὰρ κατὰ τὰς οὐσίας, τί οὐχὶ καὶ τὰ ὑγιεινὰ καὶ τὰ νοσερὰ πᾶσιν ἀνθρώποις φαίνεσθαί φησι, καὶ μήτε διδασκαλίας τινὸς, μήτ’ ἀποδείξεως προσδεῖσθαι διὰ τὴν ἐνάργειαν; ἅπαντες γὰρ γνωρίζουσιν ἄρτον, καὶ φακῆν, καὶ πτισάνην, καὶ κρέας, καὶ χόνδρον, καὶ μελίκρατον, ἀλλὰ τίνας ἢ πότε βλάπτειν ἢ ὠφελεῖν ἕκαστον τούτων πέφυκεν, οὐκέτι γινώσκουσιν. ἐν τούτῳ δ’ ἦν αὐτοῖς ὑγιεινοῖς ἢ νοσεροῖς ὑπάρχειν. ὥστ’ ἄρτον μὲν, καὶ κρέας ἴσασι, καὶ πτισάνην, ὑγιεινὸν δὲ καὶ νοσερὸν οὐκ ἐπίστανται. οὕτω δὲ καὶ τῶν φαρμάκων, ἑλλέβορον,
459
ἐλατήριον, σκαμμωνίαν, ἐπίθυμον, ἶριν, ἑλένιον, οὐδείς ἐστιν ὃς οὐκ ἐναργῶς ἅψασθαι, καὶ ὀσφρήσασθαι, καὶ ἰδεῖν, καὶ γεύσασθαι δύναται. τὰς δ’ ἐξ αὐτῶν ὠφελείας ἢ βλάβας οὐκ ἴσασιν· ὥστ’ οὐδὲ τὸ ὑγιεινὸν ἢ νοσερὸν αὐτῶν ἐπίστανται. καὶ τοίνυν καὶ πῦρ, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ γῆν, οὐδείς ἐστιν ὃς οὐκ ἐναργῶς γινώσκει ταῖς αἰσθήσεσιν ἁπάσαις. ἀλλ’ εἰ στοιχεῖα ταῦτ’ ἐστὶν, οὐκ ἔτι γινώσκουσιν, οὐ μόνον οἱ πολλοὶ τῶν ἀνθρώπων, ἀλλ’ οὐδὲ τῶν φιλοσόφων ἔνιοι. ἀλλ’ ἴσως φήσουσιν οἱ ἀπ’ Ἀθηναίου, μηδ’ αὐτοὶ περί γε τούτων αὐτῶν ἀποφαίνεσθαι μηδὲν, ἐπέκεινα γὰρ εἶναι τῆς ἰατρικῆς τέχνης· ἀρκεῖν δ’ αὐτοῖς τὸ θερμὸν καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν καὶ ὑγρὸν, ἃ κᾀν τοῖς ζώοις ἐναργῶς δεῖξαι δύνανται, στοιχεῖα καὶ τῶν σωμάτων ὑποθέσθαι καὶ τῆς ὅλης ἰατρικῆς. τὸ μὲν οὖν, ὥσπερ ζώου, καὶ τῆς ἰατρικῆς ὑποθέσθαι στοιχεῖα τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν, ὅσης ἀλογίας ἔχεται, τί ἂν ἐγὼ νῦν ἐπεξίοιμι; κεκωμῴδηται γὰρ
460
ὑπὸ πολλῶν ἤδη τὸ δόγμα, καὶ ψόγον καὶ γέλωτα οὑ σμικρὸν, ἔτι τε πρὸς τούτοις ἀπιστίαν οὐκ ὀλίγην τῷ παλαιῷ προσετρίψατο λόγῳ. τίς γὰρ ἂν μᾶλλον αὐτὸν προὔδωκεν, ἢ ὁ μηδ’ ἀπόδειξιν ἔχειν φάσκων τὰ στοιχεῖα διὰ τὴν ἐνάργειαν, ἀξιῶν δὲ ταῦτα τῆς ἰατρικῆς καὶ τῶν ζώων ὑποθέσθαι στοιχεῖα; τὸν δὲ φοβούμενον εἰπεῖν ὕδωρ, καὶ πῦρ, καὶ ἀέρα, καὶ γῆν, ὑγρὸν, καὶ θερμὸν, καὶ ψυχρὸν, καὶ ξηρὸν ὀνομάζειν, ὅτι μηδὲν ἄλλο ἐστὶν, ἢ ἀναισθήτως ἔχειν ὁμωνυμίας, ἐγώ μοι δοκῶ δείξειν, οὐχ ἵν’ Ἀθήναιον ἐλέγξαιμι σφαλλόμενον, ἀλλ’ ἵν’ ὁμοίως ἐκείνῳ τοὺς λοιποὺς ἁμαρτάνειν κωλύσαιμι. καὶ δείξω γε δι’ αὐτῶν τῶν πραγμάτων, ὡς οὐκ ἐνδέχεται χωρὶς τῆς λογικῆς θεωρίας οὐδὲν ἀκριβῶς οὐδένα καταστήσεσθαι δόγμα. τὰ γοῦν ἐμοὶ συμβάντα, θεοὺς ἐπομνύμενος, ἦ μὴν οὕτως ἐρεῖν, ὡς ἐγένετο, καὶ δὴ πειράσομαι διηγήσασθαι. ἡνίκα τὸ πρῶτον ὁ τούτων διδάσκαλος ἐπεχείρει με διδάσκειν τὴν
461
Ἀθηναίου γνώμην, ἠξίουν αὐτὸν ἀκριβῶς μοι διελέσθαι τὴν ὁμωνυμίαν· οὐ γὰρ εἰδέναι, κατὰ τίνος ὑποκειμένου πράγματος ἐπιφέρει τὸ θερμὸν, ἢ τὸ ψυχρὸν, ἢ τῶν ἄλλων τι τῶν τοιούτων ὀνομάτων. ὡς γὰρ λευκὸν, ἔφην, αὐτό τε τὸ χρῶμα λέγεται, καὶ τὸ δεδεγμένον τὰ χρώματα σῶμα· φαμὲν γὰρ, τῶν χρωμάτων τὸ μὲν εἶναι λευκὸν, τὸ δὲ μέλαν, τὸ δ’ ἐρυθρὸν, τὸ δὲ ξανθὸν, τὸ δὲ ὠχρόν· ἔτι τε πρὸς τούτοις τὰ δεδεγμένα τὰς χρόας σώματα· λευκὸν γὰρ τὸν κύκνον καὶ τὸ γάλα λέγομεν, μέλανα δὲ τὸν κόρακα καὶ τὸν Αἰθίοπα· οὕτως, ἔφην, ἀκούω καὶ θερμὸν λεγόντων ἐνίοτε μὲν αὐτὸ τὸ σῶμα, καθάπερ εἰ τύχῃ τὸ πῦρ, ἐνίοτε δὲ τὴν ἐν αὐτῷ ποιότητα μόνην. οὐ τοίνυν, ἔφην, γινώσκω, ἐπειδὰν εἴπῃς θερμὸν, ὅ τί ποτε δηλοῦν ἐθέλεις, εἴτε τὴν ποιότητα μόνην, εἴτε τὸ δεδειγμένον αὐτὴν σῶμα. ὁ δὲ πρὸς μὲν τοῦτο καὶ μάλα ἑτοίμως ἀπεκρίνατο, μὴ τὴν ποιότητα μόνην,
462
ἀλλὰ καὶ σύμπαν τὸ σῶμα θερμὸν ὀνομάζειν ὁμολογῶν. ἐφεξῆς δέ μου πάλιν ἐρομένου· πότερον οὖν ἐκεῖνο λέγεις μοι τὸ σῶμα στοιχεῖον, ὅ τί περ ἂν ἄκρως ᾖ θερμὸν, ἢ, κᾂν μετρίως ᾖ τοιοῦτο, ἔσται καὶ τοῦτο στοιχεῖον; ὡσαύτως δὲ καὶ περὶ ψυχροῦ, καὶ ὑγροῦ, καὶ ξηροῦ τὴν αὐτὴν ἐρώτησιν ποιησαμένου μου· τί δὲ τοῦτο, ἔφη, σοὶ διαφέρει; ταραττόμενος ἤδη, καὶ μὴ, καθὼς πρόσθεν, ἑτοίμως ἀποκρινόμενος. ὅτι πολὺ διαλλάττει, ἔφην, ἢ ἄπειρόν τι πλῆθος ὑποθέσθαι στοιχείων, ἢ πεπερασμένον. ἄπειρον μὲν γὰρ ἔσται τῷ μετρίως θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν ὑποτιθεμένῳ στοιχεῖον, οὐκ ἄπειρον δὲ τῷ ἄκρως· ἓν γὰρ καθ’ ἕκαστον ἔσται γένος. ὥστε εἷναι τέτταρα τὰ πάντα στοιχεῖα πεπερασμένα. οὕτω τοίνυν, ἔφη, νόει καὶ τέτταρα. δῆλον οὖν, εἶπον, ὅτι καὶ ἄκρα ταῖς ποιότησι, καὶ ἁπλᾶ, καὶ πρῶτα. τί γὰρ, εἶπεν, ἔτι τοῦτο πολυπραγμονεῖς; 
463
ἵνα, ἔφην, νοήσαιμι τὸ λεγόμενον ἀκριβῶς. ἀλλ’ οὕτως, ἔφη, λέγω, καὶ οὕτως νόει. πῶς κελεύεις με νοῆσαι, πάλιν ἐπανηρώτων ἐγὼ, τὸ ἄκρως θερμὸν ἢ ὑγρὸν στοιχεῖον; ὁ δὲ ὀργιζόμενός τε ἤδη καὶ καὶ ταραττόμενος ἱκανῶς, ὅτου δ’ ἂν, ἔφη, τὸ θερμὸν ἐπικρατήσῃ, θερμὸν ὀνομάζω σῶμα, καὶ ὑγρὸν αὖ, καὶ ψυχρὸν, καὶ ξηρὸν ὡσαύτως, ἐν ᾦ κρατεῖ καὶ πλεονεκτεῖ τῶν εἰρημένων ἕκαστον. ὀνομάζειν οὖν, ἔφην, οὕτως οὐδὲν κωλύει· καὶ γὰρ ὀνομάζεται καὶ ἄρτος θερμὸς, καὶ φακῆ, καὶ πτισάνη, καὶ βαλανεῖον· ἀλλ’ οὐχ ἡγοῦμαί σε τούτων ἕκαστον ἀξιοῦν με νοῆσαι στοιχεῖον, ἀλλὰ μόνον ἐκεῖνο τὸ ἄκρως θερμόν· οὕτω δὲ καὶ τὸ ἄκρως ψυχρὸν, καὶ ξηρὸν, καὶ ὑγρόν. ἁπλοῦν γὰρ εἶναι χρὴ, καὶ ἄμικτον, οὐ σύνθετον, οὐδὲ μεμιγμένον ἤδη τὸ στοιχεῖον. οὕτως, ἔφη, νόει· πτισάνην γὰρ καὶ φακῆν οὐκ ἂν εἴποιμι στοιχεῖον. καὶ μὴν, εἶπον, εἰ τὸ ἄκρως θερμὸν σῶμα νοήσαιμι
464
στοιχεῖον εἷναι, πῦρ εὐθέως ἐννοῶ, καὶ οὐδὲν ἄλλο. νόει τοίνυν, ἔφη, πῦρ. οὕτως οὖν, ἔφην, βούλει με καὶ τὸ ἄκρως ὑγρὸν ὕδωρ νοῆσαι; συνεχώρησε καὶ τοῦτο πάνυ μόγις. ἐπὶ πῦρ οὖν αὖθις ἥκομεν, ἀέρα τε καὶ ὕδωρ, καὶ γῆν, ὧν κατ’ ἀρχὰς ἀπεχωρήσαμεν. ὁ δὲ, σὺ γὰρ, ἔφη, τοιαῦτα ταράττεις τὸν λόγον. καὶ ἅμα πρὸς τοὺς ἄλλους ἀποβλέψας μαθητὰς, οὗτος, ἔφη, τραφεὶς ἐν διαλεκτικῇ, καὶ τῆς ἐκεῖθεν ἀναπλησθεὶς ψώρας, (οὕτω γὰρ δὴ καὶ ὠνόμασεν αὐτὸς) ἀναστρέφει πάντα, καὶ διαστρέφει, καὶ κυκᾷ, σοφιζόμενος ἡμᾶς, ἵν’ ἐπιδείξηται τὴν λογικὴν αὑτοῦ παρασκευήν. ἥκει γοῦν ἀξιῶν ἡμᾶς ὁμώνυμα νοῆσαι τὰ θερμὰ, ἓν μὲν ὡς ποιότητα, καθάπερ τὸ λευκὸν χρῶμα, δεύτερον δὲ τὸ τὴν ἄκραν ποιότητα δεδεγμένον σῶμα, καὶ τρίτον, ὃ τῆς τοιαύτης ἐπικρατήσει ποιότητος, θερμὸν ὀνομάζειν, καθάπερ τὸ βαλανεῖον. ἀλλ’ ἡμεῖς, ἔφη, σοφίσματα λύειν οὐκ ἐμάθομεν. αὐτὸς τοίνυν, ὡς ἔπλεξεν,
465
οὕτως καὶ λυέτω. ταῦτα μὲν ἐμοὶ συνέπεσεν ἔτος ἐννεακαιδέκατον ἄγοντι. καὶ τοῦ λοιποῦ τὰ πλείω μὲν ἐσιώπων ὑπὲρ τοῦ μὴ δοκεῖν ἐρίζειν· αὐτὸς δ’ ἀνεσκεπτόμην παρ’ ἐμαυτῷ τάτ’ ἄλλα καὶ τὸν περὶ στοιχείων λόγον. ἐθαύμαζον δὲ, πῶς οὐκ αἰσθάνεται συγχέων ἑαυτὸν ὁ Ἀθήναιος, ὃς θερμὸν μὲν, καὶ ψυχρὸν, καὶ ξηρὸν, καὶ ὑγρὸν ὀνομάζειν ἐπιχειρεῖ, ἀπαξιοῖ δὲ πῦρ εἰπεῖν, καὶ γῆν, καὶ ἀέρα, καὶ ὕδωρ. ναί φησι· τὰ γὰρ προσεχῆ τῶν ζώων λαμβάνω, οὐχὶ τὰ κοινὰ πάντων σωμάτων στοιχεῖα. καλοῦσι δὲ προσεχῆ τὰ οἷον ἴδια, καὶ μηδενὸς ἄλλου τῶν ἁπάντων. ἐμοὶ δὲ καὶ κατ’ ἀρχὰς εὐθὺς εἴρηται, πάμπολυ διαφέρειν τὰ φαινόμενα στοιχεῖα τῶν ὄντως στοιχείων. ἔοικα δὲ καὶ νῦν εἰπεῖν ὑπὲρ αὐτῶν διὰ μακροτέρων. εἴπερ γὰρ ἐλάχιστόν τι καὶ ἁπλούστατόν ἐστι μόριον τὸ στοιχεῖον, εἴη ἄν ὡς πρὸς τὴν αἴσθησιν ὀστοῦν, καὶ χόνδρος, καὶ σύνδεσμος,
466
καὶ ὄνυξ, καὶ θρὶξ, καὶ πιμελὴ, καὶ σὰρξ, καὶ νεῦρον, καὶ μυελὸς, ἶνές τε καὶ ὑμένες, καὶ ἁπλῶς εἰπεῖν ἅπαντα τὰ ὁμοιομερῆ στοιχεῖα τῶν ἀνθρωπίνων σωμάτων. ἆρ’ οὖν ὁ Ἀθήναιος ἔθετό που ταῦτα στοιχεῖα; καὶ μὴν αὐτός ἐστιν ὁ γράφων, ἕκαστον μὲν τῶν ὁμοιομερῶν ἐκ τῶν πρώτων γεγονέναι στοιχείων· ἐκ δὲ τῶν ὁμοιομερῶν ἤδη καὶ συγκεῖσθαι τὰ ἄλλα τοῦ ζώου μόρια. τῆς οὖν σαρκὸς (εἰ οὕτως ἔτυχεν) ἢ τῆς πιμελῆς ἐρωτηθεὶς τὰ στοιχεῖα, δῆλον, ὅτι τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ὑγρὸν, καὶ τὸ ξηρὸν ἀπεκρίνατο. καὶ μὲν δὴ καὶ ὀστοῦ, καὶ χόνδρου, καὶ τριχὸς ὡσαύτως ὑγρὸν, καὶ ξηρὸν, καὶ θερμὸν, καὶ ψυχρὸν εἷναί φησι τὰ στοιχεῖα. καιρὸς οὖν ἤδη πυνθάνεσθαί σε, ὁποῖον ὑγρὸν, καὶ ξηρὸν, καὶ ψυχρὸν, καὶ θερμὸν ἀπεφῄνατο. κατὰ μὲν γὰρ τὴν ἐπικράτησιν ὑγρὸν μὲν ἡ σὰρξ. ὁ χόνδρος δὲ ψυχρόν. ὡσαύτως δὲ τὸ μὲν ὀστοῦν ξηρὸν καὶ ψυχρὸν, ἡ πιμελὴ δὲ ὑγρὸν καὶ θερμὸν, ἕκαστόν τε τῶν ἄλλων ὁμοιομερῶν ἢ τοῖον ἢ τοῖον ἐπικρατείᾳ ἐστὶ
467
τῶν ἁπλῶν. εἴπερ οὖν τὸ κατ’ ἐπικράτησιν θερμὸν ἢ ψυχρὸν, ἢ ξηρὸν ἢ ὑγρὸν ἀποφαίνοιτό τις εἶναι στοιχεῖον, ὀστοῦν, καὶ χόνδρος, καὶ νεῦρον, ὅσα τ’ ἄλλα τοιαῦτα, στοιχεῖα γενήσεται τῶν ἀνθρωπίνων σωμάτων. ἀλλ’ οὐ ταῦτά φησιν ὁ Ἀθήναιος, ἀλλὰ τὰ τούτων συνθετικὰ ὄντως εἶναι στοιχεῖα δῆλον οὖν, ὡς ὑπερβαίνει τὴν αἴσθησιν, ἐπὶ τὰ πρῶτα καὶ ὄντως ἁπλᾶ τῷ λογισμῷ προϊὼν, ἃ μηκέτι ἐγχωρεῖ λέγειν ἐπικρατείᾳ τοῖα ἢ τοῖα γίνεσθαι· σύνθετα γὰρ κᾀκεῖνα πάλιν ἔσται, καὶ διχῆ σφαλησόμεθα τοῦ προσήκοντος, ὅτι τε τῶν αἰσθητῶν ἀπεχωρήσαμεν, ὡς ἁπλούστερόν τι ζητοῦντες, καὶ ὅτι μηδ’ ἐν τοῖς ἀδήλοις ἤδη τὸ ἁπλούστερον ἔχομεν. ἐν μὲν γὰρ τοῖς φαινομένοις, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν ὁμολογούμενον ἡμῖν ὑπῆρχεν. οὐδεὶς γοῦν ἐστιν, ὃς οὔ φησι, πρῶτα καὶ ἁπλούστατα μόρια πρὸς τὴν αἴσθησιν εἶναι χόνδρον, καὶ πιμελὴν, καὶ 
468
ὑμένα, καὶ τὰ ἄλλα σύμπαντα τὰ ὁμοιομερῆ. τῷ δὲ καὶ ταῦτ’ ἀπολείποντι, διότι πρὸς τὴν φύσιν ἐστὶν σύνθετα, κᾂν ταῖς αἰσθήσεσιν ἁπλᾶ φαίνηται, καὶ μηδέπω μηδὲν τῶν ἁπλῶν λέγοντι, τίς ἂν εὐσχήμων ἀπολογία γένοιτο πρὸς τὸ μὴ περιττά τε καὶ μάταια φλυαρεῖν; εἰ μὲν γὰρ τὸ κατ’ ἐπικράτειαν ὑγρὸν, καὶ θερμὸν, καὶ ψυχρὸν, καὶ ξηρὸν ὀνομάζεις, ἔχεις ἐναργῶς ἤδη τὰ στοιχεῖα γινωσκόμενα, νεῦρον, καὶ ὑμένα, καὶ χόνδρον, καὶ σάρκα, καὶ σύνδεσμον, καὶ τῶν ἄλλων ἕκαστον ὧν εἴπομεν. εἰ δὲ τὸ πρὸς τὴν φύσιν ἁπλοῦν ζητεῖς, ἄμικτόν τε εἶναι χρὴ τοῦτο, καὶ ἄκρατον, καὶ ἄκρον τῇ ποιότητι. πάλιν οὖν ἥκεις ἐπὶ πῦρ, καὶ ἀέρα, καὶ ὕδωρ, καὶ γῆν. ἐν τούτοις γὰρ μόνοις εὑρήσεις ἀμίκτους τε καὶ ἀκράτους τὰς ποιότητας, ἄκραν μὲν ἐν πυρὶ θερμότητά τε καὶ ξηρότητα, ἄκραν δ’ ἐν τῇ γῇ ψυχρότητα καὶ ξηρότητα, καὶ τῶν ἄλλων ἐν ἑκατέρῳ κατὰ τὴν οἰκείαν φύσιν. κᾂν εἰ μὴ τέτταρα δὲ βουληθείης,
469
ἀλλὰ δύο λέγειν ἐξ αὐτῶν ἢ τρία τὰ στοιχεῖα, τάχ’ ἂν ἔχοις τινὸς εὐπορῆσαι λογισμοῦ. τὸ δὲ ἅμα μὲν ἄκρως ὑγρὸν ὁμολογεῖν εἶναι τὸ στοιχεῖον, ἅμα δὲ ἄλλο τι λέγειν οἴεσθαι παρὰ τὸ ὕδωρ, ἐσχάτως ἠλίθιον, εἰ μή τι ἄρα τὰς ποιότητας αὐτὰς μόνας εἶναι λέγεις στοιχεῖα, καὶ οὐ τὰ δεδεγμένα ταύτας σώματα. γενήσεται γὰρ οὕτως οὐ τὸ ὕδωρ στοιχεῖον, ἀλλ’ ὑγρότης, οὐδὲ τὸ πῦρ, ἀλλ’ ἡ ἄκρα θερμότης. εἰ δὲ τοῦτο, πρῶτον μὲν πυρὸς ἀνωτέρω καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος ἀναβήσεται τῷ λόγῳ ὁ μηδ’ ἐπὶ ταῦτα προελθεῖν ὑπομένων, ὡς πόῤῥω τῆς ἰατρικῆς ὄντα· δεύτερον δὲ φανερῶς ἐξελεγχθήσεται μὴ γινώσκων, ὅπη διαφέρει στοιχεῖον ἀρχῆς. ὅτι τε γὰρ ἁπλούστερόν ἐστι πυρὸς ἡ ἄκρα θερμότης, ὅτι τε, ταύτης ἐγγινομένης τῇ ὕλῃ, πῦρ ἀποτελεῖται, τοῖς φιλοσόφοις ὡμολόγηται πᾶσιν, οἷς Ἀθήναιος ἕπεσθαι σπουδάζει. καὶ μὲν δὴ καὶ ὡς ἀρχὴ τῆς τοῦ πυρὸς γενέσεως ἵλη τίς ἐστιν ἡ ἅπασιν ὑποβεβλημένη τοῖς στοιχείοις ἡ ἄποιος, ἥ τ’ ἐγγινομένη
470
ταύτῃ θερμότης ἡ ἄκρα, καὶ τοῦθ’ ὁμοίως ὡμολόγηται· καὶ ὡς ἡ μὲν ὕλη διὰ παντὸς τοῦ αἰῶνος ἐστὶν, ἀγέννητός τε καὶ ἄφθαρτος οὖσα, τὸ δὲ γινόμενόν τε καὶ ἀπογινόμενον αὐτῆς ἡ ποιότης ἐστίν· καὶ ὡς ὁμογενὲς εἶναι χρὴ τὸ στοιχεῖον, οὗπερ ἂν εἴη στοιχεῖον. ἐν τούτῳ γὰρ δὴ καὶ διήνεγκε στοιχεῖον ἀρχῆς, ἐν τῷ τὰς μὲν ἀρχὰς οὐκ ἐξ ἀνάγκης ὁμογενεῖς εἶναι τοῖς πράγμασιν, ὧν ὑπάρχουσιν ἀρχαὶ, τὰ δὲ στοιχεῖα πάντως ὁμογενῆ. ποιότης μὲν γὰρ ἁπλῆ ποιότητος συνθέτου στοιχεῖον, ἁπλοῦν δὲ σῶμα σώματος οὐχ ἁπλοῦ. καὶ μὴν εἰ τὸ θερμὸν, καὶ ψυχρὸν, καὶ ξηρὸν, καὶ ὑγρὸν ἐλέγετο τριχῶς, ἢ ὡς ποιότης, ἢ ὡς ἄμικτον, ἢ ὡς μεμιγμένον σῶμα, φαίνεται δ’ οὔθ’ ἡ ποιότης στοιχεῖον, οὔτε τὸ κεκραμένον καὶ μεμιγμένον σῶμα, ὑπολείπεται τοίνυν τὸ ἄκρατόν τε καὶ ἄμικτον σῶμα καὶ ἁπλοῦν ταῖς ποιότησι τὸ στοιχεῖον εἶναι. πάλιν οὖν ἥκει πῦρ, καὶ γῆ, καὶ ὕδωρ, καὶ ἀὴρ, ἐν οἷς πρώτοις ἄκρα θερμότης, καὶ ψυχρότης, καὶ ξηρότης, καὶ ὑγρότης ἐστί.
471
τὸ δὲ διὰ τοῦτο δεδιέναι ταῦθ’ ὁμολογεῖν εἶναι στοιχεῖα, διότι μήτ’ ἐξαιροῦμεν ἐκ τοῦ σώματος αὐτῶν τι, μήτ’ ἐντίθεμεν, ἐσχάτως ἠλίθιον. τὰ γὰρ ἐκ τῶν στοιχείων γεγονότα προσφερόμενοι, πάντως δήπου καὶ τὰ στοιχεῖα τοῖς σώμασιν ἡμῶν ἐντίθεμεν. ἀλλ’ οὐκ εἰλικρινῆ, φασὶν, οὐδὲ μόνα. κακῶς οὖν λέγεται, μήτ’ ἐξαιρεῖν, μήτε ἐντιθέναι στοιχεῖον. ἐχρῆν γὰρ οὐχ ἁπλῶς οὕτως εἰπεῖν, ἀλλ’ ὅτι μὴ μόνον, μηδ’ ἄμικτον, μηδ’ αὐτὸ καθ’ ἑαυτό. καίτοι καὶ τοῦτ’ αὐτὸ τί ποτε βούλεται περαίνειν αὐτοῖς; οὔτε γὰρ ἄχρηστος ἡ περὶ τῶν στοιχείων θεωρία διὰ τοῦτ’ ἂν εἰκότως νομισθείη, διότι μηδὲν αὐτῶν ἄμικτον ἑτέρου τοῖς σώμασιν ἡμῶν προσφέρομεν, οὔτε διὰ τοῦτο πῦρ, καὶ ἀὴρ, καὶ ὕδωρ, καὶ γῆ κακῶς εἴρηται στοιχεῖα, διότι τοῖς μὲν ἐξ αὐτῶν γεγονόσι χρώμεθα, μόνον δ’ αὐτῶν ἕκαστον ἰδίᾳ καὶ καθ’ αὑτὸ παντάπασιν ἄχρηστον ὑπάρχει. καίτοι καὶ εἰλικρινέσι χρώμεθα πολλάκις τοῖς τοῦ κόσμου στοιχείοις,
472
ὕδατι μὲν ὁσημέραι χρώμενοι, καὶ πίνοντες, καὶ λουόμενοι, καὶ ἄλλως ὁπωσοῦν, ἀέρι τε πανταχόθεν ἡμῖν περικειμένῳ, καὶ διὰ τῆς εἰσπνοῆς ἑλκομένῳ. καὶ μὲν δὴ καὶ κατεψυγμένοι πολλάκις ἐδεήθημεν πυρός. οὐκ οὖν οἶδα, τί ποτέ ἐστιν ὃ περαίνουσι, φάσκοντες, μήτ’ ἐξαιρεῖν τι τοῦ σώματος ἡμῶν, μήτ’ ἐντιθέναι πῦρ, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ γῆν. ἐγὼ μὲν γὰρ καὶ τὸν ἐν τῷ κρύει παρὰ πυρὶ θαλπόμενον ἀντεισάγειν φημὶ τῷ σώματι πῦρ, καὶ ὅστις ὕδατος πίνει, καὶ τοῦτον ἀντεισάγειν ὕδωρ εἰς τὸ σῶμα, καὶ τὸν ἀναπνέοντα δὲ κατὰ τὸν αὐτὸν λόγον ἀέρα. καὶ μέν γε καὶ ὅσα τῶν ζώων ἢ ψάμμον, ἢ γῆν, ἢ λίθους, ἢ βόρβορον, ἢ ὀστᾶ σιτεῖται, καὶ ταῦτα φανερῶς ἐπεισάγει τοῖς σώμασι γῆν. εἰ δ’, ὅτι μήτε μέχρι τοῦ καυθῆναι θάλπεταί τις παρὰ τῷ πυρὶ, μήτ’ ἄχρι τοῦ διαῤῥαγῆναι πίνει, διὰ τοῦτ’ οὐχ ἡγοῦνται τῶν στοιχείων οὐδὲν ἡμᾶς ἐπεισάγειν τῷ σώματι, θαυμάζειν χρὴ σοφίαν τῶν ἀνδρῶν, οὐδ’ ἄχρι τοσούτου συνιέναι δυναμένων, ὡς, εἰ παντελῶς 
473
ἀπώλλυτο τῶν στοιχείων ὁτιοῦν, εὐθὺς καὶ τὸ ζῶον φθαρήσεται. ἀπολεῖται δὲ, εἰ μὲν ἐκπυρωθείη, τὸ ψυχρὸν στοιχεῖον, εἰ δ’ ἐσχάτως καταψυχθείη τὸ θερμόν. οὕτω δὲ κᾂν ἐσχάτως ἀποξηράνῃς τὸ σῶμα, τελέως ἀναιρήσεις τὸ ὑγρόν· κᾂν ἐξυγράνῃς, τὸ ξηρόν. ὥστ’ αὐτὸ τοὐναντίον, ἢ ἐκεῖνοι λέγουσιν, ἀεὶ μὲν ἀφαιρεῖται καὶ προστίθεται τῶν στοιχείων τι· μέτρῳ μέντοι τοῦτο γίνεται τοῖς γε μὴ βουλομένοις διαφθεῖραι τὸ ζῶον· ἡ γὰρ ἄμετρος αὐτῶν χρῆσις εἰς ὄλεθρον τελευτᾷ.

Τὸ δὲ συνέχον ἐν τῷ λόγῳ καὶ μάλιστα λανθάνον αὐτοὺς ἤδη πᾶν ἀποκαλύψαι πειράσομαι. ἅπαντα γὰρ, ὅσα γένεσιν ἔχει καὶ φθορὰν, σώματα διτταῖς ὑπόκειται μεταβολαῖς, ἀλλοιουμένης τε ἅμα καὶ ῥεούσης αὐτῶν τῆς οὐσίας. ἀλλοιοῦται μὲν οὖν θερμαινομένη, καὶ ψυχομένη, καὶ ξηραινομένη, καὶ ὑγραινομένη. μόναι γὰρ αἱ ποιότητες αὗται μεταβάλλουσιν ὅλην δι’ ὅλου τὴν οὐσίαν, ὡς καὶ μετ’ ὀλίγον εἰρήσεται.

474
ῥεῖ δὲ κατὰ τὰς αἰσθητὰς ἐκκρίσεις, καὶ προσέτι κατὰ τὴν ἄδηλον καλουμένην διαπνοήν. ὥσθ’, ἵνα σώζηται, διττῆς καὶ τῆς ἐπανορθώσεως δεῖται, τῆς μὲν ἑτέρας τὸ ὑπερβάλλον ἐν ταῖς ποιότησι κολαζούσης, τῆς δὲ λοιπῆς τὴν τοῦ κενουμένου βάσιν ἀναπληρούσης. ἀλλὰ ἡ μὲν καθαιροῦσα τὴν ἀμετρίαν ἡ ἐναντία δήπου ποιότης ἐστὶ τῆς πλεοναζούσης· ἡ δὲ τὸ λεῖπον ἀναπληροῦσα ποιότης ἐναντία μὲν οὐκ ἔστιν, ὁμοιοτάτην δ’ εἶναι χρὴ τῇ κενωθείσῃ πρότερον οὐσίᾳ· μέλλει γὰρ ἀντ’ ἐκείνης ἔσεσθαι τῷ ζώῳ. τουτὶ μὲν οὖν ἐστι τὸ τρέφεσθαι τοῖς σώμασιν, ἔκ τινος οὐσίας ὁμοίας τῇ πρότερον κενωθείσῃ γινόμενον. ὅθεν, οἶμαι, καὶ τὴν οὐσίαν ἐκείνην τροφὴν ὀνομάζομεν. ἡνίκα δὲ κατὰ ποιότητα μόνον ἀλλοιοῦν βουλόμεθα τὸ ὑποκείμενον, οἷς μὲν τοῦτο δρῶμεν, οὐ τροφὰς, ἀλλὰ φάρμακα προσαγορεύομεν. οὐκ ἔχοντες δ’ εὑρεῖν χωρὶς οὐσίας οὐδὲ μίαν ποιότητα, σὺν ταῖς οὐσίαις αὐτὰς ἀναγκαζόμεθα λαμβάνοντες προσφέρειν τοῖς δεομένοις σώμασιν· ἄκρας μὲν ποιότητος χρῄζοντες, τὸ
475
στοιχεῖον αὐτὸ, πῦρ, ἢ ὕδωρ, ἢ γῆν, ἢ ἀέρα, μετρίας δὲ, τὸ μεμιγμένον ἐκ τῶν στοιχείων. ἐπειδὰν μὲν οὖν θερμῇναι βουλώμεθα, τοιοῦτον αἱρούμενοι φάρμακον, ἐν ᾧ πλείων μέν ἐστιν ἡ τοῦ πυρὸς μοῖρα τῆς ἐναντίας· ἐπειδὰν δὲ ψύξαι, ἐν ᾧ τοὔμπαλιν· ἔστι δ’ ὅτε συναμφότερον ἅμα πρᾶξαι προαιρούμενοι, καὶ ἀλλοιῶσαι, καὶ θρέψαι, τοιαύτην ζητοῦμεν οὐσίαν, ἥτις καὶ τὴν ὡς σιτίου, καὶ τὴν ὡς φαρμάκου χρείαν παρέξει. μὴ τοίνυν ἀξιούτωσαν ἅπαν ζῶον ἢ πῦρ, ἢ γῆν, ἢ ὕδωρ, ἢ ἀέρα προσφέρεσθαι, μόνον αὐτὸ καθ’ αὑτὸ, χωρὶς τῶν ἄλλων, εἰλικρινὲς στοιχεῖον. οὔτε γὰρ ὡς σιτίον, οὔθ’ ὡς φάρμακον δεήσει προσφέρεσθαι. τὸ γὰρ ὅμοιον ἦν τῷ τρεφομένῳ σιτίον. ὅμοιον δὲ τῷ συνθέτῳ σώματι, καὶ κεκραμένῳ, καὶ πάντων μετέχοντι τῶν στοιχείων, ἕτερον, οἶμαι, τοιοῦτό ἐστιν, ἐξ ἐκείνων ἁπάντων γεγονός. οὔθ’ ὡς φάρμακον ἀεὶ χρήσιμόν ἐστι τὸ
476
στοιχεῖον, ἀλλ’ ἐν ἐκείνῳ μόνῳ τῷ χρόνῳ, καθ’ ὃν ἄκρας ποιότητος δεῖται τὸ σῶμα. ταῦτ’ οὖν εἴρηταί μοι πρὸς τοὺς οὐκ ὀρθῶς ἀκούοντας Ἱπποκράτους. ἤδη δὲ δῆλον, ὡς ἀεὶ τῶν στοιχείων δεόμεθα, ποτὲ μὲν ὡς ἁπλῶν καὶ μόνων, ἐνίοτε δ’ ὡς ἐπικρατούντων, ἢ πάντως γ’ ὡς συντιθέντων ἐκεῖνο τὸ σῶμα, τὸ μέλλον ἡμῖν ἢ τροφῆς ἢ φαρμάκου χρείαν παρέξειν.

Ὅτι δ’ ἀπὸ τῶν ποιοτήτων ὀνομάζει τὰ στοιχεῖα πολλάκις ὁ Ἱπποκράτης ἐν τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ, θερμὸν μὲν καλῶν, οὔτε τὴν ποιότητα μόνην, οὔτε τὸ κατ’ ἐπικράτησιν αὐτῆς ὁμωνύμως ὀνομαζόμενον, ἀλλὰ τὸ μετέχον ἄκρας θερμότητος σῶμα, ψυχρὸν δὲ, ἐν ᾧ ψυχρότης ἄκρα, ξηρὸν δὲ, ἐν ᾧ ξηρότης, ἐξ αὐτῶν ἄν σοι κατάδηλον γένοιτο τῶν ῥήσεων. ἐπειδὰν μὲν γὰρ λέγῃ, καὶ πάλιν ἀνάγκη ἀποχωρέειν ἕκαστον εἰς τὴν ἑωυτοῦ φύσιν, τελευτῶντος τοῦ ἀνθρώπου, τό τε ξηρὸν

477
πρὸς τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν πρὸς τὸ ὑγρὸν, καὶ τὸ θερμὸν πρὸς τὸ θερμὸν, καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν· οὐ τὰς ποιότητας αὐτὰς μόνας λέγει ξηρὸν καὶ ὑγρὸν καὶ ψυχρὸν καὶ θερμὸν, ἀλλὰ τὰς οὐσίας, ἐν αἷς αἱ ποιότητες. αὗται γὰρ ἀποχωροῦσι, τελευτῶντος τοῦ ἀνθρώπου, καὶ αὗται τοῖς τοῦ παντὸς ἀναμίγνυνται στοιχείοις. αἱ ποιότητες δὲ φθείρεσθαι μὲν ἂν λέγοιντο, τελευτῶντος τοῦ ζώου, πρὸς δὲ τὴν οἰκείαν φύσιν ἀποχωρεῖν οὐκ ἂν λέγοιντο. πάλιν δὲ τοῖς εἰρημένοις ἐπιφέρων ὁ Ἱπποκράτης φησί· τοιαύτη δὲ καὶ ἡ τῶν ζώων φύσις ἐστὶ, καὶ τῶν ἄλλων ἁπάντων. γίνεται γὰρ ὁμοίως πάντα, καὶ τελευτᾷ ὁμοίως πάντα. συνίσταται γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν εἰρημένων ἁπάντων, καὶ τελευτᾷ κατὰ τὸ εἰρημένον ἐς ταὐτὸ, ὅθεν περ συνέστηκεν ἕκαστον. ἐνταῦθ’ οὖν καὶ ἀπεχώρησεν. ἐναργῶς ἐνταῦθα δῆλόν ἐστι, οὐ τὰς ποιότητας μόνον ὀνομάζειν θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν, ἀλλὰ τὰ στοιχεῖα. πάντων γὰρ τῶν σωμάτων ἐκ τούτων ἐστὶν ἡ 
478
γένεσις, καὶ πάντων εἰς ταῦτα ἡ τελευτή. καὶ σε καὶ τούτῳ προσέχειν τὸν νοῦν ἀξιῶ, τῷ λαθόντι πολλοὺς τῶν ἰατρῶν, οἳ νομίζουσι φυγεῖν τὸν Ἱπποκράτην τὸ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ἀποφαίνεσθαι ταῦτα στοιχεῖα. τετράκις μὲν γὰρ ἐν ταύτῃ τῇ ῥήσει, τῇ νῦν ἡμῖν προχειρισθείσῃ τὸ, πάντων, ὄνομα παρέλαβεν, ἔτι τε πρότερον, ἡνίκα ἔλεγεν· ἀνάγκη τοίνυν, τῆς φύσεως τοιαύτης ἐούσης καὶ τῶν ἄλλων ἁπάντων, καὶ τῆς τοῦ ἀνθρώπου, μὴ ἓν εἶναι τὸν ἄνθρωπον· ἔν τε τοῖς ἐφεξῆς λόγοις οὕτω φαίνεται χρώμενος. ἀλλὰ τοῦτό γε παρορῶσιν οἱ πολλοὶ τῶν Ἱπποκρατείους ἑαυτοὺς ὀνομαζόντων, ἔτι τε πρὸς τούτοις νομίζοντες ἄλλό τι λέγειν αὐτὸν ὑγρὸν καὶ ψυχρὸν καὶ θερμὸν καὶ ξηρὸν, οὐ τὰ κοινὰ πάντων στοιχεῖα. τὰς μὲν γὰρ ποιότητας αὐτῶν ὅτι μὴ βούλεται στοιχεῖα τίθεσθαι τῶν ἀνθρωπίνων σωμάτων, ἐξ ὧν ἤδη προὐθέμην αὐτοῦ ῥήσεων, ἐναργῶς ἀποδεδεῖχθαι νομίζω, κᾀκ ταύτης οὐχ ἥκιστα· καὶ πάλιν, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ, καὶ
479
τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ τὸ ἕτερον τοῦ ἑτέρου πολλῷ προέξει, καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο. οὐ γὰρ δὴ ἐκ τῶν ποιοτήτων μόνον ἡγεῖται τὴν γένεσιν ὑπάρχειν τοῖς ζώοις, αἵ γε μηδ’ εἶναι δύνανται χωρὶς τῶν σωμάτων, ἀλλ’ ἐκ τῶν σωμάτων αὐτῶν, δηλονότι τῶν τὰς ἄκρας ποιότητας δεδεγμένων. ἐκεῖνα γάρ ἐστι τὰ κοινὰ πάντων στοιχεῖα. τὰ δ’ ἐπικρατείᾳ τούτων ὀνομαζόμενα θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν, ἰδίᾳ καθ’ ἕκαστον ὑπάρχει. φέρε γὰρ, ἵν’ ἐπ’ ἀνθρώπου διέλθω τὸν λόγον, ἐκ πρώτων οὗτος καὶ ἁπλουστάτων αἰσθητῶν στοιχείων ἐστὶ τῶν ὁμοιομερῶν ὀνομαζομένων, ἰνὸς, καὶ ὑμένος, καὶ σαρκὸς, καὶ πιμελῆς, καὶ ὀστοῦ, καὶ χόνδρου, καὶ συνδέσμου, καὶ νεύρου, καὶ μυελοῦ, καὶ τῶν ἄλλων ἁπάντων, ὧν τὰ μόρια τῆς αὐτῆς ἀλλήλοις ἰδέας ἐστὶ σύμπαντα. γέγονε δὲ πάλιν ἐκ τινῶν ἑτέρων προσεχῶν ἑαυτοῖς στοιχείων, αἵματος, καὶ φλέγματος, καὶ χολῆς διττῆς,
480
ὠχρᾶς καὶ μελαίνης, ὧν ἡ γένεσις ἐκ τῶν ἐσθιομένων ἐστὶ καὶ πινομένων, ἃ δὴ πάλιν ἐξ ἀέρος, καὶ πυρὸς, καὶ ὕδατος, καὶ γῆς ἐγένετο. ταυτὶ δ’ οὐκ ἐξ ἑτέρων σωμάτων, ἀλλ’ ἐξ ὕλης τε καὶ ποιοτήτων ἐστί. καὶ διὰ τοῦτο πυρὸς μὲν, καὶ γῆς, ἀέρος τε καὶ ὕδατος ἀρχὰς εἶναι λέγομεν, οὐ στοιχεῖα· ταυτὶ δ’ αὐτὰ τῶν ἄλλων ἁπάντων στοιχεῖα. μόρια γάρ ἐστιν ἐλάχιστα τῶν ἄλλων ἁπάντων ἁπλᾶ καὶ πρῶτα. τὸ μὲν οὖν ἐξ ἀέρος, καὶ πυρὸς, ὕδατός τε καὶ γῆς ἁπάσας τὰς πόας, καὶ τὰ φυτὰ, καὶ τοὺς καρποὺς ἔχειν τὴν γένεσιν, οὐδεὶς ἀμφισβητήσει νοῦν ἔχων· οὐ μὴν οὐδ’ ὅτι τροφὴ ταῦτ’ ἐστι τοῖς ζώοις ἅπασιν, οὔθ’ ὡς ἐκ τούτων ἡμῖν οἱ χυμοὶ γεγόνασιν οἱ κατὰ φύσιν ἐν τῷ σώματι φαινόμενοι. τίνες δ’ εἰσὶν οὗτοι, καὶ πόσοι, ζητοῦσιν ἡμῖν ὁ δεύτερος λόγος εἰς τοῦτ’ ἀποκείσεται. νυνὶ δὲ κεφαλὴν ἐπιθεῖναι τῷ προτέρῳ λόγῳ πειραθῶμεν.

481

Ἐκ μὲν γὰρ τῶν χυμῶν τούτων ἕκαστόν τῶν ὁμοιομερῶν ἐγένετο. συνιόντων δὲ τούτων ἀλλήλοις, τὸ πρῶτον ἀποτελεῖται ἁπλούστατον ὄργανον, ὃ μιᾶς ἐνεργείας ἕνεκεν ὑπὸ τῆς φύσεως ἐγένετο. τούτων δ’ αὖθις ἀλλήλοις συντεθειμένων, ἕτερον ὄργανον μεῖζον γεννᾶται. κᾀκείνων αὖθις ἀλλήλοις ἐπιπεπλεγμένων, ἡ τοῦ παντὸς σώματος ἀποτελεῖται σύστασις. ἀλλὰ περὶ μὲν τούτων ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται. καὶ μέντοι καὶ ὅπως ἐγίνωσκεν ὁ Ἱπποκράτης ὑπὲρ ἁπάντων τῶν ἐξ ἀνατομῆς φαινομένων, ἰδίᾳ μοι γέγραπται. νυνὶ δὲ περὶ τῶν ἀνωτέρω στοιχείων, ἃ τὴν αἴσθησιν διαφεύγει, πρόκειται διελθεῖν, ὑπὲρ ὧν καὶ Ἱπποκράτης ἐν τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ διείλεκται, τὰ μὲν ἴδια καὶ προσεχῆ τοῦ σώματος ἡμῶν στοιχεῖα τοὺς τέσσαρας φάμενος εἶναι χυμοὺς, τὰ δὲ κοινὰ πάντων ὑγρὸν, καὶ θερμὸν, καὶ ξηρὸν, καὶ ψυχρόν. ἀπὸ γὰρ τῶν ποιοτήτων ὀνομάζει τὰ στοιχεῖα, δι’ ἃς καὶ στοιχεῖα γέγονε. θερμότητος γὰρ ἄκρας ἐγγινομένης

482
τῇ ὕλῃ, στοιχεῖον ἔσται τὸ σύμπαν ἤδη· κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ψυχρότητος, ὑγρότητός τε καὶ ξηρότητος. οὐ γὰρ δὴ τῷ ξανθὸν, ἢ λευκὸν, ἢ μέλαν ὑπάρχειν, ἢ τῷ κοῦφον, ἢ βαρὺ, τὸ στοιχεῖον κρίνεται· κατὰ ταὐτὰ δ’ οὐδὲ τῷ πυκνὸν, ἢ μανὸν, οὐδὲ τῷ θλίβειν, ἢ τέμνειν, ἢ θλᾷν, οὐδ’, ἁπλῶς εἰπεῖν, ἑτέρᾳ τινὶ ποιότητι πλὴν τῶν εἰρημένων τεττάρων. αὗται γὰρ μόναι, τὴν ὑποκειμένην οὐσίαν ἀλλοιοῦσαι, τῆς εἰς ἄλληλα μεταβολῆς τῶν στοιχείων εἰσὶν αἰτίαι, καὶ φυτῶν καὶ ζώων δημιουργοί. τὸ μὲν οὖν εἰς ἄλληλα μεταβάλλειν τὰ στοιχεῖα καὶ πρὸς τῶν ἀμφὶ τὸν Θαλῆν συγκεχώρηται διὰ τὴν ἐνάργειαν· καίτοι μαχόμενόν γε ἦν ταῖς ὑποθέσεσιν αὐτῶν, ὡς ἐδείκνυτο. τὸ δ’ ἐκ ταύτης τῆς ὁμολογίας περαινόμενον ἦν, ὑποβεβλῆσθαί τινα κοινὴν οὐσίαν ἅπασι τοῖς στοιχείοις. Ἱπποκράτει μέν γε καὶ τοῦτ’. ἀποδέδεικται διὰ μιᾶς ἐκείνης ῥήσεως, ἣν ἁπασῶν πρώτην παρεθέμην, ἐν ᾗ φησιν, ὡς οὐκ ἂν ἠλγοῦμεν, εἴπερ ἓν ἦν 
483
ὁ ἄνθρωπος. ταύτην γὰρ οὕτως οὖσαν βραχεῖαν ἀμφότερα διδάσκειν ἔλεγον, ὡς πλείω τέ ἐστι τὰ στοιχεῖα καὶ ἀλλοιοῦσθαι πεφυκότα. τοῦτ’ οὖν καὶ νῦν αὖθις ἀναλάβωμεν, ἵν’ ἐπιθῶμεν τῷ προτέρῳ λόγῳ τὴν προσήκουσαν τελευτήν. ἐπεὶ γὰρ ἀλλοιοῦσθαι πέφυκεν ἡμῶν ἡ οὐσία, τίνες αἱ δυνάμεναι τοῦτο δρᾷν ὑπάρχουσι ποιότητες, ἐφεξῆς ἴδωμεν. ὁ μὲν οὖν Ἱπποκράτης, ὡς ἂν βραχυλογίᾳ χρώμενος παλαιᾷ, μετὰ τὸ προειπεῖν, ὡς, εἴπερ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγησεν, ἐφεξῆς ἤδη χρῆται τῷ θερμῷ καὶ τῷ ψυχρῷ καὶ τῷ ξηρῷ καὶ τῷ ὑγρῷ πρὸς ἁπάσας τὰς ἀλλοιώσεις, ἐκ μὲν τοῦ φαίνεσθαι λαβὼν, ὅτι τὰ πλησιάζοντα σώματα μεταβάλλειν εἰς ἄλληλα πέφυκε τῷ θερμαίνειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν· ἐκ δὲ τοῦ προδεδεῖχθαι τὸ τὴν οὐσίαν ἀλλοιοῦσθαι πᾶσαν εἰδὼς ἀνατρεπόμενον, ὡς οὐκ ἔστι διάκρισίς τις καὶ σύγκρισις ἡ φαινομένη τῶν σωμάτων ἀλλοίωσις, ὡς οἱ περὶ Ἐπίκουρόν τε καὶ Δημόκριτον ἐνόμιζον,
484
ἑτέρῳ δὲ τρόπῳ πάλιν Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς, ὁ μὲν τὰς ὁμοιομερείας εἰσάγων, ὁ δ’ ἀμετάβλητα νομίζων εἶναι τὰ τέσσαρα στοιχεῖα. ἡμεῖς δ’ ἐξαπλώσαντες τὸν λόγον, εἰς ὅσον σαφέστερον, εἰς τοσοῦτον καὶ πιστότερον ἐργασόμεθα. γενήσεται δὲ τοιοῦτός τις. εἴπερ ἀλγοῦμεν, οὔτε μία τῷ εἴδει, οὔτ’ ἀπαθής ἐστιν ἡμῶν ἡ οὐσία. καὶ μὴν εἴπερ πάσχει, θερμαινομένη τε καὶ ψυχομένη καὶ ξηραινομένη καὶ ὑγραινομένη πείσεται. τῶν δ’ ἄλλων οὐδεμία ποιοτήτων ἀλλοιοῦν οἵα τ’ ἐστὶ τὸ πλησιάζον ὅλον δι’ ὅλου. οὔτε γὰρ, εἰ τὸ βαρὺ τῷ κούφῳ πλησιάσειεν, ἢ τῷ βαρεῖ τὸ κοῦφον, ἢ τὸ κοῦφον ἔσται βαρὺ, ἢ τὸ βαρὺ κοῦφον, οὔτ’, εἰ τῷ τραχεῖ τὸ λεῖον, καὶ τῷ πυκνῷ τὸ μανὸν, καὶ τῷ παχεῖ τὸ λεπτόν. τῶν γὰρ τοιούτων οὐδὲν ἀλλοιοῦν δύναται τὸ πλησιάζον ὅλον δι’ ὅλου. ὑπολείπεται οὖν ἔτι τὸ μαλακὸν καὶ σκληρὸν καὶ γλίσχρον καὶ κραῦρον. ἀλλά τοι καὶ τούτων τὸ μὲν μαλακὸν
485
καὶ γλίσχρον ἐκ τῆς τῶν ὑγρῶν ἐστι φύσεως· τὸ δὲ σκληρὸν καὶ τὸ κραῦρον ἐκ τῆς τῶν ξηρῶν. ἕτεραι δὲ οὐκ εἰσὶ παρὰ ταύτας ἁπταὶ ποιότητες. ὅτι δ’ ὁραταῖς, ἢ ἀκουσταῖς, ἢ γευσταῖς, ἢ ὀσφρηταῖς ποιότησιν αἱ τῆς ὕλης ἀλλοιώσεις οὐχ ἕπονται, πρόδηλον παντί. γένει μὲν γάρ εἰσιν ἁπταὶ καὶ αὗται, διενηνόχασι δὲ τῶν ἰδίως ἁπτῶν τῷ μήτε κατὰ πάντα τὰ γένη τῶν ζώων συνίστασθαι, μήθ’ ὅλως ἀλλοιοῦν τὰς ὑποκειμένας οὐσίας. εἴπερ οὖν αὗται μὲν ἴδιαί τινων ὑπάρχουσι ζώων, αἱ δὲ τὴν ὅλην οὐσίαν ἀλλοιοῦσαί τε καὶ μεταβάλλουσαι πρῶταί εἰσι τῇ φύσει καὶ κοιναὶ πάντων τῶν ὄντων καὶ τῶν στοιχείων δημιουργοὶ, δῆλον ὡς ὑγρότης καὶ ξηρότης καὶ θερμότης καὶ ψυχρότης ἑκάστου τῶν ὄντων συνιστῶσι τὴν οὐσίαν. ὀρθῶς οὖν ὁ Ἱπποκράτης οὐκ ἀνθρώπου μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων τὴν φύσιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συνίστασθαί φησι. καὶ γὰρ δρᾷ ταῦτ’ εἰς ἄλληλα φανερῶς, ὡς ἅπαντες ὁμολογοῦσι, καὶ τὸ
486
δρᾷν οὐκ ἐκ διακρίσεως καὶ συγκρίσεως ἔχει, ἀλλ’ ἐκ τοῦ πάσχειν τε καὶ ἀλλοιοῦσθαι δι’ ὅλης ἑαυτῆς τὴν οὐσίαν. ἐμοὶ μὲν γὰρ καὶ θαυμάζειν ἐπέρχεται τὴν Ἀθηναίου γνώμην, μήτε ταῦτα τὰ νῦν εἰρημένα, μήθ’ ὅσα προσέθηκεν Ἀριστοτέλης τε καὶ Χρύσιππος, εἰπόντος, ἀλλ’ ἀξιοῦντος ἐναργῆ τὰ στοιχεῖα χωρὶς ἀποδείξεως λαμβάνεσθαι. καίτοι γε, ἐν οἶς αὐτὸς ἀντεῖπεν Ἀσκληπιάδῃ, μέμνηταί πως καὶ τούτων, οὐχ ἁπάντων μὲν ἀκριβῶς, οὐδὲ ἀγωνιστικῶς, οὐδὲ τάξει καὶ μεθόδῳ λογικῇ χρώμενος τῆς ἀντιλογίας· ὅμως δ’ οὖν μέμνηται, ταράττων ἀτάκτως αὐτόν. τούτῳ μὲν οὖν ἄξιον μέμφεσθαι προδιδόντι τὴν Ἱπποκράτειον φυσιολογίαν. ἐμοὶ δ’ ἂν εἴη καιρὸς ἐνταῦθα καταπαύειν τὸν πρῶτον λόγον. ὅσα γὰρ ἄλλα ταῖς ἀπαθῆ μὲν τὴν οὐσίαν ὑποτιθεμέναις αἱρέσεσι, παραπλεκούσαις δὲ τὸ κενὸν ἐναντιοῦται, τὰ μὲν ὑπὸ Ἀριστοτέλους τε καὶ Θεοφράστου λέλεκται, τὰ δὲ καὶ ἡμεῖς ἂν εἴποιμεν, ἰδίᾳ πρὸς ἑκάστην
487
τῶν αἱρέσεων ἀντειπόντες. ἀλλ’ ἐκεῖνα μὲν ἐκ περιουσίας· ἱκανὰ δὲ τὰ νῦν εἰρημένα πρὸς ἐπιστημονικὴν ἀπόδειξιν. οὔτε γὰρ, ὡς οὐ χρὴ δι’ ὅλης ἑαυτῆς ἀλλοιοῦσθαι τὴν οὐσίαν, ἀντειπεῖν ἐστιν· ἀναιρήσομεν γὰρ οὕτω καὶ πόνον, καὶ ἡδονὴν, καὶ αἴσθησιν, καὶ μνήμην, καὶ λογισμὸν, καὶ αὐτήν γε τὴν ψυχήν· οὔθ’, ὡς ἄλλη τις ποιότης ἀλλοιοῦν δι’ ὅλου πέφυκε παρὰ τὰς εἰρημένας τέτταρας. εἰ δὲ τοῦτο, καὶ πρῶτος Ἱπποκράτης ἁπάντων ἐξευρὼν φαίνεται τὰ στοιχεῖα τῆς τῶν ὄντων φύσεως, καὶ πρῶτος αὐτάρκως ἀποδείξας. εἰ δ’ οὐκ ἐπέγραψε τὸ σύγγραμμα περὶ στοιχείων, ὡς Ἀσκληπιάδης ὁ ἰατρὸς, οὐδὲν ἂν εἴη τοῦτό γε ζήτημα. τὰ γὰρ τῶν παλαιῶν ἅπαντα περὶ φύσεως ἐπιγέγραπται, τὰ Μελίσσου, τὰ Παρμενίδου, τὰ Ἐμπεδοκλέους, Ἀλκμαίωνός τε καὶ Γοργίου, καὶ Προδίκου, καὶ τῶν ἄλλων ἁπάντων. Ἀριστοτέλει δ’ ἔν τε τοῖς περὶ οὐρανοῦ καὶ τοῖς περὶ γενέσεως καὶ φθορᾶς ὁ περὶ τῶν στοιχείων λόγος ἐξείργασται, ὥσπερ ἐν τοῖς περὶ 
488
τῆς οὐσίας λόγοις Χρυσίππῳ· ἀλλ’ οὐδὲ τούτων οὐδέτερος ἐπιγράφει τὰ βιβλία περὶ στοιχείων. οὐδὲ χρὴ τοὔνομα ζητεῖν, ἀλλὰ τὴν δύναμιν ἐξετάζειν τῶν λόγων. εἴτε γὰρ περὶ φύσεως, εἴτε περὶ στοιχείων, εἴτε περὶ γενέσεως καὶ φθορᾶς, εἴτε περὶ οὐσίας ἐπιγράψειέ τις τὴν νῦν ἡμῖν ἐνεστῶσαν πραγματείαν, οὐδὲν δήπου διοίσει. τῷ δὲ συνηθέστερον εἶναι σχεδὸν ἅπασι τοῖς νῦν ἐπιγράφειν τὰ τοιαῦτα συγγράμματα περὶ στοιχείων, ὀνομάζειν τε διὰ παντὸς, οὕτω καὶ ἡμῖν ἄμεινον ἔδοξεν εἶναι περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐπιγράψαι. καὶ δὴ δοκῶ μοι πάντα τὸν πρῶτον λόγον ἤδη πεπεράνθαι. εἰ γάρ τί που καὶ σμικρὸν ἔτι διαφεύγει τῶν Ἱπποκράτους εἰρημένων ἀνεξήγητον, αὐτός τις ἕκαστος, ἐξ ὧν εἶπον ὁρμώμενος, ἐξευρήσει κᾀκεῖνο ῥᾳδίως. οἷον ὅτι τε τὴν γένεσιν οὐκ ἐξ ἑνὸς εἶναι χρὴ, καὶ ὡς, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ τὸ ἕτερον
489
τοῦ ἑτέρου πολὺ προέξει, καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο. διδάσκει γὰρ ἐνταῦθα περὶ τῆς συμμετρίας αὐτῶν καὶ τῆς κατὰ δύναμιν ἰσότητος, ὑπὲρ ἧς καὶ ἡμεῖς ἔν τε τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐξηγησόμεθα, κᾀν τοῖς ἄλλοις τοῖς ἐφεξῆς. καὶ μὲν δὴ καὶ ὅπως δι’ ὅλων κεράννυνται τὰ κεραννύμενα, πότερον τῶν ποιοτήτων μόνων, ὡς Ἀριστοτέλης ὑπέλαβεν, ἢ καὶ τῶν σωματικῶν οὐσιῶν δι’ ἀλλήλων ἰουσῶν, ἃ οὐκ ἀναγκαῖον ἐπίστασθαι τοῖς ἰατροῖς. ὅθεν οὐδ’ Ἱπποκράτης ἀπεφῄνατό τι περὶ τούτων, ἀλλ’ ἠρκέσθη μόνῳ τῷ δι’ ὅλων κεκρᾶσθαι τὰ στοιχεῖα. τούτου γάρ ἐστιν ἡμῖν χρεία πρός τε τὴν περὶ κράσεων πραγματείαν, ἣν ἐφεξῆς τῆσδε δίειμι, καὶ προσέτι τὴν περὶ φαρμάκων. εἰρήσεται δὲ κᾀν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ περὶ τῆς χρείας αὐτῶν ἐπιπλέον. ἐν δὲ τῷ παρόντι τοσοῦτον εἰπεῖν ἀποχρήσει πρὸς τὸν ἐνεστῶτα λόγον, ὅτι τῶν ὑπ’ Ἀσκληπιάδου λεγομένων ἐν τῷ περὶ στοιχείων βιβλίῳ πρὸς τοὺς ὅλας
490
δι’ ὅλων κεραννύντας ἀλλήλαις τὰς οὐσίας οὐδὲν ἅψεται τῶν τὰς ποιότητας μόνας κεράννυσθαι λεγόντων. ὥστ’, εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ γοῦν τό γ’ ἀσφαλὲς αἱρετέον τὸ δόγμα, καὶ λεκτέον, ὡς ἐν τῷ μίγνυσθαι τὸν οἶνον, εἰ τύχῃ, τῷ ὕδατι, καὶ καταθραύεσθαι μέχρι σμικροτάτων ἑκατέρου τὰ μόρια, δρᾷν καὶ πάσχειν αὐτοῖς εἰς ἄλληλα συμβαίνει καὶ μεταδιδόναι τῶν ποιοτήτων ἀλλήλοις ἑτοιμότερον, ὅσῳ περ ἂν εἰς ἐλάττω καταθραυσθῇ, καὶ διὰ τοῦτο κινοῦσιν ἐπὶ πλεῖστον οἱ μιγνύντες ἀλλήλοις τὰ τοιαῦτα, τὴν εἰς ἐλάχιστα διαίρεσιν αὐτῶν μηχανώμενοι. καὶ μὲν δὴ καὶ τὸ μᾶλλον ἑνοῦσθαι τὰς ποιότητας ἀλλήλαις τῶν ἐπὶ πλέον ἀναμιχθέντων τε καὶ χρονισάντων ὁμολογεῖ τῷ λόγῳ. χρόνου γὰρ δεῖται τὰ σμικρὰ μόρια τῶν κεραννυμένων, ἵν’ εἰς ἄλληλα δράσῃ καὶ πάθῃ τελέως, καὶ οὕτως ἓν ἀπεργάσηται τὸ ὅλον ὅμοιον ἑαυτῷ πάντη. διὰ ταῦτα κᾀν τῷ παραχρῆμα μὲν οἶόν τε διαχωρίσαι πάλιν ἀπ’ ἀλλήλων ἔνια τῶν ἀναμιχθέντων· εἰ δ’ ἐπὶ πλέον χρονίσαιεν,
491
ὡς ἑνωθῆναι τὸ πᾶν, ἀμήχανον ἔτι διακρῖναί τε καὶ διελεῖν ἀπὸ θατέρου θάτερον. ἀλλὰ περὶ μὲν τοῦ τρόπου τῆς δι’ ὅλων κράσεως εἰρήσεταί τι κᾀν τοῖς περὶ φαρμάκων.